eul_wid: vhc-ab

Ἰατρικὸν Βιβλίον ΙΓʹ
Medical Book XIII

Aëtius of Amida Medical Book XIII PDF

t ΑΕΤΙΟΥ ΛΟΓΟΣ ΤΡΙΣΚΑΙΔΕΚΑΤΟΣ Περὶ Ἀνθρωποδήκτων.
1 (t) [19] Ἀρχόμενοι περὶ τῶν δακνόντων ζῴων γράφειν, τὴν ἀρχὴν ἀπὸ τῶν ἀνθρωποδήκτων ποιησόμεθα. Τοὺς μὲν οὖν ἀνθρωποδήκτους θεραπεύσεις οὕτως· προχρίσας ἐλαίῳ πολλῷ τὸν τόπον, καὶ μαράθρου τὴν ῥίζαν λειώσας μετὰ μέλιτος, κατάπλασσε τὸ ἕλκος, μέχρις ἂν γένηται καθαρόν· εἶτα χρῶ τοῖς δυναμένοις ἀναπληροῦν, οἷόν ἐστι τοῦτο· μέλι, τερεβινθίνην, βούτυρον, στέαρ χήνειον, μυελὸν ἐλάφειον, εἰ δὲ μὴ παρείη, μόσχειον, ἴσα τήξας, χρῶ. Εἰ δὲ κόλπος εὐθὺς ἐξ ἀρχῆς γένοιτο, μελικράτῳ κλύσας ἐπιμελῶς, σπόγγον καινὸν ἐφ’ ἱκανὸν μετὰ μέλιτος ἑφθοῦ ἀναλαβὼν ἐπιτίθει· καὶ δῆσον ἐπιδέσει τῇ ἐπὶ κόλπων ῥηθησομένῃ καὶ ἐπίλυε διὰ τρίτης· ἢ σμύρναν τερεβινθίνῃ ἀναλαβὼν ἐπιτίθει ὡς μάλαγμα· ἢ χαλκὸν κεκαυμένον λεάνας καὶ μέλιτι καθεψήσας, ἀναλαβὼν ὡς κολλύριον ἐπιτίθει· καὶ ὅταν ἀνακαθάρῃς, παρακόλλα· ἢ ὀστέα καύσας μόσχεια, ἕως λευκὰ γένηται, ἀναλάμβανε πίσσῃ ὑγρᾷ ἢ μέλιτι ἑφθῷ ἢ ἀμφοτέροις ἐπίσης καὶ ἐντίθει τῷ κόλπῳ· ἢ μάννην ἢ αὐτὸν τὸν λίβανον μετὰ σμύρνης λεάνας σὺν οἴνῳ καὶ ἐλαίῳ κατάπλασσε. Ἔμπλαστροι δὲ ἔναιμοι κολλητικαὶ ἁρμόδιοι τούτοις, ἐπὶ μὲν τῶν ἡλκωμένων μελῶν ἡ διὰ τῆς ἀτρακτυλίδος χλωρά, ἐπὶ δὲ τῶν ἀναίμων κόλπων ἡ τοῦ ἁλιέως ἡ διὰ τοῦ ὄξους σκευαζομένη, καὶ ἡ Ἀθηνᾶ καὶ ἡ μέλαινα. Περὶ Κυνοδήκτων.
2 (t) [5] Ἐπὶ δὲ τῶν κυνοδήκτων, εὐθέως μὲν καταρραίνων ὄξει, πλατείᾳ τῇ χειρὶ τύπτε τὸ δῆγμα· εἶτα νίτρον μετ’ ὄξους τρίψας, κατακρούνιζε ἐξ ὑψηλοῦ τὸ δῆγμα· καὶ σπόγγον καινὸν ὀξυκράτῳ ἢ ὄξει βρέξας, ἐπίθες καὶ ἐπίδησον ἐπὶ ἡμέρας γ. καταβρέχων ἄνωθεν τοὺς ἐπιδέσμους τῷ ὀξυκράτῳ ἢ τῷ ὄξει, ὡς ἂν συνειδῇς· ἐξόχως γὰρ ποιεῖ. μετὰ δὲ ταῦτα, ὡς κοινὸν ἕλκος θεράπευε. ἢ περδίκιον βοτάνην λειώσας μεθ’ ἁλῶν ἐπιτίθει, ἀλλάσσων καθ’ ἡμέραν, ἕως ἐκπέσῃ ἡ ἐσχάρα. ἔπειτα ἀπουλῶσαι βουλόμενος, αὐτὴν καθ’ αὑτὴν λείαν ἐπιτίθει. Εἰ δὲ μέγα ᾖ τὸ δῆγμα, ὡς ἐπὶ τῶν μεγάλων κυνῶν γίνεται, θεράπευε τοῦτο τῇ προγεγραμμένῃ ἐν τῷ ἕκτῳ λόγῳ μεθόδῳ ἐπὶ τῶν λυσσοδήκτων. Ἐπειδὰν δὲ κοῖλον φαίνηταί σοι καὶ στενὸν τὸ δῆγμα, ἐξ ἀρχῆς καταρραίνων τῷ ὄξει, ἔπειτα κατακρουνίζων νίτρῳ λελειωμένῳ, ἄνηθον ξηρὸν καύσας, πλήρωσον τὸ δῆγμα, καὶ πτύγμα διάβροχον ὀξυκράτῳ ἐπιτιθεὶς, ἐπίδησον καὶ ἔα ἡμέρας γ. καὶ λύσας εὑρήσεις καθαρὸν τὸ δῆγμα. Πρὸς τὰ τῶν Λεόντων δήγματα καὶ Παρδάλεων καὶ Ἄρκτων Δεινὰ δὲ καὶ τούτων καὶ τῶν τούτοις παραπλησίων τὰ δήγματα· ὅτι ἄλκιμα ὄντα ταῦτα τὰ ζῶα καὶ γαμψώνυχα συμπλέκεται, ὅπου δ’ ἂν ἅψηται, καταπείροντα τοὺς ὄνυχας, διασπαράττει τὰ σώματα· τῇ δὲ ἐπιμονῇ τῆς μασήσεως οὐ μόνον τὰς σάρκας διασπαράττει ἀλλὰ καὶ τὰ ὀστᾶ ἐνίοτε κατάγνυσιν, ὑφ’ ὧν καὶ τὰ παρακείμενα νύσσεται νεῦρα· εὔδηλον οὖν ὡς τὰ ταῖς τοιαύταις καὶ τοσαύταις συμφοραῖς περιπεσόντα σώματα οὐκ ἐκφεύγει τὸν τῆς ἀλλοτριώσεως κίνδυνον· καὶ γὰρ μένοντα σῆψιν ἀναδέχεται καὶ νομὰς ἐπιφέρει.
3 (t1) [1] Ὄξει δ’ οὖν καὶ τὰ τοιαῦτα τῶν τραυμάτων ἐκπλύνοντες καὶ περιελόντες καὶ κομισάμενοι τὰ ἀποπλυνόμενα σώματα καὶ τὰ ὀστᾶ, ἐμπλάστροις χρὴ παραλαβεῖν· καὶ μετὰ τὴν διαπύησιν τῶν σπαραχθέντων σωμάτων, τοῖς ἀνακαθαίρουσιν ἐμμότοις ἀποθεραπεύειν καὶ εἰς οὐλὴν ἄγειν, ὡς τὰ κοινὰ ἕλκη. Ἔμπλαστροι δὲ καὶ τούτοις ἁρμόδιοι, αἱ δι’ ἁλῶν ἐπιγεγραμμέναι καὶ αἱ παραπλήσιοι, οἵα ἐστὶν αὕτη. Περὶ Συοβρώτων Ἐπειδὴ δὲ ἐν ταῖς κυνηγίαις καὶ ὑπὸ τῶν ἀγρίων συῶν ἀδικοῦνταί τινες, ἄξιον καὶ αὐτῶν μνημονεῦσαι.
4 (t) [1] Τὰ γοῦν ὑπὸ τούτων ἀποτελούμενα τραύματα χαλεπά, ὅτι οὐ μόνον βαθέα, ἀλλὰ καὶ μεγάλα. Κολλητικῇ δὲ ἀγωγῇ θεραπεύειν τὰ τοιαῦτα, οὐχ οἷόν τέ ἐστι· καὶ γὰρ σὺν τῇ περιθλάσσει καὶ ἀνακείρουσιν, οὐ μὴν ἀλλὰ καὶ ἐπικαίουσι τὰ χείλη τῶν τραυμάτων. Τῇ γὰρ πρὸς ἄλληλα τρίψει καὶ παρακινήσει τῶν ὀδόντων χρῶνται, τρέχοντες πρὸς ἄμυναν τῶν παρατρεχόντων. Τὰ οὖν ἐπικαιόμενα σώματα, ἐσχάραν τινὰ ἐργάζεται κατὰ τὰ χείλη τῶν τραυμάτων. Πυοποιὸν οὖν καὶ οὐ κολλητικὸν ποιεῖσθαι χρὴ ἐπ’ αὐτῶν τὸν τῆς θεραπείας τρόπον. Περὶ Κροκοδειλοβρώτων Πρῶτον μὲν τοὺς ὑπὸ κροκοδείλου δηχθέντας ἐν πάσῃ ἀσφαλείᾳ φυλάσσειν χρή, ἀποκλείοντας ἐν οἴκῳ θυρίδας μὴ ἔχοντι.
6 (t) [t3] καὶ γὰρ ἀντιπαθείᾳ τινὶ εἰώθεισαν ὡς ἐπίπαν οἱ ἄγριοι κροκόδειλοι νυκτὸς ἐπέρχεσθαι τῷ δηχθέντι, καὶ ὥς φασιν, εἰ ἐνουρήσει τις αὐτῶν τῷ δήγματι, φθείρει τὸν ἄνθρωπον. Διὸ δεῖ τὸν δηχθέντα κατακλίνειν ἐν πλοιαρίῳ εἰς τὸ ὕδωρ, ἕως παντελοῦς θεραπείας. Βοηθήματα δὲ καὶ τούτοις τὰ ἐπὶ τῶν κυνοδήκτων καὶ τῶν ἄλλων εἰρημένα, ἁρμόδια. ἰδίως δὲ ἐπὶ τούτων ποιεῖ κόπρος ἀνθρωπεία καὶ μίσυ, ὁμοῦ λειωθέντα καὶ ἐπιτιθέμενα. ἢ γάρον ἰχθύων ἢ κρεῶν ταριχηρῶν τὸν ζωμὸν ἐπίχεε τῷ δήγματι, ἢ ἁλὸς καὶ σμύρνης ἴσα ὄξει δριμυτάτῳ λειότατα ποιήσας, ἀναλάμβανε κηρωτῇ καὶ ἐπιτίθει. Ὅσα προστιθέμενα τοῖς ἰοβόλοις κτείνει αὐτὰ [καὶ περὶ τῶν ἐμπιπτόντων εἰς τὰ ἐδέσματα καὶ πόματα ἰοβόλων.
11 (t1) [t2] ] Κτείνει δὲ τὰ ἰοβόλα θηρία προστιθέμενα τούτοις χαλβάνη σὺν σπονδυλίῳ, καρκίνοι προστεθέντες τῷ σκορπίῳ κτείνουσιν αὐτόν· λυχνὶς ἀγρία φυγαδεύει σκορπίους, καὶ σταφυλίνου σπέρμα. Προσέχειν δὲ χρὴ καὶ τοῖς πινομένοις ὕδασιν. οὐκ ὀλίγοι γὰρ διεφθάρησαν, ἐμπεσόντων θηρίων τινῶν ἰοβόλων ἐπί τινα τῶν ἑψουμένων ὑδάτων ἢ βρωμάτων, καὶ μάλιστα κατὰ τὰς ὁδοιπορίας. τά τε μαγειρεῖα μακρὰν ποιητέον ἀπὸ τῶν δένδρων, διὰ τὰ ἐμφωλεύοντα θηρία. Ἀλλὰ καὶ σαλαμάνδραι ἐνίοτε διαθερμαινόμεναι καὶ κάμπαι ἐμπίπτουσι τοῖς ἑψουμένοις. ἐξαιρέτως δὲ τὰς πίτυας καὶ τὰς πεύκας φευκτέον. ἐν ταύταις γὰρ θανάσιμοί εἰσι κάμπαι. Τοῖς μὲν οὖν ἑψουμένοις εἴωθεν ἐμπίπτειν ὄφεις, σαλαμάνδραι καὶ κάμπαι· τῷ δὲ οἴνῳ ἔχιδναι. Κοινὰ βοηθήματα πρὸς τὰς τῶν ἰοβόλων πληγάς.
12 (t1) [35] Προφυλάττεσθαι μὲν οὖν χρὴ διὰ τῶν προειρημένων μὴ περιπεσεῖν τοῖς κακοποιοῖς τῶν θηρίων. εἰ δ’ ἄρα συμβῇ ὑπὸ ἰοβόλου τινὸς θηρίου πληγῆναι, κοινῶς τοῖς τοιούτοις χρηστέον. Κουφοτέρας μὲν γὰρ οὔσης τῆς πληγῆς ἢ τοῦ δήγματος, καταντλητέον ὀξυκράτῳ θερμῷ, καὶ ἐκμυζᾶν τὸν τόπον οὕτως. Διακλυσάμενος τὸ στόμα πρότερον ἐλαίῳ ὁ μέλλων ἐκμυζᾶν, πρὸς τὸ μὴ βλάπτεσθαι, οὕτω προσβαλὼν τὸ στόμα τῷ πλήγματι, ἐκμυζάτω καὶ ἀποπτυέτω τὸν ἰόν. Δεῖ δὲ τὸν ἐκμυζᾶν ἐπιχειροῦντα, μὴ ἡλκωμένον ἔχειν τί τοῦ στόματος ἢ τῶν παρισθμίων, ἢ ἄλλως εὐπαθές τι τῶν ἐν τῷ στόματι μερῶν. Μετὰ δὲ ταῦτα, τέφραν ὄξει συμφυράσαντα καταπλάσσειν. τέφρᾳ δὲ τῇ τῶν συκίνων ξύλων ἢ δαφνίνων ἢ ἀμπελίνων κεκαυμένων χρηστέον. εἰ δὲ μή, τῇ παρατυχούσῃ, σπουδάζοντα ὡς ὅτι μάλιστα φλεγμονὴν τῷ τόπῳ ἐγεῖραι, καὶ τὰς ὕλας παρὰ τῷ δήγματι προσκαλέσασθαι, καὶ μάλιστα εἰ ἀκυρότερον εἴη τὸ μόριον. Σφοδροτέρου δὲ τοῦ δήγματος ὄντος, σικύαν προσβάλλειν τῷ δήγματι σὺν πολλῇ φλογί, καὶ κατασχάζειν τοὺς πέριξ τόπους. συνεπισπασθήσεται γὰρ σὺν τῇ τοῦ αἵματος καὶ πνεύματος ὁλκῇ, καὶ ὁ τοῦ θηρίου ἰός. καὶ εἰ μὲν τροφὴν προσφάτως προσενεγκάμενος εἴη ὁ κάμνων, ὕδωρ πολὺ χλιαρὸν διδούς, ἐμεῖν κέλευε, εἶθ’ οὕτως προσφέρειν τὰ φάρμακα. διατηρητέον δὲ καὶ ἐν ἀγρυπνίᾳ τὸν πάσχοντα ἀνακαθήμενον καθ’ ὅλον τὸν τῆς θεραπείας χρόνον, ἕως ἂν ἔνδοσιν ἀξιόλογον λάβῃ τὰ παρακολουθοῦντα δυσχερῆ. τήν τε κοιλίαν κλύζειν ἐπεχομένην, ἀνυπερθέτως, καὶ τῆς κύστεως ἐπιμελεῖσθαι, ὅπως τὰ οὖρα ἀκωλύτως ἐκδιδοῖ. Κάλλιστα δὲ ποιοῦσιν ἐπιτιθέμενα τῇ πληγῇ εὐθὺς ἐξ ἀρχῆς μετὰ τὸν σικυασμόν, ἀνεπτυγμένα ζῷα μικρὰ ἔνθερμα, οἷον ὄρνεις, ἐρίφια, ἄρνες, δέλφακες. ἀνιμᾶται γὰρ τὸν ἰὸν καὶ τὰς ὀδύνας παρηγορεῖ. Ἐπιτήδεια δὲ τούτοις καὶ τὰ μικτὰ πάντα καταπλάσματα, οἷον σκόροδα λεῖα μετὰ μέλιτος, κρόμμυα μεθ’ ἁλῶν, πήγανον, σίλφιον λεῖον ἐπιπαττόμενον· λάσαρ, τάριχος ἰχθὺς μάλιστα παλαιός· σκόροδον κεκαυμένον, ἀρνόγλωσσον μεθ’ ἁλῶν, μελισσόφυλλον, συκῆς ἀκρέμονες μετὰ μέλιτος, ὑὸς ἄφοδος ὄξει ἑφθή· καλαμίνθη καταπλασσομένη λεία· σπύραθος αἰγὸς μετ’ ὄξους. Ἄκρως δὲ ποιεῖ πρὸς παντὸς ἰοβόλου πληγὴν χωρὶς ἀσπίδος, ἄσβεστος μετ’ ἐλαίου καὶ μέλιτος ὡς κηρωτῆς πάχος ἔχειν, ἐπιτιθεμένη. καὶ μέντοι καὶ ἐπικαυστέον τὰ δήγματα μέχρις ἐσχαρώσεως· ἢ σίνηπι λεῖον μετὰ ζύθου ἐπιτίθει· ἢ ἅλας λεάνας καὶ ἀναλαβὼν ὑγροπίσσῃ ἐπιτίθει. παραδόξως δὲ ποιεῖ καὶ ἡ δι’ ἐχιδνῶν Ἀνδρομάχου, ὡς ἔμπλαστρος ἐπιτιθεμένη. Περὶ Σφηκῶν καὶ Μελισσῶν.
13 (t) [t2] Ὑπὸ σφηκῶν ἢ μελισσῶν ἀπλήκτους φυλάσσει συγχριόμενα μαλάχης φύλλα μετ’ ἐλαίου, καὶ κάμπη μετ’ ἐλαίου. ἐπειδὴ δέ τινες πληγέντες λάθρα ὑπὸ τούτων, ταράσσονται διὰ τὴν ἀλγηδόνα καὶ δοκοῦσιν ὑπό τινος τῶν κακοήθων πεπλῆχθαι, ἀναγκαῖον πρῶτον διασαφηνίσαι τὰ παρακολουθοῦντα ταῖς τούτων πληγαῖς σημεῖα. Τοῖς τοίνυν ὑπὸ μελιττῶν πληγεῖσι παρακολουθεῖ τῷ τὴν πληγὴν ἀλγεῖν, ἐρυθρὸν γίνεσθαι τὸν τόπον μετὰ οἰδήματος τῶν κύκλῳ μερῶν, τὸ δὲ κέντρον πάντως εὑρεθήσεται ἐν τῷ πεπληγμένῳ τόπῳ. Τοῖς δὲ ὑπὸ σφηκῶν, τὰ αὐτὰ παρακολουθεῖ μετ’ ἐπιτάσεως, τὸ δὲ κέντρον τῆς σφηκὸς οὐκ ἐναπομένει τῷ πληγέντι τόπῳ. Βοηθοῦνται δὲ οἱ ἀμφότεροι πηλῷ ἢ βολβίτῳ καταχριόμενοι μετ’ ὀξυκράτου, ἢ μαλάχης φύλλοις σὺν ὀξυκράτῳ καταπλασσόμενοι, ἢ κιμωλίᾳ σὺν τῇ μαλάχῃ καὶ ὀξυκράτῳ, ἢ σησάμῳ μεθ’ ὕδατος. Φυσικῶς δὲ ὠφελεῖ, σφραγιζομένης τῆς πληγῆς σφραγίτιδι σιδηρᾷ [τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ], οὐκέτι γὰρ συγχωρεῖ φλεγμονὴν γενέσθαι. πότιζε δὲ αὐτοὺς καὶ δάφνης φύλλων ἁπαλῶν 𐅻 β. μετ’ οἴνου αὐστηροῦ. Πρὸς τὸ τῆς Σαλαμάνδρας δῆγμα, καὶ τῆς Χαλκίδος Σαύρας.
15 (t1) [6] Τοῖς δὲ ὑπὸ σαλαμάνδρας πεπληγμένοις παρακολουθεῖ περιωδυνία σφοδρὰ καὶ ἐσχάρωσις. παραλαμβανέσθω δὲ ἐπ’ αὐτῶν ἡ προρρηθεῖσα κοινὴ ἐπιμέλεια. Τοῖς δὲ ὑπὸ τῆς λεγομένης χαλκίδος σαύρας πληγεῖσι, παρακολουθεῖ οἴδημα διαφανὲς ὥσπερ ἐκλάμπον, κύκλῳ δὲ τῆς πληγῆς, μελανία· ἐπακολουθεῖ δὲ καὶ σῆψις. Θεραπευτέον δὲ τούτοις τοῖς ῥηθησομένοις ἐπὶ μυγάλης. Περὶ Μυγάλης.
16 (t) [25] Ἡ μυγάλη παρέοικε κατὰ μὲν τὴν χροιὰν γαλῇ, κατὰ δὲ τὸ μέγεθος μυί, ὅθεν καὶ σύνθετον ἔσχε τὸ ὄνομα· στόμα δὲ ἔχει ὑπόμηκες καὶ λεπτὴν οὐράν· ὀδόντας λεπτούς, καὶ τούτους ἐν διστοιχίᾳ ὄντας καθ’ ἑκατέραν γενύωσιν, ὥστε τετραστοιχίαν ὀδόντων ἔχειν. Τοῖς οὖν ὑπ’ αὐτῆς δηχθεῖσιν, αἱ δήξεις ἐμφανεῖς γίνονται· τεσσάρων γὰρ στοίχων δήξεις ὁραθήσονται· αἷμά τε ἐκκρίνεται πρῶτον καθαρόν, μετ’ ὀλίγον δὲ ἰχωρῶδες. Τὸ γὰρ ζῷον σήψει κτείνει· εἰώθασι δὲ καὶ φλυκτίδες ἐπανίστασθαι· καὶ εἴ τις ἀποσύροι ταύτας, ὄψεται τὴν ὑποκειμένην σάρκα καὶ τρυγώδη καὶ κατερρωγυῖαν· παρακολουθεῖ δὲ αὐτοῖς καὶ ἐμπνευμάτωσις. Πυκνότερον δὲ τὸ ζῷον περὶ τοὺς ὄρχεις ἐπιπηδᾷ οὐ μόνον ἀνθρώπων, ἀλλὰ καὶ παντὸς ἄλλου ζῴου. Βοηθοῦνται δὲ οὗτοι, ἐπειδὴ σήψει κινδυνεύουσι, μετὰ τὰ προειρημέμα κοινὰ βοηθήματα, τοῖς τοιούτοις· δάφνης τῶν ἁπαλῶν φύλλων 𐅻 α ἢ καὶ β σὺν οἴνῳ λεάνας, δίδου πίνειν· ἁρμόδια δὲ αὐτοῖς καὶ πάντα τὰ προρρηθέντα κοινὰ βοηθήματα, πινόμενα σὺν οἴνῳ γλυκεῖ. Ἐπὶ δὲ τῶν δεδηγμένων κτηνῶν, λεάνας αὐτὰ μεθ’ ὕδατος, ἔγχει ταῖς ῥισίν· εἰ δὲ δυνατὸν αὐτὴν τὴν δάκνουσαν μυγάλην λειώσας μεθ’ ὕδατος, ἔγχει τοῖς μυκτῆρσιν· ἔστι γὰρ ἀντιφάρμακον ἑαυτῆς· ὅθεν καὶ τοὺς ἀνεχομένους ἀνθρώπους ποτιστέον ὁμοίως. Κατάπλαττε δὲ τὸ δῆγμα κυμίνῳ, σκορόδῳ σὺν τοῖς ἔξω λεπύροις ἐπίσης· καὶ λειώσας μετ’ ἐλαίου, συνάλειφε τοὺς κύκλῳ τόπους. Ἐὰν δὲ ῥαγῶσιν αἱ φλυκτίδες καὶ ἕλκος γένηται, ὀξάλμῃ κατάντλει· καὶ κριθὰς κατακαύσας καὶ λεάνας κατάπλασσε· οὐκ ἐκραγήσεται δὲ, ἐὰν μὴ κύουσα δάκῃ μυγάλη. Ἐὰν δὲ ἑλκωθῇ, σίδια γλυκείας ῥοιᾶς ἑφθὰ λεῖα ἐπιτίθει, καὶ τὰ ἕλκη κατάντλει τῷ αὐτῷ ἀφεψήματι ἢ μᾶλλον μυρσίνης. Πρὸς Σκολοπένδρου πληγάς.
17 (t) [5] Καὶ τοῖς ὑπὸ σκολοπένδρου πληγεῖσι, τὰ αὐτὰ βοηθήματά ἐστι, τὰ ἐπὶ τῆς μυγάλης προειρημένα· καὶ ἅλες μετὰ ὑγρᾶς πίσσης ἐπιτιθέμενοι, καὶ κεδρία μετὰ μέλιτος, καὶ σκόροδον μετὰ συκῆς φύλλων καὶ κυμίνου καὶ οὔρων καὶ οἴνου· ὡσαύτως καὶ ποτὰ τὰ ἐπὶ τῆς μυγάλης ῥηθέντα, καὶ ἀψίνθιον δὲ καὶ ἡδύοσμον μετ’ οἴνου. Πρὸς ἀράχνης δῆγμα.
18 (t) [5] Ἔστι δὲ καὶ ἀραχνῶν γένος, ὃ πλῆττον συντόνους πόνους ἐπιφέρει περὶ τὸ ὑποχόνδριον, ἐξ οὗ ἐρύθημα καὶ δυσουρία παρακολουθεῖ· ἐνίοτε δὲ καὶ πνιγμός. Πότιζε οὖν τοὺς τοιούτους ἄγριον κύμινον, ἄγνου λευκῆς σπέρμα ἢ τὰ φύλλα δίδου δὲ ἐσθίειν καὶ σκόροδα πλείονα, καὶ οἶνον ἐπιρροφεῖν ἄκρατον. Περὶ Τετραγνάθων.
19 (t) [12] Ὁ Τετράγναθος καλούμενος, εἶδος ἐστὶ φαλαγγίου, ὑπόπλατυς, ὑπόλευκος, πόδας ἔχων τραχεῖς, κατὰ δὲ τὴν κεφαλὴν δύο ἐπιφύσεις, μίαν εὐθεῖαν καὶ μίαν πλατεῖαν, ὡς στοχάζεσθαι. στόματα μὲν ἔχει δύο, γνάθους δὲ δ. καὶ γραμμὴν ὁμοίαν ἔχει κατὰ τὸ στόμα. Τοῖς δὲ ὑπὸ τούτου πληγεῖσι, κοινῶς μὲν παρακολουθεῖ τὰ ἐπὶ τῶν σκορπίων, ἰδίως δὲ ἐπ’ αὐτῶν ἀλγεῖ ἡ πληγὴ συντόνως, καὶ ὑπολευκανθίζει ὁ πεπληγὼς τόπος· οἴδημα δὲ γίνεται περὶ τὸ πρόσωπον καὶ τὴν κεφαλήν· καὶ ἰσχναίνεται τὰ πληγέντα μέλη μέχρι τῶν ἄρθρων· ἀτροφοῦσί τε οἱ κάμνοντες, καὶ μετὰ τὴν ὑγείαν, ἀγρυπνία τούτοις ἐπιτεταμένη ἐπιγίνεται. Βοηθοῦνται δὲ ποτιζόμενοι καλαμίνθῃ ἢ τοῖς φύλλοις τοῦ πηγάνου, πάνακί τε καὶ πολίῳ καταπλασσόμενοι, καὶ τοῖς ῥηθησομένοις ἐπὶ φαλαγγιοδήκτων. Περὶ Φαλαγγιοδήκτων.
20 (t) [45] Τῶν δὲ φαλαγγίων γένη μὲν πλείονα, ἃ δὲ κατὰ τὸ πλεῖστον ἱστόρηται τοῖς τὰ θηριακὰ γράψασιν, εἰσὶν ἓξ τὸν ἀριθμόν· τὸ μὲν γὰρ αὐτῶν καλεῖται ῥάγιον· τὸ δὲ μυρμήκιον, τὸ δὲ λύκος· τὸ δὲ κρονολόπτης [κρανοκαλόπτης], τὸ δὲ σκληροκέφαλος, τὸ δὲ σκωλήκιον. Τὸ μὲν γὰρ ῥάγιον σχήματι μὲν στρογγύλον, χρώματι δὲ μέλαν· παρομοιότερον δὲ σταφυλῆς μελαίνης ῥαγί, διὸ καὶ προσηγόρευται ῥάγιον. πόδας δὲ ἔχει στ. ἐξ ἑκατέρου μέρους μικροτάτους, καὶ τὸ στόμα ὑπὸ τὴν κοιλίαν. Ὁ δὲ λεγόμενος λύκος, ἐν τοῖς ἀραχνίοις διατρίβων εὑρίσκεται, ἐπιλαμβανόμενος τῶν μυῶν καὶ ἐσθίων αὐτάς. στόμα δὲ ἔχει πλατὺ καὶ περιφερές, καὶ τὰ κατὰ τὸν αὐχένα αὐτοῦ μέρη ἐγκεχάρακται, ἐπὶ δὲ τοῦ στόματος ἔχει ἐπιφύσεις τρεῖς. Τὸ δὲ μυρμήκιον λεγόμενον, ὡμοίωται μύρμηκι μεγίστῳ, αἰθαλῶδες κατὰ τὴν χρόαν· ἐντετύπωται δέ τινα τῷ σώματι αὐτοῦ οἱονεὶ ἄστρα, μᾶλλον δὲ κατὰ τὰ νῶτα. Τὸ δὲ δ. καλούμενον κρονολόπτης [κρανοκαλόπτης.] ὑπόμηκές ἐστι καὶ χλωρόν. τὸ κέντρον δὲ ἔχει περὶ τὸν τράχηλον. τοῦτο δὲ προσπίπτον, τοὺς κατὰ τὴν κεφαλὴν πλήσσει τόπους. Τὸ δὲ ε. σκληροκέφαλον λεγόμενον, κεφαλὴν ἔχει πετρώδη καὶ ἀπόσκληρον, καὶ ἐπιγραμμὰς ἔχει καθ’ ὅλον τὸ σῶμα, ἐμφερεῖς τοῖς ζώοις ἐκείνοις τοῖς περιϊπταμένοις τοὺς λύχνους. Τὸ δὲ ἕκτον, σκωλήκιον ὀνομαζόμενον, ὑπόμηκες καὶ ὑπόσπιλόν ἐστι καὶ μάλιστα κατὰ τὴν κεφαλήν. Τὰ μὲν εἴδη τῶν φαλαγγίων ταῦτα, ἅτινα δεῖ παραφυλάττεσθαι. τὰ δὲ παρακολουθοῦντα τοῖς πληγεῖσιν ὑπ’ αὐτῶν, κοινὰ παρὰ τὸ μᾶλλον καὶ ἧττον. Δῆγμα δὲ λεπτὸν καὶ δυσθεώρητον· οἴδημα, πελίωμα· τισὶ δὲ καὶ ἐρύθημα. ψύξις περὶ τὰ γόνατα καὶ ὀσφὺν καὶ ὠμοπλάτας. ἔστι δ’ ὅτε καὶ καθ’ ὅλον τὸ σῶμα βάρος. ἔτι τὲ πόνος σύντονος καὶ τρόμος· ὠχρίασις, ἀγρυπνία. τισὶ δὲ καὶ ἔντασις τοῦ αἰδοίου καὶ κνησμὸς περὶ τὴν κεφαλήν· ἐνίοτε δὲ καὶ περὶ τὰς κνήμας. ὀφθαλμοὶ ἔνυγροι καὶ δακρύοντες καὶ κοῖλοι. κοιλία ἀνώμαλος ἐπήρτηται· οἰδαίνει τὸ σῶμα ὅλον, πρόσωπόν τε καὶ μάλιστα περὶ τὴν γλῶτταν, ὡς ἀσάφειαν τῆς διαλέκτου γενέσθαι· τισὶ δὲ καὶ δυσουρία παρέπεται μετ’ ἐντάσεως τοῦ αἰδοίου καὶ ὀδύνης. Εἰ δὲ καὶ οὐρήσειεν, ὑδατώδη αὐτῶν ἐστὶ τὰ οὖρα, ἀραχνίοις παρεμφερόμενα ἔχοντα ἐν αὐτοῖς, καὶ ἔμετοι παραπλήσιοι· ἔστι δὲ ὅτε καὶ κατὰ κοιλίαν τοιαῦτα ἀποκρίνεται· καθιέμενοι δὲ εἰς θερμὸν ὕδωρ, ἀπονώτεροι δοκοῦσι γίνεσθαι· μετὰ δὲ ταῦτα συντόνως ἀλγοῦσι τὸ αἰδοῖον· οὐκ ἐντείνεται δέ. Κοινῇ μὲν οὖν ταῦτα παρέπεται· Κρονολόπτου [κρανοκαλόπτου] δὲ πλήξαντος, ἡ κεφαλὴ μᾶλλον ἀλγεῖ, καὶ σκοτώματα παρέπονται· ῥῖγος σύντονον, παρακοπή, ῥιπτασμός, καρδιωγμός. Βοηθοῦνται δὲ πάντες οἱ φαλαγγιόδηκτοι, λουτρῷ συνεχεῖ θερμῷ· ἔστω δὲ καὶ τὸ καταντλούμενον τῇ πληγῇ ὕδωρ ἀφεψήματος τριφύλλου τῆς ἀσφαλτώδους μετ’ ἐλαίου· λιπαίνειν δὲ κηρωτῇ ὑγροτάτῃ ὅλον τὸ σῶμα· ὠφελοῦνται δὲ πυριώμενοι σπόγγοις εἰς ὄξος θερμὸν ἀποβαπτομένοις καὶ ἐπὶ πολὺ προσαγομένοις τῇ πληγῇ. Καταπλάσματα δὲ αὐτοῖς ἁρμόδια· βολβοί, πολύγονον, πράσα, πίτυρα, ἑφθὰ ἐν ὄξει, κρίθινον ἄλευρον συνηψημένων αὐτῷ δάφνης φύλλων ἐν οἴνῳ καὶ μέλιτι, πήγανον, ὄλυνθοι συκῆς· αἰγεία κόπρος μετ’ οἴνου χρήσιμος· σάμψιχον μετ’ ὄξους, κύπερον, ἄγριον πήγανον. Ἀσκληπιάδης δέ φησι, χρῶ τούτῳ δοκίμῳ ὄντι· πηγάνου ἀγρίου καὶ εὐζώμου σπέρματος, σταφίδος ἀγρίας, κάγχρυος, ἄγνου σπέρματος, κυπαρίσσου σφαιρίων ἢ τῶν φύλλων ἴσα, ὄξει λειώσας καὶ μέλιτι ἀναλαβὼν, ἐπιτίθει· τὸ αὐτὸ καὶ πινόμενον ὠφελεῖ.
21 (t) [15] Περὶ Σκορπιοδήκτων. Τοῖς δὲ ὑπὸ Σκορπίων τρωθεῖσι, παρέπεται τῇ πληγῇ πόνος σφοδρότατος, περίψυξις καὶ νάρκη περί τε τὴν πληγὴν καὶ ὅλον τὸ σῶμα, ψυχρὸς ἱδρώς· καὶ τοῖς μὲν περὶ τὰ κάτω πληγεῖσιν, οἱ βουβῶνες ἐπεγείρονται· τοῖς δὲ περὶ τὰ ἄνω, αἱ μασχάλαι. Καὶ τοῖς μὲν ἐλαφρῶς πληγεῖσι, τοιαῦτα παρακολουθεῖ· τοῖς δὲ εὐτονώτερον, καῦσις περὶ τὴν πληγήν, ὡς ἐπὶ τῶν πυρικαύστων· μυρμηκίασίς τε περὶ τὰ χείλη καὶ ὅλον τὸ σῶμα, ὡς δοκεῖν χαλάζαις βάλλεσθαι· προσώπου διαστροφή, λῆμαι περὶ τοὺς ὀφθαλμοὺς κολλώδεις· δάκρυον γλίσχρον, σκληρότης ἄρθρων· πρόπτωσις ἕδρας μετὰ τεινεσμωδῶν προθυμιῶν· ἀφρὸς περὶ τὸ στόμα· ἔμετος δαψιλής, λυγμός, σπασμοὶ ὀπισθοτονικοῖς ὅμοιοι. Πότιζε οὖν τούτους, ἕρπυλον, ἀλθέας ῥίζαν, ἐλαφόβοσκον· παραδόξως δὲ ποιεῖ καὶ χλωρὰ ἐσθιομένη καὶ ξηρὰ πινομένη· δίδου καὶ σταφυλίνου ἀγρίου σπέρμα καὶ τὰ ποντικὰ κάρυα. Ταῦτα γὰρ φησίν, ἐν τῇ ζώνῃ φορούμενα, οὐ συγχωρεῖν σκορπίον ἀδικεῖν. Περὶ Ἀσπιδοδήκτων.
22 (t) [38] Τῶν ἀσπίδων δὲ ἐστὶν εἴδη κατὰ τοὺς θηριακοὺς τρία· αἱ μὲν γὰρ αὐτῶν καλοῦνται χερσαῖαι· αἱ δέ, χελιδοναῖαι, παρὰ τῇ ὄχθῃ τῶν ποταμῶν μάλιστα τοῦ Νείλου φωλεύουσαι· αἱ δέ, πτυάδες ὀνομάζονται. Αἱ μὲν οὖν χερσαῖαι μείζους εἰσίν· εὑρίσκονται δὲ ἐνίοτε καὶ ἕως πέντε πηχῶν τὸ μῆκος. [αἱ δὲ πτυάδες, μέγισται τούτων εἰσίν]. Αἱ δὲ χελιδοναῖαι, μείζους ἑνὸς πήχεος εὑρίσκονται, καὶ χροιὰν ὁμοίαν χελιδόνι ἔχουσιν· Αἱ δὲ πτυάδες, τεφρώδεις εἰσὶ τὴν χροιάν, ἔγχλωροι χρυσίζουσαι· αἱ δὲ χερσαῖαι, καὶ αὗται μὲν τὰ πολλὰ τεφρώδεις καὶ ὑπόχλωροι ἐνίοτε εὑρίσκονται. Κοινὰ δὲ συμπτώματα καὶ σημεῖα συμβαίνουσι τοῖς δηχθεῖσιν ὑπ’ αὐτῶν. Κεντήματα γὰρ ἐπὶ τοῦ δεδηγμένου τόπου ὡς ἀπὸ βελόνης, δύο εὑρίσκονται ἐπὶ τοῦ ἄρρενος, ἐπὶ δὲ τοῦ θήλεος δ. δίχα πολλοῦ πόνου· οὐδὲν ἀποκρίνονται, εἰ μὴ βίαιον τὸ θηρίον τύχῃ. Παρέπεται δὲ νάρκη, ὠχρίασις προσώπου, καὶ μετώπου κατάψυξις· χάσμαι συνεχεῖς· βλεφάρων ἐπιμύσεις· τραχήλου παρέγκλισις, [καρηβαρία], νωθρεία, καταφορὰ ὑπνώδης, ἐπὶ τέλει δὲ καὶ σπασμός. Ὁ δὲ θάνατος ἐν ὥραις τρισὶ τὸ μήκιστον ἐπὶ τῆς χερσαίας, ἐπὶ δὲ τῆς χελιδοναίας, συντομώτατα. Τοῖς δὲ ὑπὸ πτυάδος προσεμπυομένοις παρέπεται ἀμαύρωσις ὄψεως, καρδίας πόνος, διόγκωσις προσώπου, ἀκοῆς ἀποκοπή, βράδιον δὲ τούτοις ὁ θάνατος παρέπεται. Βοηθοῦνται δὲ οἱ ἀσπιδόδηκτοι καὶ μάλιστα οἱ ὑπὸ πτυάδος δηχθέντες, ὄξος δριμύτατον πίνοντες· δίδου δὲ ἕως τῆς ποιότητος τοῦ ὄξους ἁντιλαμβάνωνται κατὰ τὸ δεξιὸν ὑποχόνδριον· τὸ γὰρ [ἧπαρ] ἀναισθητεῖν φασι πρῶτον ἐπὶ τῶν ἀσπιδοδήκτων. Εἰς δὲ τὸ προγνῶναι εἰ ζώσιμος ἐσεῖται ὁ δεδηγμένος, κενταύριον λεάνας μετ’ οἴνου, δίδου πίνειν· καὶ εἰ μὲν ἐμέσει τὸ φάρμακον, ἀποθανεῖται· εἰ δὲ μή, ζήσεται. Εἰς δὲ τὸ καλῶς ἀπεμέσαι τὴν ἐκ τῆς ἀναδόσεως τοῦ ἰοῦ φαυλότητα, σκόροδα λεάνας, δίδου μετὰ ζύθου ἕως ὑπόναυτος γένηται· ἢ ὀποπάνακα δίδου μετ’ οἴνου κεκραμένου, καὶ παραχρῆμα ἐνεργήσει. Νουμήνιος δέ φησιν, ὀρίγανον διδόναι μετ’ οἴνου χλωρὸν ἢ ξηρὸν πρὸς δύναμιν· μετὰ δὲ τοὺς ἐμέτους ταῖς θηριακαῖς ἀντιδότοις χρηστέον καὶ τοῖς προρρηθεῖσι κοινοῖς βοηθήμασιν. Ἐπιτίθεται δὲ ὠφελίμως κατὰ τῆς πληγῆς μετὰ τὸν κατασχασμὸν καὶ τὴν σικύαν, κενταύριον σὺν σμύρνῃ καὶ βραχὺ ὄπιον· λάπαθον δὲ εἰ καταπλασθείη, οὐδὲν βλάψει· παραδόξως δὲ ποιεῖ καὶ ἡ δι’ ἐχιδνῶν θηριακὴ κατὰ τῆς πληγῆς ἐπιτιθεμένη καὶ ποτιζομένη. Ὠφελοῦσι δὲ αὐτοὺς καὶ αἱ συνεχεῖς διεγέρσεις μετὰ τιλμῶν τε καὶ πληγῶν, καὶ κίνησις ὅλου τοῦ σώματος καὶ θάλασσα θερμὴ καταιονουμένη. Περὶ Ἔχεως καὶ Ἐχίδνης.
23 (t) [45] Ἡ ἔχιδνα κατὰ μὲν τὴν χροιὰν ἐστὶν ὑπόξανθος, διακεκοσμημένη στιγμαῖς πολλαῖς τριχοειδέσι· μέγεθος δὲ αὐτῆς πήχεος ἑνός, τῆς δὲ μεγίστης παλαιστῶν τριῶν· οὐρὰν δὲ ἔχει ἀθρόως εἰς λεπτὸν λήγουσαν καὶ οὐ κατὰ βραχὺ μειουμένην, καὶ παντάπασιν ἄσαρκον καὶ τραχεῖαν. Ὀφθαλμοὶ δὲ ταύτης ὑπέρυθροι, καὶ κεφαλὴ πλατυτέρα καὶ τράχηλος στενότερος, γαστέρα δὲ προκολποτέραν ἔχει καὶ τὸν πόρον πρὸς ἄκρα μᾶλλον τῇ οὐρᾷ. ἠρεμαῖον δὲ τὸν περίπατον ποιεῖται, καὶ τέσσαρας ἔχει κυνόδοντας. Ὁ δὲ ἔχις, λέγω δὴ ὁ ἄρρην, τὴν αὐτὴν μὲν ἔχει χροιάν, τὴν δὲ κεφαλὴν ἔχει στενοτέραν, καὶ τὸν τράχηλον παχύτερον, καὶ τὸ πᾶν σῶμα λεπτότερον καί πως ὡς εὐμηκέστερον· τὸν δὲ πόρον ἄνω περὶ τὴν γαστέρα ἔχει, καὶ προπετεστέρως κινεῖται. κυνόδοντας ἔχει δύο μόνους· κατὰ βραχὺ δὲ λήγει εἰς μείουρον, ὥσπερ οἱ ἄλλοι ὄφεις, οὐκ ἀθρόως ὥσπερ ἡ ἔχιδνα· καὶ τούτοις διαφέρει τῆς θηλείας. Εὑρίσκονται τοίνυν ἐπὶ μὲν τῶν ὑπὸ τοῦ ἄρρενος δηχθέντων κεντήματα δύο ἐπὶ τῆς πληγῆς, ἐπὶ δὲ τῶν ὑπὸ τῆς θηλείας, κεντήματα δ. αἷμα δὲ πρῶτον ἐκκρίνεται· εἶτα αἱματώδης ἰχὼρ ἢ καὶ ἐλαιοειδὴς καὶ χολώδης· ὄγκος διάπυρος, φλυκταινώδης, ὑπέρυθρος· εἶτα πελιὸς καὶ μελαινόμενος καὶ νεμόμενος· στόμα κατάξηρον· ἔγκαυσις, ἔκλυσις, φρικώδης διαδρομή· ποτὲ δὲ καὶ χολώδης ἔμετος· στρόφος, βάρος κεφαλῆς· σκοτοδινίασις, ὠχρίασις, λυγμός, πυρετός, ταχύπνοια, χρῶμα μολυβδῶδες, ἱδρὼς ψυχρός. Ὁ δὲ θάνατος ἐν ὥραις ἑπτά· τὸ δὲ μήκιστον, τρίτῃ τῶν ἡμερῶν ἐπὶ τῶν μὴ σωζομένων, καὶ μάλιστα τοῖς ὑπὸ ἐχίδνης δηχθεῖσι. Προσήκει τοίνυν πρὶν δίαιμον οὐρῆσαι, σκόροδα πλείονα ἐσθίειν, καὶ ἄκρατον πολὺν πίνειν καὶ ἐμεῖν· ἰσχυρότατον γὰρ ἐπ’ αὐτῶν ἐστὶ βοήθημα ἡ σκοροδοφαγία καὶ ἀκρατοποσία, φησὶν Ἀρχιγένης· ὥστ’ ἂν ὑπομένῃ τὶς τὴν πλείονα βρῶσιν καὶ πόσιν, μὴ χρήζειν ἄλλου βοηθήματος· δίδου δὲ ἀνυπερθέτως πίνειν καὶ τὴν δι’ ἐχιδνῶν θηριακὴν καὶ κατὰ τῆς πληγῆς ἐπιτίθει· καὶ αὐτὴν δὲ τὴν ἔχιδναν ἀποδείρας καὶ ἑψήσας χωρὶς κεφαλῆς καὶ οὐρᾶς καὶ τῶν ἐντοσθίων δίδου φαγεῖν ὅλην ὡς ἐγχέλην· τὴν δὲ ἀποκοπεῖσαν κεφαλὴν λαβίδι κατέχων ἀκριβῶς ἐπιτίθει τῷ δήγματι τὸ πρὸς τὸν τράχηλον μέρος ἔνθερμον, καὶ ἀφαρπάσεις τὸν ἰόν· ἢ ἐκμυζάτω τις τῷ στόματι τὴν πληγήν, προδιακλυσάμενος ἐλαίῳ, ὡς προείρηται ἐν τοῖς βοηθήμασιν, ἢ ὄρνιν ἀνασχίσας, ἐπιτίθει τῷ δήγματι ἔνθερμον καὶ συνεχῶς ἄλλασε. Προκατασχάζειν δὲ χρὴ κατὰ κύκλον τὸν τόπον καὶ σικυάζειν· εἶτα μελέας φύλλα κόψας καὶ χυλίσας, δίδου πιεῖν τὸν χυλόν· τῷ δὲ ἀποθλίμματι κατάπλαττε τὸ δῆγμα. Ἔστι δὲ μελέα δένδρον ἐξ οὗ τὰ λεγόμενα μελέϊνα ξύλα κομίζεται· πάνυ γὰρ ἐνεργές ἐστι τοῖς ἐχεοδήκτοις τὸ φυτόν, καὶ μελισσοφύλλου δὲ τὰ φύλλα καὶ ὁ χυλὸς πινόμενα σὺν οἴνῳ καὶ τῇ πληγῇ ἐπιτιθέμενα, ἐναργῆ τὴν ὠφέλειαν δείκνυσι, κἂν ἤδη ἀποθνήσκῃ ὁ κάμνων· φασὶ δὲ ὅτι ἐάν τις μελανθίου 𐅻 δ φάγῃ, οὐκ ἀποθνήσκει· παραπλησίως δὲ ἐνεργεῖ καὶ ἡ μηκαφρότιδος βοτάνη· καὶ καρκῖνοι δὲ ποτάμιοι λεῖοι σὺν γάλακτι λειωθέντες καὶ πινόμενοι καὶ ἐπιτιθέμενοι ἐπὶ τῷ δήγματι, μεγάλως ὠφελοῦσι· καὶ βάτραχοι ἐσθιόμενοι ἑφθοί, καὶ ὁ ζωμὸς τούτων πινόμενος· δίδου ἐσθίειν καὶ κάρδαμα πολλά, ἢ λειώσας μετ’ οἴνου πότιζε· ποιεῖ δὲ θαυμασίως καὶ χελώνη θαλασσία ξηρὰ σὺν ἀγρίῳ κυμίνῳ πινομένη. Χρῶ δὲ καὶ πᾶσι τοῖς προγεγραμένοις κοινοῖς βοηθήμασι. περιττὸν γὰρ πλειστάκις ταῦτα γράφειν· καὶ μάλιστα τῇ ἀγχούσῃ ῥίζῃ καὶ τῷ ἡλιοτροπίῳ σὺν οἴνῳ· δίδου δὲ καὶ λίθον αἱματίτην· βοηθοῦσι καὶ ῥαφανίδες ἐσθιόμεναι πολλαὶ καὶ ἐμούμεναι.
23 (50) [61] Δοτέον δ’ ἐσθίειν μετὰ τὸν ἔμετον τὴν θηριακὴν Ἀνδρομάχου, καταντλητέον τε τὴν πληγὴν μετὰ τὸν κατασχασμὸν καὶ τὴν τῶν ὀρνίθων ἐπίθεσιν, τριφύλλου τῆς ἀσφαλτίτιδος ἀφεψήματι θερμῷ ἐπὶ πολὺν χρόνον· χεῖρον γὰρ διατίθεται ἐπ’ ὀλίγον καταντληθεῖσα· ἔπειτα κατάπλασσε πράσων καρπὸν μεθ’ ἁλῶν, ἢ σκόροδον μετ’ ὄξους, ἢ τὴν τέφραν αὐτοῦ κεκαυμένην, ἢ μελέας τέφραν σὺν ὄξει, ἢ ἀσφοδέλου φύλλα, ἢ συκαμίνου φύλλα μετὰ τοῦ καρποῦ, ἢ δάφνης φύλλοις ἁπαλοῖς καὶ λείοις μετ’ ἐλαίου κατάπλασσε καὶ μάλιστα πρὸ τοῦ μῦσαι τοὺς τόπους, ἢ αἰγὸς σπυράθους μετ’ οἴνου ἐπιτίθει. Περὶ Διψάδος.
24 (t) [17] Ἡ διψὰς ὑπό τινων καλεῖται καὶ Καῦσος· εἶδος δέ ἐστιν ἐχίδνης ἐν τοῖς παραθαλασσίοις μᾶλλον εὑρισκομένη τῷ μεγέθει πηχυαῖα, ἐκ πάχους ἐπὶ λεπτὸν ἠγμένη· στιγμαὶ δὲ καθ’ ὅλον τὸ σῶμα εἰσὶ κιρραὶ καὶ μελαναί· ἡ δὲ κεφαλὴ στενοτέρα. Παρέπεται δὲ τοῖς ὑπ’ αὐτῆς δηχθεῖσιν, οἷά περ πρὸς τοὺς ὑπὸ ἐχίδνης δηχθέντας προείρηται· δίψος ἀφόρητον, ὥστε καὶ πλείονος διδομένου τοῦ ποτοῦ μὴ παύεσθαι τούτους τῆς δίψης· μήτε μὴν δι’ οὔρων, μήτε δι’ ἐμέτων, μήτε δι’ ἱδρώτων ἐκκρίνεσθαι μηδέν. Ἀπόλυνται δὲ κατὰ δύο τρόπους· ἢ δίψει πολλῷ φλεγόμενοι ἢ λαμβάνοντες ποτόν, ἐν τῇ πληρώσει ὑποταθείσης τῆς γαστρός, ῥήγνυνται ἢ κατὰ τοὺς βουβῶνας ἢ κατὰ τὸ ὑπογάστριον, ὡς ἐπὶ τῶν ὑδρωπικῶν γίνεται. Βοηθοῦνται δ’ οὗτοι τοῖς ἐπὶ ἐχεοδήκτων εἰρημένοις· ἰδίως δὲ ἐπὶ τούτων διουρητικώτερα ἔστω τὰ πινόμενα, καὶ τὴν κοιλίαν κλύζειν, καὶ ἔλαιον διδόντας σὺν τοῖς ἀφεψήμασιν ἐμεῖν ἀναγκαστέον. Κατὰ δὲ τῆς πληγῆς μετὰ τὸν ἐκμυζησμὸν καὶ τὸν κατασχασμὸν ἢ τὴν σικύαν καὶ τὰς ἀνεσχισμένας ὄρνιθας, ἄσβεστον μετ’ ἐλαίου ἐπιτίθει καὶ τὰς ἐπισπαστικὰς ἐμπλάστρους [καὶ τὴν θηριακήν]. Περὶ Παρώου καὶ Σπαθιούρου.
32 (t) [9] Ὁ Παρῶος ὄφις ἐν τοῖς κατὰ Συρίαν εὑρίσκεται τόποις· τῷ δὲ χρώματι, οἱ μὲν εἰσὶ χαλκίζοντες. οἱ δὲ μελανίζοντες· οὐκ ἀναιροῦσι δὲ δάκνοντες, ἀλλ’ ὡς ἀμφίσβαινα καὶ σκυτάλη, καὶ οὗτοι πλήξαντες, φλεγμονὴν μόνον ἐπιφέρουσι· διὸ καὶ τοῖς αὐτοῖς θεραπευέσθωσαν ἢ τοῖς ἐπὶ χερσύδρου ῥηθησομένοις. Ὁ δὲ Σπαθίουρος ἐν τοῖς κατὰ Χαλκίδα τόποις μᾶλλον εὑρίσκεται· ἔστι δὲ ζῶον ἐκ πάχους ἐπὶ λεπτὸν ἠγμένον κατὰ τὴν οὐράν· πλατυκέφαλον δέ ἐστι καὶ τοὺς μῦς ἐσθίει· οὐκ ἀναιρεῖ γοῦν οὐδ’ οὗτος δάκνων, ἀλλὰ μόνον φλεγμονὴν ἐπιφέρει, διὸ καὶ οἱ ὑπ’ αὐτοῦ πληγέντες, τοῖς ὁμοίοις θεραπευέσθωσαν. Περὶ Βασιλίσκου.
34 (t) [15] Ὁ Βασιλίσκος ἔστι μεγέθει παλαιστῶν τριῶν, ὑπόξανθος καὶ ὀξυκέφαλος· ἐπί τε τὴν κεφαλὴν τρεῖς ὑπεροχὰς ἔχει δύναμιν δὲ κέκτηται μεγίστην ὑπὲρ τὰ ἄλλα ἑρπετὰ πάντα, ὡς μὴ δύνασθαι τινὰ αὐτῶν μηδὲ τὸν συριγμὸν αὐτοῦ ὑπομένειν· ἀλλὰ κἂν ἐπὶ τροφὴν ἢ ποτὸν τινὰ τῶν ἄλλων ἐπείγηται ἰοβόλων, καὶ αἴσθηται τὴν τοῦ βασιλίσκου παρουσίαν, ὑποχωρεῖν, μηδὲν τῆς ἀναγκαίας τροφῆς πρὸς τὸ ζῆν φροντίσαντα. Τοῖς δὲ ὑπ’ αὐτοῦ δηχθεῖσι συμβαίνει φλόγωσις ὅλου τοῦ σώματος καὶ πελίωσις· ἀπορρέουσί τε καὶ αἱ τρίχες τοῦ σώματος εὐθέως, καὶ ἐν ἀκαρεῖ χρόνῳ ὁ θάνατος ἕπεται· ἀλλὰ μὴν καὶ τοῦ νεκροῦ σώματος [θανόντος] οὐδὲ ἓν ζῶον σαρκοφάγον θιγγάνει· εἰ δὲ ὑπὸ λιμοῦ βιασθὲν ἅψοιτο, αὐτίκα καὶ αὐτῷ ὁ θάνατος ἐπισκήπτει. Φασὶ δὲ ὅτι καὶ ὁραθεὶς μόνον καὶ συρίττων ἀκουσθείς, ἀναιρεῖ τοὺς βλέψαντάς τε αὐτὸν καὶ τοὺς ὑπ’ αὐτοῦ ὁραθέντας καὶ τοὺς ἀκούσαντας αὐτοῦ· ὅθεν μάταιον καὶ περιττὸν ἡγούμεθα βοηθήματα ἐπὶ τούτων ἀναγράφειν. Περὶ Δρακόντων.
35 (t) [10] Ὁ δράκων οὐκ ἔστιν ἰοβόλον, ἀλκῇ δὲ καὶ δυνάμει ἀναιρεῖ. Πλεονάζουσι μέντοι οἱ δράκοντες ἐν τῇ Αἰθιοπίᾳ καὶ ἐν τῇ Λυκίᾳ, τῷ δὲ χρώματι διαφέρουσιν. Οἱ μὲν γὰρ αὐτῶν εἰσὶ μέλανες, οἱ δὲ κιρροί, οἱ δὲ τεφρώδεις· καὶ οἱ μὲν εἰσὶ πήχεων πέντε, οἱ δὲ δέκα, οἱ δὲ καὶ τριάκοντα, ἱστοροῦνται δὲ καὶ μείζονες. φολίσι τε κέχρηνται καθ’ ὅλον τὸ σῶμα τραχυτάταις, καὶ μεγάλους ἔχουσι τοὺς ὀφθαλμούς· καὶ ὑπὲρ τοὺς ὀφθαλμούς, προϋπεροχάς τινας ἐοικυῖας ἐπισκηνίοις· ὑπὸ δὲ τῷ γενείῳ ἀπόφυσίν τινα ἔχουσιν, ἣν καλοῦσι πόγωνα. Τὰ δὲ διαστήματα τῶν στομάτων μεγάλα· γλῶσσα προπετής, καὶ ὀδόντες μεγάλοι, ἐοικότες τοῖς τῶν ἀγρίων συῶν, ὅθεν καὶ κατάγματα ἀπεργάζονται. Αἱ θεραπεῖαι τοίνυν ὡς ἐπὶ τῶν δακνόντων ζώων γινέσθωσαν καὶ ἐπὶ τῶν ἰοβόλων. Περὶ Χερσύδρου.
36 (t) [18] Ὁ ὄφις οὗτος κατὰ τοῦτο ὠνομάσθη Χέρσυδρος· ἐν μὲν γὰρ ταῖς ἀρχαῖς διατρίβει ἐν τοῖς ἐνύδροις τόποις καὶ λέγεται ὕδρος, μετέπειτα δὲ ἐν τοῖς ξηροῖς τόποις καὶ κατὰ σύνθεσιν τῶν τόπων τὸ ὄνομα κέκτηται. Ἐν τῇ χέρσῳ οὖν διατρίβων, καλεῖται χέρσυδρος, ὅτε καὶ χαλεπώτερος ἑαυτοῦ μᾶλλον γίνεται· ἐν μὲν γὰρ τοῖς καθύγροις τόποις τῆς ὑγρᾶς ἐμφορούμενος τροφῆς, οὐκ ἄκρατον τὸν ἰὸν ἔχει· χερσαῖος δὲ γενόμενος, εἰλικρινέστατον τοῦτον ἔχει καὶ χαλεπώτερον. ὡμοίωται δὲ χερσαίᾳ ἀσπίδι μικρᾷ, δίχα τοῦ πλατύνειν τὸν αὐχένα· τοῦτο γὰρ ἐξαίρετον μόνον ἀσπίδες ἔχουσι παρὰ τοῦτον. Τοῖς οὖν ὑπὸ τούτου δηχθεῖσι συμβαίνει τὰ κοινά, ἃ κἀπὶ τῶν ἄλλων· οἷον διόγκωσις, πόνοι συνεχεῖς, πυρώδης καὶ πελιὸς ὁ τόπος καὶ τρυγώδης· ἴλιγγος, ἐκλύσεις, ἔμετοι χολωδῶν δυσωδῶν· ἴδιον δέ, κίνησις ὅλου τοῦ σώματος ἄτακτος, ὡς κατὰ κοιλίαν τινὰ φέρεσθαι ἀνοικείως· ὁ δὲ θάνατος μέχρι τριῶν ἡμερῶν. Βοηθοῦνται δὲ τοῖς κοινοῖς βοηθήμασι καὶ ταῖς θηριακαῖς ἀντιδότοις, ἰδίως δὲ κυπαρίσσου καρποῦ, μύρτων, ἀνὰ 𐅻 α· λεάνας, δίδου πίνειν σὺν ὑδρομέλιτι ἢ οἰνομέλιτι, κατὰ δὲ τὸν πεπονθότα τόπον τὴν ἄσβεστον σὺν ἐλαίῳ ἐπιτίθει καὶ τὰ ὅμοια. Περὶ Φρύνου.
37 (t) [14] Ὁ φρύνος εἶδος βατράχου ἐστίν· ἐκ τῆς λιμνοβίου δὲ φύσεως μεταβεβηκὼς ἐπὶ τὴν χερσόβιον, φρύνος προσαγορεύεται, ἐμφερῶς τῷ Χερσύδρῳ, πρὸς δυσαχθῆ κάκωσιν τῶν ἐντυγχανόντων. Ἔστι γὰρ ζῶον τῷ μεγέθει ὡς μηδὲν ἐλαττοῦσθαι τῆς βραχείας χελώνης· τραχύνει δὲ τὰ νῶτα, καὶ πολὺ ἐπὶ τῇ τοῦ πνεύματος ἐμπλήσει διοιδοῖ· τολμηρότερόν τέ ἐστι· διαμύνεται γὰρ πρὸς τὸ ἄντικρυς, καὶ τοῖς πηδήμασι τὸ μεταξὺ συναίρει διάστημα. Σπανίως μὲν δήγματι χρώμενος· ἆσθμα δὲ τούτου πέφυκεν ἰῶδες ἐμποιοῦν σφοδρόν, ὥστε κἂν μὴ θίγῃ, τῷ ἄσθματι βλάπτειν τοὺς πλησίον γιγνομένους· πλείονα δὲ περὶ τοῦ ζώου τούτου ἱστορούμενα παραπέμπομαι, ὡς μόνα τὰ χρήσιμα παραθέσθαι. Παρακολουθεῖ δὲ τοῖς ὑπὸ τούτου βλαβεῖσιν, οἴδημα ὅλου τοῦ σώματος καὶ κατάρρηξις καὶ σύντομος ἀπώλεια. Τὰ οὖν ἁρμόζοντα τούτοις βοηθήματα παρενεκτέον ἐκ τῶν καθολικῶν ἀντιδότων καὶ ἐπιθεμάτων καὶ τῆς ἄλλης ἐπιμελείας. Περὶ Πιτυοκάμπης.
53 (t) [6] Τοῖς ὑπὸ Πιτυοκάμπης δηχθεῖσιν, εὐθέως πόνος περὶ τὸ στόμα καὶ τὸν οὐρανίσκον γίνεται, γλώσσης δὲ φλεγμονὴ ἰσχυρά· καὶ στομάχου ἄλγημα καὶ κοιλίας καὶ ἐντέρων ἰσχυρὸν μετὰ κνησμώδους περὶ τὸ ἐντὸς αἰσθήσεως, πύρωσίς τε καθ’ ὅλον τὸ σῶμα καὶ ἀσιτία. Βοηθεῖ δὲ καὶ τούτοις τὰ ἐπὶ τῶν κανθαρίδων εἰρημένα, ἰδίως δὲ μήλινον ἔλαιον συνεχῶς πινόμενον ἀντὶ τοῦ κοινοῦ καὶ ἐμούμενον. Πρὸς Κάμπας καὶ Σκώληκας.
54 (t) [13] Εἰδέναι δεῖ ὅτι αἱ μὲν Κάμπαι οὐκ ἐν αὐτοῖς τοῖς στελέχεσιν ἐμφωλεύουσιν, ἀλλ’ ἔξωθεν ἕρπουσαι καταβλάπτουσι τὰ φυτά· οἱ δὲ Σκώληκες ἔνδον τῶν δένδρων τρεφόμενοι, ταῦτα ξηραίνουσιν. οὔτε δὲ κάμπαι οὔτε σκώληκες ἅψονται τῶν δένδρων, ἐὰν γράψας ἐπιδήσῃς ἐν αὐτοῖς ταῦτα τὰ ῥήματα τοῦ Ψαλμοῦ « καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον, ἕως τοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται »· ἀλλὰ καὶ τὰ φυτευόμενα οὐ βλάπτουσι κάμπαι ἢ σκώληκες, ἐὰν σικύου ἀγρίου ῥίζαν ἀποβρέξας ἐν ὕδατι, ἐν τούτῳ τὰ σπέρματα βρέξῃς· ἢ κόψας καὶ μίξας ὕδατι, ἐν αὐτῷ τὰ φυτευόμενα βρέξον· ἢ γράψας εἰς ὄστρακον, ῥίψον ἐν τῷ τόπῳ τὸ « ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον » ἢ ἄσφαλτον καὶ θεῖον ὑποκάπνιζε τὰ δένδρα, καὶ διαφθαρήσονται αἱ κάμπαι καὶ οἱ σκώληκες. Περὶ Αἰλούρου.
55 (t) [2] Αἴλουρος ὄρνιθος οὐχ ἅπτεται, ἐὰν κρεμασθῇ ὑπὸ τὴν πτέρυγα αὐτῆς ἄγριον πήγανον. Περὶ Σαλαμάνδρας.
56 (t) [20] Ἡ Σαλαμάνδρα ἔστι ζῶον ὅμοιον ἀσκαλαβώτῃ· ταχύτερον δὲ τῆς φαρμακίτιδος σαύρας· διαβαίνει δὲ τὸ ζῶον διὰ πυρὸς καιομένου καὶ οὐδὲν πάσχει, περισχιζομένης καὶ ὑποχωρούσης αὐτῇ τῆς φλογός· εἰ δὲ ἐμμείνῃ τῷ πυρὶ ἐπὶ χρόνον τινά, δαπανηθείσης τῆς ἐξ αὐτοῦ ψυχρὰς καὶ μυξώδους ἐκρεούσης ὑγρότητος, καίεται. φασὶ δὲ αὐτὴν καὶ βάρος ἔχειν, ὃ ἐστὶ σβεστικὸν καὶ ἐναντίον πυρός. Παρέπεται δὲ τοῖς λαβοῦσι τὴν σαλαμάνδραν, γλώσσης φλεγμονή, διανοίας ἀποδισμός, τρόμος μετά τινος νάρκης καὶ ἐκλύσεως· πελιοῦται δὲ αὐτοῖς τινὰ μέρη τοῦ σώματος κυκλοτερῶς, ὥστε πολλάκις καὶ σηπόμενα ἀπορρεῖν. Πρῶτον μὲν γὰρ οἱ σπίλοι λευκοὶ φαίνονται κατὰ τὸ σῶμα, εἶτα ἐρυθροί, εἶτα μέλανες μετὰ σήψεως καὶ ῥύσεως τριχῶν. Δοτέον δὲ καὶ τούτοις τὰ ἐπὶ τῶν κανθαρίδων εἰρημένα καὶ ἐμείτωσαν· ἰδίως δὲ πιτυΐνην ῥητίνην λεάνας μετὰ μέλιτος, δίδου ἐκλείχειν ἢ χαλβάνην μετὰ μέλιτος ἢ στροβήλια λεῖα μετ’ ἀφεψήματος χαμαιπίτυος ἢ κνίδης φύλλα συνεψηθέντα κρίνοις μετ’ ἐλαίου· ἢ ὠὰ χελώνης μετὰ καὶ τοῦ αὐτῆς αἵματος δίδου ξηρῷ καὶ [μετὰ] μελικράτου ἢ ὑδρελαίου· παραδόξως δὲ ποιεῖ ἐπ’ αὐτῶν, βατράχων ζωμὸς συνεψηθεὶς μετὰ τῶν ἠρυγγίου ῥιζῶν, χελώνης τε ἄκρα κρέα ζωμευθέντα ποιῶν δίδου· ἔοικε δὲ θεῖον καὶ ἄσφαλτος ἀντιπεπονθέναι καὶ τίτανος. Περὶ τοῦ πόσα εἴδη Φρύνου.
58 (t) [17] Φρύνου δὲ εἰσὶν εἴδη δύο· ὁ μὲν γὰρ ἐστὶ κωφός, ὁ δὲ οὔ· ἔστι δὲ ὁ κωφὸς ἀναιρετικός· οὗτος δὲ νέμεται ἐπὶ τῶν καλάμων, λείχων τὴν δρόσον, δι’ οὗ σκευάζεται καὶ τὸ δηλητήριον· παρέπεται δὲ τοῖς λαβοῦσι πυρετὸς καὶ πίμπρησι τὰ ἄκρα· πολλῷ τε ἄσθματι καὶ δυσπνοίᾳ συνέχεται ὁ λαβών· οἴδημα δὲ παρέπεται μετ’ ὠχρότητος ἐπιτεταμένης πυρώδους καὶ στόματος δυσωδία καὶ λυγμός· ἐνίοτε δὲ καὶ σπέρματος ἀβούλητος ἔκκρισις. Εἰσὶ δὲ εὐβοήθητοι, μετὰ τὸν τοῦ ὑδρελαίου ἔμετον, λαμβάνοντες ἄκρατον πολὺν ἢ πίσσαν μετ’ οἴνου. ῥίζας τε καλάμων ἐν οἷς οἱ αὐτοὶ φρύνοι νέμονται κόψας, μετ’ οἴνου δίδου πίνειν· ἢ τῆς ἐκεῖσε φυομένης κυπέρου ὅσον 𐅻 β. μετ’ οἴνου ἢ αἵματος θαλασσίας χελώνης μετὰ πιτύας λαγωοῦ καὶ κυμίνου δίδου σὺν οἴνῳ ἢ ἧπαρ φρύνου λιμναίου δίδου φαγεῖν· ἔστι γὰρ ἐνεργές. Πίθον δὲ πυρώσας ἢ κλίβανον ἢ φοῦρνον, καὶ ἀνασπάσας τὸ πῦρ καὶ ἐνθεὶς πλίνθον, κάθιε τὸν κάμνοντα· καὶ ἱδρούτω ἐπὶ πολύ· ἀναγκαζέσθωσαν δὲ καὶ συντόνως περιπατεῖν καὶ τρέχειν καὶ γυμνάζεσθαι διὰ τὸ ἐν αὐτοῖς ναρκῶδες· ἐνεργεῖ γὰρ σφόδρα ἐπ’ αὐτῶν τὸ γυμνάσιον, καὶ λουέσθωσαν δὲ καθ’ ἡμέραν. Περὶ τῶν εἰληφότων βάτραχον τὸν ἐν τοῖς ἔλεσι.
59 (t) [1] Τοῖς δὲ βάτραχον ἔλειον εἰληφόσι παρέπεται ἀνορεξία, στόματος καθυγρασμός, ναυτία, ἔμετος καὶ καρδιωγμὸς κουφότερος. Θεραπεύονται δὲ οἴνῳ πολλῷ ποτιζόμενοι σὺν τοῖς θερμαίνουσι πᾶσιν οἷον ὀπῷ Κυρηναϊκῷ ἢ λασαρίῳ, σιλφίῳ, κυμίνῳ, πεπέρει καὶ τοῖς ὁμοίοις.