On Instruments and Furnaces, Genuine Notes-the Omega ElementΠερὶ ὀργάνων καὶ καμίνων γνήσια ὑπομνήματα περὶ
Zosimus of Panopolis On Instruments and Furnaces, Genuine Notes the Omega Element PDF
On Instruments and Furnaces, Genuine Notes is an alchemical treatise composed in Greek by Zosimus of Panopolis around 300 CE. The work functions as a practical manual, offering detailed technical descriptions of the apparatus and furnaces essential for alchemical operations such as distillation and the processing of metals. Its structure is comprised of five distinct passages or notes. The specific designation of "Genuine Notes" in the title underscores its intended purpose as an authoritative and reliable guide to proper laboratory technique, serving to differentiate it from other, less trustworthy writings circulating at the time. Zosimus authored this text during an era when alchemy was a complex fusion of material craft, philosophical speculation, and spiritual doctrine. Modern scholarship interprets the treatise as a manual written for fellow practitioners, providing a valuable window into the workshop culture of late antique Egypt. The text survives as part of larger collections of Greek alchemical writings preserved in medieval Byzantine manuscripts, most notably the Codex Marcianus Graecus 299. As with many ancient technical texts, it has suffered from copyist errors and fragmentation over centuries of transmission. Despite this, its precise descriptions of specialized equipment exerted a significant influence on subsequent alchemical traditions, both in the Islamic world and in medieval Europe.
| [45] | ΤΟΥ ΑΥΤΟΥ ΖΩΣΙΜΟΥ ΠΕΡΙ ΟΡΓΑΝΩΝ ΚΑΙ ΚΑΜΙΝΩΝ ΓΝΗΣΙΑ ΥΠΟΜΝΗΜΑΤΑ Περὶ τοῦ ω στοιχείου Τὸ ω στοιχεῖον στρογγύλον, τὸ διμερές, τὸ ἀνῆκον τῇ ἑβδόμῃ Κρόνου ζώνῃ κατὰ τὴν ἔνσωμον φράσιν, κατὰ γὰρ τὴν ἀσώματον ἄλλο τί ἐστιν ἀνερμήνευτον, ὃ μόνος Νικόθεος 〈ὁ〉 κεκρυμμένος οἶδεν. Κατὰ δὲ τὴν ἔνσωμον, τὸ λεγόμενον Ὠκεανὸς θεῶν, φησί, πάντων γένεσις καὶ σπορά, καθάπερ φασὶν αἱ μοναρχικαὶ τῆς ἐνσώμου φράσεως. Τὸ δὲ λεγόμενον μέγα καὶ θαυμαστὸν ω στοιχεῖον περιέχει τὸν περὶ ὀργάνων ὕδατος θείου λόγον καὶ καμίνων πασῶν μηχανικῶν καὶ ἁπλῶν, καὶ ἁπλῶς πάντων. Ζώσιμος Θεοσεβείᾳ, εὖ εἴη ἀεί. Αἱ καιρικαὶ καταβαφαί, ὦ γύναι, εἰς χλευασμὸν ἐποίησαν τὴν περὶ καμίνων βίβλον. Πολλοὶ γὰρ εὐμένειαν ἐσχηκότες παρὰ τοῦ ἰδίου δαιμονίου ἐπιτυγχάνειν τῶν καιρικῶν ἐχλεύασαν καὶ τὴν περὶ καμίνων καὶ ὀργάνων βίβλον, ὡς οὐκ οὖσαν ἀληθῆ. Καὶ οὐδεὶς λόγος αὐτοὺς ἀποδεικτικὸς ἔπεισεν ὅτι ἀλήθειά ἐστιν, εἰ μὴ αὐτὸς ὁ ἴδιος αὐτῶν δαίμων κατὰ τοὺς χρόνους τῆς αὐτῶν εἱμαρμένης μεταβληθείς, παραλαβόντος αὐτοὺς κακοποιοῦ δέ, εἶπεν. Καὶ τῆς τέχνης καὶ τῆς εὐδαιμονίας αὐτῶν πάσης κωλυθείσης καὶ ἐφ’ ἑκάτερα τραπέντων τῶν αὐτῶν τύχῃ ῥημάτων, μόλις ἐκ τῶν ἐναργῶν τῆς εἱμαρμένης αὐτῶν ἀποδείξεων ὡμολόγησαν εἶναί τι καὶ μετ’ ἐκείνων ὧν πρότερον ἐφρόνουν. Ἀλλ’ οἱ τοιοῦτοι οὐκ ἀποδεκτέοι οὔτε παρὰ θεῷ, οὔτε φιλοσόφοις ἀνθρώποις. Πάλιν γὰρ τῶν ἀστέρων σχηματισθέντων κατὰ τοὺς λεπτοὺς χρόνους καλῶς καὶ τοῦ δαιμονίου σωματικῶς αὐτοὺς εὐεργετοῦντος, πάλιν μεταβάλλονται ἐφ’ ἑτέραν ὁμολογίαν τῶν προτέρων ἐναργῶν πραγμάτων πάντων λελησμένοι, πάντοτε τῇ εἱμαρμένῃ ἀκολουθοῦντες καὶ εἰς τὰς λεγομένας καὶ εἰς τὰ ἐναντία, μηδὲν ἕτερον τῶν σωματικῶν φανταζόμενοι, [ἀλλὰ τὴν εἱμαρμένην]. Τοὺς τοιούτους δὲ ἀνθρώπους ὁ Ἑρμῆς ἐν τῷ περὶ φύσεων ἐκάλει ἄνοας, τῆς εἱμαρμένης μόνους ὄντας πομπάς, μηδὲν τῶν ἀσωμάτων φανταζομένους, μηδὲ αὐτὴν τὴν εἱμαρμένην τὴν αὐτοὺς ἄγουσαν δικαίως, ἀλλὰ [τοὺς] δυσφημοῦντας αὐτῆς τὰ σωματικὰ παιδευτήρια, καὶ τῶν εὐδαιμόνων αὐτῆς ἐκτὸς 〈μηδὲν〉 ἄλλο φανταζομένους. Ὁ δὲ Ἑρμῆς καὶ ὁ Ζωροάστρης τὸ φιλοσόφων γένος ἀνώτερον τῆς εἱμαρμένης εἶπον, τῷ μήτε τῇ εὐδαιμονίᾳ αὐτῆς χαίρειν, ἡδονῶν γὰρ κρατοῦσι, μήτε τοῖς κακοῖς αὐτῆς βάλλεσθαι, πάντοτε ἐναυλίαν ἄγοντες, μήτε τὰ καλὰ δῶρα παρ’ αὐτῆς καταδέχεσθαι, ἐπείπερ εἰς πέρας κακῶν βλέπουσιν. Διὰ τοῦτο καὶ ὁ Ἡσίοδος τὸν Προμηθέα εἰσάγει τῷ Ἐπιμηθεῖ παραγγέλλοντα· τίνα οἴονται οἱ ἄνθρωποι πασῶν μείζονα εὐδαιμονίαν; γυναῖκα εὔμορφον, φησί, σὺν πλούτῳ πολλῷ. |
| (50) [95] | Καί φησι μήτε δῶρον δέξασθαι παρὰ Ζηνὸς Ὀλυμπίου, ἀλλ’ ἀποπέμπειν ἐξοπίσω, διδάσκων τὸν ἴδιον ἀδελφὸν διὰ φιλοσοφίας ἀποπέμπειν τὰ τοῦ Διός, τοῦτ’ ἔστι τῆς εἱμαρμένης, δῶρα. Ζωροάστρης δὲ εἰδήσει τῶν ἄνω πάντων καὶ μαγείᾳ αὐχῶν τῆς ἐνσώμου φράσεως φάσκει ἀποστρέφεσθαι πάντα τῆς εἱμαρμένης τὰ κακὰ καὶ μερικὰ καὶ καθολικά. Ὁ μέντοι Ἑρμῆς ἐν τῷ περὶ ἐναυλίας διαβάλλει καὶ τὴν μαγείαν λέγων ὅτι οὐ δεῖ τὸν πνευματικὸν ἄνθρωπον τὸν ἐπιγνόντα ἑαυτὸν οὔτε διὰ μαγείας κατορθοῦν τι, ἐὰν καὶ καλὸν νομίζηται, μηδὲ βιάζεσθαι τὴν ἀνάγκην, ἀλλ’ ἐᾶν ὡς ἔχει φύσεως καὶ κρίσεως, πορεύεσθαι δὲ διὰ μόνου τοῦ ζητεῖν ἑαυτόν, καὶ θεὸν ἐπιγνόντα κρατεῖν τὴν ἀκατονόμαστον τριάδα καὶ ἐᾶν τὴν εἱμαρμένην ὃ θέλει ποιεῖν τῷ ἑαυτῆς πηλῷ, τοῦτ’ ἔστιν τῷ σώματι. Καὶ οὕτως, φησί, νοήσας καὶ πολιτευσάμενος θεάσῃ τὸν θεοῦ υἱὸν πάντα γινόμενον τῶν ὁσίων ψυχῶν ἕνεκεν, ἵνα αὐτὴν ἐκσπάσῃ ἐκ τοῦ χώρου τῆς εἱμαρμένης ἐπὶ τὸν ἀσώματον. Ὅρα αὐτὸν γινόμενον πάντα, θεόν, ἄγγελον, ἄνθρωπον παθητόν· πάντα γὰρ δυνάμενος πάντα ὅσα θέλει γίνεται. Καὶ πατρὶ ὑπακούει· διὰ παντὸς σώματος διήκων, φωτίζων τὸν ἑκάστης νοῦν, εἰς τὸν εὐδαίμονα χῶρον ἀνώρμησεν ὅπουπερ ἦν καὶ πρὸ τοῦ τὸ σωματικὸν γενέσθαι, αὐτῷ ἀκολουθοῦντα καὶ ὑπ’ αὐτοῦ ὀρεγόμενον καὶ ὁδηγούμενον εἰς ἐκεῖνο τὸ φῶς. Καὶ βλέψαι τὸν πίνακα ὃν καὶ Βίτος γράψας, καὶ ὁ τρίσμεγας Πλάτων καὶ ὁ μυριόμεγας Ἑρμῆς, ὅτι Θώυθος ἑρμηνεύεται τῇ ἱερατικῇ πρώτῃ φωνῇ ὁ πρῶτος ἄνθρωπος, ἑρμηνεὺς πάντων τῶν ὄντων καὶ ὀνοματοποιὸς πάντων τῶν σωματικῶν. Οἱ δὲ Χαλδαῖοι καὶ Πάρθοι καὶ Μῆδοι καὶ Ἑβραῖοι καλοῦσιν αὐτὸν Ἀδάμ, ᾧ ἐστιν ἑρμηνεία γῆ παρθένος καὶ γῆ αἱματώδης καὶ γῆ πυρρὰ καὶ γῆ σαρκίνη. Ταῦτα δὲ ἐν ταῖς βιβλιοθήκαις τῶν Πτολεμαίων ηὕρηνται ὧν ἀπέθεντο εἰς ἕκαστον ἱερόν, μάλιστα τῷ Σαραπείῳ, ὅτε παρεκάλεσεν Ἀσενᾶν τὸν ἀρχ〈ιερέα〉 Ἱεροσολύμων πέμψαντα Ἑρμῆν ὃς ἡρμήνευσε πᾶσαν τὴν Ἑβραΐδα Ἑλληνιστὶ καὶ Αἰγυπτιστί. Οὕτως οὖν καλεῖται ὁ πρῶτος ἄνθρωπος [ὁ] παρ’ ἡμῖν Θωὺθ καὶ παρ’ ἐκείνοις Ἀδάμ· τῇ τῶν ἀγγέλων φωνῇ αὐτὸν καλέσαντες, οὐ μὴν δὲ ἀλλὰ καὶ συμβολικῶς διὰ τεσσάρων στοιχείων ἐκ πάσης τῆς σφαίρας αὐτὸν εἰπόντες κατὰ τὸ σῶμα. Τὸ γὰρ ἄλφα αὐτοῦ στοιχεῖον ἀνατολὴν δηλοῖ, τὸν ἀέρα· τὸ δὲ δέλτα αὐτοῦ στοιχεῖον δύσιν δηλοῖ, τὴν 〈γῆν, τὴν〉 κάτω δύσασαν διὰ τὸ βάρος· 〈...〉· τὸ δὲ μ〈ῦ〉 στοιχεῖον μεσημβρίαν δηλοῖ, τὸ μέσον τούτων τῶν σωμάτων πεπαντικὸν πῦρ τὸ εἰς τὴν μέσην τετάρτην ζώνην. Οὕτως οὖν ὁ σάρκινος Ἀδὰμ κατὰ τὴν φαινομένην περίπλασιν Θωὺθ καλεῖται· ὁ δὲ ἔσω αὐτοῦ ἄνθρωπος ὁ πνευματικὸς καὶ κύριον 〈ἔχει ὄνομα〉 καὶ προσηγορικόν. Τὸ μὲν οὖν κύριον ἀγνοῶν διὰ τὸ τέως· μόνος γὰρ Νικόθεος ὁ ἀνεύρετος ταῦτα οἶδεν. |
| (100) [145] | Τὸ δὲ προσηγορικὸν αὐτοῦ ὄνομα Φως καλεῖται, ἀφ’ οὗ καὶ φῶτας παρηκολούθησε λέγεσθαι τοὺς ἀνθρώπους. Ὅτε ἦν Φως ἐν τῷ παραδείσῳ διαπνεόμενος ὑπὸ τῆς εἱμαρμένης, ἔπεισαν αὐτὸν ὡς ἄκακον καὶ ἀνενέργητον ἐνδύσασθαι τὸν παρ’ αὐτῶν Ἀδάμ, τὸν ἐκ τῆς εἱμαρμένης, τὸν ἐκ τῶν τεσσάρων στοιχείων. Ὁ δὲ διὰ τὸ ἄκακον οὐκ ἀπεστράφη· οἱ δὲ ἐκαυχῶντο ὡς δεδουλαγωγημένου αὐτοῦ. Τὸν ἔξω ἄνθρωπον δεσμόν, εἶπεν ὁ Ἡσίοδος, ᾧ ἔδησεν ὁ Ζεὺς τὸν Προμηθέα. Εἶτα μετὰ τὸν δεσμὸν ἄλλον αὐτῷ δεσμὸν ἐπιπέμπει τὴν Πανδώραν ἣν οἱ Ἑβραῖοι καλοῦσιν Εὔαν. Ὁ γὰρ Προμηθεὺς καὶ Ἐπιμηθεὺς εἷς ἄνθρωπός ἐστι κατὰ τὸν ἀλληγορικὸν λόγον, τοῦτ’ ἔστι ψυχὴ καὶ σῶμα· καὶ ποτὲ μὲν ψυχῆς ἔχει εἰκόνα ὁ Προμηθεύς, ποτὲ δὲ νοός, ποτὲ δὲ σαρκὸς διὰ τὴν παρακοὴν τοῦ Ἐπιμηθέως ἣν παρήκουσεν τοῦ Προμηθέως τοῦ ἰδίου 〈νοῦ〉. Φησὶ γὰρ ὁ νοῦς ἡμῶν· ὁ δὲ υἱὸς τοῦ θεοῦ πάντα δυνάμενος καὶ πάντα γινόμενος, ὅτε θέλει, ὡς θέλει, φαίνει ἑκάστῳ. Ἀδὰμ προσῆν Ἰησοῦς Χριστὸς 〈ὃσ〉 ἀνήνεγκεν ὅπου καὶ τὸ πρότερον διῆγον φῶτες καλούμενοι. Ἐφάνη δὲ καὶ τοῖς πάνυ ἀδυνάτοις ἀνθρώποις ἄνθρωπος γεγονὼς παθητὸς καὶ ῥαπιζόμενος, καὶ λάθρᾳ τοὺς ἰδίους φῶτας συλήσας ἅτε μηδὲν παθών, τὸν δὲ θάνατον δείξας καταπατεῖσθαι καὶ ἐῶσθαι. Καὶ ἕως ἄρτι καὶ τοῦ τέλους τοῦ κόσμου, ἔπεισι λάθρᾳ καὶ φανερᾷ συλῶν τοὺς ἑαυτοῦ συμβουλεύων αὐτοῖς λάθρᾳ καὶ διὰ τοῦ νοὸς αὐτῶν καταλλαγὴν ἔχειν τοῦ παρ’ αὐτῶν Ἀδὰμ κοπτομένου καὶ φονευομένου παρ’ αὐτῶν τυφληγοροῦντος καὶ διαζηλουμένου τῷ πνευματικῷ καὶ φωτεινῷ ἀνθρώπῳ· τὸν ἑαυτῶν Ἀδὰμ ἀποκτείνουσι. Ταῦτα δὲ γίνεται ἕως οὗ ἔλθῃ ὁ ἀντίμιμος δαίμων, διαζηλούμενος αὐτοῖς καὶ θέλων ὡς τὸ πρώην πλανῆσαι, λέγων ἑαυτὸν υἱὸν θεοῦ, ἄμορφος ὢν καὶ ψυχῇ καὶ σώματι. Οἱ δὲ φρονιμώτεροι γενάμενοι ἐκ τῆς καταλήψεως τοῦ ὄντως υἱοῦ τοῦ θεοῦ διδόασιν αὐτῷ τὸν ἴδιον Ἀδὰμ εἰς φόνον, τὰ ἑαυτῶν φωτεινὰ πνεύματα σῴζοντες 〈εἰς τὸν〉 ἴδιον χῶρον ὅπουπερ καὶ πρὸ κόσμου ἦσαν. Πρὶν ἢ δὲ ταῦτα τολμῆσαι τὸν ἀντίμιμον, τὸν ζηλωτήν, πρῶτον ἀποστέλλει αὑτοῦ πρόδρομον ἀπὸ τῆς Περσίδος μυθοπλάνους λόγους λαλοῦντα καὶ περὶ τὴν εἱμαρμένην ἄγοντα τοὺς ἀνθρώπους. Εἰσὶ δὲ τὰ στοιχεῖα τοῦ ὀνόματος αὐτοῦ ἐννέα, τῆς διφθόγγου σῳζομένης, κατὰ τὸν τῆς εἱμαρμένης ὅρον. Εἶτα μετὰ περιόδους πλέον ἢ ἔλαττον ἑπτὰ καὶ αὐτὸς ἑαυτοῦ φύσει ἐλεύσεται. Καὶ ταῦτα μόνοι 〈οἱ〉 Ἑβραῖοι καὶ αἱ ἱεραὶ Ἑρμοῦ βίβλοι περὶ τοῦ φωτεινοῦ ἀνθρώπου καὶ τοῦ ὁδηγοῦ αὐτοῦ υἱοῦ θεοῦ καὶ τοῦ γηΐνου Ἀδὰμ καὶ τοῦ ὁδηγοῦ αὐτοῦ ἀντιμίμου, τοῦ δυσφημίᾳ λέγοντος ἑαυτὸν εἶναι υἱὸν θεοῦ πλάνῃ. |
| (150) [195] | Οἱ δὲ Ἕλληνες καλοῦσιν γήϊνον Ἀδὰμ Ἐπιμηθέα συμβουλευόμενον ὑπὸ τοῦ ἰδίου νοῦ, τοῦτ’ ἔστι τοῦ ἀδελφοῦ αὐτοῦ, μὴ λαβεῖν τὰ δῶρα τοῦ Διός. Ὅμως καὶ σφαλεὶς καὶ μετανοήσας καὶ τὸν εὐδαίμονα χῶρον ζητήσας, πάντα ἑρμηνεύει καὶ πάντα συμβουλεύει τοῖς ἔχουσιν ἀκοὰς νοεράς· οἱ δὲ τὰς σωματικὰς ἔχοντες μόνον ἀκοὰς τῆς εἱμαρμένης εἰσί, μηδὲν ἄλλο καταδεχόμενοι ἢ ὁμολογοῦντες. Ὅσοι τὰς καιρικὰς εὐτυχοῦντες οὐδὲν ἕτερον λέγουσι τῆς τέχνης χλευάζοντες [ἢ] τὴν μεγάλην περὶ καμίνων βίβλον καὶ οὐδὲ τὸν ποιητὴν κατανοοῦσι λέγοντα· ἀλλ’ οὔπως ἅμα θεοὶ δόσαν ἀνθρώποισι καὶ τὰ ἑξῆς καὶ οὐδὲν ἐνθυμοῦνται οὔτε βλέπουσι τὰς τῶν ἀνθρώπων διαγωγὰς ὅτι καὶ εἰς μίαν τέχνην ἄνθρωποι διαφόρως εὐτυχοῦσι καὶ διαφόρως τὴν μίαν τέχνην ἐργάζονται διὰ τὸ ἤθη καὶ διάφορα σχήματα τῶν ἀστέρων 〈διάφορον〉 μίαν τέχνην ποιεῖν καὶ τὸν μὲν ἀγώνων τεχνίτην, τὸν δὲ μόνον τεχνίτην, τὸν δὲ ὑποβεβηκότα, τὸν δὲ χείρονα ἀπρόκοπον. Οὕτως ἔστιν ἐπὶ πασῶν τῶν τεχνῶν καὶ διαφόροις ἐργαλείοις καὶ ἀγωγαῖς τὴν αὐτὴν τέχνην ἐργαζομένους καὶ διαφόρως ἔχοντας τὸ νοερὸν καὶ ἐπιτευκτικόν, καὶ μάλιστα ὑπὲρ πάσας τὰς τέχνας ἐν τῇ ἰατρικῇ ταῦτα ἔστι θεωρῆσαι. Φέρε εἰπεῖν, κατεαγότος ὀστέου, ἐὰν εὑρεθῇ ἱερεὺς ὀστοδέτης, διὰ τῆς ἰδίας δεισιδαιμονίας ποιῶν κολλᾷ τὸ ὀστοῦν ὥστε καὶ τρισμὸν ἀκοῦσαι συνερχομένων εἰς ἄλληλα τῶν ὀστέων. Ἐὰν δὲ μὴ εὑρεθῇ ἱερεύς, οὐ μὴ φοβηθῇ ἄνθρωπος ἀποθανεῖν, ἀλλὰ φέρονται ἰατροὶ ἔχοντες βίβλους καταζωγράφους γραμμικὰς σκιαστὰς ἐχούσας γραμμὰς καὶ ὁσαιδηποτοῦν εἰσιν γραμμαί· καὶ ἀπὸ βιβλίου περιδεσμεῖται ὁ ἄνθρωπος μηχανικῶς καὶ ζῇ χρόνον, τὴν ὑγεῖαν πορισάμενος καὶ οὐ δήπου ἐφίεται ἄνθρωπος ἀποθανεῖν διὰ τὸ μὴ εὑρηκέναι ἱερέα ὀστοδέτην. Οὗτοι δὲ ἀποτυχόντες τῷ λιμῷ τελευτῶσι μὴ καταξιοῦντες τὴν ὀστοδετικὴν τῶν καμίνων διαγραφὴν νοῆσαι καὶ ποιῆσαι, ἵνα μακάριοι γενόμενοι νικήσωσι πενίαν, τὴν ἀνίατον νόσον. Καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον. Ἐγὼ δὲ ἐπὶ τὸ προκείμενον ἐλεύσομαι, ὡς ἔστι περὶ ὀργάνων. Λαβὼν γάρ σου τὰς ἐπιστολὰς ἃς ἔγραψας, εὗρόν σε παρακαλοῦσαν ὅπως καὶ τὴν τῶν ὀργάνων ἔκδοσίν σοι συγγράψω. Ἐθαύμασα δέ σε ὅτιπερ καὶ τὰ μὴ ὀφείλοντα συγγράφεις τυχεῖν παρ’ ἐμοῦ. Ἦ οὐκ ἤκουσας τοῦ Φιλοσόφου λέγοντος ὅτι ταῦτα ἑκὼν παρεσιώπησα διὰ τὸ ἀφθόνως αὐτὰ ἐγκεῖσθαι καὶ ἐν ταῖς ἄλλαις μου γραφαῖς. Σὺ δὲ παρ’ ἐμοῦ ταῦτα μαθεῖν ἠβουλήθης. Ἀλλὰ μὴ οἴου ἀξιοπιστότερον ἐμὲ τῶν ἀρχαίων ξυγγράψαι· γίνωσκε ὡς οὐκ ἂν δυναίμην. Ἀλλ’ ἵνα καὶ πάντα τὰ παρ’ ἐκείνων λαληθέντα νοήσωμεν, τοίνυν τὰ παρ’ ἐκείνων σοι ὑποθήσω. |
| (200) | Ἔχει δὲ οὕτως. |