eul_wid: dwa-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Comic Fragments on Socrates by Ameipsias the Comic Poet

The Comic Fragments on Socrates constitute a modern assemblage of surviving verses from the comedies of Ameipsias, a contemporary and rival of Aristophanes in late fifth-century BCE Athens. These thirty-seven fragments, composed in Attic Greek verse, derive chiefly from his play Konnos, which was staged at the City Dionysia in 423 BCE. The lines preserve jokes and caricatures of the philosopher Socrates, lampooning his notorious poverty, austere lifestyle, and the intellectual company he kept. The complete texts of Ameipsias's plays are lost; these passages survive only because they were quoted by later authors such as Athenaeus and Diogenes Laertius, who referenced them for their anecdotal or linguistic value.

These comic fragments offer vital historical evidence that Aristophanes' celebrated portrayal of Socrates in The Clouds was not an isolated phenomenon but part of a wider pattern of philosophical satire within Athenian Old Comedy. These remnants make it possible to gauge the popular perception of Socrates in his own lifetime, a perception that may have informed the public sentiment culminating in his eventual trial and execution. As such, they serve as a crucial source for reconstructing the "comic Socrates" stereotype and for illuminating the competitive landscape of Athenian comic theatre beyond the works of its most famous practitioner.

ΑΠΟΚΟΤΤΑΒΙΖΟΝΤΕΣ.
Ἐγὼ δʼ ἰὼν πειράσομαι
εἰς τὴν ἀγορὰν ἔργον λαβεῖν. Β. ἧττον γὰρ οὖν
νῆστις καθάπερ κεστρεὺς ἀκολουθήσεις ἐμοί.
Ἡ Μανία, φέρʼ ὀξύβαφα καὶ κανθάρους
καὶ τὸν ποδανιπτῆρʼ ἐγχέασα θὔδατος.
Ἐγὼ δὲ πᾶσίν εἰμι πέντε καὶ δύο.
Δυοῖν ὀβολοῖν ἔγχουσα καὶ ψιμύθιον.
ΚΑΤΕΣΘΙΩΝ.
ΚΟΝΝΟΣ.
Σώκρατες ἀνδρῶν βέλτιστʼ ὀλίγων, πολλῶν δὲ ματαιό- ταθʼ, ἥκεις
καὶ σὺ πρὸς ἡμᾶς καρτερικός τʼ εἶ; πόθεν ἄν σοι χλαῖνα γένοιτο;
Β. τουτὶ τὸ κακὸν τῶν σκυτοτόμων κατʼ ἐπήρειαν γε- γένηται.
οὗτος μέντοι πεινῶν οὕτως οὐπώποτʼ ἔτλη κολακεῦσαι.
Ὥστε ποιοῦντες
χρησμοὺς αὐτοὶ διδόασʼ ᾄδειν
Διοπείθει τῷ παραμαινομένῳ.
Δίδοται μάλισθʼ ἱερώσυνα,
κωλῆ, τὸ πλευρόν, ἡμίκραιρʼ ἀριστερά.
Ὀρφοῖσι σελαχίοις τε καὶ φάγροις βορά.
ΜΟΙΧΟΙ.
Καὶ σὺ μὲν … ἦλθες καββαλὼν τριώβολον,
καί τί που κἀμαρτύρησας ψεῦδος, ὥστʼ ἀνεψύχης.
ΣΑΠΦΩ.
ΣΦΕΝΔΟΝΗ.
Κοὐδείς σοὐστὶν τῶν πλουτούντων, μὰ τὸν Ἥφαιστον, προσομοίως
καλλιτράπεζος καὶ βουλόμενος λιπαρὸν ψωμὸν καταπίνειν.
Λαγὸν ταράξας πῖθι τὸν θαλάσσιον.
Τὸ μὲν δόρυ
μετὰ τῆς ἐπιχάλκου πρὸς Πλαταιαῖς ἀπέβαλεν.
Αὔλει μοι μέλος,
σὺ δʼ ᾆδε πρός· τήνδʼ ἐκπίομαι δʼ ἐγὼ τέως.
Β. αὔλει σύ, καὶ σὺ τὴν ἄμυστιν λάμβανε.
«Οὐ χρὴ πόλλʼ ἔχειν θνητὸν ἄνθρωπον,
“ἀλλʼ ἐρᾶν καὶ κατεσθίειν· σὺ δὲ κάρτα φείδῃ.»”
Ἔρρʼ ἐς κόρακας, μονοφάγε καὶ τοιχωρύχε.
Οὐ σχῖνος οὐδʼ ἀσφάραγος οὐ δάφνης κλάδοι.
Ἐπʼ αὐτὸν ἥκεις τὸν βατῆρα τῆς θύρας.