eul_wid: kdm-aa
Ἀποσπάσματα περὶ τῆς Λακεδαιμονίων ΠολιτείαςFragments on Spartan Constitution
Dioscurides of the 3rd c. BCE Fragments on Spartan Constitution PDF
| t1-3 | ΛΑΚΩΝΙΚΗ ΠΟΛΙΤΕΙΑ. Plutarch. |
| 1 [5] | Lyc. c. 11, 7: (Lycurgo Alcander oculum excusserat;) Τοῦ δὲ πάθους ὑπόμνημα Λυκοῦργος ἱδρύσατο τῆς Ἀθηνᾶς ἱερὸν, ἣν Ὀπτιλέτιν προσηγόρευσε· τοὺς γὰρ ὀφθαλμοὺς ὀπτίλους οἱ τῇδε Δωρεῖς καλοῦσιν. Ἔνιοι μέντοι τὸν Λυκοῦργον, ὧν καὶ Διοσκορίδης ἐστὶν ὁ συντεταγμένος τὴν Λακωνικὴν πολιτείαν, πληγῆναι μέν φασιν, οὐ τυφλωθῆναι δὲ τὸν ὀφθαλμόν· ἀλλὰ καὶ τὸ ἱερὸν τῇ θεῷ τῆς ἀκέσεως χαριστήριον ἱδρύσασθαι. E LIBRO SECUNDO. |
| 2 [5] | Athenaeus IV: Ἀλλὰ μὴν οὐδ’ ὀρθαγορίσκοι λέγονται, ὥς φησιν ὁ Πολέμων, οἱ γαλαθηνοὶ χοῖροι, ἀλλ’ ὀρθραγορίσκοι, ἐπεὶ πρὸς τὸν ὄρθρον πιπράσκονται, ὡς Περσαῖος ἱστορεῖ ἐν τῇ Λακωνικῇ πολιτείᾳ, καὶ Διοσκουρίδης ἐν δευτέρῳ Πολιτείας καὶ Ἀριστοκλῆς ἐν τῷ προτέρῳ καὶ οὗτος τῆς Λακώνων πολιτείας. Plutarch. |
| 3 [10] | Agesil. c. 35: Ὀλίγαις δὲ ὕστερον ἡμέραις περὶ τὴν Μαντίνειαν ἐμαχέσαντο, καὶ τὸν Ἐπαμινώνδαν, ἤδη κρατοῦντα τῶν πρώτων, ἔτι δ’ ἐγκείμενον καὶ κατασπεύδοντα τὴν δίωξιν, Ἀντικράτης Λάκων ὑποστὰς ἔπαισε δόρατι μὲν, ὡς Διοσκουρίδης ἱστόρηκε· Λακεδαιμόνιοι δὲ Μαχαιρίωνας ἔτι νῦν τοὺς ἀπογόνους τοῦ Ἀντικράτους καλοῦσιν, ὡς μαχαίρᾳ πατάξαντος. Οὕτω γὰρ ἐθαύμασαν καὶ ὑπερηγάπησαν αὐτὸν φόβῳ τοῦ Ἐπαμινώνδου ζῶντος, ὥστε τιμὰς μὲν ἐκείνῳ καὶ δωρεὰς ψηφίσασθαι, τῷ γένει δ’ ἀτέλειαν, ἣν ἔτι καὶ καθ’ ἡμᾶς ἔχει Καλλικράτης, εἷς τῶν Ἀντικράτους ἀπογόνων. ΠΕΡΙ ΝΟΜΙΜΩΝ. |
| 4 [5] | Photius Lex.: Σκυτάλη ... Διοσκουρίδης (Διοσκορίδης Suidas) δὲ ἐν τοῖς Περὶ νομίμων τοὺς δανείζοντας ἐν Σπάρτῃ διαιρεῖν σκυτάλην δύο παρόντων μαρτύρων καὶ γράφειν τὸ συμβόλαιον ἐν ἑκατέρῳ τμήματι· καὶ τὸ μὲν ἑνὶ τῶν μαρτύρων διδόναι, τὸ δὲ δι’ ἑαυτοῦ ἔχειν. ΠΕΡΙ ΤΩΝ ΠΑΡ’ ὉΜΗΡῼ ΝΟΜΩΝ. |
| 5 [45] | Suidas v. Ὅμηρος: Ὅτι Διοσκορίδης ἐν τοῖς Παρ’ Ὁμήρῳ νόμοις φησὶν, ὡς ὁ ποιητὴς ὁρῶν τὴν σωφροσύνην οἰκειοτάτην ἀρετὴν οὖσαν καὶ πρώτην τοῖς νέοις, ἔτι δὲ ἁρμόττουσαν καὶ καλῶν χορηγὸν οὖσαν, βουλόμενος πάλιν (Athen. πᾶσιν) ἐμφῦσαι αὐτὴν ἀπ’ ἀρχῆς καὶ ἐφεξῆς, ἵνα τὴν σχολὴν καὶ τὸν ζῆλον ἐν τοῖς καλοῖς ἔργοις ἀναλίσκωσι, καὶ ὦσιν εὐεργετικοὶ καὶ κοινοὶ πρὸς ἀλλήλους, εὐτελῆ κατεσκεύασε πᾶσι τὸν βίον καὶ αὐτάρκη, λογιζόμενος τὰς ἐπιθυμίας καὶ τὰς ἡδονὰς ἰσχυροτάτας γίνεσθαι καὶ πρώτας ἔτι τε καὶ ἐμφύτους οὔσας περὶ ἐδωδὴν καὶ πόσιν· τοὺς δὲ διαμεμενηκότας ἐν ταῖς εὐτελείαις, εὐτάκτους καὶ περὶ τὸν ἄλλον βίον γινομένους ἐγκρατεῖς. Ἐφ’ ᾧ καὶ ἁπλῆν ἀποδέδωκε τὴν δίαιταν πᾶσι, καὶ τὴν αὐτὴν ὁμοίως βασιλεῦσί τε καὶ ἰδιώταις, λέγων (Od. αʹ, 138)· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν· σῖτον δ’ αἰδοίη ταμίη παρέθηκε φέρουσα, δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας, καὶ τούτων ὀπτῶν καὶ ὡς ἐπιτοπολὺ βοείων. Παρὰ δὲ ταῦτα οὔτε ἐν ἑορταῖς οὔτ’ ἐν ἄλλῃ συνόδῳ παρατίθησιν οὐδέν· καίτοι πολλάκις τὸν Ἀγαμέμνονα ποιήσας δειπνίζοντα τοὺς ἀρίστους, Μενέλαον δὲ τοὺς Ἑρμιόνης γάμους ποιοῦντα καὶ τοῦ υἱοῦ καὶ τῆς θυγατρός· καὶ τοῦ Τηλεμάχου πρὸς αὐτὸν παραγενομένου, ( Od. δʹ, 66) νῶτα βοὸς παρέθηκεν ἀείρας ὄπτ’, ἐν χερσὶν ἑλὼν, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ· οὐ γὰρ θρῖα καὶ κάνδυλον καὶ ἄμητας μελίπηκτά τε τοῖς βασιλεῦσιν ἐξαίρετα παρατίθησιν Ὅμηρος, ἀλλὰ ἀφ’ ὧν εὖ ἕξειν ἔμελλον τὸ σῶμα καὶ τὴν ψυχήν. Καὶ Αἴαντα μετὰ τὴν μονομαχίαν νώτοισι γέραιρεν ὁ Ἀγαμέμνων, καὶ Νέστορι γεραιῷ ὄντι κρέας ὀπτὸν βοὸς δίδωσι, καὶ Ἀλκίνῳ δὲ, τρυφερὸν ᾑρημένῳ βίον· σπουδάζων ἡμᾶς ἀποστῆσαι τῶν ἀτάκτων ἐπιθυμιῶν. Καὶ Νέστορα δὲ ποιεῖ παρὰ τῇ θαλάσσῃ τῷ Ποσειδῶνι κεχαρισμένην τινὰ θυσίαν ἐπιτελοῦντα, καὶ πολλοὺς ἔχοντα, τάδε παρακελευόμενον. Ἀλλ’ ἄγ’, ὁ μὲν πεδίονδ’ ἐπὶ βοῦν ἴτω, καὶ τὰ ἑξῆς. Καὶ Ἀλκίνους δὲ τοὺς τρυφερωτάτους ἑστιῶν Φαίακας καὶ τὸν Ὀδυσσέα ξενίζων, ἐπιδεικνύμενος αὐτῷ τὴν τοῦ κήπου κατασκευὴν καὶ τῆς οἰκίας καὶ τὸν αὑτοῦ βίον, τοιαύτας παρατίθεται τραπέζας· καὶ τοὺς μνηστῆρας, ὑβριστὰς ὄντας καὶ πρὸς ἡδονὰς ἀνειμένους, οὔτε ἰχθύας ἐσθίοντας ποιεῖ οὔτε ὄρνιθας οὔτε μελίπηκτα, περιελὼν παντὶ σθένει τὰς μαγειρικὰς μαγγανείας. Athenaeus I, 15: Καὶ Νέστωρ δὲ βόας θύει Ποσειδῶνι παρὰ τῇ θαλάττῃ διὰ τῶν φιλτάτων καὶ οἰκειοτάτων τέκνων, βασιλεὺς ὢν καὶ πολλοὺς ἔχων ὑπηκόους. |
| 5b [45] | Ὁσιωτάτη γὰρ αὕτη ἡ θυσία θεοῖς καὶ προσφιλεστέρα ἡ διὰ τῶν οἰκείων καὶ εὐνουστάτων ἀνδρῶν. —In postremis Athenaeus: τὰς μαγειρικὰς μαγγανείας καὶ τὰ, ὡς ὁ Μένανδρός φησιν, ὑποβινητιῶντα βρώματα, καὶ τὸ παρὰ πολλοῖς λασταυροκάκκαβον καλούμενον βρῶμα, ὥς φησι Χρύσιππος, οὗ ἡ κατασκευὴ περιεργοτέρα. Etenim pergit Excerptor Athenaei c. 16: Πρίαμος δὲ παρὰ τῷ ποιητῇ καὶ ὀνειδίζει τοῖς υἱοῖς ἀναλίσκουσι τὰ μὴ νενομισμένα, Ἀρνῶν ἠδ’ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες. [Φιλόχορος δὲ ἱστορεῖ καὶ κεκωλύσθαι Ἀθήνησιν ἀπέκτου ἀρνὸς μηδένα γεύεσθαι, ἐπιλιπούσης ποτὲ τῆς τῶν ζῴων τούτων γενέσεως.] Ἑλλήσποντον δὲ Ὅμηρος ἰχθυόεντα προσαγορεύων, καὶ τοὺς Φαίακας πλωτικωτάτους ποιῶν, καὶ ἐν τῇ Ἰθάκῃ εἰδὼς λιμένας πλείους καὶ νήσους προσεχεῖς πολλὰς, ἐν αἷς ἰχθύων ἐγίνετο πλῆθος καὶ ἀγρίων ὀρνίθων, καὶ εἰς εὐδαιμονίαν δὲ καταριθμῶν τὸ τὴν θάλασσαν ἰχθῦς παρέχειν, ὅμως τούτων οὐδὲν οὐδένα ποιεῖ προσφερόμενον· καὶ μὴν οὐδ’ ὀπώραν παρατίθησί τινι, καίπερ οὖσαν πολλὴν, καὶ ἥδιστα ταύτης μνημονεύων καὶ πάντα χρόνον παρασκευάζων ἀθάνατον. «Ὄγχνη γὰρ, φησὶν, ἐπ’ ὄγχνῃ» καὶ τὰ ἑξῆς. Ἀλλὰ μὴν οὐδὲ στεφανουμένους οὐδὲ μυρουμένους ποιεῖ, ὥσπερ οὐδὲ θυμιῶντας, ἀλλὰ πάντων τούτων ἀπολύων τοὺς ἀνθρώπους εἰς εὐτέλειαν καὶ αὐτάρκειαν ἐξαιρεῖται τοὺς πρὸ τοῦ. Καὶ θεοῖς δὲ ἁπλῆν ἀποδίδωσι δίαιταν, νέκταρ καὶ ἀμβροσίαν. Καὶ τοὺς ἀνθρώπους δὲ ποιεῖ τιμῶντας αὐτοὺς ἀπὸ τῆς διαίτης, ἀφελὼν λιβανωτὸν καὶ σμύρναν καὶ στεφάνους καὶ τὴν περὶ ταῦτα τρυφήν. Καὶ τῆς ἁπλῆς δὲ ταύτης διαίτης οὐκ ἀπλήστως ἀπολαύοντας παρίστησιν, ἀλλ’ ὡς οἱ κράτιστοι τῶν ἰατρῶν ἀφαιροῦσι τὰς πλησμονάς. Αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, καὶ τὴν ἐπιθυμίαν πληρώσαντες οἱ μὲν ἐξώρμων ἐπὶ μελέτην ἀθλητικὴν, δίσκοισι τερπόμενοι καὶ αἰγανέαις, τῇ παιδιᾷ τὰ πρὸς σπουδὴν ἐκμελετῶντες· οἱ δὲ κιθαρῳδῶν ἠκροῶντο τὰς ἡρωικὰς πράξεις ἐν μέλει καὶ ῥυθμῷ ποιούντων. Διὸ οὐδὲν θαυμαστὸν, τοὺς οὕτω τεθραμμένους ἀφλεγμάντους εἶναι τὰ σώματα καὶ τὰς ψυχάς. Ἐνδεικνύμενος οὖν καὶ τὴν εὐταξίαν ὡς ὑγιεινόν ἐστι καὶ εὔχρηστον καὶ κοινὸν, τὸν σοφώτατον Νέστορα πεποίηκε Μαχάονι τῷ ἰατρῷ τετρωμένῳ τὸν δεξιὸν ὦμον προσφέροντα οἶνον, ταῖς φλεγμοναῖς ἐναντιώτατον ὄντα—καὶ τοῦτον Πράμνειον, ὃν ἴδμεν παχὺν καὶ πολύτροφον—οὐ διψήσεως ἄκος, ἀλλ’ ἐμφορήσεως ἕνεκα· πεπωκότι γοῦν παρακελεύεται συνεχῶς τοῦτο ποιεῖν· «Σὺ μὲν, φησὶ, καθήμενος πῖνε. |
| 5b (50) [95] | » Καὶ ἐπιξύοντα τυρὸν αἴγειον, ἐπὶ δὲ κρόμυον ποτοῦ ὄψον, ἵνα πλεῖον πίνῃ, καίτοι ἀλλαχοῦ λέγων τὸν οἶνον ἐκλύειν τὴν ἰσχὺν καὶ ἀπογυιοῦν. Περὶ δὲ τοῦ Ἕκτορος Ἑκάβη, οἰομένη μένειν αὐτὸν τὸ καταλειπόμενον τῆς ἡμέρας, παρακαλεῖ πιεῖν σπείσαντα, προτρεπομένη εἰς θυμηδίαν. Ὁ δ’ ὑπερτίθεται, πρὸς πρᾶξιν ἐξιών. Καὶ ἡ μὲν ἀπερισπάστως ἐπαινεῖ τὸν οἶνον, ὁ δὲ μετὰ ἄσθματος ἥκων ἀπωθεῖται· καὶ ἡ μὲν ἀξιοῖ σπείσαντα πιεῖν, ὁ δὲ καθῃμαγμένος ἀσεβὲς ἡγεῖτο. Οἶδε δὲ ὁ Ὅμηρος καὶ τὸ ὠφέλιμον καὶ τὸ σύμμετρον τοῦ οἴνου, οἷς τὸν χανδὸν ἕλκοντα αὐτὸν βλάπτεσθαι φησί. Καὶ κράσεων δὲ γένη διάφορα ἐπίσταται· οὐκ ἂν γὰρ Ἀχιλλεὺς τὸ ζωρότερον κεραίρειν διέστειλε, μὴ οὔσης τινὸς καθημερινῆς κράσεως. Ἴσως οὖν οὐκ ἐγίνωσκεν αὐτὸν εὐδιαφόρητον ἄνευ στερεμνίου σιτίου μίγματος, ὃ τοῖς ἰατροῖς διὰ τὴν τέχνην ἐστὶ δῆλον· τοῖς γοῦν καρδιακοῖς μετὰ οἴνου σιτῶδες ἀναμίσγουσί τι πρὸς κατοχὴν τῆς δυνάμεως. Ἀλλ’ ἐκεῖνος τῷ μὲν Μαχάονι μετ’ ἀλφίτου καὶ τυροῦ δέδωκε τὸν οἶνον, τὸν δ’ Ὀδυσσέα ποιεῖ συνάπτοντα τὴν ἀπὸ τῶν σιτίων καὶ οἴνων ὠφέλειαν· Ὃς δέ κ’ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς. Τῷ δὲ κωθωνιζομένῳ δίδωσι τὸν ἡδύποτον, οὕτω καλέσας αὐτόν· Ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο. Ποιεῖ δὲ Ὅμηρος καὶ τὰς κόρας καὶ τὰς γυναῖκας λουούσας τοὺς ξένους, ὡς οὔτε φλεγμονὴν οὔτε ἀκρασίαν τῶν εὖ βεβιωκότων καὶ σωφρόνως ἁπτομένας. Ἀρχαῖον δὲ τοῦτο ἔθος. Λούουσι γοῦν καὶ αἱ Κωκάλου θυγατέρες, ὡς νενομισμένον, τὸν Μίνω παραγενόμενον εἰς Σικελίαν. Τῆς μέθης δὲ κατατρέχων ὁ ποιητὴς, τὸν τηλικοῦτον Κύκλωπα ὑπὸ μικροῦ σώματος διὰ ταύτην ἀπολλύμενον παρίστησι, καὶ Εὐρυτίωνα τὸν Κένταυρον· τούς τε παρὰ Κίρκῃ λέοντας ποιεῖ καὶ λύκους, ταῖς ἡδοναῖς ἐπακολουθήσαντας. Τὸν δὲ Ὀδυσσέα σώζει, τῷ Ἑρμοῦ λόγῳ πεισθέντα· διὸ καὶ ἀπαθὴς γίνεται. Ἐλπήνορα δὲ, πάροινον ὄντα καὶ τρυφερὸν, κατακρημνίζει. Καὶ Ἀντίνοος δὲ, λέγων πρὸς Ὀδυσσέα «Οἶνός σε τρώει μελιηδής», αὐτὸς οὐκ ἀπείχετο τοῦ πώματος· διὸ καὶ τρωθεὶς ἀπώλετο, ἔτι κρατῶν τὸ ποτήριον. Ποιεῖ δὲ καὶ τοὺς Ἕλληνας ἐν τῷ ἀπόπλῳ μεθύοντας, διὸ καὶ στασιάζοντας· ὅθεν καὶ ἀπόλλυνται. Ἱστορεῖ δὲ καὶ τὸν δεινότατον Αἰνείαν τῶν Τρώων ἐν τῷ βουλεύεσθαι, διὰ τὴν ἐν τῇ μέθῃ παρρησίαν καὶ τὰς ἀπειλὰς, ἃς Τρωσὶν ὑπέσχετο οἰνοποτάζων, ὑπομείναντα τὴν Ἀχιλλέως ὁρμὴν καὶ μικροῦ παραπολλύμενον. Καὶ Ἀγαμέμνων δὲ λέγει που περὶ αὑτοῦ· Ἀλλ’ ἐπεὶ ἀασάμην, φρεσὶ λευγαλέῃσι πιθήσας, ἢ οἴνῳ μεθύων, ἤ μ’ ἔβλαψαν θεοὶ αὐτοί. |
| 5b (100) [105] | εἰς τὴν αὐτὴν τιθεὶς πλάστιγγα τὴν μέθην τῇ μανίᾳ. —Οὕτω δὲ τὰ ἔπη ταῦτα προηνέγκατο Διοσκουρίδης ὁ Ἰσοκράτους μαθητής. —Καὶ ὁ Ἀχιλλεὺς δ’ ὀνειδίζων τῷ Ἀγαμέμνονι, φησίν· Οἰνοβαρὲς, κυνὸς ὄμματ’ ἔχων. Ταῦτ’ εἶπε τὸ Θέσσαλον σόφισμα. ΑΠΟΜΝΗΜΟΝΕΥΜΑΤΑ. |
| 6 [5] | Diogenes L. I, 63: Καὶ αὐτόν (τὸν Σόλωνα) φησι Διοσκουρίδης ἐν τοῖς Ἀπομνημονεύμασιν, ἐπειδὴ δακρύοι τὸν παῖδα τελευτήσαντα, πρὸς τὸν εἰπόντα «Ἀλλ’ οὐδὲν ἀνύτεις», εἰπεῖν, «Δι’ αὐτὸ δὲ τοῦτο δακρύω, ὅτι οὐδὲν ἀνύτω». Athenaeus XI: Ἦν δὲ ὁ Πλάτων πρὸς τῇ κακοηθείᾳ καὶ φιλόδοξος, ὅστις ἔφησεν, Ἔσχατον τὸν τῆς δόξης χιτῶνα ἐν τῷ θανάτῳ αὐτῷ ἀποδυόμεθα, ἐν διαθήκαις, ἐν ἐκκομιδαῖς, ἐν τάφοις· ὥς φησι Διοσκουρίδης ἐν τοῖς Ἀπομνημονεύμασι. |
| 8 | Schol. Apoll. Rhod. I, 741: Διοσκορίδης δὲ ὑπὸ Ἀπόλλωνος (τὴν λύραν δοθῆναι Ἀμφίονι λέγει). |