eul_wid: tyc-bp

Zosimus Speaks-Lime
Ζώσιμος λέγει περὶ τῆς ἀσβέστου

Zosimus of Panopolis Zosimus Speaks Lime PDF

1 Ζώσιμος λέγει περὶ τῆς ἀσβέστου Δῆλα ὑμῖν ποιοῦμαι. Γινώσκεται γὰρ ὅτι ὁ λίθος ὁ ἀλαβαστρίτης ἐγκέφαλος κέκληται διὰ τὸ κάτοχον αὐτὸν εἶναι πάσης βαφῆς φευκτῆς. Λαβὼν οὖν τὸν ἀλαβάστρινον λίθον, ὄπτα νυχθήμερον καὶ ἔχε ἄσβεστον. Καὶ λαβὲ ὄξος δριμύτατον καὶ κατάσβεσον καὶ θαυμάσεις θείαν γὰρ ποίησιν· τὴν ἐπιφάνειαν λευκοτάτην ποιεῖ. Καὶ ἔα καταστῆναι καὶ ἐπίβαλλε αὐτῷ ὄξους δριμυτάτου, οὐκ ἐμφίμῳ ἀλλ’ ἀπώμῳ ἵνα τὴν ἐπιτρέχουσαν αἰθάλην καθ’ ἑκάστην ἐπαίρῃς. Ἔτι λαβὼν ὄξος δριμὺ δι’ ἑπτὰ ἡμερῶν τὴν αἰθάλην ἐπαίρῃς. Οὕτως ποίει ἄχρις ἂν ἡ αἰθάλη μὴ ἀναπέμπηται καὶ ἔασον ἡμέρας τεσσαράκοντα ἐν ἡλίῳ καὶ δρόσῳ τῇ ἐμπροθέσμῳ καὶ γλύκασον ὕδατι ὑετίῳ καὶ ξηράνας ἐν ἡλίῳ, ἔχε τὸ μυστήριον ἀμετάδοτον, ὃ οὐδεὶς τῶν προφητῶν ἐτόλμησε μυσταγωγῆσαι τῷ λόγῳ, ἀλλὰ μόνον τοῖς νεύμασιν αὑτῶν ἐμυσταγώγουν. Τοῦτο γὰρ τὸ κεφάλαιον ἐκάλεσαν ἐν ταῖς λοξαῖς γραφαῖς λίθον τὸν οὐ λίθον, τὸν ἄγνωστον καὶ πᾶσι γνωστόν, τὸν ἄτιμον καὶ πολύτιμον, τὸν ἀδώρητον καὶ θεοδώρητον· κἀγὼ δὲ αὐτὸν ἐγκωμιάσω τὸν ἀδώρητον καὶ θεοδώρητον, τὸν μόνον ἐν ταῖς ἡμῶν ἐργασίαις κρείττω τοῦ ὑλαίου. Τοῦτο γάρ ἐστι τὸ φάρμακον, τὸ τὴν δύναμιν ἔχον, τὸ Μιθριακὸν μυστήριον. Τὸ γὰρ πνεῦμα τοῦ πυρὸς ἑνοῦται τῷ λίθῳ καὶ γίνεται πνεῦμα μονογενές. Τὰς δὲ ἐργασίας τοῦ λίθου ἑρμηνεύσω ὑμῖν· κόμαρι συμμεμιγμένῳ μαργάρους ἀποτελεῖ ἐπεί τοί γε αὐτὸν χρυσόλιθον ἐκάλεσαν· πάντα δὲ πνεῦμα σεύει τῇ δυνάμει τοῦ ξηρίου. Κἀγὼ κόμαριν μέλλω ἑρμηνεύειν ὑμῖν, ὃ οὐδεὶς ἐτόλμησεν μυσταγωγῆσαι, ἀλλὰ καὶ αὐτοὶ τοῖς νεύμασι παρέδωκαν. Ἀπέχε ται τὴν θηλυκὴν δύναμιν προτιμοτέραν †αὐτήν†. Αὕτη γὰρ καὶ μόνη ἡ λεύκωσις σεβασμία γέγονε παντὸς προφήτου. Ἑρμηνεύσω ὑμῖν καὶ τοῦ μαργάρου τὴν δύναμιν· ἐργασίαν ἔχει τῷ ἐλαίῳ ἑψόμενον, ὅ ἐστιν θηλυκὴ δύναμις. Λαβὼν μάργαρον τὸ Ἀσιατικόν, ἕψει ἐλαίῳ, οὐκ ὑποφίμῳ ἀλλ’ ἀπώμῳ ἐπὶ ὥρας τρεῖς μέσοις φωσίν· καὶ λαβὼν ῥάκος ἐρίου, ἔκθλιβε ἐν τῷ μαργάρῳ ἵνα ἀποβάλῃ τὸ ἔλαιον. Καὶ ἔχε εἰς τὰς χρείας τῶν καταβαφῶν· ἡ γὰρ τελείωσις τοῦ ὑλαίου διὰ τοῦ μαργά ρου ἐστίν.