ΠΕΡΙ ΗΡΑΚΛΕΙΑΣ.
Ἰδίως τὸν θρηνούμενον Πριόλαόν φησι, τῶν ἄλλων Βάρυνον λεγόντων τὸν Τιτίου υἱὸν, ὡς Νύμφις καὶ Καλλίστρατος.
Αἰσχύλου Σχόλια Καλλίστρατος ἐν δευτέρῳ Περὶ Ἡρακλείας, Τιτίου παῖδας εἶναί φησι δύο, Πριόλαν καὶ Μαριανδυνὸν, ὃν κυνηγοῦντα ἀπολέσθαι, καὶ μέχρι τοῦ νῦν Μαριανδυνοὺς ἐν ἀκμῇ θέρους θρηνεῖν αὐτόν· τὸν δὲ Μαριανδυνὸν αὐξῆσαι μάλιστα τὴν θρηνητικὴν αὐλῳδίαν καὶ διδάξαι ταύτην Ὕαγνιν τὸν Μαρσύου πατέρα.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Καλλίστρατος δὲ ἐν τῷ δευτέρῳ τοῦ καθʼ Ἡρακλείαν περὶ Τιτίου φησί· «Τιτίας, ἥρως ἐγχώριος, ὃν οἱ μὲν μυθεύονται παῖδα Διὸς, οἱ δὲ τὸν πρεσβύτατον τῶν Μαριανδυνοῦ τοῦ Κιμμερίου παίδων· διʼ ὃν μάλιστα τὸ ἔθνος ηὔξηται, καὶ προάγεται ἔτι εἰς εὐδαιμονίαν.» Καὶ Προμαθίδας δὲ ἐν τοῖς Περὶ Ἡρακλείας λέγει περὶ Τιτίου ὅστις ἦν, καὶ Θεοφάνης. Ἀπεθεώθη δὲ ἀπὸ Μαριανδυνῶν.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Τὸν Τιτίαν οἱ μέν φασι Διὸς παῖδα, οἱ δὲ ἕνα τῶν Ἰδαίων Δακτύλων, οἱ δὲ τὸν πρεσβύτατον τῶν Μαριανδυνοῦ παίδων. Ὁ δὲ Μαριανδυνὸς Φινέως ἢ Φρίξου ἢ Κιμμερίου λέγεται παῖς εἶναι. Ἀπὸ δὲ Τιτίου φασὶ Τίτιον τὴν πόλιν κληθῆναι.
Στέφανος ὁ Βυζάντιος Τάφραι καὶ Τάφρη, ἑνικῶς, χώρα ταφρευθεῖσα περὶ τὴν Μαιῶτιν λίμνην ὑπὸ δούλων ταῖς δεσποίναις συμμιγέντων κατὰ τὸν πολυχρόνιον πόλεμον τῶν Σκυθῶν, τῶν δεσποτῶν πολεμούντων τοῖς Θρᾳξὶν ἢ τοῖς ἐντὸς Ἴστρου, ὡς Καλλίστρατος ἐν τρίτῳ. Ταύτην τὴν χώραν κατοικῆσαι Σατορχαίους. Οἱ οἰκοῦντες Σατορχαῖοι.
Στέφανος ὁ Βυζάντιος Ψίλιον, ποταμὸς μεταξὺ Θυνίας καὶ Βιθυνίας. Δομίτιος Καλλίστρατος ἐν τρίτῳ Περὶ Ἡρακλείας· «Ἐγκυριεύσαντες ἀπὸ τοῦ Σαγγαρίου χωρίου ἕως τοῦ Ψιλίου ποταμοῦ·» Ἔστι καὶ ἄλλος Ψίλις ποταμὸς τῆς Βιθυνίας, ἐκρέων εἰς τὸν Εὔξεινον πόντον.
Στέφανος ὁ Βυζάντιος Ἀρκιρόεσσα, πόλις ἐν Πόντῳ, Ἡρακλείας ὑποτελής. Δομίτιος Καλλίστρατος ἐν τετάρτῃ Περὶ Ἡρακλείας.
Στέφανος ὁ Βυζάντιος Μόκατα, Βιθυνίας πόλις, ὡς Δομίτιος Καλλίστρατος ἐν τῷ Περὶ Ἡρακλείας τετάρτῳ.
Στέφανος ὁ Βυζάντιος Ὁδιούπολις, χωρίον Ἡρακλείας τῆς πρὸς τῷ Πόντῳ. Δομίτιος Καλλίστρατος ἕκτῳ τῶν Περὶ Ἡρακλείας.
Στέφανος ὁ Βυζάντιος Ὀλύμπη, πόλις Ἰλλυρίας, ὡς Δομίτιος Καλλίστρατος ἑβδόμῳ Περὶ Ἡρακλείας.
Ἀθήναιος Τάχʼ οὖν διὰ τοῦτο καὶ Εὐφορίων ὁ ἐποποιὸς τοὺς Μαριανδυνοὺς δωροφόρους κέκληκεν·
Δωροφόροι καλεοίαθʼ ὑποφρίσσοντες ἄνακτας. Λέγει δὲ καὶ Καλλίστρατος ὁ Ἀριστοφάνειος, ὅτι τοὺς Μαριανδυνοὺς ὠνόμαζον μὲν δωροφόρους, ἀφαιροῦντες τὸ πικρὸν τῆς ἀπὸ τῶν οἰκετῶν προσηγορίας, καθάπερ Σπαρτιᾶται μὲν ἐποίησαν ἐπὶ τῶν Εἱλώτων, Θετταλοὶ δʼ ἐπὶ τῶν πενεστῶν, Κρῆτες δʼ ἐπὶ τῶν κλαρωτῶν. Καλοῦσι δὲ οἱ Κρῆτες τοὺς μὲν κατὰ πόλιν οἰκέτας χρυσωνήτους, ἀμφαμιώτας δὲ τοὺς κατʼ ἀγρὸν, ἐγχωρίους μὲν ὄντας, δουλωθέντας δὲ κατὰ πόλεμον· διὰ τὸ κληρωθῆναι δὲ κλαρώτας.
ΠΕΡΙ ΣΑΜΟΘΡᾼΚΗΣ.
Διονύσιος ὁ Ἁλικαρνασσεύς Ὁρᾶν μὲν δὴ ταῦτα ἔξεστι, ἀκούειν δὲ καὶ γράφειν ὑπὲρ αὐτῶν, ἃ Καλλίστρατός τε ὁ Περὶ Σαμοθρᾴκης συνταξάμενος ἱστορίαν, καὶ Σάτυρος ὁ τοὺς ἀρχαίους μύθους συναγαγὼν καὶ ἄλλοι συχνοὶ, παλαιότατος δὲ, ὧν ἡμεῖς ἴσμεν, ποιητὴς Ἀρκτῖνος. Λέγουσι γοῦν ὧδε· Χρύσην τὴν Πάλλαντος θυγατέρα γημαμένην Δαρδάνῳ, φερνὰς ἐπενέγκασθαι δωρεὰς Ἀθηνᾶς, τὰ δὲ Παλλάδια καὶ τὰ ἱερὰ τῶν μεγάλων θεῶν, διδαχθεῖσαν αὐτῶν τὰς τελετάς. Ἐπειδὴ δὲ τὴν ἐπομβρίαν φεύγοντες Ἀρκάδες Πελοπόννησον μὲν ἐξέλιπον, ἐν δὲ τῇ Θρᾳκίᾳ νήσῳ τοὺς βίους ἱδρύσαντο, κατασκευάσαι τὸν Δάρδανον ἐνταῦθα τῶν θεῶν τούτων ἱερὸν, ἀρρήτους τοῖς ἄλλοις ποιοῦντα τὰς ἰδίας αὐτῶν ὀνομασίας καὶ τὰς τελετὰς αὐτοῖς, τὰς καὶ εἰς τόδε χρόνου γινομένας ὑπὸ Σαμοθρᾴκων, ἐπιτελεῖν. Ὡς δὲ μετῆγε τοῦ λαοῦ τὴν πλείονα μοῖραν εἰς τὴν Ἀσίαν, τὰ μὲν ἱερὰ τῶν θεῶν καὶ τὰς τελετὰς τοῖς ὑπομείνασιν ἐν τῇ νήσῳ καταλιπεῖν· τὰ δὲ Παλλάδια καὶ τὰς τῶν θεῶν εἰκόνας κατασκευασάμενον ἀγαγέσθαι μετʼ αὐτοῦ. Διαμαντευόμενον δὲ περὶ τῆς οἰκήσεως τά τε ἄλλα μαθεῖν, καὶ περὶ τῶν ἱερῶν τῆς φυλακῆς τόνδε χρησμὸν λαβεῖν· Εἰς πόλιν, ἣν κτίσητε, θεοῖς σέβας ἄφθιτον αἰεὶ θεῖναι, καὶ φυλακαῖς τε σέβειν θυσίαις τε χοροῖς τε. Εὖτʼ ἂν γὰρ τάδε σεμνὰ καθʼ ὑμετέραν χώραν ᾒ, δῶρα Διὸς κούρης, ἀλόχου σέθεν, ἡ δὲ πόλις σοι ἔσται ἀπόρθητος τὸν ἀεὶ χρόνον ἤματα πάντα. Δάρδανον μὲν οὖν ἐν τῇ κτισθείσῃ τε ὑφʼ ἑαυτοῦ καὶ ὀνομασίας ὁμοίας τυχούσῃ πόλει τὰ ἕδη καταλιπεῖν. Ἰλίου δʼ ἐν ὑστέρῳ χρόνῳ συνοικισθέντος, ἐκεῖ μετενεχθῆναι πρὸς τῶν συγγόνων αὐτοῦ τὰ ἱερά. Ποιήσασθαι δὲ τοὺς Ἰλιεῖς νεών τε καὶ ἄδυτον αὐτοῖς ἐπὶ τῆς ἄκρας, καὶ φυλάττειν διʼ ἐπιμελείας ἧς ἐδύναντο πλείστης, θεόπεμπτά τε ἡγουμένους εἶναι καὶ σωτηρίας κύρια τῇ πόλει. Ἁλισκομένης δὲ τῆς κάτω πόλεως, τὸν Αἰνείαν κύριον τῆς ἄκρας γενόμενον, ἄραντα ἐκ τῶν ἀδύτων τά τε ἱερὰ τῶν μεγάλων θεῶν καὶ ὅπερ ἔτι περιῆν Παλλάδιον. Θἄτερον γὰρ Ὀδυσσέα καὶ Διομήδη νυκτὸς εἰς Ἴλιον ἀφικομένους λαβεῖν. Οἴχεσθαι δὲ κομίσαντα τὸν Αἰνείαν ἐκ τῆς πόλεως καὶ ἐλθεῖν ἄγοντα εἰς Ἰταλίαν. Ἀρκτῖνος δέ φησιν ὑπὸ Διὸς δοθῆναι Δαρδάνῳ Παλλάδιον ἓν καὶ εἶναι τοῦτο ἐν Ἰλίῳ ἕως ἡ πόλις ἡλίσκετο, κεκρυμμένον ἐν ἀβάτῳ. Εἰκόνα δὲ ἐκείνου κατεσκευασμένην μηδὲ ἓν τοῦ ἀρχετύπου διάφορον, ἀπάτης τῶν ἐπιβουλευόντων ἕνεκα, ἐν φανερῷ τεθῆναι, καὶ αὐτὴν Ἀχαίους ἐπιβουλεύσαντας λαβεῖν. Τὰ μὲν οὖν εἰς Ἰταλίαν ὑπʼ Αἰνείου κομισθέντα ἱερὰ, τοῖς εἰρημένοις ἀνδράσι πειθόμενος, γράφω τῶν τε μεγάλων θεῶν εἰκόνας εἶναι, οὓς Σαμοθρᾷκες Ἑλλήνων μάλιστα ὀργιάζουσι.