eul_wid: dwa-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Daily Life by Ameipsias the Comic Poet

Fragments on Daily Life is a modern compilation of surviving passages attributed to the Athenian comic poet Ameipsias, a contemporary and rival of Aristophanes active in the late 5th century BCE. No complete play by Ameipsias survives; the extant corpus consists of 56 fragments extracted from citations by later ancient authors and derived from known play titles. These titles include Konnos, which notably defeated Aristophanes' Clouds in the dramatic competition of 423 BCE, as well as Kokalos, Sappho, and Apokottabizontes ("The Dicers").

The fragments offer piecemeal glimpses into Athenian social life and the intellectual satire characteristic of Old Comedy. They contain mockery of contemporary figures, most famously Socrates, who appeared as a character in Konnos. Other passages depict daily customs, symposiac practices, and the nature of public discourse, with additional references to musical culture and education. These texts are preserved indirectly through the works of later grammarians and anthologists, most extensively by Athenaeus of Naucratis in his Deipnosophistae. The standard modern critical edition is found in Greek Comic Poets (PCG).

Although his complete works are lost, Ameipsias's victory over Aristophanes attests to his contemporary standing. His fragments remain crucial for understanding the broader landscape of Old Comedy beyond the works of Aristophanes and for studying the public perception and literary portrayal of intellectual figures like Socrates in Classical Athens.

ΑΠΟΚΟΤΤΑΒΙΖΟΝΤΕΣ
ἐγὼ δʼ ἰὼν πειράσομαι
εἰς τὴν ἀγορὰν ἔργον λαβεῖν. Β. ἧττόν γʼ ἂν οὖν
νῆστις καθάπερ κεστρεὺς ἀκολουθήσεις ἐμοί.
ἡ Μανία, φέρʼ ὀξύβαφα καὶ κανθάρους
καὶ τὸν ποδανιπτῆρʼ ἐγχέασα θὔδατος.
δυοῖν ὀβολοῖν ἔγχουσα καὶ ψιμύθιον
ἐγὼ δὲ Διόνυσος πᾶσιν ὑμῖν εἰμι πέντε καὶ δύο.
κλιβανίτης ἄρτος
ΚΑΤΕΣΘΙΩΝ
ΚΟΝΝΟΣ
ἐντευθενὶ δίδοται μάλισθʼ ἱερώσυνα,
κωλῆ, τὸ πλευρόν, ἡμίκραιρʼ ἀριστερά.
ὀρφῷσι σελαχίοις τε καὶ φάγροις βορά.
Σώκρατες ἀνδρῶν βέλτιστʼ ὀλίγων, πολλῶν δὲ ματαιόταθʼ, ἥκεις
καὶ σὺ πρὸς ἡμᾶς; καρτερικός γʼ εἶ. πόθεν ἄν σοι χλαῖνα γένοιτο;
Β. τουτὶ τὸ κακὸν τῶν σκυτοτόμων κατʼ ἐπήρειαν γεγένηται.
οὗτος μέντοι πεινῶν οὕτως οὐπώποτʼ ἔτλη κολακεῦσαι.
ὥστε ποιοῦντες χρησμοὺς αὐτοὶ
διδόασʼ ᾄδειν
Διοπείθει τῷ παραμαινομένῳ.
κλιμακίδα
ΚΩΜΑΣΤΑΙ
ΜΟΙΧΟΙ
καὶ σὺ μὲν ... ἦλθες καββαλὼν τριώβολον,
καί τί που κἀμαρτύρησας ψεῦδος, ὥστʼ ἀνεψύχης.
ἀνέῳγον
μιλτωρυχίαν
ΣΑΠΦΩ
νωθρότερον
ΣΦΕΝΔΟΝΗ
τὸ μὲν δόρυ
μετὰ τῆς ἐπιχάλκου πρὸς Πλαταιαῖς ἀπέβαλεν.
λαγὸν ταράξας πῖθι τὸν θαλάσσιον.
κοὐδείς σοὐστὶν τῶν πλουτούντων, μὰ τὸν Ἥφαιστον, προσ- όμοιος,
καλλιτράπεζος καὶ βουλόμενος λιπαρὸν ψωμὸν καταπίνειν.
κατὰ χειρὸς ὕδωρ
ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ
Α. αὔλει μοι μέλος,
σὺ δʼ ᾆδε πρὸς τήνδʼ· ἐκπίομαι δʼ ἐγὼ τέως.
Β. αὔλει σύ, καὶ σὺ τὴν ἄμυστιν λάμβανε.
«οὐ χρὴ πόλλʼ ἔχειν θνητὸν ἄνθρωπον,
ἀλλʼ ἐρᾶν καὶ κατεσθίειν· σὺ δὲ κάρτα φείδῃ.»
εἰ μὲν θανοῦσιν ἔστι τις τιμὴ κάτω,
καταβῶμεν.
ἔρρʼ ἐς κόρακας, μονοφάγε καὶ τοιχωρύχε.
οὐ σχῖνος οὐδʼ ἀσφάραγος, οὐ δάφνης κλάδοι
ἐπʼ αὐτὸν ἥκεις τὸν βατῆρα τῆς θύρας.
ἄκοπος ἀνήρ
ἀναβιβῶμαι
ἀνήκω
ἀνίστω
ἀποσεσύκασται
νεογύνην
ὀρίγανον
ὀφρυάζειν
σκότος καὶ σκότον
στρωματόδεσμον