eul_wid: vhc-ag
DOI 10.5281/zenodo.20335421

Aëtius of Amida Medical Book II in Greek

Medical Book II constitutes the second volume of the Tetrabiblon, a comprehensive medical encyclopedia compiled in the sixth century CE by the Byzantine physician Aëtius of Amida. Written in Greek, this practical compendium systematically gathers and organizes medical knowledge drawn from earlier authorities such as Galen and Dioscorides. Its contents, as indicated by its detailed table, focus extensively on materia medica derived from the earth, including various types of soils, clays, and minerals. The work examines their different properties, preparation methods like washing, and their therapeutic applications. Specific entries cover well-known medicinal substances like Lemnian earth, Samian earth, and various stones such as hematite, magnetite, and emerald. This volume operates within the classical framework of humoral theory, serving as a detailed pharmacological reference.

The encyclopedia was created during the reign of Emperor Justinian I, a period characterized by efforts to preserve and systematize classical knowledge. Modern scholars interpret Aëtius’s work as a practical digest intended for use by contemporary physicians, reflecting the late antique tradition of creating authoritative reference works. The complete Tetrabiblon survives intact in Greek manuscripts and was highly influential, being translated into Arabic and Latin. These translations ensured the transmission of this consolidated Greek medical knowledge through the Byzantine and Islamic worlds and into the Middle Ages.

ΑΕΤΙΟΥ ΑΜΙΔΗΝΟΥ ΒΙΒΛΙΟΝ Β Τάδε ἐστὶν ἐν τῷδε· [Start of Table] α Περὶ τῶν τῆς γῆς διαφορῶν β Ὅπως δεῖ πλύνειν πᾶσαν γῆν γ Θεραπεῖαι αἱ διὰ τῆς γεωργουμένης γῆς ἐπιτελούμεναι δ Περὶ Λημνίας σφραγῖδος ε Μίλτος ϛ Γῆ Σαμία ζ Σελινουσία γῆ καὶ Χία η Κιμωλία γῆ ἢ ἐρετριάς θ Γῆ ἀμπελίτις ἢ φαρμακίτις ι Γῆ κρητικὴ ἢ κρητάριον ια Περὶ τῆς κεκαυμένης γῆς πάσης ιβ Περὶ τῆς ἀρμενίας βώλου ιγ Λίθος αἱματίτης ιδ Λίθος σχιστὸς γαλακτίτης μελιτίτης ιε Κοινὴ διδασκαλία περὶ πάντων τῶν λίθων ιϛ Λευκογραφὶς ἢ μόροξος ιζ Γαλακτίτης ιη Ἴασπις λίθος ιθ Τηκόλιθος ἢ Συριακὸς λίθος κ Πυρίτης κα Λίθος φρύγιος κβ Λίθος ἀγήρατος κγ Λίθος Ἄσσιος κδ Γαγάτης κε Μαγνῆτις λίθος κϛ Σμύρις κίσσηρις ὄστρακα κλιβάνου καὶ τὰ ἄλλα κζ Λίθοι οἱ ἐν τοῖς σπόγγοις κη Ναξίας ἀκόνης τὸ ἀπότριμμα κθ Ὀφίτης λίθος λ Ἱερακίτης λα Ὕαλος λβ Λίθος ἀετίτης λγ Ἀλαβανδικὸς ἢ ἀλαβάνδινον λδ Γαγάτης ἄλλος λε Ἤλεκτρον ἢ σούκινον ἢ λιγγούριον λϛ Ἴασπις ὁ ὑπόχλωρος λζ Ἰασπαχάτης λη Σάπφειρος λίθος λθ Σμάραγδος λίθος μ Περὶ μεταλλικῶν καὶ τῶν ἐξ ὕδατος γεννωμένων μα Περὶ ἀδάρκης μβ Ἀλκυόνια μγ Ἅλες μδ Ἅλες κεκαυμένοι με Ἁλὸς ἄνθος μϛ Ἁλὸς ἄχνη μζ Ἀρμενιακὸν τὸ τῶν ζωγράφων μη Ἀρσενικόν μθ Ἄσφαλτον ν Ἀφρόνιτρον καὶ νίτρου ἀφρός να Γύψος νβ Διφρυγές νγ Διαφανές νδ Θεῖον νε Ἰὸς ξυστός νϛ Ἰοῦ σκώληκος σκευασία νζ Καδμία νη Κύανος νθ Λεπὶς χαλκοῦ καὶ σιδήρου.
P (50) ξ Λιθάργυρος ξα Λίτρον ξβ Μελαντηρία ξγ Μέλαν ᾧ γράφομεν ξδ Μίξυ καὶ σῶρι καὶ χαλκῖτις ξε Μολίβδαινα ξϛ Μόλυβδος ξζ Πομφόλυξ ξη Ῥοιδαρίου σκευασία ξθ Σανδαράκη ο Σάνδυξ καὶ συρικοῦν οα Σκωρία πᾶσα οβ Στίμμι ογ Σπόγγος οδ Στυπτηρία πᾶσα οε Τίτανος οϛ Φῦκος οζ Χάλκανθος οη Χαλκῖτις οθ Χαλκὸς κεκαυμένος π Χαλκοῦ ἄνθος πα Χρυσοκόλλα πβ Ψιμμύθιον πγ Ψωρικόν πδ Περὶ τῆς ἀπὸ τῶν ζῴων ὠφελείας πε Περὶ αἵματος πϛ Περὶ γάλακτος ἐκ τῶν Ῥούφου καὶ Γαληνοῦ πζ Περὶ διαφορᾶς γάλακτος πη Περὶ διαφορᾶς γάλακτος ἀπὸ τῆς ἕξεως τῶν ζῴων πθ Περὶ τῆς ἀπὸ τῶν ὡρῶν τοῦ ἔτους διαφορᾶς τοῦ γάλακτος Ϟ Περὶ τῆς ἀπὸ τῆς νομῆς διαφορᾶς τοῦ γάλακτος Ϟα Περὶ τῆς ἡλικίας διαφορᾶς γάλακτος Ϟβ Τίσι τὸ γάλα ἁρμόδιον Ϟγ Περὶ τρόπου καὶ καιροῦ χρήσεως καὶ μέτρου Ϟδ Τίνας βλάπτει τὸ γάλα Ϟε Περὶ ἑψήσεως γάλακτος Ϟϛ Περὶ ὀρροῦ γάλακτος Ϟζ Περὶ τῶν ἡδονῆς χάριν συνεψομένων τῷ γάλακτι Ϟη Περὶ ὀξυγάλακτος Ϟθ Περὶ πρωτογάλακτος ρ Περὶ τῆς πηκτῆς καλουμένης ρα Περὶ τυροῦ ρβ Φάρμακον τὸ διὰ τοῦ παλαιοῦ τυροῦ πρὸς πώρους ργ Περὶ ἐνεργείας τοῦ νέου τυροῦ ἔξωθεν προσαγομένου ρδ Περὶ βουτύρου ρε Περὶ πιτύας ρϛ Περὶ χολῆς ρζ Περὶ ἱδρῶτος ρη Περὶ οὔρων ρθ Περὶ σιάλου ρι Περὶ κόπρου ρια Περὶ κυνείας κόπρου ριβ Περὶ ἀνθρωπείας κόπρου ριγ Περὶ λυκείας κόπρου ριδ Περὶ αἰγείας κόπρου ριε Περὶ κόπρου βοός ριϛ Περὶ προβατείας κόπρου ριζ Περὶ περιστερῶν κόπρου ριη Περὶ ἀλεκτορίδων κόπρου ριθ Περὶ κόπρου χηνὸς ἱέρακος πελαργῶν καὶ τῶν ὁμοίων καὶ χερσαίων κροκοδείλων ρκ Ῥύπος προβάτων ἐξ οὗ τὸ ὕσσωπον ρκα Περὶ σαρκῶν ρκβ Περὶ τῶν ἐν τοῖς πεζοῖς ζῴοις ἄκρων ρκγ Περὶ ἀδένων ρκδ Περὶ ὄρχεων ρκε Περὶ νεφρῶν ρκϛ Περὶ ἐγκεφάλου ρκζ Περὶ τῶν ἐν τοῖς πεζοῖς ζῴοις σπλάγχνων ρκη Περὶ κοιλίας καὶ ἐντέρων καὶ μήτρας ρκθ Περὶ τῆς τῶν ἀγρίων ζῴων σαρκός ρλ Περὶ τῆς ἀπὸ τῶν πτηνῶν ζῴων τροφῆς ρλα Περὶ χηνῶν καὶ στρουθοκαμήλων ρλβ Περὶ γεράνων ρλγ Περὶ τῆς κατὰ τὰ μόρια τῶν πτηνῶν ζῴων διαφορᾶς ρλδ Περὶ ὠῶν ρλε Ὅσα ὡς φάρμακον ἐνεργεῖται ὠά ρλϛ Περὶ τῆς ἀπὸ τῶν ἐνύδρων ζῴων τροφῆς ρλζ Περὶ κεφάλου ρλη Περὶ λάβρακος ρλθ Περὶ τρίγλης ρμ Περὶ πετραίων ἰχθύων ρμα Περὶ κωβιοῦ ρμβ Περὶ μαλακοσάρκων ρμγ Περὶ σκληροσάρκων ρμδ Περὶ ὀστρακοδέρμων ρμε Περὶ μαλακοστράκων ρμϛ Περὶ μαλακίων ρμζ Περὶ σελαχίων ρμη Περὶ ἐχίνων θαλαττίων ρμθ Περὶ τῶν ταριχευομένων ἐπιγείων καὶ ἐνύδρων ρν Περὶ γάρου ρνα Περὶ ἅλμης ρνβ Περὶ πιμελῆς καὶ στέατος ρνγ Περὶ μυελοῦ ρνδ Περὶ πνεύμονος ρνε Περὶ κεφαλῆς ρνϛ Περὶ κεράτων ρνζ Περὶ ὀνύχων ρνη Περὶ λειχήνων ἵππων ρνθ Περὶ ἐρίων ῥυπαρῶν καὶ καθαρῶν καὶ κεκαυμένων ρξ Τρίχες κεκαυμέναι ρξα Ὀστέα κεκαυμένα ρξβ Περὶ δερμάτων ρξγ Περὶ αἰθυίης ρξδ Περὶ ἀλωπέκων ρξε Περὶ ἀράχνης ρξϛ Περὶ βατράχων ρξζ Περὶ γαλῆς ρξη Περὶ γῆς ἐντέρων ρξθ Περὶ δράκοντος θαλασσίου ρο Περὶ ἐχίδνης ροα Ἐχῖνος θαλάττιος ροβ Ἐχῖνος χερσαῖος ρογ Ἱππόκαμποι θαλάττιοι ροδ Περὶ κανθαρίδων ροε Καρκῖνοι ποτάμιοι ροϛ Περὶ καράβου ροζ Κάστορος ὄρχις ροη Κυνὸς ποταμίου ὄρχις ροθ Κυνὸς χερσαίου σκύλαξ ρπ Κύκνου νεοττός ρπα Κηρύκων ὄστρακα κεκαυμένα ρπβ Κορυδαλλὸς τὸ πτηνὸν ζῷον ρπγ Κοχλίος χερσαῖος ρπδ Περὶ μαινίδος ταριχηρᾶς ρπε Νάρκα ζῶσα ρπϛ Ὀνίσκος θαλάττιος ρπζ Ὀστρέων ὄστρακα ρπη Πορφυρῶν ὄστρακα ρπθ Ῥίνη θαλαττία ρϞ Σηπία ρϞα Σκίγκος ρϞβ Τελλίναι ρϞγ Τέττιξ ρϞδ Ὕαινα ρϞε Χελιδόνες ρϞϛ Περὶ ἐκλογῆς τῶν καλλιστευόντων ἁπλῶν φαρμάκων ρϞζ Ἐκ τῶν Ὀριβασίου.[220]
P (200) Ὅσα μέσα ἐστὶ τῶν θερμαινόντων καὶ ψυχόντων ρϞη Ὅσα θερμαίνει ρϞθ Ὅσα θερμαίνει τῆς πρώτης τάξεως c Ὅσα θερμαίνει τῆς β σα Ὅσα θερμαίνει τῆς τρίτης σβ Ὅσα θερμαίνει τῆς δ σγ Ὅσα ψύχει σδ Ὅσα ψύχει τῆς α τάξεως σε Ὅσα ψύχει τῆς β σϛ Ὅσα ψύχει τῆς γ σζ Ὅσα ψύχει τῆς τετάρτης ση Ὅσα ξηραίνει ἀδήκτως σθ Ὅσα ξηραίνει ἁπλῶς σι Ὅσα ξηραίνει τῆς πρώτης σια Ὅσα τῆς δευτέρας σιβ Ὅσα τῆς τρίτης σιγ Ὅσα τῆς δ σιδ Ὅσα μέσα τῶν ξηραινόντων καὶ ὑγραινόντων σιε Ὅσα ὑγραίνει τῆς α σιϛ Ὅσα τῆς δευτέρας σιζ Ὅσα ὑδατώδη ψυχρότητα ἔχει σιη Ὅσα λεπτομερῆ σιθ Ὅσα παχυμερῆ σκ Ὅσα ῥωστικά σκα Ὅσα συμπεπτικά σκβ Ὅσα ἐκπυητικά σκγ Ὅσα μαλακτικά σκδ Ὅσα σκληρύνει σκε Ὅσα ῥύπτει σκϛ Ὅσα ἀναστομωτικά σκζ Ὅσα ἀραιωτικὰ τοῦ δέρματος σκη Ὅσα ὑπνωτικά σκθ Ὅσα σηπτικά σλ Ὅσα κατασταλτικὰ τῶν ὑπεροχῶν σλα Ὅσα ἐπουλοῖ σλβ Ὅσα ἑλκοὶ ἐπιπολαίως σλγ Ὅσα καυστικά σλδ Ὅσα ἑλκτικά σλε Ὅσα διαφορητικά σλϛ Ὅσα στύφει σλζ Ὅσα σπέρμα γεννᾷ καὶ προκαλεῖται σλη Ὅσα ἐπέχει σπέρμα σλθ Περὶ τροφῶν δυνάμεων σμ Ὅσα λεπτύνοντά ἐστιν ἐν τροφαῖς σμα Ὅσα παχύχυμα σμβ Ὅσα μέσα τῶν λεπτυνόντων καὶ παχυνόντων σμγ Ὅσα γλίσχρον χυμὸν γεννᾷ σμδ Ὅσα ὠμοὺς χυμοὺς γεννᾷ σμε Ὅσα ψυχροὺς χυμοὺς γεννᾷ σμϛ Ὅσα μελαγχολικοὺς χυμοὺς γεννᾷ σμζ Ὅσα χολώδη χυμὸν γεννᾷ σμη Ὅσα ἐστὶ περιττωματικά σμθ Ὅσα ἐστὶν ἀπέριττα σν Ὅσα πολύτροφα σνα Ὅσα ὀλιγότροφα σνβ Ὅσα εὔχυμα σνγ Ὅσα κακόχυμα σνδ Ὅσα εὔπεπτα σνε Ὅσα δύσπεπτα σνϛ Ὅσα εὐστόμαχα καὶ ῥωστικά σνζ Ὅσα κακοστόμαχα σνη Ὅσα ἄφυσα σνθ Ὅσα φυσώδη σξ Ὅσα ῥύπτει τέμνει ἐκφράττει σξα Ὅσα ἐμφράττει σξβ Ὅσα βραδύπορα σξγ Ὅσα εὔφθαρτα σξδ Ὅσα δύσφθαρτα σξε Ὅσα ὑπάγει γαστέρα σξϛ Ὅσα ἐπέχει γαστέρα σξζ Ὅσα θερμαίνει σξη Ὅσα ψύχει σξθ Ὅσα ξηραίνει σο Ὅσα ὑγραίνει σοα Ὅσα κεφαλὴν βλάπτει [End of Table] Λόγος β Περὶ τῶν τῆς γῆς διαφορῶν καὶ λίθων καὶ μεταλλικῶν καὶ τῆς ἀπὸ τῶν ζῴων ὠφελείας, ἐκ τῶν ἁπλῶν Γαληνοῦ καὶ τοῦ περὶ τροφῶν δυνάμεων αὐτοῦ καὶ Ὀριβασίου καὶ ἑτέρων.[1]
Arg (t) Ὅσα μὲν φυτῶν ἐστι μόρια καὶ καρποὶ καὶ χυλοὶ καὶ ὀποὶ πρόσθεν εἴρηται· νυνὶ δὲ περὶ τῶν ὑπολοίπων φαρμάκων ὅσα τῆς γῆς ἐστιν εἴδη καὶ ὅσα μεταλλεύεται πρόκειται διελθεῖν, ἔπειτα καὶ περὶ ζῴων. Περὶ τῶν γῆς διαφορῶν.[5]
1 Γῆς συνήθως πάντες ἄνθρωποι ὀνομάζουσιν ἐκείνην μόνην τὴν οὐσίαν, ἥ τις ὑγρῷ φυραθεῖσα πηλὸς γίνεται· ἡ γὰρ ἐν τοῖς μετάλλοις εὑρισκομένη ἄτεγκτος γίνεται. λέγω δὲ τέγγεσθαι μὲν τὸ δι’ ὅλης τῆς οὐσίας ὑγραίνεσθαι, βρέχεσθαι δὲ κατὰ τὴν ἐπιφάνειαν μόνην, οὐ διικνουμένης εἰς τὸ βάθος αὐτῆς τῆς ὑγρότητος. ξηραντικὴν δὲ ἅπασα γῆ ἔχει δύναμιν· ἐπεὶ καὶ φύσει ξηρόν ἐστιν αὐτῆς τὸ σῶμα. καὶ ὅταν ἀκριβῶς ᾖ πυρώδους ἄμικτος οὐσίας, ἀδηκτοτάτως ξηραίνει· συντελεῖ δὲ εἰς τοῦτ’ αὐτῇ τὸ πεπλύσθαι. τινὲς μὲν οὖν οὐ δέονται πλύσεως, τινὲς δὲ καὶ δὶς καὶ τρὶς δέονται πλυθῆναι. εἰ δὲ καὶ γεγυμνασμένην ἔχοις τὴν γευστικὴν αἴσθησιν, αὐτὸς ἔσῃ κριτὴς ἀκριβὴς ἧς τε δεῖ πλύνειν γῆς ἧς τε μή, τῷ μὴ μετέχειν αὐτὴν δηλονότι δριμύτητός τινος ἢ στύψεως. ἐπεὶ δὲ ἀδύνατόν ἐστιν εὑρεῖν οὐσίαν ἄμικτον, ἀκριβῶς προσεπισκέπτεσθαι χρὴ τὴν μίξιν ἐκ τῶν συμβεβηκότων αὐτῇ κατά τε τὰς ἐν τῇ κουφότητι καὶ βαρύτητι διαφορὰς καὶ τὰς ἐν τῇ γεύσει. στύψεως μὲν γὰρ ἔμφασιν ἔχουσα τοσοῦτον μετείληφε ψύξεως, ὅσον καὶ στύψεως. εἰ δὲ καὶ δριμύτητος ἐμφαίνοιτό τι, τοσοῦτον ἔχει θερμότητος ὅσον δριμύτητος. καὶ ἡ μὲν κούφη γίγνεται, ὅταν ἀερώδους οὐσίας μετέχῃ δαψιλοῦς ἐν τῇ δι’ ὅλης αὑτῆς κράσει· ἡ δὲ βαρεῖα ὅσον μᾶλλον ᾖ βαρεῖα, τοσοῦτον μᾶλλον εἰλικρινής ἐστι γῆ. ἡ μὲν οὖν θερμὴ δηλονότι θερμαίνει, ἡ δὲ ψύχουσα καὶ στύφουσα δηλονότι ἐμψύχει καὶ ἀποκρούεται. ἡ δὲ τοῦ ῥυπτικοῦ μετέχουσα χωρὶς ἐπιφανοῦς θερμότητος ξηραίνει ἀδήκτως, ἡ δὲ ἐπὶ πλέον τὸ ἐχέκολλον ἔχουσα οὐ ῥύπτει. ἐμπλαστικωτέραν γὰρ ἐργάζεται τὴν οὐσίαν τὸ κολλῶδες, ὥστε μὴ ῥύπτειν, ὅταν γε μηδεμία δριμύτης ἄλλη προσῇ τῷ γλίσχρῳ, ὡς ἐπὶ τοῦ ἰξοῦ ἐστιν ἰδεῖν· ἀναγκαιότατον δὲ μηδὲ τοῦτο ἀγνοεῖν, ἀλλ’ ἀεὶ αὐτοῦ μεμνῆσθαι ἐπὶ πάσης ὕλης εἰς ἰατρικὴν χρείαν ἀγομένης. οἱ μὲν γὰρ πλεῖστοι νομίζουσι τὰ καυθέντα πάντα ψυχρότερα γίγνεσθαι σφῶν αὐτῶν, ἔνιοι δὲ πάλιν αὐξάνεσθαι τὴν θερμασίαν οἴονται τῶν καυθέντων· ἁμαρτάνουσι δὲ ἀμφότεροι. τὰ μὲν οὖν δριμέα πάντα καυθέντα πολὺ τῆς θερμότητος ἀπόλλυσι, τὰ δὲ μὴ τοιαῦτα καυθέντα προσλαμβάνει θερμότητος, τελέως δὲ ψυχρὸν οὐδὲν τῶν καυθέντων γίγνεται. ἐγκαταλείπεται γὰρ αὐτοῖς οἷον ἐμπύρευμά τι λεπτομερὲς καὶ τοῦτό ἐστι τὸ κατὰ τὰς πλύσεις τῶν καυθέντων ἀπορρυπτόμενον, οὗ συναπελθόντος τῷ ὕδατι τὸ λοιπὸν τοῦ καυθέντος οὐσία γεώδης ψυχρὰ γίγνεται, ἀδήκτως ξηρᾶναι δυναμένη. τὸ δὲ ὕδωρ, ᾧ τὸ φάρμακον ἐπλύθη, θερμὴν δύναμιν ἐπεκτήσατο λεπτομερῆ. τούτου τοίνυν προδεδηλωμένου καιρὸς ἤδη λέγειν ὅπως δεῖ πλύνειν ἅπασαν γῆν ἄκαυστον πλύσεως δεομένην. τινὲς γάρ, καθὼς προείρηται, οὐ δέονται πλύσεως. Ὅπως δεῖ πλύνειν πᾶσαν γῆν.[35]
2 Πλύνεται δὲ πᾶσα γῆ τοῦτον τὸν τρόπον· ὕδατι μὲν φυρᾶται μηδεμιᾶς φαρμακώδους ποιότητος ἔμφασιν ἔχοντι· καταστάντος δὲ τοῦ πηλοῦ καὶ περιαιρεθέντος δὲ ἄνωθεν τοῦ ὕδατος, εἶτα τοῦ μετ’ αὐτὸ χωρισθέντος ἀπὸ τῶν ὑφισταμένων κάτω λιθωδῶν τε καὶ ψαμμωδῶν. Θεραπεῖαι αἱ διὰ τῆς γῆς ἐπιτελούμεναι τῆς γεωργουμένης.[5]
3 Τῆς δὲ γεωργουμένης ἡ λιπαρὰ πᾶσα γῆ χρήσιμος εἰς θεραπείαν ἁπάντων τῶν ξηρανθῆναι δεομένων μορίων. ὅθεν αὐτῇ καὶ κατ’ Ἀλεξάνδρειαν καὶ Αἴγυπτον χρῶνται. εἶδον γοῦν ἐπὶ τῆς Ἀλεξανδρείας ὑδερώδεις τε καὶ σπληνώδεις ἐνίους χρωμένους τῷ πηλῷ τῆς Αἰγυπτιακῆς γῆς. πολλοὶ δὲ καὶ κνήμας καὶ μηροὺς καὶ πήχεις καὶ βραχίονας καὶ νῶτα καὶ πλευρὰς καὶ στέρνα τῷ πηλῷ τῆς γῆς ταύτης χριόμενοι σαφῶς ὠφελοῦντο. τάς τε παλαιὰς φλεγμονάς τε καὶ τὰ χαῦνα τῶν οἰδημάτων ὀνίνησιν ὁ πηλὸς οὗτος, ὥστε ἐνίους οἶδα ὅλην τὴν ἕξιν οἰδαλέους ἐξ αἱμορροίδων ἀμέτρου κενώσεως γενομένους, ὠφεληθέντας ἐναργῶς καί τινες ἀλγήματα χρόνια κατά τι μόριον ἐστηριγμένα τῷ πηλῷ τούτῳ τελέως ἰάσαντο. καὶ ταῦτα μὲν ὁ Γαληνός. ὁ δὲ Στράτων οὕτως περὶ τῆς γῆς ἔφη. Πρὸς χρονίαν κεφαλαλγίαν. Γλοιὸν τὸν ἀπὸ τοῦ βαλανείου ἢ ἀπὸ τοῦ θερμοῦ ὕδατος μίξας τῇ πλυθείσῃ μελαίνῃ γῇ χρῶ ἢ ἀφεψήματι ῥόδων κεφαλῶν φυράσας τὴν γῆν χρῶ, ἢ κεραμίου ὄξους ὄστρακον λεῖον προσπλέκων τῇ γῇ χρῶ σὺν ἀφεψήματι δάφνης, ἢ ὄστρακον κριβάνου λεῖον μετ’ ὄξους μίξας τῇ μελαίνῃ γῇ παραχέων σαμψύχου ἀπόζεμα χρῶ. πρὸς δὲ τὰ γιγνόμενα ἐπὶ τοῦ σώματος ψωρώδη καὶ λειχηνώδη ἐξανθήματα ἀφεψήματι ἀμυγδάλων ἢ θέρμων πικρῶν φυράσας γῆν μέλαιναν χρῶ, ἢ κεράμιον ἀπὸ ὄξους ἀποπλύνας ἀφεψήματι πηγάνου καὶ φυράσας τῇ γῇ ὁμοίως χρῶ, ἢ βωλάρια ἁλὸς τὰ εὑρισκόμενα ἐν τῷ πυθμένι τῶν ἀπὸ γάρου κεραμίων λεάνας καὶ φυράσας τῇ γῇ χρῶ, ὡς ἐνεργῷ, ἢ περιστερᾶς κόπρον μίξας τῇ γῇ καὶ ἁλικακάβου ἀφεψήματι φυράσας χρῶ. Πρὸς δὲ βῆχα χρονίαν μετὰ καχεξίας ἀφεψήματι ὀστῶν μοσχείων συμφυράσας τὴν γῆν χρίε τὸν θώρακα ἢ κεράμιον ἀπὸ μέλιτος πλύνας ὁμοίως καὶ συμφυράσας χρῶ ἢ ἀφεψήματι κυμίνου καὶ μελανθίου ὁμοίως χρῶ, ἢ ἀφεψήματι σαμψύχου ὁμοίως φυράσας χρῶ. Πρὸς σπληνικούς. Σποδὸν κληματίνην καὶ θρόμβον τρυγίας ὄξους φυράσας τῇ γῇ χρῶ, ἢ ἀφεψήματι φύλλων καππάρεως φυράσας χρῶ, ἢ ὄστρακα καλλάϊνα μίξας τῇ γῇ καὶ μετ’ ὄξους φυράσας χρῶ. Πρὸς ὑδρωπικούς. Ὄστρακα ἀπὸ ἅλμης παλαιωθέντα λεῖα μίξας τῷ πηλῷ χρῶ, ἢ σκωρίαν ἀργύρου λειοτάτην ὁμοίως μίσγε τῷ πηλῷ καὶ χρῶ, ἢ ἀποζέματι σαραπιάδος βοτάνης τῆς τριόρχεως φυράσας χρῶ, ἢ μοσχείων ἢ χοιρείων κρεῶν γάρος μίσγων ὁμοίως χρῶ, ἢ σάμψυχον θαλαττίῳ ὕδατι ἑψήσας φυράσας τὴν γῆν χρῶ, ἢ ἀφεψήματι θέρμων πικρῶν τάριχον συλλεάνας καὶ μίξας τῇ γῇ χρῶ, ἢ στυπτηρίαν κεκαυμένην καὶ γλήχωνος κεκαυμένου τέφραν μίξας τῷ πηλῷ καὶ ὀξυμέλιτι φυράσας χρῶ, ἢ βόλβιτα βοὸς ξηρὰ λεῖα μίξας τῇ γῇ καὶ μετὰ ὀξυμέλιτος φυράσας χρῶ. Πρὸς ἰσχιάδα καὶ πάντας τοὺς περὶ τὰ νευρώδη μόρια ψυγμούς. Ἀφεψήματι ὀστέων μοσχείων σάμψυχον ἑψήσας καὶ μίξας τῇ λευκῇ γῇ χρῶ, ἢ ἔγχελυν ἑψήσας μεθ’ ἁλῶν καὶ νίτρου τῷ ἀφεψήματι φυράσας τῇ γῇ χρῶ. ἢ γλοιὸν μετὰ ἀσβέστου μίξας τῇ γῇ χρῶ, ἢ πράσου καὶ σκόρδων ἀφεψήματι φυράσας τῇ γῇ χρῶ, ἢ κόστον καὶ κασίαν σχοῖνον ἀσπάλαθον ξυλοβάλσαμον καὶ σάμψυχον παρακεκομμένα ἕψε μεθ’ ὑδρελαίου καὶ μίσγε τῷ πηλῷ καὶ χρῶ, ἢ αἰγὸς σπυράθους καὶ βόλβιτα βοὸς ξηρὰ ἅμα λεάνας μετὰ γλοιοῦ σκευασθέντος ἐκ κηρωτῆς ῥαφανίνης μίσγε τῷ πηλῷ καὶ χρῶ.[45]
3 (50) Πρὸς ποδάγραν. Ἀπὸ κεφαλῆς μὲν μέχρι βουβώνων πηλούσθω τοῖς προκειμένοις, ἀπὸ βουβώνων δὲ καὶ κάτω μέχρι ὀνύχων τοῖς ὑπογεγραμμένοις· μόσχου τοὺς ὀπισθίους πόδας κατακαύσας σὺν τοῖς ὄνυξι καὶ λεάνας μίξας τῇ γῇ χρῶ καὶ λευκογραφίδα λεάνας μεθ’ ὕδατος, ἐν ᾧ σίδηρος πλειστάκις ἐναποσβεσθῇ, καὶ στυπτηρίας 𐆄 α καὶ συμφυράσας τῇ γῇ χρῶ, ἢ ἀφεψήσας κικίδας μέχρι τακερωθῶσι καὶ συμφυράσας τῷ ἀφεψήματι τὴν γῆν χρῶ ἢ ἀφεψήματι φύλλων τῆς κύπρου φυράσας τὴν γῆν χρῶ. ἄλλο. Στυπτηρίας ὑγρᾶς 𐆄 α · στυπτηρίας σχιστῆς 𐆄 α κόμμεως 𐆄 ϛ ψιμμυθίου 𐆄 θ μελαντηρίας 𐆄 ε μίσυος 𐆄 ϛ ἰτέας φύλλων 𐆄 θ ἐλαίου μυρσίνου ἢ κικίνου 𐆄 κδ ὄξους λίτρας ϛ λεάνας ἅμα καὶ συμφυράσας τῇ γῇ χρῶ. ἄλλο. Στυπτηρίας λιθαργύρου μίσυος ὀπτοῦ ἀνὰ 𐅻 δ , κηρωτῇ μυρσίνῃ ὑγρᾷ ἀναλαβών· καὶ φυράσας τῇ γῇ χρῶ. ἄλλο. Ἀκακίας χαλκάνθου ἀνὰ 𐅻 β λεάνας, ὄξει ξήρανον καὶ συμφυράσας τῷ πηλῷ χρῶ. ἄλλο. ψιμμυθίου λιθαργύρου ἀνὰ 𐅻 δ ἐλαίου μυρσίνου λίτρας δ ὕδατος τὸ ἀρκοῦν συμφυράσας τῇ γῇ χρῶ. ἄλλο, ᾧ ἐθεραπεύθη ὁ ἔπαρχος Φιλῖνος· μόρων χυλοῦ στυπτηρίας σχιστῆς κυπέρου ἄγνου κικίδων κρόκου μυρίκης καρποῦ λιβανωτοῦ ἀνὰ 𐆄 ϛ ἅμα πάντα λειότατα ποιήσας ξηράνας ἀπόθου· ἐπὶ δὲ τῆς χρείας ἀνέσας ὕδατι καὶ συμφυράσας τῇ γῇ χρῶ· μὴ λουούμενον δὲ δεῖ ἀπαντλεῖσθαι περσικῶν ἀώρων ἀφεψήματι. καὶ περὶ μὲν τῆς γεωργουμένης γῆς ἱκανὰ καὶ ταῦτα. Περὶ Λημνίας σφραγῖδος.[70]
4 Τὴν δὲ Λημνίαν γῆν, ἣν καὶ σφραγῖδα Λημνίαν καλοῦσιν, ἑτοίμην λαμβάνεις ἅπαξ ἐν τῷ τόπῳ πεπλυμένην, ἑτέρας πλύσεως μὴ δεομένην· ἄλλοτε δὲ ἄλλῳ ὑγρῷ ἀνιεμένη διαφόρως ἐνεργεῖ. ἐπί γε μὴν τῶν κακοήθων καὶ σηπεδονωδῶν ἑλκῶν εἴποτε ἐχρησάμην τῇ Λημνίᾳ, μεγάλως ὠφέλησεν. ἡ δὲ χρῆσις γίγνεται κατὰ τὸ μέγεθος τῆς τοῦ ἕλκους κακίας. τὸ μὲν γὰρ δυσῶδες λίαν πλαδαρόν τε καὶ ῥυπαρὸν καὶ χρόνιον, ἀνέχεται δι’ ὄξους δριμυτάτου τῆς Λημνίας λελυμένης εἰς πηλώδη σύστασιν. οἴνῳ δὲ ἀνιεμένη καὶ τὰ πρόσφατα τῶν τραυμάτων παρακολλᾷ. πινομένη δὲ καὶ πρὸς αἵματος ἀναγωγὰς ἁρμόττει καὶ ἐπὶ τῶν θανασίμων φαρμάκων καὶ τῶν ὑπό τινος τῶν ἰοβόλων δηχθέντων· ἐνιεμένη δὲ διὰ κλυστῆρος μετὰ χυλοῦ ἀρνογλώσσου δυσεντερικοὺς μεγάλως ὠφελεῖ, προαποκλυσθέντων δηλονότι τῶν ἑλκῶν ἅλμῃ. δίδοται δὲ καὶ αὐτοῖς καὶ τοῖς αἱμοπτυικοῖς εἰς πότον μετ’ ὀξυκράτου. Μίλτος δύναμιν ἔχει στυπτικὴν ἐμπλαστικὴν ἀναξηραντικήν· διὸ καὶ ἐμπλάστροις τραυματικαῖς μίγνυται καὶ τροχίσκοις ξηραίνουσι καὶ στεγνωτικοῖς.[10]
5 ἵστησι δὲ κοιλίαν σὺν ὠοῖς τηγανιστοῖς λαμβανομένη καὶ ἐγκλυζομένη, κατάγει δὲ καὶ ἕλμινθας πινομένη. πρωτεύει δὲ πασῶν ἡ Σινωπικὴ μὲν καλουμένη, γενομένη δὲ Καππαδοκίᾳ, πυκνὴ οὖσα καὶ βαρεῖα καὶ ἡπατίζουσα τῇ χρόᾳ καὶ ὁμόχροος καὶ πολύχυλος ἐν τῇ λύσει. Γῆ Σαμία ἢ ἀστήρ.[5]
6 Ἡ δὲ Σαμία γῆ οὐ δεῖται πλυθῆναι, χρώμεθα δὲ αὐτῆς μάλιστα τῷ ἑτέρῳ τῶν εἰδῶν, ὃ δὴ καὶ Σάμιον ἀστέρα καλοῦσιν, εἰς τὰς τοῦ αἵματος πτύσεις, ὁπόθεν ἂν γιγνόμεναι τύχωσι, καὶ ἐν πότῳ καὶ ἐν προσθέτῳ διδόντες. καὶ μέντοι καὶ πρὸς τὰς δυσεντερικὰς ἑλκώσεις καὶ νομὰς χρώμεθα ἐνιέντες δι’ ἀρνογλώσσου χυλοῦ καὶ μάλιστα ἐπὶ τῶν φλεγμῆναι φθασάντων ἑλκῶν καὶ μὴ ἀνεχομένων δριμύτερον φάρμακον καὶ ἐπὶ τῶν ἁπαλοσάρκων. παρηγορεῖ γὰρ καὶ μάλιστα τά θ’ ὑγρότερα καὶ χαυνότερα μόρια, ὅθεν ἐπὶ τιτθῶν καὶ ὄρχεων παραλαμβάνεται λειωθεῖσα μεθ’ ὕδατος, ἐπιβαλλομένου ῥοδίνου τοσούτου, ὅσον οὐκ ἐάσει ξηρανθῆναι τὸ φάρμακον. ἀγαθὸν δὲ τὸ οὕτω σκευασθὲν καὶ πρὸς τὰς ἄλλας φλεγμονὰς ὅσαι θερμαὶ καὶ πρὸς βουβῶνας ἀρχομένους καὶ τὰ ποδαγρικὰ ῥεύματα καὶ ὅλως ὅπου μετρίως ψύχειν βουλόμεθα μετὰ τοῦ παρηγορεῖν, ὥστε ἐναργῶς φαίνεσθαι τῆς Σαμίας γῆς τὴν δύναμιν μετρίως ψυκτικήν. ἐστὶ γὰρ ἀερώδης καὶ ἐχέκολλος. διαφέρει δὲ ὁ Σάμιος ἀστὴρ τῆς Σαμίας γῆς τῷ μᾶλλον ἔχειν τὸ ἐχέκολλον καὶ τὸ ἐμπλαστικόν. Σελινουσία γῆ καὶ Χία.[15]
7 Ῥυπτικὴν δὲ ἔχει δύναμιν μετρίαν πάνυ Σελινουσία τε γῆ καὶ Χία, διὸ καί τινες τῶν γυναικῶν ἐπὶ τὸ πρόσωπον αὐταῖς χρῶνται. πρὸς δὲ τῷ ξηραίνειν ἀδήκτως καὶ ῥύπτειν οὔτε θερμότητος οὔτε ψύξεως ἐπιφανοῦς μετέχουσι. διὸ καὶ ἐπὶ τῶν ἐπιπολαίων ἑλκῶν χρήσιμοι, οἷά εἰσι τὰ πυρίκαυτα. τὰ δὲ πάνυ ἐμπλαστικωτέραν ἔχοντα τὴν οὐσίαν, οὐ ῥύπτει· κωλύει γὰρ τοῦτο ποιεῖν τὸ ἐχέκολλον. Κιμωλία γῆ ἢ ἐρετριὰς μικτῆς οὖσα δυνάμεως, ἔχει μέν τι καὶ ψυκτικὸν καὶ ἀποκρουστικόν.[5]
8 ἔχει δέ τι καὶ διαφορητικὸν βραχύ· πλυθεῖσα δὲ ἀποτίθεται τὸ διαφορητικόν. παρὰ δὲ τὴν τῶν μιγνυμένων αὐτῇ ὑγρῶν φύσιν ἐναργῶς ἐπιδείκνυται τῶν δυνάμεων ἑκατέραν. τοῖς μὲν γὰρ ἀποκρουομένοις καὶ ψύχουσι μιχθεῖσα τὸν γενόμενον ἐξ αὐτῆς κἀκείνων πηλὸν ἐργάζεται ψύχοντά τε καὶ ἀποκρουόμενον, τοῖς δὲ διαφορητικοῖς διαφοροῦντα καὶ αὐτόν. οὕτως μὲν οὖν καὶ τοῖς πυρικαύτοις ἁρμόττει μετ’ ὄξους φυραθεῖσα καὶ ἐπιχριομένη. μέμνησό γε μὴν τοῦτο κοινὸν ἐπὶ πάσης εἶναι γῆς τῆς κούφης. ἅπασαι γὰρ ὀνίνασι τὰ πυρίκαυτα παραχρῆμα καταχριόμεναι μετ’ ὀξυκράτου, κωλύουσαι φλυκταινοῦσθαι. Γῆ ἀμπελῖτις ἢ φαρμακῖτις.[10]
9 Ἀμπελῖτις γῆ καὶ φαρμακῖτις λέγεται, ὅτι τε ἐναργεστέραν τῶν ἄλλων τὴν δύναμιν κέκτηται, καὶ ὅτι οἱ γεωργοὶ ἦρος εἰσβάλλοντος διέντες αὐτήν, χρίουσι τὰς ῥίζας τῶν βλαστησασῶν ἀμπέλων πρὸς τὸ μὴ προσάπτεσθαι τούτων τὰ βλάπτοντα τὰς ἀμπέλους ζωΰφια· ἐκ δὲ τοῦ φθείρειν τὰς σκνῖπας δηλοῖ ὅσον μέτεστι δυνάμεως φαρμακώδους αὐτῇ. τὸ δὲ ἄδηκτον τῶν ἄλλων καὶ παρηγορικὸν οὐκ ἔχει, ξηραίνει δὲ μᾶλλον διὸ καὶ μιγνυμένην αὐτὴν ἐν τοῖς φαρμάκοις εὑρήσεις, ἔνθα ξηρᾶναί τι καὶ διαφορέσαι προσήκει. Γῆ Κρητικὴ ἢ κρητάριον.[5]
10 Ἡ δὲ Κρητικὴ γῆ παραπλησία πώς ἐστι τῇ τε Σαμίᾳ καὶ ταῖς ὁμοίαις, ἀλλ’ ἱκανῶς ἐστιν ἀσθενής, πολὺ τὸ ἀερῶδες ἔχουσα· διὸ καὶ τὸ ῥυπτικὸν ἄδηκτον μᾶλλον ἔχει, ᾧ καὶ τὸν ἄργυρον ῥύπτει. Περὶ τῆς κεκαυμένης γῆς πάσης.
11 Ἐπεὶ δέ τινες τῶν ἰατρῶν καλῶς ποιοῦντες καίουσι τὴν γῆν, ᾗ χρῶνται ἐπὶ τῶν ἀδήκτως ξηρανθῆναι δεομένων ἑλκῶν, γίγνωσκε ὡς λεπτομερεστέρα γίγνεται ἡ κεκαυμένη καὶ δριμυτέρα, ὡς εἰς τὴν διαφορητικὴν μεταπίπτειν δύναμιν. εἰ δὲ ἡ καυθεῖσα πλυθείη, τὸ μὲν δριμὺ καταλιποῦσα τῷ ὕδατι, τὸ δὲ ἐκ τῆς ὀπτήσεως λεπτομερὲς ἔχουσα, ξηραντικωτέρα γίγνεται, διὸ τῆς ἀκαύτου γῆς ἁπάσης ἐπὶ τῶν ἑλκῶν οὔσης χρησίμης, ἔτι μᾶλλον μετὰ τὸ καυθῆναι πλυθεῖσα πρὸς τὰ δυσσάρκωτά τε καὶ δυσκατούλωτα χρήσιμός ἐστιν. Περὶ τῆς Ἀρμενίας βώλου.[5]
12 Ἐδόθη δὲ ἡμῖν ἐν τῷ μεγάλῳ τούτῳ λοιμῷ καὶ ἄλλη τις ἐξ Ἀρμενίας τῆς ὁμόρου Καππαδοκίας γῆ ξηραντικωτάτη τὴν δύναμιν, τὴν χρόαν ὠχρά. λίθον δὲ αὐτὴν ὠνόμαζεν ὁ δούς, καί ἐστιν εὐλείωτος, καθάπερ ἡ τίτανος καὶ ὁ Σάμιος ἀστήρ, οὐ μὴν ὁμοίως γε κούφη τῷ ἀστέρι. διὸ καὶ πεπύκνωται μᾶλλον αὐτοῦ καὶ ἧττον ἀερώδης ἐστὶ καὶ διὰ τοῦτο φαντασίαν ἀποτελεῖ τοῖς ἀμελέστερον ὁρῶσι λίθος εἶναι. ἄκρως δὲ ξηραίνει. ἐπί τε γὰρ δυσεντερικῶν καὶ τῶν κατὰ γαστέρα ῥευμάτων, αἵματός τε πτύσεως καὶ κατάρρου καὶ προσέτι τῶν κατὰ τὸ στόμα σηπεδονωδῶν ἑλκῶν ἁρμόττει μάλιστα. καὶ μέντοι καὶ τοὺς ἀπὸ κεφαλῆς εἰς θώρακα ῥευματιζομένους ὀνίνησι μεγάλως, ὥστε καὶ τοὺς διὰ τοιαύτην αἰτίαν δυσπνοοῦντας ἰσχυρῶς ὠφελεῖ. καὶ μὲν δὴ καὶ ὅσοι φθόῃ κάμνουσι, καὶ τούτους ὀνίνησι. ξηραίνει γὰρ αὐτῶν τὸ ἕλκος, ὡς μηκέτι βήττειν ἔτι. ἐφ’ ὧν δὲ μετὰ τὴν ἀπαλλαγὴν τοῦ πάθους ἀφυλακτότερον διαιτηθέντων ὑποστροφὴ πάλιν τοῦ νοσήματος ἐγένετο, καὶ τούτους ἡ ἐκ τῆς Ἀρμενίας βῶλος ὠφέλησεν, καὶ ἔτι μᾶλλον τοὺς δυσπνοοῦντας χρονίως. ἐν δὲ τῷ μεγάλῳ τούτῳ λοιμῷ πάντες οἱ πιόντες τούτου διὰ ταχέων ἐθεραπεύθησαν· ὅσους δὲ οὐδὲν ὤνησεν, ἀπέθανον πάντες, οὐδ’ ὑπ’ ἄλλου τινὸς ὠφεληθέντες· ᾧ καὶ δῆλον ὅτι μόνους τοὺς ἀνιάτως ἔχοντας οὐκ ὠφέλησεν. πίνεται δὲ μετ’ οἴνου λεπτοῦ τὴν σύστασιν μετρίως κεκραμένου, εἰ ἀπύρετος εἴη παντάπασιν ὁ ἄνθρωπος ἢ καὶ βραχὺ πυρέττοι, πάνυ δὲ ὑδαροῦς, εἰ πυρέττοι μειζόνως. οὐ μὴν οὐδὲ σφοδροὶ κατὰ τὴν θερμασίαν εἰσὶν οἱ λοιμώδεις πυρετοί. περὶ δὲ τῶν ξηρανθῆναι δεομένων ἑλκῶν τί δεῖ καὶ λέγειν πηλίκην δύναμιν ἔχει ἡ Ἀρμενιακὴ βῶλος αὕτη; ὀνομάζεται δὲ τῇ μὲν ἐκείνων φωνῇ ζαρνακέ , κατὰ δὲ τὴν τῶν Σύρων ζαριναχά · τὸ δὲ ὄρος ἐν ᾧ γεννᾶται πόλεως ἐστὶν ὀνομαζομένης Βαγανανά , ὁ δὲ ἀγρὸς ἐν ᾧ τὸ ὄρος ἐστὶν ὀνομάζεται Ἀγαράκ . Λίθος αἱματίτης ἀπὸ τῆς κατὰ τὴν χρόαν ὁμοιότητος οὕτως ὀνομάζεται· παρατριβόμενος γὰρ θυίαις ἢ ἀκόναις αἱματώδη χυλὸν ἀνίησιν.[25]
13 τοσοῦτον δὲ τῆς ψύξεως μετέχει ὅσον καὶ τῆς στύψεως. καὶ μόνῳ δ’ αὐτῷ ἐχρησάμην τραχέων γεγονότων βλεφάρων, εἰ μὲν ἅμα φλεγμονῇ τοιαῦτα εἴη γεγονότα, δι’ ὠοῦ τὴν ἄνεσιν ποιούμενος, ἢ μᾶλλον ἔτι τήλεως ἀφεψήματι· εἰ δὲ χωρὶς φλεγμονῆς, δι’ ὕδατος. ἄρχου δὲ ἀεὶ ἀπὸ τοῦ μετρίως ὑγροῦ διὰ μήλης ἐγχέων· ὅταν δὲ φέρῃ ὁ πάσχων τὴν δύναμιν αὐτοῦ, παχύτερον ἀεὶ καὶ μᾶλλον ἐργάζου καὶ τελευτῶν οὕτω παχὺ ποιήσεις, ὡς μὴ διὰ μήλης πυρῆνος ὑπαλείφειν καθ’ ὑποβολὴν τὸ βλέφαρον ἢ ἐκστρέψας παράτριβε. ὁ δ’ αὐτὸς οὗτος λίθος ὁμοίως ἐπ’ ἀκόνης ἀποτριβόμενος καὶ πινόμενος αἵματος πτύσεσιν ἁρμόττει καὶ πᾶσιν ἕλκεσι. ξηρὸς δὲ λειωθεὶς ὡς χνοώδης γενέσθαι καταστέλλει τὰ ὑπερσαρκοῦντα. χρῆται μὲν οὖν οὐδεὶς αὐτῷ καθ’ αὑτόν. ἐγὼ δὲ ἐφ’ ὧν εἶπον, ἐκ τῆς κατὰ τὴν γεῦσιν ποιότητος εὑρὼν τὴν δύναμιν, ἐχρησάμην. καὶ αὐτὰ δὲ τὰ κατὰ τοὺς ὀφθαλμοὺς ἕλκη συνουλοῖ αὐτὸς μόνος, ἀποτριβόμενος μέν, ὡς ὀλίγον ἔμπροσθεν εἶπον, ἤτοι δὲ ἐγχυματιζόμενος ἢ ὑπαλειφόμενος. ἐβασάνισα γὰρ καὶ τοῦτο τῇ πείρᾳ. Λίθος σχιστὸς γαλακτίτης μελιτίτης.[15]
14 Τῷ δὲ αἱματίτῃ λίθῳ παραπλησίαν μέν, ἀσθενεστέραν δὲ δύναμιν ὁ σχιστὸς καλούμενος ἔχει. χρόαν δὲ οὗτος φέρει ἀποτριβόμενος ἐπ’ ἀκόνης ὠχράν. μετὰ δὲ τοῦτον ὁ γαλακτίτης ἐστί, γάλακτος χρόαν ἐν τῇ ἀνέσει φέρων. ὁ δὲ μελιτίτης ἤδη τι καὶ θερμότητος μετείληφεν. ἀπὸ γὰρ τῆς κατὰ τὴν γεῦσιν ὁμοιότητος οὕτως ὠνόμασται. ἕκαστος οὖν αὐτῶν ἀποχωρῶν κατὰ βραχὺ τῆς τοῦ αἱματίτου δυνάμεως, ἐπὶ μὲν ὀφθαλμῶν ὁμοίως εἰς χρῆσιν ἄγεται, πραότερος δέ ἐστιν. ἀεὶ δὲ τὰ πραότερα φάρμακα τοῖς μὲν ἔτι φλεγμαίνουσι μορίοις ἐστὶ προσηνέστερα, τοῖς δὲ ἀποφλεγμήνασιν ἀσθενέστερα πρὸς τὸ τελέως ἐξυγιάσαι. Κοινὴ διδασκαλία περὶ πάντων τῶν λίθων.[10]
15 Κοινοῦ δὴ τοῦ ξηραίνειν ὑπάρχοντος ἅπασι τοῖς λίθοις, ὅσοι μὲν αὐτῶν ἢ εἰς χυλὸν λυθέντες ἢ ἄλλως λειωθέντες οὐδεμίαν ἐναργῆ κατὰ τὴν γεῦσιν ἔχουσι ποιότητα, τούτους μὲν ἡγητέον ἀσθενεστάτους εἶναι καὶ προσηνεστάτους καὶ ἀδηκτοτάτους. ὅσοι δὲ φαίνονται σαφῆ τινα ποιότητα κατὰ τὴν γεῦσιν ἐνδεικνύμενοι, τῆς ποιότητος ἀνάλογον ἔχειν τὴν ἰσχύν, εἰ μὲν στύφοιεν, εἰς τὸ καταστεῖλαι καὶ σφίγξαι καὶ πιλῆσαι καὶ συναγαγεῖν, εἰ δὲ δάκνοιεν, εἰς τὸ θερμῆναί τε καὶ διαφορῆσαι καὶ τῆξαι. μέσοι δ’ αὐτῶν εἰσιν οἱ ῥύπτοντες μόνον ἄνευ τοῦ στύφειν ἢ δάκνειν. Λευκογραφὶς ἢ μόροξος.[5]
16 Τῶν δὲ εἰς χυλὸν ἀναλυομένων ἐστὶ καὶ ὁ κατ’ Αἴγυπτον γεννώμενος λίθος, ᾧ χρῶνται στιλπνοῦντες τὰς ὀθόνας, ὅν τινες μόροξον, οἱ δὲ λευκογραφίδα καλοῦσιν. ὑπόχλωρος γὰρ φαινόμενος οὗτος, εἰ παρατριβείη ἀκόνῃ ἢ καὶ ἱματίῳ τραχυτέρῳ, λευκαίνει τὸν τόπον. ἐστὶ δὲ ἀποιότερος τῶν εἰρημένων, οὔτε στύψιν οὔτε ῥύψιν οὔτε δῆξιν ἐμφαίνων· ὅθεν τοῦτο μόνον ὑπάρχει αὐτῷ τὸ ξηραίνειν ἀδήκτως. καὶ διὰ τοῦτο κηρωτῇ μιγνύντες αὐτὸν εἰς ἀπούλωσιν ἑλκῶν ἐπὶ τῶν μαλακῶν σωμάτων χρῶνται· μιγνύουσι δὲ αὐτὸν καὶ ταῖς ὀφθαλμικαῖς δυνάμεσιν. ὅσῳ δέ ἐστι μαλακώτερος τῶν εἰρημένων καὶ ἀποιότερος, τοσούτῳ μετριώτερος καὶ ἀνωδυνώτερος ὑπάρχει. Γαλακτίτης.[10]
17 Καὶ οὗτος παραπλησίαν τῷ εἰρημένῳ χρόαν ἔχων ὑπόχλωρον γαλακτώδη χυλὸν ἀνίησιν. ἐστὶ δὲ σκληρότερος τῆς λευκογραφίδος. πολυγάλους δὲ ποιεῖ τὰς γυναῖκας ἐὰν λουσάμεναι πίωσιν ἢ μεθ’ ὕδατος ἢ μετὰ γλυκέος οἴνου τετριμμένον τὸν λίθον. μίγνυται δὲ καὶ ταῖς ὀφθαλμικαῖς δυνάμεσι. φασὶ δὲ αὐτὸν περιαπτόμενον τραχήλῳ τῶν ὀδοντιώντων βρεφῶν ὀδόντων ἀταλαίπωρον ἔκφυσιν παρασκευάζειν. Ἴασπις λίθος.[5]
18 Ἁπάντων δὲ τῶν εἰρημένων λίθων ἰσχυροτέραν ἔχει τὴν δύναμιν ὁ ἐκ τῆς Αἰθιοπίας κομιζόμενος λίθος, ὑπόχλωρός πως, ἴασπις καλούμενος. ἀνιέμενος δὲ γαλακτώδη χυλὸν ἀνίησι κατὰ τὴν χρόαν. δακνώδης δέ ἐστι γευομένοις καὶ διὰ τοῦτο μόνον εἰς τὸ καθῆραι καὶ ῥύψαι τὰ χωρὶς φλεγμονῆς ἐπισκοτοῦντα ταῖς κόραις ἁρμόζει, ἐξ ὧν εἰσι καὶ αἱ πρόσφατοι τῶν ἐν ὀφθαλμοῖς οὐλῶν, ἃς λεπτύνειν πέφυκεν. ἀπορρύπτει δὲ καὶ τὰ μὴ πάνυ σκληρὰ τῶν πτερυγίων. ἰδιότητι δέ τινι, ὥσπερ καὶ ἄλλα τινά, ὁ χλωρὸς ἴασπις ὠφελεῖ τόν τε στόμαχον καὶ τὸ τῆς γαστρὸς στόμα περιαπτόμενος. ἐντιθέασι δὲ καὶ δακτυλίοις αὐτὸν ἔνιοι, καθάπερ καὶ ὁ βασιλεὺς Νεχεψὼς ἔγραψε. τούτου μὲν οὖν τοῦ λίθου κἀγὼ πεῖραν ἱκανὴν ἔχω καὶ ὁρμάθιόν γε ποιήσας ἐκ λίθων τοιούτων ἐξῆπτον τοῦ τραχήλου σύμμετρον οὕτως, ὡς ψαύειν τοὺς λίθους τοῦ στόματος τῆς γαστρός. ἐφαίνοντο δὲ οὐδὲν ἧττον ὠφελοῦντες καὶ μὴ ἔχοντες τὴν γλυφήν, ἣν ὁ Νεχεψὼς ἔγραψεν. Τηκόλιθος ἢ Συριακὸς λίθος.[15]
19 Ἐστὶ δὲ καὶ ἄλλος λίθος ἰσχυρὸς τὴν δύναμιν ἐν τῇ Συρίᾳ τῆς Παλαιστίνης γεννώμενος, λευκὸς μὲν τὴν χρόαν, εὔρυθμος δὲ κατὰ τὸ σχῆμα, γραμμὰς ἔχων ὡς ἀπὸ τόρνου γεγονυίας. ὀνομάζεται δὲ Ἰουδαικὸς καὶ τηκόλιθος. ἐστὶ δὲ τῶν ἐν νεφροῖς συνισταμένων λίθων θραυστήριος, ἀνιέμενος ἐπ’ ἀκόνης καὶ ποτιζόμενος δι’ ὕδατος θερμοῦ. ἐπὶ δὲ τῶν ἐν κύστει λίθων οὐδὲν ἰσχυρὸν ἀνύει. ὁ δὲ Νεχεψώς φησι· “τρίψας τὸν τηκόλιθον μεθ’ ὕδατος καὶ ποιήσας γλοιοῦ λεπτοῦ τὸ πάχος καὶ ἀποξυρήσας τὰς τρίχας τὰς περὶ τὴν κύστιν καὶ τὸ αἰδοῖον κατάχριε καὶ τήκει τὸν λίθον τὸν ἐν τῇ κύστει. διὸ δὴ χαῖρε θάλασσα Ἀράβων φέρουσα πημάτων ἄκος εὕρεμα τηκόλιθον.” μετὰ μυρσίνου δὲ ἐλαίου ἀνεθεὶς τοῖς ποδαγρικοῖς ἐπαρκεῖ ἐπιχριόμενος. Πυρίτης.[10]
20 Εἷς δὲ τῶν ἰσχυρὰν ἐχόντων δύναμίν ἐστι καὶ ὁ πυρίτης ὀνομαζόμενος, ἐοικὼς ἀργύρῳ κατὰ τὴν χρόαν, ᾧ χρώμεθα μιγνύντες ἐμπλάστρῳ διαφορητικῇ. προσεμβάλλεται δὲ αὐτῇ καὶ ὁ σχιστός. ὑπὸ τούτου τοῦ φαρμάκου καὶ πύον μὲν πολλάκις, ἀλλὰ καὶ θρομβώδης σύστασις ἐν ταῖς μεταξὺ χώραις τῶν μυῶν γενομένη διεφορήθη. δεῖ δὲ λειοτάτους τοὺς εἰς χρῆσιν ἀγομένους λίθους πάντας οὕτως σφόδρα ποιῆσαι, παραπλησίως τοῖς εἰς τὰς ὀφθαλμικὰς δυνάμεις μιγνυμένοις. Λίθος Φρύγιος.[5]
21 Ὁ δὲ Φρύγιος λίθος ξηραίνει ἰσχυρῶς, ἔχων τι καὶ στύψεως ἅμα καὶ δήξεως, ὅθεν καὶ ἀποκρούεται καὶ διαφορεῖ. ἀεὶ δ’ αὐτῷ κεκαυμένῳ κέχρημαι· πρὸς μὲν τὰ σηπεδονώδη τῶν ἑλκῶν ἢ αὐτῷ καθ’ αὑτῷ ἢ δι’ ὄξους ἢ ὀξυκράτου ἢ οἰνομέλιτος, πρὸς δὲ ὀφθαλμοὺς ξηρὸν ποιῶν φάρμακον, περὶ οὗ ἐν τῷ περὶ τῆς συνθέσεως τῶν φαρμάκων τόπῳ ῥηθήσεται. Λίθος ἀγήρατος.[5]
22 Καὶ ὁ ἀγήρατος λίθος, ᾧ οἱ σκυτοτόμοι χρῶνται, ὠφελεῖ ἐναργῶς γαργαρεῶνας φλεγμαίνοντας. Λίθος Ἄσσιος.
23 Ἐστὶ δὲ καὶ ἄλλος λίθος γεννώμενος ἐν Ἀσσῷ, ὃν δὴ διὰ τοῦτο καλοῦσιν Ἄσσιον, πωροειδὴς κατά τε τὴν χρόαν καὶ τὴν σύστασιν, εὔθρυπτός τε καὶ χαῦνος. ἐπιτρέφεται δέ τι αὐτῷ παραπλήσιον ἀλεύρῳ λεπτοτάτῳ, τῷ προσιζάνοντι τοῖς τοίχοις 〈ἐν τοῖς μύλωσι〉 διαττωμένων τῶν ἀλεύρων καὶ καλοῦσι πέτρας Ἀσσίας ἄνθος. ἐστὶ δὲ λεπτομερές, ὡς τὰς πλαδαρὰς σάρκας ἐκτήκειν, καὶ ταριχεύειν χωρὶς δήξεως ἰσχυρᾶς. ἔχει δέ τι καὶ ἁλμυρὸν ἐν τῇ γεύσει, ὡς εἰκάσαι τὴν γένεσιν ἴσχειν αὐτό, δρόσου τινὸς ἐκ τῆς θαλάσσης ἐφιζούσης τῇ πέτρᾳ κἄπειτα ξηραινομένης ὑπὸ τοῦ ἡλίου. ὁμοία δὲ τῷ ἄνθει τὴν δύναμίν ἐστι καὶ ἡ πέτρα καθ’ ἣν γεννᾶται, τῷ δὲ σφοδρῷ τῆς ἐνεργείας ἀπολείπεται αὐτοῦ. Γαγάτης.[10]
24 Ἐστὶ δὲ καὶ ἄλλος λίθος μέλας τὴν χρόαν, ὅταν ὁμιλήσῃ τῷ πυρὶ παραπλησίαν ὀσμὴν ἀσφάλτῳ ποιῶν, ὅν φασιν ἐν Λυκίᾳ εὑρίσκεσθαι κατὰ ποταμὸν ὀνομαζόμενον Γάγον, ὅθεν καὶ γαγάτην ὀνομάζουσιν αὐτόν. πλακώδεις δὲ λίθους μέλανας, ἀσθενῆ φλόγα γεννῶντας, εἰ κατὰ πυρὸς ἐπιτεθεῖεν, ἐκόμισα ἐκ τῆς κοίλης Συρίας πλησίον τῆς Ἱεριχῶ ἐν τῷ λόφῳ γεννωμένους τῷ περιέχοντι τὴν νεκρὰν ὀνομαζομένην θάλατταν ἐν τοῖς ἀνατολικοῖς αὐτῆς μέρεσιν· ἔνθα καὶ ἡ ἄσφαλτος γίνεται, ὅθεν καὶ τὴν ὀσμὴν τοιαύτην κέκτηνται. ἐχρησάμην δὲ αὐτοῖς εἰς ἐμφυσήματα χρόνια κατὰ γόνυ γενόμενα δυσθεράπευτα, μιγνὺς ταῖς πρὸς τοῦτο τὸ σύμπτωμα πεπειραμέναις δυνάμεσι καὶ σαφῶς ἔδοξεν ἡμῖν ἐναργεστάτην αὐτῶν πεποιηκέναι τὴν δύναμιν. ἔμιξα δ’ αὐτῷ καὶ τῆς βαρβάρου καλουμένης καὶ σαφῶς ἐγένετο ξηραντικώτερον τὸ φάρμακον, ὡς καὶ κόλπους προσστέλλειν, οὐ μόνον ἔναιμα τραύματα κολλᾶν, ἐφ’ ὧν ἡρμοκέναι ἡ βάρβαρος μάλιστα πεπίστευται. φασὶ δὲ τὸν γαγάτην ἀφεψόμενον ὕδατι καὶ πινομένου τοῦ ὕδατος ἕλμινθας ἐκτινάσσειν, περιαπτόμενον δὲ κεφαλαλγίας παύειν χρονίας, εἶναι δὲ καὶ ὠκυτόκιον ἐπὶ τῶν δυστοκουσῶν γυναικῶν κατεχόμενον τῇ χειρὶ τῆς τικτούσης. Μαγνῆτις λίθος.[15]
25 Ἡ δὲ μαγνῆτις καλουμένη λίθος καὶ Ἡρακλεία παραπλησίαν τὴν δύναμιν ἔχει τῷ αἱματίτῃ, μετέχει δὲ καὶ ἑλκτικῆς δυνάμεως. φασὶ δὲ ὡς κατεχομένη τῇ χειρὶ τῶν χειραγρῶν καὶ ποδαγρῶν ἀνωδύνους αὐτοὺς ἐργάζεται. ἴσως δὲ καὶ σπασμοῖς βοηθεῖ. Σμύρις κίσσηρις ὄστρακα κλιβάνου καὶ τὰ ἄλλα.
26 Ῥυπτικῆς ἐστι δυνάμεως ἡ σμύρις. καθαροὺς οὖν τοὺς ὀδόντας ἐργάζεται τῶν σμηχομένων αὐτοὺς αὐτῇ, ὡς ἐπειράθημεν. καὶ ἡ κίσσηρις δὲ ῥυπτικῆς ἐστι δυνάμεως ὡς ἡ σμύρις. καὶ τὸ τῶν κεραμίδων ὄστρακον τῆς αὐτῆς ἐστι δυνάμεως, καὶ μᾶλλον τὸ ἐκ τῶν κλιβάνων. ἀλλ’ ἥ γε σμύρις ἔχει τι δριμὺ καὶ διὰ τοῦτο μίγνυται καυστικαῖς καὶ ξηραντικαῖς δυνάμεσι καὶ ταῖς θεραπευούσαις οὖλα πλαδαρά. καὶ ἡ κίσσηρις δὲ ῥυπτικῆς ἐστι δυνάμεως. λαμπρύνει δὲ τοὺς ὀδόντας σμηχομένη, οὐ τῷ ῥύπτειν μόνον ἀλλὰ καὶ τῇ τραχύτητι. καυθεῖσα δὲ ἡ κίσσηρις οὐκ ἀπολείπεται σμύρεως εἰς τὰς αὐτὰς χρείας. πλυθεῖσα δὲ μετὰ τὴν καῦσιν κάλλιστα σαρκοῖ τὰ κοῖλα τῶν ἑλκῶν. τὸ δὲ ἐκ τῶν κλιβάνων ὄστρακον σὺν τῷ ῥύπτειν καὶ ξηραντικῆς ἐστι δυνάμεως. διὸ καὶ τῶν ἐμπλάστρων ἣν ὀνομάζουσιν Ἡφαιστιάδα καὶ μάγον διὰ τούτου σκευαζομένην, κάλλιστόν ἐστιν ἐπουλωτικὸν φάρμακον. Λίθοι οἱ ἐν τοῖς σπόγγοις.[10]
27 Εἰσὶ δὲ καὶ ἄλλοι οἱ ἐν τοῖς σπόγγοις εὑρισκόμενοι λίθοι ῥυπτικῆς δυνάμεως, οὐ μὴν οὕτως ἰσχυρᾶς ὥστε τοὺς ἐν κύστει λίθους θρύπτειν· τοὺς δὲ ἐν νεφροῖς ὄντας θρύπτουσιν. Ναξίας ἀκόνης τὸ ἀπότριμμα.
28 Τό γε μὴν τῆς Ναξίας ἀκόνης ἀπότριμμα ψυκτικῆς δυνάμεώς ἐστι, ὡς καὶ ποδαγρικοὺς ὠφελεῖ μετὰ ῥοδίνης κηρωτῆς προσαγόμενον. Ὀφίτης λίθος.
29 Ὁ δὲ ὀφίτης καλούμενος λίθος καυθεὶς ῥυπτικῆς τε καὶ θρυπτικῆς γίγνεται δυνάμεως. πινόμενος δὲ μετ’ οἴνου λευκοῦ καὶ λεπτοῦ τοὺς ἐν κύστει λίθους θρύπτει· ὠφελεῖ δὲ καὶ τοὺς ἐχιοδήκτους περιαπτόμενος. Ἱερακίτης.
30 Ὁ δὲ ἱερακίτης καὶ ὁ Ἰνδικὸς τὰς αἱμορροίδας ἀναξηραίνουσι περιαπτόμενοι δεξιῷ μηρῷ, ὧν καὶ ἡμεῖς ἐπειράθημεν. ὁ δὲ Διο γένης ἐν τῷ περὶ λίθων οὕτως φησί· Διογένους . “ἱερακίτης λίθος ὑπόχλωρος μέν ἐστι καὶ πρὸς τὸ μέλαν ἐντετραμμένος ἐπιρερασμένος τε χρόαις ἑτέραις ὡς ποικίλος εἶναι. δύναμιν δὲ ἔχει ἀναξηραίνουσαν αἱμορροίδας ἀπηρτημένος τοῦ δεξιοῦ μηροῦ τοῦ κάμνοντος. δοκιμάσεις δὲ ὅτι ἀληθὴς αὐτός ἐστιν, ἔχων αὐτὸν μετὰ χειρός· χρίου 〈γὰρ〉 μέλιτι τὰς χεῖρας καὶ οὐ προσεγγιοῦσί σοι τὸν λίθον φέροντι μυῖαι. ὁ δὲ Ἰνδικὸς τὴν μὲν χρόαν ἐστὶν ὑπόπυρρος· ἀνέει δὲ τριβόμενος πορφυροειδῆ χυλόν, οὔτε πυκνός ἐστιν οὔτε καρτερὸς καὶ δύναται μετ’ οἴνου πινόμενος ἀκράτου αἱμοπτυικοὺς ὠφελεῖν. ὁ δὲ ἔκλευκος καὶ σποδίζων κατὰ τὴν φαντασίαν καὶ τὰς ἄλλας ἵστησιν αἱμορραγίας.” Ὕαλος.[10]
31 Ὕαλος λειοτάτη πινομένη δι’ οἴνου λευκοῦ καὶ λεπτοῦ τοὺς ἐν κύστει λίθους θρύπτει ἱκανῶς. Λίθος ἀετίτης.
32 Ἀετίτης λίθος ὁ ἐν τῷ κινεῖσθαι ἦχον ἀποτελῶν, ὡς ἑτέρου ἐγκύμων λίθου ὑπάρχων, κατόχιον ἐμβρύων ἐστίν, ὅταν ὀλισθηραὶ ὦσιν αἱ μῆτραι, περιαπτόμενος ἀριστερῷ βραχίονι. ἐν δὲ τῷ καιρῷ τῆς ἀποτέξεως ἄρας ἐκ τοῦ βραχίονος περίαπτε τῷ μηρῷ καὶ ἐκτὸς ὀδυνῶν τέξεται. ἐστὶ δὲ κλεπτέλεγχος, εἰ ἐπιθείη τις αὐτὸν εἰς τὸν προσφερόμενον ἄρτον. ὁ γὰρ κλέψας οὐκ ἂν δυνηθείη καταπιεῖν τὰ μασηθέντα. φασὶ δὲ ὅτι καὶ συνεψόμενος ὁ ἀετίτης τοῖς ἐδέσμασι κλεπτέλεγχος γίγνεται. οὐ γὰρ δυνήσεται ὁ κλέψας καταπιεῖν τὰ σὺν αὐτῷ ἑψόμενα. λειωθεὶς δὲ καὶ ἀναλαμβανόμενος κηρωτῇ σκευασθείσῃ διὰ κυπρίνου ἐλαίου ἢ γλευκίνου ἤ τινος ἑτέρου τῶν θερμαινόντων ὀνίνησι μεγάλως τοὺς ἀρθριτικοὺς καὶ παραλυτικούς. Ἀλαβανδικὸς λίθος.[10]
33 Τῷ μὲν χρώματι οὗτός ἐστιν ὑπομελανίζων μετὰ τοῦ πυρροῦ· διαυγεῖ δὲ ὡς πῦρ διαφύσεις παρέχων ἢ ῥαγάδας. οὗτος λεῖος τριβόμενος μελαίνει τὴν ἐπιφάνειαν τῶν λευκῶν τριχῶν. Γαγάτης.
34 Θαυμάσιος λίθος πυρὶ προσαγόμενος οὗτος καὶ ἀναπτόμενος ἔπειτα σβεννύμενος οἴνῳ, ὁ οἶνος καρδιακοῖς δίδοται εἰς ποτόν· αὐτίκα γὰρ παύονται καρδιαλγοῦντες, τοῦ τε ἱδρῶτος σταλέντος καὶ διεγερθέντων τῶν σφυγμῶν. [ἄλλοι δὲ χνοώδη ποιήσαντες τὸν γαγάτην λίθον ἐπὶ ἑπτὰ ἡμέρας δεδώκασι κωλικοῖς καὶ τέλεον ἀπηλλάγησαν τοῦ πάθους. ἡμερικὴ δόσις δραχμὴ α . ἐξ αὐτοῦ δὲ καπνίζοντες τὸ ποτήριον ἔνθα ἐδίδουν μετ’ οἴνου ποτίζοντες.] καὶ γὰρ ἡ ἄσφαλτος πινομένη τὸ αὐτὸ ποιεῖ ἀπαραβάτως. διώκει δὲ θηρία θυμιώμενος καὶ ἔμμηνα ἄγει καὶ τὰ δεύτερα. ἐλέγχει δὲ καὶ τὰς ἐπιληψίας, λύει δὲ καὶ χοιράδας λεῖος μιγνύμενος τοῖς ἐπιτηδείοις φαρμάκοις. θεραπεύει δὲ καὶ τὰς περὶ τὸν δακτύλιον διαθέσεις λειότατος γενόμενος καὶ ἀφεψηθεὶς ὀμφάκων χυλῷ εἰς τὸ τρίτον. δύναται δὲ οὗτος καὶ τὰ ἄλλα πάντα ῥεύματα τοῦ σώματος ἀναστεῖλαι. Ἤλεκτρον ἢ σούκινον ἢ λιγγούριον.[10]
35 Πινόμενον ἰᾶται δυσουρίαν καὶ στομαχικοὺς ὠφελεῖ, καὶ ὁ χρυσήλεκτρος δὲ πινόμενος σὺν μαστίχῃ ἀλγήματα στομάχου ἰᾶται. Ἴασπις ὁ ὑπόχλωρος περιαπτόμενος ἀλγήματα στομάχου παύει καὶ παραλύσεων καὶ ὀδυνῶν ἐστι πραϋντικός.
36 ὁ δὲ καπνίας ὀνομαζόμενος ἴασπις ὁ χλωρὸς τεθαλωμένην σφόδρα ἔχων τὴν χρόαν φυλακτήριόν ἐστι μέγα γυναικῶν δυστοκουσῶν καὶ ὑδερικοῖς ἐπαρκεῖ περιαπτόμενον καὶ τραύματα μέγιστα τηρεῖ ἀφλέγμαντα. καὶ ἀνωδύνους τοὺς τραυματιζομένους ποιεῖ ὑπεραρτώμενος. Ἰασπαχάτης ἐκ τῆς σμαραγδιζούσης ἐστὶν ἰάσπιδος καὶ τοῦ ἀχάτου.[5]
37 δύναμιν δὲ ἔχει δίψους παρηγορικὴν καὶ ὑδρωπικοῖς βοηθεῖ καὶ ἡπατικοῖς καὶ περιπνευμονικοῖς καὶ πλευριτικοῖς πινόμενος καὶ τὸ σῶμα εὐανθὲς ποιεῖ. Σάπφειρος λίθος μετὰ γάλακτος ποθεὶς λεῖος ἰᾶται τὰς ἐντὸς ἑλκώσεις πάσας καὶ ἱδρῶτας παύει, τάς τε ἐκτὸς ἑλκώσεις πάσας ἰᾶται μετὰ γάλακτος ἐπιχρισθείς.
38 τὰς δὲ ἐν τῇ γλώσσῃ διακοπὰς λεῖος ξηρὸς ἐπιπασσόμενος ἰᾶται· καθόλου γὰρ ξηραντικὸς τὴν δύναμίν ἐστιν. Σμάραγδος λίθος.
39 Ὀπτηθεῖσα καὶ λεῖα μετὰ μέλιτος ἀττικοῦ μιγνυμένη ἀμβλυωπίας ἰᾶται, μεθ’ ὕδατος δὲ καὶ κόμμεως καταχριομένη τοῖς ἐλεφαντιῶσιν ὠφελιμωτάτη ἐστί· πινομένη τε μεθ’ ὕδατος ἀνασκευάζει τὸ πάθος, αἷμα τε ἐπέχει περιαπτομένη, ὁπόθεν ἂν τύχοι φερόμενον. Περὶ τῶν μεταλλικῶν καὶ τῶν ἐξ ὕδατος γεννωμένων.
40 Μεταλλικὰ προσαγορεύειν ἔθος ἐστὶ τοῖς ἰατροῖς ὧν ἡ γένεσις ἐν τοῖς μετάλλοις ἐστίν, ἤτοι αὐτοφυῆ ἢ διὰ καμίνου γιγνόμενα. καὶ τρίτα γε ἐπ’ αὐτοῖς ἐστιν ὅσα πάλιν ἐκ τούτων αὐτῶν οἱ ἄνθρωποι σκευάζουσιν· οἷον ἰὸν ψιμύθιον σάνδυκα καὶ τὰ ὅμοια. ἐφεξῆς οὖν ὑπὲρ ἁπάντων κατὰ τὴν τῶν γραμμάτων τάξιν εἰρήσεται. Ἀδάρκης.[5]
41 Ἀδάρκιον δριμύτατόν ἐστι καὶ θερμαντικώτατον, διὸ μίγνυται τοῖς ἀμβλύνουσι τὴν δύναμιν αὐτοῦ καὶ οὕτω γίνεται πολύχρηστον ἐπὶ τῶν θερμανθῆναι δεομένων διαθέσεων ἔξωθεν προσαγόμενον. Ἀλκυόνια.
42 Ῥύπτει μὲν πάντα καὶ διαφορεῖ δριμεῖαν ἔχοντα ποιότητα παρὰ τὸ μᾶλλον καὶ ἧττον. τὸ δὲ τραχὺ καλούμενον τὴν μὲν ἐκτὸς ἐπιφάνειαν λείαν κέκτηται, τὴν δὲ ἐντὸς οὐσίαν ἔχει τραχεῖαν. ἐστὶ δὲ θερμότατον ἁπάντων ἀλκυονίων, ὡς καὶ τρίχας ἀποκαίειν δύνασθαι. διὸ πρὸς λέπρας ἀλφοὺς ψώρας καὶ λειχῆνας τοῖς ἄλλοις ἠπιωτέροις οὖσι χρώμεθα· τὸ γὰρ τραχὺ ἀλκυόνιον οὐ μόνον ἀπορρύπτει τὴν ἐπιφάνειαν ἀλλὰ καὶ ἀποδέρει καὶ ἑλκοῖ. τὸ δὲ Μιλήσιον λεγόμενον σκώληκι ἐοικὸς τὸ σχῆμα πορφυρίζον τῇ χρόᾳ καὶ τῇ συστάσει μαλακόν, λεπτότατον πάντων ἐστί. διὸ καὶ καυθὲν ἀλωπεκίας ἰᾶται μετ’ οἴνου κιρροῦ καὶ λεπτοῦ χριόμενον. Ἅλες.[10]
43 Εἰσὶ μὲν τῆς αὐτῆς κατὰ γένος δυνάμεως οἵ τε ὀρυκτοὶ καὶ οἱ θαλάττιοι. διαφέρουσι δὲ τῷ μᾶλλον καὶ ἧττον πεπιλῆσθαι τὴν οὐσίαν τῶν ἐκ τῆς γῆς ἁλῶν. διὸ καὶ τὸ παχυμερές τε καὶ στῦφον ἐν τούτοις μᾶλλον. κάλλιστοι δὲ ἐν τοῖς ὀρυκτοῖς εἰσιν οἱ ἀμμωνιακοὶ ἅλες καὶ οἱ Καππαδοκικοί. τοῖς δὲ θαλαττίοις ὁμοειδεῖς εἰσι καὶ οἱ κατὰ λίμνας τινὰς γεννώμενοι. πᾶσί γε μὴν κοινὸν θερμαίνειν διαφορεῖν στύφειν ξηραίνειν συνάγειν καὶ πιλεῖν τὴν οὐσίαν τῶν αὐτοῖς ὁμιλούντων σωμάτων. ὅσον μὲν γὰρ ὑγρὸν ὑπάρχει ἐν τοῖς σώμασι, τοσοῦτον ἐκβόσκονται· τὸ δὲ ὑπόλοιπον τῆς στερεᾶς οὐσίας συνάγουσι τῇ στύψει, διὸ καὶ ταριχεύουσι καὶ ἄσηπτα φυλάττουσι τὰ δι’ ὑγρότητα περιττωματικὴν σήπεσθαι πεφυκότα. Ἅλες κακαυμένοι.[10]
44 Τὸ μὲν διαφορητικὸν μᾶλλον ἔχουσι τῶν ἀκαύτων, εἰς ὅσον καὶ λεπτομερέστερον αὐτῶν γίγνεται τὸ σῶμα ἐκ τῆς καύσεως, οὐ μὴν ὁμοίως τοῖς γε ἀκαύστοις συνάγειν τε καὶ πιλεῖν τὴν στερεὰν οὐσίαν ἔτι δύνανται. Ἁλὸς ἄνθος.
45 Ἁλὸς ἄνθος ἐστὶ μὲν ὑγρὸν τῇ συστάσει, τῇ χρόᾳ δὲ κροκίζον. λεπτομερέστερον δέ ἐστι καὶ τῶν κεκαυμένων ἁλῶν, δριμύ τε τῇ ποιότητι καὶ διαφορητικὸν ἱκανῶς τῇ δυνάμει. συνάγεται δὲ ἐν τοῖς ὑπὸ κύνα καύμασιν. ἐστὶ γὰρ ὥσπερ ἄνθος ἐφιστάμενον τοῖς τοιούτοις ὕδασιν. Ἁλὸς ἄχνη ἀφρῶδές ἐστιν ἐπάνθισμα τῶν ἁλῶν ταῖς πλησίον πέτραις ἐφιστάμενον.[5]
46 λεπτομερεστέρας δὲ πολὺ φύσεως ὑπάρχει αὐτῶν τῶν ἁλῶν, ὥστε καὶ λεπτύνειν καὶ διαφορεῖν πολὺ μᾶλλον αὐτῶν δύναται, τὸ δὲ ὑπόλοιπον τῆς οὐσίας συνάγειν καθάπερ οἱ ἅλες 〈οὐ δύναται〉. Ἀρμενιακὸν τὸ τῶν ζωγράφων.[5]
47 Ἀρμενιακόν, ᾧ οἱ ζωγράφοι χρῶνται, κομίζεται ἐκ τῆς Ἀρμενίας, ὅθεν καὶ ἡ Ἀρμενιακὴ βῶλος, περὶ ἧς προείρηται. δύναμιν δὲ ἔχει τὸ Ἀρμενιακὸν ῥυπτικὴν ἅμα βραχείᾳ δριμύτητι καὶ στύψει βραχυτάτῃ. μίγνυται τοιγαροῦν ὡς τοιοῦτον ὑπάρχον ταῖς ὀφθαλμικαῖς δυνάμεσι καὶ αὐτὸ δὲ καθ’ αὑτὸ λειώσαντες καὶ χνοῶδες ἐργασάμενοι χρῶνται ξηρῷ πρὸς αὔξησιν τῶν ἐν τοῖς βλεφάροις τριχῶν, ὅταν ὑπὸ δριμύτητός τινος χυμῶν τινὲς μὲν ἐκπίπτουσιν αὐτῶν, τινὲς δὲ ἀναυξεῖς ἢ ἄτροφοι γίγνονται. τὰς γὰρ δριμύτητας ταύτας ἐκδαπανῆσαν εἰς τὴν κατὰ φύσιν εὐεξίαν ἐπανάγει τὸ μόριον. τῆς γὰρ μοχθηρᾶς ὑγρότητος δαπανωμένης ἡ φύσις ἐπὶ τὰς ἰδίας ἐνεργείας ἀφικνεῖται, τῶν τέως αὐτὴν ἐμποδιζόντων οὐκέτ’ ὄντων. ὁ δὲ ποιητὴς γράψας βίβλους Νεχεψὼς οὕτως περὶ αὐτοῦ φησιν· “ἀρμένιον ᾧ χρῶνται οἱ ζωγράφοι. τούτου λαβὼν ὀλκῆς τὸ δωδέκατον δίδου τοῖς μελαγχολικοῖς καὶ τοῖς πάχος ἔχουσιν ἐν τῷ αἵματι. δίδοται δὲ καὶ τοῖς παιδίοις τοῖς ὑπὸ τοῦ θώρακος ἐνοχλουμένοις· ἀνεμοῦσι γάρ· ἐστὶ γὰρ ἐμετικόν. δίδοται δὲ καὶ τοῖς ὑπὸ τῆς ἱερᾶς νόσου ἐνοχλουμένοις καὶ τοῖς μαινομένοις τούτῳ τῷ τρόπῳ· λαβὼν κενταυρίου δεσμίδια χειροπληθῆ τρία ἕψε μεθ’ ὕδατος θαλασσίου κοτυλῶν γ ἕως λειφθῇ κοτύλη α , καὶ διηθήσας λείου σὺν τῷ ἀφεψήματι ἁρμούθεως λίθου τοῦ λεγομένου ὑπὸ Ἑλλήνων Ἀρμενίου, ᾧ οἱ ζωγράφοι χρῶνται, 〈καὶ〉 ὅσον ὀλκῆς τρίτον δίδου θαρρῶν· ἐστὶν γὰρ ἀκίνδυνον. χρὴ οὖν εἰδέναι ὡς πάντως ἀνεμεῖται τὸ ἀρμένιον μηδὲν ἄξιον λόγου ἀναφέρον καὶ κάτωθεν ἐλάχιστον φέρει ἐν πλείσταις καθέδραις κατὰ βραχύ.” Ἀρσενικὸν καυστικῆς ἐστι δυνάμεως, ἄκαυστον τε καὶ κεκαυμένον· εὔδηλον δὲ ὅτι λεπτομερέστερον γίνεται καυθέν.[20]
49 Ἄσφαλτον. Ἕν τι καὶ τοῦτό ἐστι τῶν ἐν ὕδατι γεννωμένων θαλαττίων ἢ ἄλλῳ τινὶ τῶν ὁμοίων θαλάττῃ. καλλίστη δὲ ἄσφαλτος ἡ ἐν τῇ νεκρᾷ θαλάττῃ κατὰ τὴν Ἱεριχῶ γεννωμένη. δύναμις δὲ πάσης ἀσφάλτου ξηραντική τέ ἐστι καὶ θερμαντικὴ κατὰ τὴν δευτέραν που τάξιν· εἰκότως οὖν πρὸς τὰς κολλήσεις τῶν ἐναίμων τραυμάτων αὐτῇ χρῶνται καὶ πρὸς τὰ ἄλλα ὅσα ξηρανθῆναι δεῖται μετὰ τοῦ θερμαίνεσθαι μετρίως. διὰ τοῦτο καὶ ἐπὶ τῶν τεινεσμωδῶν προθυμιῶν ἐφ’ ὧν φλέγμα γλίσχρον ἐμπέπλασται δυσαποσπάστως χρώμεθα ὑποθυμιῶντες καὶ ἐπὶ δυσεντερικῶν τῶν ἐκ τῆς τοιαύτης αἰτίας ἑλκωθέντων τὸ ἔντερον. πινομένη δὲ ἡ ἄσφαλτος ὅσον καρύου ποντικοῦ μέγεθος ἢ κυάμου λεῖα μετ’ οἴνου τοὺς συγκοπτομένους καρδιακοὺς ὀνίνησι μεγάλως παραχρῆμα. μάλιστα δὲ ποιεῖ ἐπὶ γυναικῶν καὶ παίδων καὶ τῶν μαλακῶν σωμάτων. ἀπολύει δὲ καὶ τεταρταίζοντας τάχιον ὁμοίως διδομένη. πεπείραται δὲ πινομένη μεθ’ ὕδατος ἐπὶ τῶν ὑπὸ λυσσῶντος κυνὸς δεδηγμένων. προφυλάττει γὰρ αὐτοὺς μὴ ἐμπεσεῖν τῷ ὑδροφοβικῷ πάθει καὶ τοὺς ἤδη περιπεπτωκότας ἀνασῴζει. Ἀφρόνιτρον καὶ νίτρου ἀφρός.[15]
50 Ἀφρόνιτρον ἀφροῦ νίτρου διαφέρει· νίτρου μὲν γὰρ ἀφρὸς ξηραντικόν ἐστι φάρμακον, ἀλεύρῳ πυρίνῳ παραπλήσιος ὀφθῆναι καὶ γὰρ καὶ λευκός ἐστιν. ἀφρόνιτρον δὲ οὐκ ἀλευρῶδες οὐδὲ διαλελυμένον, ἀλλὰ πεπηγός ἐστιν. ἁλῶν δὲ διαφέρει ἀφρόνιτρον, καθ’ ὅσον ἕνα μόνον τὸν ἐπικρατοῦντα χυμὸν ἐν αὐτῷ ἐναργῶς ἐστιν ἰδεῖν τὸν πικρόν, διαφορητικὴν μὲν ἔχοντα δύναμιν, συνακτικὴν δὲ οὐκ ἔχοντα, καθάπερ οἱ ἅλες. ῥυπτικὴν μὲν οὖν ἔχει τὴν δύναμιν τὸ ἀφρόνιτρον ὡς μὴ μόνον ἀποσμῆξαι ῥύπον, ἀλλὰ καὶ κνῆσιν ἰᾶσθαι. ὁ δὲ ἀφρὸς τοῦ νίτρου τῆς αὐτῆς μέν ἐστι φύσεως, λεπτομερέστερος δέ. Γύψος.[10]
51 Ἐν τῷ ξηραίνειν προσείληφε καὶ ἐμπλαστικῆς δυνάμεως· λιθοῦται γὰρ βραχεῖσα. διὸ καὶ μιγνυμένη σὺν τῷ χνοώδει τοῦ πυρίνου ἀλεύρου τῷ εὑρισκομένῳ ἐν τοῖς τοίχοις κατὰ τοὺς μύλωνας καὶ δευομένη ὠοῦ τῷ λευκῷ καὶ ἀναλαμβανομένη θριξὶ λαγῴαις στέλλει τὰς αἱμορραγίας γενναίως. Διφρυγές.[5]
52 Μικτῆς ἐστι ποιότητος, στυφούσης μετὰ δριμύτητος, διὸ καὶ τῶν κακοήθων ἑλκῶν ἀγαθόν ἐστι φάρμακον, πρός τε τὰ ἐν τῷ στόματι σηπεδονώδη τῶν ἑλκῶν αὐτό τε καθ’ αὑτὸ καὶ μετὰ μέλιτος ἀπηφρισμένου καὶ πρὸς συνάγχην δέ, ὅταν ἤδη φθάσῃ διὰ τῶν στυφόντων ἀνεσταλμένον τὸ ἐπιρρέον. καὶ γαργαρεῶνα ἀποτέμνων αὐτῷ μόνῳ παραχρῆμά τε καὶ μέχρι συνουλώσεως ἐχρησάμην, πολλάκις ἐσφιγμένην ἀκριβῶς οὐλὴν ἐργαζομένῳ ἐν πᾶσι τοῖς ἕλκεσι. Διαφανὲς τὸ καλούμενον σπεκλάριον κεκαυμένον λειότατον ἐμπασσόμενον τοῖς συριγγώδεσι κόλποις σαρκοῖ τάχιστα.[5]
54 Θεῖον ἅπαν ἑλκτικῆς ἐστι δυνάμεως, θερμὸν μὲν τῇ κράσει, λεπτομερὲς δὲ τῇ οὐσίᾳ ὑπάρχον, ὡς καὶ πρὸς πολλὰ τῶν ἰοβόλων ἀνθίστασθαι. ἐγὼ δὲ ἐπὶ τρυγόνος θαλασσίας καὶ δράκοντος πληγαῖς ἐχρησάμην αὐτῷ πολλάκις καὶ ξηρὸν ἐπιπάσσων τῷ νύγματι καὶ σιάλῳ μεμιγμένον, ἄλλοτε δὲ ἐλαίῳ παλαιῷ ἢ μέλιτι ἢ τερεβινθίνῃ. καὶ ψώρας δὲ καὶ λέπρας καὶ λειχῆνας πλειστάκις ἰασάμην αὐτῷ μετὰ τερεβινθίνης. ἀπορρύπτει γὰρ τὰ τοιαῦτα πάθη χωρὶς τοῦ ἀποκρούεσθαι εἰς τὸ βάθος τὴν ὕλην αὐτῶν, ὥσπερ τὰ πολλὰ τῶν φαρμάκων ποιοῦσιν. Ἰὸς ξυστός.[5]
55 Δριμεῖαν ἔχει ποιότητα διαφορητικός τε καὶ καθαιρετικὸς καὶ τμητικὸς ὢν πάσης σαρκός. μιγνύμενος δὲ κηρωτῇ πολλῇ, ἀπουλωτικὸν γίγνεται φάρμακον καὶ τμητικόν. Ἰοῦ σκώληκος σκευασία.
56 Εἰς θυίαν Κυπρίου χαλκοῦ, ἔχουσαν δοίδυκα χαλκοῦν ἐγχέας ὄξους λευκοῦ δριμέος κοτύλης ἥμισυ τρίβε ἐν ἡλίῳ ἕως γλοιῶδες γένηται. εἶτα ἐπέμβαλλε στυπτηρίας στρογγύλης 𐅵 δ καὶ ἁλὸς ὀρυκτοῦ 𐅵 δ καὶ διαφανοῦς λευκοῦ καὶ στερεοῦ, τουτέστι σπεκλαρίου τὸ ἥμισυ, εἰ δὲ μή γε νίτρου τὸ ἴσον. εἶτα ἐν ἡλίῳ 〈ἐν〉 τοῖς ὑπὸ κύνα καύμασι τρίβε, ἕως ἂν τῇ μὲν χρόᾳ ἰώδης, τῇ δὲ συστάσει γλοιώδης ἢ ῥυπώδης γένηται. καὶ οὕτως ἀναπλάσας σκώληξιν ὅμοια φύλαττε. ἐνεργέστερος δὲ γίγνεται ἐὰν ὄξους μὲν λάβῃ μέρος α , οὔρου δὲ παλαιοῦ μέρη β εἰς τὴν λείωσιν. Καδμία.[5]
57 Ἀρίστη ἡ βοτρυῖτις· ξηραντικῆς δὲ δυνάμεως ἅπασα καδμία μετέχουσα καὶ τῆς ῥυπτικῆς δυνάμεως. ἐν δὲ τῇ κατὰ θερμότητα καὶ ψύξιν διαφορᾷ σύμμετρός πώς ἐστι. καυθεῖσα δὲ καὶ πλυθεῖσα ξηραῖνον καὶ ῥύπτον ἄνευ δήξεως γίγνεται φάρμακον εἰς τὰ ἀναπληρώσεως δεόμενα ἕλκη, κατά τε τοὺς ὀφθαλμοὺς καὶ τὸ πᾶν σῶμα. Κύανος δριμείας ἐστὶ δυνάμεως καθαιρετικῆς τε καὶ διαφορητικῆς· μετέχει δὲ καὶ στύψεως.[5]
59 Λεπὶς χαλκοῦ καὶ σιδήρου. Λεπὶς ἡ μέν τίς ἐστι χαλκοῦ, ἡ δὲ σιδήρου, ἥτις ἡλῖτις καλεῖται· ἡ μὲν οὖν ἡλῖτις ἐν τῷ ξηραίνειν πρωτεύει, λεπτοτέρα οὖσα, προσειληφυῖά τι καὶ ἰοῦ. στύψεως δὲ πλείονος ἡ τοῦ σιδήρου μετέχει λεπίς, καὶ ταύτης ἔτι μᾶλλον ἡ τοῦ στομώματος, διὸ καὶ πρὸς τὰ κακοήθη τῶν ἑλκῶν ἀμείνων ἐστὶ τῆς τοῦ χαλκοῦ. ἡ δὲ τοῦ χαλκοῦ καθαίρει καὶ τήκει τὰς σάρκας. ἅπασαι δὲ λεπίδες δακνώδεις εἰσὶν ἱκανῶς. Λιθάργυρος ξηραίνει μετρίως ὥσπερ καὶ τὰ ἄλλα πάντα τὰ παραπλήσια καὶ θερμαίνει δὲ καὶ ψύχει καὶ ῥύπτει, κατὰ πάντα δὲ μετρίως ἐργάζεται· διὸ καὶ ὡς ὕλῃ πολλάκις αὐτῇ χρώμεθα, μιγνύντες τοῖς ἄλλοις, ὡς καὶ τῷ κηρῷ χρώμεθα ὥσπερ ὕλῃ τινί.[5]
61 Λίτρον μεταξὺ τῆς ἀφρονίτρου τε καὶ ἁλῶν δυνάμεώς ἐστι, καυθὲν δὲ ἐγγυτέρῳ γίγνεται τῆς ἀφρονίτρου οὐσίας. ξηραίνει οὖν καὶ διαφορεῖ καί, εἴ γε εἴσω τοῦ σώματος ληφθείη, τέμνει καὶ λεπτύνει τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς πολὺ μᾶλλον τῶν ἁλῶν. ἀφρόνιτρον δὲ εἰ μὴ μεγάλης οὔσης ἀνάγκης, οὐδὲ καταπίνοι τις ὡς κακοστόμαχον. ἐπὶ γοῦν μυκήτων πνιγόντων ἐχρῆτό τις ἄγροικος αὐτῷ διὰ παντὸς καὶ ηὐδοκίμει. Μελαντηρία τῶν στυφόντων ἐστὶ φαρμάκων μετὰ τοῦ καὶ λεπτομερὲς εἶναι ἁπάντων σχεδὸν τῶν μάλιστα στυφόντων φαρμάκων.[5]
63 Μέλαν ᾧ γράφομεν. Ἱκανῶς καὶ τοῦτο ξηραίνει λυόμενον ὕδατι ἢ ὀξυκράτῳ μᾶλλον· καὶ τὰ πυρίκαυτα παραχρῆμα καταχριόμενον ὀνίνησιν. Μίσυ καὶ σῶρι καὶ χαλκῖτις.
64 Κατὰ τὸ μέταλλον ἐν Κύπρῳ ἐν τοῖς τῶν Σόλων ὄρεσι μέγας τις οἶκος ἦν ὀρυχθεὶς ἐν τῷ ὄρει, οὗ κατὰ τὸν δεξιὸν τοῖχον, ὡς πρὸς ἡμᾶς δὲ τοὺς εἰσερχομένους ἀριστερόν, εἴσοδος ἦν εἰς αὐτὸ τὸ μέταλλον, ἐν ᾧ τινας ἐθεασάμην ἐπὶ πλεῖστον ἐκτεταμένας οἷον ζώνας ἐπαλλήλας τρεῖς, ταπεινοτάτην μὲν τὴν τοῦ σώρεως, ἐπ’ αὐτῇ δὲ τὴν τῆς χαλκίτεως, εἶτα τὴν τοῦ μίσυος. χρόνῳ δὲ μεταβάλλει κατὰ βραχὺ ἡ χαλκῖτις εἰς τὸ μίσυ, πολλῷ 〈μᾶλλον〉 δὲ πλείονι χρόνῳ δυνηθείη 〈ἂν〉 καὶ τὸ σῶρι εἰς χαλκῖτιν μεταβάλλειν, ὥστε οὐδὲν θαυμαστὸν ὁμογενοῦς δυνάμεως τὰ τρία ταῦτα εἶναι, διαφέροντα λεπτομερείᾳ τε καὶ παχυμερείᾳ. παχυμερέστατον γὰρ ἐν αὐτοῖς τὸ σῶρι, λεπτομερέστατον δὲ τὸ μίσυ, μέσην δὲ ἀμφοῖν δύναμιν ἡ χαλκῖτις ἔχει. καιόμενα δὲ λεπτομερέστερα ἑαυτῶν γίνεται, ἧττον δὲ στύφει. Μολύβδαινα.[10]
65 Λιθαργύρῳ παραπλησίαν ἔχει δύναμιν ἐπὶ τὸ ψυχρότερον ῥέπουσα, ἀλλ’ οὐδὲ ῥυπτικῆς μετέχει δυνάμεως. Μόλυβδος.
66 Δυνάμεώς ἐστι ψυκτικῆς· διότι ὑγρὰν οὐσίαν κέκτηται ὑπὸ ψύξεως πεπηγυῖαν, ὅθεν καὶ αὔξει καὶ ὄγκῳ καὶ σταθμῷ μόλυβδος κείμενος ἐν οἴκοις καταγείοις ἀέρα θολερὸν ἔχουσιν. θυίαν οὖν σκευάσας ἐκ μολύβδου καὶ δοίδυκα μολύβδινον καὶ βαλὼν ἐν αὐτῇ οἶνον λεπτὸν καὶ ῥόδινον ἔλαιον ἢ μύρσινον ἢ μήλινον τρίβε ἐν ἡλίῳ ἢ παρὰ πυρί, ὡς ἀνιέναι χυλόν τινα τὸν μόλυβδον. ἕξεις γὰρ ἄριστον φάρμακον, χρώμενος τῷ γιγνομένῳ χυλῷ εἰς τὰς ἐν ἕδρα μεθ’ ἑλκώσεων φλεγμονὰς ἐν αἰδοίοις τε καὶ ὄρχεσι καὶ τιτθοῖς καὶ ὅσα βουβῶσιν ἢ ποσὶν ἢ τοῖς ἄλλοις ἄρθροις ἐνκατασκήπτει. καὶ πρὸς τὰ κακοήθη καὶ καρκινώδη θαυμαστὸν φάρμακον. πολύχρηστον δὲ ἔσται τὸ φάρμακον, εἰ τῶν ψυχόντων καὶ στυφόντων τινὰ χυλὸν συνεμβάλοις, οἷον σέρεως κοτυληδόνος ἀειζώου ἀνδράχνης ψυλλίου ὄμφακος. ὅσα δὲ τούτων οὐ μεθίησι χυλόν, ὥσπερ ἡ ἀνδράχνη, μιγνύειν αὐτοῖς δεῖ τῶν ἄλλων χυλῶν, ὥσπερ τῆς ὄμφακος· καὶ πλάτυσμα ἐκ τοῦ μολύβδου γιγνόμενον καὶ ἐπιτιθέμενον ταῖς ψόαις τῶν ἀσκεῖν βουλομένων κωλύει τὰς πρὸς ἀφροδίσια ὁρμάς. ὁ δὲ κεκαυμένος καὶ πεπλυμένος μόλυβδος πρὸς τὰ κακοήθη τῶν ἑλκῶν καὶ χειρώνεια καὶ καρκινώδη ἄριστον φάρμακον ἐπουλωτικὸν καὶ καθ’ ἑαυτὸν καὶ σὺν ἑτέροις μιγνύμενος. Πομφόλυξ.[15]
67 Εἰ πλυθείη σχεδὸν ἁπάντων πρωτεύει, ὅσα ξηραίνειν ἀδήκτως πέφυκεν, ὅθεν εἰς τὰ καρκινώδη τῶν ἑλκῶν ἐστιν ἐπιτήδειος καὶ τὰ ἄλλα τὰ κακοήθη πάντα καὶ τὰ διαβεβρωμένα τῶν ὀδόνων οὖλα. Ῥοιδαρίου σκευασία.
68 Σκευάζεται μὲν ποικίλως τὸ ῥοιδάριον· ἐστὶ δὲ καὶ αὕτη ἀρίστη σκευασία. λαβὼν λαχχὰ ἀπόβρεχε ὕδατι καὶ λεάνας λίθον τὸν κουφόλιθον λεγόμενον ἐπίχεε ἐκ τοῦ ἀποβρέγματος τῷ κουφολίθῳ καὶ ἔα ξηραίνεσθαι καὶ λαβὼν ῥίζαν ἀγχούσης ἕψε σὺν ἐλαίῳ ἕως τὸ ἔλαιον πυρρὸν γένηται καὶ ἐπίβαλλε ἐκ τοῦ ἐλαίου ὀλίγον καὶ λείου καὶ ἔα ξηραίνεσθαι ἐπὶ ἡμέρας ιε καὶ πάλιν ἐπίβαλλε ἐκ τοῦ ἀποβρέγματος τοῦ λαχχᾶ καὶ ἔα ξηρανθῆναι, ἔπειτα βαλὼν εἰς ὀστράκινον ἄγγος καὶ φιμώσας ὄπτα· καὶ ἔσται ῥοιδάριον καλόν. κομίζεται δὲ τὸ κουφόλιθον ἀπὸ Καισαρείας τῆς Παλαιστίνης. οἱ δὲ ἀποροῦντες κουφολίθου, ἀσβέστῳ χρῶνται εἰς τὴν σκευασίαν. Σανδαράκη καυστικῆς ἔστι δυνάμεως, ὥσπερ τὸ ἀρσενικόν· ὅθεν εἰς τὰς διαφορητικὰς δυνάμεις αὐτὴν μιγνύουσι καὶ τὰς ῥυπτικάς.[10]
70 Σάνδυξ καὶ συρικοῦν. Ἐν τῷ περὶ ψιμμυθίου λόγῳ περὶ αὐτῶν ῥηθήσεται. Σκωρία.
71 Σκωρία πᾶσα ξηραντικὸν ἱκανῶς ἐστι φάρμακον· τὴν δὲ τοῦ σιδήρου σκωρίαν λειοτάτην ποιῶν πάνυ ἐν ὄξει δριμυτάτῳ καὶ μετὰ ταῦτα ἑψῶν εἰς τὰ πυορροῦντα τῶν ὤτων χρονίως χρῶμαι φαρμάκῳ ξηραίνοντι. ἡ δὲ τοῦ ἀργύρου σκωρία ὀνομάζεται ἕλκυσμα· ξηραντικῆς δέ ἐστι δυνάμεως. Στίμμι.[5]
72 Πρὸς τῇ ξηραντικῇ δυνάμει τῇ κοινῇ πάντων τῶν μεταλλευομένων καὶ στύψιν ἔχει, διὸ καὶ τοῖς ὀφθαλμικοῖς μίγνυται φαρμάκοις. Σπόγγος ὑγρᾷ πίττῃ καὶ ἀσφάλτῳ δευθεὶς καὶ κεκαυμένος δριμείας τέ ἐστι καὶ διαφορητικῆς καὶ ἰσχαίμου δυνάμεως.
73 καινὸς δὲ σπόγγος ψυχρῷ ἢ ὀξυκράτῳ ἢ οἴνῳ βρεχόμενος κατὰ τὰς τῶν σωμάτων διαφορὰς καὶ ἐπιδεόμενος, κολλήσει τραύματα ἔναιμα παραπλησίως τοῖς ἐπιτηδείοις φαρμάκοις. Στυπτηρία πᾶσα σφοδροτάτην ἔχει στύψιν.[5]
74 Λεπτομερεστέρα δέ πώς ἐστι τῶν ἄλλων στυπτηριῶν ἡ σχιστή, μετὰ δὲ ταύτην ἡ στρογγύλη. παχυμερὴς δὲ ἱκανῶς ἥ τε ὑγρὰ καὶ ἡ πλακῖτις τε καὶ πλινθῖτις. Τίτανος.
75 Ἡ μὲν ἄσβεστος καίει σφοδρῶς, ὥστε ἐσχάρας ποιεῖν, ἡ σβεσθεῖσα δὲ παραχρῆμα μὲν ἐσχαροῖ καὶ αὐτή, μεθ’ ἡμέραν δὲ μίαν ἢ δευτέραν ἧττόν γε καίει καὶ ἧττον ἐσχαροῖ, μετὰ δὲ χρόνον οὐδόλως ἐργάζεται ἐσχάρας. θερμαίνει δὲ καὶ διατήκει τὰς σάρκας· εἰ δὲ πλυθείη, τὴν μὲν δῆξιν ἐναποτίθεται καὶ ποιεῖ τὴν καλουμένην κονίαν· αὕτη δὲ ἀδήκτως ξηραίνει καὶ εἰ δὶς δὲ καὶ τρὶς καὶ πλεονάκις πλυθείη, τελέως ἄδηκτος γίνεται καὶ ξηραίνει γενναίως ἄνευ δήξεως. Φῦκος.[5]
76 Ἐν τῷ περὶ ψιμμυθίου ῥηθήσεται περὶ τούτου. Χάλκανθος.
77 Θαυμάσαι ἐστὶ περὶ τούτου τοῦ φαρμάκου πῶς ἰσχυροτάτῃ στύψει μέμικται θερμότης οὐκ ἀγεννής. δῆλον οὖν ὅτι μάλιστα πάντων ταριχεῦσαι δύναται τὰς ὑγρὰς σάρκας, ἐκδαπανῶν μὲν τὴν ὑγρότητα τῇ θερμότητι, τῇ δὲ στύψει συνάγον καὶ πιλοῦν τὴν οὐσίαν. ἐν Κύπρῳ δὲ γίγνεται καὶ αὐτὸ πλησίον τοῦ τόπου, ὅθεν μεταλλεύεται μίσυ χαλκῖτίς τε καὶ τὸ σῶρι, ὥστε ἐκ τούτων ἐπινοῆσαι δύνασθαι τὸ διηθούμενον ὄμβριον ὕδωρ ἐν τῷ λόφῳ ἐκείνῳ περικλύζειν τε καὶ περιπλύνειν ὅλην ἐκείνην τὴν γῆν. ἐθεασάμην δὲ τοῦτο κατὰ βραχὺ ἀθροιζόμενον καθ’ ἑκάστην ἡμέραν ἐν λάκκῳ τινὶ καὶ ἦν χλιαρὸν καὶ χλωρὸν ὄζον χαλκίτεως καὶ ἰοῦ. ἐξαντλοῦντες δέ τινες τὸ ὕδωρ ἐμβάλλουσι πυέλοις τετραγώνοις ἐκ κεραμίδων γεγονυίαις καὶ ἐν ταύταις πηγνύμενον ἡμέραις πλείσταις γίγνεται χάλκανθος. τῷ δὲ χρόνῳ καὶ αὐτὴ μεταβάλλεται εἰς χαλκῖτιν. Χαλκῖτις.[10]
78 Προείρηται μὲν περὶ ταύτης ἐν τῷ περὶ μίσυος λόγῳ, νυνὶ δὲ ἀρκεῖ τοσοῦτον εἰπεῖν, ὡς μεμιγμένην ἔχει τήν τε στυπτικὴν καὶ δριμεῖαν δύναμιν. ἐπικρατεῖ δὲ ἡ δριμεῖα σφοδρά τις οὖσα μέχρι τοῦ καίειν τε τὴν σάρκα καὶ τὴν καλουμένην ἐσχάραν ἐργάσασθαι. καυθεῖσα δὲ ἡ χαλκῖτις δάκνει μὲν ἧττον, ξηραίνει δὲ οὐχ ἧττον, ἐναποτίθεται δὲ καὶ τῆς στύψεως οὐκ ὀλίγον, ὥστε πάντῃ κρείττων ἐστὶν ἡ κεκαυμένη χαλκῖτις τῆς ἀκαύτου, λεπτομερεστέρα μέν, ὥσπερ καὶ τὰ ἄλλα τὰ κεκαυμένα, γιγνομένη, δριμύτητα δὲ οὐ προσλαμβάνουσα, ὥσπερ καὶ ἄλλα πολλά. τὰ γὰρ φύσει δριμέα καιόμενα ἠπιώτερα ἑαυτῶν γίγνεται, τὰ δὲ ἄλλα δριμύτερα. πλυθεῖσα δὲ ἀδηκτοτέρα γίγνεται. Χαλκὸς κεκαυμένος.[10]
79 Ἔχει μέν τι καὶ δριμὺ καὶ στύψεως δὲ μετέχει, καὶ διὰ τοῦτ’, εἰ πλυθείη, κάλλιστον φάρμακον εἰς ἐπούλωσιν ἑλκῶν ἐργάζεσθαι δύναται, πρὶν δὲ πλυθῆναι ἐπὶ τῶν σκληροσάρκων ἁρμόζει. Χαλκοῦ ἄνθος.
80 Λεπτομερεστέρας ἐστὶ τοῦτο δυνάμεως τοῦ κεκαυμένου χαλκοῦ καὶ τῆς λεπίδος. μετέχει δὲ καὶ ῥυπτικῆς δυνάμεως, ὅθεν πρὸς τὰς μεγάλας τραχύτητας τῶν βλεφάρων ἁρμόζει, ἃς συκώσεις ὀνομάζουσι. Χρυσοκόλλα.
81 Ἐκ τῶν τηκόντων σάρκας ἐστίν, οὐ μὴν ἰσχυρῶς γε δάκνει, διαφορητική γε μὴν ἱκανῶς καὶ ξηραντική. ἔνιοι μὲν οὖν τὸ μεταλλευόμενον μόνον οὕτως ὀνομάζουσιν. ἄμεινον δὲ τὸ σκευαζόμενον ἐν θυίᾳ χαλκῇ ἐξ ἐρυθροῦ χαλκοῦ καὶ δοίδυκος ὁμοίου ἐσκευασμένῃ, οὔρου παιδὸς ἐπιβαλλομένου καὶ τριβόντων ἐν ἡλίῳ θερμῷ ἐπὶ πολύ. τὸ γὰρ ἀναλυόμενον ἐν τῇ παρατρίψει ξηραινόμενον ἐπιτηδειότατον φάρμακον γίγνεται κακοήθεσιν ἕλκεσιν αὐτὸ καθ’ αὑτὸ καὶ μιγνύμενον τοῖς ἐπιτηδείοις φαρμάκοις. Ψιμμύθιον.[5]
82 Ἐκ μολύβδου ὑπὸ ὄξους δριμέος διαλυομένου κατασκευάζεται τὸ ψιμμύθιον· ὅμως οὔτε δριμὺ καὶ δακνῶδές ἐστιν οὔτε διαφορητικὸν ἀλλ’ ἐμπλαστικόν τε καὶ ψυκτικόν. καιόμενον δὲ τὸ καθαρὸν ψιμμύθιον εἰς τὸ καλούμενον συρικὸν μεταβάλλει, ὅπερ οἱ ἰατροὶ σάνδυκα ὀνομάζουσι. λεπτομερέστερον δὲ τὸ ψιμμύθιον γίγνεται καυθέν, οὐ μὴν ἤδη γέ πως θερμαῖνον. τὸ δὲ φῦκος, τὴν ψύξιν τοῦ ψιμμυθίου φυλάττον, λεπτομέρειαν προσείληφεν, ὡς δύνασθαι δι’ αὐτὴν εἰς τὸ βάθος καταδύεσθαι τῶν σωμάτων. Ψωρικόν.[5]
83 Λιθαργύρῳ μιγνυμένης διπλασίονος χαλκίτεως γίγνεται τὸ φάρμακον, ὄξει μὲν πρῶτα δριμυτάτῳ λειωθέντων αὐτῶν, εἶτ’ εἰς καινὴν χύτραν ἐμβληθέντων, ἣν καταχώσεις ἡμέρας μ , μεσοῦντος θέρους ἐν κοπρίᾳ. τοῦτο 〈δὲ〉 τὸ φάρμακον ξηραντικώτερον ἅμα καὶ ἀδηκτότερον γίγνεται χαλκίτεως καὶ δηλονότι καὶ λεπτομερέστερον. Περὶ τῆς ἀπὸ τῶν ζῴων ὕλης εἰς φαρμάκων λόγον ἐνταῦθα λέγεται.[5]
84 Τὴν περὶ τὰ φυτὰ διελθόντες ὕλην, οὐ πᾶσαν δηλονότι τὴν καθ’ ὅλην τὴν οἰκουμένην, ἀλλ’ ὅσης ἡμεῖς πεῖραν ἔχομεν, οὐ μὴν ἀλλὰ καὶ τὴν περὶ τὰ γεώδη τε καὶ λιθώδη σώματα, λείπεται δὴ ἡμῖν ἔτι τὴν περὶ τὰ ζῷα διελθεῖν ὕλην, εἶτ’ ἔτι τῶν ἐν τῷ ὕδατι διαιτωμένων. ὥσπερ δὲ ἐν τῇ τῶν φυτῶν ὕλῃ καὶ περὶ τῶν ἐξ αὐτῶν γιγνομένων χυλῶν τὸν λόγον ἐποιησάμην, οὕτως καὶ νῦν οὐ μόνον τῶν στερεῶν μορίων ἐν τοῖς ζῴοις ἡ διδασκαλία τῆς δυνάμεως, ἀλλὰ καὶ τῶν ἐν αὐτοῖς περιεχομένων ἔσται, φλέγματος, χολῆς, οὔρου, κόπρου καὶ τῶν ὁμοίων, παραλείψας γράφειν τὰ ἀσελγῆ καὶ βδελυρά, τινὰ δὲ καὶ πρὸς τῶν νόμων ἀπηγορευμένα, περὶ ὧν καὶ ἕτεροι μέν τινες καὶ Ξενοκράτης δὲ ἔγραψεν ἀνθρώπους ἐσθίειν καὶ οὖρα πίνειν καὶ καταμήνια γυναικὸς καὶ τὰ παραπλήσια, οὐ μὴν ἀλλὰ καὶ παθοποιητικά τινα καὶ δηλητηρίων φαρμάκων σκευασίας. τὰ τοιαῦτα γοῦν ἅπαντα τῶν πραξάντων τοὺς γράψαντας οὐχ ἧττον ἀλλὰ καὶ μᾶλλον ἄξιον μισεῖν, ὅσῳ καὶ μεῖζόν ἐστι τὸ μόνον τινὰ πρᾶξαι καλὸν ἢ μετὰ πολλῶν. τῷ μὲν γὰρ πράξαντι συναπέθανεν ἡ τῶν κακῶν θεωρημάτων ἐμπειρία, τῶν δὲ γραψάντων ἀθάνατός ἐστι τοῖς πονηροῖς ἡ βλάβη, ὅπλα τῆς πανουργίας κατασκευάζουσα. λέγωμεν οὖν ἡμεῖς ἤδη περὶ τῶν προκειμένων χρησίμων ἀνθρώποις πραγμάτων, ὅσων πεῖραν ἔχομεν καὶ πρῶτόν γε τῶν ἐν τοῖς ζῴοις ὑγρῶν μνημονεύσωμεν. Περὶ αἵματος.[20]
85 Περιστερᾶς αἷμα εἰώθασιν οἱ ἀνατιτρῶντες ὀστᾶ τῆς κεφαλῆς κατεαγότα καταχεῖν τῆς παχείας μήνιγγος, μὴ παρούσης δὲ περιστερᾶς ἐξὸν καὶ τῷ τῆς φάττης αἵματι χρῆσθαι ἢ τῷ τῆς τρυγόνος καὶ πρὸς ὑποσφάγματα δὲ κατὰ τοὺς ὀφθαλμοὺς γιγνόμενα χρῶνταί τινες αὐτῷ, θερμῷ δηλονότι ἐνσταζομένῳ ἢ σφαττομένου τοῦ ζῴου ἢ τῶν πτερύγων διαιρουμένων. ἐγὼ δὲ μυρίους οἶδα τῶν ἀνατρηθέντων ὀστᾶ κεφαλῆς οὐδὲν βλαβέντας ἐπὶ τῇ τοῦ ῥοδίνου χρήσει, χωρὶς αἵματος περιστερᾶς. ἐστὶ δὲ καὶ τῶν ὑποσφαγμάτων ἰατικὰ κολλύρια πάμπολλα, καὶ μάλιστα τὸ Δαμοκράτους διάσμυρνον καὶ τὸ διὰ λιβάνου καὶ τὰ διάκροκα· καὶ ὁ χυλὸς δὲ τῆς τήλεως ἀμείνων ἐστὶ περιστερᾶς αἵματος εἰς ταῦτα. τινὲς δὲ τὸ αἷμα τῆς αἰγὸς μετὰ μέλιτος τοῖς ὑδερώδεσιν ὡς φάρμακον ἔδοσαν, καὶ πρὸς ῥεύματα γαστρὸς ἢ δυσεντερίας ὀπτήσαντες ἐχρήσαντο. καὶ τὸ τράγειον δὲ αἷμα ξηράναντές τινες μεθ’ ἑτέρων ἐπιτηδείων μιγνύντες διδόασι τοῖς λιθιῶσιν· ἔξεστι δὲ τῷ βουλομένῳ κατ’ ἀγρόν ποτε τῶν ἄλλων ἀποροῦντι καὶ τούτῳ χρήσασθαι τὴν πεῖραν ἀκίνδυνον ἔχοντι καὶ τῷ ἐριφείῳ δὲ αἵματι περὶ οὗ ὁ Ξενοκράτης οὕτως ἔγραψεν· “ἐρίφου δὲ αἷμα πρὸς τοὺς αἱμοπτυικοὺς πάνυ ὠφέλιμον. χρὴ δὲ μήπω πεπηγότι ὅσον ἡμικοτυλίῳ παραμῖξαι ὄξους δριμέος ἶσον, ἔπειτα ἀναζέσαντα τριχῇ διανέμειν, διδόναι δὲ καταρροφεῖν ἑκάστης ἡμέρας μέρος α .” τῇ πείρᾳ δὲ βασανίσας τῶν νυκτερίδων τὸ αἷμα καὶ βατράχων καὶ κροτώνων ὡς τρίχας ψιλούντων, ψευδὲς εὗρον, ὥσπερ καὶ ἑτέρων ζῴων· οὐδὲ πειράζειν ἤμελλον ἔχων φάρμακα ἐπιτηδειότερα καὶ εὐποριστότερα πρὸς ἕκαστον πάθος. ἐφυλαττόμην δὲ καὶ γοητείας δόξαν ἀπενέγκασθαι. Ἐκ τῶν Ῥούφου καὶ Γαληνοῦ περὶ γάλακτος.[20]
86 Διττὴν ἔχει τὸ γάλα χρείαν, τὴν μὲν ἑτέραν ὡς τροφήν, τὴν δὲ ἑτέραν ὡς φάρμακον. τὸ τοίνυν ὑγιεινότατον γάλα καθαρόν ἐστι καὶ εἰλικρινές, οὔτε πικρότητος οὔτ’ ὀξύτητος οὔθ’ ἁλυκότητος οὔτε δριμύτητος οὔτε δυσωδίας μετέχον, ἀλλ’ ὡς ἂν εἴποι τις εὐῶδες ἢ ἄνοσμον ἢ εἴπερ ἄρα σμικροτάτης τινὸς εὐωδίας ἐμφαῖνον. εὔδηλον δὲ ὅτι καὶ γευομένοις ἐστὶν ἡδύ, βραχεῖαν ἔχον γλυκύτητα. πρῶτον δὲ ἀναγκαῖον ἐπισκέψασθαι τὰς διαφορὰς αὐτοῦ. Περὶ διαφορᾶς γάλακτος.[5]
87 Ῥούφου. Ὅσον μὲν οὖν τῇ φύσει διαλλάττει βοῦς τε καὶ ἵππος καὶ τὰ ἄλλα ζῷα, εἰς τοσοῦτον καὶ τὸ γάλα διαλλάξειε. τὸ μὲν γὰρ τῶν βοῶν παχύτατόν ἐστι καὶ λιπαρώτατον, θρέψαι τε καὶ τὰ μόρια ὑπελθεῖν ἀγαθόν. ὑγρότατον δὲ καὶ λεπτότατον καὶ ἥκιστα λιπαρὸν τὸ τῆς καμήλου, διαχωρεῖ δὲ ἦσσον καίτοι ὀρρὸν πλεῖστον ἔχον· ἀλλ’ οὕτως ὦπται τοῖς πειράσασιν ἔκπαλαι. τὸ δὲ ἵππειον διαχωρητικώτερον, ὁμοίως δὲ καὶ τὸ ὄνειον· ἥκιστα δὲ τοῦτο μετέχει τοῦ λιπαροῦ χυμοῦ, διὸ καὶ σπανίως ἐτυρώθη τινὶ κατὰ γαστέρα. αἴγειον δὲ σύμμετρον τῇ συστάσει καὶ καθῆραι μὲν ἀσθενέστερον βοείου, τὰ δ’ ἄλλα ἐπιεικῶς χρηστὸν καὶ θρέψαι ἱκανόν. τὸ δὲ τοῦ προβάτου παχύτερον τούτου, λεύκας δὲ ὑπὸ τῷ δέρματι ποιεῖν εἴωθεν, εἴ τις συνεχῶς αὐτὸ προσφέροιτο. τὸ δὲ τῆς ὑὸς παχύτατόν ἐστιν, ὡς μηδὲ πιτύας δεῖσθαι εἰς τὸ πήγνυσθαι, καὶ ὀρρὸν ἀποκρίνειν βραχὺν καὶ ἕψοντι τάχιστα συνίσταται· ταῦτ’ ἄρα καὶ εἰς διαχώρησιν οὐκ ἀγαθόν, καὶ καυσῶδες τῇ κοιλίᾳ. Περὶ διαφορᾶς γάλακτος ἀπὸ τῆς ἕξεως τῶν ζῴων.[15]
88 Δῆλον δέ που ὅτι πᾶν ὑγιεινὸν ἱερεῖον κάλλιον ἂν παρέχοι γάλα τοῦ νοσοῦντος, τὰς δὲ νόσους τῶν ζῴων συλλογίζεσθαι δυνατόν, λεπτότητι τοῦ δέρματος κατανοῶν καὶ μαδαρότητι καὶ φύμασι καὶ λειχῆσι καὶ ψώραις καὶ ἀσιτίαις. καὶ τὰ μελάντερα τῶν ἀλόγων ὡς ἐπίπαν ἰσχυρότερα, ὥσπερ τὰ κρέα αὐτῶν δηλοῖ ἡδύτερα ὄντα, τὰ δὲ λευκὰ ἀσθενέστερα. Περὶ τῆς ἀπὸ τῶν ὡρῶν τοῦ ἔτους διαφορᾶς τοῦ γάλακτος.[5]
89 Κατὰ δὲ τὰς ὥρας τοῦ ἔτους ὑγρότατον μέν ἐστι καὶ λεπτότατον τὸ ἐαρινόν, τουτέστι τὸ μετὰ τὴν κύησιν. παχύνεται δὲ κατὰ βραχὺ προιόντι τῷ χρόνῳ ὡς κατὰ μέσον τὸ θέρος ξηρότερον καὶ παχύτερον γίγνεσθαι. ἐπῄνηται δὲ τὸ θερινὸν ὡς εὐπεπτότερον καὶ εὔοσμον. Περὶ τῆς ἀπὸ τῆς νομῆς διαφορᾶς τοῦ γάλακτος.[5]
90 Καὶ παρὰ τὴν νομὴν δὲ διαφορὰ πλείστη ἐν τῷ γάλακτι εὑρίσκεται. πόαν γὰρ σιτεῖται μὲν ἄλλα ἄλλην. καὶ ἡ μὲν χλωρὰ πόα καὶ ἡ παρὰ τὰ ὕδατα ὑγρότερον καὶ ἐλάχιστον τὸ γάλα παρασκευάζει, ἡ δὲ σκληροτέρα καὶ ὁρεινὴ ἐπιτήδειος εἰς γάλακτος χρηστοῦ καὶ πολλοῦ γένεσιν· τὰ μὲν γὰρ στύφοντα πάντα χορτάσματα στρυφνὸν παρέχει τὸ γάλα καὶ σταλτικόν, τὰ δὲ δριμέα καὶ μάλιστα καθαίροντα, ὥσπερ ἡ σκαμμωνία καὶ ὁ ἐλλέβορος καὶ τιθύμαλλοι, ταρακτικόν, κύτισος δὲ λιπαρὸν καὶ γλυκύ. Περὶ τῆς ἡλικίας διαφορᾶς γάλακτος.[5]
91 Παρὰ δὲ τὰς ἡλικίας τῶν ἀκμαζόντων ζῴων τὸ γάλα κάλλιστον, τῶν δὲ νέων ὑγρότερον, τῶν δὲ πρεσβυτέρων ξηρότερον. Τίσι τὸ γάλα ἁρμόδιον.
92 Εὐχυμότατον καὶ τροφιμώτατον πᾶν τὸ ἄριστον γάλα σχεδὸν ἁπάντων ὅσα προσφερόμεθα, συγκείμενον ἐξ ἐναντίων οὐσιῶν τε καὶ δυνάμεων, ὑπακτικῆς τε καὶ σταλτικῆς, ἐκφρακτικῆς τε καὶ λεπτυντικῆς, καὶ ὅταν ἥ τε ποιότης αὐτοῦ τῇ τοῦ χρωμένου φύσει μηδὲν ὑπεναντίον ἔχῃ, τῶν τε σπλάγχνων εὐπετεῖς ὦσιν αἱ διέξοδοι διὰ τὴν τῶν ἀγγείων εὐρύτητα· τῶν μὲν οὖν ὠφελίμων ἐκ γάλακτος ἀπολαύουσιν οἱ τοιοῦτοι, μοχθηροῦ δὲ οὐδενὸς πειρῶνται. τὰ δὲ ἀγαθὰ τοῦ γάλακτος λέλεκται καὶ τοῖς ἔμπροσθεν ἰατροῖς, ὑπαγωγὴ μετρία γαστρὸς εὐχυμία τε καὶ θρέψις, καὶ τὴν μὲν σάρκα πεφθὲν χρηστοτέραν ἀποδείκνυσιν, ὅσοι δὲ χυμοὶ δακνώδεις ἔνεισιν ἐκκαθαίρει· ὅθεν καὶ δυσουριῶντι καὶ διαχωροῦντι δριμὺ οὐ μόνον πιεῖν συμφέρει, ἀλλὰ καὶ ἐγχεῖν κάτωθεν. πρὸς γὰρ τὰ δριμέα καὶ δάκνοντα ῥεύματα συμφορώτατόν ἐστιν οὐ μόνον ἀποπλῦνον αὐτὰ τῶν ἐνοχλουμένων μορίων διὰ τὸ περιέχειν ῥυπτικὴν ὑγρότητα ἐν τῷ ὀρρώδει ἑαυτοῦ μέρει, ᾧ προσκλύζει τε καὶ ἀπονίζει τὰ σώματα, ἀλλὰ καὶ περιπλαττόμενον τοῖς σώμασι τῷ παχεῖ καὶ λιπαρῷ οὐ συγχωρεῖ γυμνοῖς αὐτοῖς προσπεσεῖν τὸ ἐπιρρέον δριμύ. πρὸς μὲν οὖν τὰ ἕλκη τοῦ πνεύμονος καὶ τῶν ἐντέρων καὶ ὅσα ἐν νεφροῖς καὶ κύστει καὶ μήτρᾳ, ἐξανθήμασί τε καὶ δοθιῆσι καὶ τοῖς ἄλλοις τραχυσμοῖς τῆς ἐπιφανείας πινόμενον ἁρμοδιώτατον. καὶ πρὸς τοὺς κανθαρίδας πιόντας ἢ βούπρηστιν καὶ ὅλως πρὸς τὰ σήποντα καὶ ἑλκοῦντα φάρμακα καὶ πρὸς δὲ τὸν ὑοσκύαμον ὥς τι καὶ ἀντιφάρμακον. αὐτίκα γὰρ καὶ ἐμφρονεστέρους ποιεῖ τοὺς πάσχοντας. πρὸς δὲ τὰς τοῦ φαρυγγέθρου ἑλκώσεις ὅσαι γίγνονται καὶ ἐπ’ ἄλλαις μὲν πολλαῖς αἰτίαις καὶ συνάγχαις καὶ τοῖς τὸ ἐφήμερον λαβοῦσιν ἀνακογχυλίζεσθαι συμφέρει. πινόμενον δὲ μεγάλως ὠφελεῖ τοὺς ἀτρόφους καὶ τοὺς ξηροτέρους καὶ δυσανακομίστους. ἀγαθὸν δὲ καὶ πρὸς τὰ κατὰ τοὺς ὀφθαλμοὺς ῥεύματα δριμέα καὶ τὰ ὑποσφάγματα. καὶ μέντοι καὶ κατὰ τῶν βλεφάρων ἔξωθεν ἐπιτιθέμενον ὑπνοῦν μελλόντων ἅμα ῥοδίνῳ καὶ ὠῷ πέττει τὰς φλεγμονὰς αὐτῶν, κἀπειδὰν τὰ κατὰ τὴν ἕδραν ἕλκη παρηγορεῖν βουληθῶμεν ὀδυνώμενα διὰ δριμεῖς ἰχώρας καὶ φλεγμονάς. οὕτως δὲ καὶ πρὸς τὰ κατὰ τὰ αἰδοῖα ἕλκη χρώμεθα καὶ πάνθ’ ἁπλῶς τὰ παρηγορίας δεόμενα διὰ φλεγμονὴν ἢ δῆξιν ἢ κακοήθειαν. διὰ τοῦτο καὶ τοῖς καρκινώδεσι προσφέρεται μιγνύμενον τοῖς ἀνωδύνοις φαρμάκοις, οἷα μάλιστα διὰ πομφόλυγός ἐστι. παρηγορικὸν μὲν οὖν ἐστι καθόλου τὸ γάλα, ἄδηκτον μὲν ἔχον τὴν φύσιν. πολὺ δὲ μᾶλλον ὅταν ἐκδαπανήσωμεν τὸ πλέον τῆς ὀρώδους ὑγρότητος ἑψήσει ἢ ἑτέρᾳ μηχανῇ. Περὶ τρόπου καὶ καιροῦ χρήσεως καὶ μέτρου.[35]
93 Κεφάλαιον δὲ παντὶ τῷ βουλομένῳ γαλακτοποτεῖν τῶν ἄλλων σιτίων καὶ ποτῶν ἀπέχεσθαι, μέχρις ἂν πεφθῇ τε καὶ διαχωρηθῇ. εἰ γὰρ μὴ προπεφθέντος αὐτοῦ τροφὴν ἑτέραν τις προσφέρηται, ἀνάγκη αὐτό τε διαφθαρῆναι καὶ τὸ προσαρθέν. ἄμεινον δὲ ἕωθεν πίνειν νεόβδαλτον καὶ τῶν πλειόνων πόνων τηνικαῦτα ἀφαιρεῖν, ἡσυχῇ δὲ βαδίζειν καὶ μεταξὺ ἀγρύπνως ἀπαναύεσθαι. οὕτως γὰρ ποιοῦντι τὸ ποθὲν διαχωρεῖ συνεξάγον ἑαυτῷ καὶ τὰ ἄχρηστα. δεῖται δέ, εἴπερ τι καὶ ἄλλο, διαχωρῆσαι τὸ πρῶτον ληφθέν· διαχωρήσαντος δέ, ἄλλο πίνειν, καί, τούτου διαχωρήσαντος, ἄλλο πίνειν. καταρχὰς μὲν οὖν διαχωρεῖ καθαῖρον χρηστῶς οὐκ ἐκ τοῦ ὅλου ὄγκου, ἀλλ’ ὅσα ἐν τῇ κοιλίᾳ καὶ ἐντέροις ἔνεστι καὶ τοῖς πλησιάζουσι μέρεσι, μετὰ δὲ ταῦτα ἀναφέρεται ἤδη εἰς τὰς φλέβας καὶ τρέφει κάλλιστα καὶ οὐκέτι διαχωρεῖ, ἀλλὰ καθίστησι τὴν γαστέρα. μέτριον δὲ τὸ προσφερόμενον ὁρίζειν ἐπὶ πάντων ἀδύνατον, ὥσπερ οὐδὲ σιτία ἢ ποτά, ἀλλ’ ὡς ἂν εὐφόρως φέρῃ· πρὸς δὲ τοὺς δάκνοντας χυμοὺς καὶ μάλιστα τοὺς ἐμπεπλασμένους πίνειν συμφέρει μετ’ ὀλίγου μέλιτος καὶ γὰρ χρησιμώτερον καὶ ῥυπτικώτερον καὶ διαχωρητικώτερον γίγνεται· μίσγειν δὲ καὶ σιραίου καὶ οἴνου γλυκέος· εὐστομαχώτερον γὰρ τοῦτο· διαχωρητικώτερον δὲ καὶ τὸ ἁλῶν προσλαβόν, ἀλλ’ ἀτερπέστερον. Τίνας βλάπτει τὸ γάλα.[20]
94 Τὸ μὲν οὖν ὀρροῦ πλεῖστον ἔχον ἀκινδυνώτατόν ἐστιν, εἰ καὶ διαπαντός τις αὐτῷ χρῶτο. τὸ δὲ ὀλίγον μὲν ἔχον ὑγρότητος τοιαύτης, οὐκ ὀλίγον δὲ παχύτητος τυρώδους, οὐκ ἀσφαλές ἐστιν ἅπασι τοῖς ἐν αὐτῷ πλεονάζουσι. βλάψει μὲν γὰρ καὶ νεφρούς, ὅσοι γε ἐπιτηδείως ἔχουσιν εἰς λίθων γένεσιν, ἐμφράξεις δὲ καὶ καθ’ ἧπαρ ἐργάζεται τοῖς ἑτοίμως παθεῖν δυναμένοις. τοιοῦτοι δέ εἰσιν, οἷς στενὰ τὰ πέρατα τῶν μεταλαμβανόντων ἀγγείων τὴν ἐκ τῶν σιμῶν τοῦ ἥπατος ἐπὶ τὰ κυρτὰ τροφήν. ἀλλ’ οὐδὲ κεφαλῇ ἐπιτήδειον, εἰ μή τις ἰσχυρὰν αὐτὴν πάνυ ἔχοι, καθάπερ οὐδ’ ὑποχονδρίοις, ὅσα ῥᾳδίως ἐμφυσᾶται. πνευματοῦται γὰρ ἐν τῇ γαστρὶ παμπόλλοις ὡς ὀλιγίστους εἶναι τοὺς μὴ τοῦτο πάσχοντας. βλάπτει δὲ ἡ συνεχὴς αὐτοῦ χρῆσις καὶ τοὺς ὀδόντας ἅμα ταῖς περικειμέναις σαρξίν, ἃς ὀνομάζουσιν οὖλα· τὰς μὲν γὰρ σάρκας ταύτας πλαδαρὰς ἐργάζεται, τοὺς δ’ ὀδόντας εὐσήπτους τε καὶ ῥᾳδίως διαβιβρωσκομένους. καὶ μάλιστα τῷ παχυτέρῳ γάλακτι τοῦτο πρόσεστι. τὸ γὰρ ὄνειον γάλα διὰ τὸ λεπτὸν ὑπάρχειν πάνυ, οὐ μόνον οὐ βλάπτει τοὺς ὀδόντας, ἀλλὰ καὶ προσωφελεῖ τῷ ῥύπτειν. χρὴ τοίνυν ἐπὶ τῇ προσφορᾷ τοῦ γάλακτος, οἰνομέλιτι κεκραμένῳ διακλύζεσθαι. πᾶν γὰρ οὕτως ἀπορρύπτεται τὸ περιπεπλασμένον τοῖς ὀδοῦσι καὶ τοῖς οὔλοις τυρῶδες. ἐπὶ δὲ τῶν μὴ εὐπαθῆ τὴν κεφαλὴν ἐχόντων χωρὶς τοῦ ὕδατος ὠφελιμώτερον τῷ οἰνομέλιτι διακλύζειν. Περὶ ἑψήσεως γάλακτος.[20]
95 Γαληνοῦ. Εἰ δὲ προεψήσας τις τὸ γάλα τὸν ὀρρὸν ἐκδαπανήσειεν, οὐδὲ ὅλως ὑπάγει γαστέρα. διδόασι δὲ αὐτὸ τοῖς ὑπὸ δριμέων περιττωμάτων δακνομένοις τὴν γαστέρα καὶ τὰ ἔντερα καὶ τοῖς κατὰ νῆστιν πονηρευομένοις χολώδεσι ῥεύμασι καὶ τοῖς δυσεντερικοῖς. τρόποι δὲ σκευασίας διττοί. ἢ γὰρ ἑψομένου τοῦ γάλακτος ἐπὶ πλέον δαπανᾶται αὐτοῦ τὸ ὀρρῶδες ἢ κοχλάκων ἐμβληθέντων· ἀλλὰ τὸ διὰ τῶν κοχλάκων σκευάζεται παχύτερον καὶ διὰ τοῦτο πονηρότερον γίγνεται τά τε ἄλλα καὶ τῷ συγκαταμίγνυσθαι τῷ γάλακτι τέφραν ἐκ τῶν πυρουμένων κοχλάκων· ἔχει δέ τι τὸ τοιοῦτο χρησιμώτερον ἐπὶ τῶν σηπεδονωδῶν ἑλκῶν. διὸ τούτοις μὲν προσφέρειν δεῖ τὸ διὰ τῶν κοχλάκων, τοῖς δὲ λοιποῖς τὸ ἑψόμενον. ἕψεται δὲ μαλακῷ πυρὶ κινούμενον συνεχῶς, ὡς μὴ διακρίνεσθαι καὶ ἤν τι ἐπιζῇ τῷ στόματι τῆς χύτρας καὶ τοῦτο σπόγγῳ καθαρῷ ἀφαιρεῖν χρή. πολλάκις γὰρ τοῦτο συμμιγὲν τῷ ἑψομένῳ καὶ τὸ ὅλον διέφθειρε. τὸ δὲ διὰ τῶν κοχλάκων σκευάζεται οὕτως· προεψήσας τὸ γάλα μέχρι τὸ πλεῖστον τῆς ὑγρότητος δαπανηθῆναι, ἔπειτα λίθους κόχλακας λαβὼν καὶ πυρώσας ἔμβαλλε εἰς τὸ γάλα τοσούτους, ὡς τὸν ὀρρὸν δαπανῆσαι ἅπαντα· τῶν δὲ κοχλάκων οὐχ ἧττον, ἀλλὰ καὶ μᾶλλον, ἐμβαπτόμενα τῷ γάλακτι σιδήρου ἐλάσματα διάπυρα ταὐτὸν ἐργάζεται. μετέχει γὰρ ὁ σίδηρος τῆς στυπτικῆς δυνάμεως καὶ τούτου γε χάριν παρεσκευασάμην κυλίνδρους σιδηροῦς πλέονας ἐπὶ πέρασιν ὀβελίσκων προκειμένους, ὡς ἄν τις ἐκ τῆς λαβῆς εὐκόλως ἐπαίροι τὸν σίδηρον πυρωθέντα ῥάκεσι κατέχων, ὡς ἐπὶ καυτήρων ποιοῦμεν. τυροῦταί γε μὴν ἐν τῇ γαστρὶ ῥᾳδίως τὸ οὕτως σκευασθὲν γάλα· διὸ ἀσφαλέστερον ὕδατος ἐπεγχεῖν, ὥσπερ καὶ ποιοῦσι τῶν ἰατρῶν οὐκ ὀλίγοι, ἐκδαπανήσαντες πρῶτον τὸν ὀρρόν, εἶτ’ αὖθις ὕδατος καθαροῦ ἐπεγχέοντες· οὐ γὰρ τὴν ὑγρότητα τοῦ ὀρροῦ φεύγουσιν, ἀλλὰ τὴν δριμύτητα, καθ’ ἣν ὑπάγει γαστέρα. Περὶ ὀρροῦ γάλακτος.[25]
96 Γαληνοῦ. Ὁ γὰρ ὀρρός, ὡς εἴρηται ῥυπτικὴν ἔχειν δύναμιν, ὑπαγωγῆς γαστρὸς ἕνεκα παραλαμβάνεται πινόμενός τε καὶ διὰ κλυστήρων ἐνιέμενος. περιπλύνει τε γὰρ καὶ ῥύπτει ἀδήκτως τὰς ἐν τοῖς ἐντέροις δριμύτητας. χρῶτο δ’ ἄν τις ἀνθ’ ὕδατος τῷ ὀρρῷ κάλλιστα, ἕλκη δριμεῖς ἰχῶρας ἔχοντα κατακλύζων. ὅσα τε διαφορητικὰ φάρμακα τῶν ἐκχυμωμάτων τε καὶ μελασμάτων ἐστί, καὶ ταῦτα δι’ ὀρροῦ περιπλύνειν ἐκ τοῦ σώματος ἄμεινον, οὐ δι’ ὕδατος· οὕτως οὖν αὐτῷ καὶ πρὸς ὑπώπια καὶ ὑποσφάγματα χρώμεθα, μιγνύντες τοῖς οἰκείοις πρὸς ταῦτα φαρμάκοις. σκευάζειν δὲ τὸν ὀρρὸν χρὴ οὕτως· ἐγχέοντα εἰς χύτραν γάλα πλὴν προβάτου καὶ χοίρου—τούτων γὰρ τὸ γάλα ἀνεπιτήδειον εἰς ὀρροῦ λῆψιν—ἑψεῖν ὀξυτέρῳ πυρὶ χρώμενον, κινοῦντα συνεχῶς καὶ ὁμαλῶς· εἰ δὲ ἀναζέσοι τῇ κινήσει, καταπαύειν. μᾶλλον δὲ ἀναζέοντος ἕτοιμον ἔχων ὕδωρ ψυχρὸν ἐν βαθυτέρῳ τινὶ ἀγγείῳ παρακείμενον κάθιε τὴν χύτραν ἐν ᾗ ἕψεται τῷ ψυχρῷ ὕδατι· ταχὺ γὰρ καθίσταται. παυσάμενον δὲ τῆς ζέσεως πάλιν ἕψε καὶ ὅταν ἀναζέσῃ, ἐπίρραινε δὶς ἢ τρὶς ὀξυμέλιτι ἢ μελικράτῳ· οὕτως γὰρ ποιοῦντι διακριθήσεται παραχρῆμα ὁ τυρὸς τοῦ ὀρροῦ. διακριθέντος δὲ διήθει τὸν ὀρρὸν διὰ ῥάκους. ὅπου μὲν οὖν παχέα καὶ φλεγματώδη περιττώματα ὑπολάβῃς πλεονάζειν, ὀξυμέλιτι ἐπίρραινε· ὅπου δὲ δριμέα καὶ χολώδη μελικράτῳ. καὶ καθιέντες δὲ ἐν τῇ λοπάδι μετὰ τὸ δὶς ἢ τρὶς ζέσαι τὸ γάλα ἀγγεῖον ὕδωρ ἔχον ψυχρότατον, ἐργαζόμεθα τὴν σχίσιν. χρῆσθαι δὲ τῷ ὀρρῷ ἐπὶ τῶν ἀσθενῶν καὶ δεινῶς ἀποσίτων. χρὴ δὲ τῷ πρώτῳ πινομένῳ ὀρρῷ ἁλῶν ὑπομίσγειν· ὅταν δὲ ἄρξηται καθαίρεσθαι δίδου χωρὶς ἁλῶν, καὶ τοῦτο ποίει ἐκ διαλειμμάτων τινῶν παρέχων, μέχρις ἱκανῶς καθαρθείη. τὸ δὲ πλῆθος στοχάζεσθαι πρὸς δύναμιν, οὐ μὴν μέγα τι διαμαρτήσει καὶ πλέον διδούς· ὡς ἐπίπαν δὲ ἔστω τὸ πινόμενον πλῆθος μέχρι κοτυλῶν ε . τρόπος μὲν σκευασίας τοῦ ὀρροῦ εἷς οὗτος· οἱ δὲ περὶ Καρίαν οὕτω σκευάζουσι· κνίκου τὸ σπέρμα κόψαντες τούτῳ τὸ γάλα πηγνύουσι καὶ ἰσχυρὸν τὸν ὀρρὸν ἀποδεικνύουσιν, εἶτα διηθήσαντες ἐπιμιγνύουσι τῷ ὀρρῷ ἁλῶν ἢ θαλάσσης καὶ πάλιν ἕψοντες παρέχουσι. καθαίρει μὲν οὖν ἰσχυρῶς· πιεῖν δὲ πάντων ἐστὶ τοῦτο ἀτερπέστερον. ὅλως δὲ αἱ μακραὶ ἑψήσεις φαρμακωδέστερον τὸν ὀρρὸν παρασκευάζουσι. πρὸς μὲν οὖν τοὺς δεομένους ἰσχυροτέρας κενώσεως θύμου λειοτάτου ὅσον 𐅻 γ ἢ δ δίδου σὺν τῷ ὀρρῷ ἐν τῇ πρώτῃ πόσει· εἰ δὲ ἔτι μᾶλλον βούλοιο καθᾶραι ἐπίθυμον κόψας σήσας δίδου ὁμοίως 𐅻 γ . φυλάσσεσθαι δὴ δεῖ τὰ φαρμακώδη ἐφ’ ὧν οὐ μέγα τί ἐστι τὸ λυποῦν. τῷ μὲν οὖν ἁπλουστέρῳ ἐσκευασμένῳ ὀρρῷ κεχρῆσθαι δεῖ ἐπὶ τῶν μαλακῶν σωμάτων καὶ ἐφ’ ὧν κενῶσαι καὶ διαπλῦναι μόνα τὰ κατὰ γαστέρα καὶ ἔντερα βουλόμεθα καὶ ἐφ’ ὧν ἑλκοῦται τὸ ἔντερον ὑπὸ τῶν τυχόντων καθαρτηρίων, καὶ ἐφ’ ὧν χολώδη ἄκρατα ἐνοχλεῖ τὴν γαστέρα καὶ ἐφ’ ὧν τεινεσμώδεις προθυμίαι γίγνονται καὶ ἐφ’ ὧν ἑλκοῦσθαι κίνδυνος νεφροὺς ἢ κύστιν ἢ μήτραν καὶ ἐπὶ τῶν ἀτρόφων μὲν καὶ λεπτῶν δεομένων δὲ καθάρσεως. μάλιστα δὲ πάντων κεχρῆσθαι δεῖ τῷ ὀρρῷ ἐπὶ τῶν ἀσθενῆ τὸν στόμαχον κεκτημένων δεομένων δὲ καθάρσεως. τούτοις 〈δὲ〉 πᾶσι προσάγειν χρὴ τὸν ὀρρὸν μήτε ἁλῶν μήτε ἑτέρου τινὸς μίσγοντα φαρμακώδους. καὶ παιδίῳ δὲ καὶ γυναικὶ καὶ πρεσβύτῃ ἀκίνδυνόν ἐστι τοῦτον τὸν ὀρρὸν διδόναι καὶ ἐν τοῖς ὑπὸ κύνα καύμασιν ἀδεές, καίτοι τηνικαῦτα αἱ ἄλλαι φαρμακεῖαι ὕποπτοι πεφύκασι.[45]
96 (50) τῷ δὲ ἰσχυροτέρῳ ὀρρῷ χρῶτό τις ἂν πρὸς τὰ γενναιοτέρων φαρμάκων δεόμενα σώματα καὶ πάθη, μάλιστα πρὸς τὰ χρόνια ἐξανθήματα καὶ τοὺς πελιδνοὺς ἰόνθους καὶ τὰς ὑπὸ τὸ δέρμα τῶν χυμῶν κακίας, οἷον λέπρας καὶ τὰ ὅμοια καὶ πρὸς τὰ παλαιὰ δὲ ἕλκη καὶ τὰ θηριώδη καὶ τοὺς ἀχῶρας τῆς κεφαλῆς καὶ τὰ παραπλήσια, καὶ ἐπὶ ὀφθαλμῶν συνεχῶς ῥευματιζομένων καὶ πρὸς τὰς ψώρας τῶν βλεφάρων καὶ τὰς ἐφήλεις τοῦ προσώπου· χρῶτο δὲ ἄν τις καὶ ἐν περιόδοις τῶν πυρετῶν μακραῖς, καὶ ἐφ’ ὧν ὑδέρῳ περιπεσεῖν κίνδυνος ἐκ νόσων ἐπήρτηται. καὶ περὶ μὲν τοῦ ὀρροῦ ἱκανὰ καὶ ταῦτα. Περὶ τῶν ἡδονῆς χάριν συνεψομένων τῷ γάλακτι.[55]
97 Γαληνοῦ. Μετὰ δέ τινος τῶν παχὺν ἐχόντων χυμὸν ἐδεσμάτων ἐπὶ πλέον ἑψηθὲν τὸ γάλα ἀποτίθεται μὲν τὸ φυσῶδες καὶ τρέφει μᾶλλον καὶ τοῖς κατὰ κοιλίαν ῥεύμασι καὶ τοῖς εἰς τὸν θώρακα λεπτοῖς ἐκ κεφαλῆς κατάρροις ἁρμόζει· σκοπεῖσθαι δὲ δεῖ καὶ ἐν τούτῳ μὴ λάθῃ βλάπτον ἕτερον τῶν σπλάγχνων τινά. ἀλλόκοτος γὰρ ἐπὶ πολλῶν ἡ φύσις καὶ δὴ ἄλλως σφαλερὰ τῇ φύσει τὰ τοιαῦτα τῶν ἐδεσμάτων· ἐμφρακτικώτερα γὰρ ἥπατος γίγνεται, καὶ τῶν ἐν νεφροῖς λίθων γεννητικώτερα. ἐστὶ δὲ τὰ συνεψόμενα τῷ γάλακτι ἄμυλον σεμίδαλις χόνδρος τράγος ὄρυζα λάγανα καὶ ἄρτοι τινὲς μήτε καλῶς ὠπτημένοι μήτε καλῶς παρεσκευασμένοι μήτε ζύμης ἢ ἁλῶν μετέχοντες. Περὶ ὀξυγάλακτος.[10]
98 Τὸ δὲ καλούμενον ὀξύγαλα ὀδόντας μὲν οὐ βλάπτει, ὅσοι γε κατὰ φύσιν ἔχουσιν· ὅσοι δὲ ψυχρότεροι τοῦ δέοντος ἢ ἀσθενέστεροι, καθάπερ καὶ ὑπὸ τῶν ἄλλων ψυχρῶν βλάπτονται, οὕτω καὶ ὑπὸ τοῦδε· ἐνίοτε δὲ καὶ αἱμωδία γίγνεται. γαστὴρ δὲ ἡ μὲν ψυχρὰ οὐ πέπτει καλῶς τὸ ὀξύγαλα, τῇ δὲ συμμέτρως ἐχούσῃ δύσπεπτον μέν, οὐ μὴν ἄπεπτον παντάπασιν. ὅσαι δὲ θερμότεραι τοῦ προσήκοντός εἰσι γαστέρες, πρὸς τῷ μηδὲν βλάπτεσθαι καὶ χρηστοῦ τινος ἀπολαύουσιν ἐκ τῶν τοιούτων ἐδεσμάτων 〈καὶ〉 αἱ τοιαῦται γαστέρες καὶ προφυλαχθὲν τὸ ὀξύγαλα διὰ χιόνος περιπλάσεως ἀλύπως φέρουσιν, εἰ μὴ ὁ θώραξ ψυχρὸς εἴη ἢ κεφαλὴ ἢ ἕτερον μόριον. οὔτε γὰρ τὴν θερμὴν καὶ δριμεῖαν ἔχει ποιότητα τοῦ ὀρροῦ τὸ ὀξύγαλα οὔτε τὴν λιπαρὰν καὶ θερμήν, λέγω δὴ τὸ βούτυρον· μόνον δὲ ὑπολείπεται ἐν αὐτῷ τὸ τυρῶδες. ὅθεν ψυχρόν τέ ἐστι καὶ παχύχυμον καὶ ὠμῶν χυμῶν γεννητικὸν ἐπὶ τῶν ψυχροτέρων γαστέρων καὶ λίθων ἐν νεφροῖς γεννητικόν. Περὶ πρωτογάλακτος Γαληνοῦ.[15]
99 Τὸ καλούμενον πρωτόγαλα μετὰ τὴν ἀποκύησιν εὐθέως ἀμελχθὲν τὸ γάλα καὶ πυρωθὲν ἐπὶ θερμοσποδίας ἐπ’ ὀλίγον ἄνευ πυτίας αὐτίκα πήγνυται. οἱ δὲ παλαιοὶ τοῦτο ἐκάλουν πυριάτην, τινὲς δὲ πυρίεφθον. ἐσθίεται δὲ καὶ αὐτὸ μετὰ μέλιτος· δυσπεπτότερον δέ ἐστι καὶ παχυχυμότερον καὶ βραδυπορώτερον μὴ προσλαβὸν τοῦ μέλιτος. Περὶ τῆς πηκτῆς καλουμένης.[5]
100 Γαληνοῦ. Προσφέρονται δὲ γάλα καὶ διὰ πυτίας πήξαντες καὶ ἀποχωρίζοντες τὸ ὀρρῶδες, μιγνύντες καὶ μέλι. τινὲς δὲ καὶ τοῦ ὀρροῦ πλεῖστον καταπίνουσι· συμβήσεται δὲ δηλονότι τοῖς μὲν μᾶλλον ὑπαχθῆναι τὴν γαστέρα, τοῖς δὲ ἧττον, πρὸς τὴν καταπινομένην ποσότητα τῆς ὀρρώδους ὑγρότητος. Περὶ τυροῦ.[5]
101 Τυροὶ πάντες κακοὶ πλὴν τῶν ὀξυγαλακτίνων, οὐδένα γὰρ ἔχω ἐπαινέσαι· πάντες 〈γὰρ〉 δύσπεπτοι ὀξυρεγμιώδεις τε καὶ φύσης ὑποπιμπλάντες τὴν γαστέρα, καὶ διαχωρῆσαι πονηροὶ καὶ φλεγματώδεις καὶ καυσώδεις τῇ κοιλίᾳ. προσλαμβάνουσι γὰρ ἐν τῇ σκευασίᾳ ἀπὸ τῆς ἐπεμβαλλομένης πυτίας δριμύτητα, τήν τε ὑγρότητα ἅπασαν ἀποτίθενται καὶ μάλιστα χρονίσαντες. ἡνίκα καὶ δριμύτεροι γίγνονται καὶ σφῶν αὐτῶν θερμότεροί τε καὶ καυσωδέστεροι καὶ διὰ τοῦτο διψωδέστεροι καὶ δυσπεπτότεροι καὶ κακοχυμότεροι ἀποτελοῦνται. διὰ ταῦτα τοιγαροῦν οὐδ’ ὅπερ ἀγαθὸν ἐπικτᾶται τὰ παχύχυμα τῶν ἐδεσμάτων λεπτυντικαῖς μιγνύμενα δυνάμεσιν, οὐδὲ τοῦτ’ ἴσχει βλάβης χωρίς. μείζων γὰρ ἡ ἐκ τῆς κακοχυμίας καὶ τῆς καυσώδους ὑγρότητος ἐγγίγνεται βλάβη τῆς ἐκ τοῦ λεπτυνθῆναι τὸ πάχος ὠφελείας. φευκτέον οὖν ἐν τούτοις μάλιστα τὸν τοιοῦτον τυρόν, μηδὲν ὅλως ἀγαθὸν ἔχοντα. τὸν δὲ νέον τυρὸν ἁπάντων εἶναι κάλλιστον νομιστέον, τὸν καλούμενον ὀξυγαλάκτινον. ἥδιστος μὲν γὰρ εἰς ἐδωδήν, ἀβλαβὴς δὲ στομάχῳ πάντων τῶν ἄλλων τυρῶν, ἧττον δὲ καὶ δύσπεπτος καὶ δυσδιέξοδος· οὐ μὴν οὐδὲ πάνυ παχύχυμος, ὅπερ ἁπάντων τυρῶν ἐστι κοινὸν ἔγκλημα. τῶν δὲ ἄλλων τυρῶν ὁ νέος τοῦ παλαιοῦ βελτίων καὶ ὁ μαλακὸς τοῦ σκληροτέρου καὶ ὁ ἀραιὸς καὶ χαῦνος τοῦ πάνυ πυκνοῦ καὶ πεπιλημένου καὶ ὁ ὑπερέχουσαν ἔχων τὴν γλυκύτητα τῆς ἁλυκότητος καὶ ὁ συμμέτρων ἁλῶν ἔχων τοῦ παμπόλλων ἢ μηδόλως ἔχοντος καὶ ὁ ἡδίων τοῦ ἀηδοῦς καὶ ὁ ὠπτημένος τοῦ ὠμοῦ. ἑφθὸς δὲ τυρὸς παρὰ πολὺ στερεώτερος. πάντες γε μὴν κακοί. Φάρμακον τὸ διὰ τοῦ παλαιοῦ τυροῦ πρὸς πώρους ποδαγρῶν.[20]
102 Γαληνοῦ. Κομισθέντος δέ ποτε πρός με ἀρθριτικοῦ τινος ἐπὶ δίφρου πώρους ἐν τοῖς ἄρθροις ἔχοντος, ἐπῆλθέ μοι σκέλος ταριχηροῦ ὑὸς παλαιὸν ἑψήσαντα δεῦσαι τῷ ἀφεψήματι τυρὸν παλαιότατον ἐν θυίᾳ τε καλὼς ἑνώσαντα κατὰ τῶν πώρων ἐπιτιθέναι. διαρρηγνυμένου δὲ αὐτομάτως τοῦ δέρματος ἄνευ τομῆς, ἀνέπλεεν ἑκάστης ἡμέρας μόρια τῶν πώρων. κἀπειδὴ τῆς ὠφελείας ὁ ἄνθρωπος ἐπειράθη, τοιοῦτον ἑαυτῷ πορισάμενος τυρὸν ἐφύλαττε καὶ παλαιωθέντι ἐχρήσατο. καὶ οὕτως τοῦ λοιποῦ διετέλεσε χρώμενος, καὶ ἄλλους τῶν ὁμοίως πασχόντων φίλους ἐδίδαξε. Περὶ ἐνεργείας τοῦ νέου τυροῦ, ἔξωθεν προσαγομένου.[10]
103 Γαληνοῦ. Ὁ δὲ πρόσφατος τυρὸς καὶ ὑγρὸς δοκεῖ ὥσπερ τι μέγα προσβοηθεῖν καὶ τοῖς τὴν λιθάργυρον ποιοῦσιν, εἴ τις παρὰ τὴν δίαιταν αὐτὸν προσφέροιτο. δύναται δὲ καὶ τραύματα ἔναιμα τὰ ἁπλούστερα κολλᾶν καταπλασσόμενος, ἐπιτιθεμένων αὐτῷ φύλλων ἀμπέλου ἢ θριδακίνης ἢ τεύτλου. ὁ δὲ ὀξυγαλάκτινος τυρὸς καὶ τὰ μεγάλα τραύματα κολλᾷ τῷ μετέχειν καὶ διαφορητικῆς δυνάμεως. Περὶ βουτύρου.[5]
104 Γαληνοῦ. Βούτυρος ἢ βούτυρον γίγνεται ἐκ τοῦ λιπαρωτάτου κατὰ τὸ γάλα, τὸ βόειον μάλιστα. πεπτικῆς δέ ἐστι δυνάμεως μετέχον ὀλίγον τῆς διαφορητικῆς. τοῦτο δὲ ἐργάζεται ἐπί γε τῶν μέσων κατὰ μαλακότητα καὶ σκληρότητα σωμάτων. πέττει γὰρ ταῦτα φλεγμαίνοντα καὶ διαφορεῖ ῥᾳδίως, ὥστε καὶ παρωτίδας καὶ βουβῶνας πολλάκις αὐτῷ μόνῳ τελέως ἰασάμεθα ἐπὶ παιδικῶν σωμάτων καὶ γυναικείων πασχόντων. τῶν γὰρ σκληρῶν τελέως σωμάτων τοὺς παρὰ φύσιν ὄγκους διαφορεῖν ἀδύνατον τὸ βούτυρον. καὶ μέντοι καὶ ταῖς ἐκ πνεύμονος ἀναπτύσεσιν ἐν πλευριτικοῖς τε καὶ περιπνευμονικοῖς πάθεσι μεγάλα συντελεῖ, μετὰ τοῦ καὶ πέττειν. αὐτὸ μὲν οὖν μόνον ἐκλειχόμενον πέττει μὲν μᾶλλον, ἀνάγει δὲ ἧττον, ἅμα δὲ μέλιτι καὶ ἀμυγδάλαις πικραῖς ἀνάγει μὲν μᾶλλον, ἧττον δὲ πέττει. Πυτία Γαληνοῦ.[10]
105 Πυτία πᾶσα δριμείας ἐστὶ καὶ λεπτυντικῆς καὶ διαφορητικῆς δυνάμεως καὶ δηλονότι ξηραντικῆς. ἀμείνων δέ ἐστι τῶν πυτιῶν ἡ λαγώα. διαλύει δὲ πᾶσα πυτία αἷμα τεθρομβωμένον ἐν κοιλίᾳ, σὺν τοῖς ἐπιτηδείοις πινομένη φαρμάκοις. τὰ δὲ ἄλλα τὰ περὶ τῆς πυτίας τοῖς πολλοῖς εἰρημένα περιττὸν ἡγοῦμαι καὶ γράφειν. Περὶ χολῆς Γαληνοῦ.[5]
106 Τὸν ἐν τῇ χοληδόχῳ κύστει ἀθροιζόμενον χυμὸν ὀνομάζω νῦν χολήν, οὐ τὴν μέλαιναν· ξανθὴν δὲ ταύτην ὀνομάζουσι. καί ἐστιν ὁ χυμὸς οὗτος πάντων τῶν ἐν τῷ ζῴῳ χυμῶν θερμότατος. διαφοραὶ δὲ ἐν αὐτῷ πλεῖσται εὑρίσκονται παρά τε τὴν φύσιν τῶν ζῴων καὶ τὴν δίαιταν. ἡ γὰρ τῇ χρόᾳ ὠχροτέρα χολὴ μετρίως ἐστὶ θερμή, ἡ δὲ ὑπόλευκος ἐφ’ ὅσον ἐκλύεται τῇ χρόᾳ ἐπὶ τοσοῦτον τῆς θερμῆς ποιότητος ἀπολείπεται. ἡ δὲ ξανθὴ θερμοτέρα τῆς ὠχρᾶς ἐστι τοσοῦτον ὅσον καὶ παχυτέρα καὶ ξανθοτέρα. θερμαινομένη γὰρ ἐπὶ πλέον ἡ ὠχρὰ τὴν ξανθὴν ἀποτελεῖ, εἰ δ’ ἔτι ὑποθερμανθείη, ἐπὶ τὸ μελάντερον τρέπεται χρῶμα, ποτὲ μὲν ἰῶδες ἴσχουσα τοῦτο, ποτὲ δὲ κυανοῦν, ἐνίοτε δὲ τὸ τῆς ἰσάτιδος. πρόσεχε τοίνυν καὶ σὺ τῷ χρώματι τῶν χολῶν, ὅταν σκευάζῃς φάρμακον ἐν ᾧ καὶ χολῆς τι περιέχεται. γίγνεται δὲ καὶ παρὰ τὸ χρώμενον τῇ χολῇ σῶμα διαφορά τις, εὐαίσθητόν τε καὶ δυσαίσθητον ὑπάρχον εὐπαθές τε καὶ δυσπαθές. καὶ ἡ μὲν τῶν ὑῶν φαίνεται πάντων ὑδατωδεστάτη καὶ διὰ τοῦτο ἀσθενεστάτη, πλὴν τῶν ἀγρίων συῶν. χρῶνται δὲ τῇ τῶν ἡμέρων ὑῶν χολῇ ἐπὶ τῶν ἐν ὠσὶν ἑλκῶν, οὐκ ἀδοκίμῳ φαρμάκῳ, καὶ χρῶ καὶ σὺ μὴ παρόντος ἄλλου συνθέτου. ἡ δὲ τῶν προβάτων βραχὺ δριμυτέρα τῆς τῶν ὑῶν, καὶ ταύτης μᾶλλον ἡ τῶν αἰγῶν· παραπλησία δέ ἐστι ταύτῃ ἡ τῶν ἄρκτων τε καὶ βοῶν. ἡ δὲ τῶν ταύρων ἰσχυροτάτη μὲν τούτων, ἀπολειπομένη δὲ τῶν ὑαινῶν· ἡ δὲ τοῦ καλλιωνύμου ἰχθύος καὶ σκορπίου καὶ χελώνης ταύτης ἰσχυρότεραι. εἰσὶ δὲ καὶ αἱ τῶν πτηνῶν ζῴων χολαὶ πᾶσαι δριμύτεραι καὶ ξηραντικώτεραι τῶν ἐν τοῖς τετράποσι· τῶν δὲ πτηνῶν αἱ τῶν ἀλεκτορίδων καὶ περδίκων ἀμείνους εἰς ἰατρικὴν χρείαν· αἱ δὲ τῶν ἱεράκων καὶ ἀετῶν δριμεῖαι ἱκανῶς εἰσι καὶ διαβρωτικαί. ταύτας οὖν αὐτῶν ἐπιστάμενος τὰς διαφοράς, ἐπιστάμενος δὲ καὶ τῶν παθῶν τίνα μὲν δεῖται μᾶλλον ξηραίνεσθαι, τίνα δὲ ἧττον, οὐκ ἂν ἁμάρτοις περὶ τὴν θεραπείαν. Ἱδρώς: Περὶ τῶν ἱδρώτων.[25]
107 Τινὲς ἀναγεγράφασί τινα περιττὰ δι’ ἄλλης ὕλης εὐπορωτέρας γίγνεσθαι δυνάμενα. μίγνυται δὲ ἱδρὼς τῶν γυμναζομένων ἐν ταῖς παλαίστραις τῇ ὑποκειμήνῃ κόνει καὶ τοῦτο καλοῦσι πάτον. διαφορητικὸν δέ ἐστι φάρμακον· ἐπὶ γοῦν φλεγμαινόντων τιτθῶν δραστικώτατόν ἐστι βοήθημα μόνος ὁ πάτος ἐπιτιθέμενος. ἐὰν δὲ ξηρότερος ᾖ, κυπρίνῳ δεῖ αὐτὸν ἀναμαλάττειν, μὴ παρόντος δὲ κυπρίνου τῷ ῥοδίνῳ χρήσῃ. τοῦτο τὸ φάρμακον ἐπιχριόμενον σβέννυσι γάλα πληθύνον ἐν τοῖς πιτθοῖς ἱκανῶς. ἐγὼ γοῦν ποτε καὶ κατὰ βουβῶνος αὐτῷ χρησάμενος ἐν τάχει παυόμενον ἐθεασάμην τὸν ὄγκον. Οὖρον.[10]
108 Οὖρον ἀνθρώπου σχεδὸν ἁπάντων τῶν ἄλλων οὔρων ἐστὶν ἀσθενέστατον, ὅτι μὴ τῶν ἡμέρων ὑῶν τῶν εὐνουχισθέντων. ῥυπτικῆς μὲν οὖν δυνάμεως, εἴπερ τι καὶ ἄλλο, τὸ τῶν ἀνθρώπων ἐστὶν οὖρον, ὡς δηλοῦσιν καὶ οἱ γναφεῖς· ὅθεν καὶ οἱ ἰατροὶ πρὸς ψώρας καὶ λέπρας καταντλοῦσιν αὐτὸ καὶ τῶν ἑλκῶν τὰ πολλῆς ὑγρότητος μεστὰ καὶ ῥύπου καὶ ἀκαθαρσίας, καὶ πολύ γε μᾶλλον ὅταν ἔχῃ τι σηπεδονῶδες, καὶ τοὺς ἀχῶρας καὶ πίτυρα δι’ αὐτοῦ θεραπεύουσι καταντλοῦντες. ἡμεῖς δὲ ταῦτα ἐμυσάχθημεν ποιεῖν, ἑτέρων εὐποροῦντες φαρμάκων. τὰ δὲ ἐν τοῖς δακτύλοις ἕλκη καὶ μάλιστα ἐκ προσπταισμάτων ἐπειδὰν ἀφλέγμαντα γένηται, κἀγὼ ἰασάμην οὔρῳ πολλάκις, ἐπὶ τῶν εἰς ὁδοιπορίαν στελλομένων. μοτὸν 〈γὰρ〉 βρέξας, καὶ ἐπιθεὶς κατὰ τοῦ ἕλκους, εἶτ’ ἔξωθεν ὀθονίῳ περιελίξας, ὁσάκις ἂν οὐρεῖν προθυμηθῶσι κατὰ τοῦ δακτύλου φέρεσθαι τὸ οὖρον ἐπιτρέπειν ἐκέλευσα καὶ μὴ λύειν, ἄχρις ἂν ἀκριβῶς θεραπευθῇ. συνεχώρησα δὲ καὶ ἐν ἀγρῷ μὴ παρόντος ἰατροῦ καταχεῖν αὐτὸ τῶν ἑλκῶν, ὅταν ἐν τοῖς κάτω μέρεσιν ᾖ τοῦ θώρακος μέχρι ποδῶν ἄκρων. πίνειν δὲ οὖρον ἕνεκα τῆς ὀρθοπνοίας, καθὼς γεγράφασιν ἔνιοι, οὐκ ἀναγκαῖον, ὄντων γε καὶ ἄλλων πλείστων φαρμάκων, ἃ βοηθεῖ τῷ πάθει τούτῳ. καὶ μέντοι καὶ πιών τις οὖρον οὐκ ἀπηλλάγη τοῦ πάθους. Σίαλον.[15]
109 Τούτου τὴν δύναμιν χρὴ γιγνώσκειν εἶναι διάφορον ἔν τε τοῖς τῶν ζῴων εἴδεσι καὶ καθ’ ἕκαστον αὐτῶν ὑγιεινὸν ἢ νοσοῦν, ἐδηδοκός τε καὶ πεπωκὸς ἢ ἄποτόν τε καὶ νενηστευκός· ὡς γὰρ τὰ οὖρα καὶ αἱ χολαὶ καὶ οἱ ἱδρῶτες, οὕτως καὶ τὸ πτύαλον ἀσθενὲς μὲν ἐδηδοκότων τε καὶ πιόντων ἐστίν, ἰσχυρὸν δὲ καὶ δριμὺ τὸ τῶν ὑπερδιψησάντων τε καὶ πεινησάντων. ἐν τῷ μέσῳ δὲ ἀμφοῖν ἐστι τὸ τῶν εὐπεπτηκότων μέν, οὐδέπω δὲ ἐδηδοκότων ἢ πεπωκότων· τούτῳ τοιγαροῦν τῷ ἐπὶ τῇ τελευτῇ εἰρημένῳ σιάλῳ καὶ αἱ τροφοὶ τῶν νηπίων τοὺς λειχῆνας αὐτῶν ἰῶνται, βρέχουσαι τὸν μικρὸν δάκτυλον, εἶτ’ ἀνατρίβουσαι τὸν τόπον, καὶ τοῦτο ποιοῦσι συνεχῶς. ἀλλὰ καὶ πυροὺς μασησάμενοι τῶν ἀγροίκων τινὲς δοθιῆσιν ἐπιτιθέασιν. διαφορεῖ τε γὰρ αὐτοὺς καὶ πέττει ταχέως. καθ’ ὅλην δὲ τὴν οὐσίαν τὸ πτύαλον ἐναντιώτατόν ἐστι τοῖς ἀναιροῦσι〈ν ἀνθρώπους〉 θηρίοις. ἐγὼ γὰρ χωρὶς ἐπῳδῆς ἐθεασάμην ἐπὶ σιάλῳ νήστεως μόνῳ τὸν σκορπίον ἀποθανόντα. Περὶ κόπρου.[10]
110 Κόπρος διαφορητικωτάτην ἔχει δύναμιν. ἐστὶ δὲ ἡ μὲν τῶν ἀνθρώπων διὰ τὴν δυσωδίαν βδελυρά· βοῶν δὲ καὶ αἰγῶν καὶ κυνῶν, ὅταν ὀστᾶ φάγωσιν, οὔτε δυσώδης ἐστὶ καὶ πεῖραν ἱκανὴν ἔδωκεν οὐχ ἡμῖν μόνοις, ἀλλὰ καὶ πολλοῖς τῶν ἔμπροσθεν ἰατρῶν. ἐγὼ γοῦν καὶ αὐτὸς οἶδα θαυμαστῆς δυνάμεως πειραθεὶς ἀνθρωπείας τε καὶ κυνείας κόπρου. Περὶ κυνείας κόπρου.[5]
111 Λεκτέον δέ σοι πρότερον περὶ τῆς κυνείας, ᾗ συνεχῶς ἐχρῆτό τις τῶν ἡμετέρων διδασκάλων, ὀστᾶ διδοὺς ἐσθίειν κυνὶ μόνα δυοῖν ἐφεξῆς ἡμερῶν, τὴν δὲ ἐν τῇ Γʹ ἡμέρᾳ ἐκκρινομένην κόπρον λαμβάνων ἐξήραινε καὶ ἀπετίθετο καὶ ἐπὶ τῆς χρείας ἐλείου. ἐχρῆτο δ’ αὐτῇ πρός τε συνάγχας ἀναμιγνὺς τοῖς ἄλλως ἁρμόττουσι πρὸς τὸ πάθος φαρμάκοις. ἐπὶ δὲ δυσεντερικῶν τῷ ἀφεψημένῳ γάλακτι διὰ τῶν κοχλάκων ξηρὰν λείαν ἐμβάλλων τὴν κόπρον παρεῖχε λανθάνων τοὺς πολλούς. τούτων μὲν οὖν τῶν δύο χρήσεων τῆς κυνείας κόπρου πάνυ πολλὴν ἔχω πεῖραν ὡς θαυμασίου φαρμάκου, καθάπερ καὶ ἐπὶ τῶν κακοηθεστάτων ἑλκῶν ἐμίγνυον τῆς κυνείας κόπρου βραχὺ τοῖς πρὸς τὰ τοιαῦτα ἕλκη δοκίμοις φαρμάκοις καὶ σαφῶς ἰσχυρότερον ἑαυτοῦ τὸ φάρμακον ἐγίγνετο· καὶ εἴ που διαφορῆσαί τι καὶ ξηράναι δέοι, κἀκείνοις τοῖς φαρμάκοις ἐμίγνυον. Περὶ ἀνθρωπείας κόπρου.[10]
112 Τῆς δὲ ἀνθρωπείας κόπρου τοιάνδε πεῖραν ἔχω· συνεχῶς τις τὴν φάρυγγα φλεγμαίνων ἠνωχλεῖτο σφοδρῶς, ὡς κινδυνεύειν ἀποπνιγῆναι καὶ δὴ καὶ φλεβοτομεῖσθαι διὰ τὸν κίνδυνον ἠναγκάζετο· τούτῳ τις ἐντυχὼν ἐπηγγείλατο πεῖραν δώσειν φαρμάκου καὶ καλεῖσθαι αὑτὸν ἠξίου πρὸ τῆς φλεβοτομίας, αὖθις ἐν φλεγμονῇ γενομένης τῆς φάρυγγος· καὶ τοίνυν κληθείς, εἶτα διαχρίσας φαρμάκῳ τινὶ ταχέως ἐθεράπευσε τὸν ἄνθρωπον. ἦν δὲ κόπρος ξηρὰ μετὰ μέλιτος Ἀττικοῦ χριομένη. διῃτᾶτο δὲ τὸ παιδίον, οὗ τὴν κόπρον ἔμελλε λήψεσθαι, καθάπερ αὐτὸς ἐκεῖνος ὁ θεραπεύσας ἐδίδαξεν, ἐπὶ θέρμων ἐδωδῇ· τούτων δὴ τῶν συνήθως ἐσθιομένων μετ’ ἄρτου καλλίστου· ἐδίδου δὲ καὶ οἶνον παλαιὸν πίνειν. ἅπαντα ταῦτα σύμμετρα κατὰ τὸν ὄγκον, ὡς ἀκριβῶς εὐπεπτῆσαι τὸ παιδίον· τῇ δὲ τρίτῃ ἡμέρᾳ τὸ ἐκκριθὲν κόπριον ἐλάμβανε καὶ ξηραίνων ἐχρῆτο παραπλησίως τῇ κυνείᾳ κόπρῳ καθ’ ὃ προείρηται. Λυκεία κόπρος.[10]
113 Τὴν δὲ τῶν λύκων κόπρον ἐπότιζέ τις κωλικοὺς οὐ μόνον ἐν τοῖς παροξυσμοῖς, ἀλλὰ κἂν τοῖς διαλείμμασιν, ὅσοι γε χωρὶς φλεγμονῆς ἔπασχον· εἶδόν τέ τινας αὐτῶν οὐκέθ’ ἁλόντας τῷ πάθει καὶ τοὺς παθόντας οὐκέτι ἰσχυρῶς οὐδὲ συνεχῶς. ἐλάμβανε δὲ κἀκεῖνος τὴν λευκοτέραν κόπρον τῶν λύκων μᾶλλον, ἥτις ὀστᾶ φαγόντων αὐτῶν ἀπεκρίνατο, ἐλάμβανε δὲ τὴν οὐδέπω πεπτωκυῖαν ἐπὶ τὴν γῆν· ἐπὶ θάμνοις γὰρ πολλάκις εὑρίσκεται ἡ κόπρος αὕτη καὶ ἐπὶ βοτάναις εὐαξέσιν. ἐθαύμασα δὲ ἐπ’ αὐτῆς, ὅτι καὶ περιαπτομένη πολλάκις ὠφέλησεν. εὑρίσκεται δὲ ἐν αὐτῇ καὶ αὐτῶν τῶν ὀστῶν τι τοῦ βρωθέντος ζῴου διαπεφευγὸς τὴν μάσησιν καὶ τὴν πέψιν, ὃ καὶ αὐτὸ κόπτων καὶ λεάνας ἐδίδου πίνειν τοῖς κωλικοῖς, ἁλῶν καὶ πεπέρεως ἤ τινος τοιούτου ἐπιμιγνύων εὐωδίας χάριν. ἐδίδου δὲ μετ’ οἴνου λεπτοῦ τὴν σύστασιν, ποτὲ δὲ καὶ μεθ’ ὕδατος. τὸ δὲ οὖν περιαπτόμενον τῆς κόπρου ταῖς λαγόσι τοῦ κάμνοντος ἐκέλευσεν ἔχειν ἄρτημα, μάλιστα ἐξ ἐρίου λυκοβρώτου προβάτου, εἰ δὲ μὴ ἐκ δέρματος ἐλάφου καὶ τὸν ἱμάντα τὸν περιελιττόμενον ταῖς λαγόσι καὶ αὐτὸ τὸ περιέξον τὴν κόπρον ἐκέλευσεν εἶναι. ἡμεῖς δὲ καὶ εἰς χυτρίδιον ἀργυροῦν μέγεθος κυάμου ἐμβαλόντες τῆς κόπρου περιήψαμεν ἐνίοις ἕνεκα πείρας· ἐθαυμάσαμεν οὖν ἑωρακότες φανερῶς ὠφεληθέντας. Αἰγεία κόπρος.[15]
114 Συνεχέστατα δὲ χρώμεθα τῇ τῶν αἰγῶν κόπρῳ. δριμείας καὶ διαφορητικῆς οὖσα δυνάμεως καὶ τοῖς σκιρρουμένοις ὄγκοις ἁρμόττει οὐ σπληνὸς μόνον, ἀλλὰ καὶ τῶν ἄλλων μερῶν. ἔγωγ’ οὖν ἐπὶ γόνατος ἔχοντος ὄγκον χρόνιον δύσλυτον ἐχρησάμην αὐτῇ δι’ ὀξυκράτου καταπλάττεσθαι κελεύσας ἄλευρον κρίθινον ἐπεμβαλλομένης τῆς κόπρου καὶ θαυμαστῶς ὁ ἄνθρωπος ὤνητο· ἀγροῖκος δὲ ἦν ὁ θεραπευθείς· ἐπὶ γὰρ τῶν μαλακῶν σωμάτων δριμύτερόν ἐστι τὸ φάρμακον. καὶ μέντοι καὶ καυθεῖσα λεπτομερεστέρα γίνεται· διὸ καὶ πρὸς ἀλωπεκίας ἁρμόττει καὶ πάνθ’ ὅσα ῥυπτόντων δεῖται φαρμάκων, οἷον λέπρας λειχῆνας καὶ τὰ ὅμοια καὶ τοῖς πρὸς παρωτίδας καὶ βουβῶνας καταπλάσμασι μιγνυμένη διαφορεῖ. πρὸς γοῦν τὰ τῶν ἐχιδνῶν δήγματα καὶ πολὺ μᾶλλον ἔτι τὰ τῶν ἄλλων θηρίων ἰατρός τις τῶν ἐν ἀγροῖς ἰατρευόντων ἐχρῆτο δι’ ὄξους αὐτῇ καὶ διέσωζε πάνυ πολλούς· ὁ δ’ αὐτὸς οὗτος καὶ τοῖς ἰκτερικοῖς ἐδίδου τὰς σπυράθους πίνειν δι’ οἴνου καὶ πρὸς ῥοῦν γυναικεῖον σὺν λιβανωτῷ. Περὶ κόπρου βοός.[15]
115 Ὡσαύτως δὲ καὶ τῶν βοῶν αἱ κόπροι βραχεῖαν ἔχουσι διαφοράν, οὖσαι καὶ αὗται ξηραντικῆς δυνάμεως. ἔχουσι δὲ καὶ τὴν ἑλκτικήν. ἰατρὸς δέ τις φαρμάκων ἔμπειρος τοὺς ὑδερικοὺς βολβίτῳ καταχρίων ἐν ἡλίῳ κατέκλινε καὶ πολλοὺς ὠφέλησεν· ὑγρὰν δὲ ἐλάμβανε ταύτην τῷ ἔαρι, ὁπότε νέμονται τὴν πόαν αἱ βόες καὶ ξηράνας ἀπέθετο. καὶ πρὸς χοιράδας δὲ οὕτως αὐτὸς ἐχρῆτο καὶ τῶν σκιρρωδῶν ὄγκων ἁπάντων σὺν ὄξει καταπλάττων. Προβατεία κόπρος.[5]
116 Ὁ δ’ αὐτὸς οὗτος καὶ τῇ τῶν προβάτων κόπρῳ ἐχρῆτο πρὸς ἀκροχορδόνας καὶ μυρμηκίας καὶ θύμους καὶ ἥλους, ὄξει δεύων αὐτήν. ἀλλὰ καὶ τὰ πυρίκαυτα τῶν ἑλκῶν εἰς οὐλὴν ἦγε, μιγνὺς κηρωτῇ ῥοδίνῃ. Περιστερῶν κόπρος.
117 Τῇ δὲ οὖν κόπρῳ τῶν νομάδων περιστερῶν ὡς θερμαίνοντι φαρμάκῳ κἀγὼ αὐτὸς συνεχῶς εἰς πολλὰ χρῶμαι, μετὰ καρδαμώμου σπέρματος ἀντὶ νάπους λειοτάτην αὐτὴν μίσγων ἐπὶ τῶν φοινιγμοῦ δεομένων χρονίων παθῶν, ὁποῖόν ἐστιν ἰσχιὰς ἡμίκραιρα κεφαλαία σκοτώματα καὶ τὰ κατὰ τὰς νόθας πλευράς τε ἢ ὠμοπλάτας ἢ τένοντας ἢ ψόας ἀλγήματα χρόνια, καὶ νεφρῶν καὶ ποδῶν καὶ ἄρθρων, ὅταν γε μήπω σύστασις πώρων ᾖ ἐν τοῖς ἄρθροις. Ἀλεκτορίδων κόπρος.[5]
118 Τῇ δὲ τῶν ἀλεκτορίδων ἐχρησάμην καὶ αὐτὸς ἐπὶ τῶν ὑπὸ μυκήτων ἐδωδῆς πνιγῆναι κινδυνευόντων, ἐπιπάττων αὐτὴν λελειωμένην κυάθοις τρισὶν ἢ τέτρασιν ὀξυκράτου ἢ ὀξυμέλιτος καὶ προφανῶς ὠφέλησε διὰ ταχέων. ἤμεσαν γὰρ ὀλίγον ὕστερον οἱ πνιγόμενοι φλεγματώδη παχύτατον χυμόν, ἐφ’ ᾧ τελέως ἐπαύσαντο τοῦ συμπτώματος. ὁ δὲ διδάξας με ἰατρὸς καὶ τοῖς χρονίοις κωλικοῖς αὐτὴν ἐδίδου δι’ οἰνομέλιτος, τινὲς δὲ καὶ τοῖς συναγχικοῖς αὐτὴν διδόασι πίνειν. ἐστὶ δὲ αὕτη τῆς τῶν περιστερῶν ἀσθενεστέρα. δεῖ δὲ καὶ ταύτην λαμβάνειν ἐκ τῶν ἐν τοῖς ἀγροῖς διαιτωμένων ἀλεκτορίδων οὐ τῶν ἐγκεκλεισμένων. Περὶ κόπρου χηνὸς καὶ ἱέρακος καὶ πελαργῶν καὶ χερσαίων κροκοδείλων.[10]
119 Ἡ δὲ τῶν χηνῶν καὶ ἱεράκων καὶ πελαργῶν κόπρος καὶ τῶν λοιπῶν, περὶ ὧν οἱ ληρήσαντες ἔγραψαν, ἄχρηστός ἐστιν, ὡς τῇ πείρᾳ ἐκρίθη. ἡ δὲ τῶν χερσαίων κροκοδείλων καὶ δυσπόριστος. Ῥύπος προβάτων ἐξ οὗ τὸ ὕσσωπον σκευάζομεν.
120 Ῥύπος ὁ ἐπιτρεφόμενος τοῖς τῶν προβάτων ἐρίοις, ἐξ οὗ τὸ καλούμενον ὕσσωπον σκευάζομεν, πεπτικῆς ἐστι δυνάμεως παραπλησίως τῷ βουτύρῳ, βραχὺ δέ τι καὶ διαφορητικὸν ἔχει. σκευάζεται δέ, ὥς φησι Διοσκορίδης, ὕσσωπος τὸν τρόπον τοῦτον. λαβὼν ἔρια ῥυπαρὰ τὰ ἐν ταῖς μασχάλαις τῶν προβάτων εὑρισκόμενα κονδὰ καὶ οὖλα καὶ μαλακὰ ἔκπλυνον θερμῷ ὕδατι, ἅμα ἐκθλίβων αὐτῶν πᾶσαν τὴν ῥυπαρίαν ἤτοι λιπαρίαν. εἶτα τούτων τὸ ἀπόπλυμα εἰς κρατῆρα πλατύστομον βαλὼν καὶ ἐπιχέας ἕτερον ὕδωρ ζέον ἀνατάρασσε λαμβάνων ἐκ τοῦ ὑγροῦ ποτηρίῳ ἢ ἑτέρῳ τινὶ καὶ ἐξ ὑψηλοῦ καταράσσων ἕως ἂν ἀφρίσῃ· εἶτα κατάρραινε θαλάσσῃ, εἰ πάρεστιν, εἰ δὲ μὴ ψυχρῷ ὕδατι καὶ ἔα καταστῆναι καὶ μετὰ τὸ ψυγῆναι ἀνελοῦ τὸ ἐπιπολάζον μυακίῳ καὶ βαλὼν εἰς ἕτερον ἄγγος καὶ ἐπιβαλὼν ψυχρὸν ὕδωρ ὀλίγον ἀνάκοπτε ταῖς χερσίν· εἶτα ἀποχέας τὸ ὕδωρ ἐπίβαλλε ἕτερον θερμὸν καὶ ἀνατάρασσε ὁμοίως, ὡς προείρηται, καὶ ἐπίρραινε θαλάσσῃ ἢ ψυχρῷ ὕδατι καὶ ἔα καταστῆναι καὶ μετὰ τὸ ψυγῆναι πάλιν ἀνελοῦ μυακίῳ καὶ ἀνάκοπτε τῇ χειρὶ ὁμοίως. καὶ πάλιν ἐκ τρίτου ἐπίχεε θερμὸν ὕδωρ καὶ τὸ αὐτὸ ποίει, καθὼς προείρηται, ἄχρις ἂν λευκὸς καὶ λιπαρὸς ὁ ὕσσωπος γένηται καὶ μηδὲν ἀκάθαρτον ἔχῃ. καὶ οὕτως βαλὼν ἐν ἀγγείῳ κεραμείῳ τίθει ἐν ἡλίῳ ἐπὶ ἡμέρας τινὰς καὶ φύλαττε καὶ πάντα δὲ τὰ προειρημένα ἐν ἡλίῳ θερινῷ ποίει. οὕτως γὰρ χρησιμώτερος γίγνεται καὶ λευκὸς καὶ οὐδὲν ἔχων σύσκληρον καὶ συνεστραμμένον, ὥσπερ ὁ δολιζόμενος κηρωτῇ ἢ ζύμῃ. ποιεῖ δὲ πρὸς τὰ περὶ δακτύλιον καὶ ὑστέραν σὺν μελιλώτῳ καὶ βουτύρῳ καὶ ἕτερα πλεῖστα. ὁ δὲ κεκαυμένος ὕσσωπος ποιεῖ τὴν ἐξ αὐτοῦ συναγομένην αἰθάλην ἢ λιγνὺν χρησιμωτάτην πρὸς διαβεβρωμένους καὶ ψωρώδεις κανθοὺς καὶ τετυλωμένα βλέφαρα καὶ τριχορροοῦντα. καίεται δὲ ἐνίοτε καὶ ὑπ’ ὀστράκου καινοῦ, ἄχρις ἂν πυρωθεὶς ἀποβάλῃ τὸ λίπος. κείσθω δὲ τὸ ὄστρακον ἐπ’ ἀνθράκων, εἶτα συνάξας τὸ κεκαυμένον καὶ λεάνας χρῶ πρὸς τὰ εἰρημένα. Περὶ σαρκῶν Γαληνοῦ.[25]
121 Οὐχ ἅπασαι τῶν ζῴων αἱ σάρκες ἄνθρωπον τρέφουσιν, ἀλλ’ ἐνίων εἰσὶ καὶ θανάσιμοι, ἔνιαι δὲ οὐχ ὡς τροφὴ μόνον προσφέρονται, ἀλλ’ ὡς βοήθημα. καὶ τῶν τρεφουσῶν δὲ οὐ τὴν αὐτὴν ἅπασαι δύναμιν ἔχουσι. πάντων μὲν οὖν ἐδεσμάτων ἡ σὰρξ τῶν ὑῶν ἐστι τροφιμωτάτη καὶ εὔχυμος καὶ εὐπεπτοτέρα πάντων, τά τε ἄλλα καὶ διὰ τὴν πρὸς ἀνθρώπους ὁμοιότητα. τὰ δὲ βόεα κρέα τροφὴν μὲν αὐτὰ δίδωσιν οὔτε ὀλίγην οὔτ’ εὐδιαφόρητον, αἷμα μέντοι παχύτερον ἢ προσῆκε γεννᾷ καὶ εἰ φύσει τις εἴη μελαγχολικώτερος τὴν κρᾶσιν, ἁλώσεταί τινι πάθει τῶν μελαγχολικῶν ἐν τῇ τούτων ἐδωδῇ πλεονάσας, τοιαῦτα δέ ἐστι πάθη· καρκῖνος ἐλέφας λειχῆνες ψώρα τεταρταῖος πυρετός, ἥ τε ἰδίως ὀνομαζομένη μελαγχολία. καὶ σπλὴν δὲ ἐνίοις ᾔρθη διὰ τοιοῦτον χυμόν, ᾧ καχεξίαι τε καὶ ὕδεροι πολλάκις ἐπηκολούθησαν. ξηρότερος γὰρ καὶ θερμότερος πάμπολυ τῇ κράσει ἐστὶ βοὺς ὑός· οἱ δὲ μόσχοι τῶν τελείων βοῶν ἀμείνους ἔχουσιν εἰς πέψιν τὰς σάρκας, ὡς ὑγρότεροι τὴν κρᾶσιν. οὕτως δὲ καὶ οἱ ἔριφοι τῶν αἰγῶν ἀμείνους· ἧττον μὲν γὰρ βοὸς ἡ αἲξ ξηρὰ τὴν κρᾶσιν, ἀλλ’ ἀνθρώπῳ καὶ συὶ παραβαλλομένη πολλῷ διαλλάττει. ὑγροτάτην δὲ ἔχουσι καὶ φλεγματώδη σάρκα οἱ ἄρνες. ἡ δὲ τῶν προβάτων σὰρξ περιττωματικωτέρα τέ ἐστι καὶ κακοχυμωτέρα. κακόχυμος δὲ καὶ ἡ τῶν αἰγῶν μετὰ δριμύτητος. ἡ δὲ τῶν τράγων χειρίστη καὶ πρὸς εὐχυμίαν καὶ πέψιν. ἐφεξῆς δὲ ἡ τῶν κριῶν, εἶθ’ ἡ τῶν ταύρων. ἐν ἅπασι δὲ τούτοις ἡ τῶν εὐνουχισθέντων ἀμείνων. τὰ δὲ πρεσβυτικὰ χείριστα πρὸς πέψιν ἐστὶ καὶ εὐχυμίαν καὶ θρέψιν, ὥστε καὶ τῶν ὑῶν αὐτῶν, καί τοι γε ὑγρῶν ὄντων τὴν κρᾶσιν, οἱ γηράσαντες ἰνώδη καὶ σκληρὰν καὶ ξηρὰν καὶ διὰ τοῦτο δύσπεπτον ἴσχουσι τὴν σάρκα. καὶ ἡ τοῦ λαγωοῦ δὲ σὰρξ αἵματος μὲν παχυτέρου γεννητική, βελτίων δὲ εἰς εὐχυμίαν ἢ κατὰ βοῦς καὶ πρόβατα. κακόχυμος δὲ οὐδὲν ἧττόν ἐστι καὶ ἡ τῶν ἐλάφων καὶ σκληρὰ καὶ δύσπεπτος. ἡ δὲ τῶν ἀγρίων ὄνων, ἐπεὶ καὶ ταύτην τινὲς ἐσθίουσιν, ὥσπερ καὶ τὴν τῶν ἡμέρων ὄντων ἐν Ἀλεξανδρείᾳ, κακοχυμοτάτη τε καὶ δυσπεπτοτάτη καὶ κακοστόμαχος καὶ προσέτι καὶ ἀηδὴς κατὰ τὰς ἐδωδάς, καθάπερ καὶ ἡ τῶν ἵππων τε καὶ καμήλων· καὶ ταῦτα γὰρ ἐσθίουσιν ὀνώδεις τε καὶ καμηλώδεις ἄνθρωποι, τήν τε ψυχὴν καὶ τὸ σῶμα καὶ τὰ τῶν ἄρκτων κρέα ἔνιοι προσφέρονται. καὶ τὰ τούτων ἔτι χείρω τῶν λεόντων τε καὶ παρδάλεων. περὶ δὲ τῶν κυνῶν τί δεῖ καὶ λέγειν; ὡς τοὺς νέους τε καὶ λιπαροὺς αὐτῶν ἐσθίουσι πάμπολλοι, ὄντα τὰ τοιαῦτα πάντα ξηρότατα φύσει καὶ δριμεῖαν τροφὴν παρέχοντα τῷ σώματι καὶ παρὰ τοὺς τρόπους δὲ τῶν σκευασιῶν αὐτῶν μᾶλλον ἢ ἧττον τρέφει, καὶ μᾶλλον καὶ ἧττον πέττεται. ὅσα μὲν γὰρ ὀπτῶντες ἢ τηγανίζοντες ἐσθίουσι, ξηροτέραν τροφὴν δίδωσι τῷ σώματι· ὅσα δὲ ἕψοντες καὶ ἀρτύοντες προσφέρονται μεταξὺ τούτων εἰσί. καὶ αὐτῶν δὲ τούτων οὐ μικρὰ διαφορὰ γίγνεται παρὰ τὸν τῆς ἀρτύσεως τρόπον. καὶ διὰ ταῦτα ξηραίνειν μὲν θέλων τὸ σῶμα τῶν ξηροτέρων τῇ κράσει ζῴων δώσεις τὴν σάρκα, θερμαίνειν δὲ βουλόμενος τῶν θερμοτέρων καὶ ψυχροτέρων καὶ ὑγροτέρων ὁμοίως τοῖς καταλλήλοις δώσεις. Περὶ τῶν ἐν τοῖς πεζοῖς ζῴοις ἄκρων.[45]
122 Ταῦτα μὲν οὖν αὐτάρκη σοι καθόλου περὶ τῆς τῶν πεζῶν ζῴων σαρκὸς ἀκηκοέναι· περὶ δὲ τῶν ἄλλων μορίων ὧν ἔχει τὰ ζῷα τῆς δυνάμεως ἐφεξῆς ἄκουε. ἄκρεα μόρια καλοῦσι συνήθως ἄνθρωποι πόδας καὶ ῥύγχη καὶ ὦτα· ἥκιστα μὲν γὰρ πιμελὴν ἔχει ταῦτα, ἥκιστα δὲ τὴν σαρκώδη φύσιν· ἐπικρατεῖ δὲ ἐν αὐτοῖς τό τε νευρῶδες καὶ τὸ δερματῶδες. γεγύμνασται δὲ τῇ πολλῇ κινήσει ταῦτα τὰ μέρη μᾶλλον· ἐστὶ δὲ διὰ τοῦτο καὶ γλισχρότερα. εἰκότως οὖν ἐλάττονα μὲν τροφὴν δίδωσι τῷ σώματι, ῥᾷον δὲ ὑπέρχεται κατὰ γαστέρα διὰ τὴν γλισχρότητα, βελτίους δὲ οἱ πόδες τῶν ὑῶν εἰσι τοῦ ῥύγχους, ὥσπερ καὶ τοῦτο τῶν ὤτων. 〈Περὶ τῆς ἐν τοῖς πεζοῖς ζῴοις γλώττης〉. Χαυνοτέρα δὲ καὶ ἀναιμοτέρα τῆς γλώττης ἡ ἰδία σάρξ, καὶ διὰ τοῦτο καὶ ψαφαρωτέρα καὶ πέττεσθαι ῥᾳδίως δυναμένη χωρὶς ἐπιμιξίας τῶν περικειμένων αὐτῇ ἑτέρων. Περὶ ἀδένων.[10]
123 Πάντων ἀδένων κοινόν, ἡδεῖς τε καὶ ψαθυροὺς φαίνεσθαι κατὰ τὴν ἐδωδήν. οἱ δὲ ἐν τοῖς τιτθοῖς, ὅταν ἔχωσι γάλα, καὶ τῆς ἐκείνου τι γλυκύτητος ἐμφαίνουσι καὶ μάλιστα ἐπὶ τῶν ὑῶν. ἡ δὲ ἐξ αὐτῶν τροφή, καλῶς μὲν πεφθέντων, ἐγγύς τι τῇ κατὰ τὰς σάρκας ἐστίν, ἐλλιπέστερον δὲ κατεργασθέντων, τὸν ὠμὸν ἢ τὸν φλεγματώδη χυμὸν γεννᾷ, τῶν μὲν οὖν ὑγρῶν ἀδένων τὸν φλεγματώδη, τῶν δὲ σκληροτέρων τὸν ὠμόν. Ὄρχεις.[5]
124 Τῶν ἀδενωδῶν σωμάτων εἰσὶ καὶ οἱ ὄρχεις. οἱ μὲν οὖν τῶν ὑῶν ἢ προβάτων ἢ τράγων ὄρχεις ἐσθιόμενοί εἰσι δύσπεπτοι καὶ κακόχυμοι, διὰ τὸ ἐνυπάρχον ἐν αὐτοῖς βρομῶδες. εἰς ὅσον δὲ ἡ τῶν ὑῶν σὰρξ τῆς τῶν ἄλλων ἐστὶ βελτίων, εἰς τοσοῦτον καὶ οἱ ὄρχεις. πεφθέντες δὲ καλῶς τρόφιμοι γίγνονται. μόνοι δὲ οἱ τῶν ἀλεκτρυόνων ὄρχεις ἄριστοι κατὰ πάντα καὶ ἥδιστοι καὶ τροφὴν χρηστὴν τῷ σώματι διδόασι, καὶ μάλιστα τῶν σιτευθέντων. Νεφροί.[5]
125 Κακόχυμοί εἰσι φανερῶς καὶ δύσπεπτοι, ἐμφαίνοντες ἐν τῇ γεύσει καὶ τὴν τοῦ οὔρου ποιότητα. Περὶ ἐγκεφάλου.
126 Φλεγματικώτερόν ἐστιν ἔδεσμα ἐγκέφαλος καὶ παχύχυμον καὶ βραδύπορον καὶ δύσπεπτον, μάλιστα δὲ καὶ κακοστόμαχον ἅπας ἐγκέφαλος. ἐξαπατώμενοι δὲ ὑπὸ τῆς μαλακότητος αὐτοῦ ἔνιοι διδόασιν αὐτὸν τοῖς ἀσθενοῦσιν, ὄντα πρὸς τοῖς ἄλλοις καὶ ναυτιώδη. μᾶλλον οὖν ὅταν ἐμέσαι τινὰ βουληθείης ἀπὸ τροφῆς καὶ ἐγκέφαλον αὐτῷ δίδου λιπαρῶς ἠρτυμένον ἐν τοῖς τελευταίοις προσενέγκασθαι, φυλάττου δὲ ἐπὶ τῶν ἀνορέκτων. μετὰ δὲ τῶν τεμνόντων καὶ θερμαινόντων σκευασθεὶς βαλτίων ἑαυτοῦ γίγνεται. Περὶ τῶν ἐν πεζοῖς ζῴοις σπλάγχνων.[5]
127 Τὸ μὲν ἧπαρ πάντων τῶν ζῴων παχύχυμόν ἐστι καὶ δύσπεπτον καὶ βραδύπορον· ἄμεινον δὲ ἐν αὐτοῖς οὐκ εἰς ἡδονὴν μόνον ἀλλὰ καὶ εἰς τὰ ἄλλα τὸ τῶν σύκοις ξηροῖς σιτευθέντων χοίρων καὶ διὰ τοῦτο συκωτὸν καλούμενον. ὁ δὲ σπλὴν κακόχυμος εἶναι πεπίστευται, μελαγχολικοῦ αἵματος γεννητικὸς ὑπάρχων. ἀμφοῖν δὲ εὐπεπτότερος ὁ πνεύμων, ὅσῳ καὶ ἀραιότερος, εἰς δὲ θρέψιν πάμπολυ τοῦ ἥπατος ἥττων. ἣν οὖν δίδωσι τροφὴν τῷ σώματι, φλεγματικωτέρα μᾶλλόν ἐστι διὰ τὰ ἐν αὐτῷ χονδρώδη σώματα τῆς τραχείας ἀρτηρίας· ἡ δὲ καρδία δύσπεπτος καὶ βραδύπορος· εἰ δὲ πεφθείη, τροφὴν οὐκ ὀλίγην, οὐδὲ κακόχυμον δίδωσι τῷ σώματι. Περὶ κοιλίας καὶ ἐντέρων καὶ μήτρας ἐν τοῖς πεζοῖς ζῴοις.[10]
128 Κοιλία καὶ μήτρα καὶ ἔντερα τὰ ἐν τοῖς πεζοῖς ζῴοις σκληρότερά ἐστι τῶν σαρκῶν· διὸ κἂν καλῶς πεφθῇ, οὐκ ἀκριβὲς αἷμα καὶ ἄμεμπτον, ἀλλὰ ψυχρότερόν τε καὶ ὠμότερον ἐργάζεται. Περὶ τῆς τῶν ἀγρίων ζῴων σαρκός.
129 Ἡ σὰρξ πάντων τῶν ἐν τοῖς ὄρεσι διαιτωμένων ἐστὶ σκληροτέρα καὶ πιμελῆς ὀλίγιστον μετέχει· διὸ καὶ ἀπέριττος ἡ ἐξ αὐτῶν ἐστι τροφή, μᾶλλον τῶν ἡμέρων. Περὶ τῆς ἀπὸ τῶν πτηνῶν ζῴων τροφῆς.
130 Τὸ γένος ἁπάντων τῶν πτηνῶν ζῴων ὀλιγοτροφώτερόν ἐστιν, εἰ παραβάλλοιτο τῷ γένει τῶν πεζῶν, καὶ μάλιστα τῶν ὑῶν. εὐπεπτοτέρα γε μὴν ἡ σάρξ ἐστι τῶν πτηνῶν καὶ μάλιστα πέρδικος ἀτταγῆνός τε καὶ περιστερᾶς ἀλεκτορίδος τε καὶ ἀλεκτρυόνος. ἡ δὲ τῶν κιχλῶν καὶ κοσσύφων καὶ τῶν μικρῶν στρουθῶν καὶ τῶν πυργιτῶν σκληροτέρα τούτων ἐστί, καὶ μᾶλλον ἔτι τούτων αὐτῶν ἥ τε τῆς τρυγόνος καὶ ἡ τῆς φάττης καὶ τῆς νήσσης· ὁμοία δὲ τῇ τῶν ἀλεκτορίδων ἐστὶν ἡ τῶν φασιανικῶν εἰς πέψιν καὶ τροφήν, ὑπερέχουσα τῇ κατὰ τὴν ἐδωδὴν ἡδονῇ. σκληροτέρα δὲ καὶ δυσπεπτοτέρα τούτων καὶ ἰνωδεστέρα ἡ τοῦ ταώ. κοινὸν δὲ πᾶσι τοῖς πτηνοῖς ζῴοις, ὥσπερ καὶ τοῖς τετράποσι, γινώσκειν χρή, τῶν ἔτι αὐξανομένων τὴν σάρκα πολὺ βελτίονα τῆς τῶν ἀκμαζόντων εἶναι, μέσην δὲ ἀμφοῖν τὴν τῶν ἀκμαζόντων, μοχθηρὰν δὲ τὴν τῶν γεγηρακότων καὶ τῶν νηπίων. ἡ μὲν γὰρ τῶν νέων βλεννώδης καὶ ὑγρὰ καὶ περιττωματικὴ καὶ ῥᾷον ὑπέρχεται κατὰ γαστέρα, ἡ δὲ τῶν πρεσβυτέρων σκληρὰ καὶ ξηρὰ καὶ νευρώδης καὶ διὰ τοῦτο πεφθῆναι μοχθηρά. ταῦτά μοι μέμνησο καθόλου περὶ πάντων τῶν ζῴων. οὐ σμικρὰ δὲ διαφορὰ καὶ τῶν ἐν λίμναις ἢ ἕλεσιν ἢ τελματώδεσι χωρίοις διαιτωμένων πρὸς τὰ κατ’ ὄρη καὶ ξηροὺς τόπους· ἀνάλογον γὰρ τοῖς χωρίοις καὶ αἱ σάρκες τῶν ζῴων ἤτοι ξηραὶ καὶ ἀπέριττοι καὶ πεφθῆναι ῥᾴους, ἢ ὑγραὶ καὶ περιττωματικαὶ καὶ δυσπεπτότεραι γίγνονται. Περὶ χηνῶν καὶ στρουθοκαμήλων.[20]
131 Περιττωματικὴ τούτων ἡ σάρξ ἐστι καὶ δυσπεπτοτέρα τῆς τῶν εἰρημένων πτηνῶν, οὐ μὴν τά γε πτερὰ χείρω τῶν εἰρημένων ἔχει. Περὶ γεράνων.
132 Ἡ δὲ τῶν γεράνων σὰρξ ὅλη σκληρὰ καὶ ἰνώδης, πολλῷ δὲ μᾶλλον τῆς σαρκὸς αὐτῶν σκληρότερα τὰ πτερά. Περὶ τῆς κατὰ τὰ μόρια τῶν πτηνῶν ζῴων διαφορᾶς.
133 Τὰ μὲν σπλάγχνα τὴν αὐτὴν ἀναλογίαν ἔχει πρὸς τὰς σάρκας καὶ ἐν τοῖς πτηνοῖς ζῴοις, ἣν καὶ ἐν τοῖς πεζοῖς ἔχειν εἴρηται. τὰ δ’ ἔντερα ἄβρωτα σχεδὸν πάντων αὐτῶν ἐστιν. αἱ δὲ γαστέρες αὐτῶν ἐδώδιμοί τέ εἰσι καὶ τρόφιμοι καί τινες αὐτῶν καὶ ἡδεῖαι, καθάπερ ἡ τῶν χηνῶν, ἐφεξῆς δ’ ἡ τῶν ἀλεκτρυόνων. ἐπαινοῦσι δὲ ἔνιοι ψευδῶς τὴν τοῦ στρουθοκαμήλου κοιλίαν, ὥς τι φάρμακον πεπτικόν, ἔνιοι δὲ πολὺ μᾶλλον τῆσδε τὴν τῆς αἰθυίας γαστέρα θαυμάζουσιν· ἀλλ’ οὔτε αὗται πέττονται ῥᾳδίως, οὔτε τῶν ἄλλων σιτίων εἰσὶ πεπτικὸν φάρμακον. τὰ δὲ πτερὰ κάλλιστα μὲν τὰ τῶν εὐτρόφων καὶ νέων, χείριστα δὲ τὰ τῶν ἰσχνῶν καὶ γεγηρακότων. οἱ δὲ ὄρχεις ἄριστοι, καὶ μάλιστα τῶν σιτευθέντων ἀλεκτρυόνων, ἔτι δὲ μᾶλλον τῶν διὰ γάλακτος ὀρροῦ τὰς τροφὰς προσενεγκαμένων· καὶ γὰρ εὔχυμοι καὶ τρόφιμοι καὶ πεφθῆναι ῥᾷστοι. διαχώρησιν δὲ οὔτε προτρέπουσιν οὔτε ἐπέχουσιν. ἐγκεφάλους δὲ βελτίονας ἔχει πολλῷ τὰ πτηνὰ ζῷα τῶν ἐν τοῖς πεζοῖς, ὅσῳ καὶ ξηροτέρους καὶ μάλιστα τῶν ὀρείων ὀρνίθων. Περὶ ὠῶν.[15]
134 Ὠὰ ἀμείνω τά τε τῶν ἀλεκτορίδων ἐστὶ καὶ τῶν φασιανῶν, φαυλότερα δὲ τὰ τῶν χηνῶν καὶ στρουθοκαμήλων. κάλλιστα μὲν οὖν εἰς τροφὴν τοῦ σώματός ἐστι τὰ τρομητὰ καλούμενα, τὰ δὲ ῥοφητὰ ἧττον μὲν τρέφει, ῥᾷον δὲ ὑποχωρεῖ. τὰς δὲ ἐν τῷ φάρυγγι τραχύτητας διὰ κραυγὴν ἢ χυμοῦ δριμύτητα ἐκλεαίνει, περιπλαττόμενα τοῖς πεπονθόσι τόποις καὶ προσμένοντα ὥσπερ τι κατάπλασμα καὶ τῷ τῆς ὅλης οὐσίας ἀδήκτῳ ἐκθεραπεύοντα καὶ τὰς τραχύτητας. τῷ δὲ αὐτῷ λόγῳ καὶ τὰς κατὰ τὸν στόμαχον καὶ γαστέρα καὶ κύστιν ἰᾶται τραχύτητας· ἐν ὄξει δὲ ἑψηθὲν ὠὸν εἰ βρωθείη, ξηραίνει τὰ κατὰ γαστέρα ῥεύματα. καὶ εἰ μίξας δὲ αὐτῷ τι τῶν πρὸς δυσεντερίαν ἢ κοιλιακὴν διάθεσιν ἁρμοττόντων, εἶτα ἐπ’ ἀνθράκων ταγηνίσας, δοίης φαγεῖν, οὐ σμικρὰ τοὺς κάμνοντας ὠφελήσεις. ἐπιτήδεια δέ ἐστιν εἰς ταῦτα ὀμφάκιον καὶ ῥοῦς ἐπιπαττόμενος καὶ τέφρα τῶν κοχλιῶν ὅλων καέντων γίγαρτά τε σταφυλῆς καὶ μύρτα καὶ τὰ παραπλήσια. τὰ δὲ ἑφθὰ ὠὰ δύσπεπτα καὶ βραδύπορα καὶ τροφὴν παχεῖαν ἀναδίδωσι τῷ σώματι. τούτων δὲ ἔτι μᾶλλον βραδυπορώτερά τε καὶ παχυχυμότερα τὰ κατὰ θερμὴν σποδιὰν ὀπτηθέντα. τὰ δὲ ταγηνισθέντα χειρίστην ἔχει τροφὴν εἰς ἅπαντα· καὶ γὰρ ἐν τῷ πέττεσθαι κνισσοῦται καὶ παχὺν χυμὸν γεννᾷ καὶ μοχθηρὸν καὶ περιττωματικόν. ἀμείνω δὲ τῶν ἑφθῶν τε καὶ ὀπτῶν ἐστι τὰ καλούμενα πηκτὰ μετ’ ἐλαίου καὶ γάρου καὶ οἴνου βραχέος ἀναδευθέντα καὶ ἐπὶ διπλώματος ἑψηθέντα μέχρι μετρίας συστάσεως. τὰ γὰρ ἐπὶ πλέον παχυνθέντα παραπλήσια τοῖς ἑψηθεῖσι καὶ ὀπτηθεῖσι γίγνεται. τὸ αὐτὸ δὲ χρὴ ποιεῖν κἀπὶ τῶν ἐπιχεομένων ταῖς λοπάσιν ὠῶν, ἔτι ἐγχύλων ὄντων ἀπὸ τοῦ πυρὸς αἴροντας τὴν λοπάδα. Ὅσα ὡς φάρμακον ἐνεργεῖται ὠά.[25]
135 Ἐπὶ δυσεντερικῶν καὶ κοιλιακῶν διαθέσεων διδόμενον τὸ ὠὸν τῷ προειρημένῳ τρόπῳ ἄριστον φάρμακον τῷ πάθει γίγνεται. τὸ δὲ λευκὸν καὶ λεπτὸν τῶν προσφάτων ὠῶν ἀδηκτότατόν ἐστι φάρμακον οὐ μόνον ἐπ’ ὀφθαλμῶν προσαγόμενον, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ὅσα τῶν ἀδηκτοτάτων δεῖται φαρμάκων, ὡς τὰ καθ’ ἕδραν τε καὶ τὰ αἰδοῖα ἕλκη καὶ τὰ κακοήθη πάντα. 〈καὶ πρὸς τὰ κακοήθη δὲ〉 τοῖς ξηραίνειν ἀδήκτως αὐτὰ πεφυκόσι μίγνυται, ὁποῖός ἐστιν ὅ τε πομφόλυξ καὶ τὰ ὅμοια. ἐστὶ δὲ καὶ ἡ λέκιθος ὁμοίας δυνάμεως καὶ διὰ τοῦτο μίγνυται κηρωταῖς ἀδήκτοις, ἑψηθέντων ἢ ὀπτηθέντων τῶν ὠῶν. ὅσῳ δὲ ξηρότερα γέγονε, τοσοῦτον ἀπόλλυσι τοῦ παρηγορικοῦ. τὰ δὲ ὄστρακα τῶν ὠῶν καυθέντα ἴσχαιμον γίγνεται φάρμακον. Περὶ τῆς ἀπὸ τῶν ἐνύδρων ζῴων τροφῆς.[10]
136 Τῶν ἐν ὕδατι διαιτωμένων ζῴων καὶ γένη πάμπολλα καὶ εἴδη τούτων εἰσὶ καὶ διαφοραί. λεχθήσεται δὲ νῦν, ὥσπερ ἐπὶ τῶν ἔμπροσθεν, ὅσα πρὸς τὴν ἰατρικὴν ἢ ὑγιεινὴν χρείαν ἐξ αὐτῶν παραλαμβάνεται. καθόλου τοίνυν χρὴ γιγνώσκειν ὡς καλλίστη σάρξ ἐστιν ἰχθύων τῶν ἐν καθαρᾷ θαλάττῃ διαιτωμένων, καὶ μᾶλλον ὅταν ὑπὸ ἀνέμων καταιγίζηται ὁ τόπος καὶ μήτε γεώδεις αἰγιαλοὶ μήτε λεῖοι περιλαμβάνουσι τὸ ὕδωρ, ἀλλ’ ἤτοι ψαμμώδεις ἢ τραχεῖς καὶ λιθώδεις· εἰ δὲ καὶ πρὸς τὰ βόρεια τῶν πνευμάτων εἶεν οἱ τόποι ἐστραμμένοι, πολὺ βέλτιον. πρόδηλον δὲ ὡς καὶ θάλαττα θαλάττης ἀμείνων ἐστὶ καθόσον ἤτοι καθαρὰ τελέως ἐστίν, ἢ δέχεται ποταμοὺς μεγάλους τε καὶ πολλούς. οἵ τε γὰρ ἐν τῇ τοιαύτῃ θαλάττῃ διαιτώμενοι ἰχθύες, καθ’ ὅσον πλεονεκτοῦσι τῶν λιμναίων, κατὰ τοσοῦτον ἀπολείπονται τῶν ἐν τῇ καθαρᾷ θαλάττῃ διαιτωμένων. καὶ γὰρ καὶ οἱ κατὰ τὴν σκεπινὴν καὶ ἀκύμονα θάλατταν διαιτώμενοι χείρονα τὴν σάρκα κέκτηνται. τῶν δὲ ἐν ταῖς λιμνοθαλάτταις διαιτωμένων ἰχθύων ἡ σὰρξ μεταξύ πως τῶν ποταμίων καὶ τῶν θαλαττίων γίγνεται. περιττωματικὴ δὲ σάρξ ἐστι καὶ βλεννώδης ἱκανῶς τῶν ἐν ἰλυώδει καὶ ῥυπαρῷ ὕδατι διαιτωμένων, ἔτι δὲ χείρων τῆσδε καὶ ἡ τῶν ἐν λίμναις διαιτωμένων σάρξ. εἰ δὲ καὶ σμικραί τινες αἱ λίμναι τύχοιεν οὖσαι καὶ μήτε ποταμοὺς μεγάλους δεχόμεναι μήτε πηγὴν ἔχουσαι μήτε ἀπορροὴν δαψιλῆ πολὺ δήτι χείρους· εἰ δὲ μηδόλως ἀπορρεῖ τι τοῦ ὕδατος ἀλλ’ εἴη στάσιμον ἱκανῶς μοχθηραί. τῶν δὲ ἐν ἕλεσι καὶ τέλμασι καὶ ὅσα τοιαῦτα χωρία διαιτωμένων, ἐσχάτως μοχθηρὰ καὶ ἡ σάρξ· τῶν δὲ ἐν τοῖς ποταμοῖς γεννωμένων ἀμείνους, οἱ κατὰ τοὺς τοιούτους ποταμούς, ἐν οἷς ὀξὺ καὶ πολὺ τὸ ῥεῦμα. τῶν δὲ κατὰ τοὺς λιμνάζοντας ποταμοὺς ἰχθύων ἡ σὰρξ οὐκ ἀγαθὴ πεφθῆναι καὶ τὴν μὲν χρηστὴν τροφὴν ὀλιγίστην ἔχουσι. καὶ χείριστοι δὲ γίγνονται οἱ κατὰ τὰς ἐκβολὰς τῶν ποταμῶν, ὅσοι κοπρῶνας ἐκκαθαίρουσιν ἢ βαλανεῖα ἢ μαγειρεῖα καὶ τὸν τῆς ἐσθῆτός τε καὶ τῶν ὀθονῶν ῥύπον, ὅσα τε ἄλλα τῆς πόλεως ἐστί, ἣν παραρρέουσι καθάρσεως δεόμενα, καὶ μάλισθ’ ὅταν ᾖ πολυάνθρωπος ἡ πόλις. καὶ παρὰ τὰς τροφὰς δὲ βελτίους γίγνονται καὶ χείρους. ἔνιοι μὲν γὰρ εὐποροῦσι καὶ πόας καὶ ῥιζῶν χρηστῶν, καὶ διὰ τοῦτο κρείττους εἰσί· ἔνιοι δὲ ἰλυώδη τε πόαν ἐσθίουσι καὶ ῥίζας κακοχύμους καί τινες αὐτῶν ὅσοι κατὰ ποταμοὺς διαιτῶνται, μεγάλην διαρρέοντας πόλιν, ἀποπατήματα ἀνθρώπων καί τινας τοιαύτας προσφέρονται μοχθηρὰς τροφάς. χείριστοι δὲ οὗτοι, ὡς ἔφην, εἰσὶ κἂν βραχὺ πλείονι χρόνῳ διαμείνωσι μετὰ τὴν θήραν σήπονται παραχρῆμα, καὶ μοχθηρότατον ὄζουσιν. ἀηδεῖς δὲ καὶ βρωθῆναι πάντες οὗτοι καὶ πεφθῆναι καὶ τὴν μὲν χρηστὴν τροφὴν ὀλιγίστην ἔχουσι, περίττωμα δὲ οὐκ ὀλίγον καὶ κακοχυμίαν ἀθροίζουσιν ἐν τοῖς σώμασι τῶν ὁσημέραι προσφερομένων αὐτούς. Περὶ κεφάλου.[40]
137 Ὁ κέφαλος ἁπάντων μάλιστα τῶν ἰχθύων τοῖς ὕδασιν ἀμφοτέροις χρῆται ποταμίοις τε καὶ θαλαττίοις· ὁ μὲν οὖν ἐν θαλάττῃ διατρίβων κέφαλος τὰς μικρὰς καὶ πολλὰς ἀκάνθας οὐκ ἔχει· ἡδίων τέ ἐστι καὶ ἀλιπὴς ἡ τούτου σάρξ. οἱ δὲ ἐν τοῖς ποταμοῖς διατρίβοντες κέφαλοι μεστοὶ τῶν ἀκανθῶν εἰσι, λιπαροὶ δὲ κατὰ τὴν γεῦσιν καὶ χείρους μὲν οὖν εἰς αὐτὴν τὴν ἐδωδήν, χείρους δὲ καὶ πεφθῆναι καὶ κακοστόμαχοι καὶ κακόχυμοι καὶ βρομώδεις. πολλῷ δὲ κρείττων ἑαυτοῦ ὁ κέφαλος γίγνεται ταριχευθείς. Περὶ λάβρακος.[5]
138 Λάβραξ τῶν πελαγίων ἐστὶν ἰχθύων, τουτέσι τῶν εἰς τὸ βάθος ἀποχωρούντων τῆς θαλάσσης. ἡ οὖν τούτου σάρξ, ὥσπερ καὶ τῶν ἄλλων πελαγίων ἰχθύων, αἵματος λεπτοτέρου ἐστὶ γεννητική· εἰ δὲ ἐπαναβαίνοι τοῖς ποταμοῖς γίγνεται παραπλήσιος τῷ κεφάλῳ. Τρίγλα.
139 Καὶ αὕτη τῶν πελαγίων ἐστὶν ἰχθύων, τετίμηται δὲ ὑπὸ τῶν ἀνθρώπων ὡς ὑπερέχουσα τῇ κατὰ τὰς ἐδωδὰς ἡδονῇ. σκληροτέραν δὲ μᾶλλον ἁπάντων τῶν ὁμογενῶν ἔχει τὴν σάρκα καὶ ἀλιπῆ καὶ ψαθυρὰν καὶ διὰ τοῦτο τρέφει μᾶλλον τῶν ἄλλων ἰχθύων, ὅταν πεφθῇ καλῶς. θαυμάζουσι δέ τινες τὸ ἧπαρ αὐτῆς καὶ τὸν ἐγκέφαλον ἡδονῆς ἕνεκεν. αἱ δὲ τὰς καρκινάδας ἐσθίουσαι τρίγλαι δυσώδεις εἰσὶ καὶ ἀηδεῖς καὶ δύσπεπτοι καὶ κακόχυμοι. διαγιγνώσκονται δὲ αὗται καὶ κατὰ τὴν ὀσμὴν καὶ τὴν γεῦσιν. ἀλλὰ καὶ ἀναπτύξας τὴν κοιλίαν εὑρήσεις ἐν αὐτῇ τὰς καρκινάδας. Περὶ πετραίων ἰχθύων.[5]
140 Πετραίους ὀνομάζουσιν ἰχθύας τοὺς διατρίβοντας ἔνθα πέτραι τέ εἰσι καὶ ἀκταί. ἄριστος δὲ ἐν αὐτοῖς ἡδονῆς ἕνεκά ἐστιν ὁ σκάρος, μετ’ αὐτὸν δὲ κόσσυφοί τε καὶ κίχλαι καὶ μετὰ τούτους ἰουλίδες καὶ φυκίδες καὶ πέρκαι. τροφὴ δὲ ἐξ αὐτῶν οὐ μόνον εὔπεπτος, ἀλλὰ καὶ ὑγιεινοτάτη ἐστὶν αἷμα γεννῶσα μέσον τῇ συστάσει. Περὶ κωβιοῦ.[5]
141 Αἰγιάλειος ὁ ἰχθὺς οὗτός ἐστι μικρὸς ἀεὶ διαμένων ὥσπερ καὶ ἄλλοι τινές. ἄριστος δὲ εἰς ἡδονήν τε ἅμα καὶ πέψιν ἀνάδοσίν τε καὶ εὐχυμίαν ἐστὶν ὁ κατὰ τοὺς ψαμμώδεις αἰγιαλοὺς ἢ τὰς πέτρας καὶ ἀκτάς· ὁ δὲ ἐν τοῖς στόμασι τῶν ποταμῶν ἢ λίμναις οὐδ’ ἡδὺς ὁμοίως οὔτε εὔχυμος οὔτ’ εὔπεπτος. εἰ δὲ καὶ μοχθηρὸν τὸ ὕδωρ εἴη, χείριστος καὶ ὁ κατ’ αὐτὸ κωβιὸς γίγνεται. λευκῷ δὲ ζωμῷ ἑψόμενος ὡς τακερωθῆναι καὶ πινομένου τοῦ ζωμοῦ κοιλίαν ὑπάγει. ὀπτὸς δὲ ἄνευ ἁλῶν ἐσθιόμενος τὰς τεινεσμώδεις προθυμίας ἰᾶται. Περὶ μαλακοσάρκων.[5]
142 Τῶν μαλακοσάρκων καλουμένων εἰσὶν ὀνίσκοι καὶ σμύραιναι βούγλωτταί τε καὶ ψῆτται. καὶ τούτων δ’ ἔνιοι μὲν ἐν ποταμοῖς καὶ λίμναις γίγνονται, ἔνιοι δ’ ἐν θαλάττῃ. διὰ τοῦτό ποτε μὲν ἥδιστοι καὶ τρόφιμοι εὑρίσκονται, ποτὲ δὲ μοχθηροὶ καὶ κακόχυμοι. Περὶ σκληροσάρκων.
143 Τῶν σκληροσάρκων εἰσὶ δράκοντες καὶ κόκκυγες καὶ σκορπίοι ὀρφοί τε καὶ γλαῦκοι γόγγροι τε καὶ φάγροι καὶ ἀμίαι καὶ οἱ μικροὶ θύννοι καὶ πηλαμίδες· δυσκατεργαστότεροί τε τῶν μαλακοσάρκων εἰσὶ καὶ παχέος χυμοῦ γεννητικοί, καὶ διὰ τοῦτο ἰσχυροτέρας γαστρὸς δεόμενοι εἰς πέψιν. Περὶ ὀστρακοδέρμων.[5]
144 Κήρυκες καὶ πορφύραι καὶ τὰ λοιπὰ ὄστρεα καὶ χῆμαι καλεῖται ὀστρακόδερμα. κοινὸν μὲν οὖν ἁπάντων τῶν τοιούτων ἁλυκὸν ἔχειν χυμὸν ἐν τῇ ἰδίᾳ σαρκί, λαπακτικὸν τῆς ἡμετέρας γαστρός· ἐν ἑκάστῳ δὲ αὐτῶν παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἡ τοιαύτη ἐνέργειά ἐστι. τὰ μὲν γὰρ ὄστρεα μαλακωτάτην ἔχει τῶν ἄλλων τὴν σάρκα, καὶ μᾶλλον ὑπάγει τὴν γαστέρα καὶ χωρὶς ἑψήσεως ἐσθίουσιν αὐτά τινες. τὰ δὲ σμικρὰ χημία καὶ πορφύραι καὶ κήρυκες καὶ τὰ τοιαῦτα σκληρὰν καὶ δυσπεπτοτέραν ἔχει τὴν σάρκα, καὶ ἧττον ἐκείνων ὑπέρχεται καὶ κατὰ κοιλίαν. ὥσπερ δὲ δύσπεπτον ἔχει τὴν σάρκα τὰ σκληρόσαρκα, οὕτω καὶ δύσφθαρτον καὶ διὰ τοῦτο διδόασιν αὐτὰ πολλάκις τοῖς διαφθείρουσιν ἐν τῇ κοιλίᾳ τὴν τροφὴν ὑπὸ κακοχυμίας, ἕψοντες καὶ ἀποχέοντες δὶς καὶ τρὶς τὸ ὕδωρ, ἄχρις ἀπόθηται τὴν ἁλυκὴν ποιότητα. γίγνεται δὲ οὕτως σκευασθέντα καὶ σταλτικὰ γαστρός· εἰ δ’ ἑψήσας μὴ ἀποχέων τὸ πρῶτον ὕδωρ, εἶτ’ ἀρτύσας ἁλσὶν ἢ γάρῳ, μάλιστα εἰ πίῃ τις τὸν ζωμόν, ὑπαχθήσεται αὐτῷ ἡ γαστὴρ ἱκανῶς. Περὶ μαλακοστράκων.[15]
145 Ἀστακοὶ καὶ πάγουροι καρκῖνοί τε καὶ κάραβοι καὶ καρῖδες ὅσα τἄλλα λεπτὸν μὲν ἔχει τὸ περιέχον ὄστρακον σκληρὸν δέ, ἥττονα μὲν ἐκείνων ἔχει τὸν ἁλυκὸν χυμόν, ἔχει δὲ οὖν ὅμως οὐκ ὀλίγον. ἐστὶ δὲ σκληρόσαρκα πάντα καὶ δύσπεπτά τε καὶ τρόφιμα προεψηθέντα δηλονότι. ἐστὶ δὲ καὶ τούτων ἡ σάρξ, ὥσπερ καὶ τῶν ὀστρέων, ἐπισχετικὴ τῶν κατὰ τὴν κοιλίαν, ὅταν ἐναπόθηται τὸν χυμὸν προεψηθέντα καὶ τοίνυν καὶ ταῦτα δύσφθαρτα ὁμοίως ἐστίν. Περὶ μαλακίων.[5]
146 Μαλάκια καλεῖται τὰ μήτε λεπίδας ἔχοντα μήτε τραχὺ μήτε ὀστρακῶδες τὸ δέρμα, ἀλλὰ μαλακόν. ἐστὶ δὲ τοιαῦτα πολύποδές τε καὶ σηπίαι καὶ τευθίδες, ὅσα τε τούτοις ἔοικε. σκληρόσαρκα δὲ ταῦτά ἐστι καὶ δύσπεπτα καὶ βραχὺν ἐν ἑαυτοῖς ἔχοντα τὸν ἁλυκὸν χυμόν. εἰ μέντοι πεφθείη, τροφὴν οὐκ ὀλίγην δίδωσι τῷ σώματι. πλεῖστον δὲ οὖν καὶ ταῦτα τὸν ὠμὸν χυμὸν ἐργάζεται. Περὶ σελαχίων.[5]
147 Τραχὺ καὶ λάμπον ἐν τῇ νυκτὶ τὸ δέρμα τῶν τοιούτων ζῴων ἐστίν. διὸ καί τινες ἀπὸ τοῦ σέλας ἔχειν ὀνομάζεσθαι οὕτω φασὶν αὐτά. μαλακὴν δὲ ἐν αὐτοῖς ἔχει τὴν σάρκα νάρκα τε καὶ τρυγών, ὑπιοῦσάν τε μετρίως κατὰ γαστέρα καὶ πέττεται μὲν οὐ χαλεπῶς, τρέφει δὲ [οὐ] μετρίως. Περὶ ἐχίνων θαλαττίων.[5]
148 Καὶ δι’ οἰνομέλιτος αὐτοὺς προεσθίουσί τινες καὶ διὰ γάρου, γαστρὸς ὑπαγωγῆς ἕνεκα καὶ λοπάδας ἐξ αὐτῶν σκευάζοντες. ἐστὶ δὲ τῶν ὀλιγοτρόφων ἐδεσμάτων καὶ μέσων τῆς κατὰ τὸ παχύνειν καὶ λεπτύνειν τοὺς χυμοὺς δυνάμεως. Περὶ τῶν ταριχευομένων πάντων ζῴων πεζῶν τε καὶ πτηνῶν καὶ ἐνύδρων.
149 Οὐ σμικρὰ διαφορὰ τῶν σαρκῶν ἐστιν ἐν τῷ ταριχεύεσθαί τινας τούτων. ὅλῳ γὰρ τῷ παντὶ διαλλάττουσιν, ὡς πολλάκις ὑγροῦ τῇ κράσει ζῴου ταριχευθεῖσαν σάρκα ξηραντικωτέραν εἶναι μακρῷ τῆς φύσει ξηρᾶς ἀταριχεύτου. ἐπιτήδεια μὲν οὖν ἐστι πρὸς ταριχείαν σώματα ζῴων, ὅσα σκληράς τε ἅμα καὶ περιττωματικὰς ἔχει τὰς σάρκας. τὰ δὲ ἤτοι πάνυ μαλακὴν ἢ πάνυ ξηρὰν καὶ ἀπέριττον ἔχοντα τὴν ἕξιν τοῦ σώματος οὐκ ἐπιτήδεια ταριχεύεσθαι. ὥσπερ γὰρ τὰ ξηρὰ σώματα βύρσαις ὅμοια γίγνεται ταριχευθέντα, οὕτως ὅσα λίαν ὑγρὰ διαρρεῖ καὶ τήκεται τοῖς ἁλσὶν ὁμιλοῦντα. πρόδηλον οὖν ὡς ὅσα σκληρὰ καὶ νευρώδη καὶ οἱονεὶ δερματώδη καὶ βυρσώδη, ταριχευθέντα γίγνεται δύσπεπτα πάντα. τὰ δ’ εὔθετα εἰς ταριχείαν λεπτομερῆ γίγνεται καὶ λεπτύνει ἐσθιόμενα τοὺς παχεῖς καὶ κολλώδεις χυμούς. τὰ δὲ παλαιὰ πάντα ταρίχη μοχθηρά. Περὶ γάρου.[10]
150 Γάρος δυνάμεώς ἐστιν ἱκανῶς θερμῆς καὶ ξηρᾶς καὶ διὰ τοῦτο πρός τε τὰ σηπεδονώδη τῶν ἑλκῶν ἐχρήσαντό τινες αὐτῷ τῶν ἰατρῶν· ἐνιᾶσί τε αὐτὸ καὶ τοῖς δυσεντερικοῖς καὶ τοῖς ἰσχιαδικοῖς. Περὶ ἅλμης.
151 Ἅλμη ταριχηρῶν ἰχθύων ὁμοίως τῷ γάρῳ πρὸς τὰ σηπεδονώδη τῶν ἑλκῶν ἁρμόζει καὶ ἰσχιάδας καὶ δυσεντερίας ἐνιεμένη· τῇ γὰρ δριμύτητι τοὺς μὲν τὸ ἰσχίον ἐνοχλοῦντας χυμοὺς ἐπισπᾶται καὶ διὰ τῶν ἐντέρων ἐκκενοῖ, τὰ δὲ σηπεδονώδη τῶν ἑλκῶν ἐν τῇ δυσεντερίᾳ περικλύζει τε καὶ ξηραίνει· μάλιστα δὲ τῇ τῶν ταριχηρῶν σιλούρων καὶ τῇ τῶν μαινίδων ἅλμῃ πρὸς τὰ τοιαῦτα κέχρηνταί τινες τῶν ἰατρῶν. καὶ ἡμεῖς δ’ ἐπὶ τῶν ἐν στόματι σηπεδονωδῶν ἑλκῶν ἐχρησάμεθα. τῇ δὲ τῶν κολυμβάδων ἐλαιῶν ἅλμῃ συνεχῶς χρώμεθα ἐπὶ δυσεντερικῶν, προενιέντες αὐτὴν πρὸ μιᾶς ὥρας τῶν ἐσχαρωτικῶν ἐνεμάτων πρὸς τὸ καθαίρειν τὰ ἕλκη. Περὶ πιμελῆς καὶ στέατος.[10]
152 Ἁπάσης πιμελῆς δύναμίς ἐστιν ὑγραντική τε καὶ θερμαντικὴ τῶν ἀνθρωπίνων σωμάτων. αἱ δὲ καθ’ ἕκαστον αὐτῶν διαφοραὶ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττόν ἐστιν· διαφέρει δὲ πιμελὴ στέατος τῷ πάχει, διότι τοῖς γεωδεστέραν ἔχουσι τὴν ὅλην φύσιν ζῴοις τὸ στέαρ γίγνεται, καθάπερ τοῖς ὑγροτέραν ἡ πιμελή. διὰ τοῦτο τοιγαροῦν ἡ μὲν πιμελὴ τήκεται ῥᾳδίως ὑπὸ πυρός, οὐ ῥᾳδίως δὲ πήγνυται. τὸ δὲ στέαρ οὐ τήκεται ῥᾳδίως, κἂν τακῇ, φαίνεται πολὺ σκληρότερον τῆς πιμελῆς. ὑγροτάτη δὲ ἡ τῶν ὑῶν πιμελὴ σχεδὸν τῶν ἄλλων ἁπάντων, μαλακτικωτέρα τε ἐλαίου καὶ πεπτικωτέρα καὶ διὰ τοῦτο τοῖς πρὸς τὰς φλεγμονὰς καταπλάσμασι μίγνυται. τοῖς δὲ δακνομένοις κατὰ τὸ ἀπευθυσμένον ἢ τὸ κῶλον καὶ ἐπὶ δυσεντερικῶν καὶ τεινεσμωδῶν προθυμιῶν, αἴγειον μᾶλλον ἐνίεμεν στέαρ οὐχ ὅτι ἀμβλυντικόν ἐστι δριμύτητος, ἀλλ’ ὅτι πήγνυται ῥᾳδίως διὰ πάχος. τὸ γὰρ ὕειον ἀπορρεῖ ὥσπερ τὸ ἔλαιον· τὸ δὲ χήνειον στέαρ ἐστὶ μὲν τοῦ ὑείου θερμότερον, ἐστὶ δὲ καὶ λεπτομερὲς πάνυ· καὶ διὰ τοῦτο ἐνίεμεν αὐτὸ ἐπὶ τῶν κατὰ τὸ βάθος τῶν σωμάτων δακνομένων. τῇ γὰρ λεπτομερείᾳ διεξέρχεται ὅλα τὰ σώματα καὶ πᾶσι κεράννυται τοῖς δάκνουσιν ἰχῶρσιν αὐτὰ καὶ ἀμβλύνει τὴν δῆξιν. μεταξὺ δὲ τοῦ ὑείου καὶ τοῦ χηνείου τὸ τῶν ἀλεκτορίδων καὶ ἀλεκτρυόνων ἐστί. τὸ δὲ τῶν ταύρων πολὺ θερμότερον καὶ ξηρότερόν ἐστι τῆς τῶν ὑῶν πιμελῆς. τὸ δὲ μόσχειον ἀπολείπεται τοῦ τῶν ταύρων θερμότητί τε καὶ ξηρότητι, ὁμοίως καὶ τὸ τῶν ἐρίφων ἀπολείπεται τοῦ τῶν αἰγῶν καὶ τῶν τράγων. αὐτὸ δὲ πάλιν τὸ τῶν τράγων ἀπολείπεται τοῦ τῶν λεόντων· διαφορητικώτατον γὰρ τὸ τῶν λεόντων καὶ λεπτομερέστατόν ἐστι σχεδὸν ἁπάντων τῶν ἐν τοῖς τετράποσιν, ὅθεν ὄγκοις χρονίοις ἐσκιρρωμένοις καὶ ἀγκύλαις προσαγόμενον διαφορητικώτατόν ἐστι. τὸ δὲ τῶν ταύρων ἐν τῷ μέσῳ τέτακται τοῦ τε τῶν ὑῶν καὶ τῶν λεόντων, καὶ διὰ τοῦτο ἑκατέρῳ γένει μίγνυται τῶν φαρμάκων, τοῖς τε τὰ σκιρρώδη θεραπεύουσι καὶ τοῖς τὰ φλεγμαίνοντα πέττουσιν, ὁποῖόν ἐστι τὸ τετραφάρμακον καὶ βασιλικὸν καλούμενον. τὸ δὲ τῶν ἐχιδνῶν στέαρ φασί τινες ἁρμόζειν ἐπὶ ἀρχὰς ὑποχύσεων· τὸ δὲ τῶν ἄρκτων στέαρ ἀλωπεκίαις ἁρμόττειν ἀληθῶς ἔγραψαν. ἔνιοι δὲ ἰχθύων ἐπαινοῦσι στέαρ πρὸς ὑποχύσεις καὶ ὠταλγίας καί φασι παντὸς ἰχθύος στέαρ ταῦτα ποιεῖν δύνασθαι. χρονίζον δὲ ἅπαν στέαρ θερμότερον αὑτοῦ γίγνεται καὶ λεπτομερέστερον καὶ διὰ τοῦτο καὶ διαφορητικώτερον· ὑπάρχει δὲ τοῦτο ἅπασι τοῖς χρονίζουσιν, ὅσα γε μὴ φθάνῃ σαπῆναι. κεφάλαιον δέ ἐστι τοῦ λόγου τοῦδε κοινόν, οὗ μεμνῆσθαι χρὴ κατὰ τὴν τῶν ζῴων κρᾶσιν, ἀεὶ τὰς διαφορὰς τῆς ἐν αὐτοῖς γίγνεσθαι πιμελῆς ἢ στέατος καὶ τὸ μὲν ἄρρεν τοῦ θήλεος ἀεὶ ξηρότερον εἶναι καὶ θερμότερον, τὸ δὲ εὐνουχισθὲν ἄρρεν ὅμοιον τῷ θήλει, καθάπερ καὶ τὸ νέον ἅπαν. οὕτως δὲ καὶ τὸ ἄγριον τοῦ ἡμέρου θερμότερον καὶ ξηρότερον. Περὶ μυελοῦ.[40]
153 Πᾶς μυελὸς μαλακτικῆς τῶν σκληρυνομένων τε καὶ σκιρρουμένων σωμάτων ἐστὶ δυνάμεως, εἴτ’ οὖν μύες εἴτε καὶ τένοντες εἴτε σύνδεσμοι τοῦτο πάσχοιεν, εἴτε σπλάγχνα. καλλίστου δὲ ἐπειράθην ἀεὶ τοῦ τῶν ἐλάφων, ἐφεξῆς δὲ αὐτῶν τοῦ τῶν μόσχων· ὁ δὲ τῶν ταύρων καὶ τράγων δριμύτερός ἐστι καὶ ξηραντικώτερος καὶ διὰ τοῦτο οὐ δύναται διαλύειν σκληρότητας σκιρρώδεις· ἐκ τῶν δὲ περὶ στέατος εἰρημένων καὶ περὶ μυελοῦ τεκμαίρεσθαι χρὴ περὶ τῶν ὑπολοίπων μεθόδων. Περὶ πνεύμονος.[5]
154 Πνεύμων ἄρνειος καὶ χοίρειος καιόμενοι καὶ λεῖοι ἐπιτιθέμενοι τὰ ἐξ ὑποδημάτων παρατρίμματα ἰῶνται. ὁ δὲ τῆς ἀλώπεκος πνεύμων σκελετευθεὶς καὶ λεῖος κατὰ βραχὺ πινόμενος τοὺς ἀσθματικοὺς ἰᾶσθαι πεπίστευται. Περὶ κεφαλῶν.
155 Κεφαλὰς μαινίδων ταριχηρὰς καίων τις ἐχρῆτο πρὸς τὰς ἐν ἕδρᾳ ῥαγάδας καὶ τὰ σηπόμενα τῶν ὀδόντων οὖλα καὶ πρὸς γαργαρεῶνα ἐσκιρρωμένον. ἡ δύναμις δὲ αὐτῶν ξηραντική ἐστιν, οὐ πάνυ δριμεῖα. ἕτερος δὲ κεφαλὴν ὅλην λαγωοῦ καίων ἐχρῆτο πρὸς ἀλωπεκίας μετὰ στέατος ἀρκείου. αἱ δὲ τῶν ἐχιδνῶν κεφαλαὶ καιόμεναι ἐν χύτρᾳ ὡς τεφρωθῆναι, εἶτα λειούμεναι μετ’ ἀφεψήματος παχυτάτου θέρμων πικρῶν καὶ ἐπιχριόμεναι τοῖς κροτάφοις ῥεῦμα ὀφθαλμῶν πολυχρόνιον ἱστᾶσιν. ἡ δὲ τέφρα αὐτῶν καθ’ ἑαυτὴν λειοτάτη γενομένη καὶ ὡς ξηροκολλύριον προσφερομένη ἀμβλυωποῦντας μεγάλως ὠφελεῖ. Περὶ κεράτων.[10]
156 Κέρασιν ἐλάφου καὶ αἰγὸς κεκαυμένοις πολλάκις ἐρχησάμεθα, εἴς τε τὸ λαμπρύνειν τοὺς ὀδόντας καὶ προσστέλλειν τὰ οὖλα τὰ πλαδαρά. φασὶ δὲ ὡς τὸ τῆς ἐλάφου κέρας μετὰ τὸ πλυθῆναι, εἰ καυθείη, καὶ δυσεντερίαν καὶ πτύσιν αἵματος καὶ τὰς καλουμένας κοιλιακὰς διαθέσεις ἐκθεραπεύειν καὶ ἰκτερικοῖς δίδοται ὠφελίμως. ἐπὶ πάντων δὲ δίδοται κοχλιαρίων δύο τὸ πλῆθος· μίγνυται δὲ κεκαυμένον καὶ πεπλυμένον καὶ κολλυρίοις τοῖς πρὸς τὰ ῥεύματα τῶν ὀφθαλμῶν· ἐστὶ δὲ τῶν τοιούτων κολλυρίων ἡ δύναμις ξηραντική. τὸ δὲ τῆς αἰγὸς κέρας φασὶ ποιεῖν ἐπί τε κνησμονῆς τοῦ σώματος καὶ τὰ ψωρώδη ἕλκη σμώμενον. Περὶ ὀνύχων.[10]
157 Ὄνυχας αἰγῶν ἔνιοι καίοντες, εἶτα τὴν τέφραν ὄξει δεύσαντες, ἀλωπεκίας καταχρίουσιν· ἐστὶ δὲ λεπτυντικῆς δυνάμεως. οἱ δὲ τοὺς τῶν ὑῶν ὄνυχας καίοντες τοῖς κωλικοῖς τὴν τέφραν ἐν ποτῷ διδόασιν. ἔνιοι δὲ τοὺς τῶν ὄνων ὄνυχας καυθέντας ἐπιληπτικούς φασι θεραπεύειν, πινομένους συνεχῶς, ἐλαίῳ δὲ φυραθέντας χοιράδας διαφορεῖν· μετὰ γάλακτος δὲ γυναικείου λειωθεῖσαν τὴν αὐτὴν τέφραν εὖ μάλα καὶ ἀναπλασθεῖσαν εἰς κολλύριον τὰς ἐν ὀφθαλμοῖς οὐλὰς σμήχειν σὺν γάλακτι ἐγχριομένην. Περὶ τῶν ἐν τοῖς ποσὶ τῶν ἵππων λειχήνων.[5]
158 Λειχῆνας ἵππων λειωθέντας σὺν ὄξει καὶ ποθέντας ἐπιληψίαν ἰᾶσθαί φασιν, ἔνιοι δὲ καὶ πρὸς παντὸς θηρίου δῆγμα κελεύουσιν αὐτοῖς κεχρῆσθαι. Περὶ ἐρίων ῥυπαρῶν καὶ καθαρῶν καὶ κεκαυμένων.
159 Ἔρια ῥυπαρὰ καὶ οἰσυπηρὰ καλούμενα χρησίμως παραλαμβάνεται ἐπὶ τῶν τεθλασμένων ἢ ὁπωσοῦν πεπληγότων μορίων εἰς τὰς ἐπιβροχάς, συνεργοῦντα εἰς τὴν ὠφέλειαν διὰ τὸν ῥύπον. ὅπως δὲ χρὴ ἐκ τούτων σκευάζειν τὸν ὕσσωπον ἤδη προείρηται ἐν τῷ περὶ τοῦ τῶν προβάτων ῥύπου τόπῳ ἐν τῷδε τῷ λόγῳ. τὰ δὲ πεπλυμένα ἔρια ὕλη τις ἐπιτήδειος γίγνεται πρὸς τὸ δέξασθαι τὰ μόρια τὰς ἐπιβρεχομένας ὑγρότητας. καυθέντα δὲ δύναμιν ἔχει δριμεῖάν τε καὶ θερμὴν ἅμα λεπτομερείᾳ, ὡς καὶ τὰς πλαδαρὰς σάρκας τὰς ἐπὶ τῶν ἑλκῶν ἀποτήκειν τάχιστα. βάλλεται δὲ καὶ εἰς φάρμακα ξηραντικά· καῖε δὲ αὐτὰ χύτραν καινὴν πληρῶν, εἶτα πωμάζων ὀπὰς πλείονας ἔχοντι τῷ πώματι. Τρίχες κεκαυμέναι.[10]
160 Παραπλησίως τοῖς κεκαυμένοις ἐρίοις θερμαντικῆς τε καὶ ξηραντικῆς εἰσι δυνάμεως. Ὀστέα κεκαυμένα.
161 Ὀστᾶ κεκαυμένα διαφορητικῆς τε καὶ ξηραντικῆς ἐστι δυνάμεως ἅπαντα, μάλιστα δέ φασιν ἔνιοι δύνασθαι τὰ τῶν ἀνθρώπων τοῦτο ποιεῖν. τόν γε μὴν ὕειον ἀστράγαλον κεκαυμένον, εἶτα πινόμενον, ἐμπνευματώσεις καὶ στρόφους ἔφασαν θεραπεύειν. ἔγνων δέ τινα τῶν καθ’ ἡμᾶς ἀνθρώπων ὀστᾶ καίοντα καὶ ποτίζοντα, μὴ γιγνωσκόντων τῶν πινόντων ὅ τι πίνοιεν, ὅπως μὴ μυσάττοιντο, καὶ πολλῶν ἐπιληψίαν τε καὶ ἀρθρῖτιν τεθεραπευκέναι. Περὶ δερμάτων.[5]
162 Δέρμα προβάτου τοῦ νεωστὶ ἐκδεδαρμένου περιτεθὲν τοῖς μεμαστιγωμένοις ἐναργῶς ὠφελεῖ παντὸς ἑτέρου μᾶλλον, ὡς ἐν ἡμέρᾳ καὶ νυκτὶ μιᾷ θεραπεύειν αὐτούς. συμπέσσει τε γὰρ καὶ διαφορεῖ τὰ ὕφαιμα. δέρμα ὑαίνης τινὲς ἐναποκείμενον ἐν οἰκίᾳ ἔχουσι καὶ χρείας καλούσης ἐπιβάλλουσιν αὐτὸ τοῖς ὑπὸ λυσσῶντος κυνὸς δεδηγμένοις. κωλύει γὰρ ἰδιότητί τινι περιπεσεῖν τὸν δηχθέντα τῷ ὑδροφοβικῷ πάθει καὶ τοῖς ἤδη δὲ περιπεπτωκόσι τῷ πάθει βοηθεῖ. δέρματα δὲ παλαιὰ μάλιστα τὰ τῶν κασσυμάτων καέντα τῆς τέφρας αὐτῶν λειοτάτης ἐπιπαττομένης παρατρίμματα ἐξ ὑποδημάτων τὰ μὴ φλεγμαίνοντα ἰᾶται· τὰ γὰρ φλεγμαίνοντα παροξύνει. Περὶ αἰθυίης.[10]
163 Αἰθυίης κοιλίαν φρυχθεῖσαν καὶ μετρίοις ἁλσὶ μιχθεῖσαν εὐπεψίαν παρέχειν φασὶ τοῖς ἀπεπτοῦσι. Περὶ ἀλωπέκων.
164 Ἀλώπεκάς τινες ζώσας ἐν ἐλαίῳ ἕψοντες θεραπεύουσιν ἀρθριτικούς. πυέλους γὰρ τοῦ ἐλαίου θερμοῦ πληροῦντες, οὕτως ἐμβιβάζουσιν αὐταῖς ὅλους τοὺς ἀρθριτικοὺς ἐνδιατρίβειν χρόνῳ συχνῷ κελεύοντες. διαφορητικώτατον δὲ γίγνεται τὸ τοιοῦτον ἔλαιον, ὥστε ἐπὶ τὴν ἐπιφάνειαν ἕλκειν τὰ ἐν τῷ βάθει τῶν σωμάτων περιεχόμενα καὶ κατὰ τοῦτο τὰς ὀδύνας ποιοῦντα ἢ διὰ πάχος τῆς οὐσίας ἢ διὰ τὴν ψύξιν ἢ δριμύτητα σφοδρὰν ἢ πνεῦμα φυσῶδες οὐκ ἔχον διέξοδον. ἐκ τούτου γὰρ συνέβαινεν οὐ μόνον τοὺς ἐπὶ τοῖς ἄρθροις αὐτῶν ὄγκους ἀλλὰ καὶ τὸ σύμπαν σῶμα πληθωρικῶς προδιακείμενον κενοῦσθαι καὶ διὰ τοῦτο μεγίστην ὠφέλειαν ἐπακολουθεῖν, τῶν μὲν ἐν τοῖς ἄρθροις περιεχομένων αἰτιῶν διαφορουμένων, μηδενὸς ἔτι ἐπιρρέοντος τοῖς πεπονθόσι μορίοις, ἀπερίττου τοῦ σώματος παντὸς γενομένου· ἀφυλάκτως δὲ διαιτωμένοις αὖθις ἐπανέρχεται μὲν τὸ πάθος, οὐ μὴν οὕτως σφοδρὸν ὡς ἔμπροσθεν· καὶ γὰρ ἀπαθοῦς ὄντος ἔμπροσθεν τοῦ σώματος ἡ μοχθηρὰ δίαιτα τὸ πάθος εἰργάσατο. τὸ αὐτὸ δὲ ποιεῖ καὶ ὕαινα ὅλη τῷ ἐλαίῳ ὥσπερ ἡ ἀλώπηξ ἑψομένη. Ἀράχνης ὑφάσματα.[15]
165 Γεγράφασί τινες ἀφλέγμαντα φυλάττειν τὰ ἐπιπολῆς ἕλκη. Περὶ βατράχων.
166 Βάτραχοι λιμναῖοι ὕδατι ἑψηθέντες καὶ ἁλσὶ συμμέτροις καὶ ἐλαίῳ βραχεῖ ἀρτυθέντες τοῖς δηχθεῖσιν ὑπὸ ἰοβόλων ἑρπετῶν ἄκος μέγα γίγνεται, πινομένου τοῦ ζωμοῦ. βάτραχος σὺν ἐλαίῳ ἑψηθεὶς καὶ καταιονουμένου τοῦ ἐλαίου παύει πολυχρονίους ὀδύνας τενόντων καὶ ἀρθριτικοὺς παρηγορεῖ καὶ σκληρίας μαλάττει. βατράχου καυθέντος ἡ σποδιὰ ἐπιπασσομένη κατὰ μήνιγγος τρωθείσης ἢ φλεβὸς ῥαγείσης ἵστησι τὴν αἱμορραγίαν. Περὶ γαλῆς.[5]
167 Γαλῆν σκελετευθεῖσαν καὶ πινομένην φασὶν ἰᾶσθαι ἐπιληπτικούς. ὅλης δὲ ζώσης ἐν χύτρᾳ καυθείσης τὴν τέφραν χοιράδας ἰᾶσθαι διαβεβαιοῦνται σὺν μέλιτι ἢ τερεβινθίνῃ ἢ βουτύρῳ ἐπιτιθεμένην. Περὶ γῆς ἐντέρων.
168 Γῆς ἔντερα λειωθέντα καὶ νεύροις διῃρημένοις ἐπιτιθέμενα παραχρῆμα θαυμαστῶς ὀνίνησι. καὶ πᾶσαν δὲ τὴν ἀπὸ σιδήρου ἢ λίθου ἢ ἑτέρου τινὸς πληγὴν κολλᾷ καὶ μάλιστα ἐν τοῖς νευρώδεσι καὶ δυσκολλήτοις μορίοις, οἷον ῥινὸς ἢ ὠτὸς καὶ τὰ ὅμοια. δεῖ δὲ αὐτὰ λειοῦν μετὰ τῆς γῆς ἐν ᾗ εὑρίσκεται, εἰ μὴ δριμείας ἢ ἁλυκῆς μετέχει ποιότητος. πινόμενα δὲ τὰ τῆς γῆς ἔντερα ὅσον εʹ ἢ ζʹ σὺν γλυκεῖ οὔρησιν κινεῖ καὶ ἑλμίνθων γένος ἅπαν ἐκβάλλει ὁμοίως πινόμενα, ἢ ὡς βούλει. τὴν δὲ πλατεῖαν ἕλμινθα ἐκβάλλει μετ’ ὀξυμέλιτος πινόμενα. καὶ ἴκτερον δὲ τὸν δυσίατον ἐκκαθαίρει δι’ οὔρων ὁμοίως μετὰ γλυκέος πινόμενα ζ καὶ καθ’ ἑαυτὰ καὶ μετὰ σμύρνης τρωγλίτιδος, ὅσον ἐρεβίνθου μέγεθος, χρῶ θαρρῶν. ἐν ἐλαίῳ δὲ ῥοδίνῳ ἑψηθέντα ὤτων ἀλγήματα πραύνει ἐγχεομένου τοῦ ἐλαίου θερμοῦ· χρὴ δὲ εἶναι γῆς μὲν ἐντέρων 𐅻 ϛ , ῥοδίνου δὲ λίτραν μίαν. καὶ ὀδόντων δὲ ὀδύνας ἰᾶται τῷ καταλλήλῳ τοῦ ὀδυνωμένου ὀδόντος ὠτὶ ἐγχεόμενον τὸ ἔλαιον θερμόν. καὶ ὑποθυμιώμενα δὲ ἐπ’ ἀνθράκων παύει τὰς ὀδύνας τῶν ὀδόντων, δεχομένου τοῦ κάμνοντος τὸν καπνὸν διὰ χώνης εἰς τὸν ὀδυνώμενον ὀδόντα. μύλην δὲ ἄρσεως δεομένην αἴρει χωρὶς ὀδοντάγρας κεκαυμένα λεῖα ἐπιπασσόμενα κατὰ κύκλον τοῦ ὀδυνωμένου ὀδόντος· δεῖ δὲ προπεριχαράσσειν ἀκριβῶς. ἡ δὲ τέφρα τῶν ἐπ’ ὀστράκου καυθέντων ἀκριβῶς γῆς ἐντέρων λειοτάτη προσαγομένη ὡς ξηροκολλύριον μεγάλως βοηθεῖ ταῖς ἀρχομέναις ὑποχύσεσι καὶ τοῖς τριχιῶσι βλεφάροις βοηθεῖ, προσεκτιλλόντων ἡμῶν τὰς περιττὰς τρίχας ἔπειτα ἐπιπαττόντων διὰ μήλης τοῖς τόποις τῆς τέφρας αὐτῶν· κωλύει γὰρ τὴν τῶν παρὰ φύσιν τριχῶν παλιγγενεσίαν. λεῖα δὲ ζ πινόμενα μετὰ οἰνομέλιτος νήστει ἐπὶ ἡμέρας πλείους, λίθους τοὺς ἐν κύστει θρύπτει, καὶ κατὰ βραχὺ ἐξουρεῖσθαι ποιεῖ. τὰ δ’ ἐντὸς ἀποστήματα ῥήσσει, καὶ πρὸς τὴν διαχώρησιν ἄγει ποθέντα ζ ἢ θ πρὸς δύναμιν λεῖα ἐν ὕδατος κυάθοις γ . εἰ δέ τις αὐτὰ ἐναποκείμενα ἐν μέλιτι φυλάττοι λεῖα ἕξει βοήθημα κάλλιστον σκορπιοπλήκτοις. νεύρων δὲ συστροφὰς λύει, ἃς καλοῦμεν γάγγλια, καταπλασσόμενα καθ’ ἑαυτὰ λεῖα, παύει δὲ καὶ τὰς ἐν μαστοῖς ἀποστάσεις αὐτὰ καθ’ ἑαυτὰ καταπλασσόμενα. πυοποιεῖ γὰρ ἐπισπᾶται ῥήσσει ἐπουλοῖ ὠφελεῖ καὶ ἐρυσιπέλατα κεκαυμένα λεῖα μετὰ ὄξους ἐπιχριόμενα. ποδῶν φλεγμονὰς λύει λεῖα μετὰ μέλιτος ὡς κηρωτῆς ἔχειν πάχος, ἐπιχριόμενα τοῖς τόποις· προυπόχριε δὲ ῥοδίνῳ τοὺς τόπους καὶ λῦε διὰ τρίτης. καὶ ῥοδίνῃ δὲ κηρωτῇ λεῖα ἀναλαμβανόμενα κάλλιστα τὰς ὀδύνας τῶν ποδῶν παρηγορεῖ, τρίχας ἐν κεφαλῇ οὐκ ἐᾷ λευκὰς γενέσθαι προστυφθείσας τοῖς εἰωθόσι σμήγμασιν, εἰ ἐπιχρίοιντο αὐτοῖς λείοις αἱ τρίχες μετ’ οὔρου παιδός. δεῖ δὲ καίειν αὐτὰ ἐπ’ ὀστράκου καὶ οὕτως χρῆσθαι ἐν τῷ οὔρῳ. δίδου δὲ καὶ ὑδρωπικοῖς ζ σὺν οἰνομέλιτι. τοὺς δὲ νεφροὺς ἢ κύστιν ἡλκωμένα ἔχοντας δίδου ζ λεῖα μετὰ ἑψήματος κεκραμένου καὶ χοιράδας δὲ καταβραχὺ μειοῖ τοῖς τόποις περιαφθέντα ζῶντα τοσαῦτα τὸν ἀριθμὸν ἐν ῥάκει δεθέντα, ὅσαι εἰσὶν αἱ χοιράδες. παύει πᾶσαν κεφαλαλγίαν καὶ ἡμικρανίαν ἐπιχριόμενα λεῖα τοῖς κροτάφοις. κατώρυχα δέ ἐστι ταῦτα τὰ γῆς ἔντερα· προιόντα οὖν καὶ ἡλιοφανῆ βλεπόμενα χειμῶνας καὶ ὄμβρους προμηνύει. Περὶ δράκοντος θαλαττίου.[45]
169 Δράκοντος θαλαττίου φολίδας καύσας καὶ τῇ σποδιᾷ λειοτάτῃ ὑποχρίων, ἰάσῃ θολεροὺς ὀφθαλμοὺς ἀμβλυώττοντας, καὶ οἷς ζωύφιά τινα οἷον κώνωπες πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι δοκεῖ. Περὶ ἐχίδνης.
170 Ἐχίδνης σὰρξ θερμαίνει καὶ ξηραίνει ἐναργῶς ἐσθιομένη. χρὴ δὲ κόψαντα τὴν κεφαλὴν καὶ τὴν οὐρὰν ἀποδέρειν καὶ ἐξελεῖν τὰ ἐντοσθίδια πάντα καὶ ἀποπλύνειν τὴν σάρκα τρισὶν ὕδασιν· ἔπειτα ἕψειν ὡς ἔγχελυν σὺν ὕδατι καὶ πράσῳ καὶ ἀνήθῳ βραχεῖ καὶ ἐλαίῳ συμμέτρῳ. ἑψηθεισῶν δὲ τῶν σαρκῶν ἀρτύειν ἁλσὶ συμμέτροις καὶ διδόναι ἐσθίειν καὶ ῥοφεῖν τὸν ζωμόν. ὅτι δὲ καθαίρουσιν αἱ τῆς ἐχίδνης σάρκες οὕτως ἐσθιόμεναι διὰ τοῦ δέρματος ὅλον τὸ σῶμα, διαγνῶναί σοι πάρεστιν ἐξ ὧν ἐπειράθην ἔτι νέος ὤν. ἄνθρωπος νοσῶν τὸν καλούμενον ἐλέφαντα εἰδεχθὴς ἦν καὶ δυσώδης· καλύβην οὖν αὑτῷ πήξας πλησίον τῆς κώμης διέτριβεν ἐν αὐτῇ· θερισταῖς δὲ πλησίον αὐτοῦ θερίζουσιν ἐκομίσθη οἶνος ἐν κεραμίῳ· ὡς δὲ ἧκεν ὁ καιρὸς τοῦ πίνειν, ἐξαιρόντων τὸν οἶνον εἰς κρατῆρα συνεξέπεσεν ἔχιδνα μικρά. χαρίζονται τοίνυν δῆθεν ὑπὸ φιλανθρωπίας τὸν οἶνον ὅλον τῷ τὸν ἐλέφαντα νοσοῦντι, ἄμεινον κρίνοντες εἶναι τεθνάναι μᾶλλον ἢ ζῆν αὐτόν· ὁ δὲ πιὼν τὸν οἶνον ὑγιὴς ἐγένετο θαυμαστόν τινα τρόπον· ὅλον γὰρ αὐτοῦ τὸ δέρμα τὸ ὀχθῶδες ἀπέπεσεν, ὡς τῶν ὀστρέων τὸ σκέπασμα· ὅσον δὲ ὑπόλοιπον ἔμεινε μαλθακὸν ἱκανῶς ἐφαίνετο, καθάπερ τὰ τῶν καράβων καὶ καρκίνων, ὅταν ἀποπέσῃ αὐτῶν τὸ ὄστρακον. καὶ ἐπὶ ἑτέρων δὲ πλείστων τοιοῦτόν τι γεγονός, καὶ οἱ πρὸ ἡμῶν ἀρχαῖοι ἱστόρησαν. καὶ ἡμεῖς δὲ ἐθεασάμεθα πολλοὺς ἰαθέντας διὰ τῶν ἐχιδνῶν, ὅθεν καὶ τῇ θηριακῇ μίγνυμεν αὐτάς. Ἐχῖνος θαλάττιος.[20]
171 Ἐχῖνος θαλάττιος ἐσθιόμενος τῇ ἄνω κοιλίᾳ λυσιτελής· καὶ τοῖς τὰ σιτία ἀπεστραμμένοις ὄρεξιν ἐντίθησι. παρέχει δὲ καὶ οὔρων εὔροιαν τὴν κύστιν ἐκκαθαίρων σὺν τῷ καὶ τὴν κοιλίαν ἠρέμα ὑπομαλάσσειν. Ἐχῖνος χερσαῖος.
172 Ἐχίνου χερσαίου ξηραινομένη ἡ σὰρξ καὶ πινομένη κατὰ βραχὺ βοηθεῖ τοῖς ἐλεφαντιῶσι καὶ καχέκταις καὶ σπασμώδεσι καὶ νεφριτικοῖς, ἔτι τε τοῖς τὸν ἀνὰ σάρκα ὕδερον νοσοῦσιν. ἐστὶ γὰρ ἡ δύναμις αὐτοῦ διαφορητική τε καὶ ξηραντική. καὶ τὸ ἧπαρ δὲ αὐτοῦ ξηραινόμενον ἐν ἡλίῳ καὶ πινόμενον πάνυ βοηθεῖ τοῖς ἐλεφαντιῶσιν. ἐχίνων δὲ ἀμφοτέρων τοῦ τε θαλαττίου καὶ τοῦ χερσαίου κεκαυμένων ἡ τέφρα ῥυπτικῆς ἐστι καὶ καθαιρετικῆς καὶ διαφορητικῆς δυνάμεως. διὸ καὶ τὰ ὑπερσαρκοῦντα ἕλκη καθαίρει καὶ καταστέλλει πάντα καὶ τὰ ῥυπαρὰ ἐκκαθαίρει. ἐχίνου χερσαίου καυθέντος ἡ σποδιὰ πίττῃ ὑγρᾷ ἀναμιχθεῖσα ἀλωπεκίας ἀπαλλάττει. πινομένη δὲ αὐτοῦ ἡ τέφρα σὺν οἰνομέλιτι λιθιῶντας νεφροὺς ἰᾶται καὶ τὸν ἀνὰ σάρκα ὕδερον. πίνεται δὲ ὅσον κοχλιαρίου τὸ ἥμισυ τῆς τέφρας. δυσουρίας δὲ πάσης ἐξ οἱασδήποτε προφάσεως γιγνομένης ἐστὶν ὁ ἐχῖνος λυτήριος, εἰ τὰ ἐντοσθίδια αὐτοῦ ὑποθυμιασθείη ὑπὸ τὸν κάμνοντα περισκεπομένου αὐτοῦ πάντοθεν· τάχιον γὰρ λύει τὸ πάθος. χρὴ δὲ ταριχεύσαντα τὰ ἐντοσθίδια καὶ ξηραίνοντα ἀποτίθεσθαι, μὴ παρόντων δὲ τούτων ὑποθυμιᾶν τὴν σάρκα ξηρὰν ἢ τὸ δέρμα. πολλῶν δὲ οὔρων ἐστὶ τὰ ἐντοσθίδια κινητικά, ὅσον δὲ τοῖς τρισὶ δακτύλοις ξηρὰ λεῖα πινόμενα μετ’ οἴνου. ἡ κεφαλὴ δὲ αὐτοῦ καιομένη καὶ μετὰ στέατος ἀρκείου ἐπιχριομένη οὐ μόνον ἐστὶν ἀλωπεκιῶν ἴαμα ἀλλὰ καὶ ἐξ οὐλῶν ἄγειν τρίχας δύναται. τὸ δέρμα δὲ αὐτοῦ κεκαυμένον καὶ μετὰ στέατος ἐπιχριόμενον μάλιστα ἀρκείου ἰᾶται ἀλωπεκίας. ὅλος δὲ ὁ χερσαῖος ἐχῖνος ζῶν ἐν ἐλαίῳ καθεψόμενος πυρὶ μαλακῷ ἐπὶ πλεῖστον τὸ ἐξ αὐτοῦ ἔλαιον ἀλειφόμενον ἰσχίων ὀδύνας χρονίας ἰᾶται. γίγνεται δὲ δι’ αὐτοῦ καὶ ψίλωθρον οὕτως· βαλὼν τὸν ἐχῖνον ζῶντα ἐν χύτρᾳ πυκνότατον ἐχούσῃ πῶμα, χωρούσῃ δὲ ♃ ιβ , ἐπίβαλλε αὐτῇ ἐλαίου ♃ ϛ μόνους καὶ χρίσας ἀκριβῶς τὸ στόμα τῆς χύτρας γύψῳ, ὥστε μηδαμόθεν διάπνοιαν ἔχειν, τίθει εὐθέως ἐν ἡλίῳ ἐν τοῖς ὑπὸ κύνα καύμασιν ἡμέρας μ , ἔπειτα ἀνοίξας τορύνησον καινῇ τορύνῃ ἀκριβῶς. ἔπειτα διηθήσας διὰ ῥάκους χρῶ· ἐπίχριε δὲ τοὺς τόπους ἐν ἡλίῳ καὶ ἀνάτριβε ἐπὶ πολὺ ἄχρις ἱδρώσουσιν· ἔπειτα κατάντλα ὕδατι γλυκεῖ καὶ λοῦε. φύλαττε δὲ μὴ τῶν ἄλλων τόπων ἅψηται ψιλοῦσθαι μὴ δεομένων. Ἱππόκαμποι θαλάττιοι.[30]
173 Οὗτοι ἐσθιόμενοι ὀπτοὶ καὶ καταπλαττόμενοι ἐπὶ τὸ δῆγμα τοὺς λυσσωδήκτους ἰῶνται. δεῖ δὲ αὐτοὺς λειοῦν σὺν ὀξυμέλιτι καὶ μέλιτι. Περὶ κανθαρίδων.
174 Κανθαρίδων ἱκανὴν πεῖραν ἔσχομεν ἐπὶ τῶν ψωρωδῶν ὀνύχων. ἐξάγουσι γὰρ αὐτοὺς μετὰ τῶν ἐπιτηδείων μιγνύμεναι φαρμάκων. μιγνύουσι δὲ αὐτὰς ἄλλαις σηπταῖς δυνάμεσι καὶ ταῖς λεπρικαῖς ἐκδορίοις. τῶν ἡμετέρων δὲ διδασκάλων τις καὶ εἰς οὐρητικὸν φάρμακον ὀλίγον τι τῶν κανθαρίδων ἐνέβαλε χωρὶς πτερῶν καὶ ποδῶν. ἐπιτηδειότεραι δέ εἰσι πρὸς ἅπερ ἔφην ἐγὼ πεπειρᾶσθαι ἐκ τῶν πυρῶν ὅσαι μηλίνας ζώνας ἐγκαρσίους ἔχουσιν ἐν τοῖς πτεροῖς, καὶ μᾶλλον ἐὰν ἐμβαλὼν αὐτὰς ζώσας εἰς ἀγγεῖον κεραμεοῦν, εἶτα περιτιθεὶς τῷ στόματι τοῦ ἀγγείου ἀραιὸν ὀθόνιον, εἶτα ζέσας ὄξος ἐν λοπάδι, κατέχῃς τὸ τῶν κανθαρίδων ἀγγεῖον ἐπεστραμμένον κάτω, ὥστε τὸν ἀναφερόμενον ἀτμὸν τοῦ ὄξους διὰ τῆς ὀθόνης δέξονται αἱ κανθαρίδες ἄχρις ἂν ἀποθάνωσιν. Καρκῖνοι ποτάμιοι.[10]
175 Καρκίνους ποταμίους ὠμοὺς τρίψας καὶ μίξας γάλακτι δίδου πίνειν, καὶ θεραπεύσεις παντὸς ἑρπετοῦ δῆγμα καὶ μάλιστα σκορπίου πληγὴν ἰάσῃ καὶ τὸν ἀπολλύμενον ὑπὸ λαγωοῦ θαλαττίου πόσεως ὀξέως θεραπεύει. δῆλον δὲ ὅτι τὴν ἔνδον αὐτοῦ σάρκα λειοῦν προσήκει σὺν τῷ γάλακτι. βοηθοῦσι δὲ ὁμοίως διδόμενοι καὶ τοῖς φθισικοῖς καὶ ἑψόμενοι ἐν λευκῷ ζωμῷ καὶ ἐσθιόμενοι ἐπιρροφουμένου τοῦ ζωμοῦ. ἥ γε μὴν τέφρα τοῦ κεκαυμένου καρκίνου ξηραντικὴ ὁμοίως τοῖς ἄλλοις καιομένοις, ἰδιότητι δέ τινι τῆς ὅλης οὐσίας θαυμαστῶς ἐπὶ τῶν λυσσοδήκτων ἐνεργεῖ, καὶ μόνη μέν, ἀλλὰ καὶ μετὰ γεντιανῆς καὶ λιβάνου πολὺ μᾶλλον· εἶναι δὲ χρὴ τοῦ μὲν λιβάνου μίαν μοῖραν, ε δὲ τῆς γεντιανῆς καὶ τῆς τέφρας τῶν καρκίνων μοίρας ι . καὶ ἄλλως μὲν οὖν καυθεῖσιν ἐχρησάμεθά ποτε, ὡς ἐπὶ τὸ πολὺ δὲ καθ’ ὃν ὁ ἡμέτερος διδάσκαλος ἐχρῆτο. ἦν δὲ λοπὰς ἐρυθροῦ χαλκοῦ, καθ’ ἣν ἐπιθεὶς ζῶντας τοὺς καρκίνους ὑπέκαιε ξύλοις ἀμπελίνοις μάλιστα ἄχρις οὗ τεφρωθῶσιν, ὡς εὐκόλως λειοῦσθαι. οὕτως εἶχεν ἀεὶ ἕτοιμον παρεσκευασμένον ἐπὶ τῆς οἰκίας τὸ φάρμακον, ὥρᾳ θέρους καίων τοὺς καρκίνους αὐτοὺς τῷ μηνὶ Αὐγούστῳ ἐν τοῖς ὑπὸ κύνα καύμασιν ὀκτωκαιδεκαταίας οὔσης τῆς σελήνης. πίνειν δὲ καθ’ ἑκάστην ἡμέραν ἐδίδου τὸ φάρμακον τοῖς λυσσοδήκτοις ἄχρι τῆς τεσσαρακοστῆς ἡμέρας ἐπιπάττων ὕδατι κοχλιάριον εὐμέγεθες. εἰ δὲ οὐκ ἐξ ἀρχῆς ἀλλὰ μετὰ ἡμέρας τινὰς τοῦ δηχθῆναι προὐνοεῖτο τοῦ δεδηγμένου, δύο κοχλιάρια καθ’ ἑκάστην ἡμέραν ἐδίδου, ὡς ἀναπληρωθῆναι τὰς μ δόσεις. ἐχρῆτο δὲ καὶ κατ’ αὐτοῦ τοῦ τραύματος τῷ διὰ τῆς Βρυτίας πίσσης φαρμάκῳ, μίαν μὲν λαμβάνων τῆς πίσσης λίτραν, ὄξους δὲ δριμυτάτου α ξέστην, ὀποπάνακος δὲ 𐆄 Γ . καρκίνου ποταμίου κεκαυμένου τέφραν μέλιτι ἀναβρέξας, ἰάσῃ μὲν ἴχνη ὑπὸ κρύους ῥαγέντα. καὶ δακτύλων ῥαγάδας, ἰάσῃ δὲ καὶ τὰ κακοήθη καὶ καρκινώδη ἕλκη. Περὶ καράβου.[25]
176 Καράβου ὄστρακον καύσας καὶ λειώσας δίδου πίνειν μετ’ ἀκράτου καὶ παύσεις τὴν κάτω κοιλίαν ῥευματιζομένην. ἐκκαθαίρει δὲ καὶ λιθιῶντας νεφρούς, ψαμμώδη οὖρα πολλὰ ἄγον. Κάστορος ὄρχεις ὀνομάζουσι καστόριον, ἔνδοξόν τε καὶ πολύχρηστον φάρμακον.
177 ἐνταῦθα δὲ τὴν καθ’ ὅλου αὐτοῦ δύναμιν ἐροῦμεν, πρὸς ἣν ἀποβλέπων τις εὑρίσκειν ἑαυτῷ δυνήσεται τὰς κατὰ μέρος χρήσεις. θερμαίνει δὲ καὶ ξηραίνει, ἐστὶ δὲ καὶ λεπτομερὲς ἱκανῶς. τοῦτο 〈δὲ〉 τὸ φάρμακον, εἴτε ὑγρῷ σώματι προσφέροιτο δεομένῳ ξηρότητος, εἴτε ψυχρῷ δεομένῳ θερμότητος, εἴτε ἐπὶ τῶν διὰ πλήρωσιν σπωμένων, ἔνθα χρὴ κενῶσαι τὰ παρὰ φύσιν ἐν τοῖς νεύροις περιεχόμενα, μεγάλην μὲν ὠφέλειαν ἐπιδείκνυται, βλάβην δὲ οὐδεμίαν οὐδενὶ προστρίβεται μορίῳ, καὶ μάλισθ’ ὅταν μὴ σφοδρῷ τινι πυρετῷ περιέχοιτο ὁ ἄνθρωπος. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τοῖς τρέμουσι διὰ πλῆθος ὑγρῶν παχέων καὶ γλίσχρων χυμῶν ὠφελιμώτατόν ἐστι πινόμενον. ὠφέλιμον δὲ κἀπὶ τῶν ὑπὸ λυγμοῦ ἐνοχλουμένων διὰ πλῆθος ὑγρῶν ψυχρῶν καὶ γλίσχρων ἐμπεπλασμένων τῷ στόματι τῆς γαστρός· εἰ δὲ διὰ ξηρότητα καὶ κένωσιν ἄμετρον ἢ διὰ δῆξιν δριμέων ὑγρῶν ὁ λυγμὸς ἢ σπασμὸς γίγνοντο, φεύγειν χρὴ τὴν τοῦ καστορίου χρῆσιν ὡς ἐναντιωτάτην. καὶ τῶν πυρεσσόντων δὲ τοῖς μὴ πάνυ θερμῶς πυρέττουσιν, ἀλλ’ ὡς ἂν εἴποι τις χλιαρὸν ἔχουσι πυρετόν, οἷος ἐν καταφοραῖς καὶ ληθάργοις μάλιστα γίγνεται, πάνυ πολλοῖς μὲν καστόριον ἐδώκαμεν ἅμα πέπερι κοχλιάριον ἑκατέρου διὰ μελικράτου ποτίζοντες· ἐβλάβη δ’ οὐδεὶς εἰς οὐδέν. ἐπὶ δὲ τῶν ληθαργικῶν ἢ καὶ καταφορικῶν πυρετῶν διὰ ῥοδίνου ἐλαίου δεύσαντες ἐπεθήκαμεν τῇ κεφαλῇ καὶ τῷ αὐχένι. καταμηνίων δὲ ἐπισχημένων διὰ πάχος ἐν τῷ αἵματι καὶ πλῆθος, προκενώσας ἀπὸ σφυροῦ μετρίως, εἶτα διδοὺς κοχλιάριον μετὰ γλήχωνος ἢ καλαμίνθης, ἐπειράθην ἀεὶ τοῦ φαρμάκου κινοῦντος κάθαρσιν. ἐκβάλλει δὲ καὶ χόρια κατεσχημένα καὶ τὰ δεύτερα μετὰ μελικράτου ὁμοίως πινόμενον. τοὺς δὲ ἐμπνευματουμένους τὴν γαστέρα καὶ στροφουμένους ἐπὶ παχεῖ καὶ φυσώδει πνεύματι, δι’ ὀξυκράτου πινόμενον ὀνίνησι. δίδοται δὲ καὶ τοῖς ὀρθοπνοικοῖς μετ’ ὀξυμέλιτος ἢ μελικράτου. καὶ ἐπ’ ἀνθράκων δὲ ὑποθυμιᾶται χαίνοντος τοῦ κάμνοντος καὶ δεχομένου τὸν καπνόν. Κυνὸς ποταμίου ὄρχεις.[30]
178 Εἰσὶν εὔχρηστοι πρὸς ἃ καὶ οἱ τοῦ κάστορος ὄρχεις, ἀσθενέστεροι ἐκείνων μέντοι. κυνὸς δὲ ποταμίου δέρμα ὑπόδημα γενόμενον ἄκρως ποδῶν καὶ νεύρων παραμυθεῖται νόσον. Κυνὸς χερσαίου σκύλαξ.
179 Εὔτροφος συγκατακείμενος τῷ στομάχῳ ἢ ἄλλῳ τινὶ τῶν ἔνδον νοσοῦντι ἴαμα τῆς νόσου γίνεται αὐτὸς ἀντιλαμβάνων τὸ πάθος. δεῖ δέ φασιν αὐτὸν θανόντα θάπτειν ἐπιμελῶς. Κύκνου νεοττός.
180 Ἁπαλὸς ἑψηθεὶς ἐν ἐλαίῳ νεύρων ἄκος παράδοξον γίγνεται. Κηρύκων ὄστρακα κεκαυμένα.
181 Ξηραντικῆς ἱκανῶς ἐστι δυνάμεως· ὅθεν μιγνύμενα τοῖς ἐπιτηδείοις φαρμάκοις διαφορεῖ σκληρυνομένας φλεγμονάς· παραπλησίας δέ ἐστι δυνάμεως καὶ τὰ τῶν πορφυρῶν καὶ τῶν ὀστρέων ὄστρακα. Κορυδαλλὸς πτηνὸν ζῷον.
182 Τὸ σμικρόν, ὃ κατὰ τὰς ὁδοὺς πολλάκις ὁρῶμεν, ἑψόμενον ἐν λιτῷ ζωμῷ καὶ ἐσθιόμενον τοὺς κωλικοὺς ὠφελεῖ. χρὴ δὲ συνεχῶς καὶ πολλάκις ἐσθίειν αὐτὸ μετὰ τοῦ ζωμοῦ. πλειστάκις γὰρ ἐπ’ αὐτῶν ἐπειράθην τῆς ἐξ αὐτοῦ ὠφελείας. ἔχει δὲ ἐπὶ τῆς κεφαλῆς τοῦτο τὸ ζῷον οἷόν τινα λόφον ἐκ τῶν πτερῶν αὐτοφυῆ. Κοχλιὸς χερσαῖος.[5]
183 Σκληρὰν ἔχει τὴν σάρκα καὶ διὰ τοῦτο ἐσθιόμενος δύσπεπτος γίγνεται. ὁ δὲ ἐξ αὐτοῦ ἑψομένου σκευαζόμενος ζωμὸς δι’ ὕδατος καὶ ἀνήθου ἐλαίου τε καὶ γάρου ὑπέρχεται κατὰ κοιλίαν, εἰ ποθείη. εἰ δὲ ἀποχέοις τὸ πρῶτον ὕδωρ καὶ τὸ δεύτερον ἐν ᾧ ἕψεται, ἐν δὲ τῷ τρίτῳ ἑψήσα〈ι〉c, μέχρι τακερὰν ἀκριβῶς γενέσθαι τὴν σάρκα καὶ δώῃς ῥευματιζομένῳ τινὶ τὴν κοιλίαν, ἐφέξει γαστέρα. ἡ δὲ ἐκ τῶν κοχλιῶν ὑγρότης μόνη καθ’ ἑαυτὴν ἄνευ τῆς σαρκὸς λαμβανομένη, ἣν καλοῦσι μύξαν κοχλίου, μιγνυμένη τε λιβανωτῷ ἢ ἀλόῃ ἢ σμύρνῃ ἤ τισι τούτων ἢ πᾶσιν, ἄχρι κηρωτῆς ἔχειν πάχος, ἐχέκολλον γίγνεται τὸ φάρμακον καὶ ξηραίνει καλῶς τοὺς ὑπομύξους ὄγκους τῶν ὤτων. ἐστὶ δὲ καὶ ἀνακόλλημα ξηραντικὸν τῶν εἰς ὀφθαλμοὺς ῥευμάτων ἐπιτιθέμενον κατὰ τοῦ μετώπου· ὁπόταν μέντοι πολὺ τῆς μύξης αὐτῶν ἐθέλοις λαμβάνειν, κατακέντησον αὐτῶν τὴν σάρκα γραφίῳ· προίασι γὰρ ὑγρασίαν οὐκ ὀλίγην, καὶ μάλισθ’ ὅταν μὴ πρὸ πολλῶν ἡμερῶν τεθηρευμένοι ὦσιν. ἀνακολλᾷ δὲ ἡ ὑγρότης αὕτη καὶ τὰς ἐν βλεφάροις τρίχας. ἐγὼ δέ ποτε κατ’ ἀγρὸν ἐπὶ νευροτρώτου ἅμα θλάσει γεγονότος ἐπέθηκα τὴν σάρκα τῶν κοχλιῶν, λειώσας αὐτὴν μετ’ ἄχνης ἀλεύρου τῆς ἐν τοῖς τοίχοις τῶν μυλωνίων εὑρισκομένης, καὶ χωρὶς φλεγμονῆς τὸ τραῦμα ἐκολλήθη· ἦν δὲ σκληρόσαρκος ὁ ἄνθρωπος. εἰ δέ τις εὐποροίη, κάλλιον μιγνύειν ἐπὶ τῶν τοιούτων σμύρναν ἢ λιβανωτὸν ἢ τὴν φρυκτὴν ῥητίνην λειοτάτην. κοπεῖσα δὲ ἡ σὰρξ ἐν ὅλμῳ πρότερον καὶ μετὰ ταῦτα λειωθεῖσα καὶ ἐπιτιθεμένη ξηραντικὴ γίγνεται πάντων τῶν περιττὴν ὑγρότητα ἐχόντων μορίων, ὡς καὶ τοῖς ὑδέροις ἁρμόττειν, καὶ σὺν τοῖς ὀστράκοις δὲ λειωθέντες οἱ κοχλίαι ἐπιτίθενται κατὰ τῆς γαστρὸς ὅλης ἐπὶ τῶν ὑδέρων, κατά τε τῶν ἐν τοῖς ἄρθροις ὄγκων ἐπὶ τῶν ἀρθριτικῶν· καὶ γίγνεται μὲν ἡ πρόσθεσις αὐτῶν δυσαφαίρετος, ξηραίνει δὲ ἱκανῶς. προσκεῖσθαι δὲ διὰ παντὸς αὐτοῖς προσῆκεν, ἄχρις ἂν ἀποπέσωσιν αὐτόματοι. ταὐτὸ δὲ ποιήσεις κἀπὶ τῶν δυσλύτων ἐκ πληγῆς ὄγκων ἢ ἐκ περιθλάσεως γενομένων ἐν ὠσί. ξηραίνει γὰρ ἅπαντας αὐτούς, κἂν γλίσχρον καὶ παχὺ κατὰ βάθος 〈ὑγρὸν〉 περιέχηται. ὅλοι δὲ κοχλίαι μετὰ τῶν ὀστράκων καιόμενοι, μιγνυμένης αὐτοῖς κηκίδος ὀμφακίτιδος καὶ πεπέρεως, μεγάλως ὠφελοῦσι δυσεντερίας, ἐφ’ ὧν οὐδέπω ἐστὶ σηπεδονώδη τὰ ἕλκη. εἶναι δὲ χρὴ τοῦ μὲν πεπέρεως μέρος α , τῆς δὲ κηκίδος μέρη β , τέσσαρα δὲ μέρη τῆς τέφρας τῶν κοχλιῶν. ἀκριβῶς δὲ λεῖα ποιήσας ταῦτα ἅμα τε μίξας ἀπόθου, καὶ ἐπὶ τῆς χρείας ἐπίπαττε ὅσον κοχλιάριον μεστὸν τοῖς ὄψοις ἢ μεθ’ ὕδατος θερμοῦ ἢ δι’ οἴνου δίδου πίνειν. χωρὶς δέ τινος ἐπιμιξίας καὶ αὕτη ἡ τέφρα τῶν κεκαυμένων κοχλιῶν ξηραντικῆς ἐστι δυνάμεως, ἐχούσης τι διὰ τὴν καῦσιν καὶ θερμόν. Μαινίδος ταριχηρᾶς κεφαλὴ καυθεῖσα τὰς ὑπερφυομένας σάρκας ἐν τοῖς ἕλκεσι μάλιστα οὔλοις ὀδόντων καταστέλλει ἐπιπαττομένη καὶ τύλους ἐκβάλλει, οὓς ἥλους καλοῦσι καὶ τὰς ἐν δακτυλίῳ ἐξοχάδας μαραίνει.[40]
185 Νάρκα ζῶσα προστιθεμένη πολυχρόνιον πόνον κεφαλῆς ἀπωθεῖται, καὶ προσπίπτοντα δακτύλια ἔσω τρέπει· τεθνεῶσα δὲ ἢ οὐδ’ ὅλως ἢ ἐπ’ ὀλίγον ταῦτα ποιεῖ. Ὀνίσκος θαλάττιος ἑψηθεὶς ὕδατι σὺν ἀνήθῳ καὶ ἡδυνθεὶς ἁλσὶ μετρίοις καὶ βραχεῖ ἐλαίῳ ἰᾶται πᾶσαν ἐντέρων νόσον καὶ κοιλίας, μάλιστα ἐφ’ ὧν δριμύτης ἐνοχλεῖ.
187 Ὀστρέων ὄστρακα. Ἄκαυτα λειότατα γενόμενα ὡς χνοώδη γενέσθαι ἕλκεσι κακοήθεσιν ἁρμόττει καὶ μάλιστα ἐπὶ τῶν ἐν τοῖς χείλεσι γιγνομένων διαβρωτικῶν ἑλκῶν δοκιμώτατόν ἐστι φάρμακον, ἀδήκτως αὐτὰ ἀπουλοῦν· μετέχει γὰρ τῆς συνακτικῆς δυνάμεως, δι’ ἣν σκληρὰ καὶ γεώδη γέγονεν, ἀπόλλυσι δὲ ταύτην διὰ τῆς καύσεως. μετ’ ὄξους δὲ ἢ ὀξυκράτου ἢ οἰνομέλιτος λειούμενα τὰ ὄστρακα ἐπιτήδεια τοῖς σηπεδονώδεσι γίγνεται, πρὸς τὴν ἕξιν δηλονότι τοῦ κάμνοντος τὸ κατάλληλον ὑγρὸν μιγνύς. καυθὲν δὲ τὸ τῶν ὀστρέων ὄστρακον λεπτομερέστερον γίγνεται τοῦ τῶν κηρύκων, ἐπειδὴ καὶ ἧττον ἐκείνων σκληρόν ἐστιν αὐτῶν τὸ σῶμα. εἰ δὲ πλυθείη τούτων ἡ τέφρα χρήσιμον γίγνεται φάρμακον ἐπὶ τῶν ὑγροτέρων ἑλκῶν, εἰς ἀναπλήρωσιν καὶ συνούλωσιν. κἀγὼ τῷ τῶν ὀστρέων ὀστράκῳ οὕτως ἐσκευασμένῳ ἀεὶ χρῶμαι πρὸς τὰς ἐκ ῥευμάτων χρονίας καὶ δυσσαρκώτους κοιλότητας, ὅσαι συριγγώδεις εἰσὶ καὶ βαθεῖαι, περιτιθεὶς ἔξωθεν αὐτὸ μετὰ στέατος ὑείου παλαιοῦ· καὶ εἴς γε τὸν κόλπον αὐτὸν ἐμβάλλω τι τῶν τὰ τοιαῦτα σαρκούντων, οἷόν ἐστι καὶ τὸ κεκαυμένον διαφανές, ὃ καλοῦσι σπεκλάριον. καὶ λαμπρύνει δὲ τοὺς ὀδόντας ἡ τῶν ὀστρέων τέφρα, ὥσπερ ἡ τῶν κηρύκων καὶ πορφυρῶν, οὐ μόνον τῷ ῥυπτικῷ τῆς δυνάμεως, ἀλλὰ καὶ τῷ τραχεῖ τῆς οὐσίας· διὸ οὐκ ἀναγκαῖον ἐπὶ τούτων σφόδρα λειοῦν αὐτά. τὰ δὲ πλαδαρὰ τῶν οὔλων ξηραίνει πλυθέντα καὶ λειότατα γενόμενα. Πορφυρῶν ὄστρακα.[20]
188 Πορφυρῶν πώματα δι’ ὄξους ποθέντα σπλῆνας οἰδαλέους ἰᾶται, ὑποθυμιώμενα δὲ τὰς ὑστερικῶς πνιγομένας ὠφελεῖ καὶ ἐκβάλλει τὰ κατεχόμενα χόρια καὶ δεύτερα. τῶν δὲ κεκαυμένων ἡ τέφρα ποιεῖ πρὸς ὅσα καὶ ἡ τῶν κηρύκων. Ῥίνη θαλαττία.
189 Καύσας ἐπίπαττε τοῖς παχυτέροις τὰ σώματα ἐν βαλανείῳ. Περὶ σηπίας.
190 Σηπίας ἀποπνιγείσης ὄξει, ἢν ἅμα ἐλαίῳ τὸ ὄξος δῴης πίνειν, σώσεις τὸν ἱπποκάμπου θαλαττίου φάρμακον εἰληφότα. τὸ δὲ ὄστρακον τῆς σηπίας ῥυπτικῆς καὶ ξηραντικῆς καὶ λεπτομεροῦς ἐστι δυνάμεως. διὸ καὶ καυθέντι χρώμεθα πρὸς ἀλφοὺς ἔφηλίν τε καὶ φακοὺς καὶ ψώρας. ἀλλὰ καὶ τοῖς ἀμμωνιακοῖς ἁλσὶ μιχθὲν ἀποτήκει τὰ ἐν τοῖς ὀφθαλμοῖς πτερύγια· ἄκαυτον δὲ λεῖον ὀδόντας λαμπρύνει σμώμενον καὶ τὰς ἐν ὀφθαλμοῖς οὐλὰς σμήχει καὶ τὰ ἐν αὐτοῖς ἕλκη ἀναξηραίνει καὶ τὰς ἐν τοῖς βλεφάροις μεγάλας τραχύτητας, ἃς συκώσεις καλοῦμεν, ἐκδαπανᾷ. Σκίγκος.[5]
191 Σκίγκου τὰ περὶ τοὺς νεφροὺς ὡς ἐντατικὰ τῶν αἰδοίων πίνεται καὶ ἀντιπεπονθέναι γε μάλιστα αὐτοῖς δοκεῖ θρίδακος σπέρμα μεθ’ ὕδατος πινόμενον. ἔνιοι δὲ καὶ τὸ τῆς φακῆς ἀφέψημα μετὰ μέλιτος πινόμενον παύειν φασὶ τὰς ἐντάσεις τοῦ αἰδοίου. Τελλίναι.
192 Τελλίνων ταριχηρῶν καυθέντων ἡ τέφρα μετὰ κεδρίας προσαγομένη κωλύει τὰς ἐν τοῖς βλεφάροις περιττὰς τρίχας πάλιν φυῆναι. Τέττιξ.
193 Τέττιξι ξηροῖς χρῶνταί τινες ἐπὶ τῶν κωλικῶν διαθέσεων μετὰ πεπέρεως ἴσων τὸν ἀριθμὸν κόκκων, καὶ διδόασιν ἢ Γ ἢ ε ἢ ζ κατὰ τὰ διαλείμματα τῶν παροξυσμῶν. ὀπτῶντες δὲ αὐτοὺς ἄλλοι διδόασιν ἐσθίειν τοῖς πεπονθόσι τὴν κύστιν καὶ τοῖς λιθιῶσιν. Ὕαινα ζῶσα ἐν ἐλαίῳ ἑψομένη ὅλη, ὥσπερ ἐπὶ τῶν ἀλωπέκων προείρηται, διαφορητικὸν ἐργάζεται τὸ ἔλαιον, χρησιμώτατον ἀρθριτικοῖς.
194 ἡ δὲ χρῆσις γιγνέσθω ὡς ἐπὶ τῆς ἀλώπεκος προείρηται. Χελιδόνες.
195 Χελιδόνων τῶν πτηνῶν καιομένων ἡ τέφρα σὺν μέλιτι διαχριομένη συναγχικοὺς ἰᾶται καὶ ὅλως ὅσα κατὰ φάρυγγα καὶ γαργαρεῶνα σὺν ὄγκοις γίνεται πάθη. χρῶνται δὲ τῇ τέφρᾳ ἔνιοι καὶ πρὸς ὀξυδορκίαν ὡς ξηροκολλυρίῳ. Περὶ ἐκλογῆς τῶν καλλιστευόντων ἁπλῶν φαρμάκων.
196 Ἀγαρικὸν ἄμεινον τὸ κτηδονὰς ἔχον εὐθείας. Ἀκακίαν ἐκλέγου τὴν ἠρέμα κιρρὰν καὶ εὐώδη. Ἀλόην ἐκλέγου τὴν λιπαρὰν καὶ ἄλιθον λείαν στίλβουσαν πυκνὴν ὑπόξανθον καὶ εὔθρυπτον ἡπατίζουσαν ῥαδίως ὑγραινομένην εὐώδη ἐπιτεταμένην τῇ πικρίᾳ, τὴν δὲ μέλαιναν καὶ πάνυ σκληρὰν ἀπεκλέγου. Ἄμωμον ἐκλέγου τὸ πρόσφατον καὶ λευκὸν ἢ ὑπέρυθρον, οὐ πεπιεσμένον, λελυμένον δὲ καὶ διακεχυμένον, σπέρματος ἤδη πλῆρες ὁμοίου βοτρυδίοις, βαρὺ σφόδρα καὶ εὐῶδες, δίχα εὐρῶτος καὶ δριμύττον τὴν γεῦσιν, ἁπλοῦν τὴν χρόαν καὶ μὴ ποικίλον. δολοῦσι δὲ αὐτό τινες τῇ ἀμωμίδι ἐμφερεῖ οὔσῃ· ἀεὶ δὲ τὰ θραύσματα παραιτοῦ, ἐκλεγόμενος κλάδους τοὺς ἀπὸ μιᾶς ῥίζης. Ἀμμωνιακὸν θυμίαμα ἐκλέγου τὸ ἄξυλον καὶ λιβανωτίζον τοῖς χόνδροις καθαρὸν πυκνὸν μηδεμίαν ἔχον ῥυπαρίαν, οἷον κορίου ὀσμὴν ἔχον, πικρὸν τῇ γεύσει. Ἀσπάλαθος καλός ἐστιν ὁ βαρὺς καὶ μετὰ τὸ φλογωθῆναι ὑπέρυθρος ἢ πορφυρίζων, πυκνὸς εὐώδης πικρίζων τῇ γεύσει. Ἄσφαλτος καλλίστη ἡ πορφυροειδὴς στίλβουσα, εὔτονος τῇ ὀσμῇ καὶ βαρεῖα· ἡ δὲ μέλαινα φαύλη· δολοῦται γὰρ πίττης μιγνυμένης. Ἀψίνθιον βέλτιόν ἐστι τὸ ἐν Πόντῳ καὶ Καππαδοκίᾳ γινόμενον. Βδέλλιον βέλτιόν ἐστι τὸ τῇ γεύσει πικρόν, ταυροκολλῶδες τῇ χρόᾳ, λιπαρὸν διὰ βάθους καὶ εὐμάλακτον ἀμιγὲς ξύλων καὶ ῥυπαρίας εὐῶδες ἐν τῇ θυμιάσει προσεοικὸς τῷ ὄνυχι. Ἐλλέβορον μέλανα μὲν ἐκλέγου εὔτροφον λεπτὴν ἔχοντα τὴν ἐντεριώνην, δριμὺν ἐν τῇ γεύσει καὶ πυρώδη· τοιοῦτος δέ ἐστιν ὁ ἐν τῷ Ἑλικῶνι καὶ Παρνασῷ καὶ ἐν τῇ Ἀντικύρᾳ γεννώμενος. [λευκὸν ἐλλέβορον ἐκλέγου.] Εὐφόρβιον ἐκλέγου τὸ διαυγὲς καὶ δριμύ. Ἰξὸς καλός ἐστιν ὁ λεῖος πρασίζων τῷ χρώματι κατὰ τὸ ἐντός, ἐκτὸς δὲ ὑπόξανθος, μηδὲν ἔχων τραχύτητος ἢ πιτυρῶδες. συνάγεται δὲ ἀπὸ δρυὸς καὶ ἐκ μηλέας καὶ ἀπίου καὶ ἐξ ἄλλων δένδρων. Ἰχθυοκόλλα καλή ἐστιν ἡ γλαυκὴ ὑπόπαχυς, οὐ ψωρώδης, τάχιστα τηκομένη. Κάλαμος ἀρωματικὸς καλός ἐστιν ὁ πυρρὸς πυκνογόνατος καὶ εἰς πολλοὺς σκινδαλάμους θραυόμενος, γέμων ἀραχνίων τὴν σύριγγα ὑπόλευκος· ἐν δὲ τῇ διαμασήσει γλίσχρος στυπτικὸς ὑπόδριμυς. Καρδάμωμον ἄριστόν ἐστι τὸ ἐκ τῆς Ἀρμενίας κομιζόμενον· ἐκλέγου δὲ τὸ δύσθραυστον πλῆρες μεμυκός. Κασίαν ἐκλέγου τὴν κιρρὰν εὔχρουν κοραλλίζουσαν στενὴν λείαν μακρὰν παχείαν ταῖς σύριγξι, δηκτικὴν ἐν τῇ γεύσει καὶ στύφουσαν μετὰ ποσῆς πυρώσεως ἀρωματιζούσης, οἰνίζουσαν· ἡ δὲ ἐμπόρφυρος καὶ παχεῖα γηζεῖ καλουμένη ῥοδίζουσα τῇ ὀσμῇ. Κηρὸς ἄριστός ἐστιν ὁ ὑπολίπαρος εὐώδης καθαρὸς ὁ Ποντικός. Λάδανον κράτιστόν ἐστιν τὸ εὐῶδες ὑπόχλωρον εὐμάλακτον λιπαρὸν ἀμέτοχον ψάμμου. τοιοῦτον δέ ἐστι τὸ ἐν Κύπρῳ γεννώμενον. Κόλλα ἣν ἔνιοι ξυλοκόλλαν καλοῦσιν, ἀρίστη ἐστὶν ἡ Ῥοδιανή. ἐστὶ δὲ λευκὴ διαυγής· ἡ δὲ μέλαινα χείρων. Κόμμι δὲ λάμβανε τὸ σκωληκοειδὲς τὸ ὑελίζον διαυγὲς ἄξυλον, εἶτα τὸ λευκόν· τὸ δὲ ῥητινῶδες καὶ ῥυπαρὸν ἄχρηστον. Κόστος κάλλιστός ἐστιν ὁ Ἀραβικός, λευκὸς ὢν καὶ κοῦφος. κάλλιστος δέ ἐστι καὶ ὁ Συριακὸς τὴν χρόαν πυξώδης πληκτικὸς τῇ ὀσμῇ. ἄριστος δέ ἐστιν ὁ πρόσφατος λευκὸς πλήρης διόλου πυκνὸς ξηρὸς ἀτερηδόνιστος 〈ἄβρωμος〉 τῇ γεύσει δηκτικὸς πυρώδης. δολοῦσι δὲ αὐτὸν ἔνιοι ῥίζαν ἑλενίου μίσγοντες. εὐχερὴς δὲ ἡ διάγνωσις· οὔτε γὰρ πυροῖ τὴν γεῦσιν τὸ ἑλένιον, οὔτε τὴν εὐωδίαν εὔτονον καὶ πληκτικὴν παρέχει. Κρόκος κάλλιστός ἐστιν ὁ Κωρύκιος, πρόσφατος δὲ καὶ εὔχρους, ὀλίγον ἔχων τὸ λευκὸν ἐπὶ τῆς ἕλικος, ἐπιμήκης ὁλομερὴς εὔτροφος πλήρης ἄθραυστος ἀλιπής, βάπτων μὲν τῇ παραπιέσει τοὺς δακτύλους εὐχερῶς, οὐκ εὐρωτιῶν, ἐπακτικὸς ἐν τῇ ὀσμῇ καὶ δριμύς.[45]
196 (50) ὁ γὰρ μὴ τοιοῦτος ἢ παλαιός ἐστιν ἢ βεβρεγμένος. πρὸς δὲ τὸ εὐλέαντον εἶναι δεῖ ἐν ἡλίῳ ψύγειν ἐπ’ ὀστράκῳ καινῷ. κροκόμαγμα σκευάζεται οὕτως· κρόκου 𐅻 ρʹ ῥόδων ξηρῶν 𐅻 ν ἀμύλου 𐅻 ν ξιγγιβέρεως τρωγλίτιδος 𐅻 ν κόμμεως 𐅻 ν λείου οἴνῳ εὐώδει καὶ ἀνάπλασσε τροχίσκους καὶ ξήραινε ἐν σκιᾷ καὶ χρῶ. Κύπερός ἐστιν ἀρίστη ἡ βαρυτάτη καὶ πυκνὴ ἁδρὰ καὶ δύσθραυστος τραχεῖα εὐώδης μετά τινος δριμύτητος. Λίβανος πρωτεύει ὁ ἄρρην, στρογγύλος ἄτμητος λευκὸς τμηθεὶς δ’ ἔνδοθεν λιπαρός. δολοῦται πιτυίνῃ ῥητίνῃ ἢ κόμμει. εὐχερὴς δὲ ἡ διάγνωσις. Λιβάνου δὲ φλοιὸς διαφέρει ὁ παχὺς καὶ λιπαρὸς εὐώδης καὶ λεπυρώδης ἢ ὑμενώδης. δολοῦται δὲ μιγνυμένου φλοιοῦ στρογγύλου ἢ πίτυος· ἐλέγχει δὲ τὸ πῦρ. οἱ γὰρ ἄλλοι θυμιαθέντες καπνὸν ἐμποιοῦσιν, ὁ δὲ καίεται μετ’ εὐωδίας ὡς λίβανος. Μαλαβάθρου φύλλον καλόν ἐστι τὸ πρόσφατον καὶ ὑπόλευκον ἐν τῷ μελανίζειν ἄθραυστον ὁλόκληρον πληκτικὸν τῇ ὀσμῇ καὶ εὐῶδες ἐν τῷ δεύεσθαι, ὡς μηδ’ ἄλλο μύρον· τὸ δὲ λελεπτοκοπημένον καὶ πάνυ εὐρωτιῶσαν ἔχον τὴν ἀποφορὰν φαῦλον. Μυελὸς κράτιστός ἐστιν ὁ ἐλάφειος, εἶτα ὁ μόσχειος, εἶτα ὁ ταύρειος. καλὸς δέ ἐστιν ὁ θέρους συνεγγίζοντος τῷ φθινοπώρῳ λαμβανόμενος· ἐν γὰρ τοῖς ἄλλοις καιροῖς αἱμαλωπιᾷ. θεραπεύεται δὲ εἰς ἀπόθεσιν ὁ πρόσφατος μαλαχθείς, παραχεομένου ὕδατος, εἶτα δι’ ὀθονίου διυλίζεται καὶ αὖθις πλύνεται, ἄχρις ἂν τὸ ὕδωρ γένηται καθαρόν, κἄπειτα ἐν διπλώματι τακείς, καὶ ἀρθείσης πτερῷ τῆς ἐπινηχομένης ῥυπαρίας· μετὰ δὲ τὸ παγῆναι ἀποτίθεται ἐν ὀστρακίνῳ καινῷ ἀγγείῳ, ἀποξυομένης ἐπιμελῶς τῆς ὑποστάθμης, ἥτις ὑφίσταται μετὰ τὸ τακῆναι καὶ διηθηθῆναι. Πάνακος ῥίζαι βελτίους εἰσὶν αἱ ξηραὶ καὶ λευκαὶ καὶ τεταμέναι καὶ ἄβρωτοι πυρώδεις ἐν τῇ γεύσει καὶ ἀρωματίζουσαι. ὁ δὲ ὀπὸς τοῦ πάνακος ἄχρηστός ἐστιν· ὁ πικρότατός ἐστιν ἐν τῇ γεύσει ἔξωθεν χλωρός, ἔνδοθεν λευκός, λεῖος λιπαρὸς ταχέως διειμένος βαρύοσμος θερμαίνων τῇ γεύσει. Σμύρνα πρωτεύει ἡ Τρωγλοδυτικὴ ὑπόχλωρος καὶ διαυγὴς οὖσα εὐώδης δριμεῖα· ἡ δὲ τῇ χρόᾳ πισσώδης ἄχρηστος. Σμύρνα στακτὴ καλὴ ἡ εὐώδης λεῖα καὶ ἀμιγὴς ἐλαίου. Στύραξ διαφέρει ὁ ξανθὸς καὶ λιπαρὸς ῥητινώδης, θρόμβους ἔχων ὑπολεύκους, εὐώδης σφόδρα, καὶ ἐν τῷ μαλάσσειν ἀνιεὶς ὑγρασίαν μελιτώδη. Τραγάκανθα καλλίστη ἡ διαυγὴς καὶ λεῖα καὶ λεπτοτάτη καθαρὰ ὑπόλευκος. Ὑοσκύαμον· χρηστέον τῷ τὰ λευκὰ ἄνθη φέροντι. Χαλβάνη ἀρίστη ἐστὶν ἡ λιβανοειδής, χονδρώδης καθαρὰ καὶ ἄξυλος, ἔχουσα δέ τι καὶ τοῦ σπέρματος μεμιγμένον, ὀσμῇ βαρεῖα, οὔτε δὲ ἄκρως ὑγρὰ οὔτε δὲ ξηρὰ πάνυ. λίθου γαγάτου προκριτέον τὸν ταχέως ἐξαπτόμενον καὶ ἀσφαλτίζοντα ἐν τῇ ὀσμῇ. μελαντηρία ἀρίστη ἐστὶν ἡ θειόχρους λεῖα ὁμαλὴ καθαρὰ καὶ ἐν τῇ θίξει μελαινομένη ταχέως. Πομφόλυξ ἀρίστη ἐστὶν ἡ Κυπρία, ἐν δὲ τῷ ὄξει φυραθεῖσα ἀποφορὰν ἔχει χαλκοῦ, χρόαν δὲ ὥσπερ ποσῶς ἰώδη, ἔτι δὲ βορβορίζουσα τῇ γεύσει, καὶ ἐπ’ ἄνθρακας διαπύρους ἐπιτεθεῖσα ἰώδη τὴν χρόαν ἐμφαίνουσα. Ἐκ τῶν Ὀριβασίου περὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων.[95]
197 Ὅσα μέσα ἐστὶ τῶν θερμαινόντων καὶ ψυχόντων· ἀδίαντον ἀσπάραγος μυακάνθινος βρύον τὸ καὶ σπλάγχνον λεγόμενον, γλυκυρρίζης ὁ χυλός, ἔλαιον τὸ γλυκύτατον, κηρὸς κύαμος λύκιον, λωτὸς ἢ τρίφυλλον, κιτρίου ὁ φλοιὸς πτέρεως ἡ ῥίζα στροβίλου τὸ ἐδώδιμον σχίνου κάρφος φακὸς Χία γῆ καὶ Σαμία καδμία λιθάργυρος. Ὅσα θερμαίνει.[5]
198 Ἄγνου τὰ φύλλα καὶ τὸ σπέρμα μετρίως, ἀκαλήφης ὁ καρπὸς καὶ τὰ φύλλα, ἀμύγδαλα γλυκέα, ἀναγαλλίδες ἀμφότεραι, ἀτρακτυλὶς ἢ κνίκος ἄγριος, γλυκυρρίζης ἡ ῥίζα, ἐλαίας ἡ ῥίζα καὶ ὁ πέπειρος καρπός, ζύμη, ἠρύγγιον ῥητῖναι πᾶσαι σόγχος ξηρὸς σχοίνου ἄνθος φοινίκων ὁ καρπὸς κοχλιῶν ἡ τέφρα κυνοκράμβη βατραχίου ἡ πόα καὶ ἡ ῥίζα γλήχων δάφνης τὰ φύλλα καὶ μᾶλλον ὁ καρπός, ἧττον δὲ ὁ φλοιὸς τῆς ῥίζης, δίκταμνον ψευδοδίκταμνον ἐλελίσφακος ἐρύσιμον ἔρια κεκαυμένα βρυωνίας ῥίζα ἀριστολοχίας ῥίζα ἀσφοδέλου ἡ ῥίζα δαῦκος χαμαιδάφνη δρακοντίου ἡ ῥίζα ἔλαιον ῥαφάνινον ἐρεβίνθων αἱ τρεῖς διαφοραὶ ἰξὸς καυκαλὶς λιβυστικὸν νάρθηκος σπέρμα σαγαπηνὸν σατύριον σέλινον σίον σίνων στύραξ ὑδροπέπερι ὑπερικὸν ἅλες αἷμα θεῖον χολὴ οὖρον σίελον σάρκες ἐχιδνῶν στέαρ ἅλμη τῶν ταριχηρῶν ἰχθύων. Ὅσα θερμαίνει κατὰ τὴν πρώτην τάξιν.[10]
199 Ἀλόη ἄνθεμις ἀγαρικὸν ἀψίνθιον λάδανον λινόσπερμον μαλαβάθρου φύλλον ναρδόσταχυς νάρδος Κελτικὴ οἶνος νέος ὀρρὸς γάλακτος τυρὸς σῦκα ξηρά. Ὅσα θερμαίνει κατὰ τὴν δευτέραν τάξιν.
200 Ἀμόργη ἄνηθον τὸ ξηρὸν (τὸ δὲ χλωρὸν ἔλαττον) ἀρτεμισία βάλσαμον ἐλαφόβοσκον κάλαμος ἀρωματικὸς κρόκος λιβανωτὸς μαστίχη λεῖα μέλι οἶνος πίσσα μελισσόφυλλον πράσιον πρόπολις σικύου ἀγρίου ὁ χυλὸς σκάνδιξ σκίλλα σκολύμου ἡ ῥίζα σμύρνα ζιγγίβερι ἐρεβίνθου ὁ φλοιὸς καὶ τὰ φύλλα καὶ ὁ καρπὸς τῆλις χαμαιλέοντος ἑκατέρου ἡ ῥίζα χαμαίπιτυς ὤκιμον. Ὅσα τῆς τρίτης τάξεως τῶν θερμαινόντων.[5]
201 Ἀβρότονον καὶ μᾶλλον τὸ κεκαυμένον ἐλαία αἰγείρου τὰ ἄνθη καὶ ἡ ῥητίνη ἄκορον ἄμωμον ἀμάρακον ἄμμι ἄνηθον κεκαυμένον ἄνισον ἄρκευθος ἀσάρου ἡ ῥίζα βράθυ ἐλλέβορος ἑκάτερος ἐπίθυμον ἡδύοσμον καλαμίνθη θύμβρα καλάμου φραγμίτου ὁ φλοιὸς κεκαυμένος καρῶον κασία κέδροι ἀμφότεραι κνίκου τὸ σπέρμα κόνυζαι κύμινον λιβανωτοῦ αἴθαλος μάραθρον μαλάβαθρον μελάνθιον μήου αἱ ῥίζαι μῶλυ ἤτοι πήγανον ἄγριον ἢ βησασὰ ῥοδοδάφνη οἶνος παλαιὸς ὀρίγανοι πᾶσαι ὀποπάναξ πετροσέλινον πήγανον ῥαφανὶς σάμψυχον σμύρνιον ὅ ἐστι πετροσελίνου σπέρμα ὕσσωπον χαλβάνη χαμαίδρυς. Ὅσα τῆς δ τάξεως θερμά.[10]
202 Ἀδάρκη ἀμπελόπρασον εὐφόρβιον ἔλαιον κέδρινον κόστος κρόμυον λεπίδιον νᾶπυ σκόρδιον, στρουθίου ἡ ῥίζα, τιθυμάλλων ὀποὶ καὶ τὰ καυστικὰ πάντα. Ὅσα ψύχει.
203 Ἄγρωστις μετρίως ἀλσίνη χωρὶς στύψεως ἄπιοι μετρίως ψύχουσι καταπλαττόμεναι βαλαύστιον βάτου φύλλα καὶ οἱ βλαστοὶ καὶ ὁ χλωρὸς καρπὸς καὶ τὸ ἄνθος βρομὸς μετρίως δορύκνιον ψύχει πάνυ βρύον θαλάσσιον γλαύκιον μετρίως καλάμου φραγμίτου μετρίως τὰ φύλλα κώνειον ἄκρως λειχὴν ὁ ἐπὶ τῶν πετρῶν μήκων πᾶσα μηλέας ὁ καρπὸς καὶ τὰ φύλλα ἐλαίας ὁ καρπὸς καὶ τὰ φύλλα ἔλαιον μύρσινον σησάμινον βαλάνινον ἑλξίνη ἢ περδίκιος μετρίως ἔλυμος ἴου τὰ φύλλα καὶ ὁ χυλὸς περσικῆς κιτρίου ἡ σὰρξ μύκητες ψύχουσιν ἱκανῶς ὀμφακίου ὁ χυλὸς ἱκανῶς ἄμυλον μετρίως ῥόδινον μετρίως πάτος ἀπὸ παλαίστρας σόγχος ὁ μὴ ξηρὸς τρίβολοι ἀμφότεροι φοίνικος τῶν κλάδων ὁ χυλὸς Σαμία γῆ μετρίως Κιμωλία γῆ Ναξίας ἀκόνης τὸ ἀπότριμμα μολύβδαινα μετρίως μόλυβδος ψιμύθιον σάνδυξ τυρὸς μαλακὸς καὶ νεοπαγὴς ψύχει μετρίως. Ὅσα ψύχει τῆς πρώτης τάξεως.[10]
204 Ἀκακία ἄπλυτος ἀτράφαξυς ψύχει ἄνευ στύψεως, γίγαρτα κέγχρος κριθαὶ πλάτανος ῥάμνος σέρις. Ὅσα τῆς δευτέρας τάξεως τῶν ψυχόντων.
205 Ἀκακία πεπλυμένη ἀρνόγλωσσον βλίτον κηκὶς ὀμφακῖτις κολοκύνθη σικὺς πέπων στρύχνος κηπαῖος φακὸς ὁ ἐπὶ τῶν τελμάτων φῦκος χλωρὸν τὸ παρὰ τὸ ὄχθος τῆς θαλάσσης ἐξαιρούμενον ψυλλίου τὸ σπέρμα. Ὅσα τῆς τρίτης τάξεως τῶν ψυχόντων.
206 Ἀείζωα ἀμφότερα ἀνδράχνη μανδραγόρας κιτρίου τὸ ὀξῶδες πολύγονον ποταμογείτων ὑοσκύαμος ὃς καὶ τὸ ἄνθος καὶ τὸ σπέρμα λευκὸν ἔχει. Ὅσα τῆς δ τάξεως τῶν ψυχόντων.
207 Ὀπὸς μήκωνος καὶ κώνειον. Ὅσα ξηραίνει ἀδήκτως.
208 Ἀκαλήφης ἢ κνίδης ὁ καρπὸς καὶ τὰ φύλλα ἀμόργη ἀναγαλλίδες ἀμφότεραι βρόμος ἀρνόγλωσσον ἔλαιον γλυκὺ ἄναλον πλυθέν· ζύμη ἐπισπᾶται τὰ ἐκ βάθους καὶ διαφορεῖ· θέρμος πικρὸς ἵππουρις ἰσχυρῶς ἰσάτις ἰτέας τὰ φύλλα καὶ τὸ ἄνθος μετά τινος στύψεως (ἔνιοι δὲ καὶ χυλὸν ἐξ αὐτῶν ποιοῦντες ἀδήκτως ξηραῖνον φάρμακον ἔχουσιν εἰς πολλὰ χρήσιμον. πολυχρηστότερον δέ ἐστιν ἀδήκτως ξηραῖνον καὶ στύφον φάρμακον) καρύου λέπος καυθὲν μετὰ τοῦ καὶ λεπτομερὲς εἶναι, κέγχρος κενταύριον τὸ λεπτὸν ἰσχυρῶς ξηραίνει, κερασίου τὸ κόμμι κρίνον κύαμος ἔξωθεν ἐπιτιθέμενος, κυπαρίσσου ἅπαντα τὰ μόρια κυπέρου ἡ ῥίζα στροβίλου τὸ ἐδώδιμον ἐν ὕδατι βραχὲν νυμφαίας ἡ ῥίζα σίραιον ἤτοι ἕψεμα πάνυ ξηραίνει, πενταφύλλου ἡ ῥίζα πολυπόδιον σμύρνα σαρκοκόλλα στοιβὴ τραγάκανθα πίττα γῆ πᾶσα καδμία· Ἀς〈c〉ίας πέτρας τὸ ἄνθος τὰς πλαδαρὰς σάρκας ἐκτήκει. πομφόλυξ πλεονάκις πλυθεῖσα τίτανος γενναίως, ὠοῦ τὸ λευκὸν καὶ λεπτόν· ὁμοίας δὲ φύσεώς εἰσι καὶ αἱ λέκιθοι τῶν ὠῶν. Ὅσα ξηραίνει ἁπλῶς.[15]
209 Ἄγνου τὰ φύλλα καὶ τὸ σπέρμα, ἀγρώστεως ἡ ῥίζα μετρίως ἀδίαντον ἀείζῳα ἀμφότερα· ἀμάραντος καὶ ῥεῦμα ξηραίνει πινόμενον· βρυωνίας ἡ ῥίζα ὀνογύρου τὰ ξηρὰ φύλλα ἄπιοι μετρίως καταπλασσόμεναι ἀριστολοχία ἀσπάραγος μυακάνθινος ἀσπάλαθος ἀσφοδέλου ἡ ῥίζα καὶ μᾶλλον ἡ τέφρα βαλαύστιον πάνυ τῶν βάτων ὁ ἄωρος καρπὸς δρυὸς πάντα τὰ μόρια φηγοῦ ὁμοίως βολβὸς καταπλασσόμενος παιωνίας ἡ ῥίζα δάφνης τὰ φύλλα σφοδρῶς καὶ μᾶλλον ὁ καρπὸς κύπρινον ἔλαιον δάφνινον δᾴδινον ἔλυμος καταπλασσόμενος ἠρύγγιον ἰσάτις ἰτέας τοῦ φλοιοῦ ἡ τέφρα ἰσχυρῶς καννάβεως ὁ καπρὸς καρδάμωμον καυκαλὶς δαῦκος κονία καὶ μᾶλλον ἡ ἀπὸ συκίνης τέφρας κράμβη (οἱ δὲ καυλοὶ αὐτῆς ἰσχυρῶς ποιοῦσι ξηραίνουσαν τέφραν) κρίθμον κρίνου τὰ φύλλα καὶ ἡ ῥίζα ὀμφάκιον πλατάνου ὁ φλοιὸς καὶ τὰ σφαιρία μετρίως πολυπόδιον ἄμυλον ἅλες νίτρον γύψος κεκαυμένη μᾶλλον καδμίαι πᾶσαι πάντα τὰ μεταλλικὰ καὶ τὰ λιθώδη καὶ τὰ γεώδη ὄστρακον τὸ ἐκ τῶν κλιβάνων πυτίαι πᾶσαι κόπρος (ἡ δὲ τῶν χηνῶν καὶ ἱεράκων ἄχρηστος διὰ πολλὴν δριμύτητα) ῥύπος σάρκες ἐχιδνῶν κεφαλαὶ ταριχηρῶν μαινίδων κέρας ἐλάφου καὶ αἰγὸς καστόριον ὀστᾶ κεκαυμένα ἱκανῶς τρίχες κεκαυμέναι σηπίας ὄστρακον ἔρια κεκαυμένα καρκίνων ἡ τέφρα γάρος ἱκανῶς ἅλμη. Ὅσα ξηραίνει τῆς πρώτης τάξεως.[15]
210 Ἀνθεμὶς ἀρκεύθου ὁ καρπὸς καρὼ κριθαὶ ἄλφιτα κρόκος λιβανωτὸς μάραθρον ῥοδοδάφνη οἶνος νέος σικύου πέπονος σπέρμα καὶ ἡ ῥίζα τῆλις. Ὅσα τῆς δευτέρας τάξεως τῶν ξηραινόντων.
211 Αἶρα ἀμάρακον ἄσφαλτος ἄνηθον βάλσαμον γίγαρτα γιγγίδιον ἐλαφόβοσκον κάλαμος ἀρωματικὸς λιβανωτοῦ ὁ φλοιὸς 〈κιτρίου ὁ φλοιὸς〉 καὶ τὰ φύλλα τοῦ δένδρου καὶ τὸ σπέρμα μῆον μαστίχη μέλι ναρδόσταχυς νάρδος Κελτικὴ οἶνος ὄροβος ὀποπάναξ πίσσα ῥάμνος ῥαφανὶς σκάνδιξ σκολύμου ἡ ῥίζα σμύρνα σχοῖνος τερεβίνθου ὁ καρπὸς καὶ τὰ φύλλα φακοὶ φῦκος ὑγρὸν καὶ χλωρὸν φύλλον μαλαβάθρου χαλβάνη. Ὅσα τῆς τρίτης τάξεως τῶν ξηραινόντων.[5]
212 Ἀβρότονον καὶ μᾶλλον τὸ κεκαυμένον ἀκακία ἄκορον ἀλόη ἄμι ἄνηθον κεκαυμένον ἀνήθου σπέρμα ἄρκευθος ἄσαρον ἀψίνθιον βράθυ ἐλλέβορος ἐπίθυμον θύμβρα καλαμίνθη καλάμου φραγμίτου ὁ φλοιὸς κεκαυμένος καρὼ κασία κέδροι κόνυζαι λιβανωτοῦ αἰθάλη μελάνθιον κιτρίου τὸ 〈ὑπὸ τὸ〉 σπέρμα οἶνος ὁ ἱκανῶς παλαιὸς ὄξος ὀρίγανον πενταφύλλου ἡ ῥίζα πετροσέλινον σμύρνα πήγανον ἥμερον πράσιον ῥοῦς σάμψυχον σέριφον ὕσσωπον χαμαίδρυς χαμαιλέοντος ἑκατέρου αἱ ῥίζαι χαμαίπιτυς. Ὅσα τῆς δ τάξεως τῶν ξηραινόντων.[5]
213 Ἀμπελόπρασον κέδρινον ἔλαιον νᾶπυ πήγανον ἄγριον σκόρδον. Ὅσα μέσα τῶν ξηραινόντων καὶ ὑγραινόντων ἐστίν.
214 Ἀγρώστεος αἱ ῥίζαι καταπλασσόμεναι ἔλαιον τὸ γλυκύτατον. Ὅσα ὑγραίνει τῆς πρώτης τάξεως.
215 Ἀλσίνη βούγλωσσον γλυκυρρίζης ὁ χυλὸς θρίδαξ μετρίως ἴου τὰ φύλλα μετρίως μηλέας Περσικῆς ὁ καρπὸς μύκητες ῥόδινον σατύριον στρατιώτης ποτάμιος. Ὅσα τῆς δευτέρας τάξεως τῶν ὑγραινόντων.
216 Ἀνδράχνη ἀτράφαξις βλίτον κολοκύνθη μηλέας Ἀρμενιακῆς ὁ καρπὸς σίκυος πέπων φακὸς ὁ ἐπὶ τῶν τελμάτων. Ὅσα ὑδατώδη ψυχρότητα ἔχει.
217 Ἀκακία ἀλσίνη ἀνδράχνη ἀρνόγλωσσον ἀτράφαξις βάτου τὰ φύλλα βλίτον βρύον θαλάττιον γλαύκιον δορύκνιον ἰξὸς ἰτέας τὰ φύλλα κολοκύνθη κοτυληδὼν κώνειον πεύκη τὸ δένδρον μαλάχη ἥμερος μήκων μῆλα πρεκόκκια μύκητες πλάτανος πολύγονον ποταμογείτων σιδηρίτης σίκυς ἐδώδιμος σόγχος ὁλόσχοινος τρίβολος φακὸς ὁ ἐπὶ τῶν τελμάτων ψυλλίου τὸ σπέρμα μόλυβδος. Ὅσα λεπτομερῆ.[5]
218 Ἀβρότονον κεκαυμένον ἄγνος σκάνδιξ αἰγείρου τὰ ἄνθη ἀκαλήφης ὁ καρπὸς καὶ τὰ φύλλα ἄκορον ἄμωμον ἀσάρου ἡ ῥίζα βρυωνίας ἡ ῥίζα ἀνθεμὶς ἀπαρίνη ἀριστολοχία ἀρνόγλωσσον ξηρὸν ἀσφοδέλου ἡ ῥίζα καὶ μᾶλλον ἡ κεκαυμένη βάλσαμον βράθυ πάνυ βάτου ἡ ῥίζα γλυκυρρίζης ἡ ῥίζα ἔλαιον παλαιὸν κίκινον ἐλαφόβοσκον εὐφόρβιον ζύμη ἰτέας ὁ ὀπὸς καλαμίνθη κάλαμος ἀρωματικὸς καλάμου φραγμίτου ὁ φλοιὸς κεκαυμένος κασσία καρπήσιον κέγχρος κέδρινον ἔλαιον κοκκυμηλέας κόμμι μαστίχη μελάνθιον ὀπὸς Κυρηναικὸς ὀποβάλσαμον πήγανον πιστακίου ὁ καρπὸς πρόπολις τερεβινθίνη ῥόδινον ἔλαιον σαγαπηνὸν σάμψυχον σέσελι σικύου σπέρμα σῦκα ξηρὰ μετρίως σχοίνου ἄνθος τέφρα τίτανος ἁλὸς ἄνθος ὕσσωπον ἅλες ἀλκυόνιον τὸ Μιλήσιον νίτρον ἀρσενικὸν κεκαυμένον γύψος κεκαυμένη θεῖον καδμία κίσσηρις κεκαυμένη κονία Ἀσσίας πέτρας ἄνθος μελαντηρία μίσυ χαλκοῦ ἄνθος χρυσοκόλλα σάνδυξ φῦκος στέαρ λέοντος καὶ παρδάλεως καὶ ὑαίνης πάνυ καστόριον σηπίας ὄστρακον κεκαυμένον ἔρια κεκαυμένα. Ὅσα παχυμερῆ.[15]
219 Ἀρνογλώσσου ἡ ῥίζα βαλαύστιον γίγαρτα ζιγγίβερι κρόμυον σίκυς λεπίδες πᾶσαι σῶρι στυπτηρίαι. Ὅσα ῥωστικά.
220 Κασία κηκὶς ὀμφακῖτις στοιχὰς φοίνικος ὁ καρπὸς ἀψίνθιον μαστίχη. Ὅσα συμπεπτικά.
221 Ἄμωμον σταφὶς ἥμερος κηρὸς λάδανον κόλλα ἡ εἰς τὰ βιβλία κρόκος λιβανωτὸς πίσσα μαστίχη Αἰγυπτία ῥόδα ῥόδινον ἔλαιον μύρσινον στύραξ χαλβάνη χόνδρος χοίρειον στέαρ καὶ μόσχειον καὶ ὕειον βούτυρον ὕσσωπον. Ὅσα ἐκπυητικά.
222 Ὕδωρ εὔκρατον καταντλούμενον ὑδρέλαιον 〈ἔλαιον〉 εὔκρατον πύρινον ἄλευρον πύρινος ἄρτος χόνδρος χοίρειον στέαρ καὶ μόσχειον βούτυρον λιβανωτὸς πίσσα ῥητίνη. Ὅσα μαλακτικά.
223 Ὅσα θερμαίνει μὲν οὐ μὴν σφοδρῶς ἅμα τῷ μηδὲ ξηραίνειν ἰσχυρῶς ἐστι μαλακτικά. ἐστὶ δὲ ταῦτα· αἴγειον στέαρ καὶ τὸ τῆς ἀλεκτορίδος καὶ χηνὸς καὶ ταύρου καὶ τράγειον μυελὸς ἐλάφου καὶ μόσχειος ἀμμωνιακὸν στύραξ χαλβάνη βδέλλιον ἔλαιον Σικυώνιον ἔλαιον κρίνινον ἔλαιον τὸ γλυκύτατον ἀνθεμὶς ἀλθαίας ἡ ῥίζα σικύου ἀγρίου ἡ ῥίζα ἀγρίας μαλάχης τὰ φύλλα μαστίχη Χία καὶ ἡ Αἰγυπτία τερεβινθίνη ῥητίνη κολοφωνία ὀποπάναξ ῥύπος ὁ ἀπὸ τῶν ἀνδριάντων πάτος ὁ ἀπὸ παλαίστρας βούτυρον ὕσσωπον. Ὅσα σκληρύνει.[5]
224 Ἀείζωον ἀνδράχνη ψύλλιον φακὸς ὁ ἐπὶ τῶν τελμάτων στρύχνος. σκληρύνεται δὲ τὰ σκληρυνόμενα μόρια ἢ διὰ ξηρότητα ἢ διὰ πλῆθος ἢ διὰ πῆξιν. εἰ μὲν οὖν διὰ τὴν ξηρότητα σκληρὸν γένηται μόριον ὑγραίνειν αὐτὸ παντὶ τρόπῳ προσήκει· εἰ δὲ διὰ πλῆθος κενοῦν τὸ πλῆθος χρή· εἰ δὲ διὰ πῆξιν σκληρυνθείη τοῖς μετρίως θερμαίνουσι διαλύειν τὴν πῆξιν χρή. ἡ γὰρ πῆξις ἐκ ψύξεως γίγνεται· τὰ δὲ σφοδρῶς θερμαίνοντα πήγνυσι μᾶλλον. Πάσμα γενόμενον τῷ βασιλεῖ τῶν Περσῶν. Πεπέρεως ἀδάρκης σταφίδος ἀγρίας πυρέθρου νίτρου Ἀλεξανδρίνου ἶσα πάντα. τελευταῖον δὲ προστιθεὶς γεντιανῆς καὶ ἀριστολοχίας μικρᾶς κενταυρίου μικροῦ συκίου ἀγρίου ῥίζης ἀφρονίτρου λευκοῦ ἀλόης ἀμμωνιακοῦ πάντα ἶσα. ὅλου μὲν τὸ σῶμα κατέπλαττον τούτῳ τῷ σπέρματι ἐν τῷ λουτρῷ. τὴν δὲ χεῖρα τὴν πεπονθυῖαν διέβρεχον ἅλμῃ διὰ σπόγγου λευκοῦ γεγενημένῃ ἀπὸ ἁλῶν ἀμμωνιακῶν. Ὅσα ῥύπτει.[10]
225 Ὅσα ἂν εὑρίσκῃς νιτρώδη καὶ πικρά, ταῦτα ἐκκαθαίρειν δύναται τοὺς πόρους πάντας. ὅσα δέ ἐστι λεπτομερῆ γλυκέα ῥύπτει ἀδήκτως τῶν ἑλκῶν τὸν ῥύπον καὶ τοῦ παντὸς δέρματος καθάπερ ὄροβοι κύαμοι κριθαὶ θέρμοι καὶ τὰ ὅμοια. Αἰγεία κόπρος κεκαυμένη καὶ ἄκαυστος τῶν ὀστρακοδέρμων πάντων τὰ ὄστρακα σηπέας ὄστρακα ἐχίνου χερσαίου καὶ θαλαττίου ἡ τέφρα ὀρὸς γάλακτος μέλι βρυωνίας ῥίζα ἀμύγδαλα ἐδώδιμα καὶ αὐτὸ τὸ δένδρον ἀναγαλλίδες ἀμφότεραι ἀνεμῶναι πᾶσαι ἀρνογλώσσου τὰ φύλλα καὶ μᾶλλον τὰ ξηρὰ ἀριστολοχία μακρὰ ἄρον ἀσπάραγος μυακάνθινος σταφὶς ἀγρία ἀσφοδέλου ἡ ῥίζα ἀτραφάξυος ὁ καρπὸς ἀψινθίου ὁ χυλὸς βολβὸς καταπλασσόμενος ἐλλέβορος ἑκάτερος ἑλξίνη ἢ περδίκιον ἰτέας ὁ ὀπὸς καλάμου φραγμίτου ἡ ῥίζα 〈κρίνου τὰ φύλλα καὶ ἡ ῥίζα〉 λεῖα μετρίως κυάμου ἡ σὰρξ λαμψάνη καταπλασσομένη λειχὴν ὁ ἐπὶ τῶν πετρῶν λευκοίου πάντα τὰ μέρη πλατάνου ὁ φλοιὸς τῆς ῥίζης πράσιον μῆον πρόπολις μετρίως πτελέας τὰ φύλλα καὶ ὁ φλοιὸς καὶ ἡ ῥίζα πτισάνη τερεβινθίνη πλέον τῆς μαστίχης σαγαπηνὸν μετρίως σικύου πέπονος ἅπαντα τὰ μόρια σικύου ἀγρίου ἡ ῥίζα τεῦτλον τιθύμαλλος φοῦ χαμαιπίτυς ἀλκυόνια πάντα γῆ Χία καὶ Σαμία μετρίως σμίρις ἱκανῶς κέρας ἐλάφου καὶ αἰγὸς κεκαυμένον ὀρόβων ἄλευρον ναρκίσσου βολβὸς τραγάκανθα μετρίως ὠῶν τὸ λευκόν. Ὅσα ἀναστομωτικά.[20]
226 Τὰ δὲ ἀναστομωτικά ἐστι θερμὰ οὐ πάνυ καὶ παχυμερῆ. τὰ γὰρ σφόδρα θερμαίνοντα καίει καὶ ἐσχάραν ἐργάζεται. ἀνεμῶναι πᾶσαι κρόμυον σκόροδον ταύρου χολὴ ἰρίνου καὶ ἀμαρακίνου ὑποστάθμη. Ὅσα ἀραιωτικὰ τοῦ δέρματος.
227 Ἀραιωτικὰ δέ ἐστι τὰ μὲν μετρίως θερμαίνοντα καὶ ἀλύπως οὐδαμῶς δὲ ξηραίνοντα. [ἀραιωτικὸν γάρ ἐστιν ὄροβον—τὸ λευκόν (p. 233,28——29).] χαμαίμηλον ἀλθαία σικύου ἀγρίου ἡ ῥίζα κόστος λιβανωτίδες νίτρον ἀβρότονον ἔλαιον παλαιόν. Ὅσα πυκνωτικά.
228 Ὕδωρ ψυχρὸν ἀείζωον ἀνδράχνη στρόβιλος χλωρὸς ψύλλιον φακὸς ὁ ἐπὶ τῶν τελμάτων μανδραγόρου τὰ μῆλα καὶ ἁπλῶς ὅσα ψύχει μὴ ξηραίνοντα. Ὅσα σηπτικά.
229 Ἀρσενικὸν σανδαράχη χρυσοκόλλα κανθαρὶς πιτυοκάμπη κεδρία μέλας ἐλλέβορος. Ὅσα κατασταλτικὰ τῶν ὑπεροχῶν.
230 Ἐλατήριον σικύου ἀγρίου ἡ ῥίζα ὤχρα μανδραγόρας Ἀσσίας πέτρας ἄνθος τὰ ὄστρακα τῶν ὀστρέων ἐχῖνοι ἀμφότεροι καυθέντες σὺν τοῖς σώμασιν αἱματίτης λίθος ξηρὸς λειωθεὶς ὡς χνοώδης γενέσθαι κύαμος λεπὶς χαλκοῦ χρυσοκόλλα. Ὅσα ἐπουλοῖ.
231 Τοιαῦτά ἐστιν ὅσα στύφει καὶ ξηραίνει· στυπτηρία κηκὶς ὀμφακῖτις χαλκὸς κεκαυμένος καὶ μάλιστα εἰ πλυθείη, τὰ τῆς ῥοιᾶς σίδια ξηρὰ σκωρία μολύβδου λιθάργυρος ἕλκυσμα μόλυβδος κεκαυμένος τὰ τῶν ὀστρακοδέρμων ὄστρακα πάντα ὕελος κίσσηρις καὶ μάλιστα κεκαυμένη καὶ οἴνῳ βεβρεγμένη σπεκλάριον κεκαυμένον ψιμμύθιον πομφόλυξ πεπλυμένος σπόδιον πεπλυμένον χρυσοκόλλα στίμμι κεκαυμένον διφρυγὲς σαρκοκόλλα (πάντα τὰ προειρημένα κἂν ἐπιπλάττῃ τις τοῖς ἕλκεσιν, ἐπουλοῖ τὰ ἕλκη.) μετὰ δὲ τοῦ δάκνειν ἐπουλοῖ χάλκανθος κεκαυμένος καδμία λεπὶς χαλκοῦ καὶ σιδήρου καὶ μάλιστα στομώματος ἰὸς ἄσβεστος κεκαυμένη καὶ πεπλυμένη. Ὅσα ἑλκοῖ ἐπιπολαίως.[10]
232 Κυνοσβάτου φύλλα τεύτλου ῥίζα σκόρδιον γλήχων ὕσσωπος ὀρίγανον σηπίας ὄστρακα ἀσφοδέλου ῥίζα λινόσπερμον καὶ τὰ ἁλυκὰ καὶ τὰ δριμέα καὶ τὰ πικρά. Ὅσα καυστικά.
233 Κανθαρὶς διφρυγὲς τρὺξ ὄξους κεκαυμένη ἀνεμώνη ἡ τὸ φοινικοῦν ἄνθος ἔχουσα σκόροδον τέφρα συκίνη μάλιστα νίτρον ὀπτὸν χαλκὸς κεκαυμένος στυπτηρία κηρύκων ὄστρακα κεκαυμένα κεφαλαὶ μαινίδων ἀρσενικὸν κάχρυ κεκαυμένον ἀγριοσταφὶς κόκκος Κνίδιος πύρεθρον νᾶπυ· τίτανος ἡ μὲν ἄσβεστος καίει, καὶ ἡ σβεσθεῖσα δ’ ἐσχαροῖ. Ὅσα ἑλκτικά.[5]
234 Ἀνεμῶναι πᾶσαι ἀναγαλλίδες ἀμφότεραι δίκταμνος ἐρέβινθος θαψία κυκλάμινος ναρκίσσου ἡ ῥίζα πρόπολις ἰσχυρῶς ζύμη κόπρος πᾶσα σαγαπηνὸν ὀπὸς ὅ τε Κυρηναικὸς καὶ ὁ Μηδικὸς σιλφίου ὁ ὀπὸς καὶ ἡ ῥίζα σπάρτου, ᾧ οἱ στρουθοπιασταὶ χρῶνται, ὅ τε καρπὸς καὶ ὁ τῶν ῥάβδων χυλὸς γενναίως τερεβινθίνη μᾶλλον τῶν ἄλλων ῥητινῶν θεῖον κόπρος βοῶν καὶ μᾶλλον ἡ τῶν ὀρόβους ἐσθιόντων, καλαμίνθη καταπλασσομένη κόστος ἀποτριβόμενος μετ’ ἐλαίου [πρόπολις], ἰσχυρῶς δὲ ἕλκει ὁ ἰξός. Ὅσα διαφορητικά.[5]
235 Ἀβρότονον ἀγαρικὸν ἀδίαντον αἰγίλωψ ἀκαλήφης ὁ καρπὸς καὶ τὰ φύλλα ἱκανῶς ἀκτὴ ἀνθεμὶς ἀνίσου σπέρμα ἀριστολοχίας ῥίζα ἀσφοδέλου ῥίζα καὶ μᾶλλον κεκαυμένη ἀτράφαξις βολβὸς βράθυ βρύον ὃ καὶ σπλάγχνον καὶ ὕπνον καλεῖται δαῦκος ἀλθαία ἔλαιον γλυκὺ ἔλαιον παλαιὸν ἔλαιον ῥαφάνινον καὶ κίκινον θαψία καλάμου φραγμίτου ὁ φλοιὸς κεκαυμένος ἱκανῶς διαφορεῖ κράμβης φύλλα καὶ κρίνου λάδανον λινόζωστις μαλάχη ἀγρία μέλι Περσικῆς μηλέας τὰ φύλλα καὶ οἱ βλαστοὶ ῥοδοδάφνη ὄλυνθοι ἀγρίας συκῆς ὀποβάλσαμον ὀπὸς Κυρηναικὸς σφοδρότατα, παλιούρου τὰ φύλλα καὶ ἡ ῥίζα πήγανον πίσσα πράσιον τερεβινθίνη ῥόδινον ἔλαιον μετρίως ῥύπος ὁ ἀπὸ τῶν ἀνδριάντων παχὺς σάμψυχον σικύου ἀγρίου ἡ ῥίζα ζιγγίβερι τῶν ἰσχάδων αἱ δριμύτεραι, τῶν ἐρινεῶν μᾶλλον, τεῦτλον χωρὶς τοῦ θερμαίνειν (ἰσχυρότερον δὲ τὸ λευκὸν) χαλβάνη ἅλες οἱ κεκαυμένοι, μᾶλλον ἁλὸς ἄνθος νίτρον ἀλκυόνια πάντα γῆ Σαμία ὑοσκύαμος τυρὸς ἁπαλὸς ὀξυγαλάκτινος μετρίως βούτυρον πυτία πᾶσα κόπρος πᾶσα πάνυ ὕσσωπον μετρίως σάρκες ἐχιδνῶν ἰσχυρῶς στέαρ μᾶλλον δὲ τὸ τῶν λεόντων, ὀστᾶ κεκαυμένα ἐχίνων ἀμφοτέρων ἡ τέφρα. Ὅσα στύφει.[15]
236 Ἀγριελαία ἀχράδος τὸ φυτὸν σχῖνος σέλινον ἀείζωα μήκων κύτισος ἀλόη ἀκαλήφη ἢ κνίδη γίγαρτα ἄπιοι κρόκος ἀλθαία τερέβινθος βάλανος ὑοσκύαμος κισσὸς νυμφαία φοίνικες ὠοῦ τὸ χλωρὸν ὀπτὸν παλίουρος ἱππούρεως ῥίζα αἷμα πεπηγὸς κύπερος οἰνάνθη κράμβη δὶς ἑψηθεῖσα πυτία λαγωοῦ σπόγγος κεκαυμένος ῥάμνος. πολλὰ δὲ καὶ ἄλλα ἐστὶ στύφοντα, ἅ τινα πᾶσίν ἐστι γνώριμα. Ὅσα σπέρμα γεννᾷ καὶ προκαλεῖται.[5]
237 Τῶν ἐδεσμάτων τὰ τροφιμώτερα πάντα καὶ φυσώδη, καὶ φάρμακα δὲ ὅσα πνευματώδη καὶ θερμά· βολβοὶ μὲν οὖν καὶ ἐρέβινθοι καὶ στρόβιλοι καὶ κύαμοι καὶ σῦκα ἐδέσματά ἐστι πολύσπερμα καὶ τὰ ὅμοια· σκίγκος τε καὶ σατύριον καὶ τὰ ὅμοια φάρμακα· καὶ τροφαὶ δὲ ἅμα καὶ φάρμακα τό τε τῆς λύγου σπέρμα καὶ τὸ εὔζωμον καὶ τὸ ὅρμινον. Ὅσα ἐπέχει σπέρμα.[5]
238 Ὅσα ψύχειν πέφυκεν ἐδέσματά τε καὶ φάρμακα, παχύνοντά τε καὶ πηγνύντα ἐπέχει τὸ σπέρμα, οἷον θριδακίναι σίκυοι βλίτα ἀτράφαξυς κολοκύνθη μόρα μηλοπέπονες· ὅσα δὲ ξηραίνει, τὴν ἀρχὴν οὐδὲ ἐπιτρέπει γεννᾶσθαι σπέρμα, κἂν θερμὰ τῇ φύσει ὑπάρχῃ, καθάπερ τὸ πήγανον. εἰ δὲ μὴ θερμὰ εἴη, πολὺ μᾶλλον ξηραίνει καὶ οὐ συγχωρεῖ γενέσθαι σπέρμα, ὡς ἡ νυμφαίας ῥίζα. Περὶ τροφῶν δυνάμεων.[5]
239 Χρὴ δὲ εἴπερ τι καὶ ἄλλο καὶ τὰς τῶν τροφῶν δυνάμεις ἐπίστασθαι τὸν τῆς ὑγείας φροντίζοντα. τὰ μὲν οὖν τῆς λεπτονούσης δυνάμεως ἐκφράττει τε τὰς στενὰς διεξόδους καὶ ἀπορρύπτει τὰ προσπλαττόμενα γλίσχρα, τέμνει τε καὶ 〈λεπτύνει〉 τὰ παχέα, συνάγει δὲ τοῖς χρονίσασι κατὰ τὴν ἐδωδὴν αὐτῶν ὀρρώδη τε καὶ χολώδη περιττώματα, κἂν ἔτι μᾶλλον πλεονάσῃ τις, μελαγχολικὸν τὸ αἷμα καθίσταται· χρὴ οὖν ἀπέχεσθαι τῆς συνεχοῦς αὐτῶν χρήσεως, καὶ μάλιστα τοὺς χολώδεις τὴν κρᾶσιν. ἁρμόζει γὰρ μόνοις τοῖς τὸ φλέγμα καὶ τὸν ὠμὸν χυμὸν καὶ γλίσχρον καὶ παχὺν ἠθροικόσι. τὰ δὲ τῆς παχυνούσης τρόφιμα ἱκανῶς ἐστι, κἂν ἔν τε τῇ γαστρὶ καὶ τῷ ἥπατι πεφθῇ προσηκόντως, εὔχυμον αἷμα γεννᾷ, σπλῆνα δὲ καὶ ἧπαρ ἐμφράττει. τούτων δέ τινα μέν ἐστι παχύχυμα μόνον, ὡς ἡ φακή, τινὰ δὲ γλίσχρα, καθάπερ μαλάχη. τισὶ δὲ ἄμφω συμβέβηκε παχυχύμοις τε εἶναι καὶ γλίσχροις, ὥσπερ τῇ σαρκὶ τῶν ὀστρακοδέρμων. ἀσφαλεστέρα τοίνυν ἐστὶν ἡ λεπτύνουσα δίαιτα πρὸς φυλακὴν ὑγείας τῆς παχυνούσης μᾶλλον· ὀλιγότροφος δὲ οὖσα τόνον οὐκ ἐντίθησιν οὐδὲ ῥώμην τοῖς σώμασι, καὶ χρή ποτε καὶ τῶν πολυτρόφων προσφέρεσθαι μετρίως, ἡνίκα τις ἐνδείας ἀντιλαμβάνηται· μάλιστα δὲ ἂν ἀκινδύνως μεταλαμβάνοιεν τῆς παχυνούσης διαίτης οἱ γυμνασίοις τε προσέχοντες καὶ καθεύδοντες ἐφ’ ὅσον ἂν βούλωνται. πάντες δὲ ὅσοι πρὸ τῶν σιτίων οὐχ οἷοί τέ εἰσι γυμνάζεσθαι, φευγέτωσαν τὰς παχυχύμους τροφάς· μέγιστον γὰρ κακὸν εἰς τὴν τῆς ὑγείας φυλακὴν ἡ παντελὴς ἀργία καθέστηκεν, ὥσπερ γε ἡ σύμμετρος κίνησις μέγιστον ἀγαθόν. τὰ δὲ μεταξὺ τῶν παχυνόντων καὶ λεπτυνόντων ἐδεσμάτων κάλλιστα πάντων ἐστὶ σύμμετρον αἷμα γεννῶντα κατὰ τὴν σύστασιν· κατάλληλος μὲν οὖν ἡ τοιαύτη τροφὴ τοῖς σώμασιν ἡμῶν ἐστι. βλαβερὰ δὲ ἡ παχύχυμος, ἣν ἀεὶ χρὴ φεύγειν· φυλάττεσθαι δὲ [χρὴ] καὶ τὴν ποικιλίαν τῶν τροφῶν ἄμεινον καὶ μᾶλλον ἐὰν ἐξ ἐναντίων ὦσι δυνάμεων· οὐ γὰρ πέττεται τὰ ληφθέντα προσηκόντως. Ὅσα λεπτύνοντά ἐστιν ἐν τροφαῖς.[25]
240 Σκόρδα κρόμμυα κάρδαμα πράσα νᾶπυ πέπερι σμύρνιον πύρεθρον ὀρίγανον καλαμίνθη ὕσσωπον σισύμβριον γλήχων θύμα θύμβρα χλωρὰ προσφερόμενα· ξηρανθέντα γὰρ ἤδη φάρμακά ἐστιν. τοῖς δὲ εἰρημένοις ἐφεξῆς ἐστιν εὔζωμα σία σέλινα πετροσέλινα ὤκιμα ῥαφανίδες κράμβαι τεῦτλα μάραθρον κορίαν〈ν〉ον πήγανον ἄνηθον λιβυστικὸν κύμινον καππάρεως καὶ τερεβίνθου ὁ καρπὸς τὸ τῆς κάρου σπέρμα ἀνίσου δαύκου καὶ πάντων τῶν εὐωδῶν καὶ δριμέων καὶ θερμῶν ἐπιφανῶς. τῶν δὲ ἰσχυρῶς πως λεπτυνόντων πάνυ ἐστὶ τὸ τοῦ πηγάνου σπέρμα καὶ καννάβεως, ὡς εἶναι φαρμακώδη λοιπόν. τῶν δὲ Δημητρίων σπερμάτων εἰς λεπτύνουσαν δίαιταν ἄλυποι κριθαὶ μόναι, δεύτεροι δὲ οἱ ἐκ τῶν πυρῶν ἄρτοι κλιβανῖται. τῶν δ’ ἄλλων ἀπέχεσθαι πειρᾶσθαι, πλὴν εἰ διὰ μακροῦ 〈χρόνου〉 πισσοῦ ἢ φακοῦ γεύεσθαί τις ἐθέλοι. πλείστην δ’ ἂν ἔχοις ἐδεσμάτων χρῆσιν εἰς λόγον λεπτυνούσης διαίτης ἀπό τε τῶν πετραίων ἰχθύων καὶ τῶν ὀρείων ὀρνίθων τῶν μικρῶν. καθόλου γὰρ πάντα τὰ γεγυμνασμένα τῶν ἀγυμνάστων βελτίω, καὶ τὰ ξηροτέραις τροφαῖς χρώμενα τῶν ὑγροτέραις, καὶ τὰ καθαρὸν καὶ λεπτὸν ἀναπνέοντα τὸν ἀέρα 〈βελτίω τῶν ἐναντίων〉. καὶ τῶν ἰχθύων 〈δ’ ἐσθίειν〉 ὅσοι μαλακὴν ἅμα καὶ ψαφαρὰν ἔχουσι τὴν σάρκα· τῶν δὲ ἤτοι σκληρὰν ἢ γλίσχραν ἐχόντων ἀπέχεσθαι παντάπασιν. ἔχεις δὲ γνωρίσματα πάσης ζῴου σαρκὸς τό τε μαλακὸν καὶ ψαφαρόν· οἷς μὲν γὰρ ἂν ὑπάρχῃ τὸ συναμφότερον, εἰς κόρον ἐσθίειν, τῶν δὲ ἄλλων, οἷς μὲν μηδέτερον, ἀπέχεσθαι παντάπασιν· οἷς δὲ θάτερον μόνον, ἐσθίειν μέν ποτε, φυλάττεσθαι δὲ εἰς κόρον. καὶ ταῖς ἀλεκτορίσι δέ, εἰ γυμνάζοιτό τις, οὐ κωλύω χρῆσθαι, καὶ περιστεραῖς καὶ τρυγόσι καὶ μάλιστα ταῖς ἐν ἀγρῷ διαιτωμέναις, ἐν ὀρεινοῖς τόποις. χρὴ δὲ μὴ πρόσφατον, ἀλλ’ ἕωλον, μείναντα ἡμέραν μίαν τοὐλάχιστον μετὰ τὴν σφαγήν, οὕτως ἐσθίειν οὐ τρυγόνα μόνον καὶ ἀλεκτορίδα, ἀλλὰ καὶ πέρδικα καὶ πάντα τὰ μετρίως σκληρὰν ἔχοντα τὴν σάρκα. καὶ οἱ ταριχευθέντες δὲ τῶν ἰχθύων ἱκανώτατα λεπτύνουσί τε καὶ τέμνουσι τοὺς παχεῖς καὶ γλίσχρους χυμούς. ἐκλέγεσθαι δὲ καὶ τούτων τοὺς μαλακοσάρκους. τοὺς δὲ κητώδεις φυλάττεσθαι. δι’ ὄξους δὲ ἄμεινον καὶ ὀξυμέλιτος ἐσκευασμένα προσφέρεσθαι τῶν ἐδεσμάτων τὰ πλεῖστα καὶ προταριχεύειν αὐτῶν ὅσα δυνατόν. καὶ 〈ὑπὸ〉 τῶν ὀπωρῶν δὲ ἥκιστα ἄν τις βλάπτοιτο τῶν λαπαττουσῶν τὴν κοιλίαν. τὰ δὲ βραδυπορώτερα χείρω καὶ μᾶλλον εἰ σκληρὰ τυγχάνει, ἀλλὰ τούτων μὲν μὴ γεύεσθαι μηδενός, πλὴν τῶν εἰς ἀπόθεσιν ἐπιτηδείων, οἷάπέρ ἐστιν ἄπιά τε καὶ μῆλα καὶ σταφυλῶν οὐκ ὀλίγα γένη· τὰ δὲ μαλακώτερα μᾶλλον ἐσθίειν· ὅσα δὲ σφοδρῶς αὐστηρὰ καὶ στρυφνά, μοχθηρὰ τῇ τοιαύτῃ διαίτῃ. ἐπιτηδειότερα δὲ πάντων ἐστὶν ἰσχάδες τε καὶ κάρυα καὶ πιστάκια καὶ τῶν ἀμυγδάλων αἱ ὑπόπικροι. ἐλαίας δὲ οὔτε ἐπαινεῖν ἔχοιμι ἂν οὔτε ψέγειν. τῶν δὲ γλυκέων οὐκ ἐδεσμάτων μόνον, ἀλλὰ καὶ πομάτων τὸ μέλι σχεδὸν μόνον ἀκριβῶς λεπτὸν γεννᾷ χυμόν. καὶ τῶν οἴνων δὲ οἱ λεπτοὶ καὶ λευκοὶ τέμνουσι τοὺς παχεῖς χυμοὺς καὶ καθαίρουσι δι’ οὔρων. χρησιμώτατον δὲ εἰς λεπτύνουσαν δίαιταν τὸ ὀξύμελι μάλιστα ὑπάρχει. Ὅσα παχύχυμα.[45]
241 Οἱ ἰπνῖται τῶν ἄρτων καὶ οἱ μὴ καλῶς ἐσκευασμένοι καὶ τὰ διὰ γλεύκους καὶ σεμιδάλεως πέμματα καὶ τὰ ἴτρια καλούμενα καὶ πᾶν ἄζυμον ἐκ πυρῶν σκευαζόμενον πέμμα καὶ οἱ δι’ αὐτῶν σκευαζόμενοι πλακοῦντες. ἐστὶ δὲ καὶ ἡ σεμίδαλις καὶ ὁ χόνδρος ἱκανῶς παχύχυμα· τὸ δὲ ἄμυλον μετρίως. καὶ οἱ λοβοὶ δέ εἰσι παχύχυμοι καὶ θέρμοι καὶ τῆς φακῆς ἡ σὰρξ (τὸ γὰρ λέπος ἔχει τι ῥυπτικὸν παχύχυμον) καὶ κύαμοι φρυγέντες καὶ τὰ καλούμενα δὲ μαλάκια τευθίδες σηπίαι πολύποδες οἱ κητώδεις τῶν ἰχθύων, ἐξ ὧν εἰσιν οἱ θύννοι, μετριώτεραι δὲ αὐτῶν αἱ πηλαμίδες. ἱκανῶς δὲ παχύχυμα τά τε ὄστρεα καὶ οἱ κήρυκες πορφύραι τε καὶ χῆμαι λεπάδες κτένες πίνναι καὶ πάντα ἁπλῶς τὰ ὀστρακόδερμα ἀφεψηθέντα, ἐγχέλυές τε καὶ κοχλίαι, ἐλάφειά τε κρέα καὶ αἴγεια καὶ βόεια λάγεια χοίρεια ἧπαρ νεφροὶ ὄρχεις μετρίως γάλα τὸ ἑψηθὲν τυροὶ πάντες (οἱ δὲ νέοι καὶ ὀξυγαλάκτινοι ἧττον) ὀξύγαλα πυρίεφθον καὶ πρωτόγαλα καλούμενον, καὶ τῶν ὠῶν ὅσα μέχρι τελείας πήξεως ἑψοῦσι (μᾶλλον δὲ τὰ ὀπτὰ καὶ ἔτι μᾶλλον τὰ τηγανιστὰ) φοίνικες κάστανα βολβοὶ γογγύλαι μύκητες ὕδνα κῶνοι οἱ καὶ στρόβιλοι καλούμενοι σῦκα τὰ μὴ καλῶς πέπειρα κιτρίου σὰρξ σίκυοι καὶ μάλιστα πλεονασθέντες κατὰ τὴν ἐδωδήν, μῆλα τὰ μήπω πέπειρα· τῶν οἴνων οἱ γλυκεῖς αἵματος παχέος εἰσὶ γεννητικοὶ καὶ μᾶλλον ἔτι τὸ ἕψημα καὶ ὁ νέος οἶνος καὶ οἱ παχεῖς καὶ οἱ μέλανες οἶνοι. Ὅσα μέσα τῶν λεπτυνόντων ἐστὶ καὶ παχυνόντων.[20]
242 Οἱ κάλλιστα κατασκευασθέντες ἄρτοι καὶ 〈αἱ〉 σάρκες τῶν ἀλεκτορίδων καὶ φασιανῶν καὶ περδίκων καὶ περιστερῶν ἀτταγήνων τε καὶ τῶν μικρῶν στρουθίων ἁπάντων, ἔτι τε πετραίων ἰχθύων αἰγιαλείων τε καὶ πελαγίων, κωβιῶν τε καὶ σμυραίνων καὶ βουγλώτων καὶ πάντων ἁπλῶς τῶν ὁμοίων ἰχθύων ὅσοι μήτε γλισχρότητά τινα μήτε δυσωδίαν ἔχουσι κατὰ τὴν ἐδωδήν, σῦκά τε πέπειρα καὶ λαχάνων ἀγρίων ἡ σέρις (τοῦτο δὲ κοινὸν γένος ἐστὶ πλειόνων, τὰ δὲ κατ’ εἶδος ἕκαστον αὐτῶν ὄνομά τι κέκτηται παρὰ τοῖς Ἀττικοῖς, οἷον θριδακίνη καὶ χονδρίλλη καὶ γιγγίδια, καὶ ἄλλα μυρία τῶν ἀγρίων λαχάνων, ἃ καλοῦσι σέρεις, τούτου τοῦ γένους ἐστὶν) ὅ τε ἕλειος καὶ μυακάνθινος ἀσπάραγος καὶ ὁ τῆς χαμαιδάφνης καὶ ὁ τῆς βρυωνίας οἶνός [τε] ξανθός τε ἅμα καὶ γλυκὺς καὶ διαυγής, οἷός ἐστιν ὅ τε Ἀριούσιος καὶ ὁ Λέσβιος καὶ ὁ στύφων Φαλερῖνος καὶ ὁ Τμωλίτης. χρηστὸν γὰρ οἱ τοιοῦτοι πάντες αἷμα καὶ σύμμετρον τῷ πάχει γεννῶσιν. Ὅσα γλίσχρον χυμὸν γεννᾷ.[15]
243 Τῶν πυρῶν ὅσοι βαρεῖς καὶ πυκνοὶ καὶ διὰ βάθους ξανθοί, γλίσχροι· ὅσοι δὲ κοῦφοι καὶ ἀραιοὶ καὶ λευκοὶ τὰ ἔνδον, ἧττον γεννῶσι γλίσχρον χυμόν. ἐστὶ δὲ καὶ ἡ σεμίδαλις καὶ ὁ χόνδρος ἱκανῶς γλίσχρα. τένοντες καὶ ἀπονευρώσεις καὶ τὰ περὶ τὰ χείλη μόρια καὶ γλῶσσα χοίρειον κρέας καὶ ἡ τῶν ἀρνῶν σὰρξ καὶ τὸ τοῦ σησάμου σπέρμα καὶ φοίνικες οἱ λιπαροί. Ὅσα ὠμοὺς χυμοὺς γεννᾷ.[5]
244 Φοίνικες οἱ χλωροὶ χυμῶν ὠμῶν ἐμπιπλᾶσι τοὺς ἐσθίοντας, καὶ ἡ ῥίζα τῆς γογγυλίδος καὶ ἡ σὰρξ τῶν ὀστρακοδέρμων ἀποβάλλουσα τὸν ἁλυκὸν χυμὸν ἐκ πλείονος ἑψήσεως καὶ τὰ μαλάκια καλούμενα, οἷον πολύποδες σηπίαι, ὅσα τε ἄλλα τοιαῦτα καὶ τὰ κητώδη τῶν ἐν θαλάσσῃ (διὸ προταριχεύοντες ταῦτα εἰς χρῆσιν ἄγουσι). τοιαῦτα δ’ ἐστὶν ἔντερα καὶ κοιλίαι καὶ μῆτραι τῶν τετραπόδων ζῴων ὀξύγαλα θέρμοι σταφυλὴ ἐπισχεθεῖσα. Ὅσα ψυχροὺς χυμοὺς γεννᾷ.[5]
245 Οἱ σικύων πάνυ ἐμφορούμενοι ψυχρὸν χυμὸν ἀθροίζουσιν, ἔτι δὲ καὶ οἱ κοιλίας καὶ ἔντερα καὶ μήτρας τῶν τετραπόδων ζῴων ἐσθίοντες καὶ ὀξύγαλα καὶ βωλίτας καὶ μῆλα τὰ μήπω πέπειρα. Ὅσα μελαγχολικὸν χυμὸν γεννᾷ.
246 Κρέα βόεια αἴγεια καὶ μᾶλλον τὰ τῶν τράγων τε καὶ ταύρων, ἔτι δὲ μᾶλλον προβάτων λαγωῶν καὶ ἀγρίων συῶν, κρέα ταριχευθέντα τῶν τετραπόδων ζῴων, τῶν δὲ θαλαττίων θύννοι καὶ φάλαιναι καὶ τὰ κητώδη πάντα, κοχλίαι κράμβαι καὶ τῶν δένδρων οἱ βλαστοὶ δι’ ἅλμης τε καὶ ὀξάλμης συντιθέμενοι, οἷον σχίνου καὶ τερμίνθου καὶ τῆς κινάρας ἡ σάρξ. καὶ ἡ φακῆ δὲ μελαγχολικώτατόν ἐστιν ἔδεσμα, καὶ μετὰ ταύτην οἱ πιτυρῖται τῶν ἄρτων οἵ τε ἐκ τῆς τίφης καὶ τῶν ἄλλων μοχθηρῶν σπερμάτων. οἵ τε ἁπαλοὶ τυροὶ καὶ ὁ βῖκος καὶ τῶν οἴνων οἱ παχεῖς καὶ μέλανες. Ὅσα χολώδη χυμὸν γεννᾷ.[5]
247 Κεράτια· τῆς κινάρας ὁ χυλὸς πικρόχολός ἐστιν· ἄμεινον οὖν ἀποζέσαντας αὐτὴν ἐσθίειν (καὶ πάντες δὲ οἱ γλυκεῖς χυμοὶ ὕλη τῇ ξανθῇ χολῇ γίνονται) καὶ οἱ γλυκεῖς οἶνοι. Ὅσα ἐστὶ περιττωματικά.
248 Φάσσαι χῆνες ἰχθύες πλὴν τῶν πετραίων σπλάγχνα πάντα νωτιαῖος μυελὸς ἐγκέφαλος ὄρνιθες οἱ ἐν τοῖς ἕλεσι καὶ ταῖς λίμναις, ἐρέβινθοι κύαμοι χλωροὶ κύαμος Αἰγύπτιος, οἱ νέοι τῶν χοίρων, τῶν προβάτων ἡ σὰρξ καὶ πάντων τῶν νέων ζῴων, καὶ τῶν ἀργῶς βιούντων καὶ τῶν ἰχθύων οἱ ποτάμιοι καὶ λιμναῖοι καὶ οἱ ἐν ἰλυώδει ὕδατι διαιτώμενοι καὶ πάντα τὰ ἐν τῇ θαλάττῃ κητώδη. Ὅσα ἀπέριττα.[5]
249 Τράχηλοι τῶν ζῴων οὐραὶ καὶ πτερὰ ἡ τῶν ἀγρίων ζῴων σὰρξ καὶ τῶν ἐν ξηροῖς τόποις διαιτωμένων. Ὅσα πολύτροφα.
250 Συῶν τῶν ἡμέρων αἱ σάρκες πάντων ἐδεσμάτων εἰσὶ τροφιμώταται· βοῶν ἐγκέφαλος ὄρχεις καρδία νωτιαῖος καὶ ὁ ἄλλος μυελός, τὰ πτερὰ τῶν χηνῶν καὶ μᾶλλον ἀλεκτορίδων καὶ πάντων τῶν πτηνῶν αἱ κοιλίαι, κοχλίαι καὶ μᾶλλον τρὶς ἑψηθέντες. τῶν ὀστρακοδέρμων τὰ σκληρόσαρκα, οἷον πορφύραι κήρυκες καὶ τὰ ὅμοια, ἀστακοὶ πάγουροι καρκῖνοι κάραβοι καρίδες καὶ ὅσα τοιαῦτα καὶ τὰ μαλάκια καλούμενα, οἷον πολύποδες σηπέαι τευθίδες καὶ τὰ παραπλήσια καὶ τῶν σελαχίων νάρκα μὲν καὶ τρυγὼν μετρίως ῥῖναι [καὶ] μᾶλλον, τρίγλαι κωβιοὶ ἔλαττον· γάλα τὸ μὲν παχύτερον μᾶλλον, τὸ δὲ ὑγρότερον ἔλαττον. τῶν ἄρτων δὲ ὁ σιλιγνίτης τροφιμώτατος, ἐφεξῆς δὲ ὁ σεμιδαλίτης καὶ τρίτος ὁ συγκομιστός. πυροὶ ἐφθοὶ σεμίδαλις χόνδρος. κύαμοι σαρκοῦσι τὴν ἕξιν οὐκ ἐσφιγμένῃ καὶ πυκνῇ σαρκί, ἀλλὰ χαυνοτέρᾳ μᾶλλον. καὶ ἐρέβινθοι τρέφουσι μᾶλλον, φάσιλοι καὶ ὦχροι τήλεως πλέον. δόλιχοι, οὓς λοβοὺς καλοῦσι, τρέφουσι πισσῶν οὐκ ἔλαττον. κάστανα φακῆ οἱ γλυκεῖς φοίνικες σταφίδες αἱ γλυκεῖαι καὶ λιπαραί, γογγύλαι βολβοὶ τροφιμώτατοι καὶ μᾶλλον οἱ δίσεφθοι. μέλι τὸ ἀπαφρισθὲν ἐπιτήδειον πρός τε ἀνάδοσιν καὶ θρέψιν γίνεται. οἶνος ἅπας ἀνὰ λόγον τρέφει τῆς παχύτητος· οἱ μὲν οὖν ἐρυθροὶ καὶ παχεῖς καὶ στύφοντες μᾶλλον, ἧττον δὲ τούτων τρέφουσι οἱ λευκοί τε ἅμα καὶ παχεῖς καὶ αὐστηροί, πάντων δὲ ἧττον οἱ λευκοὶ καὶ λεπτοί. καὶ πάντα τὰ παχύχυμα, εἰ καλῶς πεφθείη, τρέφει πάνυ. Ὅσα ὀλιγότροφα.[20]
251 Τὰ ἄκρεα τῶν ζῴων μήτρα γαστὴρ ἔντερα οὐραί, ὦτα πιμελὴ στέαρ. ἅπαν τὸ γένος τῶν ὀρνίθων ὀλιγοτροφώτερόν ἐστι παραβαλλόμενον τῷ γένει τῶν πεζῶν. καὶ ἡ τῶν γεγηρακότων σὰρξ ὀλιγοτροφωτέρα τῶν ἔτι αὐξανομένων. τῶν δὲ ἰχθύων ἡ τροφὴ αἵματός ἐστι λεπτοτέρου γεννητική. τῶν δὲ ὀστρακοδέρμων τὰ μαλακόσαρκα, οἷα τὰ ὄστρεα ὀλιγότροφα, ἄρτοι κριθῶν καὶ τὰ ἐκ κριθῶν ἄλφιτα, ἄρτοι πιτυρίαι καὶ οἱ ῥυπαροὶ πάντες καὶ οἱ πλυτοὶ ἄμυλον μᾶζα ἐξ ἀλφίτων κριθῆς, βρόμος κέγχρος καὶ μᾶλλον ἔλυμος ὄρυζα κύαμοι χλωροὶ μήκωνος σπέρμα συκάμινα ἀμύγδαλα πιστάκια κοκκύμηλα περσικὰ ἀρμενιακὰ πρεκόκκια ἐλαῖαι, καὶ μάλιστα αἱ δρυπεπεῖς λεπτοκάρυα καὶ μᾶλλον τὰ βασιλικὰ κάρυα σηρικὰ κράνα προῦμνα βάτινα κάππαρις καὶ μάλιστα ἡ ταριχευθεῖσα τῆς τερμίνθου πάντα [μόρια] κράμβη τεῦτλα ῥάφανος νᾶπυ καὶ ἀσπάραγοι πάντες σταφυλῖνος δαῦκος κάρω. κρόμμυα δὲ καὶ σκόρδα καὶ πράσα ὠμὰ μὲν οὐδόλως τροφὴν δίδωσιν, ἑψηθέντα δὲ δὶς ἢ τρὶς ὀλιγίστην· ῥόαι ὀλιγότροφοι· ἄπιοι κολοκύνθαι σταφίδες αἱ αὐστηραὶ καὶ ἀλιπεῖς. μέσα δὲ πώς ἐστι τῶν ὀλιγοτρόφων τε καὶ πολυτρόφων φάσιλοι ὦχροι λάθυροι· σῦκα δὲ οὐχ ὁμοίως ταῖς ἄλλαις ὀπώραις ὀλιγότροφα, σομφώδη δὲ ποιεῖ τὴν σάρκα· σταφυλαὶ δὲ ἔλαττον τῶν σύκων τρέφουσι χαύνῃ καὶ πλαδαρᾷ σαρκί. Ὅσα εὔχυμα.[20]
252 Εὐχυμότατόν ἐστι τὸ ἄριστον γάλα σχεδὸν ἁπάντων, ὧν προσφερόμεθα· ἄριστον δὲ τὸ τῶν εὐεκτούντων ζῴων, ὅταν ἀμελχθῇ πινόμενον εὐθέως, ἔτι θερμόν. ὠὰ τρομητὰ καὶ ῥοφητὰ τῶν ἀλεκτορίδων καὶ φασιανικῶν· ὄρνιθες καὶ ἰχθύες ὀλίγου δεῖν ἅπαντες εὔχυμοι πλὴν τῶν ἐν ἕλεσι καὶ λίμναις καὶ ποταμοῖς ἰλυώδεσι καὶ θολεροῖς διαιτωμένων. τῇ δὲ ὀσμῇ καὶ τῇ γεύσει τὴν διάγνωσιν ποιεῖσθαι χρὴ τῶν ἰχθύων. καὶ γὰρ δυσώδεις καὶ ἀηδεῖς καὶ βλεννώδεις εἰσὶν ὅσοι τὴν δίαιταν ἔχουσιν ἐν ὕδατι μοχθηρῷ. αἱ δὲ σάρκες τῶν ζῴων τῶν τετραπόδων, ὅταν καλῶς πεφθῶσιν, αἵματος ἀρίστου εἰσὶ γεννητικαί, καὶ μάλιστα τῶν εὐχύμων, ὁποῖόν ἐστι τὸ γένος τῶν ὑῶν. πάντα τὰ περὶ τὰ χείλη μόρια καὶ τὰ ἄλλα τὰ ἄκρεα καὶ τὰ πτερὰ τῶν ὀρνέων· ἔντερα δὲ καὶ μῆτραι καὶ οὐραὶ ἧττον τῶν σαρκῶν εἰσιν εὔχυμα. οἱ δὲ ἀδένες πεφθέντες καλῶς ὁμοίως ταῖς σαρξὶν εὔχυμοι. καρδία δὲ οὐ κακόχυμος. οἱ δὲ πόδες τῶν ὑῶν βελτίους εἰσὶ τοῦ ῥύγχους καὶ τῶν ὤτων. καὶ τῶν ἀγρίων ζῴων αἱ σάρκες εὐχυμότεραι τῶν ἡμέρων εἰσίν. ἄρτος καθαρὸς καλῶς ἐσκευασμένος εὔχυμος· χόνδρος, πτισάνη καλῶς ἐσκευασμένη, κύαμοι. κάστανα οὐ κακόχυμα, σῦκα πέπειρα καὶ σταφυλὴ πέπειρος, ἡ δὲ κρεμασθεῖσα ἄμεμπτος. ἰσχάδες ἀναδοθεῖσαι μὲν εὐθέως εὔχυμοι, χρονίσασαι δὲ ἐν τῇ γαστρὶ κακόχυμοι γίγνονται καὶ φθειρῶν γεννητικαί· μετὰ δὲ καρύων ἐσθιόμεναι κάλλιστόν ἐστιν ἔδεσμα. ὅσοι δὲ μετά τινος ἄλλου τῶν ἐδεσμάτων ἐσθίουσι τά τε σῦκα καὶ τὰς ἰσχάδας, οὐ σμικρὰ βλάπτονται. θρίδαξ ὡς ἐν λαχάνοις αἷμα γεννᾷ καὶ μετὰ ταύτην ἴντυβοι. οἱ εὐώδεις οἶνοι εὔχυμοι· τῶν εὐχυμοτάτων δέ ἐστιν ὁ Φαλερῖνος ὁ γλυκὺς καὶ ὁ Τμωλίτης. Ὅσα κακόχυμα.[20]
253 Πάντων ἀπέχεσθαι τῶν κακοχύμων ἐδεσμάτων συμβουλεύω, κἂν εὔπεπτά εἰσι. λανθάνει γὰρ ἐν χρόνῳ πλείονι μοχθηρὸς χυμὸς ἐν ταῖς φλεψὶν ἀθροιζόμενος ἐξ αὐτῶν, ὃς ἐπειδὰν ἀφορμῆς ὀλίγης εἰς σῆψιν ἐπιλάβηται, πυρετοὺς κακοήθεις ἀπεργάζεται. ἐστὶ δὲ κακόχυμα τάδε· τῶν προβάτων ἡ σὰρξ καὶ τῶν αἰγῶν, ἡ δὲ τῶν τράγων χειρίστη· ἐφεξῆς δὲ ἡ τῶν κριῶν, εἶθ’ ἡ τῶν ταύρων. ἐν πᾶσι δὲ τούτοις αἱ τῶν εὐνουχισθέντων ἀμείνους, τὰ δὲ πρεσβυτικὰ χείριστα. τῶν λαγωῶν δὲ ἡ σὰρξ αἵματος μέν ἐστι παχυτέρου γεννητική, βελτίονος δὲ εἰς εὐχυμίαν ἢ κατὰ βοῦν καὶ πρόβατον. κακόχυμος δὲ οὐδὲν ἧττόν ἐστι τούτων καὶ ἡ τῶν ἐλάφων. νεφροὶ κακόχυμοι καὶ οἱ τῶν τελείων ὄρχεις πλὴν τῶν ἐν τοῖς ἀλεκτρυόσιν· ἐγκέφαλος νωτιαῖος σπλὴν ὠὰ τηγανιστὰ τυροὶ ἁπαλοὶ βωλῖται ἀμανῖται τῆλις φακὴ βρόμος· ἐρέβινθος οὐκ εὔχυμος· ἡ δὲ ὄλυρα τοσούτῳ χείρων ἐστὶ πυροῦ, ὅσῳ τίφης καὶ βρόμου κρείττων· μελίνη κέγχρος καὶ ὅσα τοιαῦτα, οὐκ εὔχυμα. δράκοντες, γαλιώνυμοι, σκορπίοι τράχουροι τρίγλαι ὀρφοὶ γλαῦκοι ζύγαιναι γόγγροι φάγροι καὶ ὅσα ἄλλα τῶν ἐν θαλάττῃ κητώδη ζῷα, ἅπαντα κακόχυμα. καὶ οἱ ὡραῖοι καλούμενοι καρποὶ πάντες κακόχυμοι, μῆλα τὰ μήπω πέπειρα ἄπιοι πρὶν πεφθῆναι, περσικὰ ῥοιαὶ μέσπιλα κράνα προῦμνα κεράτια καὶ ὁ τῆς τερμίνθου καρπὸς κινάρα, καὶ μᾶλλον ὅταν σκληροτέρα γένηται, σίκυοι πέπονες. κολοκύνθη τούτων μὲν ἀμείνων ἐστίν, ἀλλὰ καὶ αὐτὴ διαφθαρεῖσα κατὰ τὴν γαστέρα κακόχυμος ἱκανῶς γίνεται. σῦκα δὲ ἧττον τῶν ἄλλων ὡραίων ἐστὶ κακόχυμα καὶ ἰσχάδες. τοῖς δὲ πλεονάζουσιν ἐν αὐταῖς οὐ πάνυ χρηστὸν αἷμα γεννᾶται, ὅθεν αὐταῖς καὶ τὸ τῶν φθειρῶν πλῆθος ἕπεται. τῶν δὲ λαχάνων οὐδὲν μὲν εὔχυμόν ἐστιν, ἐν μέσῳ δὲ εὐχύμων καὶ κακοχύμων θρίδαξ ἐστὶ καὶ ἴντυβοι καὶ μαλάχη βλίτον ἀτράφαξις. αἱ δὲ ῥίζαι τῶν λαχανωδῶν φυτῶν κακόχυμοι μὲν ὅσαι δριμεῖαι, καθάπερ ἡ τῶν κρομμύων καὶ πράσων καὶ σκόρδων καὶ ῥαφανίδων καὶ δαύκου· μέσαι δὲ εὐχύμων τε καὶ κακοχύμων αἱ τῶν γογγυλίδων εἰσὶ καὶ τῆς καλουμένης κάρου. ὤκιμον κακοχυμότατον, γογγυλὶς ἡ ὠμοτέρα, κράμβη βολβοὶ μὴ καλῶς ἑψηθέντες, κρόμμυα δὲ καὶ σκόρδα καὶ πράσα δύσεφθα γενόμενα τὴν κακοχυμίαν ἀποτίθενται. κακόχυμα δὲ ἐσχάτως πάντων ἐστὶν ἃ καλοῦσιν ἄγρια λάχανα. οἴνων οἱ παχεῖς ἅμα καὶ δυσώδεις καὶ ἀηδεῖς καὶ αὐστηροὶ κακόχυμοι, οἷός ἐστιν ὁ φαῦλος Βιθυνὸς ὁ ἐν μεγάλοις κεραμίοις· ὁ γὰρ ἐν τοῖς μικροῖς οὔτε εὔχυμός ἐστιν οὔτε κακόχυμος. Ὅσα εὔπεπτα.[35]
254 Ἄρτων οἱ καλῶς σκευασθέντες, ἰχθύων οἱ πετραῖοι πάντες, κωβιὸς νάρκη τρυγὼν [παραβαλλομένη] ἅπαν τὸ γένος τῶν πτηνῶν· ὀρνίθων ἡ σὰρξ παραβαλλομένη τῷ γένει τῶν πεζῶν εὐπεπτοτέρα τυγχάνει, καὶ μάλιστα πέρδικος ἀτταγῆνος περιστερᾶς 〈ἀλεκτορίδος〉 καὶ φασιανικῶν. τὰ πτερὰ 〈τῶν〉 χηνῶν καὶ μᾶλλον τὰ τῶν ἀλεκτορίδων, καὶ καθόλου κάλλιστα τὰ τῶν εὐτρόφων τε καὶ νέων πτερά, χείριστα δὲ τὰ τῶν ἰσχνῶν καὶ γεγηρακότων. σιτευθέντων δὲ δι’ ὀρροῦ γάλακτος χηνῶν τὸ ἧπαρ καὶ τῶν ὁμοίως τραφέντων ἀλεκτρυόνων οἱ ὄρχεις εὐπεπτότατοι. τὰ κρέα τῶν ὑῶν εἰς πέψιν ἐπιτηδειότερα, τοῖς μὲν ἀκμάζουσι καὶ διαπονουμένοις τὰ τῶν ἀκμαζόντων, τοῖς δὲ ἄλλοις τὰ τῶν ἔτι αὐξανομένων. οἱ δὲ μόσχοι βελτίους εἰς πέψιν τῶν τελείων βοῶν καὶ οἱ ἔριφοι τῶν αἰγῶν. καθόλου δὲ πάντων τῶν ἔτι αὐξανομένων ἡ σὰρξ εὐπεπτοτέρα 〈τῆς〉 τῶν παρακμαζόντων ἐστὶ καὶ ἡ τῶν ἐν ξηροῖς τόποις διαιτωμένων εὐπεπτοτέρα τῆς τῶν ἄλλων. τὸ βασιλικὸν κάρυον πέττεται μᾶλλον τοῦ λεπτοκαρύου. βολβοὶ δίσεφθοι μᾶλλον πέττονται, ὠὰ τρομητὰ καὶ ῥοφητὰ θρίδακες ἴντυβοι μαλάχη κολοκύνθη ἑφθή, ὅταν μὴ διαφθαρῇ· οἱ γλυκεῖς οἶνοι τῶν αὐστηρῶν πέττονται μᾶλλον· ἄμεινον δὲ εἰς τὴν πέψιν ἐστὶ τὸ ἥδιον ἑκάστῳ. Ὅσα δύσπεπτα.[15]
255 Αἰγεία σὰρξ βοεία ἐλαφεία· χειρίστη δὲ ἡ τῶν τράγων σὰρξ πρὸς πέψιν, ἐφεξῆς δὲ ἡ τῶν κριῶν, εἶθ’ ἡ τῶν ταύρων· καὶ τὰ πρεσβύτερα δὲ τῶν ζῴων χείριστα καὶ οἱ γηράσαντες τῶν ὑῶν ἰνώδη καὶ ξηρὰν καὶ διὰ τοῦτο δύσπεπτον ἔχουσι τὴν σάρκα. γαστὴρ δὲ δύσπεπτος ἔντερα μήτρα καρδία ἧπαρ ὦτα οὐραὶ νεφροὶ ἐγκέφαλος νωτιαῖος μυελὸς καὶ τῶν τελείων ζῴων οἱ ὄρχεις, χῆνες πλὴν τῶν πτερῶν. φαττῶν δὲ καὶ κιχλῶν καὶ κοσσύφων καὶ τῶν μικρῶν στρουθίων σκληροτέρα ἐστὶν ἡ σὰρξ καὶ μᾶλλον τῆς παλαιᾶς τρυγόνος καὶ νήττης· δυσπεπτοτέρα δὲ καὶ ἰνωδεστέρα τούτων ἡ τοῦ ταὼ καὶ ἡ τῶν ὠτίδων. καὶ κοιλίαι πᾶσαι τῶν πτηνῶν δύσπεπτοι διὰ τὸ σκληρὸν τῆς οὐσίας· ψευδῶς γὰρ ἐπαινοῦσιν ἔνιοι τὴν τοῦ στρουθοκαμήλου καὶ αἰθυίης. κοχλίαι δύσπεπτοι ὀξύγαλα τυρὸς παλαιός· ὁ δὲ νέος καὶ μάλιστα ὁ ὀξυγαλάκτινος καλλίων. πορφυρῶν καὶ κηρύκων καὶ τῶν ἄλλων ὀστρακοδέρμων τὰ σκληρὰν ἔχοντα τὴν σάρκα δύσπεπτα· ἀστακοὶ καὶ πάγουροι καρκῖνοι καὶ κάραβοι καρίδες καὶ πάντα τὰ τοιαῦτα, πολύποδες σηπίαι τευθίδες καὶ πάντα τὰ καλούμενα μαλακόδερμα, βάτοι λειόβατοι ῥῖναι δράκοντες κόκκυγες γαλιώνυμοι σκορπίοι τράχουροι ὠὰ ἑφθὰ ὀπτὰ τηγανιστὰ τυροὶ ἑφθοὶ ἄλφιτα τίφαι βρόμος κύαμοι δόλιχοι φάσιλοι λάθυροι ἐρέβινθοι ὄρυζα θέρμοι μελίνη κέγχρος καὶ ὅσα τοιαῦτα φακὸς σήσαμον κάστανα μῆλα ἄπιοι πρὶν πεπανθῆναι σύκα τὰ μήπω πέπειρα σταφυλαὶ ὀξεῖαι καὶ αὐστηραὶ φοίνικες πάντες κεράτια ὤκιμον γογγυλὶς ἡ ὠμοτέρα οἱ βολβοὶ ὠμότεροι σταφυλῖνος δαῦκος κάρω καὶ πᾶσαι αἱ ῥίζαι τῶν λαχάνων καὶ αὐτὰ τὰ λάχανα πάντα πλὴν θρίδακος καὶ ἰντύβων. οἴνων οἱ παχεῖς καὶ νέοι δύσπεπτοι, πολλῷ δὲ μᾶλλον τούτων δύσπεπτον τὸ ὕδωρ. Ὅσα εὐστόμαχα καὶ ῥωστικά.[25]
256 Φοίνικες αὐστηροὶ μῆλα κυδώνια ἐλαῖαι αἱ ἀπὸ ἅλμης (ἐπιτηδειότεραι δὲ αἱ μετ’ ὄξους συντιθέμεναι)· σταφίδες αὐστηραί, ἡ ἐν τοῖς στεμφύλοις ἀποτιθεμένη σταφυλὴ τὸ βασιλικὸν κάρυον τοῦ λεπτοκαρύου μᾶλλον καὶ πολὺ πλέον σὺν ἰσχάσι. γιγγίδιον τὸ παραπλήσιον τῷ σκάνδικι· πάνυ δέ ἐστιν εὐστόμαχον καὶ ὠμὸν καὶ ἑφθὸν ἐσθιόμενον, μακροτέρας δὲ ἑψήσεως οὐκ ἀνέχεται. κινάρα νᾶπυ ῥάφανος γογγυλὶς κάρδαμον καὶ ὁ ἕλειος ἀσπάραγος καὶ ὁ τῆς χαμαιδάφνης καὶ ὁ τῆς ὀξυακάνθης καὶ ὁ τῆς βρυωνίας. βολβοὶ εἰς ὄρεξιν ἐπεγείρουσι καὶ κάππαρις ταριχευθεῖσα. κιτρίου τὸ ἐκτὸς ῥώννυσιν ἐν φαρμάκου μοίρᾳ λαμβανόμενον. ὁ αὐστηρὸς οἶνος ῥώννυσι στόμα γαστρὸς καὶ κοιλίαν μάλιστα κατὰ δυσκρασίαν θερμὴν πεπονθυῖαν. Ὅσα κακοστόμαχα.[10]
257 Τεῦτλα κακοστόμαχα ὡς καὶ δηγμὸν ἐμποιεῖν, ὅταν πλείονα βρωθῇ, ὤκιμον γογγυλὶς ἡ ὠμοτέρα βλίτον καὶ ἀτράφαξις, εἰ μὴ μετ’ ὄξους καὶ γάρου καὶ ἐλαίου προσφέροιντο. τῆλις ἀνατρέπει καὶ σήσαμον. γάλα τοῖς μὲν ψυχρὰν ἔχουσι τὴν κοιλίαν ὀξύνεται, τοῖς δὲ θερμὴν κνισσοῦται· εἰκότως οὖν βλαβερόν ἐστι καὶ τοῖς πυρέττουσι. πλείονος δὲ εἴτις τοῦ μέλιτος προσενέγκοιτο, πρὸς ἔμετον ὁρμᾷ. πέπων μὴ καλῶς πεφθεὶς χολερικοὺς ἀποτελεῖν εἴωθε καὶ μηλοπέπων ὁμοίως. ἐγκέφαλος πᾶς κακοστόμαχος καὶ ναυτιώδης, ὥσπερ καὶ ὁ τῶν ὀστῶν μυελός. οἶνος ὁ μέλας καὶ αὐστηρὸς ῥᾳδίως ἀποξύνεται καὶ εἰς ἔμετον ὁρμᾷ καὶ ὁ παχὺς καὶ ὁ νέος. Ὅσα ἄφυσα.[10]
258 Πισσοὶ φάσιλοι κύμινον λιβυστικὸν ἄγνου σπέρμα καννάβεως ὁ καρπὸς κύαμοι φρυγέντες βολβοὶ ἐπὶ πλέον ἑψηθέντες, δεύτερον ἐν ἐλαίῳ μετ’ ὄξους ἐσθιόμενοι, μέλι τὸ κατὰ τὴν ἕψησιν ἀποθέμενον πάντα τὸν ἀφρόν. 〈ὀξύμελι〉 φύσας καταρρήγνυσιν. ἄρτοι κρίθινοι. μέσοι δέ εἰσι τῶν ἀφύσων καὶ φυσωδῶν φάσιλοι ὦχροι λάθυροι. Ὅσα φυσώδη.[5]
259 Ἐρέβινθοι θέρμοι μελίνη κέγχρος καὶ ὅσα τοιαῦτα, κύαμοι λοβοὶ δὲ ἧττον τῶν κυάμων, μᾶζα ἐξ ἀλφίτων, ὀποὶ πάντες καὶ μᾶλλον ὁ Κυρηναικὸς σιλφίου ὀπὸς καὶ ἡ ῥίζα. σύκου ὀλιγοχρόνιος ἡ φῦσα γίνεται διὰ τὸ ὑπέρχεσθαι ῥᾳδίως, τὰ δὲ ἀκριβῶς πέπειρα ἐγγύς ἐστι τοῦ μηδόλως βλάπτειν ὁμοίως ταῖς ἰσχάσιν· οἱ χλωροὶ φοίνικες φυσώδεις εἰσί· γογγυλὶς ἡ ὠμοτέρα. γάλα ῥᾳδίως ἐν τῇ γαστρὶ πνευματοῦται· βολβοὶ ὠμότεροι, μέλι τὸ μὴ τελέως ἑψηθέν. οἱ γλυκεῖς οἶνοι φῦσαν βραδύπορον γεννῶσι οἵ τε γλυκεῖς ἅμα καὶ αὐστηροί· γλεῦκος ὁμοίως, τουτέστιν ὁ νέος οἶνος. Ὅσα ῥύπτει, τέμνει, ἐκφράττει.[5]
260 Πτισάνη ῥύπτει· τῆλις μηλοπέπων καὶ πέπων σταφίδες αἱ γλυκεῖαι κύαμοι ἐρέβινθοι καὶ μᾶλλον οἱ μέλανες. κάππαρις λεπτομερής ἐστιν ἱκανῶς καὶ ἀπορρύπτει καὶ ἐκφράττει μάλιστα δι’ ὀξυμέλιτος ἢ δι’ ὀξελαίου πρὸ τῶν ἄλλων ἁπάντων σιτίων ἐσθιομένη. τεύτλων ὁ χυλὸς ῥύπτει καὶ μᾶλλον ὅταν μετὰ νάπυος ἢ ὄξους ἐσθίηται. βολβοὶ λεπτυντικὴν ἔχουσι δύναμιν καὶ ἐκφρακτικήν. κρόμμυα καὶ σκόρδα καὶ πράσα λεπτύνει τε καὶ τέμνει τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς καὶ τὸ ὀρρῶδες τοῦ γάλακτος λεπτύνει πάχος χυμῶν. σῦκα ῥύπτει· διὸ καὶ ἀμμώδη πολλὰ τῶν νεφρῶν ἐκκρίνει. ἰσχάδες λεπτύνουσι καὶ τέμνουσι καὶ νεφροὺς ἐκκαθαίρουσιν· ἀμύγδαλα ῥύπτει καὶ λεπτύνει καὶ καθαίρει τε τὰ σπλάγχνα καὶ τὰς ἐκ θώρακος καὶ πνεύμονος ἀναπτύσεις τῶν ὑγρῶν ἐργάζεται. πιστάκια χρήσιμα εἰς εὐρωστίαν ἥπατος καὶ κάθαρσιν τῶν ἐμπεφραγμένων κατὰ τὰς διεξόδους αὐτοῦ χυμῶν. ῥαφανὶς λεπτομεροῦς ἐστι δυνάμεως. μέλι λεπτομερέστατόν ἐστι τὸ γενόμενον ἐκ θερμῶν καὶ ξηρῶν φυτῶν· διὸ καὶ τὸ μελίκρατον ἐπιτήδειόν ἐστι πρὸς τὴν τῶν πτυέλων ἀναγωγήν. ὀξύμελι τὰ μὴ παντάπασι γλίσχρα καὶ παχέα ῥᾳδίως ἀνάγει καὶ τὰ σπλάγχνα ἀλύπως διακαθαίρει· πάνυ δὲ ὠφελεῖ καὶ τὰ κατὰ θώρακα καὶ πνεύμονα 〈πάθη〉. τοῖς παχὺν ἠθροικόσι χυμόν [καὶ] οἱ λεπτοὶ τῶν οἴνων χρήσιμοι· εἰ δὲ ψυχροὶ τυγχάνωσιν οἱ χυμοί, οἱ λεπτοὶ καὶ παλαιοὶ μετὰ δριμύτητος ἐπιτήδειοι· ὁ δὲ ὑδατώδης οἶνος τουτέστιν ὁ λευκὸς καὶ λεπτὸς ἐπιτήδειός ἐστιν εἰς τὴν τῶν ἐκ πνεύμονος ἀναγωγήν· ῥώννυσι γὰρ καὶ τοὺς χυμοὺς ὑγραίνει καὶ τέμνει μετρίως καὶ ὁ γλυκὺς δὲ οἶνος ἐν τοῖς ὀξέσι νοσήμασιν εἰς ἀνάκτησιν ἐπιτήδειος, οἷον ἐπὶ τῆς περιπνευμονίας καὶ πλευρίτιδος ἤδη πέψεως αὐτῶν γενομένης. Ὅσα ἐμφράττει.[25]
261 Γάλα τὸ ὀλίγον μὲν ἔχον τοῦ ὀρροῦ, πολὺ δὲ τοῦ τυρώδους, οὐκ ἀσφαλές ἐστι τοῖς ἐν αὐτῷ πλεονάζουσι. βλάπτει μὲν γὰρ καὶ νεφροὺς ὅσοι γε ἐπιτηδείως ἔχουσιν εἰς λίθων γένεσιν, ἐμφράξεις δὲ καὶ καθ’ ἧπαρ ἐργάζεται τοῖς ἑτοίμως παθεῖν δυναμένοις. ἰσχάδες ἥπατι καὶ σπληνὶ φλεγμαίνουσι βλαβεραί, καθάπερ τὰ σῦκα καὶ πάντα δὲ τὰ γλυκέα βλάπτει σπλῆνα καὶ ἧπαρ. τὸ μελίκρατον ἀνεπιτήδειον οἷς εἰς ὄγκον ἀρθῇ τὰ σπλάγχνα σκιρρούμενα καὶ οἰδισκόμενα καὶ φλεγμαίνοντα. οἱ λιπαροὶ φοίνικες ἐμφρακτικοὶ καὶ μάλιστα οἱ ὠμοί, καὶ πάντα ὅσα δι’ ἰτρίων καὶ σεμιδάλεως σκευάζεται, ἐμφρακτικὰ [γὰρ] καὶ σπληνὸς αὐξητικὰ καὶ λίθων ἐν νεφροῖς γεννητικά· ὁμοίως καὶ πύρινον ἄλευρον μετὰ γάλακτος. καὶ χόνδρος δὲ ἀνεπιτήδειος τοῖς τε τὸ ἧπαρ εὐέμφρακτον ἔχουσι καὶ τοῖς πρὸς λίθων γένεσιν ἐπιτηδείους τοὺς νεφρούς. οἶνος γλυκὺς ἐμφράττει καὶ τὰ σπλάγχνα αὐξάνει. Ὅσα βραδύπορα.[10]
262 Πάντα ὅσα δι’ ἰτρίων καὶ σεμιδάλεως σκευάζεται, βραδύπορα· κύαμοι φρυγέντες, οἱ καθαροὶ τῶν ἄρτων φακῆ τοῦ λέπους ἀφῃρημένη ἐγκέφαλος νωτιαῖος μυελὸς ἧπαρ καρδία πυρίεφθος ὠὰ ὀπτὰ ἑφθὰ ταγηνιστὰ θέρμοι φασίολοι πισσοὶ σήσαμον μῆλα καὶ ἄπιοι μηδέπω πέπειρα κεράτια οἶνοι οἱ γλυκεῖς καὶ μᾶλλον ὁ αὐστηρὸς καὶ μέλας ἄνευ γλυκύτητος καὶ ὁ παχὺς καὶ νέος πᾶς. τὸ δὲ ὕδωρ βραδυπορώτερον. Ὅσα εὔφθαρτα.[5]
263 Περσικὰ ἀρμενιακὰ πρεκόκκια· καὶ πᾶσι δὲ τοῖς ὡραίοις καρποῖς, ὅσα ταῖς κράσεσίν ἐστιν ὑγρά, συμβέβηκε φθείρεσθαι κατὰ γαστέρα, ὅταν μὴ φθάσῃ ταχέως ὑπελθεῖν. πάντα ὅσα κακόχυμα μέν ἐστιν, ὑγρὰ δὲ καὶ ὀλισθηρὰ καὶ ὑπιέναι ῥᾳδίως δυνάμενα ἐσθίεσθαι πρότερα χρὴ τῶν ἄλλων· οὕτω γὰρ αὐτὰ ταχέως ὑπέρχεται καὶ τοῖς ἄλλοις ποδηγεῖ· εἰ δὲ ὕστατα ληφθείη συνδιαφθείρει καὶ τὰ ἄλλα. Ὅσα δύσφθαρτα.[5]
264 Τὰ μικρὰ χημία πορφύραι κήρυκες ὅσα τε ἄλλα τῶν ὀστρακοδέρμων σκληρὰν ἔχει τὴν σάρκα· διδόαμεν τοῖς φθείρουσι τὴν τροφὴν ὑπὸ κακοχυμίας, ἑψῶντες δὶς ἢ τρὶς ἐν ὕδατι καλλίστῳ, μετατιθέντες αὐτὸ εἰς ἕτερον καθαρὸν ὕδωρ ζέον, ὅταν ἤδη τὸ πρότερον ἁλμυρὸν γένηται. καὶ ἀστακοὶ δὲ καὶ πάγουροι καρκῖνοί τε καὶ κάραβοι καὶ καρίδες ὅσα τε ἄλλα τοιαῦτα δύσφθαρτον ἔχει τὴν σάρκα παραπλησίως τοῖς σκληροσάρκοις τῶν ὀστρακοδέρμων. Ὅσα ὑπάγει γαστέρα.[5]
265 Φακῆ κράμβη καὶ τῶν θαλαττίων 〈σχεδὸν〉 πάντων τὰ ὀστρακόδερμα καὶ κοχλίαι σύνθετον ἔχουσι τὴν φύσιν ἐξ ἐναντίων δυνάμεων· αὐτὸ μὲν γὰρ τὸ στερεὸν ἑκάστου σῶμα βραδύπορόν ἐστι καὶ σταλτικὸν τῆς γαστρός, ἡ δὲ ὑγρότης ἐρεθίζει πρὸς ἔκκρισιν. εἴ τις οὖν καθεψήσας φακῆν ἢ κράμβην ἢ ἄλλο τι τῶν εἰρημένων, εἶτα ἡδύνας τὸ ἀφέψημα δι’ ἐλαίου καὶ γάρου καὶ πεπέρεως, ἔπειτα δοίη πιεῖν ὅτῳ βούλεται, θεάσεται διαχωροῦσαν ἐπὶ τῷ πόματι τὴν κοιλίαν. καὶ τῶν θαλαττίων δὲ ἐχίνων καὶ κογχαρίων πάντων οἱ ζωμοὶ καὶ τῶν παλαιῶν ἀλεκτρυόνων ὑπάγουσι. τὴν δὲ κράμβην ὑπάγειν βουλόμενοι, πλησίον τῆς κακκάβης κειμένης μετὰ τοῦ ὕδατος ἐν ᾧπερ ἂν ἡψημένη τύχῃ, ἀνασπῶντες εὐθέως ἐμβάλλομεν τῷ ἐλαιογάρῳ. 〈χρὴ δὲ μὴ〉 πάνυ καθεψεῖν ταύτην· ἄρτοι πιτυρῖται ὑπάγουσι. τήλεως χυλὸς ἑψηθεὶς μετὰ μέλιτος 〈καὶ〉 λαμβανόμενος ἐπιτήδειός ἐστιν ὑπάγειν ἅπαντας τοὺς ἐν τοῖς ἐντέροις μοχθηροὺς χυμούς· ὀλίγον δὲ εἶναι χρὴ τὸ μιγνύμενον αὐτῷ μέλι, μήπως γένηται δακνῶδες τῷ στομάχῳ. ἐλαῖαι ἁλμάδες ὑπάγουσι πρὸ τῶν σιτίων ἐσθιόμεναι. γάλα τὸ μὲν ὑγρότερον ὑπάγει μᾶλλον, τὸ δὲ παχύτερον ἧττον. ὁ δὲ ὀρρὸς τοῦ γάλακτος σφοδρῶς λαπάττει· ἐμβάλλειν δ’ αὐτῷ μέλιτος ἀρίστου χρὴ τοσοῦτον ὅσον ἡδῦναι μόνον, ἵνα μὴ ἀνατροπὴ τοῦ στομάχου γένηται, κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ ἁλῶν ἐμβάλλειν ὅσον μὴ λυπῆσαι τὴν γεῦσιν. τὰ τῶν πάνυ νέων ζῴων κρέα ῥᾷον ὑπέρχεται κατὰ γαστέρα ὁμοίως. καὶ τῶν σελαχίων νάρκη τε καὶ τρυγὼν ὑπέρχονται μετρίως, μαλάχη καὶ τεῦτλον μετρίως ὅ τε νεοπαγὴς τυρὸς μετὰ μέλιτος ἀτράφαξις κολοκύνθη πέπονες μηλοπέπονες σῦκα ἰσχάδες σταφυλαὶ γλυκεῖαι καὶ μάλιστα ὅταν ὦσιν ὑγραὶ συκάμινα πρῶτα ληφθέντα. κάρυον τὸ ἔτι ὑγρὸν πρὸς διαχώρησιν ἐπιτήδειον καὶ τὰ ξηρὰ δὲ ὁμοίως προαποβραχέντα ὕδατι ἐσθιέσθω. κοκκύμηλα ὑγρὰ 〈ὑπάγει〉· τὰ δὲ ξηρὰ προαποβραχέντα μελικράτῳ πλέον ἔχοντα τοῦ μέλιτος ἱκανῶς λαπάττει γαστέρα, κἂν μόνα τις αὐτὰ φάγῃ, κἂν πολὺ μᾶλλον ῥοφήσῃ τοῦ μελικράτου, πρόδηλον δ’ ὅτι συντελέσει τῇ τῆς γαστρὸς ὑπαγωγῇ· μετὰ δὲ τὴν προσφορὰν τῶν τοιούτων ἐπιπίνειν οἴνου γλυκέος καὶ διαλιπεῖν τινα χρόνον καὶ οὕτως ἀριστᾶν. μόρα κεράσια πρεκκόκια περσικὰ καὶ πάντα τὰ ὑγρὰ καὶ ὑδατώδη καὶ ὅλως ὅσα μηδεμίαν ἰσχυρὰν ἔχειν φαίνεται ποιότητα τοῖς γευομένοις ἢ ὀσμωμένοις αὐτῶν μέσης πώς ἐστι δυνάμεως τῶν τε ὑπαγόντων καὶ ἐπεχόντων. τὸ μέλι μόνον, εἴ τις μὴ ἀφεψήσας ἐκλείχοι, καλῶς ὑπάγει καὶ μελίκρατον τὸ ἐπ’ ὀλίγον ἢ μηδ’ ὅλως ἑψηθὲν ὑπέρχεται. οἶνος γλυκὺς συμβάλλεται τῇ κατὰ γαστέρα διεξόδῳ· γλεῦκος ὑπάγει. Ὅσα ἐπέχει γαστέρα.[35]
266 Φοίνικες οἱ αὐστηροὶ σταφίδες αἱ αὐστηραὶ 〈συκάμινα〉 βάτινα δαμάσκηνα ἄγρια προῦμνα μῆλα τὰ στύφοντα καὶ ἄπιοι καὶ ῥοιαὶ ὁμοίως. ἀστακοὶ πάγουροι καρκῖνοι κάραβοι καρίδες ὅσα τε ἄλλα τοιαῦτα τῶν μαλακοστράκων ἔλαττον μὲν τῶν ὀστρακοδέρμων ἐπέχει· ἔχει δὲ καὶ αὐτὰ τὸν ἁλυκὸν χυμόν. ὅταν δ’ αὐτὸν ἀπόθηται τῷ ὕδατι, ὥσπερ τῶν ὀστρέων καὶ τῶν ἄλλων ὀστρακοδέρμων, ἡ σὰρξ ἐπισχετικὴ γίνεται γαστρός. καὶ φακῆ δὲ καὶ κράμβη δίσεφθοι γενόμεναι γαστρὸς ἐφεκτικαὶ γίνονται· καὶ ξηρᾶναι βουληθέντες ὑγρὰν γαστέρα, ὅταν ἤδη μετρίως ἡψῆσθαι δοκῇ ἡ κράμβη, τὸ πρότερον ὕδωρ ἀποχέοντες ἐμβάλλομεν εὐθέως ἐν ἑτέρῳ θερμῷ, κἄπειτα πάλιν ἐν ἐκείνῳ καθέψομεν ὡς τακερὰν γενέσθαι· χρὴ δὲ μήτε ἀέρος μήτε ὕδατος ψυχροῦ ψαύειν τὸ δὶς ἑψόμενον· οὐκέτι γὰρ ἀκριβῶς γίνεται τακερόν, οὔδ’ ἂν ἐπὶ πλεῖστον ἑψηθῇ. ἀφαιρεθεῖσα δὲ ἡ φακῆ τοῦ λέμματος τὸ ἰσχυρῶς στυπτικὸν ἀπόλλυσι καὶ οὐχ ὁμοίως ξηραίνει τὰ κατὰ γαστέρα· εἰ μέντοι πτίσας αὐτὴν καὶ δὶς ἑψήσας ἀποχέοις τὸ πρότερον ὕδωρ, εἶτα ὀλίγον ἁλῶν ἢ γάρου μίξας ἐμβάλλοις τι τῶν ἐφεκτικῶν γαστρὸς ἄχρι τοῦ μὴ λυπῆσαι τὴν γεῦσιν, ἥδιστόν τε καὶ ὠφελιμώτατον ἐργάσῃ φάρμακόν τε ἅμα καὶ σιτίον. ἄλφιτα δι’ οἴνου αὐστηροῦ ποθέντα ξηραίνει· ὄρυζα ἐπέχει, ἔλυμον ἤτοι μελίνη κέγχρος λάγεια κρέα· οἶνος αὐστηρὸς καὶ μέλας ἄνευ γλυκύτητος καὶ ὁ λευκὸς καὶ αὐστηρὸς καὶ ὁ κιρρὸς καὶ αὐστηρός. Ὅσα θερμαίνει.[20]
267 Πυροὶ ἑφθοὶ καὶ οἱ ἀπ’ αὐτῶν ἄρτοι τίφη βρόμος τῆλις οἱ γλυκεῖς φοίνικες μῆλα τὰ μετρίως γλυκέα σήσαμον αἱ γλυκεῖαι τῶν σταφυλῶν (διὸ καὶ διψώδεις) αἱ γλυκεῖαι σταφίδες μαλάχαι μετρίως σέλινον σμύρνιον εὔζωμον ῥάφανος γογγύλη νᾶπυ κάρδαμον πύρεθρον σταφυλῖνος [καρναβάδην] κάρω σκόρδον κρόμμυον πράσον τυρὸς παλαιὸς οἶνος ὁ γλυκὺς μετρίως θερμὸς (διὸ καὶ διψώδης) ὁ δὲ κιρρὸς θερμότερος τοῦ μέλανος ὁ δὲ ξανθὸς θερμότατός ἐστιν ἄκρως, εἶτα ὁ κιρρός, εἶτα ὁ ἐρυθρός, εἶτα ὁ γλυκύς, εἶτα ὁ λευκὸς ἁπάντων ἧττον θερμαίνει· ὁ δὲ παλαιότατος ἱκανῶς θερμαίνει. Ὅσα ψύχει.[5]
268 Κριθὴ κατὰ πάντας τρόπους τῆς χρήσεως, κέγχρος ἔλυμον ὕδνα κολοκύνθη ἑφθὴ πέπονες μηλοπέπονες σίκυοι κοκκύμηλα συκόμορα αἱ αὐστηραὶ καὶ ὀξεῖαι σταφυλαί, αἱ αὐστηραὶ τῶν σταφίδων μῆλα τὰ στύφοντα καὶ τὰ ὀξέα καὶ τὰ ἀποιότερα καὶ αἱ τοιαῦται ἄπιοι καὶ ῥοιαὶ 〈ὁμοίως στύφουσιν〉. οἱ στύφοντες φοίνικες ψυχρὸν ἔχουσι χυμόν, θρίδαξ ἴντυβοι μετριώτερον ἀνδράχνη μήκωνος σπέρμα ὕδωρ οἶνος ὑδατώδης οὐ σαφῶς θερμαίνει· διὸ καὶ τοῖς πυρέττουσιν ἀκινδυνότερον δίδοται. οἶνος ὁ λευκὸς καὶ αὐστηρὸς ἥκιστα ὡς οἶνος θερμαίνει, ὁ δὲ λευκὸς ἅμα καὶ αὐστηρὸς καὶ παχὺς καὶ νέος αἰσθητῶς ψύχει· ψύχει δὲ καὶ τὸ ὄξος· λεπτομερὲς δὲ ὑπάρχει· διὸ καὶ τὰ νεῦρα πλέον τῶν ἄλλων τῶν ψυχόντων βλάπτει. μέσα δέ πως τῶν θερμαινόντων τε καὶ ψυχόντων ἐστὶν ἄρτοι πλυτοὶ ἄμυλον αἱ οἰνώδεις τῶν σταφυλῶν. Ὅσα ξηραίνει.[10]
269 Φακῆ κράμβη ἄλφιτα ἄγνου σπέρμα ὄροβοι δὶς ἑψηθέντες καὶ ἀπογλυκανθέντες πολλάκις ὕδατι· βελτίους δέ εἰσιν οἱ λευκοί. καὶ ὅσα δὲ ὀπτῶντες ἢ ταγηνίζοντες ἐσθίουσι, ξηροτέραν τροφὴν δίδωσι τῷ σώματι καὶ ὅσα δαψιλῶς ἔχει γάρου καὶ οἴνου, ξηρότερα τῶν οὐκ ἐχόντων ἐστίν, μεγίστη δὲ ἐν τῇ σκευασίᾳ διαφορὰ γίνεται κατὰ τὴν τῶν ἐμβαλλομένων αὐτοῖς δύναμιν σπερμάτων τε καὶ λαχάνων καὶ φυτῶν, ἁπάντων μὲν ξηραινόντων, ἀλλ’ ἤτοι μᾶλλον ἢ ἧττον. Ὅσα ὑγραίνει.[5]
270 Πτισάνη κολοκύνθη ἑφθὴ πέπονες μηλοπέπονες σίκυοι κάρυα χλωρὰ κοκκύμηλα συκάμινα συκόμορα θρίδακες ἴντυβοι. μαλάχη δὲ καὶ βλίτα καὶ ἀτράφαξις ὑδατωδέστατα λαχάνων ἐστίν. κύαμοι χλωροὶ ὑγραίνουσι καὶ ἐρέβινθοι· ὕδωρ θερμὸν μὲν ὑγραίνει καὶ θερμαίνει, ψυχρὸν δὲ ψύχει καὶ ὑγραίνει. Ὅσα κεφαλὴν βλάπτει.[5]
271 〈Συκάμινα〉 βάτινα κεφαλαλγῆ φοίνικες πάντες εὔζωμον τῆλις ὁ κιρρὸς καὶ αὐστηρὸς οἶνος κεφαλαλγὴς καὶ γνώμης ἅπτεται μᾶλλον τοῦ μέλανος καὶ αὐστηροῦ, καὶ οἱ εὐώδεις κεφαλαλγεῖς· ὁ δὲ ὑδατώδης οὔτε κεφαλαλγὴς οὔτε νεύρων ἅπτεται, ὁ δὲ ὀλιγοφόρος καὶ παύει τὰς κεφαλαλγίας τὰς γινομένας διὰ χυμούς, τοὺς ἐν τῇ γαστρί. γάλα οὐκ ἐπιτήδειον κεφαλῇ, εἰ μή τις ἰσχυρὰν αὐτὴν ἔχοι πάνυ. τὸ ἀπόβρεγμα τῶν στεμφύλων, ὃ καλοῦσι τρύγα, κεφαλαλγὲς καὶ ἡ ἐν τοῖς στεμφύλοις ἀποτιθεμένη σταφυλή.[5]