The Dialogue on Political Science is an anonymous Byzantine prose treatise on statecraft from the sixth century CE, composed in Atticizing Greek. Structured as a conversation between a teacher and a student, the work belongs to the "Mirror for Princes" genre, offering systematic advice on ideal governance. It covers the definition of political science, the requisite virtues of a ruler, classifications of constitutions, and the practical administration of the state. Its philosophical framework represents a synthesis of Platonic and Aristotelian thought with contemporary Christian imperial ideology. Only a portion of the text survives, preserved as fifty-five distinct fragments within a single manuscript from the eleventh century. Modern scholarship interprets the dialogue as a significant document originating from the court of Emperor Justinian I, crafted to provide a philosophical justification for autocratic monarchy as the optimal form of government. It is believed to have been written by a highly educated courtier to bolster Justinian's centralized and theocratic model of rule, reflecting the broader intellectual project of adapting classical political philosophy to serve a Christian empire.

1 (1t) 〈ΠΕΡΙ ΠΟΛΙΤΙΚΗΣ ΕΠΙΣΤΗΜΗΣ ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ〉 *** προστάττοι παραγγέλματα, περιθείτω τὸν πόλεμον, νῦν μὲν κατὰ τὰ ὦπα γιγνόμενος τῶν παρατάξεων, νῦν δὲ πρὸς τοῖς κέρασι, καὶ νῦν μὲν πρὸς ταῖς οὐραγίαις, νῦν δὲ πρὸς τοῖς ὀπισθοφύλαξιν, δι’ αὑτοῦ παραγγέλλων τοῖς ἄρχουσι(ν) μικροῖς τε ἅμα καὶ μεγάλοις ἔν τε τῷ στρατῷ δημηγορῶ(ν) ὀλίγοις τε ἅμα καὶ στρατιωτικώτερον ὡς ἂν ἥ τε ἀκοὴ καὶ ὁ καιρὸς παρέχοιτο, ἐκεῖνο ἐν τοῖς μάλιστα ἐπιτηδεύω(ν), τὸ ὀνομακλήδην ὀνομάζειν ἄνδρα ἕκαστον, ὃ Κύρῳ τῷ Πέρσῃ κατορθωθὲν φίλτρον τε ἐπορίσατο ἔν τε ταῖς στρατηγίαις τὰ μέγιστα συνεβάλλετο· καὶ ἅμα μὲν δεικνὺς οὐ μόνον τοῦ τέλους αὑτὸν τοῦ πολέμου, ἀλλὰ καὶ τῶν κατὰ ἄνδρα ἕκαστον ἀνδρείας τε πέρι καὶ ἀνανδρίας εἶναι θεωρὸν ἀκριβῆ τε ἐξεταστήν, πειθοῖ πρὸς τοῦτο χρώμενος ὀφθαλμῶν βλέμματι εἰς ἕκαστον ἰδίᾳ τρανέστερόν τε καὶ σχετικώτερον ὁρώντων, ἅμα δὲ καὶ χρηστοτέρας ἐλπίδας ὑπὲρ τῶν παρόντων κινδύνων παρεχόμενος καὶ ταύτῃ προθυμοτέρους ποιῶν τοὺς ἀγωνισομένους. οὐ γὰρ ἄν τις 〈ἄλλωσ〉, οὐδ’ Ὅμηρος ὑπέλαβεν εἰπὼν τὸ “ἀνέρες ἔστε φίλοι μνήσασθε δὲ θούριδος ἀλκῆς”. ἡ μὲν οὖν τοῦ πολέμου τάξις τε οὑτωσί πως γιγνομένη καλῶς ἄν, οἶμαι, γίγνοιτο. τοῦ δὲ τῆς παρασκευῆς καιροῦ ἀρχὴ μὲν ὑπαυγαζούσῃ γινέσθω ἅμα ἠοῖ, τέλος δὲ ἡλίῳ ἀνίσχοντι· ὁ δέ γε στρατὸς ἠρεμείτω. τέως οὕτω τοῖς ὅπλοις κεκοσμημένος ἀτρέμας ἐφ’ ἑαυτοῦ ὁλοσχερῶς ἑστηκὼς ῥιγῇ, τὴν μὲν ὄψιν πρὸς τῷ σημείῳ ἔχων, ὃ τοῦ στρατοῦ ἡγεῖσθαι σύνηθες, τὴν δὲ ἀκοὴν τοῖς τοῦ πολέμου σημάντορσιν ἐκδιδούς.
2 ὃ παράγγελμα φυλαττόμενον μὲν τὸ πᾶν ἀεὶ τοῦ πολέμου κατωρθωκὸς γνωρίζεται, παραβαθὲν δὲ μεγίστας ἐργασάμενον βλάβας· τῶν γάρ τοι μάλιστα ἀναγκαίων ἂν εἴη τοὺς τοῦ πολέμου σημάντορας ἀγαθούς τε τὸ(ν) πόλεμον εἶναι, τήν τε σημαντικὴν ἀκριβῶς ἠσκημένους τέχνην. Σκυθῶν μὲν οὖν οἱ σημάντορες οὕτω σημαίνειν εἰσέτι λέγονται σάλπιγξιν τὰ κατὰ τὸν πόλεμον πρακτέα ὡς ἂν σχεδὸν γλώσσαις ἕτεροι, ἡμεῖς δὲ ἐκεῖνα νῦν ἐπιτάξωμεν ἃ καὶ τοῖς πολλοῖς εἰς μάθησιν δυνατά, καὶ τῷ πολέμῳ κατορθούμενα μὲν χρήσιμα, ἀγνοούμενα δὲ βλαπτικὰ ἂν εἴη, σημαίνοντα δηλαδὴ τῇ σάλπιγγι μονάς τε καὶ ἀναμονάς, ἐγέρσεις τε καὶ νυκτεγερσίας, ὁπλίσεις τε καὶ σιδηροφορίας, πορείας ὀξυτέρας τε καὶ σχολαιτέρας, παρατάξεων τε σχηματισμούς, ὧν μάλιστα στίχας ἀνδρῶν αἷς ἂν “ἀσπὶς εἰς ἀσπίδα, καθ’ Ὅμηρον, κόρυς κόρυν ἀνέρα δ’ ἀνὴρ ἐρείδοι”, ἔτι δὲ καὶ ὁρμὰς κατὰ πολεμίων, μίξεις τε καὶ διακρίσεις, κυκλήσεις τε καὶ ὀρθοστιχίας, ἀποστροφάς τε καὶ ἀνακομίσεις, ἀναπαύλας τε καὶ παλινορμάς, διώξεις τε καὶ στάσεις καταλήψεις τε ὀχυρωμάτων. Ἑκάτερον ἀληθῶς—ὦ Μηνόδωρε—ἀναγκαῖον ἐν πολέμῳ, τό τε σημαίνεσθαι τὰ πρακτέα ταῖς σάλπιγξιν ἥ τε τοῦ στρατοῦ ὀξυτάτη ὑπακοή. πῶς γὰρ ἂν ἀρκέσοι στρατηγὸς τοῖς ὅλοις τοῦ πολέμου παραγγέλμασιν ἐν τοιῷδε μάλιστα καιρῷ ὅτε σχεδὸν ὄντως ἐστὶν ἀνάγκη; Πάνυ μὲν οὖν, ἀλλ’ ἔτι τοσόνδε πρὸς τὴν μελέτην, εἰ δοκεῖ, τοῦ πολέμου ἐπιτάξωμεν. Τί δὴ μάλιστα; Τοῖς μὲν ἄλλοις ὅπλοις κοσμείσθωσα(ν) ἅπασιν ἀπαραλείπτως ἐν ταῖς μελέταις οἱ τοῦ πολέμου ἀγωνισταὶ καθὰ καὶ ἐν τῷ ἀληθινῷ πολέμῳ, ἀντὶ δὲ δοράτων ῥάβδους φερέτωσαν χλωράς τε καὶ μακράς, ὧν αἱ ἀρχαὶ μίλτῳ βαφεῖσαι ἐν τῷ παίζειν τὸν πόλεμον καὶ παίειν ἀλλήλους δήλους ποιήσουσιν τοὺς εὖ καὶ κακῶς γυμναζομένους, ὧν οἱ μὲν ἔμπροσθεν φέροιεν καὶ κατὰ τῶν ἀσπίδων τοὺς τῶν πληγῶν τύπους, οἱ δὲ κακοὶ κατὰ τοῦ σώματος καὶ ὄπισθεν.
3 Οὐκ ἀλόγως—ὦ Μηνόδωρε—τοῦτο ἂν ἐπιταχθείη. Πεζοὶ μὲν οὖν—ὦ Θωμάσιε—ὧδε τετάχθωσαν, τοὺς δὲ ἱππεῖς ὁ ἵππαρχος ταττέτω τὸν ὅμοιον τρόπον, ἀλλὰ ποτὲ μὲν χωρὶς κατ’ αὐτούς, ποτὲ δὲ παρ’ ἑκάτερα ἑκατέρας φάλαγγος τὰ κέρατα, ἀξιοχρέως τε καὶ ἰσοδυνάμως ἀλλήλοις ἀντιτάττων, ἔτι δὲ καὶ 〈χωρὶσ〉 ὀπισθοφυλάκων καὶ σκευοφυλάκων ἀνὰ πεντακοσιοστὺν ἀνδρῶν ἱππέων ὡς ἀπὸ σταδίου ἑνὸς τοὺς τῶν πολεμίων κατασκοπούντων λόχους τε καὶ ἐνέδρας. Ἀναγκαίως καὶ τόδε οὕτω γιγνόμενον ἂν γίγνοιτο. Οὕτω δὴ οὖν ἁπάντων κεκοσμημένων τε καὶ παρασκευασμένων, κλίνοντος ἤδη πρὸς δύσιν τοῦ ἡλίου σημαινέσθω ταῖς σάλπιγξιν ὁ τυπικὸς πόλεμος· τῆς δὲ τῶν φαλάγγων συμπλοκῆς γιγνομένης οἱ σημάντορες σημαινέτωσαν ὅσα διεληλύθαμεν τοῦ πολέμου σχήματα. ὁ μὲν στρατηγὸς ἄνω καὶ κάτω, ὡς ἐρρήθη, περιθέω(ν) τοῦ τε πολέμου πανταχοῦ καὶ πᾶσι δρομικαῖς παρίτω ἐπιφοιτήσεσι, ἐποτρύνων τε ἕκαστον ἅμα δὲ καὶ ἐποπτεύων, ἀντὶ δὲ τοῦ χερσὶν πολεμεῖν, νῷ τε καὶ ὄψει ἐπερχέσθω ἀκριβῶς τὰ γιγνόμενα.
4 τῆς δὲ μάχης καρτερῶς, εἰ καὶ οὐκ ἀληθῶς, γενομένης ἐπὶ ὥρας ἀμέλει τρεῖς ἢ τέτταρας, παῦλα σημαινέσθω τοῦ πολέμου· τῆς δὲ ἐπιούσης ἡμέρας ἀνίσχοντος ἡλίου ὁ στρατίαρχος ἀθροιζέτω τοῦ στρατοῦ πάντας ἄρχοντάς τε καὶ ἀρχομένους καὶ τὴν τῆς μελέτης ζήτησιν ἀκριβῶς μὲν ποιησάμενος, ἀκριβεστέρα(ν) δὲ καὶ σπουδαιοτέραν ἢ γίγνεται τοῖς πᾶσι γίγνεσθαι δεικνύς, διακρινέτω χωρὶς μὲν τούς τε τὴν τάξιν ἐν τῇ στάσει καὶ καρτερίαν ἐν τῷ ἀτρεμεῖν καὶ ὑπακοὴν περὶ τὰ σημανθέντα φυλάξαντας, τούς τε ἐν τῇ μάχῃ ἀριστεύσαντας, χωρὶς δὲ τοὺς ἐναντίως ἢ πάμπαν ἢ ἐν μέρει πράξαντας, κρίσιν τε φερέτω ἐπ’ αὐτοῖς γνώμῃ τῶν ἄλλων ἀρχόντων, οὐ πάντων μέντοι, μόνων δὲ τῶν φαλαγγαρχῶν καὶ χιλιάρχων· ὧν τοὺς μὲν ἀγαθοὺς στεφάνων ἀξιούτω ἐπαίνων τε καὶ τιμῶν καὶ γερῶν δημοσίων, τῶ(ν) δὲ κακῶν φωραθέντων τοὺς μὲν πληγαῖς, τοὺς δὲ καὶ τριχῶν στερήσει ἀτιμάσει, ἄλλους δὲ τῆς στρατείας ἔξω καταστήσει ἐπονείδιστον αὐτοῖς βίον ἐπιτάττων. ἀλλὰ ταῦτα μὲν ἐν μελέταις· ἐν δὲ τῷ ἀληθινῷ πολέμῳ τοὺς μὲν μελῶν ζημιώσει ἀποβολαῖς, τοὺς δὲ (καὶ) ὁλοσχερεῖ θανάτῳ παραδώσει, καί, ἁπλῶς εἰπεῖν, ἕκαστο(ν) προσφόρως τε καὶ ἀξίως ἀμειβόμενος ἀρετῆς τε πέρι καὶ κακίας· ὧν τοὺς ἄρχοντας πρώτους ἀξιώσει ὁποτέρας ἀξιοῦσθαι δεῖ τιμῆς τε ἢ ἀτιμίας. τῇ δὲ τοιᾷδε ζητήσει μέγεθος, ὡς ἐρρήθη, περιτεθῆναι δημοσίᾳ καὶ ὑπὲρ τὴν ἀξίαν πάντων ἂν εἴη συμφορώτατον. καλείσθω γάρ τοι πᾶς ὁστισοῦν ἀρχόντων τε ἢ ἀρχομένων ἢ αὐτὸς εἰδέναι ἢ παρ’ ἄλλου του ἀκοῦσαί τι τῶν κατὰ πόλεμον λεγομένων, καὶ αὐτεπάγγελτός γε μὴν εἴ τις ἔλθοι, προσδεχέσθω ἐπιμαρτυρήσων οἷς οἶδεν αὐτὸς οἷς τε παρ’ ἄλλω(ν) ἀκούσας ἔτυχεν.
5 γνωριζέσθω δὲ τὰ κατὰ τοὺς ἀγαθοὺς ἐν πολέμῳ καὶ κακοὺς εὑρισκομένους ἐν ταῖς σφετέραις ἑκάστων πατρίσι τε καὶ οἴκοις χωσι παρὰ τῶν ἀρχόντω(ν), τῶν μὲν ἀγαθῶν τιμῆς 〈χάριν〉 καὶ γερῶν, τῶν δὲ κακῶν ὀνειδισμοῦ. ὃ τῇδε γιγνόμενον καὶ φυλαττόμενον παιδευτικὸν εἴπερ τι ἄλλο τῆς πολεμικῆς ἀρετῆς ἀνδράσιν ἂν εἴη στρατιώταις, φόβον τε αὐτοῖς ἅμα καὶ ἔρωτα ἐμποιοῦν, τὰ μὲν πρὸς κακίας ἔκκλησιν, τὸ δὲ πρὸς ἀρετῆς ἔφεσιν. μία γάρ—ὦ φίλε ἑταῖρε—μία καὶ μόνη αἰτία τῆς τε πολεμικῆς τῆς τε ὅλης πολιτικῆς εὐεξίας ἡ τῶν ἀγαθῶν τιμὴ καὶ τῶν κακῶν ἀτιμία, ὥσπερ καχεξίας τὸ ἀνάπαλιν γιγνόμενον· καὶ τοῦτο οὕτω δοξάζειν ἀδαμα(ν)τίνως χρὴ τοὺς ἀληθείας τυχεῖν ἐθέλοντας καὶ πολιτικοὺς εἶναι βουλομένους. Τόδε μὲν οὖν—ὦ Μηνόδωρε—παντί τῳ δῆλον· ἐκεῖνο δέ μοι καὶ πάνυ ἄδηλο(ν), ὅτου χάριν τοῦ μὲν πεζικοῦ περὶ στρατοῦ εὖ τε καὶ ἱκανῶς διελήλυθας, τοῦ δὲ ἱππικοῦ, δέον, ὡς ἐγᾦμαι, πρῶτόν τε καὶ πλατύτερον, οἷα καὶ τιμιωτέρου τυγχάνοντος, ὅμως οὕτω φαύλως ἐμνημόνευσας, ὡς πάρεργον νομίζεσθαι τοῦ πεζικοῦ. Ἐπισκήπτειν μέν—ὦ Θωμάσιε—οὐκ ἀπὸ τρόπου μοι δοκεῖς· οὐ μὴν δὲ κατὰ τὸ ὅλον, ἀλλὰ τὸ μέν, τὸ δὲ οὔ. πρώτην μὲν γὰρ ἐν πολέμῳ τὸ πεζικὸν ἔχειν τάξιν εἰκότως καὶ νῦν ἔγωγε φαίην, τοῦ δὲ ἱππικοῦ πῶς φῂς φαύλως μνήμην γενέσθαι, τὴν αὐτὴν τῷ πεζικῷ τάξιν ἐν οἷς διεληλύθαμεν λαβόντος; ἢ οὐ περιττόν πως ἂν ἔδοξε ταὐτὰ λέγειν περὶ αὐτοῦ ἅπερ καὶ περὶ ἐκείνου ἐρρήθη; Τοῦτο μέν—ὦ Μηνόδωρε—ἴσως ἂν εἴη καὶ μόλις θεραπεύοιτο· πῶς δὲ ὅμως δεύτερον ἀξιοῖς τάττεσθαι τοῦ πεζικοῦ τὸ ἱππικόν; ἢ οὐ μέμνησαι τοσαυτάκις ἱστορήσας ὅτι παρὰ Ῥωμαίοις δεύτερον εὐθὺς μετὰ τοὺς ἀρίστους, οὓς καὶ πατέρας ἐκάλουν, τὸ τῶν ἱππέων εἴη ἀξίωμα; Εἰ μὲν περὶ ἀξιωμάτων—ὦ Θωμάσιε—προὔκειτο ἡ ἐπίσκεψις, εἶχεν ἄν σοι τὸ εἰκὸς ὁ λόγος· πόλεμον δὲ μελετῶντες, εἰ περὶ ἀξιωμάτω(ν) διαφεροίμεθα, ἐκεῖνο ἂν πάσχοιμεν ὡς εἴ τις 〈ὥσπερ〉 περὶ ὀφθαλμῶν καὶ τριχῶν οὕτω τῆς ῥώμης καὶ τῆς τέχνης φυσιολογοῖ.
6 Τί οὖν—ὦ Μηνόδωρε—καὶ ὡμολογημένως ἄρα ἤδη ληπτέον ἐν πολέμῳ τοῦ ἱππικοῦ τὸ πεζικὸ(ν) ἀναγκαιότερον εἶναι; Εἰ καὶ ὁ λόγος—ὦ Θωμάσιε—βούλοιτο, καὶ πάνυ ὡμολογημένως, ἢν δὲ μή, οὐδὲ ὡμολογημένως οὐδὲ ἄλλως πως· σκοπῶμεν δὲ εἰ δοκεῖ κοινῶς περὶ αὐτοῦ. Καὶ μάλα μὲν οὖν σκοπητέον. Πᾶν ὁτιοῦν—ὦ Θωμάσιε—αἰτίαν ἔχον τοῦ εἶναι ἢ εὖ εἶναι τῇ οἰκείᾳ αἰτίᾳ καθ’ ἑκάτερον ἢ ὁπότερον, ὥς γε οἶμαι, ἢ συνδιασωθήσεται ἢ συναναιρεθήσεται. Πῶς λέγεις; Οὕτως ἅν(θρωπ)ος, φέρε, τοῦ μὲν εἶναι τὴν ζωήν φαμεν ὅτι ἔχει αἰτίαν, τοῦ δὲ εὖ εἶναι τὴν ἀρετήν· τῇ μὲν οὖν ἀρετῇ παρούσῃ μὲν συνδιαμενεῖ ἡ τῆς ψυχῆς εὐεξία, ἀπούσῃ δὲ συνοιχήσεται, τῇ δὲ ζωῇ παρούσῃ τε καὶ ἀπούσῃ αὐτὸ τὸ εἶναι καὶ μὴ εἶναι τὸν ἄν(θρωπ)ον. Ἀληθέστατα. Οὐκοῦν καὶ πολιτείαν 〈εἰ〉 ἔχουσα τύχοι τῆς οἰκείας γενέσεως καὶ εὐεξίας αἰτίαν, ἐφ’ ὅσο(ν) μὲν αὐτῆς ἀντέχοιτο, εἰκὸς ὡς ἂν καὶ διαμένοι καὶ εὐεκτοῖ, ἢν δὲ μή, οὐ διαμένοι ἢ μένουσα καχεκτοῖ; Καὶ τοῦτο πᾶν ἀληθές.
7 Ἡ τοίνυν Ῥωμαίων πολιτεία τίνι—ὦ Θωμάσιε—χρωμένη αἰτίᾳ εἰς ἐκεῖνο ἦλθε μέγεθος; Εὔδηλον οἶμαι—ὦ Μηνόδωρε—ὡς τῷ πολέμῳ· καὶ τὴν γένεσιν γὰρ πρῶτον μὴ οὖσα καὶ πόλις ἐξ ἐλαχίστης μεγίστη γενομένη τὸ κράτος ἐκ τούτου ἐσχηκέναι γνωρίζεται. Πάνυ μὲν οὖν· ποῖον δὲ μάλιστα πολέμου εἶδος μετελθοῦσα κεκράτηκεν; οὐ τὸ πεζικόν; Πεζικὸν μὲν ὡς ἐπὶ πᾶν, οὐκ ἄνευ δὲ τοῦ ἱππικοῦ—ὦ Μηνόδωρε—συνεπαμύνοντός τε καὶ τὰ μέγιστα βοηθοῦντος. Τὸ δὲ ἐπὶ πᾶν—ὦ Θωμάσιε—καὶ μάλιστα οὐ πρῶτόν τε ἂν εἴη τῇ τάξει καὶ ἀναγκαιότερον; Ἀνάγκη. Καλῶς οὖν—ὦ βέλτιστε—πρότερον ἢ μὴ ἐτάττετο καὶ ἀναγκαιότερον ἐν πολέμῳ τοῦ ἱππικοῦ τὸ πεζικόν; Ἔοικεν. Ἀλλὰ καὶ τόδε ἱστορήσα(ν)τα οἶμαί σε—ὦ Θωμάσιε— μεμνῆσθαι ὅτι τοῦ Ῥωμαίω(ν) στρατοῦ τῇ τῶν πεζῶν χιλιάδι ποτὲ μὲν ἑκατὸν ποτὲ δὲ καὶ ἥττους ἱππεῖς εἵποντο, οὐ [τοῦ] πολεμεῖν, ὅσον τῶν περὶ τὸν πόλεμον ἕνεκα χρειῶν. Καὶ πάνυ μὲν οὖν μέμνημαι, ἀλλ’ ἔγωγε—ὦ Μηνόδωρε— οὐκ εἰς τοὺς τότε Ῥωμαίων χρόνους ἀφορῶν ἔλεγον χρῆναι προτετάχθαι τὸ ἱππικόν, εἰς τὴν δὲ νῦν μᾶλλον κεκρατηκυῖαν ἐν τοῖς πολέμοις συνήθειαν. Τοῦτο γάρ—ὦ Θωμάσιε—τοῦτο καὶ αἰτιασαίμην ἑκώ(ν), ὅτι τὸ κράτιστον τοῦ πολέμου καὶ αὐξητικὸν τῆς πολιτείας εἶδος νῦν, οὐκ οἶδα πῶς ἀλογηθὲν συνηλάττωσεν ἑαυτῷ τὴν πολιτείαν· διὸ δὴ καὶ ἐπιτηδευτέον εἰς δύναμιν ἐκεῖνο, νῦν γοῦν, ὅ τοι ἀεὶ μὲν ἐπιτηδευθὲν μεγαλοπρεπεστέραν καὶ τοῖς πολεμίοις φοβερωτέραν, ἀμεληθὲν δὲ ἐλάττονα πολλῷ αὐτὴν ἀπέδειξε τὴν πολιτείαν.
8 Κινδυνεύει, ὡς ἔοικε, τῇδε ἐπιτηδευτέον εἶναι. Οὐ μόνον δέ—ὦ Θωμάσιε—τῇ Ῥωμαίων πολιτείᾳ τοῦτο καταπραχθὲν μέγεθος περιτέθεικεν, ἀλλὰ γὰρ καὶ Πέρσαις καὶ Ἕλλησιν καὶ τοῖς ἄλλοις βαρβάροις πεζῇ στρατιᾷ χρησαμένοις κρατεῖν ἔδωκεν τῶν ἀντιπάλων. Περσῶν μὲν οὖν τί χρὴ καὶ λέγειν ἃ καὶ νῦν ὀφθαλμοῖς ὁρῶμεν; Ἑλλήνων δὲ Λακεδαιμόνιοι οὐ μόνον Ἀθηναίων, ἀλλὰ καὶ ὅλων σχεδὸν τῶν Ἑλληνίδων πόλεων, ἔτι δὲ βαρβάρων, οὐκ ἄλλως περιγεγόνασι ἢ πεζοὶ τὸν πόλεμον ἀνύσαντες, καὶ τεκμήριον ὅτι ἵπποις μὲν ὀλιγάκις, ταῖς ναυμαχίαις δὲ χρησάμενοι ἀεὶ ἡττήθησαν, ὥσπερ Ἀθηναῖοι ἔμπαλιν ἠρίστευσαν. τῶν δὲ βαρβάρων παρὰ Γάλλοις ἔθνει δυνατωτάτῳ νόμος ἄχρι τοῦδε μάλιστα κεκράτηκεν, μηδένα ἱππότην ἢ μόνον τὸν βασιλέα ἐν ταῖς παρα〈τά〉ξεσι φαίνεσθαι, καὶ αὐτὸν ἵππῳ λευκῷ ἐπιβεβηκότα ὡς ἂν ἐμφανέστερος εἴη τοῖς πολεμίοις, τοὐναντίον ἢ παρὰ τοῖς ἄλλοις γίνεσθαι σύνηθες ἐν τοῖς πολέμοις· ὃ μεγίστης παρρησίας τε καὶ θράσους ἂν εἴη τεκμήριον. ὧν τηλικαῦται καὶ τοσαῦται νῖκαι, ὡς καὶ ὅλα σχεδὸν τὰ περὶ αὐτοὺς καὶ πολλῷ ἔτι μακρὰν αὐτῶν ἀπῳκισμένα ἔθνη πολλά τε καὶ παμ〈μεγέ〉θη καὶ ἰσχυρὰ αὐτοῖς ὑποπεσεῖν. ἐπιλείψει με ὁ χρόνος τὰ κατορθώματα διηγούμενον τῶν πεζικοῖς τοῖς πολέμοις χρησαμένων πολιτειῶν τε ἅμα καὶ βαρβάρων, ἀλλ’ αὐτὰ μὲν πρὸς παράδειγμα εἰρήσθω, ἀρκοῦντα δὲ ὅμως αὐτῇ τῇ πείρᾳ δεῖξαι τὸ ἐκ τούτου χρήσιμον. καὶ ἄλλως δὲ φύσει τε καὶ λόγῳ ζητοῦντες εὑρήσομεν ὅσον ὁ πεζικὸς πόλεμος τοῦ ἱππικοῦ περίεστιν· φύσει μὲν ὅτι πεζὸς ἀνὴρ αὐτός τε αὑτὸν ἄγει καὶ οὐχ ὑπὸ ἄλλου του ἄγεται, λόγῳ δὲ ὅτι λογίζεται τ〈ιμ〉ὴν μὲν ἔμμονον καρτερῶς καὶ κατὰ τὸν τοῦ πολέμου νόμον μαχησάμενος, 〈εἰ δὲ〉 πέσοι, θάνατον ἀποίσεσθαι ζωῆς τῆς γε τυχούσης πολλῷ κρείττονα.
9 εὖ γάρ μοι δοκεῖ καὶ ὁ Τυρσηνὸς ἰδὼν Φιρμῖνος τὴν πεζὴν στρατιὰν κατὰ τρόπον κοσμουμένην “τεῖχος ὄντως ἄσυλον” ὀνομάζειν, “τεῖχος ζῶν, τεῖχος κινούμενον, τεῖχος ἔννουν, τεῖχος σιδήρεον, τεῖχος οὐ μιᾶς, ὡς εἴωθε, πόλεως, ἀλλ’ ὅλης πολιτείας”. συνελόντα δὲ εἰπεῖν, οὐ πολιτεία ἔννομος, οὐ βαρβαρικὴ ἄθροισις πόλεων ἢ χωρῶν ἢ ἐθνῶν ἢ κυριεῦσαι ἢ στερηθῆναι, ἃ δὴ μέγιστα τοῦ πολέμου ἔργα ἂν εἴη, ἢ ὅλως τι μέγα δρᾶσαι ἢ παθεῖ(ν) ἄνευ πεζικῆς γνωρίζεται δυνάμεως, χωρὶς μέντοι τῶ(ν) κατὰ τύχην καὶ οὐ λόγῳ εἰωθότων συμβαίνειν. τὸ μέντοι ἱππικὸν ἔχοι μὲν ἂν καὶ αὐτὸ ἴδιον ἐν πολέμῳ καιρὸν καὶ ἐπιτηδεύματα, ὦν ἄνευ σωθῆναι τὸ πεζικὸν οὐ ῥᾴδιον, οἷον κατασκοπὰς καὶ ἀνιχνεύσεις πολεμίων, προαπαντήσεις, προκαταλήψεις τόπων πρὸς στρατοπέδευσιν ἐπιτηδείων, προπαρασκευὰς δαπανῶν καὶ ὑδάτων καὶ βοσκῶν διερευνήσεις, διώξεις τε καὶ ἐπιδιώξεις, καὶ ὅσα τυχὸν καὶ τῆς διὰ ἵππων δεῖται βοηθείας. ἑκάτερον ἔχεται πρὸς τελείαν πολέμου παρασκευήν, εἰ μέντοι ἄξιον ᾖ καὶ τὸ ἱππικὸν τοῦ ἐπιτηδεύματος, ἢν δὲ μή, καὶ μεγάλα ἐνίοτε ἔβλαψεν, ἑτοίμως αὐτό τε τοῖς ἵπποις πρὸς φυγὴν χρησάμενον καὶ τοὺς πεζοὺς τοῦ θάρσους παραλῦσαν. ὃ προφυλαττόμενοι ἐλέγομεν πρὸ τοῦ λέγοντες χρῆναι τοὺς ἱππότας εὐγενείᾳ μάλιστα προφέρειν καὶ ἀνδρείῳ φρονήματι, τῇ αἰδοῖ μᾶλλον αὐτοὺς αὑτῶν κρατοῦντας ἢ χερσὶν τῶν ἵππων καὶ χαλινοῖς. οὐκ ἄλογον δὲ εἰ καὶ τὰ σώματα τοῖς ἱππεῦσιν ἀπέριττά τε εἴη καὶ οὐ κομιδῇ μεγάλα ἢ βαρέα σιδηροφορίας τε ἕνεκα καὶ εὐσυστροφίας τῆς τε τῶν ἵππων ἐν καιρῷ κουφότητος. Παντάπασιν μὲν οὖν οὐκ ἄλογον. Οὐκ ἀνάξιον δὲ οἶμαι—ὦ Θωμάσιε—κἀκείνου μνησθῆναι ὃ Κικέρων ἱστορεῖ τοῦ παρὰ Ῥωμαίοις πεζικοῦ περὶ στρατοῦ.
10 φησὶ γὰρ τὰ μὲν ὅπλα οὕτω φέροντας ἀχωρίστως ἔχειν ἀεὶ οἷόν τινα μέλη τοῦ σώματος οἰομένους, καὶ πρός γε τροφὴν σφίσι πέντε ἀποχρῶσαν ἡμέρας ἀνάγκης τε ἄνευ τινὸς καὶ εἰ παρεῖναι συμβαίνοι νωτοφόρα ζῷα· ὃ συνηθείᾳ μακρᾷ βεβαιωθὲν νόμος παρ’ αὐτοῖς ἐγίνετο, ὡς καὶ τιμωρίαν ἐπικεῖσθαι εἴ τις παραβαίη. Ἀξιώτατον μὲν οὖν—ὦ Μηνόδωρε—ἀνδρῶν πολεμικῶν τληπαθείας. Οὐκοῦν καὶ τόδε προστακτέον τοῖς τὴν πολεμικὴν μετιοῦσιν ἐπιστήμη(ν); Προστακτέον μὲν οὖν. Οὐκοῦν κἀκεῖνο ἐπὶ τούτοις—ὦ Θωμάσιε—προστετάξεται, ὃ τῷ στρατῷ σωτήριον ἀεὶ γεγονὸς γνωρίζεται; Τί δὴ τοῦτο; Τὸ τῆς τάφρου λεγομένης χρῆμα, ὡς ἂν μηδένα στρατοπεδεύσεως καιρὸν ἄνευ τούτου δὴ τοῦ ὀχυρώματος ὁ στρατὸς διατελοῖ. οὗ δὴ ἔργου αὐτοὺς τοὺς ἄρχοντας αὐτουργούντας κατάρχεσθαι προσήκει, τῆς τῶν ἄλλων δηλονότι ἕνεκα μάλιστα προθυμίας μελέτην καὶ τόδε καὶ γυμνασίαν ποιὰν ποιουμένων. ἀλλ’ ἐπὶ μὲν εἰρήνης οὑτωσί πως ἀπεριεργότερον, ἐν δὲ πολέμῳ καὶ σκόλοπας προσπηγνύντας καὶ τριβόλοις τοῖς λεγομένοις περιφράττοντας, εἰ δέ περ εἴη καὶ ὕδατος πληροῦντας, τήν τε ἄλλην καὶ ἐνδεχομένην περιποιοῦντας ἀσφάλειαν. Ἀναγκαίως καὶ τόδε προστετάξ〈ετ〉αι. Οὐ παρα〈λει〉πτέον δὲ οἶμαι—ὦ Θωμάσιε—οὐδὲ τὸ φαῦλον ἐκεῖνο, ὃ ἐπιταττόμενον μὲν σμικρόν, κατορθούμενον δὲ οὐκ ἀνόνητον φωραθήσεται.
11 Ποῖον τοῦτο λέγεις; Τὸ κουρᾶς πέρι καὶ ἀμπεχόνης καὶ ὅλου τοῦ περὶ τὴν ἐσθῆτα σχήματος, ὡς ἂν μὴ ἐξείη μηδὲ τῶν ἄλλων πολιτῶν τινι κατὰ καιροὺς τὸ πρὸς ἀξίαν ἑκάστου ἀμείβειν σχῆμα, ὅπερ φυλαττόμενον *** δὲ τὸ τῆς γνώμης ἄστατον παραδηλώσει. Οὐκ ἀνόνητον ὄντως—ὦ Μηνόδωρε—τοῦτό γε οὐδὲ ἀρετῆς πολιτικῆς πάντῃ ἀμέτοχον σκοπῶν εἰκότως ἄν τις εὕροι. Δοκεῖ σοι ἄρ’—ὦ Θωμάσιε—ἱκανῶς ἡμῖν ἔχειν τὰ περὶ τοῦ πολεμικοῦ τῆς πολιτείας γένους εἰρημένα, ἢ πῶς ποιεῖς; Ἔχεις με—ὦ Μηνόδωρε—ἔχεις ὁμολογοῦντά σοι ἐπὶ τούτοις καὶ προθυμότατά γε· ἀλλὰ τοῖν δυεῖν τῶν στρατιωτικῶ(ν) ἐπιτηδευμάτων τοῦ ἑτέρου, ὃ καὶ πολεμικόν, οὐκ ἐνδεῶς ἡμῖν, ὡς οἶμαι, ἀποδεδειγμένου, τὸ περὶ τοὺς ἄλλους πολίτας τε καὶ ὑπηκόους πρᾶόν τε καὶ δίκαιον, ὅπου τε κατορθούμενον κατορθωθείη, λειπόμενον ἂν εἴη· ὃ καὶ πλείονος οἶμαι δεῖσθαι λόγου, εἴπερ καὶ πόλεμος αὐτὸς τῆς τῶνδε ἕνεκα φυλακῆς ἀναγκαῖος καθέστηκεν. Ἔστι μὲν ᾗ λέγεις—ὦ Θωμάσιε—ἀλλ’ ἀντὶ πολλῶν λεχθησομένων ἑνὶ παραδείγματι παραστῆσαι πειράσομαι τὸ ἐμοὶ δοκοῦν περὶ αὐτοῦ. Ποίῳ δὴ μάλιστα; Περσῶν βασιλέως ὄνομα Πειρώζου ἅμα στρατῷ ἐπὶ πόλεμον ἰόντος καὶ διὰ τῆς ἰδίας ἔτι τὴν πορείαν ποιουμένου, τῶν στρατιωτῶν τις, τοῦ ἵππου ἀσθενήσαντος αὐτῷ, γνώμῃ τοῦ δεκαδάρχου λαβὼν στάχυας χλωροὺς ἐδίδου τῷ ἵππῳ τροφήν. τοῦ δὲ δεσπότου τῶν σταχύων βεβιᾶσθαι ἀνακεκραγότος, πυθόμενος ὁ βασιλεὺς ἐκέλευσεν παρεῖναι τὸν ἀγρότην καὶ τὸν στρατιώτην μετὰ τοῦ δεκαδάρχου, καὶ τὸ αἴτιον εὑρηκώς, συναγαγὼν τοὺς περὶ αὐτὸν ἄρχοντας “τῆς κοινῆς—ἔφη—πολιτείας ἕν τι εἶδος ὅπλου ἐχούσης ᾧ μάλιστα μόνῳ κρατοῖ τῶν πολεμίων, καὐτῶν ἰσχυροτέρω(ν) τὰ ἄλλα τυγχανόντων, εἴ τις φωραθείη φθεῖραι βουλόμενος καὶ ἀφανίσαι, τί παθεῖν ἄξιος ἂν εἴη;” τῶν δὲ εἰπό(ν)των “θάνατον ὁ τοιόσδε ἀποίσεται τῶν πώποτε πικρότατον, αὐτός τε καὶ παῖδες καὶ γένος ἅπαν”, “Ῥωμαίων— ἔφη—τὰ σώματα καὶ ἵπποι καὶ τόξα καὶ βέλη καὶ δόρατα τῶν ἡμετέρων ἰσχυρότερα εἶναι παντί που δῆλο(ν), ἡμῶν δὲ πρὸς ταῦτα μόνῃ τῇ δικαιοσύνῃ ὅπλῳ χρωμένων καὶ πρὸς τοὺς ἐναντίους ἀνθοπλιζομένων, ταύτῃ τε πράως τε καὶ φιλανθρώπως τοὺς ὑπηκόους κυβερνώντων.
12 οἵδε—φησίν, ἐδείκνυ δὲ τόν τε τοὺς στάχυας ἀφελόμενον καὶ τὸν δεκαδάρχην—ἐφωράθησαν πῦρ οἷο(ν) ὑφάψαντες, εἰ καὶ σμικρᾷ ὕλῃ, ἐμπρῆσαι βουλόμενοι τοῦτο δὴ τὸ ὅπλον ἡμῖν. ἢ οὐ ταὐτὸν πῦρ σμικρὸν πρὸς διαφθορὰν τῶν παρακειμένων ὑφαπτόμενον καὶ ἀδικία ἐπὶ σμικρῷ ἀρχὴν λαμβάνουσα καὶ μὴ ἀνακοπτομένη; ὧν ἑκάτερον εἰς αὔξησιν ἰὸν καὶ δυναμούμενον στῆσαι ἢ ἀνακόψαι ἀνθρωπίνης ἐπέκεινα δυνάμεως ἂν εἴη”. ταῦτα εἰπὼν ἐκέλευσεν τὸν μὲν δεκα〈δά〉ρχην ἀνασκολοπισθῆναι, τὸν δὲ στρατιώτην ὑπὸ τοῦ στρατοῦ λιθοβοληθῆναι, καὶ τὸν χιλίαρχόν γε μὴν ὑφ’ ᾧ ἐτάττοντο ἐπιτίμιον ἄλλο δέξασθαι. δεῖγμα δὲ τῆς Περσικῆς περὶ τοὺς ὑπηκόους φειδοῦς τε καὶ φιλανθρωπίας τὸ εἰσέτι κρατοῦν παρ’ αὐτοῖς· χώρας γὰρ τυχὸν τῶ(ν) κατ’ αὐτούς τινος ἢ καρπῶν ἀτυχούσης ἢ ἑτέρας ξυμφορᾶς ἐπε〈ρ〉χομένης, τῇ στρατοῦ παρουσίᾳ παραμυθία τε καὶ θεραπεία γίγνεται. ἔχεις—ὦ Θωμάσιε— παράδειγμα ᾧ χρωμένους τοὺς τῆς πολιτείας ἄρχοντας καὶ πρό γε αὐτῶν τὴν βασιλείαν αὐτὴν δυνατὸν ῥᾷστα τὴν πολιτικὴν δικαιοσύνην ἐνδείξασθαι περὶ τὴν τῶν φυλάκων καὶ τῶν ἄλλων πολιτῶν τε καὶ ὑπηκόων τῆς συμπολιτεύσεως ἁρμονίαν.
13 εἴ γε καὶ αὐτοὶ τῆς αὐτῆς τοῖς φύλαξιν μεταδοῖεν δικαιοσύνης, μεταδώσουσι δὲ δικαιῶντες· ἄδικα γὰρ δίκαιοι πρὸς οὐδένα γίγνεσθαι ἀξιώσουσιν, εἰ δὲ καὶ ἐπιχειροῖεν, πρὸς μὲν βραχὺ ἴσως τὰ τοιαῦτα ἤρκεσεν “ἄνθεσιν ἐαρινοῖς ἐοικότα, τῷ δὲ χρόνῳ φωρᾶται—φησὶ Δημοσθένης—καὶ περὶ αὑτὰ καταρρεῖ”. Ταῦτα—ὦ Μηνόδωρε—εἰκότα τε ἂν εἴη καὶ εἰκότως λέγοιτο. πῶς δὲ φῂς τῆς δικαιοσύνης χρῆναι τοῖς φύλαξι μεταδίδοσθαι; Λέγω ἔγωγε—ὦ Θωμάσιε—δίκαιον εἶναι ἅμα καὶ πρέπον πρῶτον μὲν τὰς τροφὰς αὐτοῖς καὶ τοῦς μισθοὺς τῆς φυλακῆς ἀξίους τε καὶ μετὰ χάριτος δίδοσθαι, τι〈μά〉ς τε πρὸς τούτοις ἄλλας καὶ ἀξίας τοῖς γε ἀξίοις ζῶσί τε καὶ τελευτήσασι, γηρῶσι τε καὶ τὴν πρέπουσα(ν) τῆς γηροτροφίας παραψυχήν, παισί τε τῶν τελευτώ(ν)των ἀνατροφάς τε καὶ σιτήσεις δημοσίας, γονεῦσι δὲ μάλιστα, εἰ τύχοιεν τοῖς ἀπελθοῦσιν ὄντες. ταῦτα δὲ γιγνόμενα οὐκ εἰς οὓς γίγνεται μόνον, ὡς οἶμαι, ἀλλὰ καὶ εἰς αὐτὴν ἐξ αὐτῆς ἀληθέστερον γενήσεται τὴν πολιτείαν· ἢ οἴει τοὺς περιόντας, ὁρῶντας οὕτω ταῦτα γιγνόμενα, μὴ πολλῷ προθυμότερον ἐν τοῖς πολέμοις ἀγωνιεῖσθαι φιλοῦντάς τε τὴν πολιτείαν καὶ αὐτὴν τὴν ψυχὴν ὑπὲρ αὐτῆς τοῖς κινδύνοις ἐκδώσειν; ὥσπερ οὖν εἰ τὰ ἐναντία ὁρῷέν τε καὶ πάθοιεν ἐναντίως ἂν καὶ διακέοιντο. Ἀνάγκη πᾶσα—ὦ Μηνόδωρε—ταῦτα οὕτως ἔχειν. Οὐκοῦν καὶ τάγματα ξυστῆναι οὐκ ἄτοπον, ἐν οἷς ταττόμενοι οἱ ἐν στρατείαις γηρῶντες παῖδες τε αὐτῶν τελευτώντων ἔχοιεν τὰς ἀναγκαίας τροφὰς καὶ ἀποβαίνοντες *** οὐ γὰρ μόνον φύσει ἄδικον, ἀλλ’ ἤδη καὶ αὐτῇ γε τῇ πολιτείᾳ ἀπρεπὲς 〈εἰ〉 τοὺς ἐν τοῖς ὑπὲρ αὐτῆς ἱδρῶσι κεκμηκότας ἐνδεομένους καὶ τοὺς ἄλλους ἀπροθύμους καθίστησιν.
14 Ἀναγκαίως—ὦ Μηνόδωρε—τόδε γινόμενον οὕτω γίγνοιτο καὶ δικαίας ἀξίως πολιτείας. Ἐμοὶ μέν—ὦ Θωμάσιε—τὰ δόξαντα τῆς πολεμικῆς ἕνεκεν ἐπιστήμης τε καὶ μελέτης εἴρηται· εἰ δέ 〈τι〉 τίμιον ἔχει ἢ κατὰ λόγο(ν) τὰ εἰρημένα σὸν ἂν εἴη κρῖναι. Τελεώτα〈τα〉 μὲν οὖν—ὦ Μηνόδωρε—οἶμαι ἔχειν, ἐφ’ οἷς τὸ μὴ συνομολογεῖν οὐ ῥᾴδιον, καὶ εἰ μάλα τις ἐριστικῶς ἔχοι. Τοῦ πέμπτου λόγου τῆς πολιτικῆς ἐπιστήμης τάδε ἔνεστιν· περὶ βασιλείας.
15 (1t) περὶ κοινωνίας καὶ διαφορᾶς ἣν ἔχει ἡ βασιλικὴ ἐπιστήμη πρὸς τὰς ἄλλας ἐπιστήμας. τίς ὁ σκοπὸς τῆς βασιλείας καὶ ὅτι δεῖ αὐτῇ νόμων τε ἰδίων καὶ δογμάτων καὶ ἐπιτηδευμάτων. περὶ νόμων ἰδικῶν τῆς βασιλείας. περὶ δογμάτων. περὶ ἐπιτηδευμάτων. τίνα ἴδια τῆς βασιλικῆς ἐπιστήμης, οἷς τὰς ἄλλας τέχνας καὶ ἐπιστήμας ὑπερβέβηκεν. ὅτι δεῖ τὸν ὄντως βασιλέα πρὸς μίμησιν θ(εο)ῦ καὶ τῶν θείων κυβερνᾶν τὰ ἀνθρώπινα. πῶς ἂν γινώσκοι ἑαυτὸν καὶ θ(εὸ)ν καὶ τὰ θεῖα, καὶ γινώσκων πρὸς τὸ παράδειγμα κυβερνῴη τὴν πολιτείαν. ὅτι ἀνόμοια περὶ τῆς πολιτείας εἴρηται τοῖς ὑφ’ ἑτέρων εἰρημένοις, ἐν ᾧ καὶ ἔνστασις πρός τινα τῶν τῷ Πλάτωνι εἰρημένων. παράθεσις τῆς κατὰ Πλάτωνα καὶ Κικέρωνα πολιτείας, ἔτι δὲ τῆς κατὰ τὸν Πλάτωνα καὶ Ἀριστοτέλη ὅλης φιλοσοφίας. ΠΕΡΙ ΠΟΛΙΤΙΚΗΣ ΕΠΙΣΤΗΜΗΣ ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Τῶν μὲν οὖν φυλάκων πέρι—ὦ Θωμάσιε—καὶ τῆς πολεμικῆς ἐπιστήμης, εἰ καὶ διὰ μακροῦ τινος λόγου, ὅμως ὡς δύναμις εἴρηται, νῦν δὲ λειπόμενον ἂν εἴη περὶ τῆς βασιλείας αὐτῆς ἐπισκέψασθαι εἴ πως δυνατὸν εὑρεῖ(ν) λόγον τῆς θ(εο)ῦ μιμήσεως, βασιλεία δὲ αὕτη ἐδείχθη, ὄντως ἄξιον.
16 (1t) Τοῦτο μὲν οὖν—ὦ Μηνόδωρε—ἐκ πα(ν)τὸς ἂν γένοιτο τρόπου, καί, εἰ μὴ γίνοιτο, ἐν ἴσῳ ὡς εἰ μηδὲν τῶν ἄλλων διεληλύ〈θα〉μεν καὶ ὅμοιον ὡς εἴ τῳ ἀ(ν)δριάντα, φέρε, ποιοῦντι, τῶν ἄλλων αὐτοῦ μερῶν ἢ μελῶν εὖ μὲν καθ’ ἕκαστον οὐ *** πεπλασμένων, εὖ δὲ καὶ ἀλλήλοις ἡρμοσμένων, λείποιτο ἡ κεφαλή. Οὐκοῦν ἐπισκεπτέον, εἰ δοκεῖ, αὐτὸ δὴ τοῦτο πρῶτον, εἰ δυνατὸν ῥᾳδίως λόγον ἐπιστημονικὸν λαβεῖν τῆς θεοῦ μιμήσεως; Ἐπισκεπτέον μὲν οὖν. Ἄρ’—ὦ Θωμάσιε—εἴ τις εἴποι πρός σε συμβουλεύων γράψαι τὴν εἰκόνα τυχὸν τοῦ σοῦ πάππου, συμβαίνοι δὲ μὴ εἶναί σοι γνωστὴν τὴν ἐκείνου ἀληθινὴν μορφὴν ὡς προτετελευτηκότος, τί ἂν ἀπεκρίνω ἢ δῆλον ὅτι κατ’ ἀμφότερον ἀδυνατοῖς, τό τε μὴ εἶναι τὴν τέχνην γραφικὸν καὶ τὸ τὴν ἐκείνου μὴ ἐπίστασθαι ἰδέαν; Καὶ τί γὰρ ἄλλο—ὦ Μηνόδωρε—ἢ τοῦτο ἐνῆν ἀποκρίνασθαι; Οὐκοῦν καὶ ἡμεῖς ἐπισκοποῦντες περὶ θεοῦ μιμήσεως, βασιλεία δὲ αὕτη, ὡς ἐρρήθη, ἐννόμως ἀπεδείχθη, ἀγνοοῦντες τὸ ἀρχέτυπον εἴ τι τῷ λόγῳ τῆς βασιλικῆς ἐπιστήμης ἀπολειποίμεθα, ὅμως δὲ δυνατὸν τόδ’ ἔχειν ἐκ τῆς ἀναλογίας τῶν θείων δημιουργημάτων; Καὶ μάλα εἰκότως.
17 Σκόπει δὴ οὖν—ὦ Θωμάσιε—ὅπως ἐννοῶ περὶ τῆς τοιᾶσδε ζητήσεως. Πῶς δὴ μάλιστα; Εἴ τις περὶ ἀν(θρώπ)ου, φέρε, φύσεως διαλέγεσθαι βούλοιτο, εἰκότως ἂν καὶ συλλογίζοιτο τίσι μὲν κοινωνεῖ τοῖς ἄλλοις ζῴοις τε καὶ φυτοῖς, τίσι δὲ διαφέρει. Εἰκότως μὲ(ν) οὖν. Πάλιν δ’ αὖ περὶ ψυχῆς, ὅτι μὲν ἔστιν εὑρώ(ν), τὸ δὲ τί ἦν εἶναι ἐπιστημονικῶς μὴ εὑρίσκων ἄλλος ἄλλο τι ἂν δοξάζοι περὶ αὐτῆς. Ἀληθέστατα. Οὐκοῦν καὶ ἡμεῖς τὴν βασιλικὴν ζητοῦντες ἐπιστήμην ἃ μὲν δυνατὰ λόγῳ εὑρεῖν οἰησόμεθα ἐπιστημονικῶς εὑρηκέναι, ἃ δὲ μή, δόξῃ γοῦν ὀρθῇ τε καὶ λόγον ἐχούσῃ ἐξ αὐτῆς ποδηγούμενοι τῆς θείας δημιουργίας; Εὐλογώτατα—ὦ Μηνόδωρε—τόδ’ ἂν οὕτω γίγνοιτο.
18 Σκοπήσωμεν οὖν, εἰ δοκεῖ, τί μὲν κοινὸν ἂν ἔχοι μετὰ τῶν ἄλλων ἐπιστημῶν, τί δὲ ὑπὲρ αὐτάς. Καὶ μάλιστα δὴ σκοπητέον. Τῆς μὲν οὖν ἁπλῶς φιλοσοφίας οἷς ἂν διαφέροι ἤδη προείρηται καὶ ὅτι ταὐτὸν βασιλεία τε καὶ πολιτικὴ φιλοσοφία οἷα θ(εο)ῦ μίμησις οὖσα. Ἀληθέστατα· οὕτω γὰρ ἐδείχθη. Οὐκοῦν ἐπὶ ἰατρικῆς, εἰ δοκεῖ, τόδε θεωρήσωμεν, ὡς καὶ φιλοσοφίᾳ συγγενοῦς, εἴπερ ἡ μὲν ψυχῶν ἰατρεία, ἡ δὲ ἰατρικὴ φιλοσοφία σωμάτων καλῶς ἐλέχθη; Πάνυ μὲν οὖν δοκεῖ, καὶ ζητητέον οὕτως. Ἰατρικὴ τέχνη—ὦ Θωμάσιε—ἐπαγγέλλεται μὲν περὶ τὰ ἀνθρώπινα καταγίγνεσθαι σώματα, σκοπὸν δὲ ἔχει τὴν ὑγεῖαν, τέλος δὲ τὴν κτῆσιν αὐτῆς. τοῦτο δὲ χρήσιμον εἶναι τοῖς ἀνθρώποις παντί που δῆλον. Προδηλότατα μὲν οὖν. Ἡ δὲ τοιάδε τέχνη πρὸς ἀποτέλεσμα τοῦ οἰκείου ἐπαγγέλματος πολλῆς μὲν καὶ ἄλλης δεῖται παρασκευῆς, ἣν ἰατρῶν εἰδεῖεν παῖδες, τριῶν δὲ μάλιστα κεφαλαιωδεστέρων εἰ μέλλοι δεόντως ἀποτελεῖν καὶ ὡς οἷόν τε ἐπιστημονικῶς. Τίνων δὴ τούτων λέγεις; Νόμου ἔγωγε καὶ δογμάτων τῶν τε κατ’ ἐνέργειαν ἐπιτηδευμάτων. νόμου μὲν καθ’ ὃν ἂν τοῖς τῆς ἰατρικῆς ἰδίοις καὶ οὐ νόθοις τισὶν καὶ τῆς τέχνης ἀλλοτρίοις χρῷτο λόγοις καὶ ὡς ἂν ὁ ἰατρὸς ἐν οἴκοις εἰσιὼν ἀλλοτρίοις σώματά τε πιστευόμενος ἐλεύθερα ἑκατέρας μάλιστα φύσεως σωφρόνως τε καὶ πιστῶς ἰατρεύοι, τὰ δὲ ἄλλα πληροῖ ἐφ’ οἷς καὶ ὁ ἱπποκράτειος τέθειται νόμος τε καὶ ὅρκος.
19 δογμάτων δὲ οἷς ἂν ὁ ἰατρὸς αὐτὸς αὑτῷ παραινοῖ τὰ πρέποντα, λογιζόμενος ὅτι ἰατρὸν ὄντα δεῖ εὖ τὰ τῆς τέχνης ἐπίστασθαί τε καὶ ἐνεργεῖν, τῶν τε ἰατρευομένων καὶ τῶν ἄλλων ἰδιωτῶ(ν) κρείττω γίγνεσθαι, καὶ μή, ἄλλους ἰατρεύειν τεταγμένον, κατόπιν ἰέναι τῆς τέχνης καὶ τῆς περὶ αὐτὴν δόξης, ὀνείδους ἄξιον ἡγούμενον εἴ τις αὐτὸν παρευδοκιμοῖ ἢ τῶν ὁμοτέχνων ἢ τῶν ἰδιωτῶν. τῶν δὲ κατ’ ἐνέργειαν ἐπιτηδευμάτων οἷς ἂν καταλλήλως χρώμενος ἐνεργοῖ τὰς θεραπείας. τούτων δέ, συνελόντα εἰπεῖν, ὁ μὲν νόμος καὶ μὴ βουλόμενον ἴσως, εἰ ἔστιν αἰδὼς ἐλευθερίᾳ πρέπουσα, τοῖς μὲν τῆς τέχνης ὑπάγει δικαίοις, τῶν δὲ μὴ ἀνηκόντων αὐτῇ ἀπείργει. τὰ δὲ δόγματα ἐν ψυχῇ τὰ πρέποντα οὐ τῇ ἔξωθεν ἀνάγκῃ, λόγου δὲ πειθοῖ καὶ συνειδότος αἰδοῖ καὶ φύσεως ἐλευθερίᾳ νομοθετεῖ· ἡ δέ τοι ἐνέργεια τοῖσδε τυπουμένη καθηκόντως καὶ τῆς τέχνης ἀξίως ἂν γένοιτο. Ἀναγκαίως καὶ τάδε ἄν—ὦ Μηνόδωρε—προσείη τῇ ἰατρικῇ τέχνῃ, ἀλλὰ πῶς καὶ ἐπὶ τῆς βασιλείας ἂν θεωροῖτο; Τὴν βασιλείαν—ὦ Θωμάσιε—περὶ μὲν τὰ πολιτικὰ καταγίγνεσθαι πράγματα, σκοπὸν δὲ ἔχειν τὴν κατὰ δικαιοσύνην αὐτῶν εὐεξίαν, τέλος δὲ αὐτὴν τὴν ἐνέργειαν, οἷς ἀναγκαίως καὶ τὸ χρήσιμον ἕπεσθαι, τὴν τῶ(ν) ἀν(θρώπ)ων σωτηρίαν, οὐκ ἔστιν, οἶμαι, ὅστις ἐνδοιάσειεν. Παντελῶς μὲν οὖν οὐδεὶς τῶν γε ποσῶς γοῦν παιδείας ἐπαϊόντων. Οὐκοῦν ἐπὶ τούτοις τῶν μὲν νόμων—ὦ Θωμάσιε—πρῶτος θετέος αὐτῇ ὑπ’ αὐτῆς τῇ βασιλείᾳ τῆς ἐννόμου χάριν ἀναρρήσεως, ὡς ἂν ὁ ὅμοιος αὐτῇ καὶ ἐπώνυμος ἀνὴρ συγγίνεσθαι μέλλων δικαίως, ὡς προερρήθη, παρὰ θ(εο)ῦ τε διδομένην καὶ τῶν πολιτῶν δέξοιτο προσφερομένην.
20 δεύτερος περὶ τῆς τῶν ἀρίστω(ν) συγκλήτου βουλῆς, τροφῆς τε αὐτῶν ἕνεκα καὶ παιδείας, τιμῆς τε καὶ τάξεως, ἔτι δὲ καὶ ταξιαρχίας ᾗ ἐρρήθη γιγνομένης. τρίτος περὶ τῆς τῶν ἀρχιερέων ἐπιλογῆς τιμῇ τε τῇ πρὸς τὸ θεῖον μάλιστα καὶ φόβῳ ταῖς τε τῶν πόλεων ἐνόρκοις μαρτυρίαις γιγνομένης. τέταρτος περὶ τῶν μεγίστων ἀρχῶν καὶ τῆς τῶν ὁμοίων ἀρχόντων ἐκ τῶν ἀρίστων ἐπιλογῆς. πέμπτος περὶ τῶν πολιτικῶν νόμων καὶ τῆς ἐπ’ αὐτοῖς πάμπα(ν) ἀσαλεύτου φυλακῆς. οἴεσθαι γὰρ βασιλεὺς ἀγαθὸς φοβερωτέραν οἱ αὐτῷ ἢ τοῖς ἀρχομένοις εἶναι τὴν ἐπὶ *** *** τοῦ πολιτικοῦ νόμου νεωστὶ λεγομένου καὶ οὐ πολιτευομένου τὰ παλαιὰ κρατεῖν ἕως ἂν ταῖς πόλεσιν ἐγγένηται. οὔκου(ν) εἰ ὡς αὐτὸς φῄς—ὦ μακάριε—χρὴ σκοπεῖν, ἀλλ’ εἰ ἄριστός τε καὶ πολιτεύεσθαι δυνατός. ὅτι μὲν οὖν οὐκ ἄριστοι, οὐκ ἂν ἔχοις, οἶμαι, εἰπεῖν, ὅτι δὲ δυνατὰ ἐπιτάττεις, σκόπει ἑκάτερον τὸ ἐπίταγμα, φύσιν τε καὶ παιδείαν, ὧν ἡ μὲν παιδεία, ἐφ’ ἡμῖν κειμένη, οὐκ ἀδύνατος ἂν εἴη, τὸ δ’ αὖ φύσεως περὶ ἐπιλογῆς δυνατὸν πάλιν ἂν οἰηθείης, εἰ τὸ περὶ τὰ ἄλλα ζῷα ἄλογα καλούμενα ἐννοεῖν ἐθέλοις. ἢ οὐ πολλὰς ὁρῶμεν ἐν ταῖς πόλεσι ἱπποκομίας τε καὶ ἃς κυνοτροφίας καλοῦσι, τήν τε ἄλλην περὶ τὸ θηρευτικὸν ἅπα(ν) μάλιστα γένος πρόνοιαν γένους περὶ ἐπιλογῆς, φυλακῆς τε καὶ τροφῆς, χρείας τε καὶ βορῶν παρατηρήσεως, καὶ τῆς πρὸς τὰ νόθα καὶ οὐκ εὐγενῆ ἀνεπιμιξίας; καὶ ἄλλους μὲν τῶν ἀνθρώπων μακρὰς ὁδοὺς πορεύεσθαι, ἄλλους δὲ καὶ μεγάλα πελάγη διαπερᾶν τολμῶντας, καί, ἁπλῶς εἰπεῖν, πόνοις καὶ κινδύνοις, προσθείην δ’ ἂν καὶ χρήμασι, τῶν τοιῶνδε τήν τε εὐγένειαν διώκοντας (καὶ) τὴν κτῆσιν περὶ πλείστου ποιουμένους; Καὶ ταῦτα ἀληθῆ—ὦ Μηνόδωρε—καὶ ἄλλα τούτων εὐτελέστερα σπουδάζεται τοῖς ἀνθρώποις, ὡς καὶ ὀρνίθων ἄχρι καὶ τῶν τοιούτων ἐπιτείνεσθαι αὐτοῖς τὴν ἐπιμέλειαν.
21 Πολλῷ οὖν μᾶλλον, οἶμαι—ὦ Θωμάσιε—καὶ ἐπὶ ἀνθρώπω(ν) ἂν τοῦτο γίγνοιτο, οὐ μόνον ὡς δυνατόν, ἀλλὰ καὶ σωτήριον ταῖς πόλεσι γιγνόμενον. Ὅλῳ μὲν οὖν—ὦ Μηνόδωρε—καὶ τρόπῳ παντί. Τῆς μὲν τοίνυ(ν) ἀρίστης φύσεως ἥ τε ἐπιλογὴ καὶ τροφὴ γιγνομένη τῇδέ πῃ ᾗ προερρήθη, ὅσον γε ἐφ’ ἡμῖν, εἰκότως ἂν γίνοιτο. ἄξιον δὲ οἶμαι—ὦ Θωμάσιε—τῇ φύσει εἴκοντας συμφέρεσθαι πρὸς τὴν εὑρετικὴν καὶ μαιευτικὴν μέθοδον τῆς τῶν ἀρίστων ἀρετῆς, ἵν’ ὡς μάλιστα εἰλικρινής τε (καὶ) πάντῃ ἀλώβητος εἴη. πολλὰ γὰρ καὶ ἀνέφικτα φύσεως ἔργα, εἰ καὶ μάλα περὶ αὐτὰ ἄνθρωποι σπουδάζοιεν. Τί δὴ τοῦτο φῄς—ὦ Μηνόδωρε—καὶ πῶς γιγνόμενον; Εἴ τινες, τυχόν—ὦ Θωμάσιε—τούτων τῶν οὕ〈τω〉 τρεφομένων μετατραπέντες τῆς κατὰ ψυχὴν ὑποβαῖεν εὐγενείας τε καὶ μεγαλοπρεπείας, οἷον καὶ ἐπὶ τῶν σπερμάτων φιλεῖ γίγνεσθαι, καὶ τῆς χείρονος γίγνοιντο γνώμης τε καὶ ἀξίας, εἴτε ἐν πρώτῃ ἢ καὶ δευτέρᾳ ἡλικίᾳ ἢ καὶ καθ’ οἱονοῦν χρόνον, τούτους χωριστέον τοῦ τῶν ἀρίστων καταλόγου καὶ ἐν τοῖς ἄλλοις τῆς πόλεως τάγμασιν εἴτε στρατιωτικοῖς εἴτε ἀστικοῖς, ὡς ἡ ἑκάστου ἀξία, ἐγκαταλεκτέ〈ον〉. Ἀξιώτατον μὲν οὖν. Οὐκ ἀνάξιον δὲ οἶμαι—ὦ Θωμάσιε—καὶ τὸ τούτῳ ἀντιστρόφως γιγνόμενον. Τὸ ποῖον λέγεις; Τὸ χρῆναι ἐκ τῶν ἄλλων τῆς πόλεως ταγμάτων ζητοῦντας ἀεὶ εἴ τις εὑρεθείη ἀνὴρ τὴν ἐκ φύσεως ἔχων μεγαλοπρέπειαν καὶ τὴν ἄλλην πολιτικὴν ἀρετὴν τοῦτον τοῖς ἀρίστοις ἐγκαταλέγειν.
22 καὶ ἐπὶ τούτῳ γὰρ ἀρχὴ ἑτέρα τετάξεται τῶν τοιούτων ἀνδρῶν διαγνωμονική τε καὶ ἀνιχνευτική, οὓς ἐκ πάσης χώρας, οὐ δὴ μόνον τῇ πολιτείᾳ ὑποκειμένης, ἀλλὰ καὶ βαρβαρικῆς, εἰ οὕτω τύχοι, καὶ ἄλλης ἡστινοσοῦν παντὶ σθένει ἐμπορευτέον. εἰ γάρ τοι καὶ ἐπὶ οἴκου ἑνὸς χρῆναι λέγεται πάντα τὰ ἄλλα προέμενον ἄνδρα κτήσασθαι οἰκονομικόν, πόσῳ γε μᾶλλον ἐπὶ τῆς πολιτείας ἀναγκαιότερον ἂν εἴη τοῦτό γε; Οὐκ ἀνάξιον—ὦ Μηνόδωρε—οὐδὲ τοῦτο τῆς τοιᾶσδε προνοίας. Τούτους δὲ τοιούσδε φωραθέντας οὐκ οἶμαι δεῖν τοῖς ἄλλοις ἀρίστοις ἀναμὶξ συντετάχθαι, ἀλλὰ χωρὶς αὐτὸ καθ’ αὑτὸ δεύτερον τῶν ἀρίστων εἶναι σύστημα γιγνόμενον, ὥσπερ οὖν καὶ χωρὶς ἑκατέραν τὴν ἐφ’ ἑκατέρῳ ἀρχήν, ἵν’ ἔκδηλος ᾖ ἥ τε ἐκ μόνης φύσεως ἥ τε ἐκ τροφῆς ἅμα καὶ φύσεως ἀρετὴ ἐν πολιτείᾳ διαφαινομένη, καὶ πρός γε τούτῳ ἣ ἀρχῆς ἑκάστης ἐπιστημονικωτέρους τοὺς ἐπ’ αὐτοῖς τεταγμένους εἰκότως ἂν ἀποφαίνοι· καὶ ἄλλως χρόνῳ τὸ νόθον ἴσως ἐλεγχόμενο[ν] εὐμαρῶς ἂν καθαίροιτο ὑπὸ τῆς προσφόρου ἀρχῆς ...... μέντοι καὶ τ ...... ς ὁ δὲ κακὸς ὁρίζεσθαι δέοι. Λόγον καὶ τόδε ἂν ἔχοι—ὦ Μηνόδωρε—τὸν εἰκότα. Ἡ δέ γε οἴκησις τοῖς ἀρίστοις ἐν τῇ ἀκροπόλει περὶ τὸ βασίλειον ἔστω ἐνδιαίτημα, χωρὶς μὲν τῶν ἄλλων ἁπάντων, οὐ μία δὲ καὶ κοινὴ τοῖς πᾶσιν, ὡς Πλάτωνι δοκεῖ, ἀλλ’ ἑκάστῳ ἰδίᾳ σὺν γυναιξίν τε καὶ παισὶ τοῖς σφετέροις, ὡς ἂν τὴν οἰκονομικὴν μελέτην τῆς πολιτικῆς ἀσκοῖεν ἀρετῆς. οὐδὲ γὰρ εὐλαβησόμεθα αὐτοὺς μὴ οὐ φυλάξουσι τὸν ἐπὶ ταῖς παιδοποιίαις νόμον ἐν ταῖς πρὸς τὰς γυναῖκας συνελεύσεσιν, οἵ γε φύσιν τοιάνδε καὶ παιδείαν ἅμα λαχόντες τοῖς ἄλλοις τὴν σώφρονα νομοθετοῖεν ζωήν· καὶ ἄλλως τὸ ἄριστον γένος οὐ φυλάττεσθαι ἤρκει ἂν ἐν τῇ ἀνατροφῇ, τοὺς δὲ ἄλλους φυλάττειν χρεών; Πρεπό(ν)τως—ὦ Μηνόδωρε—κ[αὶ τ]όδ[ε] γιγνόμενον τῇδε ἂν γίγνοιτο.
23 Οὐκ ἀπρεπῶς δὲ ἂν οἶμαι—ὦ Θωμάσιε—γίγνοιτ’ ἂν οὐδὲ τὸ δαπάνης πέρι, εἰ πάντα τὰ πρὸς τὴν ζωὴν καὶ ὅλον βίον ἀναγκαῖα ἐκ τῶν κοινῶν αὐτοῖς καὶ δημοσίων χρημάτων κατ’ ἀξίαν ὁρίζοιτο. εἴ τι γὰρ ἴδιον ἐν περιουσίᾳ σφίσι τυχὸν εἴη, ἐξέστω περὶ τοὺς ἀγχιστεύοντας οἰκονομεῖν. οἳ γάρ τοι μὴ προσθεῖναι ἐκ τῶ(ν) κοινῶν ταῖς ἰδίαις περιουσίαις τοῖς ἄλλοις νομοθετήσουσι, πόσῳ γε τῆς του ......... ης φυλάξονται; Τοῦτο μὲν οὖν—ὦ Μηνόδωρε—οὐ πρέπον μόνον, ἀλλὰ δὴ καὶ ὀφειλόμενον ἂν εἴη. Ὃ τῆσδέ γε τῶν ἀρίστω(ν) τάξεως πρῶτον, οἶμαι, τὸ τῆς βασιλείας ἂν εἴη χρῆμα. Πρώτιστον μὲν οὖν. Οὐκοῦν ὁ τὴν βασιλείαν μέλλων διέπειν ἐκ τῶν ἀρίστων προβαίνων ἡμῖν(ν) ἐπὶ τὸ κράτος ἀνίτω τῆς πολιτικῆς ἀρχῆς· εἴη δ’ ἂν οὕτως ὡς μὲν ὁ καθ’ ἡμᾶς λόγος ὁ ἐν αὐτοῖς προέχειν διαφαινόμενος τῇ τε ἄλλῃ ἀρετῇ καὶ τῇ τῶν πολιτικῶν γε μὴν πείρᾳ παντοίων πραγμάτων, εἰ δὲ καὶ τῇ τάξει καὶ χρόνῳ καὶ ἀξίᾳ τύχοι πρωτεύων, ἔτι χαριέστερον ἂν γένοιτο, πλὴν ἀλλ’ ἀρετῇ γε δοτέον τὰ πρεσβεῖα. Καὶ μάλα εἰκότως, οὐ παροπτέον δὲ οἶμαι ἐπ’ αὐτῷ—ὦ Μηνόδωρε—οὐδὲ ἐκεῖνο τὸ τῶν πολλῶν, ἐπεί γε καὶ πολλῶν τι κοινὸν πολιτεία, τῶν μὲν λόγῳ τε καὶ ἀρετῇ συζώντων, τῶν δὲ καὶ δόξῃ ἀγομένων καὶ πρὸς τὰς ἀποβάσεις τὰς κρίσεις φιλαιτίως ποιουμένων. Τί δὴ μάλιστα—ὦ Θωμάσιε—τοῦτο ἂν εἴη ὃ τῶν πολλῶν εἶναι φῄς; Τὸ ἐπιδεικτικόν—ᾦ Μηνόδωρε—κοινῶς ἐν δήμῳ λεγόμενον εἴ τις ἐπιτηδείως καὶ πρὸς τοῦτο, ὡς ἐκεῖνοί φασιν, ἐν τοῖς ὑπὲρ πολιτείας ἔσχεν ἀγῶσιν· καὶ ἄλλως οὐδὲ παρὰ τοῖς λόγοις ἀπόβλητον τόδ’ ἂν εἴη.
24 οὔπω γάρ φημι τὸ Δημοσθένους “μεγάλη γάρ, λέγοντος, ῥοπή, [μᾶ]λλ[ον] δὲ ὅλον ἡ τύχη παρὰ πάντα ἐστὶ τὰ τῶν ἀνθρώπων πράγματα.” Τοῦτο μέν—ὦ Θωμάσιε—ἀρετῇ τε καὶ πολιτικῇ ἐπιστήμῃ μέλον οὐδέν, πλὴν οὐκ ἄτοπον συμφέρεσθαι ἐν πολιτείᾳ, ὡς ἔφης αὐτός, τῇ τῶν πολλῶν δόξῃ ἐς μο .... λιστα μηδὲν ἢ τὸ παρ ... βλαπτον. ἀλλὰ ταῦτα μὲν ὅσον .... ἐφ’ ἡμῖν, μηχανητέον δὲ οἶμαι ὅπως ἂν καὶ τῶν οὐκ ἐφ’ ἡμῖν καλῶν ἀπόνασθαι δυνατὸν ᾖ. Μηχανητέον μὲν οὖν περὶ πλείστου ο ... υ τοῦτο ποιούμενος· τί δὲ τοῦτο—ὦ Μηνόδωρε—καὶ τίς ἡ περὶ τοῦτο μηχανή; Τὸ θεοῦ φημι—ὦ Θωμάσιε—ἐν ἀνθρώποις μίμημα, βασιλεία δὲ τοῦτο, (καὶ) βασιλεῦσιν ἐκ θ(εο)ῦ μὲν διδόμενον, δικαίως δὲ καὶ κατ’ ἀνθρώπους νόμῳ τε πολιτικῷ γιγνόμενον τῇ πόλει ἐγγίγνηται· ὃ τῇδε οἰκονομούμενον περί τε θ(εὸ)ν εὐσεβῶς καὶ ἐν ἀνθρώποις πρεπόντως ἂν οἰκονομοῖτο. Σαφέστερον—ὦ Μηνόδωρε—φαθὶ ὃ λέγεις εὐσεβείας τε πέρι καὶ δικαίου, 〈νο〉μίμου τε καὶ πρέποντος. Νόμιμον μὲν οἶμαι—ὦ Θωμάσιε—τὸ μηδένα πολιτῶν αὐτονομίᾳ χρώμενον, ἀκόντων τῶν ἄλλων ἢ καὶ ἀγνοούντων, ἢ βίᾳ ἐγχειροῦντα, 〈ἢ〉 ἀπάτῃ μηχανώμενον, ἢ πειθοῖ εὐηνίους ἐπαγόμενον ἢ φόβῳ προαναστέλλοντα οἰκειοῦσθαι τὴν ἀρχήν, ὃς δὴ τυράννου τρόπος καὶ οὐ πολιτικὸς ἂν εἴη νόμος, ἀλλ’ ὑπὸ τῶν πολιτῶν προσαγομένην τε καὶ οἷον ἐπιτιθεμένην δέχεσθαι τὴν βασιλείαν, ἄχθος μέν οἱ αὐτῷ τὸ τοιόνδε κατ’ αὐτὸ καὶ λειτουργίαν οὐκ ἀνεύθυνον παρά γε τῇ θείᾳ δίκῃ ἴσως δὲ καὶ ἐν ἀνθρώποις δεικνυμένην ἡγούμενον, σωτηρίας δὲ μᾶλλο(ν) ἕνεκα τῶν πολιτῶν ὅμως καταδεχόμενον, οὐχ αὑτῷ μᾶλλον ζήσοντα ἢ ἐκείνοις.
25 εὖ γὰρ τὴν βασιλείαν ὡρίσατο Πλάτων μὲν οὐ τῷ ἔχοντι, ἀλλὰ τοῖς ἀρχομένοις εἶναι συμφέρον, Κικέρων δὲ τοῦ ἔχοντος ἴδιον μὲν πόνο(ν) ἀλλοτρίας δὲ φροντίδα σωτηρίας· νόμιμον μὲν τόδε εἶναί φημι καὶ οὕτω γιγνόμενον. δίκαιον 〈δὲ τ〉ῇ μὲν γνώμῃ τῶν βασιλευομένων, τῶν δὲ ἀρίστων γίγνεσθαι βουλῇ. εὐσεβὲς δὲ τῷ θείῳ ἀναθεμένους τὸ ὅλον παρ’ αὐτοῦ διδόμενον, ὡς ἐρρήθη, δέχεσθαι τὸ ἐν ἀνθρώποις θεῖον. ταῦτα δὲ οὕτω γιγνόμενα πρεπόντως, οἶμαι, ἂν γίγνοιτο. Καὶ μάλα μὲν οὖν πρεπόντως. πῶς δέ—ὦ Μηνόδωρε— ταῦτα γίγνεσθαι ἅμα τε καὶ κατὰ ταὐτὸν δυνατὰ ἂν εἴη; Τῶν τῆς πόλεως πάντων—ὦ Θωμάσιε—ταγμάτων οἱ πρωτεύοντες τρεῖς ἀμέλει καθ’ ἕκαστον ὀνομαζόντων οὓς ἐκ τῶν ἀρίστων ἕκαστοι τῆς βασιλείας ἀξίους ἂν οἰηθεῖεν, πρότερον ἐξομνύμενοι ἦ μὴν τὸ σφίσιν εὖ ἔχειν δοκοῦν οὕς τε νομίσεια(ν) πρὸς τὴν κοινὴν σωτηρίαν ἐπιτηδείους ὀνομάζειν. ὧν δὴ ὀνομασθέντων, κοιναί τε εὐχαὶ τῆς πόλεως καὶ ἁγνισμοὶ πάνδημοι τριημέροιν μάλιστα ὁριζέσθωσαν, μεθ’ οὓς κλήρων ἐπὶ τοῖς ὠνομασμένοις παρὰ τοῖς ἱερεῦσιν ἔν τε ἱεροῖς οἴκοις εὐαγῶς τε καὶ κατὰ τὸν θεῖον νόμον τε καὶ τρόπον γιγνομένων, ἐφ’ ὃν ἂν ἔλθοι ὁ κλῆρος, ὅτε δώῃ θεός, ἔστω βασιλεύς· οὕτω γὰρ καὶ τοῖς πολίταις μετείη τῶν κοινῶν τε καὶ δικαίων καὶ τῷ θεῷ νέμοιτο τὸ πρόσφορον, παρ’ αὐτοῦ τε διδομένη ἡ βασιλεία δοθείη καὶ ἡ τοῦ βασιλέως ἀνάρρησις νομίμως γίγνοιτο.
26 ταῦτα δὲ οἶμαι οὕτω γιγνόμενα δικαίως ἅμα καὶ δικαίας πόλεως ἀξίως περί τε 〈τὸ〉 θεῖον ἂν γίγνοιτο καὶ ἀ(ν)θρώπους. Δικαιότατα μὲν οὖν. Μετὰ δὴ τὴν βασιλείαν τὸ τῶν ἀρχόντων—ὦ Θωμάσιε— καὶ ἀρχῶν ἑπόμενον ἂν εἴη. ἀρχῶν δὲ νῦν λέγω τῶν μεγίστων, οὐχὶ δὲ καὶ τῶν ἡσσόνων, ἃς καὶ ὑπαλλήλους ὠνομάζομεν ἐν οἷς τὰ περὶ τοῦ πολιτικοῦ ἀνδρὸς διῄειμεν. τοῦτο δὴ οὖν τὸ τῶν ἀρχῶν πρώτιστόν τε καὶ μέγιστον ἔστω τῶ(ν) βασιλικῶν ἐπιτηδευμάτων, ἐπί τε τῇ τῶν ἀρχόντων ἐπιλογῇ ἐκ τῶν ἀρίστων γιγνομένῃ καὶ ταῖς τῶν ἀρχῶ(ν) νεμήσεσι προσφόρως τε αὐτοῖς καὶ κατ’ ἀξίαν νεμομέναις, στρατιωτικοῖς μὲν στρατιωτικάς, *** 〈ἃσ〉 δὲ νῦν οὐ κυρίως καλοῦμεν, ἀλλὰ τὰς ἀστικὰς ἀντιδιαστέλλοντες πρὸς τὰς πολεμικάς· κατ’ ἀλήθειαν μέντοι πᾶσα πολιτείας ἀρχὴ ὁποία ποτ’ ἂν εἴη, εἴτε στρατιωτική, εἴτε καὶ μή, πολιτικὴ ἂν εἴη καὶ λέγοιτο. εἴη δὲ ὁ τῶν τοιῶνδε ἀρχόντων ἀριθμὸς κομιδῇ ἐλάχιστος, οἷς καὶ μελέτωσαν αἵ τε ἄλλαι ἀρχαὶ καὶ ἄρχοντες, ὥσπερ τοῖς ἀρίστοις ἡ τῶν πολιτικῶν πάντων ταγμάτων ἔποψις. ἡ γάρ τοι βασιλικὴ προμήθεια μόνας τὰς συνεκτικὰς ἀρχάς τε καὶ πρώτας αἰτίας τῶν πολιτικῶν πραγμάτων ἐκ τῶν ἐνόντων αὐτῇ βασιλικῶν λόγων μορφουμένας τῇ τοῦ δημιουργοῦ, ὡς οἷόν τε, μιμήσει ἔχοντος ἐν 〈ἑαυ〉τῷ τοὺς τοῦ παντὸς λόγους, εὖ τιθεῖσα καὶ κοσμοῦσα διατελείτω ἀεί, ἐξ ὧν ἡ τῆς πολιτείας εὐεξία τε καὶ εὐστάθεια φύεσθαί τε καὶ τρέφεσθαι καὶ οἷον ἔκ τινων πολιτικῶν ῥιζῶν βλαστάνουσα ἀνθεῖν καὶ τῶν ἐπιστήμης πηγῶν ἐπιρρεομένη ἀκμάζειν δυνατὴ ἂν εἴη, ὡς ἂν μὴ τοὺς ἐπὶ μείζοσι τῆς πρωτουργοῦ προνοίας καιροὺς τὰ ἥσσω ἐφ’ ἑαυτὰ ἀνθέλκοντα ἐπισπῴη, ὥσπερ τῶν σπερμάτων τοῖς εὐγενεστέροις τὰ μὴ τοιαῦτα πλείονα παραφυόμενα τὴν ἐκ τῆς γῆς πιότητα, ἐπεὶ καὶ φύσει πλεῖον τοῦ χρηστοῦ τὸ ἄχρηστον.
27 τρισσὸν γὰρ ἂν οὕτως, οἶμαι, τὸ ὀνήσιμον τῷ τε δικαίῳ συγκείμενον τῇ πολιτείᾳ περιγίγνοιτο, τῆς βασιλείας ἐξ ἑαυτῆς πηγαζούσης οἷον τὸ πολιτικὸν φῶς καὶ ἐπὶ τὰς μὲν 〈με〉τ’ αὐτὴν πρώτας ἐνιείσης πολιτικὰς ἀρχάς, δι’ αὐτῶν δὲ ἐπιστημονικῇ μεθόδῳ τὰ δεύτερα καὶ τρίτα τά τε ἄλλα πάντα πρυτανευούσης, τῶν δὲ ἀρίστων δικαίως τε τῆς πολιτείας μετεχόντων καὶ τὰ ἕκαστα, εἰ καὶ ἄλλων ἄλλα, ἐναρμονίως ταττόντων, τῶν τε ἄλλων ἁπάντων τῆς πολιτείας ταγμάτων εὖ μάλα ταττομένων, οἷα καὶ πλησιαιτέραν καὶ σφίσι παροῦσαν καὶ ἑκάστῳ κατάλληλον ἐχόντων τὴν τῶν κρειττόνων ἐποπτείαν. Ἀριθμὸν δὲ ποῖον—ὦ Μηνόδωρε—τῶν τοιῶ(ν)δε ἀρχόντων τίθης; Τούτῳ—ὦ Θωμάσιε—τῷ μεγέθει τῆς πολιτείας παραμετρηθὲν τῇ τε τῶν πόλεων ποσότητι καὶ χωρῶν καὶ πρός γε ἐθνῶν, τυχόν, ὑπακουόντων. ἡμεῖς δὲ τὴν ἁπλῶς, οἶμαι, πολιτείαν, σώφρονά τε δηλαδὴ καὶ ἀρίστην καὶ οὐ τήνδε ἢ τήνδε ἰδίως, ὡς Κικέρων τὴν τῶν Ῥωμαίων, ἐπισκοπεῖν ἐνεστησάμεθα, πλὴν ἀλλ’ ἀρκέσει, ὡς ὁ ἐμὸς λόγος, δέκα ἀνδρῶ(ν) ἀρχόντων ἐπιλογὴ ἐκ τῶν ἀρίστων γιγνομένη πρὸς τὴν ὅλην τῆς πολιτείας διοίκησιν. Ταῦτα λέγων—ὦ Μηνόδωρε—Κικέρωνι συμφήσεις ὅλην σχεδὸν λέγοντι τὴν βασιλικὴν φροντίδα περὶ δέκα ἐπιλογὴν ἀνδρῶν ἀρίστων καταγίγνεσθαι προσήκειν, οἳ καὶ ἐξαρκέσουσιν, ἱκανοί γε ὄντες, καὶ ἄλλων ἀνδρῶν ἐπιλογὴν ποιήσασθαι, οἷς ἂν χρῷντο πρὸς τὰς τῆς πολιτείας διοικήσεις. Ἀληθέστατα· τόδε μέν—ὦ Θωμάσιε—καὶ ἑκών γε συμφαίην ἂν ἔγωγε, οὐκ ἐλάττονος δὲ τυγχάνειν ἄξιον τῆς βασιλικῆς ἐπιμελείας, εἰ 〈μὴ〉 καὶ τῇ ἀξίᾳ κρείττονος, τὸ ἱερατικὸν τάγμα, ὡς ἂν ἱεραί τε καὶ ὄντως ἱεροπρεπεῖς ἀνθρώπων ψυχαὶ τὴν περὶ θεὸν καὶ τὰ θεῖα μεταχειρίζοιντο θεραπεία(ν), ἐφ’ ᾗ μάλιστα τὰς κρείττους ἐλπίδας σαλεύειν ἀνθρώπους ἥ τε φύσις αὐτομάτη δίδωσι, πρὸς τὰ ἄνω βλέπειν ἐν τοῖς μάλιστα κινδύνοις ἀναγκάζουσα, ὅ τε λόγος δεικνὺς σαφῶς.
28 ἀλλὰ καὶ τῶν τοιῶνδε ἀν(θρώπ)ων περὶ μόνους τοὺς ἀρχιερεῖς εὐκτέα τῇ βασιλείᾳ ἂν εἴη φροντίς, οἳ τῆς ἱερωσύνης ὄντως ἄξιοι καθιστάμενοι τῆς τῶν ἄλλων ἱερέων δευτέρων τε καὶ τρίτων τῶν τε λοιπῶν ἁπάντων ἐπιλογῆς τε καὶ τάξεως ἂν εἰκότως ἀντέχοιντο, ἐκεῖνο μάλιστα ἐν φροντίδι ποιούμενοι, ὃ νῦν ἀμελούμενον αὐτῇ μὲν τῇ ἱερωσύνη ὕβριν, ὅλῃ δ’ αὖ τῇ πολιτείᾳ δυνάμεως ἐλάττωσιν παρασκευάζει. Ποῖον δή; Τοῦτο μάλιστα, τὸ μὴ συγχωρεῖν τοὺς τυχόντας ἀνθρώπους τῆς ἱερωσύνης μετασχεῖν, μηδὲ ἄλλους γε ἢ οἷς ἡ τῆς ζωῆς ἀξία καὶ τοῦ βίου δίδωσιν. οἶσθα γάρ—ὦ Θωμάσιε—ὅτι πλήθη ἀνθρώπων τοσαῦτα τοῦ πράγματος ἀναξίων τῷ ἱερατικῷ τάγματι προσκεχωρήκασιν, οὐ μόν〈ον〉 δέ, ἀλλὰ γὰρ καὶ τοῖς τῶν μοναχῶν λεγομένων κοινοβίοις· ὅσοι εἰ ἔτυχον ἀγωγῆς τῆς ἑκάστῃ φύσει καταλλήλου, πολὺ τῇ πολιτείᾳ τὸ χρήσιμον συνεισφέρειν ἂν ἐγένοντο ἱκανοί, καὶ μάλιστα δὴ περὶ στρατείαν καὶ γεωργίαν. οὕτω γὰρ ἂν τῇ μὲν ἱερωσύνῃ μόνους τοὺς ἀξίους εἰκὸς προσιέναι, τούς τε ἱεροὺς οἴκους ἧττον βαρύνεσθαι δαπάναις (καὶ) σωμάτων ἅλις τῇ *** *** στάσεων δὲ περὶ τῶν ταγμάτων, ἑκάστους τε αὐτῶν τ[ῆς] τε χορηγίας καὶ μάλιστα γυμνασίας. [ὀγδ]όην ἀθροιστικὴ(ν) τῶν ἑκάστῃ πόλει τε καὶ χώρᾳ τῶν ὑπηκόων ἐπιτεταγμένων σωμάτων πρὸς στρατείας ἐγκατάλεξιν, δοκιμαστικήν τε αὐτῶν καὶ γυμνασίας, καὶ πρός γε στρατολογικὴ(ν) τῶν καὶ ἄλλοθεν ἐ〈π〉’ αὐτοῖς πρὸς τὴν στρατείαν αὐτομολούντων.
29 ἐνάτην ζητητικὴν τῶν ἐν ταῖς πόλεσιν ἀεργῶν καὶ ἀτέχνων εὑρισκομένων ἀνθρώπων, καὶ ἀνιχνευτικὴν τῶν οὐκ ἀνάγκῃ τοῦ σώματος μεταιτούντων, καὶ ἀπελαστικὴν τῶν οὐ κατὰ χρείαν ταῖς ἀλλοδαπαῖς ἐνδημούντων ξένων· οὐ γὰρ ἄτοπος ἡ Λακωνικὴ ξενηλασία, εἴ γε τὰ τῆς πόλεως ἤθη ἀπρόσμικτά τε αὐτοῖς διεφύλαττεν καὶ ἀνόθευτα. τὴ(ν) αὐτὴν δὲ μάλιστα καὶ κολαστικὴν τῶν τοῖς ἀτόποις θεάμασι καὶ ἀκροάμασι τὰς ἐπόψεις καὶ ἀκοὰς ὅλον τε αὐτὸ〈ν〉 δεδωκότων βίον, οἳ διττὰς τὰς πόλεις κ[αὶ ἀ]ντιθέτους σφίσι τε πολεμίας τῇ σφῶν ἀβελτερίᾳ δεικνύουσιν. ὧν ἁπάντων ἀναίρεσις καὶ ἐπὶ τὰ πολιτικὰ ἐπιτηδεύματα προσφόρως γιγνομένη ἑκ[άστ]ου ετας . ηθη τε καὶ μετακόσμησις ἀρχὴ ἂν εἴη [ ........ ] .. σωτηρίας. δεκάτην [δ]ιοικητικὴν [ ....... ]ον[ .. ] ἑκάστου αὐτομολούντων τε βαρβάρων ἢ δοριαλώτων ἢ καὶ ἄλλως υπο κο[ ....... ] . ειᾳ γιγνομένων. εὔδηλον δὲ ὡς καὶ γυναῖκες τῶν ἀρίστων συναντιλήψονται ἐπὶ τοῖς γυναικείοις μάλιστα ἤθεσι, ἐπεὶ καὶ αὐταὶ ἄρισται μὲν τὴν φύσιν, ἄρι[στ]α δὲ τραφεῖσαι καὶ ἀρίστων σύμβιοι τυγχάνουσιν οὖσαι· καὶ αν[ ..... ] . θαν φῦλον δεινὸν (καὶ) ὀξυδερκὲς κατανοεῖν τὸ ὁμοφυές. τ[ῆ]ς δὲ δευτέρας τῶν ἀρίστων ἑκατοντάδος ἡ μὲν πρώτη δεκὰς ἀρχὴ ἔστω τῇ ὁπλοποιίᾳ ἐφεστῶσα καὶ ταῖς ἐν ταῖς πόλεσι διηνεκῶς παρασκευασθησομέναις καὶ πρὸς πόλεμον τοῖς τε καιροῖς ἀναγκαίαις δαπάναις. ἡ δὲ δευτέρα τὸ γεωμορικὸν ἐποπτευέτω γένος καὶ φορολογικόν, ὡς ἂν μηδεὶς τῶν τοὺς δημοσίους τελούντων φόρους εἰσπράττοιτο ἃ μὴ κέκτηται μηδὲ μὴν ἃ μὴ καρπίζεται, ἀλλ’ ἐκ τῶ(ν) μετὰ τὰς δαπάνας καὶ τὰς ἄλλας ἀναγκαίας χρείας αὐτοῦ τε καὶ τῶν οἰκείων περιττευόντων ὅσα ἂν ἡ ἐπὶ τούτῳ τεταγμένη ἀρχὴ διατάττοιτο· ὃ μὴ φυλαττόμενον πρὸς τῷ ἀδίκῳ καὶ ἀπεχθημοσύνης αὐτοῖς πρὸς τὴν πολιτείαν αἴτιον γίγνεται. οὐκ ἄγνωστον γὰρ ἐκεῖνο, ὅτι Ῥωμαῖοι τοῖς Σικελιώταις φόρους ἐπιθέντες τὴ(ν) τρίτην μοῖραν τοῦ μετὰ τὰς παντοίας δαπάνας αὐτοῖς περιττεύοντος σίτου ἠξίουν λαβεῖν, ἐφ’ ᾧ δὴ οὐκ ἀ(ν)επαχθεῖς φανέντες ὕστερον πραγμάτων ἐπειράθησαν τῆς ἐκείνων ἕνεκα ἀποστάσεως.
30 ἡ τρίτη τοῦ γεωργικοῦ ἀντιλαμβανέσθω. ἡ τετάρτη τὸ ναυτικὸν πολυπραγμονείτω. ἡ πέμπτη τῶν πολιτικῶν τεχνῶν τὰς περὶ τὸ τρόφιμον ἅπαν γένος ἐν ταῖς πόλεσι καταγιγνομένας, οἶον ἐμπόρους, ἀρτοποιούς, καπήλους, παλιγκαπήλους καὶ τὰς τοιαύτας κατ’ εἶδός τε τὸ ἕκαστον καὶ ἐπιτήδευμα. ἡ ἕκτη τὰς ἐπὶ τῶν ἐσθημάτων, εἴτε ἐμπορικῶν, εἴτε κατασ[κ]ευαστικῶν, καὶ παντὸς τῶ(ν) τοιούτων εἴδους. ἡ ἑβδόμη περὶ τὴν οἰκοδομίαν, οἷον οἰκοδομικήν, τεκτονικήν, χαλκευτικήν, ζωγραφικὴν καὶ τὰς τοιαύτας. [ἡ ὀγδόη] τὰς διὰ λόγων, ἰατρικῶν φημι καὶ τῶν ἐγκυκλίων τῶν τε πεζῶν λεγομένων γραμμάτων, οἷς καὶ ἡ τῆς δημοσίας βιβλιοθήκης μελέτω φυλακή τε καὶ ἐπιμέλεια. ἡ ἐνάτη [τ]αῖς τῶν πρέσβεων ὑποδ[ο]χ[αῖς] σχολαζέτω, παραφυλακαῖς τε καὶ θεραπεία[ις]. ἡ δεκάτη τῶν δημοσίων οἰκοδομημάτων, λιμένων τε καὶ γεφυρῶν καὶ ὁδῶν μετίτω τὴν φροντίδα. ἐμοὶ μὲν οὖν τὰ δόξαντα—ὦ Θωμάσιε—τῆς τῶν ἀρίστων περὶ τάξεως καὶ ταξιαρχίας τῇδε εἰρήσθω. εἰ δὲ καὶ αὐτῷ σοι συνδοκεῖ, σύμφαθι, ἢ(ν) δὲ μή, καὶ ἀπόφαθι. Οὐδέτερον—ὦ Μηνόδωρε—νῦν ἔχοιμ’ ἂν ἀποκρίνεσθαι πρὶν ἂν τέλος ἐπισκοπήσαιμεν περὶ αὐτοῦ· ἡ μὲν οὖν ἐφ’ ἑκάστῳ τάξις ᾗ ἐρρήθη γιγνομένη οὐδενὶ οὐχ ὁμολογήσεται εὖ ἔχειν τῶν γε εὖ φρονούντων, οἶμαι δὲ πολλὰ ὦν διελήλυθας τοῖς τῶν ἀρχόντων μᾶλλον ἢ τῶ(ν) ἀρίστων ἁρμόζειν ἐπιτηδεύμασιν, καὶ μάλιστα δὴ τὰ τῶν βαναυσικωτέρων τεχνῶν, ἃ καὶ νῦν οὕτως ὁρῶμεν ὑπὸ τοῖς ἄρχουσι πραττόμενα πράττεσθαι, ἢ κινδυνεύσει δή πῃ τοὺς μὲν ἄρχοντας ἀτρεμοῦντας σχεδὸν ἀπρακτεῖν, παρῃρημένων αὐτοῖς τῶν ἀρχικῶν δικαίων, τοὺς δὲ ἀρίστους οὐ περὶ τὰ σφόδρα ἀναγκαῖα ἐσχολακότας τῶ(ν) ὄντως ἀναγκαίων ἀπείργεσθαι.
31 Οὐ κατὰ τοῦ αὐτοῦ σκοποῦ ἄμφω βαλεῖν—ὦ Θωμάσιε— ἐοίκαμεν, ἕτερος δὲ πρὸς ἕτερον μᾶλλον βλέπειν. φαίην γὰρ ἂν ἔγωγε μηδὲ παρῃρῆσθαι τῶν πρακτέων τοῖς ἄρχουσί τι ἐν οἷς διεληλύθαμεν, τοὐναντίον δὲ μᾶλλον, καὶ πλείονος δεδό[σθα]ι οὐ πράξεως [ἁπλῶς], ἀλλὰ καὶ εὐπραξίας αὐτῆς. αὐτὸς μὲν γάρ, ὡς ἔοικεν, εἰκάζειν μοι δο[κ]εῖς [ὥσπερ οὓς ἀ]γορανόμους καλοῦ[σιν] ἐν ταῖς πόλεσιν καὶ τῶν ὠνίων ἐπόπτας, οὕτω δὴ καὶ ἡμᾶς τοὺς ἀρίστους ἐπιστῆσαι τοῖς τῆς πόλεως καὶ πολιτείας τάγμασιν. ἐγὼ δὲ τούτου μὲν ἐκείνους ὡς ἀπωτ[άτω] γίγνεσθαι ἢ μᾶλλον ἀνωτάτω φέρεσθαι χρῆναί φημι, μόνους 〈δὲ〉 τοὺς βίους καταζητοῦντας ἰδιοπραγεῖν ἑκάστους ἐν οἷς ἂν τύχοιεν τεταγμένοι ζῆν τε σωφρόνως παρασκευάζειν προεστηκότας τε αὐτῶν καὶ ἐπὶ τοῖς δικαίοις καὶ νομίμοις οὐκ ἐῶντας πρὸς τῶν ἰσχυροτέρων ἀδικεῖσθαι, ὡς ἂν τῆς τῶν ἀρίστων φιλοφροσύνης ἅπαντες τυχόντες σχετικῶς τε πρὸς αὐτοὺς διακέοιντο καὶ ῥᾷστα πείθοιντο οἷς ἂν ἐπιτάττοιεν ἐν τοῖς ἀναγκαίοις μάλιστα τῆς πολιτείας καιροῖς. ὃ διὰ τῶν ἀρίστων καὶ οὐ τῶν κατὰ καιρὸν ἀρχόντων γιγνόμενον, αὐτό τε εὐσταθέστερον ἂν εἴη καὶ ἄλλως ἀναγκαῖο(ν) γίγνοιτο λόγῳ. αἱ μὲν γὰρ τῶν ἀρχόντων ἀμείψεις δειναὶ μεταποιεῖν καὶ ἐξαλλάττειν τό τε συνεχὲς τῆς πολιτικῆς τάξεως καὶ μάλιστα δὴ τὴν τῶν βίων ταυτότητα· καὶ ἄλλως οὐκ ἔσται ὅτῳ μελήσει ἀεὶ τῆς ἐντεῦθεν μέμψεως, ἢ ἔσται οὐ τόδε τῶν ἀρίστων τάγμα διηνεκῶς ἐφεστὸς τῇ ἑκάστων ζωῇ τε καὶ ἰδιοπραγοῦν διηνεκῆ καὶ ἀπαραπόδιστον; ἐκείνοις τε ἂν τὴν εὐταξίαν καί, φησίν, εὐδοξίαν πορίσειεν, τὸν ἐντεῦθεν κίνδυνον αὐτοῖς τε καὶ παισί, ζῶσί τε καὶ τελευτήσασιν ἐπισειόμενον ἐνεικονιζόμενοι.
32 ὧν δὴ οὕτω πραττομένων, οἱ μὲν ἄρχοντες οὐδὲν ἂν πάθοιεν τῶν οἰκείων παρασπασμῶν, τοὐναντίον δὲ μᾶλλον καὶ ῥᾳδίως ταῖς πόλεσι τὸ χρήσιμον καταπράξειαν, σωφρονεστέροις ὧν ἄρχουσι χρώμενοι. ἢ οὐχ ἱκανῶς ἀπολελογῆσθαι, ἀλλ’ ἔτι 〈τι〉 ἐνδεῖν τῷ λόγῳ ὑπείληφας; Ἰκανώτατα μὲν οὖν ἔχειν ὑπολαμβάνω, διὸ δὴ καὶ ἄντικρυς ἡδέως ἂν 〈ἐ〉ροίμην ὅτου χάρι(ν) τῶν πολιτείας ταγμάτων ἄναρχον καταλέλοιπας καὶ ἀδιερεύνητον ἐκεῖνο ὃ μάλιστα ἀρχῆς ἂν δέοιτο καὶ τάξεως ἅτε καὶ τῶν ἄλλων μεῖζόν τε καὶ πολυα(ν)θρωπότερον, οὐ μόνον δέ, ἀλλὰ καὶ ἰσχυρότερον, οἷα κα[ὶ] ἐκ μιᾶς συγκείμενον ὡς τὰ πολλὰ καὶ ἀκμαζούσης ἡλικίας. καὶ οὐ ἡ μὲν εὐταξία ταῖς πόλεσιν εἰρήνην [τ]ε καὶ ῥᾳστώνην, ἡ δὲ ἀταξία πόλεμον τοῦ ἔξωθεν οὐκ ἀνεκτότερον, μέγα μὲν οὖν εἰ μὴ καὶ πολλῷ βαρύτερον, πέφυκεν ἐμποιεῖν; ἁπλῶς τε εἰπεῖν, οὐ τὸ τῆς πολιτείας, ὡς οἱ πολλοὶ λέγουσιν, ἄνθος καὶ κάλλος ἔν γε σώμασι, προσθείην δ’ ἂν καὶ ἰσχύς; ἢ οὐκ ἐν σώμασι μάλιστα τὸ τῆ[ς] πολιτείας ὡς τὰ πολλὰ κράτος; ἢ οὐ σωμάτων πλήθει μὲν μεγάλη, ὀλιγότητι δὲ μικρὰ πολιτεία ἂν εἴη καὶ λέγοιτο; ἧς ἐν τρισὶν ξυνισταμένης, βουλῇ τε καὶ σώμασι καὶ χρήμασι, τοῖν δυοῖν ἢ ἀναγκαιότερον ἢ πάντως γε οὐ φαυλότερον τὸ τῶν σωμάτων γνωρίζεται.
33 ὅ τοι νῦν ἐβουλόμην εἰπεῖν· τί σοι δόξαν—ὦ Μηνόδωρε—δέον, τοῦτο αὐτῶν οὐδὲ ἔσχατον, οὐδὲ τάξεως, οὐκ ἀρχῆς, οὐκ ἄλλης ἡστινοσοῦν προνοίας, καί, συλλήβδην εἰπεῖν, οὐδὲ ὀνόματος ἠξίωσας; καίτοι ἐχρῆν καὶ τοσούτῳ μᾶλλον ὅσῳ γε τοῖς ἄλλοις τοῖς περὶ πολιτειῶν γράψασιν οὐδὲν τούτου ἕνεκα μνημονεύεται ὡς μηδὲ γνώριμον τότε, ὅσον γε εἰς κακίαν ταῖς πόλεσιν συμβάν, νῦν δέ, ὡς ἔοικεν, εἰς ἄκρον δυναστείας ἐλάσαν, ἄκους ἂν δέοιτο καὶ τῆς περὶ [τού]του εὐεξίας. Καὶ τί τοῦτο—ὦ Θωμάσιε—ἂν εἴη; περὶ τῆς φίλης σοι τέχνης τὰ μέγιστα νῦν ἐνδέδειξαι, τό τε συνηγορικόν φημι καὶ ἐγκωμιαστικόν, ἀλλ’ ἴσως οἶμαι τὸ στρατιωτικὸν νῦν σε λέγειν. Οὐ τὸ κατὰ τῶν πολεμίω(ν)—ὦ Μηνόδωρε—στρατευόμενον, ἀλλὰ τὸ οἴκοι καὶ ἔνδοθεν ἐμφύλιον, οὐ λεγόμενον μέν, χεῖρον δὲ καθεστὸς κακὸν εἰ μὴ ἀρχῆς τύχῃ καὶ μεγάλης· οὗ δὴ πρόφασιν μὲν σφίσι τοῦ πολιτικοῦ τούτου, ἵν’ οὕτως εἴπω, πολέμου χροιῶν ὀνόματα, ὥσπερ ταῖς ὁμηρικαῖς θεαῖς μυθευόμενον τὸ μῆλον, σκαιός τις, ὡς ἔοικεν, οὐκ οἶδα πῶς, ἐνῆκε δαίμων. ὅ τοι καὶ μεγάλης οἶμαι δεῖσθαι μάλιστα καὶ ὅσης τῆς ἀρχικῆς χαλιναγωγίας, ἧς εἰ μὴ τύχοι, μείζονα πολλῷ τὰς πόλεις εἴωθεν δρᾶν κακὰ ἢ ὁ ἔξωθεν, ὡς ἐρρήθη, ἐπαγόμενος πόλεμος. ἢ οὐ τοιόνδε τί ἐστι ὁ εἰς μέρη αὐτὸς καθ’ αὑτοῦ τε καὶ τῆς ἄλλης πόλεως διῃρημένος δῆμος, οἰκεῖος ὄντως ὢν πόλεμος, ὧν τὰ σεμνὰ ὀνομάσαι ὀνόματα μισῶν τε ἅμα καὶ αἰσχυνόμενος παραλείψω; τοῦτο—ὦ Μηνόδωρε—τὸ τῶν ἀνθρώπων γένος ἔλεγον πρὸ τοῦ, καὶ νῦν δὲ λέγω λέγων τε οὐ παύσομαι χρῆναι ἀρχῆς τε τυχεῖν καὶ ἀγωγῆς τῶν ἄλλων ἢ οὐκ ἐλάττονος ἢ καὶ πολλῷ μείζονος.
34 ἀλλὰ τί σχετλιάσαντι ἐοικὼς “βαθείας ὥσπερ, ὃ δὴ λέγεται, ἐκ ψυχῆς ἀνῴμωξας”; Ὅτι—ὦ Θωμάσιε—ἀπεστραμμένῳ μοι καὶ τὸ πράγμα καὶ τὸ ὄνομα, τήν τε ἀκοὴν μεμυκότι καὶ περὶ αὐτὴν δὴ τὴ(ν) ἐκείνου μνήμην, αὐτὸς φέρων ὅλον πρὸ ὀφθαλμῶν ὡς ἐν γραφῆς ἱστορίᾳ προὔθηκας· διὸ καὶ στραφεὶς αἰφνίδιον ὥσπερ ἔβλεψα εἰς τὰς πόλεις ὡς ἐν πίνακι κύκλῳ περὶ τὴν μητέρα καὶ βασιλίδα ἑστώσας, ὑπὸ τῶν τροφίμων καθυβρισμένας καὶ ἀλλήλαις οἱονεὶ διηγουμένας τάς τε ἔνδοθεν αὐταῖς ἐγγιγνομένας βίας τε καὶ προπηλακίσεις καὶ τὰς ἔξωθεν ἐπαγομένας συμφοράς τε καὶ ἁλώσεις, καὶ ἐλεήσας μὴ ἐποιμῶξαι τῷ πάθει οὐκ ἠδυνήθην. ἐνηχεῖσθαι γάρ πως μοι δοκῶ τὴν ἀκοήν, ὡς ἐπὶ τῶν κορυβαντιώντων, τὰ τῆς ἀρχούσης πρὸς αὐτὰς ῥήμα〈τα〉 ψυχαγωγίας ἕνεκα διττῷ γιγνόμενα τρόπῳ, οἰκείου τε δηλαδὴ παραδείγματος ταὐτὰ πασχούσης ἐκείναις. τὸ γάρ τοι ἰσοπαθὲς μέγα τοῖς ἐλάττοσι μάλιστα παραμύθιον καὶ πρός γε φύσεως ἀκολουθία. “τλῆτε, γάρ φησιν, ὦ τέκνα, τλῆτε θυγατέρες ἐμαὶ φύσεως ἔργα ἑκοῦσαι. καιρῶν γὰρ περιόδους φοράς τε καὶ ἀφορίας ἐκεῖνος ὁ δημιουργὸς τοῦ παντὸς διὰ πολλὴν ἀγαθότητα καὶ σοφία(ν) τοῖς ἀνθρωπίνοις μάλιστα εὐταξίας ἐπεκλώσατο χάριν. οὕτω γὰρ ἂν ἑκάτερον εἴημεν κεκερδαγκυῖαι, σύνδρομοί τε γιγνόμεναι τῇ τοῦ θεοῦ βουλήσει ἐπὶ τῷ φύσεως νόμῳ, ῥᾷόν τε φέρουσαι καιρῶν ἐναντιότητας, οὐκ οὔσας μὲν τῇ ἀληθείᾳ— οὐ γὰρ ἔστι, οὐκ ἔστιν οὐδὲν τοῦ παντός, οὐ τῷ ὅλῳ, οὐ μέρει αὐτοῦ, φύσει ἐναντίον—δοκούσας δὲ μᾶλλον διὰ γνώσεως ἀτέλειαν καὶ ζωῆς βραχύτητα”.
35 ἡμῖν μέντοι οὐ παρῶπται ἐν οἷς διεληλύθαμε(ν), ὡς ᾠήθης, ἡ τοιάδε ἀρχή, εἰ καὶ ἔμπαλιν ἢ ὡς ἔλεγες τεταγμένη τυγχάνει. αὐτὸς μὲν γὰρ ἐβούλου, ὡς ἔοικε, τὸ τοιόνδε ἀνθρώπων σύστημα ἀρχῇ ταττόμενον αὐτό τε καθ’ αὑτὸ σωφρονεῖν, τάς τε πόλεις μὴ δηλήσασθαι· ἐγὼ δέ, ἐπεὶ μὴ πέφυκε σωφρονεῖν κακῶς τραφὲν καὶ μάλιστα ἀργίᾳ συζῶν, εἰ δὲ καὶ σώφρονι οὐ τὸ μὴ δηλήσασθαι, ὡς οἶμαι, ἀρκέσει, ἀλλὰ καὶ τροφείων πρὸς δε *** *** 〈ἐναρ〉μόνιον τάξιν. Εἰκότα καὶ ταῦτα—ὦ Μηνόδωρε—καὶ ὄντως πρέποντα ἀγαθῷ. Τούτων δή τοι τῶν θειοτάτων θεωριῶν ἐπόπτης ὡς οἷόν τε ὁ νοῦς γενόμενος καὶ ἐν αὐταῖς τυπωθεὶς κάτεισι διὰ τῶν αὐτῶν δι’ ὧν καὶ ἀνῄει πάλιν ἐρχόμενος· ἃ δὴ τρανέστερον ἢ πρότερον ἰδὼν καὶ τοσοῦτον ὅσον τότε μὲν δόξῃ τε καὶ διανοίᾳ ὑποθέσεσι χρώμενος, μεταστὰς δέ, οἷα δὴ ἀνωτάτω γενόμενος κἀκείνῳ λαμπρυνθεὶς τῷ θείῳ, φωτεινῷ τε τῷ καθαρωτάτῳ καὶ ἐπιστήμῃ, οὕτω τε τὴν ἀλήθειαν ὡς οἷόν τε λαβών, τὴν ἐν ἑκάστοις ἐντετυπωμένην τῆς τἀγαθοῦ ἰδέας ὁμοιότητα, τὸ δὲ δὴ λοῖσθον εἰς αὑτὸν αὐτὸς ἄνωθεν ἐπανελθών, εἰκότως ἂν ζητοῖ πάλιν ἐπιστημονικώτερον, τίς τε ἂν εἴη καὶ ποῖ κόσμου τεταγμένος, τίνα τε καὶ ὁποίαν τάξιν εἰληχώς.
36 Καὶ μάλα μὲν οὖν εἰκότως οὕτω ζητεῖν ἄξιον. Ζητῶν δέ—ὦ Θωμάσιε—ἀναγκαίως ἂν καὶ τῇδε αὐτὸς πρὸς αὑτὸν διαλέγοιτο ὅτι ἡ πρώτη τῶν ὄντων αἰτία, πάντα τὰ ὄντα δημιουργοῦσα κατὰ τοὺς ἐνόντας αὐτῇ θείους ἑκάστων λόγους, αὐτὴ μὲν πάντα καὶ πάντων ἐπέκεινα ὑπεριδρυμένη καὶ ἑαυτῆς ἀνεκφοιτήτως ἔχουσα, τὰς ἀγαθουργοὺς δὲ τοῖς οὖσ〈ιν〉 ἐξ ἑαυτῆς ἐνιεῖσα προνοίας, οἷον ἔκ τινος κέντρου ἐπὶ κύκλον εὐθείας, εἰ δὲ βούλει, τοῦ ἡλίου, ὁμοιότερον εἰπεῖν, τὰς ἀκτῖνας, δι’ αὐτῶν πᾶσι πάρεστιν, ἀρχάς τε πρωτουργοὺς ἐπιστήσασ〈α〉, αὐτῷ μὲ(ν) νοητῷ ὅλῳ κόσμῳ τὸν νοητὸν ἥλιον, τῶν δὲ ἐν αὐτῷ νοερῶν δυνάμεων ἄλλην ἐπ’ ἄλλης ταξιαρχίαν, τῷδε δὲ τῷ αἰσθητῷ τόνδε τὸν αἰσθητὸν ἥλιον, τῶν δ’ ἐν αὐτῷ ὁμοίως ἑκάστῳ ἑκάστην ἔφορον δύναμιν, τοῖς δ’ αὖ στοιχείοις τὴν σελήνην, καὶ τούτων πάλιν ἑκάστῳ ἑκάστην· οὕτω δὲ τούτων ἐχόντων λειπόμενον ἂν εἴη καὶ τῶν ἐκ τῶν στοιχείων ἕκαστον ἀρχὴν ἔχειν ἐκείναις ἀναλογόν τινα· οὐδὲ γὰρ οὐδὲ ταῦτα ἄναρχα, οὐδὲ μὴν ἄτακτα. οὐκοῦν καὶ τὸ ἀνθρώπων γένος, ὁπόταν καὶ ὁ εἷς ἄν(θρωπ)ος ἐξ ἄρχοντος καὶ ἀρχομένου ἐδείκνυτο ξυνεστάναι, οὐκοῦν καὶ πολιτεία ἀναγκαίως ἀρχὴν ἔχοι θεῷ κατ’ ἀξίαν τε καὶ δύναμιν ὁμοίαν· τῆς γὰρ ἀγαθοῦ ἀγαθύνσεως ἀμέτοχον τῶν ὄντων παντελῶς οὐδέν.
37 τίς δ’ ἂν εἴη ἡ τοιάδε ἀρχὴ ἢ μόνη βασιλεία τε καὶ βασιλεὺς τῷ οὐ(ρα)νίῳ ὅμοιός τε κατὰ τὸ δυνατὸν καὶ ὁμώνυμος, εἰ καὶ φθαρτὸν ἀφθάρτῳ χρῆμα, φέρων δὲ ὅμως ἐν ἑαυτῷ τὴν θείαν ὁμοιότητα, καὶ τοῦτο διττὴν μόνος ἐν ἀ(ν)θρώποις περικείμενος, ὧν τὴν μὲν ἑτέραν ὡς ἄνθρωπος μετ’ ἀνθρώπων, τὴν δὲ ἑτέραν ὡς βασιλεὺς ὑπὲρ τοὺς ἄλλους ἀνθρώπους; Καὶ λόγῳ συμβαίνο(ν)τα—ὦ Μηνόδωρε—διαλέγοιτο ἂν οὕτως πρὸς αὑτὸν διαλεγόμενος. Τὸν δὴ τρόπον τοῦτον—ὦ Θωμάσιε—εὑρὼν ὁ κατὰ Πλάτωνα βασιλεύων φιλοσόφως (καὶ) φιλοσοφῶν βασιλικῶς τίς τε ἂν εἴη, ὡς ἐλέγετο, καὶ ποῖ κόσμου τεταγμένος, εἰκότως ἂν καὶ ὁμοίως ἐκείνῳ κατὰ τὸ δυνατὸν ἐφιοῖτο βασιλεύειν, οὗ ἐστιν ὁμοίωμά τε καὶ εἰκών· ἢν δὲ μή, οὐκ ὄντως ἂν εἴη βασιλεύς, ὄνομα δὲ μόνον ἄλλως κενόν. Πᾶσα ἀνάγκη. Βούλει οὖν—ὦ Θωμάσιε—ὑπογράψωμεν ἐν ἀρχῇ πῶς ἂ(ν) βασιλεύων εὖ τε καὶ ὁμοίως ἐκείνῳ βασιλεύοι, ἢ ὡς εὔδηλον παραδράμωμεν ἵνα μὴ καὶ περιττοὶ φαινώμεθα ἢ πάντως γε φιλότιμοι ἐν τοῖς λόγοις; Καὶ πάνυ μὲν οὖν βούλομαι—ὦ Μηνόδωρε—ἐπεί γε τέως ἐμοί, πρὶν ἢ ἀκοῦσαι, μὴ οὐκ εὔδηλον· ἀλλ’ εἰ καὶ ὑπῆρχεν, δῆλον ὅτι τοῦ λέγειν τοιούτους καὶ ἀκούειν λόγους πολλάκις τε καὶ πλεονάκις ἀνακυκλεῖν ὠφελιμώτερον.
38 αἲ γάρ—ὦ Μηνόδωρε—ταῦτα καὶ τὰ τούτοις ὅμοια παρὰ πάντα τὸν βίον λεγόμενά τε {καὶ} ἀκούειν ἐνῆν καὶ ὁρᾶν πραττόμενα καὶ τούτων περαιτέρω μηδέν, ἢν δὲ μή, τοῖν δυεῖν τὸ γοῦν ἕτερον, ἀκούειν. οὕτω γὰρ ἂν ἡ μία πρᾶξις τρισσῶς ἂν ἐγένετο τοῖς μετιοῦσιν ἀγαθή· μοχθηρῶν μὲν πράξεων ἀκουσμάτων τε ἅμα καὶ θεαμάτων ἀπαλλαγή, λόγων δὲ ὠφελίμων ἀκρόασις (καὶ) πραγμάτων, εἰ καὶ μὴ ἐνέργεια, θεωρία δὲ ὅμως οὐκ ἀνόνητος ἴσως ποτὲ τοῖς ἐντυγχάνουσιν ἐσομένη, ἐπὴν μάλιστα αὕτη ἡ μοῦσα τιμωμένη δυναστεύῃ ἐν ἀνθρώποις. καιρῶν γὰρ ἐπὶ πᾶσίν 〈εἰσιν〉 ἐναρμόνιοι περιφοραί. μὴ δὴ τοιαῦτα λέγων ἀπολείπῃς ἥδιστά γε ἀκούοντί μοι. Ὁ θ(εό)ς—ὦ Θωμάσιε—ἀγαθὸς καὶ σοφὸς καὶ δυνατὸς καὶ δίκαιος τῶν τε μελλόντων προνοητικὸς ἐν τοῖς ἔμπροσθεν ἐδείχθη· ταῦτα δὲ παρ’ αὐτῷ μὲν ἕν τί ἐστι καὶ ἴσως ἐνεργεῖται, παρ’ ἡμῖν δὲ οὐκ ἄλλως ἢ διαιρετῶς θεωρεῖσθαι, πολλῷ δὲ ἧττον καὶ λέγεσθαι δυνατά. τὸν οὖν βασιλέα ὁμοιοῦσθαι βουλόμενον αὐτῷ προσῆκον εἰκότως ἂν εἴη πρῶτον μέ(ν), ἀγαθὸν ὄντα, ἀγαθύνειν τοὺς βασιλευομένους, ἀγαθύνσεως δὲ αὐτῷ διττὸν εἶδος, ἓν μὲν περὶ τὰ ψυχικὰ ἤθη καταγιγνόμενον τῇ ἀρετῆς διδασκαλίᾳ τῇ οἰκείᾳ, μιμήσει μᾶλλον ἢ λόγοις γιγνομένῃ, ὃ πάντων μάλιστα παιδευτικὸν ἂν εἴη τῶν ὑπηκόων, ἕτερον δὲ περὶ τὴν τῶν νόμων φυλακὴν καὶ πᾶσαν τὴν πολιτικὴν εὐταξίαν, περὶ ἧς καὶ προδιεληλύθαμεν, πατέρα τε αὐτὸν τῶν πολιτῶν γιγνόμενον πολλῷ περὶ αὐτοὺς τῶν φυσικῶν προμηθέστερον, εἴπερ ἐκεῖνοι μὲν ὀλίγων ἴσως, οὗτος δὲ πατὴρ πολλῶν ἂν εἴη καὶ λέγοιτο—κἀν τούτῳ γὰρ ἀνάγκη μιμεῖσθαι θ(εό)ν, ἀνθρώπων τε πατέρα λεγόμενον καὶ πατρικῶς αὐτῶν προνοούμενον—καί, ἅπαξ ἁπλῶς, ζῶντα οὐχ ἑαυτῷ οὔτε δι’ αὑτόν, ἀλλὰ τοῖς βασιλευομένοις καὶ δι’ αὐτούς, καί, εἰ ἀναγκαῖον εἴη, τὴν ψυχὴν ὑπὲρ αὐτῶν τιθέντα, ὃ δὴ καὶ παρ’ ἐνίων πολλάκις ἐγένετο, οἷον καὶ Ἀθηναίων Κόδρου.
39 σοφὸν δὲ εἰς τὴν τοῦ δημιουργοῦ σοφίαν ἀφορῶντα, ἣ τὰ ὄντα ἐδημιούργησεν, καὶ αὐτὴν ὡς οἷόν τε μιμούμενον, αὐτὸν μὲν ἐν αὑτῷ τε καὶ περὶ αὑτὸν τὰς ἀρχὰς καὶ τὰς πρώτας αἰτίας τῶν πολιτικῶν πραγμάτων, ὡς ἐκεῖνος τοὺς τῶν ὄντων λόγους, εὖ τιθέντα καὶ περὶ αὐτὰς ἀεὶ στρεφόμενον, οὐκέτι φερόμενον δι’ αὑτοῦ δηλαδὴ εἰς τὰς πόρρω καὶ ὑπαλλήλους ἀρχάς, ἀλλ’ ἐξ ἑαυτοῦ μὲ ὡς ἔκ τινος πηγῆς ἐπιστημονικῶς ἐνιέντα ἐπὶ τὰς ἄλλας ἀρχάς τε καὶ τάξεις τὰς πολιτικὰς προνοίας, διὰ δὲ τῶν ἀρίστων καὶ τῶ(ν) μετ’ αὐτοὺς προσφόρων ἀρχῶν τε καὶ ταγμάτων πρὸς ἕκαστα ἐπιπορευομένας ἰθύνοντα. οὕτω γὰρ οὐδ’ ἂν ἡ βασιλικὴ πρόνοια τῆς τῶν ἀρχικωτάτων εὐθημοσύνης ἀπέσοιτο, καὶ τῶν πολιτῶν ἕκαστος ἐναρμονίως, λύρας τύπῳ, τὰ ἴδια πράττων ἥ τε πολιτεία ταῖς ὅλαις τῆς παναρμονίου συμφωνίας κινουμένη χορδαῖς δικαιοτέρα τε καὶ εὐσταθεστέρα γένοιτο. δυνατὸν δὲ πρῶτον μὲν τῇ οἰκείᾳ ἀρετῇ πίσυνον γιγνόμενον, δεύτερον δὲ τῇ περὶ τὰ πρακτέα εὐβουλίᾳ, τρίτον τῇ περὶ τὰς πράξεις εὐτολμίᾳ, τέταρτον τῇ περὶ τὰ δεινὰ καρτερίᾳ, πέμπτον, ὃ καὶ πολιτικώτατόν τε καὶ δυνάμεως πολλῆς ἐμποιητικόν, τῇ τῶ(ν) ἀρχομένων εὐνοίᾳ τε καὶ φόβῳ, ὧν τὸ μὲν ἁγνείᾳ γίνεται καὶ μισοπονηρίᾳ, ἡ δὲ εὔνοια καλοκἀγαθίᾳ τε καὶ φιλανθρωπίᾳ.
40 δίκαιον δὲ τῇ κατὰ ψυχὴν τοῦ τε λόγου θυμοῦ τε καὶ ἐπιθυμίας εὐταξίᾳ τε (καὶ) ἰδιοπραγίᾳ, ἐξ ἧς ἄν, ὡς φυσικῆς τινος ἀρχῆς, ἡ κατ’ ἐνέργειαν προΐοι δικαιοσύνη περί τε θεὸν καὶ τὰ θεῖα καὶ τὰ πολιτικὰ πρεπόντως τε γιγνομένη καὶ κατ’ ἀξίαν ἕκαστα διατιθεῖσα· διήκοι δὲ οὐδὲν ἧττον καὶ ἄχρι τῆς τῶν κατοιχομένων μνήμης τε μάλιστα καὶ τιμῆς τῶν ὑπὲρ πολιτείας τετελευτηκότων. προνοητικὸν δὲ προορῶντα δηλαδὴ καὶ προαισθανόμενον ἔκ τε τῆς τῶν καιρῶν ποιότητος καὶ τῆς τῶν πραγμάτων κινήσεως τὰ συμβήσεσθαι μέλλοντα. ἄτοπον γὰρ γεωργὸν μέντοι σημεῖον ποιεῖσθαι εὐετηρίας τε καὶ ἀφορίας, φυτῶν τε τίνων καὶ πο〈ί〉ων πρωϊαίτερά τε καὶ ὀψιμώτερα βλαστήματα καὶ πρός γε ἀέρων καταστήματα, βουκόλον δὲ καὶ προβατέα νομῆς βελτίονος ἢ χείρονος θηρίων τε ἐπελεύσεως τὰ βοῶν καὶ οἰῶν σκιρτήματα καὶ στυγνάσματα, κυβερνήτην δὲ χειμῶνος καὶ γαλήνης ἀνέμων τε σφοδροτέρων καὶ πραοτέρων ἀστέρων γε μὴν ἐπιτολάς τε καὶ κρύψεις, ἔτι δὲ καὶ νεφῶν γενέσεις, εἰ δὲ βούλει (καὶ) ζῴων ἀλόγων τά τε χερσαῖα καὶ ἔνυδρα καὶ ἀέρια ἄλλα ἐπ’ ἄλλοις φυσικήν τινα πρόγνωσιν, πολιτείας δὲ κυβερνήτην μὴ ἔχειν ὅτῳ τὰς τῆς πολιτείας [π]ροορῴη κινήσεις τε καὶ μεταβολάς. τοῦδε δὲ διττόν, οἶμαι, ἂν εἴη τεκμήριον, ὧν ἕτερον μὲν ἐφ’ ἡμῖν, ἕτερον δὲ 〈οὔ〉. οὐκ ἐφ’ ἡμῖν μὲν αἱ τῶν καιρῶν φοραί τε καὶ ἀφορίαι ταῖς τοῦ πα(ν)τὸς περιφοραῖς συμφερόμεναι, ἅς, εἰ καὶ μὴ στῆσαι δυνατόν, προορᾶσθαι δὲ ὅμως (καὶ) εὖ διαθεῖναι τ[ὸ πᾶν] δυνατὸν τῷ γε ὄντως πολιτικῷ ἀνδρί.
41 ἐφ’ ἡμῖν [δὲ δι]καιοσύνη τε καὶ ἀδικία, εὐνομία τε καὶ δυσνομία, ἥ τε περὶ τὸν θεὸν τιμὴ καὶ ὀλιγωρία. ταύται[ς] γὰρ εὖ ἴσθι, ὦ [β]έλτιστε, ὅτι πᾶσα ἀνάγκη συμφ[έ]ρεσθα[ι] καὶ συνδιατ[ί]θεσθαι τὴν πολιτείαν. φυς ... ρα[ ... ] .. ἐν αὐτ[ῇ τ]ὴν ὁμοίαν εἰκότως ἂν καὶ ἐλπίδα παρέχ[οι]το μαντείας α .... ασι καὶ θεὸς ἡ μία τε .... ροστερα[ ... ]ω, καὶ ἀλλότριον οἶμαι βασιλικῆς μάλιστα μεγαλοφροσύνης τὸ αἱρεῖσθαι πρὸς ἄλλων μανθάνειν τὰ μέλλοντα, ὥσπερ εἴ [τ]ις πιστεύειν ἕλοιτο μᾶλλον τοῖς ὄναρ τι φανταζομένοις ἢ τοῖς ὕπαρ γιγνομένοις. ἄτοπον γάρ, ὡς Ἰουβενάλιός φησι(ν), ταὐτόν τινα ἔξωθεν αὑτοῦ καὶ μὴ μᾶλλον ἐν αὑτῷ ζητεῖν. τῇδε δὲ μάλιστα ῥᾷστα ἂν ἀποσκοποίη μέλλουσαν εἰς τὴν πολιτείαν ἐμπεσεῖν ἀταξίαν· τῶν γὰρ τῆς πολιτείας ταγμάτων τὰ μὴ οἰκεῖα πραττόντων, καὶ τῶν μὲν ἱερέων ἀνιέρως ζώντων, τῶν δὲ ἀρίστων ἐκλειπόντων, τοῦ δὲ στρατιωτικοῦ λειποτακτοῦντος, τῶν δὲ ἄλλω(ν) ἀστικῶν συστημάτων ἀδεῶς τε καὶ πρὸς τὸ σφίσιν ἡδὺ πολιτευομένων, καὶ πρός γε τῆς βασιλείας, ὅπερ πρῶτον τοῦ κακοῦ αἴτιον, ὀλίγως ἐχούσης περὶ αὐτά, πῶς οὐ πρόδηλος ὁ τούτοις ἑψόμενος ὄλεθρος, ὁπόταν δὴ καὶ ἑνός, εἰκός, τουτωνὶ τῶν ταγμάτων παρακινουμένου κινδυνεύσει καὶ τὰ ἄλλα αὐτῷ συγκαταλυθῆναι, ὥσπερ ἐπὶ οἰκοδομίας, φέρε, μέρους τυχὸν φθειρομένου, συμφθαρήσεται αὐτῷ καὶ τὸ λοιπὸν εἰ μὴ προκαταλάβοι τὸν ἐπιμεληθησόμενον; πάνυ γάρ, ὡς ἐγᾦμαι, καὶ σαφέστερον τόδε γίγνεται ἢ τὰ ἐκ μαντείας καὶ οἰωνῶν καὶ θυοσκοπίας. διό τοι χρὴ τὴν πάντων κρατοῦσαν ἀρχὴν προθεωρῆσαι ἂν τὰς τοιαύτας κινήσεις προκαταλαμβάνουσάν τε ἀναστέλλειν, ὡς ἂν μή, αὔξοντος τοῦ κακοῦ, δυσδιορθουμένη τῆς δικαιοσύνης πάμπαν ἀπεληλαμένη [εἴη. κ]αλὸν γὰρ καὶ τὸ Κάτωνος τοῦ πρεσβύτου. ὁρῶν γὰρ [το]ὺς Ῥωμαίους περὶ τὰς μαντείας ἐπτοημέ〈νουσ〉 ἔλεγεν· ”[τ]ί, ἄνδρες πολῖται, τί δήποτε ζητοῦμεν τὰ καθ’ ἡ[μ]ᾶς ἔξωθεν [ἡ]μῶν; ἰδοὺ γὰρ πολιτεῦσαι ἄλλα καὶ δή περ ἄλλα ἐν ἡμῖν α[ὐ]τοῖς.
42 δυοῖν οὖν πότερον ἂν βουλοίμεθ[α ἑλ]έσθαι; τοῦ[το δ’] ἐστὶ δικαιοσύνη καὶ ἀδικία. εἰ μὲν γὰρ δικαίως [π]ολιτευσαίμεθα πρός τε ἀλλήλους καὶ τοὺς ἔξωθ[εν, ε]ὖ βιωσόμεθα, εἰ δὲ ἀδίκως, ἐνα(ν)τίως”. εἰ μέντοι τῶν ἔξωθέν τινες ἀδικεῖν ἕλοιντο τὴν πολιτείαν, πόλεμον ἐπάγοντες ἄν τε δικαίως ἄν τε ἀδίκως, σπουδάζειν χρὴ ἀπολογίαις τε καὶ θεραπείαις ταῖς προσηκούσαις τροπώσασθαι τὸν πόλεμον, ἢν δὲ ἐπιμείνωσιν ἀδικεῖν βουλόμενοι, οὐδ’ οὕτως ἀναγκαία ἡ μαντεία, ἀλλὰ ἀντεπεξάγειν χρήσει. ”〈εἷ〉ς γάρ, καθ’ Ὅμηρο(ν), οἰωνὸς ἄριστος, ἀμύνεσθαι περὶ πάτρης”. ἄλλως τε καὶ ἀπατῶσιν ἐνίοτε αἱ μαντεῖαι τοὺς χρωμένους, ὥσπερ Κροῖσον ἐν τῷ χρησμῷ ἀκούσαντα “Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει”· Λοξίαν γάρ τοι (καί) φασιν Ἀπόλλωνα. Ἦ πολιτικὸν ὄντως—ὦ Μηνόδωρε—τὸ Κάτωνος παράγγελμα καὶ λόγου ἄξιον. Τούτοις φημί—ὦ Θωμάσιε—καὶ τῇδε παρεσκευασμένον εἶναι δεῖν τὸν ὄντως ποιμένα λαῶν. Ὁ τῇδε παρεσκευασμένος ἀνὴρ ᾗ διελήλυθας—ὦ Μηνόδωρε—οὐ δὴ μόνον, κατ’ ἐμὲ εἰπεῖν, βασιλεύς, ἀλλὰ γὰρ καὶ κατὰ Πίνδαρον “μὴ μαστευέτω θ(εὸ)ς εἶναι”. Ἀλλ’ οὔπω καὶ ἐμοί—ὦ Θωμάσιε—ὁ ἄχρι τοῦδε τήν τε ἀρετὴν καὶ δύναμιν ἐπαναβεβηκὼς τελεώτατα ἔχειν τι βασιλικοῦ περὶ ἀξιώματος ἂν ὑπολαμβάνοιτο, εἰ μὴ καὶ ἔργῳ πείσῃ ἡμᾶς αὐτὸς ὁ θεῷ ἐν ἀνθρώποις ἐναλίγκιος ἀνὴρ οὐχ αὑτῷ μᾶλλον ζῶν ἢ τοῖς ἀρχο[μέν]οις, ὃς δὴ καὶ ὅρος ἀληθής τε καὶ εὖ ἔχων ἂν εἴη τοῦ [βασ]ιλείας ὄντως ἀξίου ἀνδρός.
43 Καὶ τί ἂν εἴη—[ὦ Μ]ηνόδωρε—τοῦτο, ὃ μετ’ ἐκεῖνα μὲν τῇ τάξει τιθεῖς, τῇ [δὲ ἀξί]ᾳ, ὡς ἔοικεν, ὑπὲρ αὐτὰ βουλεύει εἶναι; Τὸ καὶ τῇ ἐλαττώσει—ὦ Θωμάσιε—τῆς οἰκείας ἀξίας, ὥς γε τοῖς πολλοῖς δοκεῖ, οὐκ οὔσῃ δὲ τῇ ἀληθείᾳ, ἀλλὰ καὶ δόξῃ πλείονι, τῶν πολιτῶν προ[ν]οεῖν ἑλέσθαι. Πῶς γιγνομένῃ ταύτῃ τῇ τῆς ἀξί[ας] ἐλαττώσει, ἢ πλείονι δόξῃ, ἢ οὐκ οἶδά πως εἰπεῖν πρὶν ἢ ἀκοῦσαι; Πρέπειν εἴποιμ’ ἂν τόν γε οὐ[χ] αὑτῷ ἀλλὰ τοῖς ἀρχομένοις ζῶντα οὐ μόνης ἀξίας περιφρονεῖν ὑπὲρ τῆς τῶν ἀρχομένων σωτηρίας, ἀλ[λ]’ εἰ ἀναγκαῖον εἴη, ὡς καὶ πρὸ τοῦ ἐρρήθη, καὶ αὐτῆς δὴ τῆς ζωῆς. μεμνήσθω οὖν ἡμῖν—ὦ Θωμάσιε—οὗτος ὁ κυβερνήτης τῶν ἀνθρώπων ὅτι ἄνθρωπος ὢν δυοῖν τοῖνδε παθοῖν φύσει ὑπόχρεως ἔφυ, γήρᾳ τε καὶ νόσοις, καὶ ὅτι τούτοιν ὁπότερον ἂν πάσχοι ἢ ἑκάτερον ἀνάγκη καὶ τὴν πολιτείαν ξυμπάσχειν αὐτῷ. οὐ γὰρ λέγει Σενέκας μὲν “ἐσωφρόνει Νέρων καὶ ἐσωφρόνει ἡ πολιτεία, παρεφρόνει, καὶ σὺν αὐτῷ ἐκείνη”, Λίβιος δὲ “τοῖς κρατοῦσιν, φησί, γηρῶσι μὲν συγγηράσκει, ἀσθενοῦσι δὲ συνασθενεῖ, εὖ τε φρονοῦσι καὶ κακῶς συνδιατίθεται τὰ πολιτικὰ πράγματα”; τούτου δὴ μεμνημένος αὐθαιρέτῳ [ἐπιμε]λέσθω γνώμῃ ὅπως ἐντὸς ἔτι τῶν ἑξήκοντα τελῶν ἐνιαυτῶν, τοῖν δυεῖν τὸ ἕτερον· ἢ τὰς πολιτικὰς ἀποθέμενος φροντίδας ὡς μέγιστον ἄχθος ἀνέσεως τύχοι τιμῆς τε ἀπολαύσων τῆς μεγίστης καὶ αὐτῆς ὡς (καὶ) πρότερον, καὶ πρός γε δημοσίως τῆς ἀποχρώσης παντοίας τε δαπάνης, ἄλλου τὴν βασιλείαν ὑπεισιόντος κατὰ τὸν τεθέντα νόμον, ἢ καὶ ἔτι ἐν χερσὶν ἔχοντι τοὺς τῆς πολιτείας οἴακας ὑπεισελευσόμενος συνέσοιτο βοηθός, περιόντος μὲν ἐκείνου τὴν δευτέραν, ἀπιόντος δὲ τὴν ὅλην παραληψόμενος τῆς πολιτείας κυβέρνησιν.
44 τῶν μὲν [πολι]τικῶν μόχθων ἀνεθεὶς εἰκότως ἂν αὐτὸς αὑτ[ῷ] τοὺς τῆς διδασκαλίας ἐπιθήσοι πόνους, διάγ[ων] τοὺς πολίτας πρὸς τοὺς ἀνδρείας μάλιστα πρακτικοὺς λόγους, ἐντιθείς τε αὐτοῖς τὸν τῆς πολιτ[είας] ἔρωτα· οὕτω γὰρ ἂν τῇ ἀληθείᾳ ὃς, ἀνὴρ γενόμενος, ζῶν τε “θεὸς ὣς τίοιτο δήμῳ” καὶ τελευτήσας ἐνθάδε μὲν μνήμην [ἐν] ἀνθρώποις ἀθάνατον καὶ [φ]ήμη[ν] τὴν μεγίστην ἀποφέροιτο, ἐκεῖσε δὲ ἀπιὼν ἐς [μα]κάρων εὐδαίμονα καταντήσοι λῆξιν. Καὶ [εἰκ]ότως μὲν οὖν ὁ τοιόσδε ἀνὴρ τοιᾶσδε ἂν [τ]ύχοι λήξεως τε καὶ μνήμης, πόσον δὲ ὅμως ἀνύων τῆς ζωῆς ἔτος τούτοιν τὸ ἕτερον ἡμῖν ἂν ἕλοιτο; Θές, εἰ δοκεῖ—ὦ Θωμάσιε—τὸ ἑξηκοστὸν τριῶν δεόντων. Παγκάλως—ὦ Μηνόδωρε—καὶ τόδε μοι ἔχειν δοκεῖ, καὶ γιγνόμενον μὲν ῥᾷστά τε καὶ τῷ ποιοῦντι εὐκταιότατα τῇ τε πολιτείᾳ συμφερόντως ἂν γίγνοιτο, μὴ γιγνόμενον δὲ ἐναντίως ἂν ἔχοι ἑκατέρῳ.
45 Οὐκοῦν καὶ ὀρθότατα ἂν πιστεύσαιμεν ὅτι ὁ τοιόσδε ἀνὴρ καὶ προθυμότατα ἂν τοῦτο καταδέχοιτο καὶ μὴ βουλομένους ἴσ[ως] τούς τε ἀρίστους καὶ τοὺς ἄλλους πολίτας πρὸς τοῦτο σχεδὸν ἀναγκάζοι, τὰ συμφέροντα τῇ πολιτείᾳ γίγνεσθαι ἱέμενος νεάζων τε ἅμα καὶ μάλιστα πρὸς γῆρας ἀφικόμενος; Οὐ πιστεύειν μόνον—ὦ Μηνόδωρε—ἀλλὰ δὴ καὶ δυνατῶς πεπεῖσθαι χρεὼν ταῦτα οὕτως ἔχειν. πῶς γὰρ ἂν οὐ προθυμεῖσθαι περὶ αὐτὰ μέλλοι, ὅτε οὐχ αὑτῷ μᾶλλον ἢ τοῖς πολίταις ζῆ(ν) ᾑρημένος; Οὐκοῦν καὶ ὅδε—ὦ Θωμάσιε—προσκείσθω νόμος τοῖς περὶ τῆς βασιλείας κειμένοις. Καὶ μάλιστα μὲν οὖν· ὅλως δὲ τί δήποτε—ὦ Μηνόδωρε— τοιούτους περισπασμοὺς καὶ ταραχὰς μόνον ζῴων ἔλαχεν ὁ ἄνθρωπος, ὡς καὶ τοσαύτης δεῖσθαι περιπετείας τῶν ἔξωθεν βοηθημάτων; Ἤδη μέν—ὦ Θωμάσιε—εἴρηται, εἰ καὶ ἐν βραχεῖ, ἐν οἷς προδιελέχθημεν, ἀλλ’ ἐπεί σοι δοκεῖ καὶ αὖθις πλατύτερόν πως εἰρήσεται. ὁ γάρ τοι πάντων δημιουργὸς τὸν κόσμον διὰ τὴ(ν) οἰκείαν ἀγαθότητα τεκτηνάμενος, τὰ μὲν εἴδη διέκρινεν πρὸς τὴν τοῦ παντὸς εὐταξίαν, ξυνδέων δὲ τῆς εἰρήνης δεσμοῖς ξυνεκεράσατο ἁρμόσας τῇ θείᾳ τέχνῃ, τόν γε θεῖον σφίσιν αὐτὸς ἐνθεὶς ἔρωτα φιλοποιησάμενος πρὸς τὸν ἕνα τῆς εὐκοσμίας λόγον, τοῖς μὲν ὑπερθείοις νοήμασιν ἴσως καὶ δικαίως, ἀνίσως δὲ πρὸς τὴν ἑκάστου ἀξίαν, ἁρμονίας ἕνεκα τοῦ παντός, ἰδέαν τε ἑκάστων ἑκὼν παρ’ αὑτῷ αἰωνίων ἀρχῶν ἐθεμελιώσατο, ἐξ ὧν, ὡς ἔκ τινος πηγῆς ἡγεμόνος *** αὐτοῖς καὶ ἀσύγχυτος ἀεὶ προϊοῦσα συνεκτικὴ καὶ διακρατητικὴ δύναμις.
46 ταῦτα ὧδε διαταξάμενος, πρῶτα μὲν ὡς πρῶτα, δεύτερα δὲ ὡς δεύτερα, τρίτα ὡς τρίτα καὶ οὕτω πάντα ἐφεξῆς, καὶ ἐς ἀεὶ πορεύεσθαι κατὰ τὸν οἰκεῖον λόγον καὶ τάξιν ἀϊδίως ἕκαστον εἰπών, πρὸς τὴν οἰκείαν βούλησιν φερόμενα, τῇ φύσει ἐπένευσεν διὰ τῶν ἐξαλλαγῶν ἀναμορφ[ῶσαι], ταύτῃ δὲ καὶ ἀνακαινίζειν τοῖς ἀγήρῳς καὶ διηνεκέσι [κοσμή]σας πρεσβείοις. τούτων δὴ τὸ γένος τῶν ἀ(ν)θρώπων ἐν τῷδε τῷ καθ’ ἡμᾶς τόπῳ τέταχε μέσως, ὡς κοινωνικῶς ἔχον τι λογικῆς τε καὶ ἀλόγου φύσεως, ὅθεν ἐπιστάμενος ὅτι τὰ μὲν πρὸ αὐτοῦ καὶ μετ’ αὐτὸ εἰρήνην ἄγει ὡς ὄντα ἀσύμμικτα, μηδεμία(ν) πρὸς ἑαυτὰ ταραχῆς ἀφορμὴν ἔχοντα ἐν ἑαυτοῖς, τῶν μὲν λόγῳ καὶ νῷ καθαρωτάτῳ ἐμφορουμένω(ν) καὶ τῆς θείας σπώντων ζωῆς, τῶν δὲ αὐτῇ δὴ τῇ φύσει ταττο〈μέ〉νων, μόνος δὲ ὁ ἄνθρωπος ὑπ’ ἀμφοῖν μεσολαβούμενος ταραχὰς ἔχει ἐν ἑαυτῷ καὶ πολέμους ἔσωθέν τε ἐπανισταμένους καὶ ἔξωθεν ἐναχ[θέν]τας, οἶα τῆσδε τῆς συνθέσεως ἐξ ἑτέρων καὶ ἀνομοίων ξυνεστώσης, τοῦ μὲν τῶν ἐν αὐτῷ τῶν ἄνω ἐφιεμένου, τοῦ δὲ τοῖς κάτω προσιζάνοντος, φύσει γάρ ἐστιν τοῖς ἑτέρων ἐν μέσῳ κειμένοις ἡ πρὸς ἑκάτερα ῥοπὴ ὁλκή τε καὶ ἀνθολκή, ἐξ ὧν ἡ πᾶσα ταραχὴ ψυχαῖς ἐγγίγνεται· τοὔνεκα διὰ πολλὴν ἀγαθότητα ἡ θεία πρόνοια οὐκ εἴασεν ἀπρονόητον τὸ πάθος, ἀλλὰ δύο προσένειμε πρὸς τοῖς ἄλλοις πρώτιστά τε (καὶ) ἄριστα βοηθήματα τῷ ἀνθρωπείῳ λόγῳ, τήν τε διαλεκτικὴν καὶ πολιτικὴν ἐπιστήμην, αἷς ἂν δυνατὸν εἴη τὸ ξυγγενὲς εἰς ταὐτὸ ἀποκαθίστασθαι, ὧν τὸ μὲ(ν) ἰδίως τῷ λόγῳ ἀπένειμεν ἀσώματον ἀσωμάτῳ, τὴ(ν) δὲ πολιτικὴν γνῶσιν τοῖς ἐν σώματι, οἷα καὶ περὶ πράξεις πολιτικὰς ἀμφιέπουσαν· καὶ ἡ μὲν διαλεκτικὴ χρόνῳ πρῶτον αὐτῶν τῆς πρὸς τὰ θεῖα ἀναγωγῆς, ἡ δὲ πολιτικὴ δεύτερον, εἰ καὶ ἐνεργείᾳ πρωτεύοι καὶ ἀξιώματι, εἴπερ ταύταιν ἡ μὲν οὗ ἕνεκα, ἡ δὲ διαλεκτικὴ ἕνεκα τοῦ; Τί οὖν—ὦ Μηνόδωρε—καὶ ἐπὶ τῆς ἁπλῶς καὶ τοῦ ἑνὸς ἀνθρώπου φιλοσοφίας οὐ τὰ αὐτὰ δυνατὸν καὶ ῥηθῆναι καὶ μετὰ δόξης ὀρθῆς πιστευθῆναι; Ἐπελάθου, ὡς ἔοικεν, ὦ φίλε, ἑτέρου ὅτι προερρήθη, ὡς ἐπὶ μὲν ἑνὶ ἀνθρώπῳ, καθ’ ὅσον φιλοσοφοῦντι, δυνατὸν καὶ ῥηθῆναι καὶ ἀληθῶς ῥηθῆναι, ἐπὶ δὲ σωτηρίᾳ κοινῆς πόλεως 〈ἢ〉 πολιτείας ἀδύνατον.
47 ἡμῖν δὲ ἡ ἐξέτασις περὶ πολλῶν ἐστιν, οἶμαι, σωτηρίας· τί γὰρ ἄλλο ἢ τοῦτο βούλεται πολιτικὴ ἐπιστήμη; οὐδὲ γὰρ ἰατρός, τυχόν, πόλεώς τις καθιστάμενος, ἑαυτὸν μὲν καὶ μόνον ἰατρεύων, τῶν δὲ ἄλλων πολιτῶν οὐδένα, ἤδη καὶ πόλεως δικαίως λέγοιτο ἰατρός.
48 Οὐκοῦν, ἐπεί μοί τινα ἐνίσταται περὶ αὐτοῦ, πράως ἀκούων —ὦ Μηνόδωρε—ἐπιλύσασθαι προθυμοῦ τὸ ζητούμενον. ἄτοπον γὰρ οἰόμενον ἐνδεῶς του ἔχειν τὰ εἰρημένα ἑκόντα σιγᾶν. Τί οὖν μέλλεις—ὦ Θωμάσιε; λέγοις δὲ ἂν ἤδη. Λέγω ὅτι, ὡς αὐτὸς φῂς καὶ ἐγὼ συνωμολόγησα, ὁ τέλειος καὶ μακάριος βίος ἐκεῖνός ἐστιν ὡς θεοῦ μίμησιν ἔχων, ἡ δὲ θ(εο)ῦ μίμησις τὸ εὐεργετεῖν τοὺς πολλοὺς ἀνθρώπους ὡς ἐφικτόν, τὸ δὲ εὐεργετεῖν ἀνθρώπους ἐν τῷ ξυνιστάναι μάλιστα δικαίαν πόλιν καὶ πολιτείαν γνωρίζεται. τοῦ〈το〉 δὲ ἄνευ τῆς πολιτικῆς γνώσεως γενέσθαι ἀδύνατον ἐδείχθη. ἀνάγκη οὖν τὸν πολιτικὸν ἢ πάντας. τοὺς πολίτας, ἢ πάντως γε τοὺς πλείους, ποιῆσαι τοιούτους οἷος αὐτὸς ἂν εἴη, ἵνα τοὺς πολλοὺς εὐεργετήσῃ, ὅπερ οἶμαι ἀδύνατον, ἤ, τούτου ἐκποδὼ(ν) ὄντος, ἡττωμένη ἔσται ἡ εἰς πολλοὺς εὐεργεσία. Εἰ μὲν τοῦτο—ὦ Θωμάσιε—ἐπηγγέλλετο ὁ πολιτικός, τοιούτους ἅπαντας οἷος αὐτὸς τοὺς πολίτας ἀποδεῖξαι, ὑπεῖπο(ν) ἄν σοι ὡς ἀληθῆ λέγεις· ἀλλ’ ἐπεί γε ἄλλως ἢ οὕτως ἔχει, γινώσκοις ἂν ὅτι παρ’ οἶμον, τὸ δὴ λεγόμενον, ἦλθες. ἡ γὰρ πολιτικὴ ἐπιστήμη καὶ 〈ὁ〉 ὅμοιος αὐτῇ ἀνὴρ πόλιν δικαίαν καὶ ἐναρμόνιον ἐπαγγέλλεται ποιεῖν οὐχ ἑνὶ τρόπῳ, ἀλλ’ ἅπα(ν)τας μὲν τοὺς πολίτας εὐεργετεῖν τε καὶ σώζειν, οὐ πάντας δὲ τοὺς τοιούτους οἷος αὐτὸς ἀποδείξων, σώζειν δὲ τοὺς μὲν τῇ τῆς ἐπιστήμης μεταδόσει, ὅσοι τούτου φύσει δεκτικοί, τοὺς δὲ δόξῃ ὀρθῇ, τοὺς δὲ καὶ πίστεως παραδόσει, τοὺς δὲ συνηθείᾳ βίου δικαίου, τοὺς δὲ καὶ φόβῳ νόμων πολιτικῶν, τοὺς δὲ καὶ μιμήσει τῆς οἰκείας εὐζωΐας.
49 εἰκὼν δὲ τῶν μὲν κατὰ ἐπιστήμην ζώντων ὅσοι τήν τε ὄψιν ἐρώμενοι καὶ ἐν φωτὶ βαδίζοντες, τῶν δὲ ἄλλων ὅσοι τυφλοὶ ὄντες καὶ ἑαυτοὺς εἰ καὶ ἀγνοοῦντες ὀρθὴν καὶ αὐτοὶ ὁδὸν πορεύονται· πρὸς δὲ μιᾶς σ(ωτη)ρίας ὅμως ἅπαντες, εἰ καὶ διαφόρου, ἐπείγονται. λῆξιν τῇδε τετάχθαι καὶ ἄλλους ἄλλων διαφέρειν γνώσει τε καὶ τῇ ἄλλῃ ἀρετῇ φύσεώς τε ἀξιώματι ὁ τοῦ παντὸς διέταξε λόγος τε καὶ νόμος. Ἀποδέχομαι τὸν λόγον τελείως ἔχοντα καὶ σύμφημί σοι προθύμως. Βούλει οὖν—ὦ Θωμάσιε—ποιὰν δή τινα δόξαν δοξάζωμεν περὶ τῆς πολιτικῆς ἐπιστήμης; ὡς ἄρα θεὸς διὰ πολλὴν ἀγαθότητα προνοούμενος τῆς ἀποικίας τοῦ γένους τῶν ἀνθρώπων, ἣν ἀπὸ τῆς ἄνω πατρίδος ἐν τῷδε τοῦ παντὸς τόπῳ ἀποικισάμενος διετάξατο, τῆς τῶν τῇδε ἕνεκα εὐκοσμίας ἐμηχανήσατο θεία(ν) τινὰ μέθοδον, τὴν πολιτικήν φημι γνῶσιν, δι’ ἧς ἂ(ν) δύναιτο ταῖς τεταγμέναις τῶν καιρῶν περιόδοις ἐπανιόντες τὴν ἄνω μητρόπολιν ἀπολαβεῖν, τὴν τῆς ἀθανάτου πολιτείας ἀξίαν. ἢ πῶς σοι δοκεῖ; Καὶ πῶς ἂν βουλοίμην—ὦ Μηνόδωρε—μὴ τοιαύτην δόξαν ἔχειν περὶ τηλικούτου πράγματος, ὃ μέγιστον ἐν ἀνθρώποις ἐδείχθη; Τοῦτο μὲν ὧδε ἐχέτω· οὐκ ἐνδεῶς δέ, οἶμαι—ὦ Θωμάσιε— ἔδειξεν ὁ λόγος ὅπερ ἐβούλου μαθεῖν, ὁποῖός τε ἂν εἴη βασιλεὺς ἀγαθὸς θ(εο)ῦ εἰκόνα ἐν αὑτῷ φέρων καὶ πῶς ἂν τῇ τῶν θείων μιμήσει τάττοι τὴν πολιτείαν.
50 Παντάπασιν μὲν οὖν. Οὐκ ἄτοπον δὲ οἶμαι διελέσθαι ἀκριβέστερον τὸ θεοῦ περὶ μιμήσεως, ὡς ἂν διηυκρινημένην πως τὴν περὶ αὐτῆς ἔχοιμεν δόξαν. Τῶν ἀτοπωτάτων μὲν οὖν ἄντικρυς ἔγωγε εἴποιμ’ ἄν—ὦ Μηνόδωρε—εἴ τι παραλείποιτο τῶ(ν) δυνατῶν καὶ εἰς τοῦτό γε ἡκόντων. Θεοῦ τοιγάρτοι μίμησιν—ὦ Θωμάσιε—διὰ τὴν τοῦ θ(εο)ῦ ἀγαθότητα ὑπὲρ τὴν τῶν ἀγαθυνομένων δηλαδὴ φύσιν ἐγγίγνεσθαι, οἷς ἂν ἐγγίγνεται, λέγειν ὁ λόγος οὐδαμῶς ὀκνήσει· ἢ πῶς σοι δοκεῖ; Οὐκ ἄλλως—ὦ Μηνόδωρε—ἢ οὕτως. Τὴν μὲν οὖν τοῦ κόσμου ὁμοίωσιν φύσει ἐνεῖναι τῷ ἀνθρώπῳ, εἰ καὶ μείζονος, ὡς ἐρρήθη, ἥσσονι καὶ ὡς ἐγγόνῳ προγόνου, ἁπλῶς τε εἰπεῖν, ὡς δημιουργίᾳ δημιουργοῦ, ἐναργεστέρα πίστις. Παντάπασι μὲν οὖν, ἑκάτερον γὰρ ἴσως κατ’ ἀξίαν ἀγαθύνεται. Οὐκοῦν τὸ ἁπλῶς ἤδη καὶ εἰκαστικῶς ῥηθὲν ἐν οἷς προδιεληλύθαμεν νῦν λόγῳ ἀναγκαίως πεφώραται; Τὸ ποῖον λέγεις; Τὸ συγκινεῖσθαι τὸν ὄντως βασιλικὸν ἄνδρα οὐρανῷ τε καὶ κόσμῳ.
51 Εὔδηλον· ἀνάγκη γὰρ τὸ εἰλικρινῶς ὅμοιον τὸ κατὰ πάντα εἶναι ὅμοιο(ν). Οὐκοῦν—ὦ Θωμάσιε—τὸ ἐν λιταῖς Σωκράτους ὑπολεγόμενον οὐκ ἀνάγκῃ οὐδ’ ἀπροαιρέτως, φυσικῇ δὲ μᾶλλόν τινι καὶ αὐτομάτῳ κινήσει κατορθούμενον ὑπ’ αὐτοῦ φανήσεται; Τί μήν; “Ἄγοις με, φησίν, ὦ Ζεῦ, (καὶ) σύ γ’ ὦ πεπρωμένη, ὅποι ποτ’ ἂν ὑμῖν εἰμι διατεταγμένος, ὡς ἕψομαί γε πρόθυμος, ἢν δὲ μὴ θέλω κακὸς γενόμενος, οὐδὲν ἧττον ἕψομαι”. Ὣς δὲ καὶ τόδε ἔχοι. Οὐκοῦ(ν) πρὸς οὐδὲν ὅλως τῶν ἀνθρωπίνων ταραχθήσεται, εὐθυμίᾳ δὲ μᾶλλον συζῶν ὡς ἐν ἑορτῇ τῇδε τῇ ζωῇ βιώσεται πρὸς τὴν ἐνθένδε μετάστασιν εὖ παρεσκευασμένος ἀεὶ τοῦ τε σώματος οὐκ ἀλεγίζων, ἀπαλλαγῆς δὲ μᾶλλον αὐτοῦ γλιχόμενος καὶ τῆς ἐπὶ τοῖς μέλλουσι τῶν ἐλπισθέντων ἀμοιβῆς. Καὶ μάλα γε εἰκότως, ὅ γε καὶ ἐν σώματι ἤδη ἐκεῖσε μᾶλλον ἢ ἐν ἀνθρώποις ὅλῳ νῷ καὶ ἐπιστήμῃ προπεπολιτευμένος. Ταῦτα καὶ οἷς διαφέρει ἡ βασιλὶς ἐπιστήμη τῆς ἰδιώτιδος γνωρίσματα. Καὶ θειότατα μὲν οὖν, καὶ οὐ πρότερον ἢ νῦν ταῖς ἐμαῖς ἀκοαῖς ὡμιληκότα. Οἶμαι τοίνυν—ὦ Θωμάσιε—ὃ πρότερον ἐλέγομεν περὶ τῆς βασιλείας εἰκασίᾳ μᾶλλον ἢ ἀληθείᾳ δύνασθαι ζητεῖν ὡς νοῦ πάντως ἀνῳκισμένον, νῦν ἡμῖν τῇ ἀληθείᾳ, εἰ καὶ μετὰ τῆς τοῦ λόγου χειραγωγίας, ὡς δύναμις πεφώραται.
52 Καὶ ἀτρεκέστατα μὲν οὖν. Ἔστι δέ, οἶμαι, τὸ τοιόνδε—ὦ Θωμάσιε—ἑκάτερον, περί τε βασιλείας ἀγαθῆς καὶ τοῦ ὁμοίου αὐτῇ ἀνδρός· καὶ ὅτι σαφέστατα δέδεικται πρῶτον εἶναι ἐν ἀνθρώποις ἀγαθὸν τὸ τῆς πολιτικῆς ἐπιστήμης χρῆμα οἷά τε μιμήματα ὑπάρχον τἀγαθοῦ, καὶ τῶν ἄλλων ἐπιτηδευμάτων οὐδὲν οὐδὲ ὑψηλότερον οὐδὲ μὴν ἴσον ἐκείνῳ δύναται εὑρεθῆναι. Σύμφημι. Προθυμότερον ἂν συμφήσαις—ὦ Θωμάσιε—εἰ καὶ τοὺς ἐπὶ τούτῳ σοι κοινωνοῦντας ἀναμνησθείης· ἡ γὰρ ὧν τις οἴεται δόξα τῷ τοῦ βελτίονος ἀξιώματι βεβαιωθεῖσα παρρησία γίγνεται. Τίνας δὲ τούτους φῄς; Σωκράτη τε καὶ τοὺς ἀμφ’ αὐτόν τε καὶ ἐξ αὐτοῦ ἐρρυηκότας, ποταμῶν ἐξ Ὠκεανοῦ δίκην, θείους κατ’ ἀρετὴν καὶ παιδεία(ν) γεγονότας ἄνδρας, οὐ τῆς Ἑλλάδος μόνης, ἀλλὰ καὶ ὅλης φωστῆρας τῆς οἰκουμένης, ὧν Πλάτων καὶ Ξενοφῶν (καὶ) Ἀριστοτέλης καὶ ὁ λοιπὸς τῶν φιλοσόφων ὅμιλος. εὖ γὰρ ὀνομάζει Κικέρων Σωκράτη, ἀρχηγὸν καί, ἵνα ἑκὼν ῥωμαΐσω καὶ αὐτός, πρίγκιπα τῆς ὅλης καὶ ἀληθοῦς φιλοσοφίας ἀποκαλῶν. ὧν Πλάτων μὲν οὔποτε λέγει δύνασθαι οὐδὲ ἣν ὑπογράφει οὐδὲ ἑτέραν πολιτείαν φύεσθαι, οὐδ’ αὖ τὸ γένος ὅλον τῶν ἀνθρώπων σωτηρίαν ἔχειν εἰ μὴ αἱ νῦν ἑκάστη χωρὶς πορευόμεναι φύσεις ἀποκλεισθῶσιν, εἰς ταὐτὸν δὲ συνέλθῃ φιλοσοφία τε καὶ δύναμις πολιτική.
53 Ξενοφῶν δὲ ἐν τοῖς Σωκράτους ἀπομνημονεύμασιν μαρτυρεῖ λέγων· “ὦ Γλαύκων, ἔφη, προστατεύειν ἡμῖν διανενόησαι τῆς πόλεως; ἔγωγε, ἔφη, ὦ Σώκρατες. νὴ Δία, ἔφη, καλὸν γὰρ εἴπερ τι καὶ ἄλλο τῶν ἐν ἀν(θρώπ)οις”. (καὶ) πάλιν· “οὐ δήπου—ὦ Εὐθύδημε—ταύτης τῆς ἀρετῆς ἐφίεσαι δι’ ἣν ἄνθρωποι πολιτικοὶ γίνονται καὶ οἰκονομικοὶ καὶ ἄρχειν ἱκανοὶ καὶ ὠφέλιμοι τοῖς τε ἄλλοις ἀνθρώποις καὶ ἑαυτοῖς; καὶ ὁ Εὐθύδημος· σφόδρα γε, ἔφη, ὦ Σώκρατες, ταύτης τῆς ἀρετῆς δέομαι. νὴ Δία, ἔφη ὁ Σωκράτης, τῆς καλλίστης ἀρετῆς καὶ μεγίστης ἐφίεσαι τέχνης· ἔστιν γὰρ τῶν βασι〈λέων αὕτη καὶ καλεῖται βασι〉λική”. Ἱκανώτατοι τῇ ἀληθείᾳ—ὦ Μηνόδωρε—οἵδε ἄνδρες εἰς πίστιν ὧν ἂν εἴποιεν, εἰ καὶ ὁ λόγος ἀπῇ, καὶ ἱκανὰ τὰ πρὸς αὐτῶν εἰρημένα πρὸς τὴν τῆς πολιτικῆς ἐπιστήμης εὔκλειαν. Ἡμεῖς μέντοι, ὡς ἐγᾦμαι, οἷά τε δειλῶς περὶ λόγοις ἔχοντες, πρῶτον ὀρθῇ δόξῃ, δεύτερον λόγῳ τε καὶ ἀληθείᾳ, τρίτον ταῖς παρὰ τῶνδε μαρτυρίαις τὰ ἑαυτῶν βεβαιωσάμενοι οὐκ ἀπεικότως ἐβεβαιωσάμεθα. Καὶ μάλα μὲν οὖν εἰκότως. Τῆς βασιλείας ἡμῖν εἰς τόσον ὕψους τῷ λόγῳ ἀρθείσης καὶ τῷ οἰκείῳ ἀξιώματι ἐνιδρυθείσης, ῥᾷστα ἄν τις τῇ παραθέσει καταμάθοι τὴν νόσο(ν) τῶν ἀνθρώπων, οὐδὲ σφίσιν μόνον, ἀλλὰ γὰρ καὶ τῇ πολιτείᾳ νοσοποιὸν γιγνομένην.
54 Ὁποίαν δὴ ταύτην λέγεις; Εἴ τῳ ἀν(θρώπ)ων—ὦ Θωμάσιε—φέρβειν ἂν ἐπέταξας τὰ κατ’ ἀγρούς, οἶς τυχὸν ἢ αἶγας, μὴ προμεμαθηκότι τὴν ποιμαντικὴν τέχνην, μηδὲ μὴν τὴν οἱανοῦν πεῖραν αὐτῆς ἐσχηκότι, τί ἂν οἴει αὐτὸν ἀποκριθήσεσθαι; Καὶ τί ἄλλο γε ἢ ὅτι οἷός τ’ ἂν εἴη ἃ 〈μὴ〉 μεμάθηκεν ἐνεργεῖν; Οὐκοῦν—ὦ Θωμάσιε—καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν, ἰατρικῆς, φέρε, καὶ τεκτονικῆς καὶ χαλκευτικῆς καὶ τῶν τοιούτων, καὶ μὴν καὶ ματαιοτεχνιῶν λεγομένων, οἷόν ἐστιν αὐλητικὴ καὶ ὀρχηστικὴ καὶ ὅσαι τοιαῦται, τὰ αὐτὰ ἄν τις γνοίη; Ἀληθέστατα. Ἄγε δή νυν μετάβηθι καὶ ἐπὶ τὴν πολιτικὴν ἐπιστήμη(ν). Τί μήν; Οἶσθα δήπου—ὦ Θωμάσιε—ὅτι οἱ πλεῖστοι τῶν ἀνθρώπων, ἵνα μὴ λέγων πάντες ὑπερβολῇ δόξαιμι χρήσασθαι, μήπω φαντασίαν γοῦν ποτε ἐσχηκότες τῆς περὶ τὰ πολιτικὰ μαθήσεως, οὕτως ἐπιπηδῶσι ταῖς πολιτικαῖς ἀρχαῖς καὶ αὐτῇ δὲ τῇ βασιλείᾳ ἐμβατεύοντες, χρήμασί τε αὐτὰς ὠνούμενοι κολακείαις τε καὶ προσεδρείαις νύκτωρ τε καὶ μεθ’ ἡμέραν, τοῖς τε ἄλλοις γοητευτικοῖς πρὸς τοῦτο χρώμενοι τρόποις ὡς ἤδη *** τικήν, ὁπηνίκα, καὶ εἰ οὕτως εἶχεν, ἐχρῆν προκλήσει τε τῶν πολιτῶν καὶ ἀνάγκῃ σφᾶς αὐτοὺς ἐκδοῦναι τῇ τοιᾷδε λειτουργίᾳ. ἀλλ’ εἰ καὶ ἔροιο εἰ ἔχοιεν πρὸς τοῦτο ἱκανῶς, “καὶ μάλιστα” ἀποκριθήσονται.
55 Τοῦτο μὲν οὖν—ὦ Μηνόδωρε—οὐ δὴ μόνον αὐτὸς γιγνώσκων διατελῶ εἰ καὶ οἴκτιστα ὅμως οὕτω γιγνόμενον, ἀλλὰ γὰρ καὶ πάντες ὅσοι βραχείας γοῦν μετέχουσιν αἰσθήσεως. Ταύτην—ὦ Θωμάσιε—ταύτην φημὶ κακίστην νόσον, μητέρα τε καὶ τροφὸν πάσης τῆς πολιτικῆς κάκης· τὸ μὲν οὖν κακοὺς 〈μὴ〉 ἀτιμάζεσθαι παθῶν χείριστον ἁπάντω(ν) ***