Medical Book VII is the seventh volume of the sixteen-book medical compendium known as the Tetrabiblos, compiled by the sixth-century physician Aëtius of Amida. Written in Greek during the reign of Emperor Justinian I in Constantinople, this practical work systematically synthesizes therapeutic knowledge from earlier Greek and Roman authorities, most notably Galen and Dioscorides. As indicated by its table of contents, this book is devoted exclusively to diseases of the eye. It methodically details the nature of the eyes, classifies their various ailments, and provides extensive treatments for conditions including inflammation, swelling, ulcers, and injuries from foreign bodies or burns. The therapies, which encompass regimens involving baths, wine, bloodletting, purges, and a wide array of compounded ointments and plasters, are grounded in the humoral theory of medicine.
The complete text survives through a robust manuscript tradition, having been meticulously preserved and copied for centuries in the Byzantine world. Modern scholars regard Aëtius’s encyclopedia as a crucial bridge between classical medical knowledge and later Byzantine, Arabic, and medieval European medicine. It was composed primarily as a reference for practicing physicians, blending empirical observation with a structured reverence for established medical tradition. The work’s enduring influence is attested by its subsequent translations into Arabic and Latin, which were instrumental in transmitting classical ophthalmological, pharmacological, and surgical knowledge to subsequent generations.
| 〈ΑΕΤΙΟΥ ΛΟΓΟΣ ΕΒΔΟΜΟΣ〉 Πίναξ τῶν κεφαλαίων τοῦ ἑβδόμου λόγου. | |
| P | [Start of Table] α Περὶ φύσεως ὀφθαλμῶν β Πόσα καὶ τίνα πάθη συνίστανται περὶ τὸν ὀφθαλμόν γ Θεραπεία ταράξεως ὀφθαλμῶν δ Θεραπεία ἐπιπολαίου φλεγμονῆς ἐν ὀφθαλμοῖς ε Περὶ τῆς ἐπὶ πλήθει γιγνομένης φλεγμονῆς καὶ χημώσεως καὶ ἐξηγήσεως τοῦ ἀφορισμοῦ ϛ Περὶ λουτρῶν τοῖς ὀφθαλμιῶσιν ζ Περὶ οἰνοποσίας η Περὶ φλεβοτομίας θ Περὶ καθάρσεως καὶ ἰδικῶν σημείων τοῦ ὀφθαλμοῦ, ἐξ ὧν διακρίνεται τὸ νόσημα ι Περὶ πυρίας ια Περὶ θερμῆς δυσκρασίας καὶ δοκιμασίας πομφόλυγος ιβ Περὶ τῶν γάλα ἐγχυματιζόντων τοὺς φλεγμαίνοντας ὀφθαλμούς ιγ Περὶ τῆς κατὰ τοὺς ὀφθαλμοὺς ψυχρᾶς δυσκρασίας ιδ Περὶ ἐμφυσήματος ὀφθαλμῶν ἐκ τῶν Δημοσθένους ιε Περὶ οἰδήματος ιϛ Περὶ σκιρρώδους οἰδήματος ιζ Κοινὴ θεραπεία τῶν ἐν ὀφθαλμοῖς ἑλκῶν καὶ χυλοῦ τήλεως σκευασία ιη Περὶ τῶν εἰς τὸν ὀφθαλμὸν ἔξωθεν ἐμπιπτόντων ζῳϋφίων ἢ ἀχύρου ἢ ψάμμου ιθ Περὶ τῆς εἰς τὸν ὀφθαλμὸν ἐμπεσούσης ἀσβέστου κ Περὶ τῶν ἀπὸ πυρὸς ἑλκώσεων κα Περὶ τῶν ἐμπησσομένων εἰς τὸν ὀφθαλμόν κβ Περὶ ὑποσφάγματος κγ Περὶ νυγμάτων, οἷα συμβαίνῃ ἀπὸ γραφείου ἤ τινος τοιούτου κδ Περὶ τραυμάτων βαθυτέρων κε Περὶ τῆς τοῦ ὠοειδοῦς ἐκκρίσεως κϛ Περὶ τῆς τοῦ ὅλου ὀφθαλμοῦ προπτώσεως κζ Περὶ τῶν ἐξ ἐπιφορᾶς ὑγρῶν γιγνομένων ἑλκώσεων ἐπιπολαίων, νεφελίου ἀχλύος καὶ ἐπικαύματος κη Περὶ ἀργέμου κθ Περὶ βοθρίων καὶ κοιλωμάτων λ Περὶ πυώσεων ἤτοι τῶν λεγομένων ὀνυχίων.[45] |
| P (50) | Κολλύριον τὸ Δίωνος λα Περὶ φλυκταινῶν ἐν ὀφθαλμοῖς λβ Περὶ ἀνθράκων ἐν βλεφάροις λγ Περὶ καρκινωδῶν ἑλκῶν ἐν ὀφθαλμοῖς λδ Περὶ κακοήθων ἑλκῶν ἐν ὀφθαλμοῖς λε Περὶ μυοκεφάλων. Κολλύριον πρὸς μυοκέφαλα καὶ πτερύγια λϛ Περὶ σταφυλωμάτων λζ Χειρουργία σταφυλωμάτων λη Περὶ τῶν ἐπουλώσεως δεομένων ἑλκῶν λθ Περὶ τῶν ἐν ὀφθαλμοῖς οὐλῶν ἤτοι λευκωμάτων μ Ὕλη λεπτύνειν δυναμένη οὐλὰς καὶ λευκώματα Γαληνοῦ μα Ἄλλα βοηθήματα πρὸς οὐλὰς καὶ λευκώματα μβ Βάμματα λευκωμάτων μγ Πρὸς γλαυκοφθάλμους, ὥστε μελαίνας ἔχειν τὰς κόρας μδ Περὶ τῆς τῶν παίδων θεραπείας με Περὶ τραχωμάτων καὶ δασυμάτων συκώσεων καὶ τύλων Σεβήρου. Κολλύρια διάφορα ὑγρὰ τραχωματικά μϛ Περὶ ὀφθαλμῶν ἀτονίας Δημοσθένους μζ Περὶ μυωπίας μη Πρὸς νυκτάλωπας, τούς τε ἐν ἡμέρᾳ μὴ ὁρῶντας καὶ τοὺς ἐν νυκτὶ μᾶλλον ὁρῶντας μθ Περὶ ἀμβλυωπίας Γαληνοῦ ν Περὶ ἀμαυρώσεως να Περὶ παραλύσεως ὀφθαλμῶν νβ Περὶ γλαυκώσεως Δημοσθένους νγ Περὶ ὑποχύσεως Δημοσθένους νδ Περὶ μυδριάσεως ἤτοι πλατυκορίας νε Περὶ φθίσεως τῆς κόρης νϛ Περὶ ἀτροφίας ὀφθαλμοῦ καὶ φθίσεως νζ Περὶ ἐκπιεσμοῦ νη Περὶ συγχύσεως νθ Περὶ τῶν ἐπιφυομένων τῷ λευκῷ τοῦ ὀφθαλμοῦ ξ Περὶ πτερυγίων ξα Φάρμακα πρὸς πτερύγια ξβ Χειρουργία πτερυγίων ξγ Περὶ ἐγκανθίδων ξδ Χειρουργία ἐγκανθίδων ξε Περὶ αἱμορραγίας ἐκ τῶν κανθῶν ξϛ Περὶ προσφύσεως βλεφάρων καὶ ἀγκυλώσεων ξζ Περὶ τῶν ἐν βλεφάροις φθειρῶν καὶ κονίδων ξη Περὶ τριχιάσεως βλεφάρων καὶ διστιχιάσεως καὶ φαλαγγώσεως ξθ Φάρμακα πρὸς τὸ τὰς ἐκτιλλομένας τρίχας μὴ φύειν ο Ἀνακολλήματα τριχῶν οα Περὶ ἀναρραφῆς καὶ καταρραφῆς βλεφάρων οβ Περὶ καταρραφῆς ογ Περὶ ἐκτροπίου Δημοσθένους οδ Χειρουργία ἐκτροπίου Ἀντύλου οε Περὶ λαγωφθάλμων Δημοσθένους οϛ Περὶ σκληροφθαλμίας Δημοσθένους οζ Περὶ ξηροφθαλμίας οη Περὶ ψωροφθαλμίας οθ Ἐπιμέλεια ξηροφθαλμίας καὶ σκληροφθαλμίας καὶ ψωροφθαλμίας π Πρὸς μαδάρωσιν βλεφάρων πτίλωσιν μίλφωσιν πα Περὶ ἀποστημάτων ἐν βλεφάροις Δημοσθένους πβ Περὶ λιθιάσεως ἐν βλεφάροις πγ Περὶ χαλαζίων πδ Περὶ κριθῆς ἢ ποσθίας πε Περὶ γαγγλίων ἀθερωμάτων στεατωμάτων καὶ μελικηρίδων ἐν βλεφάροις πϛ Περὶ κιρσῶν ἐν βλεφάροις καὶ κακοήθων ἐπιφύσεων πζ Περὶ αἰγίλωπος Σεβήρου πη Περὶ καύσεως αἰγιλώπων πθ Περὶ ἀγχίλωπος Ϟ Περὶ ῥυάδων ὀφθαλμῶν καὶ στίμμι πρὸς τοὺς ῥυαδικοὺς Ἀλεξάνδρου τοῦ βασιλέως, τὸ διὰ κρόκου νάρδου Κελτικῆς καὶ ἀμπελίτιδος γῆς Ϟα Περὶ τῶν καιόντων τοὺς κροτάφους Ϟβ Περὶ ἀρτηριοτομίας Ϟγ Περὶ τοῦ περισκυφισμοῦ Ϟδ Περὶ ὑποσπαθισμοῦ Ϟε Περὶ ἀγγειολογίας καὶ τοῦ διὰ τῶν κεφαλῶν τῶν ἐχιδνῶν ἐπιχρίσματος κροτάφων Ϟϛ Περὶ τῶν κροταφιτῶν καταπλασμάτων καὶ ἀνακολλημάτων καὶ ἐπιχρισμάτων Ϟζ Ὅλης τῆς κεφαλῆς ἐπιχρίσματα Σεβήρου [ Ϟη Πρὸς τοὺς ῥευματιζομένους ὀφθαλμούς] Ϟη Καταπλάσματα ὀφθαλμῶν Διοσκορίδους Ϟθ Ἐπιχρίσματα ὀφθαλμῶν ρ Περὶ ξηροκολλυρίων ρα Περὶ ὑγροκολλυρίων ρβ Κολλύρια διάκροκα καὶ διὰ χυλῶν διάφορα ργ Περὶ μονοημέρων κολλυρίων Γαληνοῦ ρδ Περὶ τῶν σταλτικῶν καὶ ἐρικηρῶν κολλυρίων ρε Περὶ ἀδήκτων κολλυρίων ρϛ Περὶ τῶν ἀδήκτων λευκῶν κολλυρίων καὶ κυκναρίων ρζ Κολλύρια Λιβιανὰ καὶ ἀστὴρ καὶ τεφρὰ καὶ σποδιακὰ καὶ ἄδηκτα ρη Κολλύρια διὰ λιβάνου πρὸς τὰ κοινὰ ἕλκη ρθ Κολλύριον τὸ Κλέωνος ρι Κολλύρια διάρροδα λευκὰ καὶ χλωρὰ καὶ τὸ Νείλου ρια Κολλύριον χλωρὸν τὸ διὰ χαλβάνης ριβ Κολλύρια διάσμυρνα καὶ Χιακὰ καλούμενα δι’ οἴνου ριγ Κολλύριον τὸ διὰ βδελλίου καὶ στύρακος Φιλαγρίου ριδ Κολλύρια τραχωματικὰ καὶ σμηκτικά ριε Κολλύρια ἔνστακτα καλούμενα πρὸς ἀμβλυωπίας ριϛ Κολλύριον τὸ διὰ κέρατος ριζ Κολλύρια νάρδινα καὶ Θεοδότια [End of Table] Ἀετίου λόγος ἕβδομο c .[180] |
| 1 (t) | Περὶ τῶν ἐν ὀφθαλμοῖς παθῶ ν . Περὶ φύσεως ὀφθαλμῶν. ἡ κατὰ τοὺς ὀφθαλμοὺς θεραπεία ποικίλη τίς ἐστι καὶ διαφέρουσα, ἐπειδὴ καὶ αὐτὸ τὸ μόριον, λέγω δὴ ὁ ὀφθαλμός, οὐχ ἁπλοῦν, ἀλλὰ σύνθεσιν πρὸς τὸ εἶναι ἔλαχε, χιτῶσι λέγω καὶ ὑγροῖς καὶ προσέτι τοῖς βλεφάροις κεκοσμημένον. ἡ γὰρ φύσις τὰ ἀπ’ ἐγκεφάλου καταφερόμενα νεῦρα ἐπὶ τὰς χώρας τῶν ὀφθαλμῶν, λέγω δὴ τὰ ὀπτικά, καὶ τὴν συνδιεξερχομένην αὐτοῖς μοῖραν τῶν περιεχουσῶν τὸν ἐγκέφαλον δύο μηνίγγων διαυξάνασα καὶ οἷον πλατύνασα, τοῖς ἐν τῷ ὀφθαλμῷ χιτῶσι τὴν ὕπαρξιν ἐδωρήσατο, τὸν μὲν πάντων ἔνδοθεν χιτῶνα ἀμφιβληστροειδῆ λεγόμενον ἐκ τοῦ ὀπτικοῦ νεύρου κατασκευάσασα, τὸν δὲ τούτου προβεβλημένον χιτῶνα ῥαγοειδῆ καλούμενον ἐκ τῆς λεπτῆς μήνιγγος ἀποφύσασα· ἔοικε γὰρ ῥαγὶ σταφυλῆς τὸ σχῆμα καὶ τὴν χρόαν καὶ τέτρηται κυκλοτερεῖ τρήματι κατὰ τὴν κόρην. ὁ δὲ τούτων ἀμφοτέρων ἔξωθεν χιτὼν κερατοειδὴς ὀνομαζόμενος ἐκ τῆς παχείας μήνιγγος ἔχει τὴν ὕπαρξιν· ὁ δὲ τούτων πάντων ἔξωθεν προβεβλημένος ὁ λευκὸς οὗτος, ὃν ἐπιπεφυκότα καλοῦμεν, ἐκ τοῦ περικειμένου ἔξωθεν τῷ τῆς κεφαλῆς ὀστῷ ὑμένος, περιοστέου καὶ περικρανίου λεγομένου, ἔχει τὴν γένεσιν καὶ ἐκ τῶν ἀποφύσεων τῶν περικειμένων τῷ ὀφθαλμῷ σωμάτων. ὑγρὰ δέ ἐστιν ἐν τῷ ὀφθαλμῷ τρία· ἔνδοθεν μὲν πάντων τὸ περιεχόμενον ἐν τῇ κοιλότητι τοῦ ἀμφιβληστροειδοῦς χιτῶνος ὑαλοειδὲς λεγόμενον προσέοικε γὰρ καὶ τῇ χρόᾳ καὶ τῇ συστάσει τῇ κεχυμένῃ ὑάλῳ. τούτου δὲ ἐξωτέρω κεῖται κατὰ τὸ πέρας τοῦ ἀμφιβληστροειδοῦς χιτῶνος τὸ κρυσταλλοειδὲς ὑγρόν, ὃ καὶ δισκοειδὲς καὶ φακοειδὲς καλεῖται· προσέοικε γὰρ τῇ μὲν χρόᾳ κρυστάλλῳ, τῷ δὲ σχήματι φακῷ· ἔξωθεν δὲ περικέχυται τούτῳ τὸ ὠοειδὲς ὑγρόν· προσέοικε γὰρ τῇ χρόᾳ καὶ τῇ συστάσει τῷ ἐν τοῖς ὠοῖς ὑγρῷ τῷ λευκῷ καὶ λεπτῷ. τὸ μὲν οὖν πάντων ἔνδοθεν τὸ ὑαλοειδὲς ὑγρὸν πρὸς τὸ τρέφειν τὸ κρυσταλλοειδὲς παρεσκεύασται· τὸ δὲ ἔξωθεν αὐτῷ περικεχυμένον τὸ ὠοειδὲς πρὸς τὸ ἐπιτέγγειν τοῦτο γεγένηται καὶ μὴ συγχωρεῖν αὐτὸ ἀδικεῖσθαι ὑπὸ τῆς τοῦ ἡλίου αὐγῆς. τὰ δὲ βλέφαρα συνίστησιν ὁ ἐπιπεφυκὼς ὑμὴν ἐπαναδιπλούμενος καὶ περιλαμβάνων καὶ οἷον ἔνδυμα διπλοῦν ἔνδοθέν τε καὶ ἔξωθεν γιγνόμενος τοῖς κινοῦσι τὰ βλέφαρα μυσί. τούτων ἕκαστον ἐκτρεπόμενον τοῦ κατὰ φύσιν, νοσεῖν παρασκευάζει τὸν ὀφθαλμόν. Πόσα καὶ τίνα πάθη περὶ τὸν ὀφθαλμὸν συνίσταται.[30] |
| 2 | αἱ ἰδίως λεγόμεναι ὀφθαλμίαι καὶ αἱ χημώσεις καὶ ταράξεις, οἰδήματα ὑποσφάγματα καὶ πτερύγια πάθη τοῦ ἐπιπεφυκότος εἰσίν. ἀλλὰ καὶ ἑλκοῦται καὶ ἀνθρακοῦται καὶ καρκινώδη διάθεσιν ἴσχει. σκληροφθαλμία δὲ καὶ ξηροφθαλμία κοινόν ἐστι πάθος βλεφάρων τε καὶ αὐτοῦ τοῦ ὀφθαλμοῦ. περὶ δὲ τὴν ἔξωθεν ἐπιφάνειαν τῶν βλεφάρων ὑδατίδες γίγνονται καὶ μελικηρίδες καὶ στεατώματα. τῶν δὲ περὶ τὸ ἐντὸς τῶν βλεφάρων συνισταμένων ἐστὶ δασύτης καὶ τραχώματα καὶ συκώσεις, χαλάζιά τε καὶ λιθιάσεις, συμφύσεις καὶ μύσεις. καὶ λαγώφθαλμοι δὲ καλοῦνται, οἷς τὸ ἄνω βλέφαρον ἀνέσπασται, ὡς ἐπικαλύπτειν τὸν ὀφθαλμὸν μὴ δύνασθαι· ἐκτρόπια δέ, οἷς τὸ κάτω βλέφαρον ἐξέστραπται, ἀλλὰ καὶ κολοβώματα καὶ διαβρώσεις καὶ ἑλκώσεις ἐν τοῖς βλεφάροις συνίστανται. περὶ δὲ τοὺς ταρσοὺς γίγνεται ἡ τριχίασις καὶ διστιχίασις καλουμένη καὶ ἡ μαδάρωσις τῶν τριχῶν ἤτοι βλεφαρίδων, ἥτις καὶ πτίλωσις καλεῖται. γίγνεται δὲ καὶ φθειρίασις καὶ πιτυρίασις καὶ κριθή· καὶ ἡ λεγομένη δὲ μίλφωσις τῶν ταρσῶν ἐστι πάθος, ἐρυθροὶ γὰρ τούτοις εἰσὶν οἱ ταρσοὶ ἐοικότες μίλτῳ τῇ χρόᾳ. οἱ δὲ κανθοὶ πεπόνθασι μὲν κἀν τοῖς αἰγίλωψιν, ἀλλ’ οὐ μόνοι. ἐγκανθίδες δὲ καὶ ῥυάδες μόνων τῶν κανθῶν εἰσι πάθη. περὶ δὲ τὸν κερατοειδῆ χιτῶνα συνίσταται ἀχλὺς νεφέλιον ἄργεμον ἐπίκαυσις ἕλκωσις κοίλωμα βόθριον ῥῆξις πρόπτωσις ὀνύχια πύωσις φλύκταιναι ἄνθρακες καρκινώδεις διαθέσεις. περὶ δὲ τὸν ῥαγοειδῆ χιτῶνα συνίσταται πάθη πρόπτωσις μυιοκέφαλα σταφυλώματα ἧλοι μυδρίασίς τε ἡ καὶ πλατυκορία καλουμένη φθίσις σύγχυσις παρασπασμοὶ τῆς κόρης· τὸ δὲ ὑπόχυμα συνίσταται κατ’ αὐτὸ τὸ τρῆμα τοῦ ῥαγοειδοῦς, τουτέστι κατὰ τὴν κόρην λεγομένην. ἀλλὰ καὶ τὸ ὠοειδὲς ὑγρὸν πλεῖον ἑαυτοῦ γενόμενον ἢ παχύτερον ἐμποδίζει τοῦ ἀκριβῶς ὁρᾶν καὶ μειούμενον δὲ ξηραίνει τὸ κρυσταλλοειδὲς ὑγρόν. ἡ δὲ γλαύκωσις λεγομένη ξηρότης ἐστὶ σφοδρὰ τοῦ κρυσταλλοειδοῦς ὑγροῦ· ἡ δὲ ἀμαύρωσις ἔμφραξίς ἐστι τοῦ ὀπτικοῦ νεύρου, ὡς μηδόλως ὁρᾶν τὸν οὕτω παθόντα καθαρᾶς φαινομένης τῆς κόρης· βεβλαμμένοι δέ εἰσι τοὺς ὀφθαλμοὺς χωρὶς τοῦ φαίνεσθαί τι φαῦλον περὶ τοὺς ὀφθαλμοὺς καὶ οἱ νυκταλωπιῶντες. ὅλων δὲ τῶν ὀφθαλμῶν βλάβη φανερά ἐστιν ὁ ἐκπιεσμὸς καλούμενος· ἔστι δὲ προπέτεια τοῦ ὀφθαλμοῦ οἷον ἔξω ἐγκειμένου. ἀρκτέον δὲ τῆς θεραπείας ἀπὸ τῶν ἁπλουστέρων τε καὶ ἐπιπολαίων ἐν ὀφθαλμοῖς νοσημάτων. Θεραπεία ταράξεως.[35] |
| 3 | τὰς μὲν οὖν τῶν ὀφθαλμῶν ταράξεις ὑπό τε καπνοῦ γιγνομένας καὶ ἐγκαύσεως ἢ κονιορτοῦ ἤ τινος ἑτέρου παραπλησίου θεραπεύσεις ῥᾳδίως πρῶτον μὲν κελεύων τὸν πάσχοντα ἀφίστασθαι τῆς βλαπτούσης αἰτίας, οἷον ἡλίου ἢ καπνοῦ ἤ τινος παραπλησίου, ἔπειτα ἀπονίπτειν τὰς ὄψεις, πρότερον μὲν χλιαρῷ ὕδατι γλυκεῖ, μετὰ δὲ ταῦτα καὶ ψυχρῷ καὶ τὴν αὐγὴν ἀποστρεφόμενος καὶ μύων τοῖς ὀφθαλμοῖς· ἐπὶ τούτοις γὰρ καθίσταται μηδενὸς ἑτέρου προσενεχθέντος, ἀλλὰ μόνον ἐνδεέστερον διαιτηθέντος. ποτῷ δὲ πλείονι χρῆσθαι ἐπὶ τῶν ἐγκαύσεων· εἰ γὰρ ὕπνος ἐπιλάβοι βαθύτερος καὶ ὀφθαλμία τις προσδοκωμένη πεφθήσεται, διὸ μηδὲ τῶν λουτρῶν ἀπέχεσθαι, διαιτᾶσθαι δὲ ἀκριβέστερον. ἐπιμενούσης δὲ τῆς διαθέσεως, ἡσυχάζειν καὶ ἐπιχρίειν τὰ βλέφαρα τοῖς διὰ κρόκου ἢ διαρρόδων κολλυρίοις καὶ μάλιστα τῷ Νείλου διαρρόδῳ. τὰς δὲ λήμας καὶ τὰς ἐν νυκτὶ γιγνομένας περὶ τὰ βλέφαρα κολλήσεις διακαθαίρει τε καὶ ὀνίνησι καλῶς ὀξύκρατον ὑδαρέστατον καὶ αὐτὸ τὸ ὕδωρ καθ’ αὑτὸ ψυχρὸν καταντλούμενον καὶ τῶν ξηρῶν τι προσαγόμενον τῶν ἀποδακρυτικῶν καὶ μάλιστα τὸ κροκῶδες προκαταληπτικὸν καλούμενον. Θεραπεία ἐπιπολαίου φλεγμονῆς ἐν ὀφθαλμοῖς Γαληνοῦ.[15] |
| 4 | φλεγμονῆς δὲ ἐπιπολαίου γενομένης τοῦ ἐπιπεφυκότος ὑμένος, ὀδύνης σφοδρᾶς μὴ παρούσης, ἀποκρουστικὰ παραληπτέον ἐπ’ αὐτῶν κολλύρια, πραΰνοντα τὸ σφοδρὸν αὐτῶν τῆς δήξεως τῇ μίξει τοῦ ὠοῦ· ὡς τὸ πολὺ γὰρ ἀρκεῖ τὸ λευκὸν τοῦ ὠοῦ μετὰ τῶν καλουμένων μονοημέρων κολλυρίων ἐκθεραπεύειν τὰς ἐπιπολαίους καὶ ἀρχομένας ὀφθαλμίας χωρὶς μεγάλης φλεγμονῆς καὶ σφοδρᾶς ὀδύνης· πολλάκις γὰρ οὕτως ἐπράϋνε τὰς φλεγμονάς, ὡς εἰς ἑσπέραν μὲν λουτρῷ χρήσασθαι τὸν ἄνθρωπον, ἐπὶ δὲ τῆς ὑστεραίας τῷ ναρδίνῳ κολλυρίῳ πρὸς ἀποκατάστασίν τε καὶ τόνωσιν ὑπαλείψασθαι· παραμιγνύειν δὲ τῷ ναρδίνῳ παρὰ μὲν τὴν πρώτην ὑπάλειψιν ἐλάχιστόν τι τῶν ἀποκρουστικῶν, κατὰ δὲ τὴν δευτέραν ἔτι βραχύτερον. ἐφ’ ὧν μὲν οὖν ἐπικρατεῖ τὰ στύφοντα, πλεῖστον εἶναι δεῖ τὸ ὑγρὸν τοῦ ὠοῦ, βραχύτατον δὲ τοῦ κολλυρίου· ἐφ’ ὧν δὲ τὰ συμπεπτικὰ ἐπικρατεῖ κολλύρια, οἷόν ἐστι τὸ νάρδινον, παχυτέρῳ χρηστέον. πυρία δὲ προσαγέσθω τούτοις διὰ σπόγγου, μετρίως μὲν ὀδυνωμένου, ἅπαξ ἢ δὶς τῇ ἡμέρᾳ· εἰ δὲ σφοδροτέρα εἴη ἡ ὀδύνη, ἄμεινόν ἐστι καὶ πεντάκις χρῆσθαι. προσέχειν μέντοι καὶ τῇ εὐαισθησίᾳ καὶ δυσαισθησίᾳ τοῦ θεραπευομένου ὀφθαλμοῦ· ὅσοι γὰρ ὀφθαλμοὶ κατὰ φύσιν φλέβας εὐρείας ἔχουσιν αἵματος μεστὰς καὶ ὅσοι γλαυκοί, οὐδόλως φέρουσι τὴν ἐκ τῶν κολλυρίων στύψιν· ὅθεν ὑδαρέστερα ἐπὶ τούτων προσακτέον τὰ κολλύρια. Περὶ τῆς ἐπὶ πλήθει γιγνομένης φλεγμονῆς καὶ χημώσεως ἐν ὀφθαλμοῖς Σεβήρου σοφιστοῦ.[20] |
| 5 | πλήθους δὲ ὑποκειμένου ἐν ὅλῳ τῷ σώματι καὶ τῆς ἐν τοῖς ὀφθαλμοῖς φλεγμονῆς μεγάλης γιγνομένης καὶ ὀδύνης σφοδρᾶς παρούσης, οὐκέτ’ ἐπαρκεῖ ἡ τῶν κολλυρίων χρῆσις πρὸς τὴν τοιαύτην διάθεσιν· ποικίλης οὖν δεόμεθα ἐπὶ τούτων ἀγωγῆς. καὶ χρὴ τὰ πρῶτα καὶ μέγιστα βοηθήματα παραλαμβάνειν, ὧν καὶ Ἱπποκράτης ἐν τοῖς Ἀφορισμοῖς ἐμνημόνευσεν εἰπών· “ὀφθαλμῶν ὀδύνας ἀκρατοποσίη ἢ λουτρὸν ἢ πυρίη ἢ φαρμακίη ἢ φλεβοτομίη λύει”· ἀλλ’ οὐ τῷ αὐτῷ ἀνθρώπῳ ταῦτα πάντα κελεύει προσάγεσθαι βοηθήματα, ἀλλὰ τούτῳ μὲν φλεβότομον, ἑτέρῳ δὲ καθαρτήριον, ἄλλῳ δὲ τὴν πυρίαν, ἑτέρῳ δὲ τὸ λουτρὸν καὶ ἄλλῳ τὴν τοῦ οἴνου πόσιν. ἀρξώμεθα δὲ ἀπὸ τοῦ λουτροῦ. Περὶ λουτρῶν τοῖς ὀφθαλμιῶσιν.[10] |
| 6 | ἁρμόδιον τοίνυν τὸ λουτρόν, ἐφ’ ὧν φλεγμονὴ οἰδηματώδης κατὰ τὸν ὀφθαλμὸν ὑπάρχει. ἔστι δὲ τὸ οἴδημα τῷ μὲν ὄγκῳ σεσομφωμένον, τῇ δὲ ἁφῇ μᾶλλον ψυχρότερον καὶ τῷ χρώματι λευκόν· καὶ τὸ ἐπιρρέον ῥεῦμα ἀδηκτότερόν ἐστι καὶ ἧττον θερμόν. ἀλλ’ οὐδὲ ἡ κατ’ αὐτὸν τὸν ὀφθαλμὸν χήμωσις ὑπερέρυθρός ἐστιν οὐδὲ περιτεταμμένη. συνεδρεύει δὲ τὸ πάθος τοῦτο ἐν ἡλικίᾳ μᾶλλον πρεσβυτικῇ καὶ ἐν ὥρᾳ χειμερινῇ ὡς ἐπίπαν καὶ μᾶλλον γυναιξί, τοῖς καταπιμέλοις, καὶ συντόμως εἰπεῖν πᾶσι τοῖς ψυχρὸν καὶ φλεγματικὸν τὸν ἐγκέφαλον ἔχουσι συμβαίνει ἡ οἰδηματώδης φλεγμονή. ὅταν οὖν πάντα τὰ εἰρημένα σημεῖα θεάσῃ, θαρρῶν τὸ λουτρὸν παραλάμβανε· εἰς τοσοῦτον γὰρ ῥᾳστώνης φέρει τὸν κάμνοντα, ὡς ἑτέρου μὴ δεηθῆναι βοηθήματος. χρονίζειν δὲ προσήκει μᾶλλον ἐν τῷ ἀέρι καὶ πυριᾶν τοὺς ὀφθαλμοὺς ἐπὶ πλεῖστον ξηροτέρᾳ πυρίᾳ διὰ σπόγγων ἱκανῶς ἐκτεθλιμμένων· τοῦτο δὲ ποιῶν θεάσῃ αἰσθητῶς τὸ οἴδημα ἐν τῷ θερμῷ ἀέρι ἀφανὲς γιγνόμενον καὶ ἐν τοσούτῳ τέλεον ἀπηλλαγμένους τῆς διαθέσεως. εἰ δέ τι ἐγκαταλείπηται πρὸς τὸ εἰς παντελῆ ἀποθεραπείαν ἐνέγκαι τὸν ἄνθρωπον, τῷ ναρδίνῳ κολλυρίῳ μέλλοντι εἰσιέναι ἐν τῷ βαλανείῳ ἐγχυματίζειν. εἰ δὲ μετρία σοι φαίνοιτο ἡ ὀδύνη, καὶ παχύτερον τὸ κολλύριον παραλαμβάνειν, προθερμάνας αὐτὸ δηλονότι ἐπ’ ἀκόνης, εἶτα λούσαντα, ὡς εἴρηται, καὶ ἐξελθόντα ἐπιμελῶς σπογγίζειν τὴν ὑγρότητα καὶ οὕτως ἐπιχρίειν τῷ αὐτῷ κολλυρίῳ παραφυλαττομένους, μή τι αὐτοῦ παρεμπέσῃ εἰς τὸν ὀφθαλμόν· εἴωθε γὰρ μεγάλην βλάβην κινεῖν, ὅθεν οὐδὲ τοὺς ἱδροῦντας δεῖ ἐπιχρίεσθαι· χύσις γὰρ τῶν ὑγρῶν ἐν τῷ βαλανείῳ γίγνεται καὶ παρεμπεσὸν τὸ κολλύριον καὶ δῆξίν τινα ἐμποιῆσαν ἐπισύρει πρὸς τὸν ὀφθαλμὸν τὰς ὕλας ῥᾳδίως καὶ διπλασιάζει τὰς φλεγμονάς. εἰ δὲ συμβαίνει μονιμωτέραν γενέσθαι τὴν εἰρημένην διάθεσιν καὶ τὴν τοῦ ῥεύματος οὐσίαν ἐπὶ τὸ ψυχρότερον ἀχθῆναι μᾶλλον, τὸ τηνικαῦτα παραλαμβάνειν δεῖ σμήγματα τῆς κεφαλῆς ἐν τῷ λουτρῷ καὶ πάσματα μετὰ τὸ λουτρόν. καὶ πρῶτον μὲν τοῖς ἁπλοῖς κεχρῆσθαι, εἰ δὲ ἐπιμένοι ἡ αἰτία, καὶ ἐπὶ τὰ σύνθετα μεταβαίνειν, ὧν ἡ ὕλη τοιαύτη· δαφνίδες, νίτρον ὀπτὸν οἴνῳ ἐσβεσμένον σάμψυχον τρὺξ κεκαυμένη καὶ τὰ ὅμοια. τὰ δὲ πάσματα ἐπὶ τῶν γυναικῶν δεῖ μάλιστα παραλαμβάνειν τὰ συνήθη, οἷά ἐστι τὰ διὰ τῆς ἴρεως σελίνου τε σπέρματος καὶ κυπαρίσσου σφαιρίων καὶ τῶν ξηρῶν μύρων. δεῖ γὰρ μὴ ἀμέτρως εἶναι θερμὰ μηδὲ δριμέα τὰ προσφερόμενα, ἀλλ’ ἠπίως θερμά, συμμεμιγμένην ἔχοντα στύψιν. αἱ δὲ τούτων συνθέσεις ἤδη προείρηνται ἐν τῷ πρὸ τούτου λόγῳ. ἐμβαλεῖν μὲν οὖν χρὴ τὰ μὲν σμήγματα ἐν τῷ λουτρῷ τῷ βρέγματι διαστέλλοντα τὰς τρίχας ἀπ’ ἀλλήλων, ἵνα προσομιλήσῃ τῷ σώματι τὸ βοήθημα, καὶ προστάττειν ἐν τῷ βαλανείῳ μύειν τὸ στόμα, ἵνα διὰ τῶν μυκτήρων σφοδρῶς ἐπισυρόμενοι τὸν θερμὸν ἀέρα θᾶττον μεταβάλλωσι τὴν ὑποκειμένην ὕλην. μετὰ δὲ τὸ λουτρὸν ἀπομάξαντα ἀκριβῶς τὰς τρίχας ἐπιπάσσειν, ὡς εἴρηται, τὰ πάσματα. καὶ περὶ μὲν λουτρῶν ἐπὶ τοσοῦτον· ῥητέον δὲ περὶ οἰνοποσίας. Περὶ οἰνοποσίας.[40] |
| 7 | ὁ οἶνος μεταβάλλει καὶ λεπτύνει τὰ πεπαχυσμένα τῶν ὑγρῶν, ἅτινα τὴν ἔμφραξιν τῇ κεφαλῇ ποιοῦσι. ψυχρὰ δὲ ταῦτα πάντως καὶ πολλάκις κατά τι συμβεβηκὸς τὴν τούτων κένωσιν ποιεῖται. προσήκει δὲ εἶναι τὸν οἶνον κιρρὸν τῷ χρώματι καὶ λεπτὸν τῇ συστάσει καὶ μὴ πάνυ παλαιὸν μηδὲ στύφοντα σφοδρῶς. διδόναι δὲ τὸν οἶνον τοῖς ἐν ἔθει τούτου ὑπάρχουσι, μάλιστα δὲ καὶ τοῖς ξηρὰν μᾶλλον ἔχουσι τὴν δυσκρασίαν καὶ τοῖς ψυχρὰν μᾶλλον ἐπικρατοῦσαν ἔχουσι· δοκεῖ γὰρ κοινωνίαν τινὰ ἔχειν πρὸς τὸ λουτρὸν ὁ οἶνος. ὅταν οὖν κενώσεως ὑγρῶν καὶ μεταβολῆς γένηται χρεία, τὸ λουτρὸν παραληπτέον, ὅτε δὲ μεταβολῆς καὶ ἀναθρέψεως καὶ ὑγράνσεως καὶ θερμάνσεως καὶ μετρίας κενώσεως οἴνου δεόμεθα. κεράσαι οὖν δεῖ τὸν οἶνον ὕδατι θερμῷ μὴ πολλῷ καὶ ἀκρατέστερος ἔστω τῆς συνήθους κράσεως καὶ τὸ ἐμβαλλόμενον ὕδωρ καθαρώτατον καὶ ἄκαπνον καὶ ἄοσμον καὶ σφόδρα ζέον, ἵνα καὶ λεπτομερέστερον ἑαυτοῦ γένηται καὶ ἐπαρκέσῃ εἰς τὴν τοῦ πλείονος οἴνου κρᾶσιν. ἔστω δὲ ἡ προσαγομένη κύλιξ πλατυτέρα καὶ πειράσθω ὁ πάσχων διανοίγειν τοὺς ὀφθαλμοὺς ἐν τῇ πόσει. οὕτως γὰρ λυθείσης τῆς σφηνώσεως καὶ ἐπιρρυέντος δακρύου πολλοῦ φυσικοῦ καὶ ὑγιεινοτάτου ἀπαλλαγήσεται τῆς ὀδύνης. παρ’ αὐτὰ γὰρ χαλῶνται τὰ βλέφαρα καὶ εὐκινητότερα ἐπ’ αὐτῶν γίγνονται καὶ κουφότερα. ἐπιβλέπειν δὲ χρὴ μή τι ἡ κεφαλὴ τοῦ ἀνθρώπου εὐπαθὴς ὑπάρχῃ· πλήττεται γὰρ τῶν τοιούτων ῥᾳδίως ἡ κεφαλὴ ὑπὸ τῆς τοῦ οἴνου πόσεως. πρὸς δὲ τὸ λείψανον τῆς κακώσεως τοῦ ὀφθαλμοῦ χρῆσθαι δεῖ κολλυρίῳ, πρῶτον μὲν ἀδήκτῳ τε καὶ γλυκεῖ, οἷά ἐστι τὰ σχετὰ καὶ τὰ τεφρὰ καὶ σποδιακά, ἐγχυματίζοντα. πρὸς τὸ καὶ τὴν προσγενομένην ταραχὴν ἐκθεραπεῦσαι. καὶ ὅταν ἐν καταστάσει οἱ ὀφθαλμοὶ γένωνται καὶ τῆς πυρώσεως ἀπαλλαγῶσι, τότε ἀποκρουστικὸν κολλύριον προσαγέσθω, οἷός ἐστιν ὁ Ἑρμόλαος καὶ τὰ παραπλήσια τὰ τηκτὰ καλούμενα. ἐρεύθους γὰρ ὄντος καὶ φλεγμονῆς οὐ δεῖ τοῖς στύφουσι κολλυρίοις κεχρῆσθαι· ἀποκλείσαντες γὰρ τῇ στύψει τὸ λείψανον τῆς ὕλης μεγεθοποιοῦσι τὴν ὀδύνην. καὶ περὶ μὲν τῆς τοῦ οἴνου πόσεως ἐπὶ τοσοῦτον· ῥητέον δὲ περὶ φλεβοτομίας. Περὶ φλεβοτομίας.[30] |
| 8 | προσακτέον τοίνυν τὸ φλεβότομον, εἰ μηδὲν ἕτερον κωλύοι τῶν πλειστάκις προειρημένων, ἐπὶ τῆς τῶν ὀφθαλμῶν περιωδυνίας, ἐφ’ ὧν πολλὴ μὲν ἡ διάτασίς ἐστι τῶν ὀφθαλμῶν καὶ ἔρευθος πολὺ καὶ τῇ ἁφῇ ἀντιτυπία καὶ φλόγωσις καὶ δάκρυον πολὺ καὶ θερμὸν καὶ τὸ λευκὸν τοῦ μέλανος ὑψηλότερον φαίνεται καὶ χήμωσις κατὰ τὸν κερατοειδῆ καὶ τὸν ἐπιπεφυκότα χιτῶνα, ὥστε ὑπὸ τῆς φλεγμονῆς σφοδρᾶς γιγνομένης τὰ βλέφαρα ἐκτραπῆναι ὡς μόγις τοὺς ὀφθαλμοὺς καλύπτεσθαι, ὑπέρυθρός τε φαίνεται ὁ ἐπιπεφυκὼς ὑμὴν καὶ ἐν ὄγκῳ μείζονι γίγνεται καὶ τὸ πᾶν σῶμα πεπληρωμένον αἵματος. τμητέον δὲ μᾶλλον τὴν ἀνωτέραν ἐν τῷ ἀγκῶνι φλέβα τὴν ὠμιαίαν καλουμένην καὶ μείζονα τὴν διαίρεσιν ποιητέον, πρὸς τὸ καὶ τὸ παχύτερον ἐν τῷ αἵματι κενωθῆναι καὶ ταχεῖαν τὴν λειποθυμίαν γενέσθαι, πρὸς τὴν καθαίρεσιν τῆς ὀδύνης καὶ τὴν σβέσιν τῆς πυρώσεως. κενωθέντος δὲ τοῦ παντὸς σώματος ἀποθεραπεύειν τὸ λείψανον τοῦ πάθους κολλυρίοις καὶ τῇ λοιπῇ ἐπιμελείᾳ. κολλυρίοις δὲ ἁπαλοῖς χρηστέον ἐπὶ τούτων, τοῖς ἀδήκτοις λεγομένοις, οἷά ἐστι τὰ κυκνάρια καὶ τὰ Λιβιανά, ἐγχυματίζοντα συνεχῶς ὑδαρεστέροις θερμοῖς· πυρίας δὲ ἐπὶ τούτων οὐ πάνυ τι προσακτέον, ἀλλὰ πράως ἀποσπογγίζειν ὕδατι χλιαρῷ. τροφὰς δὲ δοτέον ἀδήκτους εὐαναδότους εὐκοιλίους οὐρητικάς, μηδὲν δριμὺ ἢ ἁλυκὸν ἢ παχύχυμον ἢ δύσπεπτον κεκτημένας. μετὰ δὲ τὴν ἀποκατάστασιν τῆς φλεγμονῆς τῷ ναρδίνῳ ὑδαρεστάτῳ ἐγχυματίζειν μέχρι τελείας ὑγείας. καὶ περὶ μὲν φλεβοτομίας ἐπὶ τοσοῦτον· ῥητέον δὲ ἐπὶ καθάρσεως. Περὶ καθάρσεως· ἰδικὰ τοῦ ὀφθαλμοῦ σημεῖα, ἐξ ὧν διακρίνεται τὸ νόσημα.[20] |
| 9 | εἰ μήτε ἡλικία μήτε ὥρα μήτε στομάχου μάλιστα ἀσθένεια ἢ ἑτέρου τινὸς τῶν σπλάγχνων μήθ’ ἕτερόν τι μέγιστον κώλυμα εἴη, παραλαμβάνειν τὴν κάθαρσιν, ἐφ’ ὧν λεπτὸν καὶ πολὺ τὸ δάκρυον φέρεται ἢ ἁλυκὸν ἢ δριμὺ ἢ ψυχρὸν καὶ τὸ σύμπαν σῶμα κακόχυμον καὶ ἡ κεφαλὴ περιττωματικὴ καὶ ἡ γαστὴρ συνεχῶς ἐπεχομένη καὶ πλῆθος περιττωμάτων μοχθηρῶν ἐκ τούτου ἀθροίζουσα καὶ περιωδυνία σφοδρὰ πρόσεστιν. ἐπὶ γὰρ τῶν φλεβοτομουμένων τὴν πληθώραν τοῦ παντὸς σώματος ὑφαιρούμεθα, ἐπὶ δὲ τῆς καθάρσεως τὴν κακοχυμίαν φεύγομεν. ἡ δὲ τῶν καθαρτηρίων φύσις οὐ μία, ἀλλὰ πλείονες· πρὸς γὰρ τὸν πλεονάζοντα καὶ λυποῦντα χυμὸν ἐξαλλάττεται ἡ τῶν φαρμάκων ὕλη. εἰ μὲν οὖν γαστρὸς εἴη καὶ συνεχὴς ἐπίσχεσις, δοτέον αὐτοῖς τὴν ἀλόην λειωθεῖσαν μετὰ χυλοῦ κράμβης καὶ ἀναπλασθεῖσαν εἰς καταπότια· εἰ δὲ φλέγμα μᾶλλον πλεονάζοι ἢ τὸ ὑδατῶδες, δίδου τὸ δι’ εὐφορβίου καὶ πεπέρεως καὶ ἁλῶν ἀμμωνιακῶν σκευαζόμενον· εἰ δὲ χολὴ πλεονεκτεῖ, διδόναι τὴν δι’ ἀλόης πικρὰν προσπλέκοντα τῇ δόσει σκαμμωνίας λειοτάτης γράμματα β ἢ ἔλαττον πρὸς δύναμιν· εἰ δὲ ὁ μελαγχολικὸς ἐπικρατεῖ χυμός, προσπλέκειν τῇ δόσει ἐπιθύμου γράμματα ϛ καὶ σκαμμωνίας ὀβολοὺς γ . μετὰ δὲ τὴν διὰ τοῦ καθαρτηρίου γιγνομένην ἱκανὴν κένωσιν, εἰ μὲν ἁπλῆ καὶ ἀτραυμάτιστος εἴη ἡ διάθεσις, τοῖς στύφουσι κολλυρίοις κεχρῆσθαι, οἷός ἐστιν ὁ Ἑρμόλαος καὶ τὰ παραπλήσια στατικὰ λεγόμενα καὶ ἀποκρουστικὰ καὶ τούτων δι’ ἐγχυματισμῶν παραλαμβανομένων. εἰ δὲ συμβῇ τραυματισθῆναι τὸν ὀφθαλμόν, τοῖς ἁπαλοῖς καὶ ἀδήκτοις χρηστέον, οἷά ἐστι τὰ κυκνάρια καὶ τὰ Λιβιανά. ὁ μὲν οὖν πρὸς τὴν παροῦσαν χρείαν σκοπὸς τοῦ ἀφορισμοῦ Ἱπποκράτους ἤδη προείρηται, τουτέστιν ὅπως δεῖ πρὸς τὰς μεγίστας ὀδύνας καὶ φλεγμονὰς ὀξέως ἐνίστασθαι. ἐπειδὴ δὲ ἐπὶ πολλῶν παραλαμβάνεται τὰ μέγιστα βοηθήματα, μάλιστα φλεβοτομία καὶ κάθαρσις, σκοπητέον ὅπως τοὺς τοιούτους μεταχειρίζεσθαι· σὺν τοῖς καθολικοῖς τοίνυν σημείοις τοῖς προειρημένοις καὶ ἰδικά τινα κατὰ τὸν ὀφθαλμόν ἐστιν ἰδεῖν σημεῖα πᾶσαν αὐτοῦ τὴν νόσον ἐξελέγχοντα· λῆμαί τε γὰρ καὶ δάκρυον ἐπιφαίνεται, ποτὲ μὲν καὶ κολλῶδες καὶ παχύ, ποτὲ δὲ καὶ λεπτὸν καὶ συντόμως ῥέον, καὶ ἄλλοτε μὲν ἁλμυρόν, ἄλλοτε δὲ δριμὺ καὶ δακνῶδες, καὶ ποτὲ μὲν θερμόν, ποτὲ δὲ ψυχρόν. ἐν ἀρχῇ δὲ τῆς ὀφθαλμίας εὐθὺς ἡ λήμη φανεῖσα μᾶλλον ἀπεψίας ἐστὶ γνώρισμα καὶ χρονίαν τὴν ὀφθαλμίαν γίγνεσθαι σημαίνει. δεῖ οὖν ἐπὶ τούτων παρηγορικῶς θεραπεύειν γλυκέσι κολλυρίοις δι’ ἐγχυματισμῶν καὶ τῆς λοιπῆς ἀγωγῆς, ἵνα τῷ χρόνῳ ἡ σύμπεψις ἀληθὴς γένηται. τὰ γὰρ ἀποκρουστικὰ κολλύρια ὡς ἐπίπαν ψυχρότερα ὄντα τῇ δυνάμει πίλησιν ἢ πύκνωσιν τῶν σωμάτων ἢ τῶν πόρων, πίλησιν μὲν τῶν σωμάτων, πύκνωσιν δὲ τῶν πόρων ποιεῖται καὶ ἀποκλείοντα τὰς ὕλας φλεγμονὰς μεγίστας καὶ ὀδύνας χαλεπὰς ἐπιφέρει, ἐνίοτε δὲ καὶ ῥῆξιν τοῦ κερατοειδοῦς χιτῶνος διὰ τὴν ἐκ τῶν ὑγρῶν περίτασιν, καὶ μάλιστα ἐρεύθους ὄντος καὶ φλεγμονῆς καὶ πλήθους ὕλης ὑποκειμένου ἐν τοῖς ὀφθαλμοῖς· τοιαῦτα δέ ἐστι κολλύρια τὰ διὰ πλείονος ὀπίου καὶ ἀκακίας σκευαζόμενα, οἷός ἐστιν ὁ Ἀντωνῖνος καὶ ὁ Ἑρμόλαος καὶ τὰ πηλάρια καλούμενα καὶ τὰ τούτοις παραπλήσια. τινὲς γὰρ ἐπὶ πλεῖον τῷ Ἀντωνίνου κολλυρίῳ χρησάμενοι μετὰ τῆς προσθήκης τῶν ὀδυνῶν καὶ τὴν ὀπτικὴν ἠδίκησαν δύναμιν· τῇ γὰρ ἀμέτρῳ ψύξει νέκρωσιν μᾶλλον τοῦ μορίου εἰργάσαντο. Περὶ πυρίας.[45] |
| 10 | πυρίᾳ μὲν οὖν χρηστέον πολλῇ, εἴ γε μάλιστα ἐν ἀρχῇ ὀφθείη ἡ παχυτάτη λήμη, πρὸς τὸ ἀπολεπτύνειν αὐτήν. λουτροῦ δὲ παντάπασιν ἀπέχεσθαι, ἐνίοτε δὲ καὶ οἴνου, καὶ τροφὰς διδόναι ὀλίγας καὶ εὐκοιλίους καὶ λεπτυνούσας. εἰ δὲ σκληροκοίλιοι εἶεν, καὶ κλύζειν σεύτλων καὶ πιτύρων ἀφεψήματι σὺν μέλιτι καὶ ἁλσί· καὶ διαχριστέον τὸ στόμα τῇ διὰ μόρων πρὸς τὴν τῆς ὕλης κένωσιν ἤ τινι διακλύσματι ἀποφλεγματίζειν· οἱ πλείους γὰρ εὐπαθεῖς ἔχοντες τοὺς σιαγονίτας μύας δυσφόρως πρὸς τὴν μάσησιν ἔχουσι. μετὰ ταῦτα δέ, καθὼς προείρηται, τοῖς ἁπαλοῖς κολλυρίοις ἐγχυματίζειν. καὶ εἰ μὲν θερμὴ διάθεσις εἴη, τοῖς Λιβιανοῖς καλουμένοις χρηστέον, οἷόν ἐστι τὸ ὑφ’ ἡμῶν πρὸς τὰς τοιαύτας διαθέσεις δεδοκιμασμένον, ἐν δὲ τοῖς τοῦ Ἡρᾶ τόμοις ἀναγεγραμμένον. τοῦτο δὲ καὶ τεφρὸν πρὸς αὐτοῦ ὠνόμασται, πομφόλυγος μὴ λαμβάνον. ὅθεν καὶ ἡμεῖς ἐπελεξάμεθα τὴν τούτου γραφήν· ὁ γὰρ πομφόλυξ σπανίως μὲν εὑρίσκεται, ἑτοίμως δὲ νοθεύεται. δοκιμασία πομφόλυγος.[15] |
| 11 | ἔστι δὲ τῷ χρώματι τὸ κάλλιστον οὐ λευκόν, ἀλλὰ μᾶλλον ἐπὶ τὸ πελιδνότερον ῥέπον. δοκιμασία δὲ αὐτοῦ ἀρίστη· ἐπ’ ἀνθράκων ἐπιπαττόμενος χρυσίζουσαν τοῦ πυρὸς τὴν ἰδέαν ἀπεργάζεται. χρηστέον οὖν τῷ τεφρῷ καλουμένῳ κολλυρίῳ πρὸς τὴν ὑπὸ θερμοῦ χυμοῦ συνισταμένην ὀφθαλμίαν· εἰ δὲ μὴ παρείη τοῦτο, τινὶ τῶν ἄλλων Λιβιανῶν χρηστέον ἢ τῷ κυκναρίῳ. εἰ δὲ φλεγμονὴ παρείη μετὰ δακρύου θερμοῦ ἐπιρροῆς, τὸ ἑκατοντάρχιον ὑδαρέστερον ἐγχυματίζειν συμφέρει, εἰ μὴ ἡλκωμένος εἴη ὁ ὀφθαλμός. καὶ εἰ μὲν ἡ φλεγμονὴ ἐπικρατεῖ, προσπλέκειν τῷ ἑκατονταρχίῳ τινὰ τῶν ἀστύφων κολλυρίων· εἰ δὲ τὸ ῥεῦμα μᾶλλον ἐπικρατεῖ, αὐτὸ καθ’ αὑτὸ ὑδαρέστατον ἐγχυματιζέσθω. πάντων δὲ κρεῖττον ποιεῖ, ἐφ’ ὧν λῆμαί εἰσι παχεῖαι καὶ γλίσχραι, τὸ δι’ οἴνου ἰσόθεον ἐπιγραφόμενον μετὰ τοῦ λευκοῦ τοῦ ὠοῦ ἐγχυματιζόμενον ὑδαρέστατον, ὡς χρωσθῆναι μόνον τῷ κολλυρίῳ τὸ ὠόν· καὶ γὰρ ταχίστην ἀπαλλαγὴν φέρει χωρὶς ἑτέρου τινὸς βοηθήματος. μετὰ δὲ τὴν τῶν κολλυρίων χρῆσιν, εἰ μὲν νύξεώς τινος ἢ δήξεως ἢ θερμασίας ἐπαισθάνοιντο, τῷ λευκῷ τοῦ ὠοῦ ψιλῷ ἐγχυματίζειν θερμανθέντι. φερόμενον γὰρ τὸ δάκρυον ἐκ τῶν ὑπερκειμένων μερῶν πρὸς τῷ βλεφάρῳ τὴν σύστασιν ποιεῖται καὶ φαντασίαν ψάμμου ἐνδείκνυται. καί τινες τῶν ἰατρῶν πιστεύσαντες τοῖς ὑπὸ τοῦ κάμνοντος λεγομένοις, ὡς εἶναί τι ὑπὸ τὸ βλέφαρον ψαμμίον, εἶτα στρέψαντες σπόγγῳ ὑποξέουσι τὸ βλέφαρον καὶ δοκοῦσι μὲν πρὸς τὸ παρὸν τῆς ὑπονοίας ἀπαλλάττειν τὸν πάσχοντα, ὕστερον δὲ μεγίστης βλάβης αὐτῷ πρόξενοι γίγνονται· τραχύνοντες γὰρ τὸ βλέφαρον, διπλασιάζουσι τὸ νυγματῶδες ἄλγημα. δεῖ οὖν μὴ πάνυ τοῖς παρὰ τῶν καμνόντων λεγομένοις προσέχειν· ἐπιθολούμενοι γὰρ ταῖς ὀδύναις ἀγνοοῦσι τὸ βλάπτον. προσήκει οὖν μετὰ τὴν τοῦ κολλυρίου χρῆσιν πυριᾶν δαψιλέστερον. διάλυσις γὰρ ἔσται τῆς ἐντάσεως τοῦ δακρύου. ἔπειτα τῷ ψιλῷ λευκῷ τοῦ ὠοῦ ἐγχυματίζειν προθερμανθέντι· παρ’ αὐτὰ γὰρ ἀπαλλάττονται τῆς νύξεως. Περὶ τοῦ λευκοῦ τοῦ ὠοῦ. ἀραιοῖ μὲν γὰρ τοὺς πόρους τὸ τοῦ ὠοῦ λευκὸν καὶ τῇ γλισχρότητι ῥᾳδίως ἐκκενοῖ τὸ δάκρυον καὶ ἐμπλάττει τοὺς πόρους καὶ κατακεράννυσι τὴν τῶν ὑγρῶν δριμύτητα καὶ τὴν αὐτῶν λεπτότητα πρὸς τὴν οἰκείαν παχύτητα μεταβάλλει· καὶ συντόμως φάναι, κἄν τε νύξις παρενοχλῇ κἄν τε μή, ἐγχυματίζειν τῷ ὠῷ καθ’ ἑαυτὸ μετὰ τὴν τῶν κολλυρίων χρῆσιν συμφέρει· ἀποσμήχει μὲν γὰρ πᾶσαν· τὴν ἐνοῦσαν σαπρίαν· καὶ γὰρ ἡ τῶν κολλυρίων οὐσία, ὅπως ἂν ᾖ λεπτομερὴς ὑφιζάνουσα τοῖς τε χιτῶσι τῶν ὀφθαλμῶν καὶ τοῖς βλεφάροις, φέρει τινὰ τραχύτητα· καὶ ταύτην προσπελάζουσαν τῷ ὀφθαλμῷ οὐκ ἀγαθὴν νομιστέον. Περὶ τῶν γάλα ἐγχυματιζόντων τοὺς φλεγμαίνοντας ὀφθαλμούς.[35] |
| 12 | τινὲς δὲ βουλόμενοι ἀμβλῦναι τὴν ὀδύνην ἢ γλυκᾶναι τὴν δριμύτητα, γάλακτι ἀντὶ ὠοῦ ἐγχυματίζουσιν, ἔλαθον δὲ αὑτοὺς ἀντὶ μικρᾶς παραμυθίας χρονίας διαθέσεως τῷ πάσχοντι πρόξενοι γιγνόμενοι. τὸ αὐτὸ γὰρ πάσχουσι τοῖς τραῦμα λιπαίνουσι καὶ τὰ ὑπερσαρκώματα ἐπαύξουσιν· ἀλλὰ καὶ εὐαλλοίωτον ὑπάρχον τὸ γάλα ὑπὸ τῆς παρὰ φύσιν ἐν τῷ ὀφθαλμῷ θερμασίας ἐπὶ τὸ δριμύτερον παραχρῆμα μεταβάλλεται. καὶ περὶ μὲν τῆς θερμῆς ὀφθαλμίας καὶ ἀτραυματίστου ἱκανὰ τὰ εἰρημένα, ἑπομένως δὲ περὶ τῆς ψυχρᾶς ῥητέον. Περὶ τῆς κατὰ τοὺς ὀφθαλμοὺς ψυχρᾶς δυσκρασίας.[5] |
| 13 | ἐπὶ δὲ τῆς ἐν τοῖς ὀφθαλμοῖς ψυχρᾶς δυσκρασίας ἧττον τῆς θερμῆς οἱ πόνοι γίγνονται· χρονίζει δὲ μᾶλλον ἐν τῇ θεραπείᾳ καί, εἰ ἐπιγένοιτο ἐπὶ τούτων φλεγμονή, οἰδηματῶδες γίγνεται καὶ οἱονεὶ μολιβδῶδες τὴν χροιάν. ὡς ἐπίπαν δὲ τούτοις ὁ ὀφθαλμὸς οὐ πάνυ τεταραγμένος οὐδὲ ἐνερευθὴς εὑρίσκεται, δάκρυον δὲ αὐτοῖς ἀπορρεῖ διὰ τοῦ μικροῦ κανθοῦ, ἔσθ’ ὅτε δὲ καὶ διὰ τοῦ μεγάλου, βραχύτατον καὶ ψυχρότατον· προβαίνοντος δὲ τοῦ χρόνου καὶ ὑποφλεγμαίνει τὰ βλέφαρα καὶ νυγμοὶ παρακολουθοῦσι. συνίσταται δὲ τὸ πάθος, φλεγματικῶν καὶ ψυχρῶν ἐν τῇ κεφαλῇ πλεονασάντων, ἐνίοτε δὲ καὶ ἀέρι ψυχρῷ ἐνδιατριψάντων καὶ μάλιστα μετὰ βαλανεῖον. τούτοις μὲν οὖν εὐκαίρως προκεκενωμένοις κλυστῆρι τὴν κοιλίαν καὶ τὸ λουτρὸν προσαγέσθω, ἀλλὰ καὶ οἶνον δοτέον, καθὼς πρὸ βραχέων ἐν τῇ τοῦ Ἱπποκρατείου ἀφορισμοῦ ἐξηγήσει προείρηται. ἐγχυματιστέον δὲ αὐτοὺς ἀρχομένης τῆς ὀφθαλμίας τῷ ναρδίνῳ Ζωίλου ὑδαρεστέραν τὴν σύστασιν ποιοῦντες ἐν τῇ ἀνέσει· καὶ ὅσον ὑπομειοῦται τὰ τοῦ δακρύου, παχύνειν καὶ τὴν τοῦ κολλυρίου σύστασιν. ἔσται δέ σοι οὗτος καθολικὸς ὅρος τῆς κατὰ τοὺς ὀφθαλμοὺς θεραπείας τὸ τῇ μειώσει τῶν ἐπιφερομένων παχύνειν τὴν τῶν προσαγομένων κολλυρίων σύστασιν, παρακμαζούσης δὲ τῆς ὀφθαλμίας ὕδατι ἀνέσαντες τὸ νάρδινον ὑπαλείφειν τῷ πυρῆνι τῆς μήλης τὸ βλέφαρον. Περὶ ἐμφυσήματος ἐκ τῶν Δημοσθένους.[20] |
| 14 | ἐμφυσᾶσθαι τὸν ὀφθαλμὸν λέγουσιν, ὅταν χωρὶς φανερᾶς αἰτίας οἰδήσας ὁ ὀφθαλμὸς ἀχρούστερός τε καὶ φλεγματωδέστερος καὶ κνησμώδης ἰσχυρῶς μετὰ ῥεύματος γένηται· συμβαίνει δὲ τοῦτο ὡς ἐπίπαν τοῖς πρεσβυτέροις μάλιστα, ἀπὸ τοῦ πρὸς τῇ ῥινὶ κανθοῦ τοῦ κνησμοῦ ἀρχομένου, ὥσπερ ὑπὸ μυίας ἢ κώνωπος δήγματος· πλεονάζει δὲ ἐν θέρει. θεραπευτέον δὲ πυριῶντα διὰ σπόγγου, εἶτα ὑπόχριε ἔνδοθεν τὸ βλέφαρον μέλι〈τι〉 κατ’ ἰδίαν καὶ μετὰ κρόκου λείου· καὶ ἡ Ἐρασιστράτειος δὲ πάγχρηστος ὑγρὰ εὐθετεῖ· ἐπιχρίειν δὲ καὶ ἔξωθεν τὰ βλέφαρα τῷ μέλιτι. συμφέρει δὲ καὶ κενοῦν τὴν κοιλίαν, εἶτα καὶ λούειν καὶ καταχεῖν κατὰ τῆς κεφαλῆς εὔκρατον θερμὸν ὕδωρ. καὶ μετὰ τὸ λουτρὸν οἶνον διδόναι· ἐπὶ δὲ τῶν ἄγαν κνησμωδῶν, εἰ ἐπιτρέποι ἡ ἡλικία καὶ τὰ ἑξῆς καὶ μηδὲν ἕτερον ἀντιπράττοι, φλεβοτομεῖν ἀπ’ ἀγκῶνος ἢ προκενώσαντα τὴν κοιλίαν καθαίρειν· καὶ θάλασσα δὲ ἡ θερμὴ ὠφελεῖ καταντλουμένη μάλιστα χειμῶνος. Περὶ οἰδήματος.[15] |
| 15 | οἰδαίνειν τὸν ὀφθαλμὸν λέγουσιν, ὅταν συμβῇ ἐπῆρθαι τὸ βλέφαρον ἔξωθεν καὶ ἀχρούστερον εἶναι καὶ βαρύτερον καὶ δυσκινητότερον καὶ ὠχρότερον φαίνεσθαι. ἐνίοτε δὲ καὶ τὸ λευκὸν τοῦ βλεφάρου ὑπεραίρει ἐπὶ ποσὸν τοῦ μέλανος· ἔστι δὲ ὅτε σομφὸν οἴδημα ἔξωθεν περὶ τὸ βλέφαρον γίγνεται, ὃ πιεζόμενον τῷ δακτύλῳ ταχέως ὑποχωρεῖ καὶ ταχέως ἀναπληροῦται. καί ἐστιν ἄπονον ὡς ἐπὶ τὸ πολὺ καὶ ὁμόχρουν τῷ κατὰ φύσιν, γίγνεται δὲ ὡς ἐπίπαν ὑπὸ ῥεύματος ὑδαροῦς. θεραπευτέον δέ, ὅσα ἔξωθεν περὶ τὰ βλέφαρα μόνα ἐστὶν οἰδήματα, χωρὶς τῆς τοῦ ὀφθαλμοῦ συμπαθείας προκενωθείσης τῆς κοιλίας κλυστῆρι τοῖς ἐπιχρίστοις μόνοις προπυριάσαντα διὰ σπόγγων. τὰ δὲ σομφὰ οἰδήματα καὶ ὁμόχροα προκενώσαντα ὁμοίως τὴν κοιλίαν καὶ πυριάσαντα, μέλιτι ὑποχρίειν ἔνδοθεν τὸ βλέφαρον· ὠφελοῦνται δὲ καὶ οὗτοι ὑποχριόμενοι τῇ Ἐρασιστράτου ὑγρᾷ. χρηστέον δὲ ἐπ’ αὐτῶν καὶ ἀποφλεγματισμοῖς διὰ μέλιτος ἑφθοῦ καὶ σταφίδος ἡμέρου καὶ θύμου καὶ γλήχωνος· τὰ δὲ δριμύτερα παραιτητέον, καθάπερ σταφὶς ἀγρία καὶ τὰ ὅμοια. ἐφ’ ὧν δὲ καὶ ὀφθαλμὸς συμπέπονθε τῷ βλεφάρῳ, προκενώσαντα τὴν κοιλίαν καὶ ἐν ἀσιτίᾳ τηρήσαντα πυριᾶν σπόγγοις· ἐνίοτε δὲ καὶ προκαταντλήσει τοῦ προσώπου χρῆσθαι, καὶ μάλιστα ἐφ’ ὧν κνησμὸς παρέπεται· εἶτα ἀψινθίῳ λείῳ ἢ ὑσσώπῳ μετὰ μέλιτος ἐπιχρίειν ἄνωθεν τὸ βλέφαρον. ἐὰν δὲ ὁ χρὼς ἀσθενὴς ὑπάρχῃ, φακὸν ἑψήσας καὶ δι’ ἠθμοῦ μαγειρικοῦ ἢ διὰ κοσκίνου ἢ ῥάκους ἀραιοῦ ἐκθλίψας καὶ μέλιτι μίξας τὸ ἀπόθλιμμα ἐπίχριε· ἐὰν δὲ θέρος ᾖ, κρόκον μετὰ οἰνομέλιτος περιχρίειν ἢ διὰ χυλοῦ κόρεως ἢ στρύχνου ἢ σέρεως ποιεῖ δὲ καὶ τὸ γλαύκιον. τὸν δὲ ὀφθαλμὸν ὑποχρίειν τῇ Ἐρασιστράτου ὑγρᾷ ἤ τινι ἑτέρῳ ὑγρασίαν πλείστην ἐκ τῶν ὀφθαλμῶν ἄγειν δυναμένῳ. Περὶ σκιρρώδους οἰδήματος.[25] |
| 16 | γίγνεται δὲ καὶ σκιρρώδη οἰδήματα περὶ τὸν ὀφθαλμὸν ἔξωθεν ὡς ἐπίπαν ἀντίτυπα καὶ σκληρά, προσερχόμενα μέχρι μήλων καὶ τῶν ὀφρύων· μάλιστα δὲ τοῦτο ἐπισυμβαίνει ἐκ τῶν ἀνθρακώσεων καὶ τῶν πολυχρονίων ὀφθαλμιῶν· πλεονάζει δὲ μάλιστα γυναιξί. δεῖ οὖν, ἐὰν μὲν τὰ βλέφαρα ἅμα ἔνδοθεν παχυνθῇ, ἐκστρέφυντα παρατρίβειν κατὰ τὸ ἔθος τοῖς τραχωματικοῖς κολλυρίοις· ἐὰν δὲ ἔξωθεν ᾖ μόνον ἡ διάθεσις, μηδόλως ὑποχρίειν τὸν ὀφθαλμὸν ἀλλὰ τρῖψιν παραλαμβάνειν τοῦ παντὸς σώματος καὶ αὐτοῦ τοῦ σκιρρωθέντος μέρους. μετὰ ταῦτα κελεύοντα μύειν τὸν ὀφθαλμὸν ἀνατρίβειν ἄκροις τοῖς τέτρασι δακτυλίοις πλείονι χρόνῳ, εἶτα ἐπιχρίειν τῷ ὑποκειμένῳ κολλυρίῳ· λιβάνου 𐅻 ϛ κόμμεως 𐅻 ϛ στυπτηρίας σχιστῆς 𐅻 α σιδίων 𐅻 α , λείοις ὕδατι περίχριε καὶ ἔα ξηραίνεσθαι· ἑσπέρας δὲ ὀθόνιον μαλακὸν καὶ ἔριον ἐπιδέσμει, ἐὰν δὲ καρτερῶσι, καὶ ἡμέρας· περιπάτῳ δὲ χρῆσθαι πλείονι ἠρεμαίῳ· παραιτεῖσθαι δὲ βαλανεῖα καὶ ἡλιώσεις καὶ τὰ λοιπὰ πυριατήρια, ὄσπριά τε καὶ τραγήματα θυμούς τε καὶ κατοχὰς πνεύματος καὶ ἐμέτους καὶ συνουσίας περιίστασθαι. Κοινὴ θεραπεία τῶν ἐν ὀφθαλμοῖς ἑλκῶν.[15] |
| 17 | ἑλκοῦται ὁ ὀφθαλμός, ὁτὲ μὲν ἔξωθέν τινος προσπίπτοντος, ὁτὲ δὲ ἐξ ἐπιφορᾶς ὑγρῶν ἢ ἀναβρώσεως, εἴτε τοῦ ἐπιπεφυκότος ὑμένος εἴτε τοῦ κερατοειδοῦς ἢ τῶν βλεφάρων ἢ τῶν κανθῶν. θεραπευτέον δὲ καθόλου κοινῶς πάντα τὰ ἐν ὀφθαλμῷ ὁπωσοῦν γιγνόμενα ἕλκη, πρὸ πάντων τοῦ ὅλου σώματος προνοοῦντας ὅπως τὸ πλεονάζον ἐν τῇ ἕξει συναναιρεθῇ διὰ φλεβοτομίας ἢ καθάρσεως ἢ κλυστῆρος. εἰ δὲ καὶ πάντων τούτων ἡ περίστασις δέοιτο, πᾶσι χρηστέον. τὴν δὲ δίαιταν τυποῦν ἐναντίαν τῷ ἐνοχλοῦντι, τὸ μὲν λεπτὸν ῥεῦμα παχύνοντας, τὸ δὲ παχὺ λεπτύνοντας, τὸ δὲ γλίσχρον τέμνοντας, τῶν δὲ διεφθορότων καὶ δριμέων ἐπίκρασιν ἐργαζομένους καὶ πάντοθεν τὴν κατὰ φύσιν εὐκρασίαν τῷ κάμνοντι ποριζομένους. τὴν δὲ κοιλίαν εὔλυτον ἀεὶ ταῖς τροφαῖς ποιητέον τρίψει τε πλείονι χρηστέον τῶν κάτω μερῶν καὶ περιπάτοις πλείοσιν ἠρεμαίοις· ὑδροποσίᾳ δὲ χρηστέον καὶ σπανιώτατα λούειν. κολλυρίοις δὲ ἁπαλοῖς ἐγχυματίζειν τὸν ὁπωσοῦν ἡλκωμένον ὀφθαλμόν, οἷός ἐστιν ὁ ἀστήρ, εὐδοκιμώτατον πρὸς ἕλκη φάρμακον καὶ τὰ λευκὰ δὲ τὰ κυκνάρια ἐκ τῆς χρόας προσαγορευόμενα καὶ μάλιστα τὰ διὰ χυλοῦ τήλεως σκευαζόμενα. εἰ δὲ ῥυπαρὸν εἴη τὸ ἕλκος, μετὰ χυλοῦ τήλεως ἀνιέναι τὰ κολλύρια χρὴ καὶ οὕτως ἐγχυματίζειν· τὸ γὰρ γλίσχρον αὐτῆς ῥᾳδίαν τὴν ἀποβολὴν ποιεῖται τοῦ ῥύπου· κέκτηται δὲ σὺν τῷ γλίσχρῳ καὶ χαλαστικὴν δύναμιν, ὥστε πολλάκις ἐπὶ τῶν ἑλκῶν αὐτῷ μόνῳ τῷ τῆς τήλεως χυλῷ χρησάμενοι ἠνύσαμεν τὸ δέον. εἰ δὲ πολὺς εἴη ὁ ῥύπος, προσπλέκειν τῷ τῆς τήλεως χυλῷ καὶ μέλιτος βραχὺ προσήκει. Χυλοῦ τήλεως σκευασία. καθαίρειν δὲ χρὴ τὴν τῆλιν ἀκριβέστατα καὶ ἀποπλύνοντα αὐτὴν πλειστάκις ἀποβρέχειν ὕδατι γλυκεῖ καθαρῷ ἡμέραν καὶ νύκτα ἐν ὀστρακίνῳ ἀγγείῳ καλῶς ὠπτημένῳ· παραιτεῖσθαι δὲ χρὴ χαλκοῦν σκεῦος πρὸς τὴν ἕψησιν· τῇ δὲ ἑξῆς ἀποχέας τὸ ὕδωρ καὶ ἕτερον καθαρὸν ἐπιβαλὼν ἕψε πυρὶ μαλακῷ ἀκάπνῳ χρώμενος· ἀποβαλλέσθω δὲ τὸ πρῶτον καὶ τὸ δεύτερον ἀφέψημα πρὸς τὸ τὴν πικρότητα πᾶσαν ἀποβληθῆναι· ἔπειτα καθαρώτατον ὕδωρ ἐπιβαλὼν καὶ σκεπάσας ἐπιμελῶς ἕψε, ἕως σχῇ σύστασιν μέλιτος ὑγροτέραν· ἔπειτα διηθήσας δι’ ὀθονίου μὴ ἀποπιέζων τὴν τῆλιν, ἀλλ’ ἀρκούμενος τῷ αὐτομάτως ἀπορρέοντι χυλῷ χρῶ, καθὰ προείρηται· δεῖ δὲ ἕως τῆς δευτέρας ἢ τὸ μήκιστον τρίτης φυλάττειν τὸ ἀφέψημα· δριμύτερον γὰρ γίγνεται χρονίσαν. καθαρῶν δὲ γενομένων τῶν ἑλκῶν ἀπέχεσθαι χρὴ τοῦ χυλοῦ τῆς τήλεως καί, εἰ μὲν βαθύτερα εἴη τὰ ἕλκη, χρῆσθαι τῷ Λιβιανῷ ἢ μᾶλλον τῷ διὰ λιβάνου κολλυρίῳ. σαρκωθέντων δὲ τῶν ἑλκῶν καὶ ἰσοπέδων γιγνομένων ἢ καὶ ἔτι βαθυτέρων ὄντων βραχύ, προσάγειν τὰ ἀπουλοῦν δυνάμενα κολλύρια, οἷόν ἐστι τὸ τοῦ Κλέωνος. καὶ περὶ μὲν τῆς κοινῆς τῶν ἑλκῶν ἐπιμελείας ἱκανὰ τὰ εἰρημένα, ἑπόμενα δέ ἐστι λέγειν, ὅπως χρὴ πρὸς ἑκάστην διάθεσιν ἰδίᾳ ἐνίστασθαι. πρότερον δὲ ῥητέον περὶ τῶν ἐκ τῶν ἔξωθεν προσπιπτόντων γιγνομένων ἑλκῶν. Περὶ τῶν εἰς τὸν ὀφθαλμὸν ἐμπιπτόντων ζῳϋφίων ἢ ἀχύρου ἢ ψάμμου.[40] |
| 18 | ἐὰν εἰς τὸν ὀφθαλμὸν κώνωψ ἤ τι ἕτερον ζῳΰφιον ἐμπέσοι, μύσας τὸν ἕτερον ὀφθαλμὸν καὶ διανοίγων τὸν πεπονθότα ἐξελεύσεται αὐτομάτως τὸ ζῳΰφιον· ἐὰν δὲ ἄχυρον ἢ ψάμμος ἤ τι τοιοῦτον ἐμπέσοι, πειράθητι μὲν καὶ τότε τὸ αὐτὸ ποιεῖν· εἰ δὲ ἐμμείνῃ, δακτυλιδίῳ ἔξελε ἢ ὕδωρ ἢ γάλα ἢ μελίκρατον μᾶλλον ἐγχυμάτιζε· ἐὰν δὲ μᾶλλον προσέχηται τῷ ὀφθαλμῷ, φαρμάκῳ τινὶ τῶν ἀμολύντων καὶ μὴ δριμέων ἀνάρπαζε, οἷόν ἐστι τὸ διὰ μέλιτος. Περὶ τῆς εἰς τὸν ὀφθαλμὸν ἐμπεσούσης ἀσβέστου.[5] |
| 19 | εἰ δὲ ἄσβεστος ἐμπέσοι εἰς τὸν ὀφθαλμόν, ὕδωρ μὲν καὶ γάλα ἐγχυματισθὲν προσελκοῖ καὶ ἐκκαίει, ἀμαυροῖ δὲ τὴν καυστικὴν δύναμιν ὠοῦ τὸ λευκὸν ἐγχεόμενον καὶ μᾶλλον τὸ ῥόδινον ἔλαιον ἢ ἐξ ἀνάγκης κοινόν. Περὶ τῶν ἀπὸ πυρὸς ἑλκώσεων. |
| 20 | ὅσα δὲ ἀπὸ πυρὸς γίγνεται ἕλκη σκληροτέρας ἐσχάρας ποιεῖ. ἀνυγραντέον οὖν αὐτὰ συνεχέστατον ἐγχυματίζοντα γάλακτι σὺν τῷ λευκῷ τοῦ ὠοῦ· κολλυρίοις δὲ χρηστέον τοῖς διὰ στίμμεως καὶ τῷ Κλέωνος. Περὶ τῶν ἐμπησσομένων εἰς τὸν ὀφθαλμόν. |
| 21 | ἐὰν δὲ ἐμπαγῇ εἰς τὸν ὀφθαλμὸν ἤτοι σκολόπιον ἢ ὀστάριον, λαβιδίῳ ἐξέλκεσθαι προσεχόντως κατ’ εὐθὺ μὴ ἀποκλασθῇ. εἰ δὲ μηδὲν ἐξέχοι ἀλλ’ ἰσόπεδον τῷ σώματι εἴη, μήλας β λαβὼν ἔρειδε τὰς πυρῆνας ἔνθεν καὶ ἔνθεν καὶ προσπιέζων τὸν ὀφθαλμὸν μεσολαβουμένου τοῦ ἐμπαγέντος· ὅταν δὲ προκύψῃ, τῷ λαβιδίῳ ἐξελκέσθω, εἶτα ἐγχυματιζέσθω αἵματι τρυγόνος ἢ περιστερᾶς ἢ ὠοῦ τῷ λευκῷ. εἰ δὲ παραχρῆμα κομισθῆναι μὴ δυνηθείη, ἐγχυματιζέσθω ὁ ὀφθαλμὸς καὶ καταπλασσέσθω τοῖς πρὸς φλεγμονὰς καταπλάσμασι. μετὰ γάρ τινας ἡμέρας πυρωθέντος τοῦ νύγματος ἀναπλεῖ τὸ κατεμπαγέν. Περὶ ὑποσφάγματος.[10] |
| 22 | ὑπόσφαγμα λέγεται, ὅταν ἐκ πληγῆς τινος ῥαγέντων ἢ θλασθέντων τῶν ἐν τοῖς χιτῶσι τοῦ ὀφθαλμοῦ ἀγγείων, μεταξὺ τῶν χιτώνων τὸ αἷμα ὑπέλθοι καὶ παραχρῆμα μὲν ἔναιμον φανῇ τὸ χρῶμα τοῦ ὀφθαλμοῦ, ὕστερον δὲ πελιδνόν. θεραπευτέον δὲ τούτους σὺν τῇ προρρηθείσῃ κοινῇ τῶν ἑλκῶν ἐπιμελείᾳ τῇ διὰ φλεβοτομίας ἢ καθάρσεως καὶ τῶν ἀκολούθων, ὠοῦ τὸ λευκὸν χλιαρὸν ἐγχυματίζοντα ἢ αἷμα τρυγόνος ἢ περιστερᾶς· ἄνωθεν δὲ εἰς τὸ βλέφαρον ἐπιθετέον κατάπλασμα τοιοῦτον, ἔριον οἴνῳ καὶ ῥοδίνῳ καὶ ὠῷ διάβροχον, πρὸς δὲ τὸ δύνασθαι ῥᾳδίως ἀνοίγειν τὸν ὀφθαλμὸν διὰ τὸ ἐκκριθῆναι τὸ δάκρυον καὶ ἐπιδέσμῳ κούφῳ χρηστέον· τῇ δὲ ἑξῆς πυριατέον πλειστάκις τὸν ὀφθαλμὸν σπόγγῳ δι’ ἀφεψήματος ἀψινθίου ἢ ὑσσώπου μάλιστα, ἔξωθεν δὲ ἔριον ἐπιτιθέσθω. ὅταν δὲ ὁ ὀφθαλμὸς ἀφλέγμαντος γένηται, μέλιτι ἐπαλειφέσθω ἢ τῇ Ἐρασιστράτου ὑγρᾷ ἢ τῷ ἀρωματικῷ κολλυρίῳ. καλῶς δὲ ποιεῖ καὶ στρύχνου χυλὸς μετὰ μέλιτος ἐγχριόμενος καὶ λίβανος ἐπιθυμιώμενος μετὰ ἀσφάλτου ἴσης. πρὸς δὲ τὰ κεχρονικότα ὑποσφάγματα καλῶς ποιεῖ τοῦτο· εἰς χαλκοῦν ἐρυθρὸν βαλὼν παιδὸς ἀφθόρου οὖρον, λείου δοίδυκι χαλκῷ ἐν ἡλίῳ ἐπὶ ἱκανὰς ἡμέρας, ἕως ἱκανὸν χυλὸν ἀνύσῃ, ἐάσας ξηρανθῆναι ἀναλαβὼν καὶ μέλιτι μίξας χρῶ. Ἀπολλώνιος δὲ ὁ Μεμφίτης πρὸς ὑποσφάγματα καὶ μώλωπας κολλύριον τοιοῦτον ἐκτίθεται· λίθου αἱματίτου, αἵματος ὀνείου ἀπὸ καρδίας, ξηρανθέντος ἐν ἡλίῳ ἴσα, οὔρῳ παιδὸς λείου καὶ καρδαμέας τῆς Ἰβηρίτιδος καλουμένης χυλὸν ἐπιβαλὼν καὶ συλλεάνας ἀνάπλασσε κολλύρια· ἐπὶ δὲ τῆς χρείας μεθ’ ἅλμης ἐγχυμάτιζε. Ἄλλο. λίθου αἱματίτου 𐅻 δ αἵματος περιστερᾶς ξηροῦ 𐅻 δ ὀνείου αἵματος 𐅻 δ κόμμεως 𐅻 β , λείου, ὡς προείρηται, καὶ χρῶ. χρῶ δὲ πρὸς τὰ ὑποσφάγματα τοῖσδε τοῖς κολλυρίοις, τῷ τε Δημοκρίτου διασμύρνῳ καὶ τοῖς διὰ λιβάνου καὶ τοῖς διακρόκοις καὶ ὁ χυλὸς τῆς τήλεως ἑψόμενος, ὡς προείρηται, ἄμεινόν ἐστι περιστερᾶς αἵματος. Περὶ νυγμάτων, οἷα συμβαίνει ἀπὸ γραφείου ἤ τινος τοιούτου.[25] |
| 23 | πάντα τὰ ἐπὶ τὸν ὀφθαλμὸν νύγματα, οἷα συμβαίνει ἀπὸ γραφείου ἤ τινος τοιούτου μετὰ τὴν προειρημένην κοινὴν ἐπιμέλειαν αἵματι τρυγόνος ἢ περιστερᾶς ἐγχυματιζέσθω εὐθὺς ἐξ ἀρχῆς ἢ ὠοῦ τῷ λευκῷ· καὶ κατ’ ἀρχὰς μὲν παραιτητέον τὰς πυρίας καὶ τὰ θερμὰ καταπλάσματα. μετὰ δὲ τὴν τρίτην ἢ τετάρτην ἡμέραν προκενωθέντος τοῦ παντὸς σώματος σπόγγοις ἀποπυριᾶν καὶ καταπλάσσειν τοῖς πρὸς φλεγμονὰς ἀναγραφησομένοις, κολλύρια δὲ προσάγειν ἀδηκτότατα, εἰ δὲ καὶ ἀκάθαρτα φαίνηται τὰ ἕλκη. χρηστέον οὖν τῷ τε σποδιακῷ καὶ τῷ τεφρῷ καὶ τῷ ἀστέρι καὶ τοῖς ὁμοίοις. ποιεῖ δὲ καὶ τὸ Νείλου διάρροδον ὑδαρὲς μετὰ ὠοῦ ἐγχυματιζόμενον. Περὶ τραυμάτων βαθυτέρων.[10] |
| 24 | ὅταν δὲ βαθύτερον καὶ μεῖζον γένηται ἐν ὀφθαλμῷ τραῦμα, ὡς ἐκρυῆναι κινδυνεύειν τὰ ἐν τῷ ὀφθαλμῷ ὑγρά, προσεκτέον, μὴ φλεγμονὴ ἐπιγένηται καὶ παρέπηται πυρετός. πρὸ πάντων οὖν τῇ ἀπ’ ἀγκῶνος φλεβοτομίᾳ χρηστέον, εἴγε ἀντέχοι ἡ δύναμις· οὐδὲν γάρ ἐστι τούτου ἐνεργέστερον βοήθημα κατ’ ἀρχάς. παραλιμπανομένης δὲ τῆς φλεβοτομίας, καθαρτηρίῳ ἐπιτηδείῳ χρηστέον· εἰ δὲ μή, κλυστῆρσιν πραϋντικοῖς τὴν κοιλίαν κενωτέον. τὸν δὲ ὀφθαλμὸν ἐγχυματιστέον τῷ λευκῷ τοῦ ὠοῦ· καὶ καταπλαστέον ὠῷ ἀνακεκομμένῳ σὺν τῷ πυρρῷ μετὰ ῥοδίνου καὶ οἴνου χλιαίνοντα ἡσυχῇ καὶ εἰς ἔριον ἀναλαβόντα· ταῖς δὲ ἑξῆς ἡμέραις πυριᾶν δι’ ἀφεψήματος ῥόδων ἢ μελιλώτων καὶ ἐγχυματίζειν γάλακτι γυναικείῳ μετὰ ὠοῦ χλιαροῖς. καταπλάσμασι δὲ χρηστέον τοῖς πρὸς φλεγμονὰς ἀναγεγραμμένοις καὶ μάλιστα τῷ διὰ κωδιῶν μελιλώτων κρόκου καὶ ἄρτου. καταχριστέον δὲ ὀπίῳ ὀλίγῳ μετὰ κρόκου δαψιλοῦς μέτωπον καὶ κροτάφους. κοῦφα δὲ ἔστω τὰ καταπλάσματα καὶ τὸ ἄνω μόνον βλέφαρον καταπλαττέσθω, πρὸς τὸ δύνασθαι ἀνοίγειν καὶ ἐκκρίνειν τὸ ἐπιφερόμενον δάκρυον. ἐπιδείσθω δὲ ὁ ὀφθαλμὸς κούφως· εἰ δέ τινες μὴ φέροιεν τὰ καταπλάσματα, ἐπιχριέσθωσαν τῷ Νείλου διαρρόδῳ τὰ βλέφαρα, τοὺς κροτάφους καὶ τὸ μέτωπον 〈μετ’〉 ὀπίου καὶ διακρόκου. σφοδροτέρων δὲ γιγνομένων τῶν ὀδυνῶν παραληπτέον ψίλωσιν τῶν τριχῶν τῆς κεφαλῆς καὶ σικύαν κολλᾶν τῷ ἰνίῳ καὶ τῇ κορυφῇ. καὶ ποτιστέον εἰς νύκτα τῶν ἀνωδύνων τινὶ πομάτων. περὶ δὲ τετάρτην ἢ ἑβδόμην ἡμέραν ἐγχυματιστέον τῷ Νείλου διαρρόδῳ ὑδαρεστάτῳ μέχρις ἀποθεραπείας. τροφὴν δὲ διδόναι ῥοφηματώδη εὔχυμον εὐκοίλιον· δεῖ γὰρ εὔλυτον εἶναι τὴν κοιλίαν ἀεί· ἀφεκτέον δὲ οἴνου μέχρι παρακμῆς. παραφυλακτέα δὲ καὶ ὅσα πληροῖ τὴν κεφαλὴν καὶ ἐρεθίζει τὸν ῥευματισμόν. Περὶ τῆς τοῦ ὠοειδοῦς ἐκκρίσεως.[25] |
| 25 | εἰ δὲ νυγέντος τοῦ ὀφθαλμοῦ ἔκκρισις τοῦ ὠοειδοῦς ὑγροῦ γένηται, ὥστε καὶ συσταλῆναι ἐπὶ ποσὸν τὸν ὀφθαλμόν, τὰ μὲν ἄλλα παραπλήσια τοῖς εἰρημένοις γιγνέσθω, πρὸς τὸ μὴ φλεγμονὴν ἐπιγίγνεσθαι. μετὰ δὲ τὴν τῶν φλεγμονῶν παρακμὴν καὶ τῶν ἑλκώσεων βαλανεῖον συνοίσει καὶ οἶνος λεπτὸς σύμμετρος καὶ εὔχυμος, πρὸς τὸ εὐτροφῆσαι καὶ ἀναπληρωθῆναι τὸ ὑγρόν. Περὶ τῆς τοῦ ὅλου ὀφθαλμοῦ προπτώσεως.[5] |
| 26 | ἡ πρόπτωσις τοῦ ὅλου ὀφθαλμοῦ συμβαίνει ἔκ τινος βιαίας πληγῆς τῆς κεφαλῆς ἢ ἑλκῶν ἀνθρακωδῶν ἢ τῶν ἐντὸς ὑμένων καὶ ἀγγείων, οἷς προσπέφυκεν ὁ ὀφθαλμός, ἀπορρηγνυμένων ἢ χαλωμένων· προπίπτει γὰρ ἐπ’ ἐνίων ὅλος ὁ ὀφθαλμὸς εἰς τὸ ἐκτός, ὡς μὴ δύνασθαι ἔσω τῶν βλεφάρων καλύπτεσθαι· ἐνίοτε δὲ καὶ μέχρι μήλων καὶ ὀφρύων προπίπτει. καὶ μάλιστα τοῦτο συμβαίνει ταῖς ἐξ ὑψηλῶν καταπτώσεσιν ἢ ταῖς βιαίαις κατὰ κεφαλῆς πληγαῖς· κινδυνῶδες δὲ τὸ πάθος. θεραπευτέον οὖν παραχρῆμα φλεβοτομοῦντας ἢ καθαίροντας καὶ τὰ λοιπὰ πρακτέα τὰ προρρηθέντα ἐν τῇ κοινῇ τῶν ἑλκῶν ἐπιμελείᾳ καὶ τὴν τροφὴν δὲ περιαιρετέον· ἔπειτα ὠῷ καὶ ῥοδίνῳ καὶ οἴνῳ ἀνακεκομμένοις ἔριον βρέχων ἐπιτίθει. μετὰ δὲ ταῦτα καταπλαστέον τῷ διὰ μελιλώτων καὶ κωδιῶν καταπλάσματι καὶ κρόκῳ καὶ ἄρτῳ καὶ ὑοσκυάμου φύλλοις σὺν ἄρτῳ ἢ ψυλλίῳ ἐπ’ ὀλίγον θερμῷ βραχέντι καὶ λειωθέντι· συνεχῶς δὲ ἀλλασσέσθω τὸ κατάπλασμα, ἵνα μὴ θερμανθέντα τὰ μέρη διαπυήσῃ· ταῖς δὲ ἑξῆς ἡμέραις ἐνδιδούσης τῆς φλεγμονῆς σικύαν προσβλητέον τῷ ἰνίῳ μετὰ κατασχασμοῦ· παρούσης δὲ τῆς φλεγμονῆς, ἀνάρμοστοι αἱ σικύαι. ἐγχυματιστέον δὲ συνεχῶς ὠῷ καὶ γάλακτι χλιαροῖς. ἐνδιδουσῶν δὲ τῶν φλεγμονῶν τῷ Νείλου διαρρόδῳ μετ’ ὠοῦ ἐγχριστέον ἢ καὶ μέλιτος βραχὺ ἀκάπνου προσμίγειν αὐτῷ πρὸς τὸ ἐκκρίνεσθαι τοὺς ἰχῶρας· ἅμα δὲ καὶ τὸν πυρῆνα τῆς μήλης ὑποβλητέον ἔσω ὑπὸ τὸ βλέφαρον, εἰς τὸ μὴ πρόσφυσίν τινα γενέσθαι. τῆς δὲ προπτώσεως ἐπὶ πολὺ γεγενημένης καὶ μηδεμιᾶς ἐλπίδος οὔσης ἀποκαταστῆναι τὴν ὅρασιν, καταπλάσμασι χρηστέον τοῖς ἐκπυοῦν δυναμένοις, οἷά ἐστι τὰ διὰ γύρεως καὶ φακῷ καταπλαστέον μετὰ μέλιτος· ἐνδιδουσῶν δὲ τῶν φλεγμονῶν ἐπὶ λουτρὸν ἄγειν. Περὶ τῶν ἐξ ἐπιφορᾶς ὑγρῶν γιγνομένων ἑλκώσεων ἐπιπολαίων, νεφελίου ἀχλύος καὶ ἐπικαύματος.[25] |
| 27 | αἱ δὲ ἐκ τῆς τῶν ὑγρῶν ἐπιφορᾶς γιγνόμεναι ἐπιπολαιότεραι ἑλκώσεις διαφόρως ὀνομάζονται· ἡ μὲν γὰρ ἀχλὺς ἐπιπόλαιός ἐστιν ἕλκωσις ἐπὶ τοῦ μέλανος γιγνομένη, παραπλησία ἀχλυώδει ἀέρι τῷ χρώματι κυανώδης, πολὺν τόπον ἐπέχουσα τοῦ μέλανος· ὅταν δὲ ἐπὶ τῆς κόρης γεγένηται, οὐ ῥᾳδίως ὁρῶσι. νεφέλιον δὲ καλεῖται τὸ ἐπὶ τοῦ μέλανος βαθύτερον τῆς ἀχλύος ἕλκος καὶ μικρότερον, τῇ δὲ χρόᾳ λευκότερον. ἐπίκαυμα δὲ λέγεται, ὅταν τὸ μέλαν τοῦ ὀφθαλμοῦ τραχυνθὲν ἐξ ἐπιπολῆς ἐπικαῇ καὶ φανῇ τὴν χρόαν τεφρὸν γενόμενον. ἔκκαυμα δέ ἐστι τὸ κατὰ πλεῖστον γενόμενον ἐκ τοῦ πυρετοῦ ἕλκους μετὰ ἐσχάρας ἀκαθάρτου ἐπὶ τοῦ μέλανος ἢ τοῦ λευκοῦ. ἐπὶ μὲν τοῦ μέλανος κατὰ βάθος γιγνόμενον καὶ ὡς ἐπίπαν ἐν τῇ ἀνακαθάρσει μείζονος διαβρώσεως γιγνομένης τῶν ὑμένων προχεῖται ἐκ τοῦ κατὰ λόγον τὰ ὑγρὰ καὶ ἐκρεῖ ὅλος ὁ ὀφθαλμός. ταύτας μὲν οὖν τὰς ἐπιπολαιοτέρας ἑλκώσεις μετὰ πυρετοῦ ἢ χωρὶς πυρετοῦ γιγνομένας ἰάσασθαι χρή, προκενώσαντας κλυστῆρι τὴν κοιλίαν ἐγχυματίζειν τῷ Νείλου διαρρόδῳ ὑδαρεστέρῳ μεταξὺ τῆς τοῦ κολλυρίου προσαγωγῆς καὶ ἐγχυματίζοντας γάλακτι. κατὰ βραχὺ δέ, διαβαινουσῶν τῶν ἡμερῶν, προσμίγειν τῷ Νείλου τὸ Χιακὸν Ἀπολλωνίου τὸ ἀρωματικόν· ὕστερον δὲ καὶ ἀκράτοις τούτοις χρηστέον. καθαρῶν δὲ γενομένων τῶν ἑλκῶν τῷ Κλέωνος χρηστέον· ταχέως γὰρ ἐπουλοῖ καὶ λεπτὰς οὐλὰς ἄγει καὶ σχεδὸν ἀδήλους. Περὶ ἀργέμου.[20] |
| 28 | ἄργεμόν ἐστι τὸ κατὰ τὸν τῆς ἴρεως κύκλον γιγνόμενον ἑλκύδριον, ἐπειληφὸς ὃ μέν τι τοῦ λευκοῦ ὃ δέ τι τοῦ μέλανος, λευκὸν φαινόμενον· ὅταν μὲν οὖν βαθύτερόν τε καὶ λιπαρώτερον γένηται κατὰ τὸν τῆς ἴρεως κύκλον καὶ θᾶττον ἀνακαθαρθῇ, ἐνίοτε προπίπτει ὁ ῥαγοειδής· διὸ παρεμπλάσσουσι φαρμάκοις ἐπ’ αὐτῶν χρηστέον κατ’ ἀρχάς, ὡς ἀφλέγμαντα γένηται τὰ ἕλκη καὶ ὑποτραφεὶς ὁ χιτὼν τοῦ ὀφθαλμοῦ ἀποστήσῃ τὴν ἐσχάραν. Περὶ βοθρίων καὶ κοιλωμάτων.[5] |
| 29 | βόθρια μὲν καλεῖται, ὅταν ἐπὶ τοῦ μέλανος γένηται κοῖλα καὶ στενὰ καὶ καθαρὰ ἕλκη κεντήμασιν ὅμοια· κοιλώματα δὲ καλεῖται τὰ στρογγύλα καὶ πλατύτερα τῶν βοθρίων ἕλκη καὶ ἧττον βαθέα. οὐ καθαρτέον τοίνυν αὐτὰ κολλυρίοις δριμέσιν, ἀλλὰ μᾶλλον τοῖς πραέσιν ἀνατρέφειν καὶ μάλιστα τὰ βόθρια λεγόμενα· τὰ δὲ κοιλώματα ἐγχρονίζοντα, τοῖς ἡσυχῇ ἀποσμήχουσι πρῶτον χρησάμενοι, μεταβαίνειν ἐπὶ τὰ ἀνατρέφοντα, οἷά ἐστι τὰ διὰ λιβάνου· ἰσόπεδα δὲ γενόμενα ἢ καὶ ποικιλώτερα ὄντα τῷ Κλέωνος χρηστέον· εἰ δὲ ῥύπος πολὺς ἐπικείμενος εἴη τοῖς ἕλκεσι, μελικράτῳ ἐγχυματιστέον. ἡμεῖς δὲ τῷ ἀφεψήματι τῆς τήλεως κατασκευασθέντι, ὡς προείρηται, προσμίξαντες μέλιτος βραχὺ θᾶττον ἐτύχομεν τοῦ ζητουμένου. χρώμεθα δὲ ἐπὶ τῶν κοίλων καὶ ῥυπαρῶν ἑλκῶν τῷ Θεοδοτίῳ Σεβήρου μετ’ ὠοῦ ὑδαρεστέρῳ· καὶ χωρὶς πάσης ὀδύνης ἀνακαθαίρει καὶ εἰς οὐλὴν αὐτὸ ἄγει τάχιστα. μεμνῆσθαι δὲ χρὴ κἀπὶ τούτων τῆς προρρηθείσης κοινῆς τῶν ἑλκῶν ἐπιμελείας. Περὶ πυώσεως ἤτοι ὀνυχίων.[15] |
| 30 | αἱ γιγνόμεναι ἐν τοῖς ἕλκεσι πυώσεις διαφόρου προσηγορίας τετυχήκασιν· ὀνύχια μὲν γὰρ λέγεται, ὅταν ἀπὸ βαθυτέρου ἕλκους τὸ πύον ἀπορρυὲν καὶ μεταξὺ τῶν χιτώνων παρεμπεσὸν καὶ σχηματισθὲν τῷ κύκλῳ τῆς ἴρεως ὁμοίαν ὄνυχος ἀποτομῇ φαντασίαν ἀποτελέσῃ. πλείονος δὲ συστάντος πύου καὶ τὸ ἥμισυ τοῦ μέλανος ἀπολαβόντος ἢ καὶ δι’ ὅλου τοῦ κερατοειδοῦς διαυγοῦς γενομένου, ὑπόπυον εἶναι λέγομεν τὸν ὀφθαλμόν. γίγνεται δὲ ταῦτα καὶ χωρὶς ἑλκώσεως, κεφαλαλγίας προηγησαμένης ἢ ὀφθαλμίας· συμβαίνει δὲ καὶ φλεγμονῆς προγενομένης, διὰ τὴν πλείονα πύρωσιν τῶν ὑγρῶν ῥηγνυμένων τινῶν ἀγγείων καὶ τοῦ ἐξ αὐτῶν προχεομένου αἵματος πυοποιουμένου. παρέπεται δὲ πᾶσι τοῖς ὑποπύοις [πυοποιοῖς] ὀδύνη σφυγματώδης καὶ ἐρύθημα περὶ τὸν ὀφθαλμὸν ὅλον καὶ κροτάφιον ἄλγημα. θεραπευτέον δὲ αὐτοὺς κατ’ ἀρχὰς παραιτουμένους τὰς πυρίας, κενώσει δὲ κοιλίας χρωμένους διὰ κλυστῆρος, ἔπειτα καὶ φλέβα τέμνοντας τὴν ἀνωτέραν ἐν ἀγκῶνι, λύοντας δὲ μετὰ ταῦτα καὶ τὴν παρὰ τὸν μέγαν κανθὸν φλέβα χωρὶς στραγγάλης τῆς περὶ τὸν τράχηλον καὶ σικύαν δὲ τῷ ἰνίῳ προσβάλλειν ἢ βδέλλας τοῖς κροτάφοις· εἶτα τοῖς πρὸς φλεγμονὰς κολλυρίοις χρήσασθαι καὶ μάλιστα τῷ Νείλου διαρρόδῳ μετ’ ὠοῦ ἢ γάλακτος ὑδαρέστερον ἐγχυματίζοντας· μετὰ δὲ τὴν τρίτην ἡμέραν σπόγγοις ἀποπυριᾶν μετρίως τὸ πρῶτον, ἔπειτα ἐκ προσαγωγῆς παραύξειν τὴν πυρίαν· καὶ τὰ παρεμπλάττοντα μὲν κολλύρια παραιτεῖσθαι, τοῖς δὲ πᾶσι διηθοῦσι καὶ διαφοροῦσι χρηστέον, μάλιστα μὲν τῷ Χιακῷ Ἀπολλωνίου καὶ τοῖς ὁμοίοις τοῖς διὰ σμύρνης σκευαζομένοις, ἃ δὴ καὶ διάσμυρνα καλεῖται. τὰ γὰρ σφοδρῶς διαφοροῦντα καὶ ξηραίνοντα παραχρῆμα μὲν ἱκανὴν κένωσιν ποιεῖται τοῦ λεπτομερεστέρου, τὸ δὲ ὑπόλοιπον καὶ παχύτερον πηγνύει καὶ ξηραίνει δυσλύτως. ἰατρὸς δέ τις τῶν καθ’ ἡμᾶς ἐμπειρικώτατος ὀφθαλμικὸς καὶ διὰ σείσεως τῆς κεφαλῆς πολλοὺς τῶν ὑποπύων ἐθεράπευσε, καθίζων μὲν αὐτοὺς ὀρθίους ἐπὶ δίφρου, περιλαμβάνων δὲ τὴν κεφαλὴν ἑκατέρωθεν ἐκ τῶν πλαγίων, εἶτα διασείων οὕτως, ὡς ὁρᾶν ἡμᾶς ἐναργῶς κάτω καταφερόμενον τὸ πύον καὶ μένον κάτω, διὰ τὸ βάρος δηλονότι. ὅταν μὲν οὖν ἐπιπολῆς τὸ πύον εἴη καὶ προσεχὲς τῷ ἕλκει, ἐν τῷ καθαίρεσθαι τὸ ἕλκος ἐξατμίζεται πάντως καὶ τὸ πύον· ὅταν δὲ τὸ μὲν ἕλκος ἐπιπόλαιον ᾖ καὶ ἀνωτέρω, τὸ δὲ πύον πλεῖόν τε ἐν βάθει καὶ κατωτέρω τοῦ ἕλκους καὶ μὴ διηθῆται ὑπὸ τῶν φαρμάκων, χρὴ τὸν ὀφθαλμὸν διακεντεῖν ὑπὸ τὸ πύον, πλαγίῳ τῷ παρακεντητῆρι κατὰ τὴν ἶριν καὶ στεφάνην λεγομένην, καὶ ἐκκρίνειν τὸ πύον. παραλαμβάνειν δὲ τὴν χειρουργίαν ταύτην χρὴ ἀφλεγμάντων ὄντων τῶν τόπων. τὰς δὲ ἐπὶ τοῦ λευκοῦ χιτῶνος τοῦ ἐπιπεφυκότος γιγνομένας πυώσεις μεθ’ ὑπεροχῆς καὶ ἐρυθήματος καὶ σφυγμοῦ μείζονος—διαστείλας τὰ βλέφαρα—ἀντιλαμβανομένου τοῦ ὑγροῦ φλεβοτόμῳ διαίρει ἐκ τοῦ κάτωθεν μέρους, ὑποδέρων ἠρέμα τὸν ἐπιπεφυκότα χιτῶνα. μετὰ δὲ τὴν τοῦ ὑγροῦ κένωσιν ἐπ’ ἀμφοτέρων ὠοῦ τὸ λευκὸν ἐγχυμάτιζε· εἶτα ἀνακόψας μίξας ὠὸν ὅλον μετ’ οἰνομέλιτος καὶ ἀναλαβὼν ἐρίῳ μαλακῷ ἐπιτίθει ἐπὶ τὸν ὀφθαλμὸν καὶ ἐπίδησον. τῇ δὲ ἑξῆς σπόγγον ἐξ ὕδατος θερμοῦ ἀποπυριάσας καὶ τῷ ὠῷ ἐγχυματίσας πάλιν τὸ προειρημένον πτύγμα ἐπιτίθει· καὶ μεθ’ ἡμέρας τρεῖς ἐπάλειφε τῷ Δίωνος λεγομένῳ κολλυρίῳ ἤ τινι τῶν πρὸς τὰς παρακεντήσεις παραλαμβανομένων. ἔστι δὲ τὸ Δίωνος κολλύριον τοῦτο· σποδίου πεπλυμένου 𐅻 ϛ λιβάνου λεπίδος σμύρνης ἀκακίας ναρδοστάχυος ὀπίου πεφωγμένου ἀνὰ 𐅻 α κόμμεως 𐅻 β , ὕδωρ ὄμβριον· ἐπὶ δὲ τῆς χρείας ἐγχυμάτιζε σὺν τῷ λευκῷ τοῦ ὠοῦ καὶ τὸ προειρημένον πτύγμα ἐπιώθει.[45] |
| 30 (50) | εἰ δὲ μετὰ τὸ ἀφλέγμαντον γενέσθαι προκύψει ἐκ τῆς διαιρέσεως σάρξ, ἀνέσας τὸ προειρημένον κολλύριον μετὰ γάλακτος ἔγχριε· καλῶς δὲ καταστέλλει καὶ ἀνακαθαίρει καὶ τὸ Χιακὸν Ἀπολλωνίου. Περὶ φλυκταινῶν.[55] |
| 31 | φλύκταιναι μὲν γίγνονται καὶ ἐπὶ τοῦ λευκοῦ καὶ ἐπὶ τῶν βλεφάρων, ὡς ἐπὶ τὸ πολὺ δὲ περὶ τὸν κερατοειδῆ χιτῶνα. καὶ αἱ μὲν ἐπιπολῆς γίγνονται, αἱ δὲ ἐν βάθει. συνέστηκε γὰρ ὁ κερατοειδὴς χιτὼν ἐκ τεσσάρων οἷον ὑμενωδῶν σωμάτων, πυκνοτάτων καὶ ἰσχυροτάτων. ποτὲ μὲν οὖν ὑπὸ τὸν πρῶτον ὑμένα συμβαίνει τὴν φλύκταιναν γενέσθαι, ὅτε καὶ τὴν χρόαν μελαντέραν ἐμφαίνει. ποτὲ δὲ ὑπὸ τὸν δεύτερον ἢ τὸν τρίτον συνίσταται, ὅτε καὶ λευκότερον τὸ χρῶμα τῆς φλυκταίνης φαίνεται, διὰ τὸ ἐν τῷ βάθει κατακρύπτεσθαι τοῦ κερατοειδοῦς χιτῶνος. ἡ γὰρ κατὰ φύσιν χρόα τῆς φλυκταίνης ἐστὶ μέλαινα. ὁ δὲ κερατοειδὴς χιτών ἐστι λευκὸς τοῖς κέρασιν ὁμοιότατος. ἐφ’ ὅσον οὖν ἐν τῷ βάθει τοῦ κερατοειδοῦς κατακρύπτεται ἡ φλύκταινα, ἐπὶ τοσοῦτον λευκοτέραν τὴν χρόαν φαντάζει, καὶ μᾶλλον ἐπώδυνος γίγνεται καὶ χαλεπωτέρα. καὶ γὰρ εἴτε διὰ πλῆθος ῥαγείη ἡ φλυκτὶς εἴτε διαβρωθείη ὑπὸ δριμύτητος, ὡς ἑλκωθῆναι τὸν ὑμένα, ῥᾴστη μὲν ἡ ἐπιπολῆς ἕλκωσις ἰαθῆναι, χαλεπὴ δὲ ἡ κατὰ βάθος. κίνδυνος γάρ ἐστι τὸ λοιπὸν τοῦ κερατοειδοῦς ἐν τῷ βάθει λεπτὸν ὑπάρχον ῥαγῆναι, καὶ πρόπτωσιν τοῦ ῥαγοειδοῦς ἀπαντῆσαι καὶ τῶν κατὰ τὸν ὀφθαλμὸν ὑγρῶν κένωσιν καὶ μάλιστα ἐὰν κατὰ τὴν κόρην ἡ ῥῆξις γένηται. κατὰ γὰρ τὴν κόρην, καὶ κατὰ τρόπον θεραπευομένου τοῦ πάσχοντος, ὅμως ἕπεταί τι ἕτερον δεινόν. συνουλωθέντων γὰρ τῶν ἑλκῶν, ὁ ἄνθρωπος οὐκ ὄψεται διὰ τὰς ἐπιγιγνομένας οὐλάς· ἐπειδὴ δέ ἐστιν ὅτε καὶ κατὰ διάβρωσιν τοῦ κερατοειδοῦς προπίπτει ὁ ῥαγοειδὴς καὶ ποιεῖ φαντασίαν ἐπιπολαίου φλυκταίνης, ἄξιον αὐτὰ ἀκριβέστερον διορίζειν. ἡ μὲν οὖν ἐπιπολῆς φλύκταινα ὁμοίως πάντοθέν ἐστι μέλαινα, οὐ πάνυ δὲ κατακορὴς τῇ μελανίᾳ. ἐπὶ δὲ τοῦ ῥαγοειδοῦς τὸ προπεπτωκὸς μέρος ἤτοι μέλαν ἐστὶν ἢ κυανοῦν. τὸ δὲ μέγιστον σημεῖον, τὴν βάσιν κατὰ κύκλον τῆς προπτώσεως τοῦ ῥαγοειδοῦς εὑρήσεις λευκήν· λευκὸς γάρ ἐστι τῇ χρόᾳ ὁ κερατοειδὴς χιτών, οὗ ῥαγέντος προέπεσεν ὁ ῥαγοειδής. ἀλλὰ καὶ τὸ μέγεθος τῆς κόρης μειοῦσθαι συμβαίνει ἐπὶ ταῖς προπτώσεσι τοῦ ῥαγοειδοῦς ἢ πάντως γε τῷ σχήματι παραλλάττειν. οὐ γὰρ ἀποσώζει ἡ κόρη ἐπὶ τῆς προπτώσεως τὸ περιφερὲς σχῆμα ἀκριβῶς, ἀλλὰ κατά τι μέρος οἷον παρεσπασμένη φαίνεται. προσέχειν οὖν ἀκριβῶς χρὴ τοῖς ῥηθεῖσι σημείοις καὶ διορίζειν ἀλλήλων τὰ πάθη, διὰ τὸ καὶ τὴν θεραπείαν ἐναλλάττεσθαι συμβαίνειν περὶ τὰς τῶν παθῶν διαφοράς. ἐπὶ γὰρ τῆς προπτώσεως τοῦ ῥαγοειδοῦς τοῖς μᾶλλον στύφουσι καὶ ἀποκρουομένοις χρώμεθα, ἐπὶ δὲ τῶν φλυκταινῶν τοῖς ἠρέμα διαφοροῦσι. θεραπευτέον μὲν οὖν τὰς φλυκταίνας πρῶτον μὲν παραφυλαττομένους λαλιὰν πλείω, πταρμούς, θυμούς, κατοχὰς πνεύματος, αὐγὴν λαμπράν, ἔπειτα δὲ συστέλλειν καὶ τὸ ποτὸν καὶ τὸ σιτίον ὡς μάλιστα, κενώσει τε τῆς κοιλίας κλύσματι 〈μὴ〉 δριμεῖ χρωμένους. πειρᾶσθαι δὲ καὶ γάλακτι τὴν κοιλίαν ἐκλύειν, ἐφ’ ὧν μήτε ὀξύνεται μήτε κνισσοῦται μήτε εἰς ἔμετον ὁρμᾷ. ἐπὶ γὰρ τῶν τοιούτων παραιτητέον μὲν τὸ γάλα, ζωμῷ δὲ ὄρνιθος ἢ κνήκου χυλῷ ἢ ἀλόῃ ἤ τινι τῶν ἁπλουστέρων τὴν κοιλίαν λύειν. παραιτεῖσθαι δὲ τὰ σφοδρότερα τῶν καθαρτηρίων καὶ μάλιστα τὰ κακοστομαχώτερα. τοὺς δὲ ἐπιδέσμους καὶ τὰ πολλὰ πτύγματα ἐπὶ τούτων παραιτούμεθα· πάνυ γάρ εἰσι βλαβερά, οὐ μόνον ἐπὶ τούτων, ἀλλὰ καὶ ἐπὶ πάσης ὀφθαλμίας διὰ δριμύτητα χυμῶν γιγνομένης. καταπλάσμασιν οὖν χρὴ ἐν ἀρχῇ μάλιστα κεχρῆσθαι, ὅταν φλεγμονὴ συνεδρεύῃ, κούφοις μὲν ἀλλ’ ἐπὶ πλάτος.[45] |
| 31 (50) | δεῖ γὰρ εἰς ὀθόνια λεπτὰ μαλακὰ ἐναλείφειν τὰ καταπλάσματα καὶ ἐπιτιθέναι ἐφ’ ὅλον τὸν ὀφθαλμόν, περιλαμβάνοντα ὀφρύν τε καὶ μῆλον καὶ κρόταφον. καὶ ἐᾶν αὐτὰ ἐπικεῖσθαι ἕως ἂν ἔνικμα ᾖ. ὅταν δὲ ξηραίνηται, αἴρειν καὶ ἕτερον ἐπιτιθέναι. παραλαμβανέσθω δὲ τὰ πρὸς φλεγμονὰς ἁρμόττοντα, οἷον ὠῶν ὀπτῶν λέκιθοι λεανθεῖσαι μετὰ κρόκου καὶ ὀπίου βραχέος καὶ γλυκέος συμμέτρου καὶ ἄρτου. ἐπιτήδεια δὲ καὶ τὰ στύφοντα, οἷον μῆλα κυδώνια ἑφθὰ ἢ σίδια ἐν ὕδατι ἑψημένα. παραιτεῖσθαι δέ, ὡς εἴρηται, ἐπιδεσμεῖν τὸν ὀφθαλμὸν ἐπὶ τούτων ἐπὶ πολύ· βλαβερώτατον γάρ. παρηγορηθείσης δὲ τῆς φλεγμονῆς, καὶ τῶν καταπλασμάτων ἀφεκτέον διὰ τὸ βάρος. κολλύρια δὲ ἐν ἀρχαῖς ἁρμόδια, οἷον τὸ Νείλου διάρροδον σὺν γάλακτι ἐγχυματιζόμενον ὑδαρές. προκοπτούσης δὲ τῆς θεραπείας, καὶ τὰ διὰ σμύρνης καὶ λιβάνου καὶ κρόκου προσάγειν, ὕστερον δὲ καὶ τὰ νάρδινα. ἔξωθεν δὲ ἐπιχρίειν τὰ μὲν βλέφαρα τῷ Νείλου διαρρόδῳ ἤ τινι τῶν διὰ κρόκου, τὸ δὲ μέτωπον ἀκακίᾳ καὶ ὑποκυστίδι μετὰ κρόκου καὶ ὀπίου βραχέος. πυρίας δὲ κατ’ ἀρχὰς μὲν χλιαρὰς παραλαμβάνειν· αἱ γὰρ ἐπιτεταμέναι κατ’ ἀρχὰς παροξύνουσι τὰς φλεγμονάς· ὕστερον δὲ ἐπιτείνειν χρὴ τὴν θερμασίαν. περίπατοι δὲ καὶ ἄλλαι κινήσεις κατ’ ἀρχὰς οὐκ ἐπιτήδειοι, βαλανεῖα δὲ μετὰ τὰς ἀρχὰς καὶ τὰ ἄλλα πυριατήρια· οἴνου δὲ ἀπέχεσθαι δεῖ παρ’ ὅλην τὴν θεραπείαν. ὕδατι δὲ θερμῷ χρῆσθαι ποτῷ καὶ τροφὰς μαλακὰς καὶ εὐδιοικήτους λαμβάνειν· φεύγειν δὲ ἐπὶ τούτων τὴν ἐκ τοῦ μετώπου ἢ τῶν ἐγκανδίδων φλεβῶν αἵματος ἀφαίρεσιν· προπίπτει γὰρ ὁ ὀφθαλμὸς καὶ μάλιστα εἰ φλεγμονὴ συμπαρείη ἢ ἕλκωσις βαθυτέρα. Περὶ ἀνθράκων Σεβήρου.[70] |
| 32 | ἐπειδὴ δὲ καὶ οἱ ἄνθρακες τοῦ γένους εἰσὶ τῶν φλυκταινῶν, γίγνονται δὲ καὶ οὗτοί ποτε ἐν τοῖς βλεφάροις εἰς συμπάθειαν μεγίστην ἄγοντες τὸν ὀφθαλμόν, φέρε καὶ περὶ τούτων μικρὰ βοηθήματα λέξω, τὰς διαγνώσεις αὐτῶν πρότερον ἐκθέμενος· καὶ ἕτερα γάρ τινα ἐφιστάμενα τοῖς βλεφάροις ὑπόνοιαν ἀνθράκων τοῖς ἀπείροις ἐμφαίνουσι· κριθαὶ μὲν γὰρ καὶ φύματα καὶ ἴονθοι περὶ τὰ βλέφαρα γίγνονται, ἀλλὰ μετ’ ὄγκου τινὸς ταῦτα καὶ ἀφλέγμαντα ὡς ἐπὶ τὸ πολὺ καὶ οὐ πάνυ ὀδυνώδη. οἱ δὲ ἄνθρακες ἐρύθημα κατ’ ἀρχὰς μέγιστον ἴσχουσιν, ὡς διακαίεσθαι αὐτοῖς δοκεῖν τὸν ὀφθαλμόν· ὄγκον δέ τινα ἢ ἐπανάστασιν οὐ ταχέως ἐμποιοῦσι. διὰ γὰρ τὴν ἄμετρον θερμότητα ὥσπερ ῥῆξίν τινα ὑπομένει ἡ ἐπιφάνεια τοῦ ἄνθρακος καὶ τὸ ἀπορρέον ἐξ αὐτοῦ δριμὺ καὶ δηκτικὸν ὑπάρχον τὴν μὲν ἐπιφάνειαν τοῦ ἄνθρακος ξηραίνει καὶ ἐσχαροῖ, καὶ τοῖς πλησίον δὲ τόποις τὴν νόσον ἐγκατασπείρει. παρέπεται οὖν αὐτοῖς ἰσχυρὰ φλεγμονὴ καὶ αὐτοῦ τοῦ ὀφθαλμοῦ καὶ τῶν πέριξ μερῶν καὶ μάλιστα τῶν παρὰ τὰ ὦτα ἀδένων, ὥστε καὶ ἑλκώσεων μεγάλων ἐνίοτε καὶ ῥήξεων τοῦ ὀφθαλμοῦ αἰτίους γίγνεσθαι, ἔτι δὲ καὶ προπτώσεων καὶ σταφυλωμάτων καὶ προσφύσεων καὶ ἀγκυλώσεων καὶ βλεφαρίδων ψιλώσεως· αἵ τε ἀπὸ τῶν ἀνθράκων οὐλαὶ παχεῖαι γίγνονται καὶ συνεχῶς ἑλκοῦνται. καὶ ἐπὶ μὲν τοῦ ἄλλου σώματος τὸ ἀπορρέον ἐκ τῶν ἀνθράκων αἷμα μέλαν εὑρίσκεται διὰ τὴν ὑπερόπτησιν. ἐπὶ δὲ τοῦ ὀφθαλμοῦ αἷμα μὲν οὐ πάντως ἄγεται ἐκ τῶν ἀνθράκων, διὰ τὸ μηδὲ πλεονεκτεῖν ἐν τῷ ὀφθαλμῷ τὸ αἷμα· ὅθεν ὡς ἐπίπαν καὶ λευκοὶ τὴν χρόαν οἱ ἐπὶ τῶν βλεφάρων γίγνονται ἄνθρακες. καὶ εἰ μὲν ἡ ἀπαλλαγὴ τοῦ πάθους αἰπεῖα γίγνοιτο διὰ τῆς προσηκούσης ἐπιμελείας, ἀφανὴς ὁ ἄνθραξ γίγνεται. εἰ δὲ ἐπιμένοι καὶ δυσδιαφόρητος γίγνηται, ἀναγκαίως μελαίνεται ὁ τόπος. δεῖ οὖν ἀρχομένων τῶν ἀνθράκων μὴ ἐπὶ καταπλάσματα καὶ τὰς ὑπαλείψεις εὐθέως ὁρμᾶν, ἀλλὰ κενοῦν κλυστῆρι πρῶτον τὴν κοιλίαν, εἶτα καθαίρειν τῷ γάλακτι συμμέτρως ἀπέφθῳ, ἐπὶ δὲ τῶν πολυαίμων καὶ φλεβοτομεῖν. εἶτα σπόγγῳ ἀποπυριάσαντα τοῖς ἁπλουστέροις πρῶτον κεχρῆσθαι. τοῖς γὰρ στύφουσι καὶ ψύχουσιν, ἐνίοτε δὲ καὶ ξηραίνουσι φαρμάκοις χρησάμενοι τούτους ἰασάμεθα. ἐπὶ μὲν οὖν τῆς ἀρχῆς, ὅτε ἡ πυράκτωσις πάρεστι, σβέσαι τὸν χυμὸν ζητοῦντες κόριον λειώσαντες ἐπιχρίομεν τὸ ἔρευθος τοῦ ὀφθαλμοῦ· καὶ στρύχνος δὲ ἅμα γλυκεῖ λειωθεὶς καὶ ἐπιβληθεὶς τῷ ἄνθρακι παραυτίκα τοῦτον ἀφανῆ πεποίηκε. καὶ αὕτη ἡ ἀγωγὴ ὀνίνησιν ἐν ἀρχαῖς μεγάλως· τὰ δὲ ψύχοντα καταπλάσματα προσαγόμενα ἐπὶ τῶν ἀνθράκων τῷ ὀφθαλμῷ ἀποκρούεται μὲν τὸ ἐπιρρέον τῷ ἄνθρακι καὶ παύει τὰς ἐξωτέρας φλεγμονάς· φόβος δέ, μὴ εἰς αὐτὸν τὸν ὀφθαλμὸν κατασκήψῃ· τοῦτο γὰρ εἰργάσατο ὁ στρύχνος προσαχθεὶς σὺν γλυκεῖ· ἀφανῆ μὲν γὰρ τὸν ὄγκον εὐθὺς πεποίηκεν, ἐπηρώθη δὲ ὁ ὀφθαλμός. τοὺς δὲ ἤδη νεμομένους ἄνθρακας ποικίλως χρὴ ἰάσασθαι· καὶ γὰρ τὸ ἀπορρέον δριμὺ καὶ δακνῶδες ὑπάρχει, ὥστε ἐπινέμεσθαι καὶ τοὺς πλησίον τόπους τὴν διάθεσιν καὶ κίνδυνος ἀδικηθῆναι τὸν ὀφθαλμόν. ἀνάβρωσις γὰρ εἴωθε τούτοις ἐγγίνεσθαι. προσήκει οὖν ἀποσπογγίζειν καὶ μετρίως προσαντλεῖν τὸν ὀφθαλμὸν ἀφεψήματι ῥόδων ἢ βάτων ἢ ἑλίκων ἀμπέλων. χλιαρώτερον δὲ ἔστω τὸ ἀφέψημα ἢ μᾶλλον γαλακτῶδες. εἰ δὲ καὶ βρυώδεις οἱ τόποι γένοιντο ἐκ τοῦ τὴν νομὴν ἐπὶ πλέον κεκρατηκέναι, πολλάκις γὰρ καὶ βλεφάρων ἔκπτωσις γίγνεται πρὸς τοὺς τοιούτους ῥευματισμούς, καὶ ὑποκυστίδος χυλὸν προσμίσγομεν τῷ ὕδατι καὶ μυρρίνας καὶ ἀκακίαν γλυκεῖ ἀναλύσαντες ἐπιχρίομεν τοῖς τόποις.[45] |
| 32 (50) | δεῖ γὰρ πρὸς τὸ θεραπευόμενον σῶμα καὶ τὰς ὕλας ἐπιλέγεσθαι τὰς μέσας μάλιστα. τῶν γὰρ πάνυ δραστικῶν φαρμάκων οὐκ ἀνέχονται οἱ τόποι, οἷός ἐστιν ἰὸς καὶ τὰ παραπλήσια. τῇ γὰρ δήξει, κἂν ἐλπίδα σωτηρίας ἔχῃ ὁ ὀφθαλμός, καὶ ταύτης ἀποστερεῖται. τὰ γὰρ νευρώδη μόρια καὶ γεγυμνωμένα μάλιστα τῶν σαρκῶν ἀδικεῖται ὑπὸ τῶν σφόδρα καιόντων καὶ δακνόντων, ὥστε καὶ σφακέλους ἐπιφέρειν. τὰ τοίνυν κελύφη τῶν ῥοῶν μάλιστα τῶν ὀξειῶν ἀποζέσαντες μετὰ φακῆς καὶ τὴν ἐντεριώνην ἀποξύσαντες καὶ λειώσαντες σὺν ἐλαχίστῳ μέλιτι μεγάλην ὠφέλειαν ἐκ τούτου πεποιήμεθα. ταχεῖαν γὰρ τὴν κάθαρσιν ποιεῖται καὶ τὰ ἐπιφερόμενα τοῖς τόποις ὑγρὰ ποσῶς ἐφίστησι· τὰ γὰρ λιπαίνοντα ἐπιτείνει τὰς νομάς. ἐπιταθείσης δὲ τῆς νομῆς οἴνῳ χρὴ ἑψεῖν τὰ σίδια καὶ καθ’ αὑτὰ χωρὶς τῆς φακῆς ἐπιτιθέναι ἢ φύλλα ἐλαίας λειώσας ἐπιτίθει· τὰς δὲ ἐσχάρας μᾶλλον τὰ σίδια ἑφθὰ λεῖα μετὰ μέλιτος ἐπιτιθέμενα ἀπολύει. ἔστι δὲ καὶ σύνθετα φάρμακα τοῖς ἄνθραξιν ἁρμοδιώτατα· καὶ γὰρ ἐν ταῖς ἀρχαῖς τῶν πυρακτώσεων ὁ δι’ ἁλικακάβων τροχίσκος ἐπιχριόμενος ὑπερβαλλόντως σβέννυσι· ψύχει γὰρ καὶ ξηραίνει συμμέτρως. εἰ δὲ καταστεῖλαι δέοι τὰ ὑπερσαρκοῦντα, τῷ Μούσα ξηρῷ λείῳ προσαπτόμεθα. εἰ δὲ σαρκῶσαι χρεία, ἀναλύσαντες αὐτὸν τὸν τοῦ Μούσα μετὰ ἑψήματος ἐπιχρίομεν. εἰ δὲ ἐπουλῶσαι σκοπός, πάλιν τὸν δι’ ἁλικακάβων παραλαμβάνομεν. Ἀπολλώνιος δέ φησιν· ἐπὶ τῶν ἐν ὀφθαλμοῖς ἀνθράκων φαρμάκῳ τούτῳ κέχρημαι· σποδίου 𐅻 δ λίθου σχιστοῦ 𐅻 β κρόκου τριώβολον σμύρνης ἐπ’ ὀλίγον πεφωγμένης τριώβολον· λεάνας οἴνῳ εὐώδει, ἕως ξηρανθῇ, μίσγε γλυκέος Κρητικοῦ ἢ ἄλλου ὁμοίου μὴ δριμέος κοτύλην καὶ συλλεάνας ἀναλάμβανε καὶ ὑπάλειφε. ἀφίστησι γὰρ τὰς ἐσχάρας καὶ καθαίρει τὰ ἕλκη, κἂν ἔξωθεν τῶν βλεφάρων τὸ πάθος ᾖ, κἂν ἐν τῷ βάθει ἔνδοθεν. ποιεῖ δὲ καὶ πρὸς ῥεῦμα καὶ φλεγμονάς. ἐὰν δὲ πόνος τὸν ὀφθαλμὸν αὐτὸν κατέχῃ, ὑπόχριε τῷδε τῷ κολλυρίῳ καὶ τὴν νομὴν παραχρῆμα ἵστησι· μολύβδου σκωρίας λειωθείσης καὶ πεπλυμένης καὶ ἐξηρασμένης 𐅻 δ ναρδοστάχυος 𐅻 δ κόμμεως 𐅻 β ἐλαίας φύλλων ρκʹ χυλόν· μετὰ κοτύλης ὕδατος ἐμβαλὼν τὸν χυλὸν ἐκπίεζε καὶ διηθήσας καὶ λεάνας χρῶ. ποιεῖ δὲ καὶ τὸ Νείλου διάρροδον μετ’ ὠοῦ ἐγχυματιζόμενον· μάλιστα δὲ τὸ νάρδινον τὸ Κανδίδου ἐπιγραφόμενον, ὑποχριόμενον καθ’ ὑποβολὴν τῷ βλεφάρῳ μέχρι τελείας ἀπαλλαγῆς. δεῖ γὰρ καθαρῶν γενομένων τῶν ἑλκῶν παραπυριάσαντας, ἔπειτα εἰς γάλα πυρῆνα μήλης βάπτοντας ὑποβάλλειν ὑπὸ τὰ βλέφαρα. καὶ τοὺς κανθοὺς ἀπ’ ἀλλήλων χωρίζειν, ἵνα μὴ ἀγκύλη ἢ πρόσφυσις γένηται· διὰ τοῦτο δὲ μὴ ἐπιδεῖν τὸν ὀφθαλμὸν μάλιστα μετὰ τὴν κάθαρσιν τῶν ἑλκῶν· περὶ γὰρ τὰς ἀρχὰς τῶν ἀνθράκων, εἰ φλεγμοναὶ μέγισται καὶ περιστάσεις γίγνοιντο, καταπλάττειν ἀναγκαζόμεθα φακῷ ἑφθῷ μετ’ ἄρτου· καὶ τὸ ψύλλιον δὲ ὕδατι θερμῷ πρὸς ὀλίγον βραχὲν εἶτα λειωθὲν καὶ καταπλαττόμενον παραμυθεῖται τὰς φλεγμονάς· ἐν γὰρ ταῖς περιωδυνίαις τῶν ἄλλων φλεγμονῶν τοῦ ὀφθαλμοῦ προσαγόμενον ὕπνον παρ’ αὐτὰ τοῖς πάσχουσιν ἐμποιεῖ. κουφότατα δὲ ἔστω τὰ καταπλάσματα, ἀλλ’ οὐδὲ χρὴ ἐπὶ πολὺ τοῖς καταπλάσμασιν ἐπιμένειν. ἐπιτείνει γὰρ τὴν σῆψιν καὶ μεγάλως ἀδικεῖ τὸν ὀφθαλμόν, ὥσπερ καὶ ἐπὶ τῶν φλυκταινῶν προείρηται. παρηγορήσαντες οὖν ποσῶς τὰς φλεγμονὰς ἀποσχώμεθα παραχρῆμα τῶν καταπλασμάτων, καὶ ἐπὶ τῶν ἀνθράκων καὶ ἐπὶ τῶν φλυκταινῶν, ἐπὶ δὲ τῶν παρὰ τὰ ὦτα φλεγμαινόντων τῇ συμπαθείᾳ τόπων σπλήνιον ἐπιτίθει τῆς βουτυρίνης κηρωτῆς.[95] |
| 33 | Περὶ καρκινωδῶν ἑλκῶν ἐν ὀφθαλμοῖς Δημοσθένους. τὰ δὲ ἐπὶ τοῦ μέλανος τοῦ ὀφθαλμοῦ γιγνόμενα ἑλκύδρια ἀκατούλωτα μικρὰ ἐπώδυνα, ἀγγεῖα μικρὰ ἔχοντα, κιρσώδη διαπεφυκότα, καρκινώδη λέγεται. καὶ ἐνίοτε δόξαντα κατουλῶσθαι, ἀναλύεται χωρὶς φανερᾶς αἰτίας. νυγματώδεις δὲ διαδρομαὶ γίγνονται μέχρι κροτάφου καὶ παρέπεται αὐτοῖς ῥευματισμὸς ὑγροῦ συμμέτρως δριμέος καὶ λεπτοῦ. καὶ τὸ ἐν τῷ ὀφθαλμῷ λευκὸν καὶ τὸ μέλαν ἀεὶ ἐνερευθές ἐστι· καὶ ἀνορεκτοῦσι πρὸς τροφήν, ἐπιτείνονται δὲ αὐτοῖς σφοδρῶς αἱ ἀλγηδόνες δριμυτέροις ἐπιχριομένοις φαρμάκοις. γίγνεται δὲ τὸ πάθος μάλιστα πρεσβυτέροις ἐπὶ πολυχρονίοις ὀφθαλμίαις καὶ γυναιξίν, αἷς ἐκλέλοιπε τὰ καταμήνια. θεραπευτέον δὲ ἐπιμελουμένους τοῦ παντὸς σώματος καὶ προλέγοντας μέν, ὅτι εἰς τέλος ἀποκαταστῆσαι αὐτὰ ἀδύνατον, πραΰνεσθαι δὲ οἷόν τε, πρότερον μὲν διὰ τῆς προσηκούσης διαίτης, ἔπειτα δὲ καὶ διὰ φαρμάκων παραμυθεῖσθαι τὰς ὀδύνας δυναμένων. ἡ μὲν οὖν δίαιτα τοιαύτη ἔστω· μετὰ τὴν ἐκ τῆς κοίτης ἐπανάστασιν, συναλείψαντα μετρίως τὸ σῶμα ἐλαίῳ γλυκεῖ, τὴν δὲ κεφαλὴν ῥοδίνῳ ὀλίγῳ ἢ ὀμφακίνῳ, ῥάκος πρασόχροον παραπετάσαντα τῷ ὀφθαλμῷ, περιπατεῖν κέλευε ἐν τόπῳ σκοτεινῷ καὶ ἀνηνέμῳ, χωρὶς λαλιᾶς καὶ τῆς ἄλλης διατάσεως, μὴ σείοντα τὴν κεφαλήν, καθόσον οἷόν τε, πλείονι δὲ χρώμενον καὶ ἠρεμαίῳ περιπάτῳ. ἔπειτα εἰσελθόντας εἰς οἴκημα σκεπεινὸν καὶ μὴ ἄγαν φωτεινὸν πάλιν ἀλείφειν δι’ ἑτέρου τὸ σῶμα χωρὶς κεφαλῆς, τρίβοντα μάλιστα ὀσφὺν καὶ τὰ κάτω μέρη· ἔπειτα λαμβάνειν γάλακτος μετρίως ἑψημένου καὶ ἀφῃρημένου τοῦ ἐπιπάγου ὅσον κοτύλην. τὰς γὰρ ἐπιφερομένας δριμύτητας ἀμβλύνει καὶ τὴν κοιλίαν εὔλυτον ποιεῖ. εἰ δ’ ἀθέτως ἔχοιεν πρὸς γάλα, πάλην ἀλφίτου ἐπιπάσσειν γλυκεῖ συμμέτρῳ θερμῷ κεκραμμένῳ καὶ διδόναι ῥοφεῖν. μετὰ δὲ τοῦτο εἰ πρόσπεινοι γένωνται, δυσὶν ὠοῖς ῥοφητοῖς ἀρκεῖσθαι, καὶ τὸν ἡμερινὸν ὕπνον παραιτεῖσθαι. περὶ δὲ ὥραν δεκάτην τριψάμενοι λαμβανέτωσαν ἄρτον καθαρὸν μετὰ προσεψήματός τινος τῶν ὑπόγλισχρόν τι ἐχόντων, οἷον ὠὰ ῥοφητά, ἐγκέφαλον χοίρειον δυσὶν ἡψημένον ὕδασιν· ἰχθὺν δὲ σμύραιναν νάρκαν γλαυκίσκον· λαχάνων δὲ μαλάχην ἀνδράφαξιν θριδακίνην. προσφέρεσθαι δὲ καὶ ἄλικα καὶ ὄρυζαν καὶ λάγανον ἐν ζωμῷ ὄρνιθος ἡψημένον, πόδας ὑείους καὶ ἀγκύλας πάνυ κατέφθους· πάντα δὲ μέτρια διδόσθω. οἶνον δὲ πίνειν λευκὸν καὶ λεπτὸν ὑπόστυφον, σύμμετρον καὶ αὐτόν. ταριχηρῶν δὲ πάντων καὶ ὀσπρίων παντάπασιν ἀπέχεσθαι καὶ βαλανείου, εἰ μὴ ἀνάγκη γένοιτο ἢ κόπου ἕνεκα ἢ βραδυπεψίας. καὶ τότε μὴ χρονίζειν ἐν αὐτῷ, ἀλλὰ ταχέως ἐξιέναι. περιωδυνίας δὲ καὶ ῥευματισμοῦ γενομένου ἐγχριστέον φαρμάκοις τοῖς πρὸς τὰ καθαρὰ ἕλκη ἁρμόζουσιν ἀδήκτοις, οἷόν ἐστι τὸ σποδιακὸν καὶ τὸ Κλέωνος καὶ τὰ παραπλήσια. ἐγχυματίζειν δὲ συνεχῶς τὸν ὀφθαλμὸν ὠῷ ἢ γάλακτι γυναικείῳ χλιαρῷ· πραΰνει δὲ ἐγχυματιζόμενα καὶ τὸ τοῦ φακοῦ ἀφέψημα καὶ χυλὸς πολυγόνου ἢ ἀρνογλώσσου ἢ ἀνδράχνης. πρὸς δὲ τὰς τῶν κροτάφων ἀλγηδόνας τῷ Νείλου διαρρόδῳ κολλυρίῳ· εἰ δὲ διὰ τὰς σφοδρὰς φλεγμονὰς καταπλάττειν ἀναγκασθῶμεν, τῷ διὰ τῶν κυδωνίων καταπλάσματι χρηστέον κουφοτάτῳ. προείρηται γὰρ ὅτι φεύγειν δεῖ τὰ καταπλάσματα ἐπὶ τῶν θερμὴν διάθεσιν ἐχόντων ὀφθαλμῶν. προσμίσγειν δὲ τῷ διὰ τῶν κυδωνίων καταπλάσματι ἐπὶ τούτων καὶ κρόκον καὶ γάλα γυναικεῖον. Περὶ κακοήθων ἑλκῶν ἐν ὀφθαλμοῖς.[45] |
| 34 | ἄλλα δὲ κακοήθη γίγνεται ἕλκη, τὰ μὲν ἀπὸ τοῦ μεγάλου κανθοῦ ἀρχόμενα, τὰ δὲ ἀπὸ τοῦ μέλανος, τὰ δὲ ἀπὸ τοῦ λευκοῦ καὶ διαβιβρώσκει ταχέως τὸν ὀφθαλμὸν καὶ μάλιστα ἐπὶ τῶν κακοχύμων σωμάτων καὶ δριμυφαγίαις κεχρημένων. ἰχῶρές τε ἀπὸ τοῦ ἕλκους ἀπορρέουσι πολλοὶ καὶ δυσώδεις καὶ παρέπονται αὐτοῖς ἀλγηδόνες σφοδραὶ καὶ πυρετοί, πολλάκις δὲ καὶ κοιλίας ῥύσις. ἐπινέμεται δὲ ἐνίοτε τὰ ἕλκη καὶ τοὺς πλησίον τόπους τῶν ὀφθαλμῶν. θεραπευτέον δὲ καὶ τὰς τοιαύτας νομὰς τῇ προειρημένῃ διαίτῃ χρωμένους, πλὴν τοιαῦτα διδόναι ὅσα οὐ λύει τὴν κοιλίαν. ὅθεν μᾶλλον ἐπὶ τούτων τῷ τῶν πτηνῶν γένει καὶ μάλιστα τῶν ὀρείων χρηστέον. τὸν δὲ ὀφθαλμὸν ἐγχυματιστέον ὠῷ ἢ γάλακτι καὶ τοῖς προρρηθεῖσι κολλυρίοις. ἐὰν μέντοι ἡ νομὴ ὑπεραίρῃ τοὺς ὀφθαλμούς, θεραπευτέον οὕτως· πομφόλυγα καλλίστην πεπλυμένην διέντα γάλακτι γυναικείῳ ἐπιχρίειν καὶ ἐπάνω μοτὰ ἐπιτιθέναι, προαποκλύσαντα τοὺς ἰχῶρας ὕδατι, εἶτα καὶ γάλακτι. ποιεῖ δὲ ὁμοίως καὶ ψιμμύθιον πεπλυμένον καὶ ἐξηρασμένον καὶ σὺν τῷ γάλακτι προσαγόμενον, καὶ μολύβδου ἀπόπλυμα ξηρόν, ὅπερ λειουμένης θυίας μολυβδαίνης δοίδυκι μολυβδίνῳ συνάγεται. ποιεῖ δὲ καὶ σκωρία μολύβδου πεπλυμένη καὶ ἄμυλον, ἕκαστον δὲ μετὰ γάλακτος γυναικείου. καταπλάσματα δὲ εἴγε ἀναγκασθείημεν προσάγειν, μῆλα κυδώνια ἑφθὰ προσαγέσθω ἢ ῥόδα χλωρὰ ἢ ξηρὰ οἴνῳ βεβρεγμένα, πολύγονον, στρύχνον, ἀείζωον, σέρις μετὰ πάλης ἀλφίτου· ἐὰν δὲ τὰ κατὰ τὸ μέτωπον καὶ τοὺς κροτάφους ἀγγεῖα κεκυρτωμένα ᾖ, ἀγγειολογεῖν χρή. Περὶ μυοκεφάλων.[20] |
| 35 | τῶν ἑλκῶν βαθυνθέντων, ὅσα δι’ ἀνάβρωσιν ἢ ῥῆξιν γίγνεται τοῦ κερατοειδοῦς χιτῶνος, προπίπτει μέρος τοῦ ῥαγοειδοῦς. καὶ τὸ προπεπτωκὸς μέρος μέλαν ἢ κυανοῦν φαίνεται· κύκλῳ δὲ περὶ τὴν βάσιν τοῦ προπεσόντος λευκὰ φαίνεται τὰ χείλη τοῦ διαβρωθέντος κερατοειδοῦς. καὶ εἰ ἔτι μᾶλλον χρονίσοι τὸ προπεσόν, τυλωδέστερα γιγνόμενα τὰ χείλη τῆς ῥήξεως τοῦ κερατοειδοῦς ἔτι καὶ μᾶλλον λευκότερα φαίνεται. παρέσπασται γὰρ πάντως ἐπὶ τῆς τοῦ ῥαγοειδοῦς προπτώσεως ἡ κόρη, ὥστε ἢ μηδόλως φαίνεσθαι ἢ παρηλλαγμένη τήν τε διάθεσιν καὶ τὸ σχῆμα· καὶ τούτοις διορίζεται τὸ μυοκέφαλον τῆς φλυκταίνης. μυοκέφαλον δὲ κέκληται, ἐπειδὴ τῷ σχήματι προσέοικε μυίας κεφαλῇ. ἀποκρουστικῶν δὲ καὶ στυπτικῶν δεῖται φαρμάκων, ὁποῖά ἐστι μάλιστα τὰ δι’ οἴνου σκευαζόμενα· ὁποῖόν ἐστι τοῦτο εὐδοκιμοῦν ἐπ’ αὐτῶν· καδμίας χαλκοῦ χαλκίτεως ὠμῆς ἀνὰ 𐆄 α ἰοῦ 𐅻 δ σμύρνης τρωγλίτιδος 𐅻 β c κρόκου 𐅻 β ἁλὸς ἀμμωνιακοῦ 𐅻 α κόμμεως 𐅻 δ , λείου οἴνῳ παλαιῷ στύφοντι. ποιεῖ 〈καὶ〉 πρὸς πτερύγια ἐγκανθίδας τραχώματα, σμήχει καὶ τὰς οὐλάς. ἐν ἄλλῳ εὗρον οὕτως πρὸς σταφυλώματα ποιοῦν· μίσυος ὠμοῦ 𐅻 ιβ , λείου ὕδατι, ὡς κολλύριον· εἶτα ἐπίβαλλε κρόκου λειοτάτου 𐅻 κ καὶ πάλιν λείου, εἶτα σμύρνης 𐅻 δ καὶ ἀναπλάσας χρῶ. μετὰ δὲ τὴν ἔγκρισιν ἐπίχριε ἐξ αὐτοῦ καὶ σπόγγον ἁπαλὸν ἐπιθεὶς ἐπίδησον. Ἄλλο καλόν, ποιεῖ καὶ ἐπὶ σταφυλωμάτων· μίσυος ὠμοῦ 𐆄 β κρόκου 𐆄 α κόμμεως 𐆄 α οἴνῳ λείου καὶ χρῶ. παραδόξως δὲ ποιεῖ ἐπ’ αὐτῶν καὶ τὸ Θεοδότιον Σεβήρου. εἰ μὲν οὖν ἀφλέγμαντοι εἶεν, παχύτερον ἔγχριε· εἰ δὲ φλεγμαίνοιεν, ἐγχυμάτιζε μετ’ ὠοῦ, μάλιστα τῷ Θεοδοτίῳ. παραλαμβανέσθω δὲ ἐπ’ αὐτῶν καὶ ἡ προσήκουσα ἐπίδεσις. καταπλαττέσθω δὲ τὰ φλεγμαίνοντα τῷ διὰ κωδιῶν καταπλάσματι ἢ ψυλλίῳ βραχέντι ὕδατι θερμῷ. Κολλύριον τοῦ Ὥρου πρὸς μυοκέφαλα ποιοῦν μετὰ τοῦ Θεοδοτίου, ποιεῖ καὶ πρὸς τὰ χρόνια ἕλκη καὶ λεπτὰ ῥεύματα. καδμίας χαλκοῦ κρόκου λεπίδος ἀνὰ 𐅻 η ὀπίου 𐅻 ιβ χαλκίτεως 𐅻 ιβ μίσυος κεκαυμένου ζιγγιβέρεως ἀκακίας κόμμεως ἀνὰ 𐅻 δ ὕδωρ. Περὶ σταφυλωμάτων.[30] |
| 36 | διαφοραὶ μὲν τῶν σταφυλωμάτων πλείους, διότι καὶ αἰτίαι τοῦ πάθους ποικίλαι· ὡς ἐπίπαν δέ, ὅπως ἂν γένηται σταφυλώματα, πηροῖ τὴν ὄψιν. καλεῖται δὲ σταφυλώματα, ὅταν ὁ κερατοειδὴς χιτὼν κυρτωθῇ καὶ τὴν ὑπεροχὴν ῥαγὶ σταφυλῆς παραπλησίαν ποιήσηται. γίγνεται δέ ποτε μὲν ὑγρῶν ὑποχυθέντων ὑπό τινα τῶν κτηδόνων τοῦ κερατοειδοῦς χιτῶνος· ὑφ’ ὧν ὑγρῶν βιαζόμενον ὑφίστασθαι συμβαίνει τὸν κερατοειδῆ καὶ κυρτούμενον ποιεῖν τὸ σταφύλωμα, χωρὶς ῥήξεως. γίγνεται δὲ τοῦτο καὶ ἔκ τινος φλυκταινώδους μεταξὺ τῶν κτηδόνων τοῦ κερατοειδοῦς χιτῶνος, ἐφ’ ἱκανὸν βάθος συστάντος καὶ μετεωρίσαντος τὸν χιτῶνα, μὴ μέντοι γε ῥήξαντος. καλοῦσι δὲ σταφύλωμα καὶ ὅταν κατὰ ῥῆξιν τοῦ κερατοειδοῦς πρόπτωσις μεγάλη τοῦ ῥαγοειδοῦς γένηται. διαφέρει δὲ τοῦτο τοῦ πρώτου, ὅτι ἐπ’ ἐκείνου κύρτωσίς ἐστι μόνη τοῦ κερατοειδοῦς χιτῶνος, ὅθεν καὶ λευκότερος ὅλος ὁ ὄγκος φαίνεται· ἐπὶ δὲ τῶν ἄλλων καὶ ῥῆξις γέγονε τοῦ κερατοειδοῦς καὶ τὸ προπεσὸν κυανοῦν ἢ μέλαν φαίνεται. ὅταν δὲ μέγιστον γένηται σταφύλωμα, ὡς ὑπεραίρειν ἔξω τὰ βλέφαρα, καὶ σκληρυνθῇ, περιουλωθέντος αὐτοῦ κατὰ κύκλον τοῦ κερατοειδοῦς καὶ σφίγγοντος, τὸ τοιοῦτον πάθος ἧλον καλοῦσιν, ἐπειδὴ προσέοικε κατὰ πάντα ἥλου κεφαλῇ. τὸ μὲν οὖν πάθος ὅπως ἂν γένηται, δυσὶ δεδούλωκε κακοῖς, βλάβῃ τε τοῦ ὁρᾶν μετὰ τῆς ἀπρεπείας τοῦ σχήματος. εἰς τὸ κατὰ φύσιν μὲν οὖν ἐνέγκαι τὸν οὕτω παθόντα ὀφθαλμὸν ἀδύνατόν ἐστι τῇ τέχνῃ. τῆς δὲ εὐπρεπείας καὶ τοῦ σχήματος δυνατὸν φροντίσαι διὰ τῆς χειρουργίας μάλιστα. θεραπευτέον οὖν, ὅσα μὲν τῶν σταφυλωμάτων νεοσύστατά ἐστι καὶ διὰ φλεγμονήν τινα ἐκυρσώθησαν οἱ ὑμένες, χρώμενον τοῖς πρὸς φλεγμονὰς ἀναγεγραμμένοις καταπλάσμασι καὶ κολλυρίοις καὶ τῇ ὁμοίᾳ διαίτῃ. ἐφ’ ὧν δὲ ὑπὸ τὰς κτηδόνας τοῦ κερατοειδοῦς ὑγρῶν τινων ὑπελθόντων τὴν κύρτωσιν εἰργάσαντο, εἰ μὲν ὀδύνη συνεδρεύει, καταπλάσσειν λινοσπέρμῳ μετὰ τήλεως σὺν οἰνομέλιτι ἑφθοῖς. παρακμασάντων δὲ τῶν ἀλγημάτων κυάμινον ἄλευρον μετὰ ῥόδων ἢ λινοσπέρμου σὺν ὕδατι ἢ βάτου φύλλοις ἢ βρυωνίας βότρυας ὀμφακίζοντας σὺν βουτύρῳ καὶ τερεβινθίνῃ ἴσαις λεάνας ἐπιτίθει, καὶ ἐπίδησον. ἐπὶ δὲ τῶν ὀδυνωμένων ἁρμόδιον στρύχνου χυλὸς μετὰ γάλακτος γυναικείου ἐγχυματιζόμενος. κολλύριον δὲ ἐπὶ τῶν ἀφλεγμάντων ἁρμόδιον τοῦτο· ἀλκυονίου 𐅻 δ ἁλὸς ἀμμωνιακοῦ 𐆄 α ἀφρονίτρου 𐅻 α ἐλαίας ἀγρίας δακρύου 𐅻 α κόμμεως 𐆄 β , ὕδωρ. τὸ δὲ Σεβήρου Θεοδότιον κολλύριον χυλῷ κράμβης ἀνιέμενον καὶ παχὺ πλῆθος προσαγόμενον τῷ ὀφθαλμῷ μετὰ καὶ τῆς τοῦ σπόγγου ἐπιδέσεως ἀφανῆ τὸν ὄγκον πεποίηκεν, εἰ μὴ χρόνιον εἴη τὸ πάθημα. δυσθεράπευτα δέ ἐστι τὰ σταφυλώματα, ὅσα πλατυτέραν ἔχει τὴν βάσιν καὶ ὅσα φλέβας ἔχει πλήρεις αἵματος διαπεφυκυίας. ἀθεράπευτα δέ ἐστι τὰ ὀχθώδη καὶ ποικίλα τῷ χρώματι καὶ κροτάφων ἀλγήματα ποιοῦντα. τούτοις δὲ μηδὲν ἕτερον προσάγειν πλὴν τῶν πραΰνειν τὰς ἀλγηδόνας δυναμένων, ἅτινα ἐπὶ τῶν κακοήθων ἑλκῶν προείρηται. Χειρουργία σταφυλωμάτων.[40] |
| 37 | ἐπὶ μὲν οὖν τῶν στενῇ βάσει κεχρημένων σταφυλωμάτων καὶ μὴ κακοήθων ἔργον εὐθετεῖ τὸ κατὰ σφίγξιν, οὗ ὁ τρόπος τοιοῦτος· βελόνας δύο λαμβάνειν χρὴ λίνον ἐχούσας ἐστραμμένον διπλοῦν, ἴσας ἔχοντας τὰς ἀρχάς. ἔπειτα καθίζειν τὸν κάμνοντα καὶ σχηματίζειν πρὸς τοῖς σοῖς ποσὶν ἀνακλῶντα αὐτοῦ τὸ κεφάλιον· στηρίζεσθαι γὰρ χρὴ τὸ αὐτοῦ ἰνίον κατὰ τῶν σῶν γονάτων. εἶτα διασταλέντων τῶν βλεφάρων διὰ μέσης τῆς τοῦ σταφυλώματος βάσεως ἄνωθεν κάτω ἢ κάτωθεν ἄνω καταπείρειν τὴν βελόνην· ἔστω δὲ μὴ πάνυ παχεῖα, μηδὲ εὐμήκης. εἶτα διακρατουμένου τοῦ ὀφθαλμοῦ ὑπὸ τῆς καταπαρείσης βελόνης τὴν ἑτέραν βελόνην διπλοῦν λινοῦν ἔχουσαν ὁμοίως διεκβάλλειν ἀπὸ τοῦ μικροῦ κανθοῦ ἐπὶ τὸν μέγαν, ὁμοίως διὰ μέσης τῆς βάσεως τοῦ σταφυλώματος, ἵνα γένηται τὸ σχῆμα τῶν ἐμπεπαρμένων δύο βελονῶν σταυροειδὲς ἢ τῷ χ γράμματι παραπλήσιον. ὅταν γὰρ ἐπ’ ὀλίγον λοξοτέρα γένηται ἡ ἔμπαρσις, εὐχερὴς ἡ κομιδὴ τῶν βελονῶν γίγνεται· ἡ δὲ καλλίστη ἀπόσφιγξις γίγνεται τῶν εὐθειῶν ἀρχῶν πρὸς τὰς πλαγίους φερομένων καὶ συνδεσμουμένων τούτῳ τῷ τρόπῳ. εἶτα κόψαντες τὰς ἀρχὰς τῶν δεδιπλωμένων λίνων τὰς μὲν ἄνω δύο ἀρχὰς ὑποβάλλοντες τῇ ἄνω ἀρχῇ τῆς βελόνης, τὰς δὲ κάτω τῇ κάτω, ἀποσφίγγομεν ἀκριβέστατα· ὁμοίως δὲ καὶ τὰς τῆς πλαγίας βελόνης ἀρχὰς ἀποσφίγγομεν. ἔπειτα ἀποτέμνομεν τὴν κορυφὴν τοῦ σταφυλώματος, μόνην αὐτοῦ τὴν βάσιν ὑπολείποντες χάριν τῶν λίνων, ἵνα μὴ ἐκπεσόντων αὐτῶν προχυθῇ τὰ ὑγρὰ τοῦ ὀφθαλμοῦ καὶ κοιλότερος γένηται. διὰ τί δὲ ἐκτέμνομεν τὸ σταφύλωμα; πρῶτον μὲν συντόμου χάριν θεραπείας· θᾶττον μὲν γὰρ τὰ λίνα ἐκπίπτει καὶ ἡ ἕλκωσις θεραπεύεται· ἔπειτα δὲ καὶ ἀνωδυνώτερος ὁ πάσχων μένει παρ’ ὅλον τὸν τῆς θεραπείας χρόνον, διαπνεομένων τῶν σωμάτων καὶ μηδὲ φλεγμονῆς μεγάλης ἑπομένης. μετὰ δὲ τὴν ἐκτομὴν τῆς κορυφῆς τοῦ σταφυλώματος τὰς βελόνας ἑλκύσαι δεῖ, ἀποσφίγξαντα, ὡς εἴρηται, τὰ λίνα. καὶ τότε ἐγχυματίζειν γάλακτι ἢ ὠοῦ τῷ λευκῷ, ἄνωθεν δὲ ἐπιτιθέναι τῷ ὀφθαλμῷ ὠὸν ἀνακόψαντα μετὰ ῥοδίνου καὶ ὀλίγου οἴνου καὶ εἰς ἔριον μαλακὸν ἀναλαμβάνοντα· καὶ κατὰ τοῦ κροτάφου ἕτερον πτυγμάτιον τῷ αὐτῷ βεβρεγμένον ἐπιτιθέναι, εἶτα ἐπιδήσαντα ἐφ’ ἡσυχίας τηρεῖν. τῇ δὲ δευτέρᾳ πυριάσαντα διὰ σπόγγων ἐκπεπιεσμένων ἀκριβῶς καὶ γάλακτι ἐγχυματίσαντα ἐπιτιθέναι ὠοβραχὲς ἔριον καὶ ἐπιδεῖν. καὶ τοῦτο ποιεῖν ἐπὶ πλείους ἡμέρας μέχρι τῆς τῶν λίνων ἐκπτώσεως. ἐκπεσόντων δὲ τῶν λίνων ὑπαλείφειν κολλυρίοις ἁπαλοῖς τοῖς πρὸς τὰ ἕλκη ἀναγεγραμμένοις, ἵνα καθαρὰ ἡ ἕλκωσις γένηται· ἔπειτα τοῖς ἀπουλωτικοῖς χρῆσθαι. Περὶ τῶν ἐπουλώσεως δεομένων ἑλκῶν.[35] |
| 38 | καθαρθέντων τῶν ἐν τῷ ὀφθαλμῷ ἑλκῶν καὶ πληροῦσθαι δεομένων προσέχειν δεῖ ὅπως μὴ ὑπερσαρκώσῃ, ἀλλ’ ὀλίγῳ τινὶ κοιλότερον ἀπουλωθῇ, καὶ μάλιστα εἰ κατὰ τῆς κόρης εἴη τὸ ἕλκος. αἱ γὰρ ὑπερέχουσαι οὐλαὶ ἐμποδίζουσι τὸ ὁρᾶν καὶ ἀπρέπειαν παρέχουσι καὶ νυττόμεναι ἐκ τῶν βλεφάρων ῥευματισμοὺς ἐπάγουσιν. αἳ δὲ ποσῶς ἔγκοιλοι φαίνουσι, καὶ διαυγοῦνται βέλτιον καὶ εὐπρεπεῖς εἰσιν ὁμοχροοῦσαι τῷ μέρει. τοιαῦται δὲ ἔσονται, εἰ ἀπὸ τῶν μαλακῶν καὶ ἐμπλασσόντων φαρμάκων συντόμως ἐπὶ τὰ ἀπουλωτικὰ μεταβῶμεν. βέλτιον δέ, ἐάν ποτε διαλάθωσιν ὑπερσαρκήσασαι, ταχέως καταστέλλειν καὶ λεπτύνειν τὰς ὑπεροχὰς καὶ οὕτως ἀπουλοῦν. παραιτεῖσθαι δὲ καὶ τὰ βάπτοντα τὰς οὐλὰς φάρμακα, καὶ μάλιστα εἰ κατὰ τὴν κόρην εἴη τὸ ἕλκος· μελαινόμεναι γὰρ πλεῖον ἐμποδίζουσι τὸ ὁρᾶν. καὶ τὰς ἐπιδέσεις δὲ τῶν ὀφθαλμῶν ἐπὶ τῶν ἑλκώσεων παραιτητέον, αἷς χρῶνταί τινες βουλόμενοι ταπεινοῦν τὰς οὐλάς· ἐπιδεθεὶς γὰρ ὁ ἡλκωμένος ὀφθαλμὸς καὶ ἀκίνητος γενόμενος προσφύεται πολλάκις τοῖς βλεφάροις. σημειοῦσθαι δὲ ἀκριβῶς προσήκει τὰ κατουλωθέντα ἕλκη. ἔνιοι γὰρ πλανῶνται καὶ τὰς κοιλοτέρας γιγνομένας οὐλὰς κοιλώματα νομίζοντες ὑπαλείφουσι μαλακοῖς καὶ ἀναπληρωτικοῖς κολλυρίοις. εἶτα συμβαίνει μὴ πληροῦσθαι μὲν τοὺς τόπους, παχύνεσθαι δὲ ἐκ τούτου τοὺς ὑμένας. ὅταν τοίνυν θεάσῃ τὴν ἐπιφάνειαν τοῦ ἕλκους λαμπρὰν γενομένην καὶ λευκὴν καὶ λείαν καὶ τὸ λευκὸν τοῦ ὀφθαλμοῦ τὴν κατὰ φύσιν χρόαν ἀπολαμβάνον καὶ τὸν ὅλον ὀφθαλμὸν ἀρευμάτιστον, γνῶθι ἀπουλοῦσθαι ἤδη τὸ ἕλκος. ἔστι δὲ ἄριστον κολλύριον, ᾧ κεχρήμεθα ἐπὶ τῶν καθαρῶν ἑλκῶν καὶ ἀπουλώσεως δεομένων, τὸ Κλέωνος. Περὶ οὐλῶν ἤτοι λευκωμάτων.[25] |
| 39 | οὐλαὶ πᾶσαι αἱ ἐπὶ τοῦ μέλανος τοῦ ὀφθαλμοῦ λευκαὶ φαίνονται, πυκνουμένου τοῦ κερατοειδοῦς χιτῶνος καὶ μὴ διαυγοῦντος τὴν ὑποκειμένην αὐτῷ κυανῆν χρόαν· μάλιστα δ’ αἱ ὑπερέχουσαι λευκαίνονται, αἱ δὲ ἰσόπεδοι ἧσσόν εἰσι λευκαί, αἱ δὲ κοιλότεραι ὁμοχροοῦσί πως τῷ μέλανι. ὅσαι δὲ τοῖς στυπτικοῖς φαρμάκοις ἕως ἀπουλώσεως θεραπεύονται, μᾶλλον ἐπισκοτοῦσι τῷ πυκνοῦσθαι ἐπὶ πολὺ τῇ στύψει τοὺς ὑμένας. τὰς δὲ τετυλωμένας καὶ χρονίας καὶ παχείας οὐλὰς παραιτεῖσθαι θεραπεύειν. ἀνάγκη γὰρ ἐπὶ τῶν τοιούτων τοῖς πάνυ δριμέσι κολλυρίοις κεχρῆσθαι. ὑπὸ δὲ τῆς σφοδρᾶς δήξεως τὰ ἄλλα μέρη τοῦ ὀφθαλμοῦ ἑλκωθήσεται. εἰ δὲ καὶ ὑπόχυσις ἢ γλαύκωσις εἴη, μάταιον τὰς οὐλὰς ὑποσμήχειν. δεῖ δὲ πρὸ πάντων ὑποσμῆξαι βουλόμενον οὐλὴν τῇ διαίτῃ εὐτρεπίζειν τὸ σῶμα, ὅπως σύμμετρός τε ἡ ὕλη παρακείσεται ἐν τῷ ὅλῳ σώματι καὶ εὔχυμος. δεῖ οὖν ἀπέχεσθαι τῶν δριμέων πάντων καὶ ἁλυκῶν καὶ παχυχύμων καὶ πλείονος οἴνου, εὐπεψίας δὲ μάλιστα φροντίζειν καὶ τοῖς μέσως εὐχύμοις κεχρῆσθαι. βαλανείου δὲ ἐν τῷ καιρῷ τῆς ἐπιμελείας ἀπέχεσθαι· ὑπαλείφειν δὲ πρὸ τῆς τροφῆς εὔπεπτόν τε ὄντα καὶ τῇ κεφαλῇ καὶ τῷ ὅλῳ σώματι κοῦφον, προαποδεδωκυίας τῆς κοιλίας· καὶ μηδὲ ἐκ κοίτης εὐθέως ἐγχρίειν μηδὲ πρὸ δείπνου. παραιτεῖσθαι δὲ τὰ ἐκδέροντα τὰς οὐλὰς φάρμακα. τινὲς μὲν γὰρ ὑπαλείφοντες τοῖς δριμέσι φαρμάκοις καὶ ἀποδέροντες τὰς οὐλὰς καὶ ἀποσύροντες τοῖς σπόγγοις τὰ λευκὰ ἐπ’ ἀκονίων μελανῶν περιφέροντες δεικνύουσι· εἶτ’ ἐγχρίουσί τινι τῶν βάπτειν δυναμένων· ῥευματισμῶν δὲ ἐπιγιγνομένων ἐκ τῆς τῶν φαρμάκων δριμύτητος καὶ φλεγμονῶν καὶ ἀναλυομένων ἔσθ’ ὅτε τῶν οὐλῶν βαθύνεται μᾶλλον τὰ ἕλκη· εἶτα ἀναγκάζονται πάλιν τοῖς στύφουσι καὶ ἐμπλάσσουσι χρῆσθαι κολλυρίοις καὶ παχύνουσι μᾶλλον τὰς οὐλάς. Ὕλη λεπτύνειν δυναμένη οὐλὰς καὶ λευκώματα Γαληνοῦ.[25] |
| 40 | κεχρῆσθαι οὖν ἐπὶ τῶν λεπτυνθῆναι δυναμένων προσήκει τοῖς μετρίως ῥύπτουσι φαρμάκοις· ῥυπτικῆς δὲ οὐκ ἐλαχίστης μετέχει δυνάμεως ὅ τε κεκαυμένος χαλκὸς καὶ ἡ λεπὶς αὐτοῦ καὶ τὸ ἄνθος καὶ ἡ κεκαυμένη χαλκῖτις. εἰ δὲ πλυθείη τὰ τοιαῦτα, ῥυπτικὰ μὲν ἔτι μένει, τοσούτῳ δὲ ἀσθενέστερα ταῖς ἐνεργείαις, ὅσῳ καὶ ἀδηκτότερα γίνεται· ἀσφαλέστερον δὲ τοῖς ἀδηκτοτέροις χρῆσθαι. ἰσχυρότερα δὲ τούτων ἐστὶ μίσυ καὶ ἰὸς ὥστε καὶ τοῖς πρὸς τὰς συκώσεις καὶ τύλους ἁρμόττουσι μιγνύμενα. τινὲς δὲ προσβάλλουσι τούτοις καὶ κηκῖδα, σφοδρῶς στῦφον φάρμακον. σφοδρότερον δέ ἐστιν τῇ στύψει ἅμα δριμύτητι τὸ χαλκανθές· μετριώτερον δὲ πολὺ γίγνεται καυθὲν καὶ πλυθέν. καὶ ἡ λεπὶς δὲ τοῦ στομώματος τῆς αὐτῆς ἐστιν ὕλης. ὅσα μὲν οὖν τῶν στυφόντων ἱκανῶς γεώδη ταῖς συστάσεσίν ἐστι, τραχώματά τε καὶ συκώσεις καὶ τύλους ἐκτήκει, καθάπερ μίσυ καὶ ἰὸς καὶ τὰ παραπλήσια. τὰ δὲ ἐν τῷ γένει τῶν χυλῶν ὄντα, καθάπερ ὀμφάκιόν τε καὶ ὑποκυστὶς γλαύκιόν τε καὶ ἀκακία, ἐκπλύνεται ῥᾳδίως ἐν ταῖς ὑπαλείψεσι καὶ μετὰ τοῦ δακρύου. ῥυπτικὰ δὲ ἀδήκτως ἐστὶν ἐλάφου κέρας καυθὲν καὶ τὰ τῶν αἰγῶν. ὁ δὲ λιβανωτὸς βραχυτάτης μετείληφε τῆς ῥυπτικῆς δυνάμεως, ἀνώδυνός τε καὶ πεπτικὸς ὑπάρχει. τῶν δὲ εἰρημένων ζῴων τὰ κέρατα ῥυπτικὰ μέν ἐστιν, οὔτε δὲ ἀνώδυνον οὔτε πεπτικὸν ἔχει τι, ψυχρὰ καὶ ξηρὰ ταῖς κράσεσιν ὑπάρχοντα. ὁ δὲ τοῦ λιβάνου φλοιὸς στύφει μὲν καὶ αὐτὸς οὐκ ἀγεννῶς, ἀπολείπεται δὲ τῶν εἰρημένων ἁπάντων πάμπολυ. τὸ δ’ ὑπόσεισμα τοῦ τεθραυσμένου κατὰ τὰ φορτία λιβάνου, ὃ καλοῦσι μάνναν, διαφέρει τοῦ λιβανωτοῦ τῷ προσειληφέναι βραχύ τι στύψεως· συνεμφέρεται γὰρ αὐτῷ μικρά τινα θραύσματα τοῦ φλοιοῦ. ῥυπτικὸν δέ τι καὶ τὸ καλούμενον Ἀρμένιον ἔχει, ᾧ χρῶνται οἱ ζωγράφοι, καὶ τὸ μέλαν τὸ Ἰνδικὸν καὶ διὰ τοῦτο τοῖς ἀφλεγμάντοις ἕλκεσιν ἀλύπως ὁμιλεῖ· μικτῆς δέ πώς ἐστι δυνάμεως ἡ ἀλόη, καθάπερ τὸ ῥόδον· ἔχει μὲν γάρ τι πικρόν, ᾧ ῥύπτειν πέφυκεν· ἔχει δέ τι καὶ στυπτικόν, ᾧ συνάγει τε καὶ συνουλοῖ τὰ ἕλκη. ἅλες δὲ ἀμμωνιακοὶ καὶ λίθος Ἄσιος καὶ τὸ ἄνθος αὐτοῦ ἰσχυρότατα φάρμακα, ὥστε καὶ πρὸς τὰς ψωρώδεις ἐν βλεφάροις διαθέσεις ἁρμόττειν. ἐκ δὲ τῶν ἀρωματικῶν φαρμάκων ἐπιτηδείως μίγνυται τούτοις κασσία καὶ μαλάβαθρον καὶ ἄμωμον, διαφορητικῆς μὲν ὄντα δυνάμεως, μετέχοντα δὲ καὶ στύψεως. κοινῇ γὰρ περὶ πάντων ἐγνωκέναι χρὴ τῶν ῥυπτικῶν φαρμάκων, ὅσα μέτρια καὶ ὅσα [τὰς] συκώσεις καὶ τύλους ἐκτήκει, ταῦτα πάντα καὶ πρὸς οὐλὰς παχείας ἁρμόττειν. Βοηθήματα πρὸς οὐλὰς προσφάτους καὶ λευκώματα.[35] |
| 41 | οὐλὰς τὰς προσφάτους σμήχει ἀλυπότατα ἵππειον γάλα μετὰ μέλιτος ὀλίγου ἐγχριόμενον συνεχῶς· ἀνήθου τὸ πορφυρίζον ἄνθος τρῖβε μεθ’ ὕδατος ἐλαχίστου, καὶ διηθήσας δι’ ὀθονίου ἔνσταζε τῷ ὀφθαλμῷ τὸν χυλὸν δὶς τῆς ἡμέρας· καὶ μετὰ ταῦτα σικύου κηπαίου σπέρμα διαμασησάμενος τὸν χυλὸν ἐκθλίψας δι’ ὀθονίου εἰς τὸν ὀφθαλμὸν ἔνσταζε καὶ τοῦτο ποίει συνεχῶς. Πρὸς λευκώματα. δρακοντίου τοῦ ἔχοντος τὸ σπέρμα κρυπτόμενον ἐν τῇ γῇ ὅμοιον πεπέρει, λαβὼν 〈αὐτὸ τὸ σπέρμα〉 καὶ λειώσας μετὰ μέλιτος ἔγχριε. Πρὸς οὐλὰς καὶ ἀμβλυωπίας. Ἀρμενιακοῦ Γρ η ἁλὸς ἀμμωνιακοῦ Γρ η ἀμμωνιακοῦ θυμιάματος Γρ η πηγάνου σπέρματος Γρ β , ξηρῷ χρῶ. Ἄλλο πρὸς λευκώματα. σιδηρίτιδος βοτάνης τὸν καρπὸν λειότατον ποιήσας ἐμφύσα· ἔπειτα καταλαμβάνων τὸν ὀφθαλμὸν τῇ χειρὶ ἐπ’ ὀλίγον ψυχρῷ ὕδατι πρόσκλυζε. σμήχει δὲ γενναίως ἁλκυόνιον Μιλήσιον σὺν μέλιτι, ἀμμωμιακὸν θυμίαμα λεανθὲν σὺν οἴνῳ καὶ μέλιτι. ἐὰν δὲ παιδίῳ σμικρῷ λεύκωμα γένηται εἰς τὸν ὀφθαλμόν, ἡ μήτηρ τοῦ παιδίου τὸ ἀμμωνιακὸν μασησαμένη ἐμφυσάτω εἰς τὸν τοῦ παιδίου ὀφθαλμόν. ποιεῖ καὶ ἀνεμώνης ῥίζα ἡ βολβοειδὴς λειοτάτη ἐγχριομένη καὶ ἀναγαλλίδος τῆς τὸ κυανοῦν ἄνθος ἐχούσης ὁ χυλὸς σὺν μέλιτι. Ἄλλο. καπνίου τοῦ χελιδονίου λεγομένου ὁ χυλὸς σὺν μέλιτι· νίτρον μετ’ ἐλαίου παλαιοῦ· ἡδυόσμου χυλὸς ποιεῖ θαυμαστῶς. περιστερᾶς κόπρος ἐπ’ ἀκόνης μεθ’ ὕδατος ἀνιεμένη ποιεῖ παραδόξως· αἰλούρου χολὴ ἐγχριομένη. Ἄλλο πρὸς λευκώματα ἐπιτετευγμένον ἀδιάπτωτον. βούτυρον μόνον ἔγχριε, ποιεῖ ἄκρως, χρῶ. πλείονα γὰρ ἐπαγγέλλεσθαι οὐ δεῖ, ὅτι νικᾷ πᾶσαν ἐπαγγελίαν. Ἄλλο κάλλιστον. γάλα γυναικεῖον μελαντηρίαν τὴν ἀπὸ ἥλων παλαιῶν καὶ ὄξους ἐσκευασμένην, μέλι καλόν, ἐξ ἴσου τὰ τρία μίξας ἅμα καὶ διηθήσας χρῶ ὡς θείῳ φαρμάκῳ. Ἄλλο. λαπάθου ἡμέρου ἢ ἀρνογλώσσου σπέρμα καύσας ἐπ’ ὀστράκῳ ἀκριβῶς λέαινε τὴν τέφραν καὶ χρῶ. Ἄλλο. κρόκον πέπερι, ἴσα λειότατα ποιήσας καὶ ἀναλαβὼν εἰς κολλύριον σιλούρου χολῇ χρῶ. Ἄλλο. χελιδόνων νεοσσῶν κεφαλὰς ἀφελὼν καῖε ἐν χύτρᾳ καὶ λειώσας ἀπόθου ἐν ἀγγείῳ κερατίνῳ καὶ χρῶ. ἔστι γὰρ χρειωδέστατον βοήθημα καὶ πρὸς τοὺς πληγέντας ὀφθαλμοὺς στιμμιζόμενον. Ἄλλο πρὸς οὐλὰς καὶ λευκώματα. μόσχου θηλείας χολὴν ὅσον κοτύλην λαβὼν καὶ ἑψῶν ἐπὶ πυρὸς ἐπ’ ὀλίγον, ἐπίβαλλε μέλιτος καλλίστου τὸ ἴσον καὶ σμύρνης 𐅻 β κρόκου 𐅻 β , λειώσας ἅμα ἕψε πάλιν ἐν χαλκῇ λοπάδι ἐφ’ ἱκανὸν καὶ ἀπόθου εἰς πυξίδα χαλκῆν καὶ χρῶ. Ἄλλο. λίθον σαρκοφάγον λεγόμενον, ἐξ οὗ σοροὺς μεγάλους κατασκευάζουσι, κόψας σήσας καὶ λεάνας πτυάλῳ νήστεως αὐτοῦ τοῦ πάσχοντος μάλιστα ὑπόχριε θαρρῶν. Ἄλλο. λίθου μάγνητος ζῶντος λίθου ὀφίτου στίμμεως κοπτητοῦ ἁλῶν Θηβαικῶν, ἴσα κόψας σήσας καὶ λεάνας πάλιν εὖ μάλα, ἐπίβαλλε χυλὸν βοτάνης νυκτερίδος καλουμένης καὶ μέλι τὸ κάλλιστον καὶ ἔγχριε, μήλην ποιήσας ἀπὸ λίθου σαρκοφάγου. Ἄλλο. χαλβάνην μέλιτι τήξας καὶ συλλεάνας χρῶ. Ἄλλο. αἴρει λευκώματα πάνυ θαυμαστῶς καὶ ταχέως. λεπίδος σιδήρου στομώματος 𐅻 β στυπτηρίας σχιστῆς 𐅻 β κόμμεως σκώληκος 𐅻 γ , ὕδατι λείου καὶ ἀνάπλασσε κολλύρια καὶ χρῶ. Ἄλλο. ῥάμνου χυλοῦ, εἰ οἷόν τε τοῦ καρποῦ, εἰ δὲ μὴ τῶν φύλλων 𐆄 β ἀμμωνιακοῦ θυμιάματος 𐆄 α σηπίας ὀστράκων 𐆄 α μέλιτος Ἀττικοῦ 𐆄 β , λεῖα ἀναλάμβανε καὶ χρῶ. τινὲς δὲ τὸ ἀμμωνιακὸν μόνον λεάναντες μετὰ τοῦ χυλοῦ τῆς ῥάμνου ἐγχρίουσιν. αὐτὸς δὲ ὁ χυλὸς κατ’ ἰδίαν ἐγχριόμενος βάπτει τὰς οὐλάς.[45] |
| 41 (50) | Κολλύριον Ἀρχιγένους πρὸς λευκώματα, ὥστε ἀπὸ μιᾶς χρίσεως αἴρειν τὸ πλεῖστον τοῦ λευκώματος, ποιεῖ καὶ πρὸς πᾶσαν ἀμβλυωπίαν καὶ πρὸς πᾶσαν σφαλερὰν καὶ χρονίαν ὀφθαλμίαν ἄκρως. κοχλιῶν κεκαυμένων 𐅻 γ χαλκοῦ κεκαυμένου 𐅻 δ λεπίδος χαλκοῦ 𐅻 ϛ λεπίδος στομώματος σιδήρου 𐅻 ιβ ἰοῦ 𐅻 ϛ στυπτηρίας σχιστῆς 𐅻 ϛ λίθου σχιστοῦ 𐅻 α ἀλόης 𐅻 α ὀμφακίου ξηροῦ 𐅻 β λυκίου Ἰνδικοῦ 𐅻 δ χαλκίτεως 𐅻 γ σμύρνης 𐅻 γ λιβάνου 𐅻 γ φλοιοῦ λιβάνου 𐅻 α κρόκου 𐅻 β κροκομάγματος 𐅻 β ναρδοστάχυος 𐅻 γ κυτίνων 𐅻 β κόμμεως 𐅻 η , λείου ὕδατι καὶ ἀνάπλασσε κολλύρια καὶ χρῶ σὺν ὕδατι· καὶ ξηρίον δὲ εἰ βούλει ποιῆσαι, λεάνας τὸ κολλύριον χρῶ ξηρῷ. καλῶς δὲ ποιεῖ πρὸς οὐλάς, φησὶν ὁ Ἀπολλώνιος, τὸ πεπιεσμένον κολλύριον. ποιεῖ δὲ καὶ τὸ ἁρμάτιον καὶ τὸ προγεγραμμένον δι’ οἴνου πρὸς μυοκέφαλα, καὶ τὰ τούτοις παραπλήσια, ἅτινα ἐν τῷ περὶ συνθέσεως τῶν πολυχρήστων κολλυρίων τόπῳ γραφήσεται. τὸ δὲ Σεβήρου θεοδότιον σὺν ὕδατι παχὺ ἐγχριόμενον εἰς τοσοῦτον λεπτότητος φέρει τὰς οὐλάς, ὥστε μηδὲ ὅλως αὐτὰς τῇ αἰσθήσει γνωρίζειν. κάλλιστον δ’ ἐπ’ αὐτῶν ξηρίον τὸ ἐπιγεγραμμένον Ἀλεξάνδρου βασιλέως, διὰ κρόκου καὶ 〈νάρδου〉 Κελτικῆς καὶ ἀμπελίτιδος γῆς σκευαζόμενον. κεῖται δὲ ἐν τοῖς πολυχρήστοις ξηροῖς. Βάμματα λευκωμάτων.[65] |
| 42 | προείρηται ὡς ἀπέχεσθαι χρὴ τῶν βαπτόντων τὰς οὐλὰς φαρμάκων· πρὸς δὲ τὸ μὴ ἀγνοεῖσθαι τὰ τοῦτο ποιεῖν δυνάμενα μνημονευτέον καὶ αὐτῶν. κηκῖδα, φησί, λείαν ἔχε ἀποκειμένην καὶ ἐν τῇ χρήσει πυρῆνα μήλης θερμαίνων καὶ ἀναλαμβάνων ἐκ τοῦ φαρμάκου παράπτου τοῦ λευκώματος, ἔπειτα χάλκανθον ὕδατι λύσας παράπτου. Ἄλλο. σιδίοις λείοις παράπτου, ἔπειτα χαλκάνθῳ σὺν ὕδατι. Ἄλλο. ῥόας γλυκείας τὴν σάρκα λεάνας, παραστάζων ὕδωρ ὀλίγον, καὶ ποιήσας λειότατον ἀπόθου· ὅταν δὲ χρεία γένηται, προστύψας τούτῳ πολλάκις ἐπίχριε ὑοσκυάμου χυλὸν ἐπὶ ἡμέρας ιε · τοῦτο βάπτει λευκώματα καὶ ἀφανῆ ποιεῖ ἐπὶ χρόνον ἱκανόν. Ἄλλο ποιοῦν καὶ πρὸς γλαυκοφθάλμους. μίσυ τρίψας μεθ’ ὕδατος ἀνάπλασσε κολλύρια· ὁμοίως καὶ ἕτερον διὰ κηκῖδος· ἐπὶ δὲ τῆς χρείας προαποστύψας τῷ διὰ τῆς κηκῖδος ὑπέγχριε τὸ διὰ μίσυος. Ἄλλο ξηρόν. κηκῖδος 𐅻 α ἀκακίας 𐅻 α χαλκάνθου 𐅻 β χρῶ. Κολλύριον δὲ τοῦτο· ῥόας ἄνθος χαλκάνθου ἀκακίας κόμμεως ἀνὰ 𐅻 δ στίμμεως κηκίδων ἀνὰ 𐅻 β , ὕδωρ· μὴ παρόντος δὲ τοῦ ἄνθους τῶν ῥοῶν, τὸ ἐντὸς τὸ μεταξὺ τῶν κόκκων ὑμενῶδες ἔμβαλλε. Πρὸς γλαυκοφθάλμους, ὥστε μελανὰς ἔχειν τὰς κόρας.[15] |
| 43 | σιδίων γλυκείας ῥόας τὸν χυλὸν ἐγχυμάτιζε, ἔπειτα διαστήσας ἔνσταζε ὑοσκυάμου τὸ κυανοῦν ἄνθος τρίψας μετ’ οἴνου ἢ ὑοσκυάμου χυλόν. δεῖ δὲ τῷ δέοντι καιρῷ τὰ ἄνθη συνάγειν καὶ ἀποτίθεσθαι. Ἄλλο. ἀκακίας τὸν καρπὸν καὶ κηκίδων ὀλίγον τρίψας ἐπιμελῶς ἀναλάμβανε ἀνεμώνης τῷ χυλῷ, ὥστε μέλιτος ἔχειν τὸ πάχος, ἔπειτα ἐκθλίψας διὰ ῥάκους ἐπιμελῶς τὸ ὑγρὸν ἀπόθου καὶ χρῶ, καθὰ προείρηται. Ἄλλο. σικύου ἀγρίου τῷ χυλῷ ἔγχριε τὰς γλαυκοφθάλμους γυναῖκας καὶ μελανοφθάλμους ποιεῖ. Ἄλλο. ὑοσκυάμου τὸ κυανοῦν ἄνθος λαβὼν ξήραινε ἐν σκιᾷ καὶ ἀπόθου. ἐπὶ δὲ τῆς χρήσεως διεὶς τὸ ἄνθος οἴνῳ αὐστηρῷ προϋπόχριε τῷ οἴνῳ, εἶτα τῷ ἄνθει αὐτῷ κατ’ ἰδίαν λειοτριβηθέντι ἐπέγχριε καὶ παραχρῆμα ποιεῖ. Περὶ τῆς τῶν παιδίων θεραπείας Σεβήρου.[10] |
| 44 | ἀπείρων λημῶν πλῆθος εὑρίσκεται κατὰ τοὺς τῶν παιδίων ὀφθαλμοὺς καὶ διαφυσῶνται δὲ ὡς ἐπίπαν τούτων τὰ βλέφαρα ὑπὸ τοῦ πλήθους τῆς ὕλης. ὑγρότερα γὰρ καὶ θερμότερα φύσει τὰ παιδία. τὰ οὖν τούτων κολλύρια ψυκτικά εἰσι καὶ ποσῶς ἀναξηραντικά, μετέχοντα καὶ στύψεως οὐκ ὀλίγης διὰ τὸ τὰ ἐπιφερόμενα τῶν λημῶν πλήθη ἀποκρούεσθαι. εἰς τοσοῦτον γὰρ ἦκται ψύξεως τὰ παιδικὰ κολλύρια, ὥστε καὶ τῶν τραχωμάτων αὐτὰ ἀναιρετικὰ τυγχάνειν. ἀμβλύνεται γὰρ ἐπὶ τῶν παιδίων ἡ τῶν κολλυρίων δριμύτης ὑπὸ τῆς ἐγχωρίου ὑγρότητος καὶ τοῦ πλήθους τῶν λημῶν, ἀλλὰ καὶ τῷ πλήθει τῶν ἐπιφερομένων δακρύων, διὰ τὸν ἐπιγιγνόμενον κλαυθμόν, ἀποπλύνεται τὰ κολλύρια. ἔστι δὲ ἡμῖν διὰ πείρας ἐπὶ τούτων πρῶτον μὲν καὶ θαυμάσιον κολλύριον λαμβάνον λίθου σχιστοῦ 𐅻 κ λίθου αἱματίτου 𐅻 κ ἰοῦ 𐅻 δ χαλκίτεως ὀπτῆς 𐅻 δ χαλκοῦ κεκαυμένου 𐅻 δ ὀπίου 𐅻 ϛ σμύρνης 𐅻 ϛ κόμμεως 𐅻 κ . αὕτη μὲν ἡ κολλυρίου σύνθεσις καὶ λόγῳ δεδοκίμασται καὶ τῇ πείρᾳ χρήσιμος ὤφθη· ὕδατι λειοῦται. καὶ ἄλλο δὲ κολλύριον πρὸς τὰ αὐτὰ διὰ πείρας χρήσιμον ὑπῆρξε, λαμβάνον λίθου σχιστοῦ 𐅻 κδ λίθου αἱματίτου 𐅻 κδ χαλκοῦ κεκαυμένου 𐅻 η ἀμμωνιακοῦ θυμιάματος 𐅻 η μίσυος κεκαυμένου 𐅻 η χαλκίτεως κεκαυμένης 𐅻 η ὀπίου 𐅻 δ ὑοσκυάμου σπέρματος 𐅻 δ κόμμεως 𐅻 η , ὕδωρ. δεῖ δὲ κἀπὶ τούτων κατ’ ἀρχὰς προσπλέκειν τῶν ἀδήκτων κολλυρίων καὶ οὕτω κατ’ ὀλίγον ἐπὶ τὴν δραστικὴν τῶν βοηθημάτων ἄγεσθαι δύναμιν. παραδόξως δὲ ποιεῖ ἐπ’ αὐτῶν καὶ τὸ Θεοφίλειον ἐπιγεγραμμένον κολλύριον καὶ τὸ καλούμενον πι · ἀναγεγραμμένον δέ ἐστιν ἐν τοῖς πολυχρήστοις κολλυρίοις. Περὶ τραχωμάτων καὶ δασυμάτων, συκώσεων καὶ τύλων τοῦ αὐτοῦ.[25] |
| 45 | ἐπειδὴ ὁ λόγος συγγένειαν βοηθημάτων τεθέαται καὶ οἷον ἀπηρτημένας ἀλλήλων εὗρε δυνάμεις, ταύτας ἀφορίζειν οὐδὲ οὐκέτι μεσολαβεῖν τι ἕτερον αὐτῶν παρακελεύεται. τὰ τοίνυν τραχώματα, ἅπερ καὶ δασύματα πρός τινων κέκληται, ἐκ κακοθεραπείας πολλάκις γίγνεται· ἐπὶ πολὺ γὰρ ἐγχυματιζόντων τῶν ἰατρῶν τοῦτο συμβαίνει. ὥσπερ γὰρ ἐπὶ τῶν ἐκτὸς τραυμάτων τὸ λιπαίνειν σαρκῶν τινων ἀχρείων αἴτιον γίγνεται, οὕτω καὶ ἐπὶ τοῦ παρόντος ἐστὶν ἐννοῆσαι τὸ γιγνόμενον. γίγνεται δὲ καὶ ἐκ ῥεύματος πολυχρονίου ἀδηκτοτέρου τυγχάνοντος· εἰ γὰρ δριμὺς γένηται, φθάσειεν 〈ἂν〉 τῷ ὀφθαλμῷ τὴν βλάβην ἐμποιῆσαι, πρὶν ἂν τοῖς βλεφάροις τὸ πάθος ἐγκατασπεῖραι. γίγνεται δὲ ἐνίοτε καὶ μὴ προηγησαμένων ῥευματισμῶν, μηδὲ προδήλου αἰτίας παρούσης· καί ἐστι τὰ τοιαῦτα οὐχ ὅμοια τοῖς ἐκ τῶν ῥευματισμῶν γιγνομένοις. ἐπ’ ἐκείνων μὲν γὰρ δασύτερα καὶ τραχύτερα καὶ ἐναιμότερα φαίνεται ἐκστραφέντα τὰ βλέφαρα· ἐπὶ δὲ τούτων ὥσπερ τινὰ κέγχρη ἢ ὀρόβια μικρὰ ὁρᾷς ἐπανιστάμενα τῶν βλεφάρων ἐντός· καί ἐστι τοῦτο τὸ εἶδος τῶν ἄλλων δυσιατότερον. διαφέρουσι δὲ ἀλλήλων ταῦτα· ὅτι ἡ μὲν δασύτης ἐπιπολῆς ἐστι καὶ μετ’ ἐρεύθους, ἡ δὲ τραχύτης μείζονα τὴν ἀνωμαλίαν καὶ τὴν ἐπανάστασιν ἔχει μετ’ ἀλγήματος ἅμα καὶ βάρους· ἄμφω δὲ τοὺς ὀφθαλμοὺς ἐξυγραίνουσιν. ἡ δὲ σύκωσις λεγομένη ὑψηλοτέρας τὰς ἐξοχὰς ἔχει καὶ οἷον ἐντετμημένας. καὶ τίνι γὰρ ἄλλῳ ἢ σύκῳ ἔοικε κεχηνότι; ἡ δὲ τύλωσις τραχύτης ἐστὶ χρονία ἐσκληρυσμένας τε καὶ τετυλωμένας ἔχουσα τὰς ἀνωμαλίας. τινὲς μὲν οὖν ξέειν τὰ τραχώματα πειρῶνται, οἱ μὲν σιδήρῳ, οἱ δὲ φύλλοις συκῆς· ἔστι δὲ ἐπιβλαβὲς τὸ ἐπιχείρημα· ἐπὶ πλεῖον γὰρ ταῦτα ἐπαύξουσι καὶ σκληρὰς τὰς οὐλὰς ἐπάγουσι καὶ αἴτιοι συνεχῶν ῥευματισμῶν γίγνονται νυττομένων ἀεὶ τῶν ὀφθαλμῶν ἐκ τῶν ἐπιγιγνομένων σκληροτέρων οὐλῶν. θεραπεύειν δὲ χρὴ τὰ τραχώματα, μηδενὸς ἕλκους περὶ τὸν ὀφθαλμὸν ὄντος, 〈οὕτως〉· τοῖς ἐπὶ τῶν παιδίων προρρηθεῖσι κολλυρίοις ἐκστρέφοντας τὰ βλέφαρα, εἰ μὴ φλεγμαίνοιεν, ἐπαλείφειν τε καὶ παρατρίβειν τῷ πυρῆνι τῆς μήλης ἐπὶ πολύ. ταχέως γὰρ ἀφιστάμενοι τῆς παρατρίψεως, δασύνουσι μᾶλλον καὶ ῥευματίζουσι τοὺς ὀφθαλμούς. εἰ δὲ ἐπιμένοι ἡ αἰτία, τοῖς δραστικωτέροις κεχρῆσθαι προσήκει, οἷόν ἐστι τοῦτο· σηπίας ὀστράκου 𐅻 η κισσήρεως 𐅻 η μίλτου Σινωπικῆς 𐅻 γ ἀμμωνιακοῦ θυμιάματος 𐅻 ι κόμμεως 𐅻 κ , ὕδωρ. τούτῳ χρώμενος μεγάλως εὐδοκιμήσεις· παρ’ αὐτὰ γὰρ τῆς ἐγχρίσεως ἐπιδερματίδες τινὲς ἐν τῷ σπογγίζειν ἐκπίπτουσι· ψυχρῷ δὲ ὕδατι μετὰ τὴν χρῆσιν τοῦ κολλυρίου δέον ἀποσπογγίζειν. ἔστι δὲ καὶ ἄλλο κολλύριον πρὸς τὰς τοιαύτας διαθέσεις, λαμβάνον καδμίας 𐅻 δ λεπίδος χαλκοῦ 𐅻 δ ἁλὸς ἀμμωνιακοῦ 𐅻 δ ὀπίου 𐅻 β κόμμεως 𐅻 ιβ , ὕδωρ. ἐγὼ δὲ τῷ Σεβηριανῷ ξηροκολλυρίῳ χρησάμενος ὠφέλησα, ἕξεις δὲ καὶ τούτου τὴν πεῖραν διδάσκαλον. ὁ δὲ Ἀπολλώνιός φησι· φαρμάκοις χρηστέον ἐπὶ τῶν τετραχυσμένων βλεφάρων, οἷς καὶ τὰς παχυτάτας οὐλὰς ἀποκαθαίρομεν, οἷόν ἐστι τοῦτο· χαλκοῦ κεκαυμένου 𐅻 η σμύρνης 𐅻 α λεπίδος χαλκοῦ ἀκακίας καδμίας ναρδοστάχυος κινναμώμου κρόκου ἀνὰ 𐅻 α πεπέρεως κόκκοι ιϛ ὑπερικοῦ 𐅻 γ ἀμμωνιακοῦ θυμιάματος 𐅻 γ ἰοῦ ὀβολοὶ β κόμμεως 𐅻 α · λεάνας οἴνῳ παλαιῷ αὐστηρῷ ἀνάπλασσε κολλύρια καὶ χρῶ. Ἄλλο πρὸς ῥεύματα παλαιὰ καὶ δασέα βλέφαρα.[45] |
| 45 (50) | καδμίας 𐅻 ϛ χαλκοῦ κεκαυμένου 𐅻 δ ὑοσκυάμου σπέρματος 𐅻 α ὀπίου 𐅻 β σμύρνης ἐρείκης καρποῦ ἀκακίας ἀνὰ 𐅻 δ κόμμεως 𐅻 η · ξηρὰ πάντα λειότατα ποιήσας ἐπίβαλλε γάλα γυναικεῖον καὶ συλλεάνας ἀναλάμβανε καὶ ποίει κολλύρια καὶ γάλακτι ὁμοίως ἀποτρίβων ἔγχριε παχὺ προπυριάσας. Ὑγρὰ τραχωματική, ποιεῖ δὲ καὶ ὑποπύοις. χαλκίτεως κεκαυμένης 𐅻 γ κρόκου 𐅻 γ μέλιτος 𐅻 θ , λεάνας τὰ ξηρὰ μεθ’ ὕδατος μετὰ τὸ ξηρανθῆναι καλῶς μίσγε τὸ μέλι καὶ χρῶ. Θεοφίλου καλεῖται ὑγρὰ πρὸς τὰς συκώδεις ἐπαναστάσεις καὶ πάσης σαρκὸς ἐξοχάς. χαλκοῦ κεκαυμένου 𐅻 β μίσυος κεκαυμένου 𐅻 α σμύρνης κρόκου ὀμφακίου ἀνὰ 𐅻 α οἴνου Χίου ἢ ἑτέρου στύφοντος παλαιοῦ εὐώδους 𐆄 ιϛ μέλιτος τοῦ Ἀττικοῦ 𐆄 ιε · ἔστι δὲ καὶ ἕτερα κολλύρια ποιοῦντα πρὸς τὰ τραχώματα, οἷός ἐστιν ὁ φοῖνιξ καὶ ὁ Διόνυσος καὶ τὰ παραπλήσια, ἅτινα ἀναγραφήσεται ἐν τοῖς πολυχρήστοις κολλυρίοις. ἐφ’ ὧν δὲ σὺν τῇ τραχύτητι τῶν βλεφάρων καὶ οἱ χιτῶνες τῶν ὀφθαλμῶν ὀδυνῶνται φλεγμαίνοντες, παραμίσγειν χρὴ τοῖς ἰδίοις τῆς φλεγμονῆς φαρμάκοις τι τῶν ῥυπτικῶν, ὁποῖά ἐστι τὰ δι’ οἴνου γραφησόμενα κολλύρια. ἀφλεγμαντοτέρων δὲ γενομένων τῶν κατὰ τὸν ὀφθαλμόν, ἀπορρύψαι χρὴ τὰς τραχύτητας. ἐπὶ δὲ τῶν ἕλκος ἐχόντων μετὰ ῥεύματος δακνώδους οὐχ οἷόν τε τοιούτῳ χρῆσθαι φαρμάκῳ· διαβρωθήσεται γὰρ ἐπὶ πλέον ὁ κερατοειδὴς ἥ τε τοῦ ῥαγοειδοῦς πρόπτωσις ἔσται μείζων ὀδύνη τε σφοδρὰ καταλήψεται τὸν ἄνθρωπον, ἐπιταθήσεται δὲ καὶ τὸ κακόηθες ῥεῦμα. ἐπὶ τούτων οὖν κολλύριον χρὴ σκευάζειν τοιοῦτον· κίσσηριν λειοτάτην ποιήσαντες ἀναλαμβάνομεν τραγακάνθῃ βεβρεγμένῃ ἢ κόμμι καὶ ἀναπλάττομεν μικρὰ κολλύρια· εἶτα ἐκστρέφοντες κούφως τὰ βλέφαρα τρίβομεν ἐπὶ πολύ, κἄπειτα ἐγχυματίζομεν γάλακτι καὶ τοῖς πρὸς φλυκταίνας καὶ ἕλκη κολλυρίοις χρώμεθα· παυομένου δὲ ἐν τῷ χρόνῳ τοῦ ῥεύματος, μεταβαίνομεν ἐπὶ τὰ δριμύτερα κολλύρια, ἀνατρίβοντες αὐτοῖς, ὡς εἴρηται, τὰ βλέφαρα· μίγνυμεν δὲ καὶ τοῖς πρὸς τὰ ἕλκη ἁρμόττουσι τὰ δι’ οἴνου κολλύρια, κατὰ βραχὺ ἐπαύξοντες αὐτῶν τὴν μίξιν, ὥστε μήτε τὰ βλέφαρα ἐνοχλεῖν τοῖς χιτῶσι τῶν ὀφθαλμῶν, τά τε ἕλκη καθαρὰ γενόμενα πληρωθῇ τε καὶ συνουλωθῇ. Περὶ ὀφθαλμῶν ἀτονίας Δημοσθένους.[80] |
| 46 | ἀτονεῖν λέγονται οἱ ὀφθαλμοὶ οἱ μηδὲ λευκὸν μηδὲ λαμπρὸν μήτε πυρῶδες ὁρᾶν ὑπομένοντες, ἀλλ’ ὑπὸ τῆς τυχούσης προφάσεως συγχεόμενοι τὰς ὄψεις καὶ δακρύοντες, καὶ μάλιστα ἐν τῷ ἀναγιγνώσκειν. διαφέρουσι δὲ οὗτοι τῶν ῥυαδικῶν, ὅτι οἱ μὲν ῥυαδικοὶ καὶ χωρίς τινος ἔξωθεν προφάσεως δακρυρροοῦσιν, οὗτοι δὲ πρόφασίν τινα λαμβάνοντες. θεραπευτέον δὲ αὐτοὺς περιπάτοις δρόμοις γυμνασίοις τῶν ἄνω μερῶν, μετὰ τρίψεως καὶ κατοχῆς πνεύματος, κεφαλῆς ξυρήσει καὶ τρίψει τῶν ὀφθαλμῶν ἐλαφρᾷ μετὰ τὰ γυμνάσια καὶ ψυχρολουσίᾳ καὶ ψυχροῦ κατὰ κεφαλῆς καταχύσει· χρῆσθαι δὲ καὶ ὑδροποσίᾳ καὶ διαίτῃ μέσῃ· συμφέρει δὲ καὶ ἀναγινώσκειν μετὰ κραυγῆς καὶ γράφειν. φαρμάκοις δὲ εἴποτε δεοίμεθα χρῆσθαι, στύφουσι καὶ ψύχουσι καὶ ἐμπλάσσουσι χρησόμεθα. Περὶ μυωπίας.[10] |
| 47 | μύωπες λέγονται οἱ ἐκ γενετῆς τὰ μὲν σμικρὰ καὶ σύνεγγυς βλέποντες, τὰ δὲ μεγάλα καὶ πόρρω βλέπειν μὴ δυνάμενοι· τά τε γεγραμμένα ἀναγινώσκοντες συνεγγίζουσι τοῖς ὀφθαλμοῖς. καὶ οἱ μὲν σκορδόφθαλμοί εἰσιν, οἱ δὲ ὁμαλοὺς ἔχουσι τοὺς ὀφθαλμούς, οἱ δὲ ἀνωμάλους. ἀνίατος δέ ἐστιν ἡ τοιαύτη διάθεσις. Πρὸς νυκτάλωπα.[5] |
| 48 | νυκταλωπίαν δὲ λέγουσιν, ὅταν συμβῇ τὴν μὲν ἡμέραν βλέπειν, δύναντος δὲ τοῦ ἡλίου ἀμαυρότερον ὁρᾶν, εἶτα νυκτὸς γενομένης μηδόλως βλέπειν. γίγνεσθαι δὲ τοῦτο δοκεῖ μάλιστα διά τινα ἀσθένειαν περὶ τὴν κεφαλήν, καὶ μάλιστα διὰ τὴν τοῦ ὀπτικοῦ πνεύματος παχύτητα καὶ τῶν λοιπῶν περὶ τὸν ὀφθαλμὸν ὑγρῶν καὶ χιτώνων. τισὶ δὲ συμβαίνει νυκτὸς μὲν βέλτιον ὁρᾶν, ἡμέρας δὲ χεῖρον καί, εἰ νυκτὸς σελήνη φαίνοιτο, μὴ ὁρᾶν· σπάνιον δὲ τοῦτο, τὸ δὲ πρῶτον πλεῖστον συμβαίνει. θεραπεύειν δὲ τοὺς ἐν νυκτὶ μὴ ὁρῶντας τοὺς μὲν εὐέκτους φλεβοτομοῦντας ἀπ’ ἀγκῶνος καὶ τῶν κανθῶν, τοὺς δὲ κακοχύμους καθαίροντας καταλλήλῳ φαρμάκῳ. ἔπειτα δὲ μετὰ τὴν καθολικὴν κένωσιν ἀποφλεγματισμοῖς χρῆσθαι καὶ διὰ ῥινῶν καθαίρειν καὶ πταρμοὺς κινεῖν. ἔρρινον δὲ αὐτοῖς ἁρμόδιον τοῦτο· πεπέρεως σταφίδος ἀγρίας ἀνὰ Γρ β σινάπεως Γρ δ , κόψας σήσας ἐπίβαλλε ῥιζῶν σεύτλου χυλόν, ὡς μέλιτος ὑγροῦ ἔχειν τὴν σύστασιν καὶ συλλεάνας ἔγχει εἰς τὰς ῥῖνας. καὶ κέλευε ἀνασπᾶν καὶ τοῦτο ποίει ἐπὶ ἡμέρας ε ἢ ζ . χρῶ δὲ καὶ τοῖς ἄλλοις ἐρρίνοις τοῖς προγεγραμμένοις ἐν τῷ περὶ τῶν τῆς ῥινὸς παθῶν λόγῳ. πινέτωσαν δὲ πρὸ τῆς τροφῆς ὕσσωπον ὀρίγανον πήγανον· δίαιτα δὲ λεπτύνουσα ἔστω πᾶσα. ἐὰν δὲ μὴ ὑπακούῃ διὰ τούτων, πάλιν καθαρτήριον διδόναι, οἷόν ἐστι τοῦτο· σκαμμωνίας μὲν τριώβολον, καστορίου δὲ ὀβολοὺς δύο καὶ ἁλῶν τριώβολον. ἐπὶ δὲ τῶν ἀσθενεστέρων τῆς σκαμμωνίας ὀβολοὺς β ἔμβαλλε. ἡ γὰρ τοιαύτη κάθαρσις πολλάκις παραχρῆμα ἀπήλλαξε τοῦ πάθους ἢ πολλῷ βέλτιον διέθηκε. μετὰ δὲ ἡμέρας ὀλίγας διδόναι καθαρτήριον φλέγμα καὶ χολὴν ἄγον, οἷόν ἐστι τοῦτο· κολοκυνθίδος ὀβολοὺς β σκαμμωνίας ὀβολοὺς δ ἀλόης ὀβολοὺς δ , ἀναλάμβανε καὶ ποίει καταπότια ϛ καὶ δίδου τοῖς μέσοις ταῖς ἕξεσι τρίτον, τοῖς δὲ ἰσχυροῖς πάντα· ἐγχρίειν δὲ τοὺς ὀφθαλμοὺς μέλιτι ἀπεζεσμένῳ καὶ καταμύειν συνέχοντα τὰ ὑγρὰ ἢ ἐλαίῳ παλαιοτάτῳ ὁμοίως ἐγχρίειν· ἢ στυπτηρίας σχιστῆς κεκαυμένης ἐπ’ ὀστράκου 𐅻 β ἁλὸς ἀμμωνιακοῦ ἢ Καππαδοκικοῦ 𐅻 α , λεῖα μετὰ μέλιτος ὑπάλειφε ἢ αὐτὴν τὴν στυπτηρίαν μόνην μετὰ μέλιτος ἢ κυκλαμίνου προσφάτου χυλὸν εἰς τὸν ὀφθαλμὸν ἐγχεῖν ἢ κρομύου χυλὸν μετὰ μέλιτος καὶ γάλακτος γυναικείου· ἢ ὑαίνης χολὴν μετὰ μέλιτος. παραιτεῖσθαι μέντοι τὴν συνεχῆ χρῆσιν τῶν δριμυτέρων φαρμάκων, συνεχῶς δὲ κεχρῆσθαι τῷ παλαιοτάτῳ ἐλαίῳ. δοκεῖ δὲ αὐτοὺς ὠφελεῖν ἧπαρ τράγου ὀπτὸν μεθ’ ἁλῶν ἄνευ ἐλαίου θερμότατον ἐσθιόμενον· οἱ δὲ καὶ τῷ ἀπορρέοντι ἰχῶρι ἐκ τοῦ ἥπατος ὀπτωμένου ἐγχρίουσιν. οἱ δὲ ἕψοντες τὸ ἧπαρ ὑπὲρ τὸν ἀναφερόμενον ἀτμὸν τὴν ἕξιν προσάγοντες πυριῶσι τοὺς ὀφθαλμούς· βοηθεῖ δὲ καὶ τὸ ἐλατήριον σὺν τῷ μέλιτι ἐκ διαλειμμάτων ἐγχριόμενον καὶ ἡ τοῦ πέρδικος χολὴ καὶ αἰγὸς ἀγρίας ἢ τράγου· καὶ βουγλώσσου δὲ χυλὸς ἐγχριόμενος σφόδρα ὠφελεῖ. ἡ δὲ σύμπασα δίαιτα λεπτύνουσα ἔστω. κατ’ ἀρχὰς δὲ καὶ οἴνου ἀπέχεσθαι, παραιτεῖσθαι δὲ δεῖ πάντα τὰ παχύνοντα. ἐπὶ δὲ τῶν νύκτωρ μὲν βέλτιον ὁρώντων, ἡμέρας δὲ χεῖρον, ἡμεῖς τεκμαιρόμεθα λεπτύνεσθαι ἐπὶ πολὺ τὸ πνεῦμα ἢ τοὺς χιτῶνας ἀραιοῦσθαι κἀκ τούτου σκιδνάμενον τὸ πνεῦμα ἀμαυροῦν τὴν ὄψιν, νύκτωρ δὲ παχυνόμενον καὶ συνιστάμενον κινεῖν τὴν αἴσθησιν. καὶ χρὴ ἐπὶ τούτων μᾶλλον τόνον ἐντιθέναι τῷ ὀφθαλμῷ. Ἡρόφιλος δὲ τὸ ἀνάπαλιν ἐν τῷ περὶ ὀφθαλμῶν φησι· “πρὸς τοὺς ἐν ἡμέρᾳ μὴ βλέποντας κόμμι κροκοδείλου χερσαίου κόπρον μίσυ χολὴν ὑαίνης λείαν μετὰ μέλιτος ὑπόχριε δὶς τῆς ἡμέρας καὶ ἐσθίειν δίδου νήστει ἧπαρ τράγου.[45] |
| 48 (50) | ” ἐγὼ δὲ τεκμαίρομαι τοῦτο ποιεῖν μᾶλλον τοῖς νυκτὸς μὴ ὁρῶσιν. Περὶ ἀμβλυωπίας Γαληνοῦ. |
| 49 | ἀμβλυωπία δέ ἐστιν ἀμυδρότης τοῦ ὁρᾶν διὰ πλείστας αἰτίας γιγνομένη, ἢ τοῦ ὀπτικοῦ πνεύματος παχυνομένου ἢ τῶν χιτώνων πυκνουμένων καὶ παχυνομένων ἢ τῶν ἐν τῷ ὀφθαλμῷ ὑγρῶν παχέων καὶ γλίσχρων γιγνομένων. συμβαίνει δὲ ἀμβλυωπιᾶν καὶ τοὺς πολυχρονίᾳ νόσῳ συσχεθέντας καὶ ἐπὶ λύπαις ἰσχυραῖς. ἐπὶ δὲ τῶν γεγηρακότων σὺν τῷ παχύνεσθαι καὶ τὰ ὑγρὰ καὶ τοὺς χιτῶνας καὶ τὸ ὀπτικὸν πνεῦμα, καὶ ἀτονία πάρεστι τοῦ ὀπτικοῦ πνεύματος καὶ μείωσις πολλὴ καὶ σύμπτωσις καὶ οἷον ῥυτίδωσις τοῦ ὀπτικοῦ νεύρου καὶ τῶν ἐν τῷ ὀφθαλμῷ χιτώνων. ἐλαττωμένων γὰρ τῶν ἐν τῷ ὀφθαλμῷ ὑγρῶν τοῖς πρεσβύταις ἐλάττονός τε καταφερομένου τοῦ ἄνωθεν πνεύματος ἐπὶ τὴν κόρην, ῥυσὸς εἰς τοσοῦτον πολλάκις γίγνεται ὁ κερατοειδὴς χιτών, ὥστε οἱ μὲν τῶν γερόντων οὐδόλως ὁρῶσιν, οἱ δὲ φαύλως καὶ μόγις ἔτι βλέπουσιν. ἐπιπίπτουσι γὰρ ἀλλήλαις αἱ ῥυτιδώσεις καὶ οἷον ἐπιδιπλοῦται ὁ χιτὼν καὶ πάχος ἕτερον ἐπίκτητον λαμβάνει. βοηθήματα δὲ κοινῶς καὶ τοῖς ἀμβλυώττουσι συντίθεται ἐκ τῆς αὐτῆς ὕλης, ἐξ ἧς κἀπὶ τῶν ἀρχομένων ὑποχύσεων, τὰ μὲν εἰς κολλυρίων ἰδέας ἀναπλαττόμενα, τὰ δὲ ὑγρά, ἅπερ καὶ σκιρρουμέναις φλεγμοναῖς τῶν χιτώνων ἁρμόττει, τὰ δὲ ξηρά. ῥηθήσονται δὲ τούτων αἱ σκευασίαι περὶ τὰ τέλη τοῦδε τοῦ λόγου. Περὶ ἀμαυρώσεως.[20] |
| 50 | ἀμαύρωσίς ἐστιν ὁ παντελὴς ὡς ἐπὶ τὸ πολὺ παραποδισμὸς τοῦ ὁρᾶν χωρὶς φανεροῦ πάθους περὶ τὸν ὀφθαλμόν, καθαρᾶς δηλονότι φαινομένης τῆς κόρης. καὶ τοῖς μὲν κατὰ βραχὺ τὸ πάθος συνίσταται, τοῖς δὲ ἀθρόως ἐπιπίπτει, ὡς ἐλάχιστον ἢ καθάπαξ μὴ ὁρᾶν. τῆς μὲν οὖν κατὰ βραχὺ συνισταμένης ἀμαυρώσεως αἰτίαι πλείους εἰσὶν αἱ ἐπὶ τῆς ἀμβλυωπίας προειρημέναι. τῆς δὲ ἀθρόως συμπιπτούσης ἡ 〈αἰτία〉 ἔμφραξίς ἐστι τοῦ ὀπτικοῦ νεύρου, παχέων καὶ γλίσχρων ὑγρῶν ἐμπεσόντων ἐν αὐτῷ ἀθρόως, ἢ παράλυσις αὐτοῦ τοῦ νεύρου. προηγοῦνται δὲ τοῦ πάθους ἀπεψίαι συνεχεῖς καὶ ἀκρατοποσίαι, ἡλίωσις, ἔγκαυσις τῆς κεφαλῆς ἢ κατάψυξις ἢ συνεχὴς ἀνάγνωσις μετὰ τροφὴν ἢ βαλανεῖα ὁμοίως συνεχῆ ἐπὶ τροφῇ, καὶ ἔμετοι ἄκαιροι, συνουσία ἄμετρός τε καὶ ἄκαιρος, καὶ κατοχὴ πνεύματος βιαία, ὥσπερ ἐπὶ τῶν σαλπιστῶν γίγνεται. ταῦτα γὰρ καὶ τὰ τούτοις παραπλήσια, σύμμετρα μὲν γενόμενα, ἀμβλυωπίαν ἐργάζεται, ὑπέρμετρα δὲ τὴν ἀμαύρωσιν. γίγνεται δὲ ἐνίοτε ἡ ἀμαύρωσις καὶ ἐπὶ πληγαῖς ἰσχυραῖς κατὰ τῆς κεφαλῆς ἢ καταπτώσεσιν ἐξ ὑψηλοῦ, παραλυθέντος ἐνίοτε τοῦ ὀπτικοῦ ἢ καὶ ἀπορραγέντος ἤ, τὸ πάντων ἠπιότατον, τῇ σφοδρᾷ καταστάσει πλῆθος ὑγρῶν ἐπενεχθὲν καὶ ἐμφράξαν τὸ ὀπτικὸν νεῦρον. ἐπὶ μὲν οὖν ταῖς τοῦ πόρου παραλύσεσι βραδέως κινεῖται ὁ ὀφθαλμὸς ἢ οὐδόλως. ὅταν δὲ ἐκ βιαίας πληγῆς κατὰ κεφαλῆς γιγνομένης ἢ καταπτώσεως ἀπορραγῇ τῆς συμφυΐας τοῦ ἐγκεφάλου ὁ πόρος, πρῶτον μὲν προπετέστερος ὁ ὀφθαλμὸς γίγνεται, ὕστερον δὲ κοιλαίνεται καὶ ἀτροφεῖ. ὅταν δὲ διὰ πλῆθος ὑγρῶν παχέων ἢ γλίσχρων ἔμφραξιν ἀθρόως ὑπομείνῃ ὁ πόρος χωρὶς αἰτίας ἑτέρας, ἀνάγκη βάρος παρέπεσθαι τῆς κεφαλῆς καὶ μάλιστα ἐν βάθει κατὰ τὰς ῥίζας τῶν ὀφθαλμῶν. τοὺς μὲν οὖν ἀθρόως ἀμαυρουμένους θεραπευτέον φλεβοτομοῦντας ἀπ’ ἀγκῶνος, εἰ πληθωρικὸς εἴη ὁ νοσῶν, ὀξύτατον γὰρ ἐπ’ αὐτῶν βοήθημα ἡ φλεβοτομία, εἶτα διαλιπόντας ἡμέρας τινὰς στραγγάλην περιτιθέντας τῷ τραχήλῳ καὶ περισφίγγοντας, ὅταν δὲ τὰ περὶ τὸ μέτωπον ἀγγεῖα κυρτωθῇ, ἀνιέντας, καὶ πάλιν περισφίγγοντας καὶ πάλιν ἀνιέντας μετὰ τὴν κύρτωσιν καὶ τὸ τρίτον τὸ αὐτὸ ποιοῦντας, πρὸς τὸ τῇ κινήσει τοῦ πνεύματος καὶ τῶν ὑγρῶν σαλευθῆναι βιαίως τὰ ἐμφράγματα. εἶτα τὰς κυρτωθείσας ἐγκανθίους φλέβας ἑκατέρωθεν τῆς ῥινὸς διελεῖν χρὴ ἀμφοτέρας καὶ κένωσιν ἰσχυρὰν ποιεῖσθαι. ἐγὼ γὰρ καὶ μέχρι τριῶν κοτυλῶν ἐκ τῶν ἐγκανθίων φλεβῶν ποτε ἐκένωσα. μετὰ δὲ ταῦτα σικύαν παραχρῆμα τῷ ἰνίῳ προσβάλλειν μετὰ κατασχασμοῦ· συμβαίνει γὰρ ὡς ἐπὶ τὸ πολὺ παραχρῆμα ἔτι τῆς σικύας ἐπικειμένης ἀναβλέψαι τὸν ἄνθρωπον. ἀλλ’ οὐ δεῖ ἀρκεῖσθαι τῷ βοηθήματι τούτῳ, ἀλλ’ ἀνακτησάμενον τὴν δύναμιν μετὰ τρίτην ἡμέραν καθαίρειν, εἶτ’ ἐπὶ τὴν δίαιταν ἄγειν. ἐπὶ δὲ τῶν κατὰ βραχὺ ἐν πολλῷ χρόνῳ ἀμαυρουμένων προδιαιτήσαντες ἀπὸ τῶν ἐγκανθίων φλεβῶν τὴν κένωσιν, ὡς προείρηται, ποιησόμεθα, καὶ ἐπὶ τῶν μὴ πολυαίμων δὲ ἀπὸ τῶν κανθῶν ἀφαιρετέον εὐθὺς ἐξ ἀρχῆς. ἔπειτα σικύαν τῷ ἰνίῳ προσβάλλειν· καὶ μετὰ ταῦτα καθαίρειν. διαιτᾶν δὲ εὐπεψίας πρὸ πάντων προνοουμένους. ἔπειτα πειρᾶσθαι διὰ τῶν τροφῶν μάλιστα τὴν κοιλίαν εὔλυτον ποιεῖν ἀεί· διὰ δέ τινων ἡμερῶν διδόναι ἀλόην καταπίνειν ἀναληφθεῖσαν μετὰ τερεβινθίνης εἰς καταπότια. ποιεῖ δὲ καὶ κνήκου χυλὸς μετὰ μέλιτος· γυμνασίοις τε τῶν κάτω μερῶν χρηστέον καὶ περιπάτοις πλείοσιν ἐν σκεπηνοῖς τόποις· παραιτεῖσθαι δὲ καὶ οἴνου πόσιν, ἀνδρείως δὲ ὑπομενετέον τὴν ὑδροποσίαν.[45] |
| 50 (50) | παραιτεῖσθαι δὲ καὶ πᾶσαν τροφὴν παχύνουσαν καὶ συνεχῆ συνουσίαν καὶ ἡλίωσιν τῆς κεφαλῆς, οὐδὲ φιλολουστέον οὐδ’ ἡμέρας καθεύδειν οὐδὲ μετὰ τροφὴν κινεῖσθαι σφοδρότερον ἢ ἀναγινώσκειν ἢ γράφειν. παραφυλάττεσθαι δὲ ὀργὰς θυμοὺς καὶ φροντίδας συντόνους καὶ ἐκπλήξεις σφοδρὰς καὶ φόβους, μάλιστα μετὰ τροφήν, καὶ τοὺς συνεχεῖς ἐμέτους. κλύζειν δὲ καθ’ ἑκάστην τὸ πρόσωπον ψυχρῷ ὕδατι, μάλιστα ὀμβρίῳ καὶ συγχρίεσθαι τὸ πᾶν σῶμα δι’ ἑτέρων. χρονίζοντος δὲ τοῦ πάθους καὶ τὴν κεφαλὴν καθαίρειν διὰ ῥινῶν ἐγχέοντας τοῖς μυκτῆρσιν ὅσα πρὸς κεφαλαλγίαν προείρηται. χρῆσθαι δὲ καὶ τοῖς ἐκεῖσε ῥηθεῖσιν ἀποφλεγματισμοῖς. ἡ δὲ ὑπάλειψις τῶν ὀφθαλμῶν, χρονίζοντος ἤδη τοῦ πάθους, πρῶτον μὲν διὰ τῶν ἁπλῶν γιγνέσθω, καθάπερ διὰ τοῦ ἀκάπνου μέλιτος ἢ ἐλαίου παλαιοῦ ἢ μαραθοστάκτου μετὰ μέλιτος ἀκάπνου. γίγνεται δὲ τοῦτο οὕτως· τοὺς ἀκρεμόνας τοῦ μαράθρου βαλὼν εἰς ἄμβυκα ὑάλινον ἐπὶ ἀκάπνῳ πυρὶ ποίει, καθὼς ποιοῦσίν τινες τὸ ῥοδόστακτον καὶ τὸ κρινόστακτον. μετὰ δὲ ταῦτα καὶ τοῖς συνθέτοις χρηστέον· ἡμεῖς δὲ εὐδοκιμοῦμεν ἐπ’ αὐτῶν τῷ τε διακεντήτῳ κολλυρίῳ καὶ τῇ πρὸς ὑποχύσεις Ἀγλαΐδου χλωρᾷ χρώμενοι. κοινὸν δὲ πάσης ἀμαυρώσεως καὶ ἀμβλυωπίας καὶ τόδε τὸ ὑγροκολλύριον δοκεῖ δὲ ποιεῖν καὶ πρὸς τὰς παχύτητας τῶν ὑμένων· κρόκου 𐅻 α ζιγγιβέρεως 𐅻 α πεπέρεως κόκκοι ιε ναρδοστάχυος ὀβολοὶ β μαράθρου χυλοῦ 𐅻 ιϛ ἀμμωνιακοῦ θυμιάματος 𐅻 α ἰοῦ 𐅻 α μέλιτος 𐆄 ε , πάντα λειότατα ποιήσας ἐπίχεε τὸν τοῦ μαράθρου χυλόν, εἶτα λεάνας ἀναξήρανον καὶ μίξας τὸ μέλι ἀναλάμβανε εἰς πυξίδα χαλκῆν καὶ χρῶ. πρὸ δὲ τοῦ ἐγχρίειν ἀποπυριᾶν χρὴ σπόγγῳ τοὺς ὀφθαλμοὺς εἰς θερμὴν θάλασσαν ἀποβάπτων, ἐνίοτε δὲ καὶ τὸ πρόσωπον εἰς θάλασσαν χλιαρὰν ὅλον καθιέναι. ταῦτα μὲν κοινὰ πάσης ἀμαυρώσεως. ἰδίως δὲ τοῖς κατὰ θλῖψιν πολλῶν ἢ παχέων ὑγρῶν ἐπενεχθέντων τῷ πόρῳ ἐμποδιζομένοις τὸ ὁρᾶν μετὰ τὴν φλεβοτομίαν καὶ τὸν σικυασμὸν καὶ τὴν κάθαρσιν σιναπίζειν καὶ τὴν κεφαλήν, ἔπειτα καὶ καυστικῷ φαρμάκῳ ἑλκῶσαι τὸ ἰνίον καὶ καταχύματι χρῆσθαι κατὰ τῆς κεφαλῆς θερμοῦ ὕδατος καὶ μᾶλλον εἰ ἁλμυρὸν ἢ νιτρῶδες εἴη τὸ ὕδωρ. Περὶ παραλύσεως ὀφθαλμῶν Δημοσθένους.[80] |
| 51 | οὐ μόνον τὸ ὀπτικὸν νεῦρον, ὡς προείρηται, ἀλλὰ καὶ ὅλος ὁ ὀφθαλμὸς ἐνίοτε παραλύεται, ποτὲ μὲν μετὰ τοῦ λοιποῦ σώματος τῶν δεξιῶν ἢ ἀριστερῶν μερῶν παραλυθέντων· ἔστι δὲ ὅτε κατ’ ἰδίαν γίγνεται περὶ τὸν ὀφθαλμὸν μόνον παράλυσις, καὶ ποτὲ μὲν τὸ βλέφαρον μόνον παραλύεται, ποτὲ δὲ καὶ ὅλος ὁ ὀφθαλμός· καὶ εἰ μὲν τὸ βλέφαρον μόνον παραλυθείη, μέμυκε διηνεκῶς ὁ ὀφθαλμὸς καὶ ἀναισθητεῖ τὸ βλέφαρον. εἰ δὲ ὅλος ὁ ὀφθαλμὸς παραλυθείη, τὰς εἰς τὰ πλάγια καὶ ἄνω καὶ κάτω κινήσεις οὐ δύναται ἐπιτελεῖν· καὶ εἴ τις ὑπαλείφοι δριμυτέρῳ φαρμάκῳ, οὐκ ἐπιδάκνεται. εἰ μὲν οὖν τοῦ βλεφάρου μόνου εἴη παράλυσις, προκαθαίρειν δεῖ τὸ σύμπαν σῶμα τοῖς ἀλοηδαρίοις καὶ ὑδροποσίᾳ ἐπιτάττειν χρῆσθαι καὶ περιπάτῳ πλείονι καὶ τρίψει πολλῇ τῶν κάτω μερῶν, ἐπιχρίειν τε συνεχῶς τὸ βλέφαρον στυπτηρίᾳ σχιστῇ μετ’ ὄξους δριμέος καὶ τοῖς θερμοτέροις κολλυρίοις ἢ τῷ διὰ σάνδυκος. μὴ καθισταμένου δὲ ἀναρράπτειν τὸ βλέφαρον. αἱ δὲ τοῦ ὀφθαλμοῦ ὅλου παραλύσεις δυσίατοί εἰσιν, καὶ μάλιστα ἐπὶ τῶν προβεβηκότων τῇ ἡλικίᾳ. εἰ δὲ καὶ ἐκ γενετῆς συνέβη, ἀδύνατον ταύτην διορθώσασθαι. ἐφ’ ὧν μὲν οὖν ἐλπίδες σωτηρίας εἰσί, τὴν ἐπιμέλειαν τοιαύτην ποιητέον· πρὸ πάντων μέν, εἰ εὐέκτης εἴη, φλεβοτομεῖν ἀπ’ ἀγκῶνος, ἑξῆς δὲ κλύζειν τὴν κοιλίαν, ἔπειτα καθαρτηρίῳ κενοῦν τὸ σῶμα, εἶτα ἀποφλεγματισμοῖς χρῆσθαι, εἶτα δι’ ἐρρίνων καθαίρειν καὶ μετέπειτα σικύαν προσβάλλειν τῷ ἰνίῳ μετὰ κατασχασμοῦ καὶ βδέλλας τοῖς κροτάφοις. προποτιστέον δὲ καὶ καστόριον καθ’ αὑτό, καὶ μετ’ ἀψινθίου διδόναι καὶ ὕσσωπον γλήχωνα πήγανον μετ’ ὀξυμέλιτος καὶ ἁλῶν. ἔπειτα καὶ καστορίῳ τὴν κεφαλὴν ἐπιχρίειν μετὰ ῥοδίνου καὶ ὄξους, ἐκ τοῦ αὐτοῦ δὲ χρίσματος μαλακῷ ἐρίῳ ἀναλαβόντα μεμυκότι τῷ ὀφθαλμῷ ἐπιτιθέναι, στοχαζόμενον μὴ παραστάζῃ εἰς τὸν ὀφθαλμόν. θεραπεύειν δὲ δὶς τῆς ἡμέρας. ἐπιχρίειν δὲ ἔξωθεν τὰ βλέφαρα καὶ τὸ μέτωπον καστορίῳ μετὰ κρόκου σὺν ὄξει· ἐμοὶ δὲ δοκοῦσιν αἱ διὰ καστορίου καὶ μέλιτος ὑγραὶ ἐπιτήδειοι τῷ πάθει, αἷς καὶ ἐγχριστέον καὶ ἐπιχριστέον. οἴνου δὲ καὶ τῆς κρεώδους τροφῆς καὶ πολυτρόφου καὶ παχυχύμου πάσης ἀπέχεσθαι· λαμβάνειν δὲ ὅσα τὰς ἐκκρίσεις εὐλύτους ποιεῖ καὶ τὰ ὑγρὰ λεπτύνει. τοὺς δὲ πρώτους χρόνους καὶ τὰ βαλανεῖα παραιτεῖσθαι καὶ τὰ πυριαστήρια καὶ ἡλιώσεις· ἐμέτοις δὲ ἐκ διαλειμμάτων χρῆσθαι νῆστις ἀπὸ ῥαφανίδων καθεψομένων, ἐπιδεδεμένου τοῦ ὀφθαλμοῦ καὶ χωρὶς πολλοῦ σπαραγμοῦ. Περὶ γλαυκώσεως Δημοσθένους.[35] |
| 52 | γλαύκωσις λέγεται διττῶς· ἡ μὲν γὰρ κυρίως γλαύκωσις μεταβολή ἐστι πρὸς τὸ γλαυκὸν καὶ ξηρότης καὶ πῆξις τοῦ κρυσταλλοειδοῦς ὑγροῦ. τὸ δὲ ἕτερον εἶδος τῆς γλαυκώσεως ἐκ προηγησαμένου ὑποχύματος γίγνεται, πηγνυμένου κατὰ τὴν κόρην τοῦ ὑγροῦ σφοδρότατα καὶ ξηραινομένου· καί ἐστι τὸ εἶδος τοῦτο ἀνίατον. τὴν δὲ κυρίως γλαύκωσιν ἀρχομένην ἐνίοτε δυνατὸν ἰάσασθαι περιπάτῳ τε πρὸς δύναμιν καὶ τρίψει τοῦ ὅλου σώματος χρώμενοι καὶ λουτροῖς μάλιστα κατὰ κεφαλῆς. θέρους δὲ καὶ ψυχρολουτεῖν καὶ πρὸς χρῶτα κείρειν τὴν κεφαλήν· τοὺς δὲ ὀφθαλμοὺς ὑπαλείφειν ἐλαίῳ παλαιῷ μόνῳ. Περὶ ὑποχύσεως τοῦ αὐτοῦ.[10] |
| 53 | τὸ δὲ ὑπόχυμα ὑγρῶν ἐστι παρέγχυσις πηγνυμένων κατὰ τὴν κόρην, ὥστε, ἐπειδὰν τελειωθῇ, κωλύειν τὸ ὁρᾶν. ἀρχομένης δὲ τῆς ὑποχύσεως τοιαῦτα παρέπεται τοῖς πάσχουσιν· οἷον κωνώπια μικρὰ καί τινα ὀρφνώδη πολλάκις παραφαίνεσθαι δοκεῖ πρὸ τῶν ὀφθαλμῶν ἀδιαλείπτως, καί τινες μὲν αὐτῶν τριχοειδῆ ὁρῶσιν, ἕτεροι δὲ ὡς ἐρίων μηρύματα ἢ ἀραχνίων ὑφάσματα, τισὶ δὲ περὶ τοὺς λύχνους κύκλοι φαίνονται. τούτων δὲ προφαινομένων ποτὲ μὲν καθαρὰ ἡ κόρη φαίνεται τοῖς ἀμελέστερον κατανοοῦσι, ποτὲ δὲ τῇ χρόᾳ θαλασσίζει. αὐξανομένου δὲ τοῦ πάθους αὔξει καὶ τὰ συμπτώματα· τελειουμένου δὲ ὁ μὲν ἄνθρωπος οὐκ ὄψεται, ἡ δὲ κόρη τὴν χρόαν ἐπὶ τὸ λευκότερον τρέπει, καὶ ὅλως οὐ διαυγεῖται. πλείω δὲ τῆς χρόας τὰ εἴδη· τὰ μὲν γὰρ τῶν ὑποχυμάτων ἀερίζει, τὰ δὲ ὑελίζει, τὰ δέ ἐστιν ἔκλευκα, τὰ δὲ ἐπὶ τὸ κυανώτερον τρέπεται· τὰ δὲ ἀπογλαυκοῦται καί ἐστιν ἀνίατα. θεραπεύειν δὲ τοὺς ὑποχύσει πειραζομένους ἐν ἀρχῇ αἵματος ἀπ’ ἀγκῶνος ἀφαιρέσει, εἰ μηδὲν κωλύει, καὶ κλυστῆρσι δριμυτέροις καὶ καθάρσεσιν· ἔπειτα καὶ σικύαν τῷ ἰνίῳ προσβάλλειν μετὰ κατασχασμοῦ, ἀποφλεγματισμοῖς τε χρῆσθαι καὶ ἐρρίνοις ἐκ διαλειμμάτων τινῶν. οἴνου δὲ ἀπέχεσθαι παρ’ ὅλην τὴν θεραπείαν, καὶ πάντων τῶν πληρωτικῶν τῆς κεφαλῆς καὶ λουτροῦ, εἰ μὴ κόπου ἕνεκα καὶ βραδυπεψίας ἀνάγκη γένοιτο λούειν. καὶ τότε μηδόλως ἐν τῷ ἀέρι διατρίβειν, μηδὲ μὴν ἐν τῇ ἐμβάσει χρονίζειν, καὶ κατὰ μικρὸν μὲν ἐμβαίνειν, ταχέως δὲ ἀνιέναι. δίαιτα δὲ πᾶσα ἔστω λεπτύνουσα. φαρμάκοις δὲ χρηστέον τὸ μὲν πρῶτον ἁπλοῖς, καθάπερ μέλιτι καὶ ἐλαίῳ παλαιῷ καὶ μαράθρου χυλῷ· ἔπειτα δὲ καὶ τοῖς συνθέτοις ὑγροῖς τε καὶ ξηροῖς φαρμάκοις καὶ κολλυρίοις, ἅτινα ῥηθήσεται μετὰ βραχὺ ἐν τοῖς κοινοῖς βοηθήμασι. Περὶ μυδριάσεως ἤτοι πλατυκορίας.[25] |
| 54 | μυδρίασις καὶ πλατυκορία καλεῖται, ὅταν ἡ κόρη τῷ μὲν χρώματι μηδὲν ἀλλοιοτέρα γένηται, πλατυτέρα δὲ πολλῷ τοῦ κατὰ φύσιν, ὥστε ἐνίοτε συνεγγίζειν τῷ τῆς ἴρεως κύκλῳ καί ποτε μὲν ὁλοσχερῶς ἐμποδίζειν τὸ ὁρᾶν. ποτὲ δ’ ὁρῶσιν, ἀμυδρῶς δέ, καὶ τὰ ὁρώμενα αὐτοῖς δοκεῖ πάντα μικρότερα εἶναι, χεομένου δηλονότι τοῦ ὀπτικοῦ πνεύματος. γίγνεται δὲ τὸ πάθος δι’ ἐπιφορὰν ὑγρῶν, ἤτοι ἀθρόως φερομένων ἢ κατὰ βραχύ, ἀνεπαισθήτως διατεινομένου τοῦ ῥαγοειδοῦς καὶ ἐπὶ πλεῖον πλατυνομένης τῆς κόρης. ἔστι δὲ τὸ πάθος ἄγαν δυσίατον· ὑμενώδης γὰρ ὑπάρχων ὁ ῥαγοειδής, ὅταν ἅπαξ διαστῇ, σκληρύνεται καὶ οὐκέτι ῥᾳδίως δύναται συνάγεσθαι. γίγνεται δὲ τὸ πάθος μᾶλλον παιδίοις διὰ τὴν τῶν χιτώνων ἀσθένειαν· καὶ οἱ μελανόφθαλμοι δὲ φύσει μεγαλόκοροί εἰσι, διόπερ καὶ τῷ πάθει εὐέμπτωτοι. θεραπεύειν δὲ πρὸ πάντων, εἰ μηδὲν κωλύει, φλεβοτομοῦντας ἀπ’ ἀγκῶνος ἢ καθαίροντας. εἰ δὲ ταῦτα ποιεῖν ἀδύνατον, τοὺς ἐγκανθίους λύειν φλέβας, ἔπειτα σικύαν τῷ ἰνίῳ προσβάλλειν. περιπάτοις τε καὶ ἠρεμαίοις καὶ πλείοσι χρῆσθαι ἐν τόποις σκεπηνοῖς· καὶ παντὶ τρόπῳ περισπᾶν τὴν ὕλην ἐπὶ τὰ κάτω μέρη· διὸ κατ’ ἀρχὰς καὶ κλυστῆρι χρηστέον καὶ τρίψει τῶν κάτω μερῶν δι’ ἑτέρων. μετὰ δὲ τὸν περίπατον καὶ τὸ ἄλειμμα θαλάσσῃ προσαντλεῖσθαι τὸ πρόσωπον, χειμῶνος μὲν χλιαρᾷ, θέρους δὲ ψυχρᾷ, καὶ καθιέναι ὅλον τὸ πρόσωπον εἰς τὸ ὕδωρ, χρόνον τινὰ διανοίγοντα τοὺς ὀφθαλμούς. θαλάσσης δὲ μὴ παρούσης, ἁλὸς ὀλίγον παραμίσγειν τῷ ὕδατι ἢ ὀξυκράτῳ χρῆσθαι ὑδαρεῖ. οἴνου δὲ ἀπέχεσθαι, ἕως ἡ διάθεσις λυθῇ. καὶ ἡ δίαιτα πᾶσα λεπτοτέρα ἔστω καὶ εὐκοίλιος, βαλανείου δὲ σπάνιος ἡ χρῆσις, καὶ τότε μὴ πάνυ καταχεῖν κατὰ κεφαλῆς. φαρμάκοις δὲ ὑποστύφουσιν 〈χρῆσθαι〉, οἷον ῥόδῳ κρόκῳ νάρδῳ λιβάνου φλοιῷ πομφόλυγι καὶ σποδίῳ καὶ ἀκακίᾳ. αἱ γὰρ σφόδρα δριμεῖαι δυνάμεις ἐπισπώμεναι ὑγρῶν πλῆθος διατείνουσι τοὺς ὑμένας καὶ πλατυτέραν ἐργάζονται τὴν κόρην. διόπερ καὶ τὰ σφοδρῶς στύφοντα, καθάπερ χαλκῖτις, μίσυ καὶ τὰ ἐπὶ πλέον ψύχοντα, ὡς κώνειον, σκληρύνει τοὺς ὑμένας· καὶ τὰ ἐμπλάσσοντα, καθάπερ ψιμμύθιον, παχύνει τοὺς ὑμένας. καὶ τὸ ἐπὶ πλέον δὲ συνάγειν καὶ στενοῦν τὴν κόρην ἀλυσιτελές· περιίσταται γὰρ εἰς φθίσιν. Περὶ φθίσεως τῆς κόρης.[30] |
| 55 | φθίσις δὲ λέγεται τῆς κόρης, ὅταν στενωτέρα καὶ ἀμβλυτέρα γένηται. τοῦτο δὲ τοῖς πλείστοις συμβαίνει ἐξ ἀσθενειῶν ἐπικινδύνων ἢ ἐπιτεταμένων κεφαλαλγιῶν. μείζονα δὲ τοῦ κατὰ φύσιν φαίνεται τούτοις τὰ ὁρώμενα διὰ τὴν τῆς κόρης στενότητα. τὴν δὲ θεραπείαν ἐπὶ τούτων ἐναντίαν τῇ μυδριάσει ποιεῖσθαι χρή, γυμνάζοντας τὰ ἄνω μέρη, ὤμους καὶ χεῖρας μετὰ κατοχῆς πνεύματος καὶ τρίβοντας ἐπιμελῶς τὴν κεφαλὴν καὶ τὸ πρόσωπον, εἶτα καὶ τοὺς ὀφθαλμοὺς ἄκροις τοῖς δακτύλοις. καὶ ὕδατι θερμῷ προσαντλεῖσθαι τὸ πρόσωπον, ἀλείφοντας τὴν κεφαλὴν μύρῳ τινὶ θερμαίνειν μετρίως δυναμένῳ, οἷον ἰρίνῳ, καὶ μικρὸν διαστήσαντα ὑπαλείφειν τοὺς ὀφθαλμοὺς ἀραιοῦντι καὶ δριμυτέρῳ φαρμάκῳ καὶ ὑγρασίαν ἐπισπωμένῳ, οἷόν ἐστι τοῦτο τὸ κολλύριον· ἀμμωνιακοῦ θυμιάματος 𐅻 α κροκομάγματος 𐅻 δ κρόκου 𐅻 β , ἰοῦ 𐅻 α , λεάνας ἐν ὕδατι ἀνάπλασσε καὶ χρῶ. ποιεῖ δὲ καὶ ἡ Ἐρασιστράτου ὑγρά. τροφὴ δὲ ἔστω εὐχυμοτάτη καὶ ῥοφηματώδης καὶ οἶνος κιρρὸς καὶ εὐώδης· καὶ ὕπνος διαδεχέσθω τὴν τροφήν· καὶ τὰ λουτρὰ δὲ ἁρμόδια καὶ κατάχυσις θερμοῦ κατὰ κεφαλῆς. Περὶ ἀτροφίας ὀφθαλμοῦ καὶ φθίσεως.[15] |
| 56 | ἀτροφεῖν δὲ λέγουσι τὸν ὀφθαλμόν, ὅταν ἐκ σφοδρῶν κεφαλαλγιῶν ἢ ἐν πυρετοῖς ὀξέσι κατὰ βραχὺ ὁ ὀφθαλμὸς ταπεινούμενος καὶ κοιλαινόμενος καὶ τὸ ὅλον μικρότερος γιγνόμενος καὶ ἐπὶ ποσὸν ἀμαυρότερος ἐμποδίζει τὸ ὁρᾶν. συμβαίνει δὲ τοῦτο πολλάκις καὶ ἐκ περισκυφισμῶν καὶ ἀνατρήσεων, οἵτινες καὶ δυσίατοί εἰσι. διαφέρει δὲ ἡ ἀτροφία τῆς φθίσεως, ὅτι ἡ μὲν φθίσις τὴν κόρην μόνην μικροτέραν καὶ ταπεινοτέραν ποιεῖ, ἡ δὲ ἀτροφία ὅλον τὸν ὀφθαλμὸν μικρότερον καὶ ταπεινότερον ἐργάζεται. θεραπεύειν δὲ καὶ τούτους, σπόγγοις ἐκ θερμοῦ ὕδατος πυριῶντας τοὺς ὀφθαλμοὺς καὶ γάλα χλιαρὸν ἐγχυματίζοντας, ἀπεχομένους δὲ παντὸς κολλυρίου προσαγωγῆς. τροφὰς δὲ διδόναι πολυτρόφους καὶ εὐχυμοτάτας καὶ οἶνον κιρρὸν καὶ λεπτόν, καὶ λουτροῖς χρῆσθαι καὶ καταχύσεσι θερμαῖς κατὰ κεφαλῆς καὶ γυμνασίοις τῶν ἄνω μερῶν καὶ κατοχῇ πνεύματος. Περὶ ἐκπιεσμοῦ.[10] |
| 57 | ἐκπιέζονται δὲ οἱ ὀφθαλμοὶ ἐνίοτε, ὥστε διαμένειν προέχοντες. συμβαίνει δὲ τοῦτο τοῖς ἀπαγχομένοις καὶ ἐν ἀγῶσι ἀθλητικοῖς καὶ γυναιξὶ ταῖς ἐπὶ πλέον διαταθείσαις ἐν ταῖς ὠδῖσιν, ἢ δὲ ἐκ ῥευμάτων πλείστων ἀθρόως ἀπὸ κεφαλῆς καταρρευσάντων. τοὺς μὲν οὖν ἀπ’ ἀγχόνης εἰς τοῦτο ἐμπεσόντας φλεβοτομεῖν ἀπ’ ἀγκῶνος· εἰ δὲ ἄλλως τισὶ πάχος ἐπιρρεῦσαν προέλαβε τοὺς ὀφθαλμούς, καθαίρειν ἐλλεβόρῳ μέλανι ἢ σκαμμωνίᾳ. τὰς δὲ ἐπὶ γυναικῶν ἐκ τῶν ὠδίνων τῶν ἐν τοῖς τόκοις πολλάκις γιγνομένας ἐκθλίψεις τῶν ὀφθαλμῶν αἱ διὰ τῶν γυναικείων τόπων καθάρσεις λύουσιν, ὅθεν δεῖ συνεργεῖν ταύταις. ἐπὶ δὲ τῶν ἀνδρῶν μετὰ φλεβοτομίαν ἢ κάθαρσιν, εἰ ἐπιμένοι, σικύαν τῷ ἰνίῳ κολλᾶν καὶ ὑδροποσίᾳ καὶ σιτίων ὑποστολῇ χρῆσθαι. ἐπιτιθέναι δὲ τῷ ὀφθαλμῷ ἔριον μέλιτι κεχρισμένον μετ’ ὀλίγου κρόκου καὶ ἄνωθεν πτύγμα καὶ ἐπιδεσμεῖν πιέζοντα ἡσυχῇ. συμφέρει δὲ τούτοις μετὰ τὴν ἀρχὴν καὶ θάλασσα ψυχρὰ προσαντλουμένη τῷ προσώπῳ καὶ σέρεως χυλὸς καὶ πολυγόνου καὶ ψυλλίου μετὰ ὀπίου ἐπιχριόμενα καὶ τὰ ἄλλα, ὅσα δύναται στέλλειν καὶ συνάγειν. Περὶ συγχύσεως.[15] |
| 58 | σύγχυσις δὲ τοῦ ὀφθαλμοῦ τὰ πολλὰ πληγαῖς ἕπεται σφοδραῖς καὶ ἐπὶ φλεγμονῇ δὲ τοῦ ῥαγοειδοῦς συμβαίνει, ῥαγέντων τῶν ἐν αὐτῷ ἀγγείων. ἡ δὲ κόρη τῷ χρώματι θολερὰ γίγνεται καὶ ἢ μείζων ἑαυτῆς γίγνεται ἢ μικροτέρα. θεραπεύειν μὲν οὖν τὰς ἐκ πληγῆς συγχύσεις φλεβοτομίᾳ ἀπ’ ἀγκῶνος, αἵματι δὲ νεοσφαγοῦς, μάλιστα μὲν τρυγόνος, εἰ δὲ μή γε 〈καὶ〉 περιστερᾶς, ἐκπληροῦν ὅλον τὸν ὀφθαλμόν. ἔριον δὲ μαλακὸν βρέξαντας εἰς ὠὸν ἀνακεκομμένον μετ’ οἴνου καὶ ῥοδίνου ἐπιτιθέναι καὶ ἐπιδεῖν καὶ τῇ ἑξῆς τὸ αὐτὸ ποιεῖν, τῇ δὲ τρίτῃ ἀποπυριᾶν καὶ γάλακτι ἐγχυματίζειν· ἔπειτα καταπλάττειν ὠῶν ὀπτῶν λεκίθους μετὰ μέλιτος καὶ κρόκου λείου εἰς ὀθόνιον ἐγχρίσαντα. ὅταν δὲ ἤδη προκαθαίρηται ἡ κόρη, ὑπαλείφειν τοῖς πρὸς τὰς παλαιὰς διαθέσεις κολλυρίοις, οἷον τῷ ἀρωματικῷ καὶ τῷ Χιακῷ Ἀπολλωνίου καὶ τοῖς ὁμοίοις. εὐιατοτέρα δέ ἐστι σύγχυσις, ἐφ’ ὧν ἡ κόρη μόνη διευρύνεται, τῷ δὲ χρώματι καὶ τῷ σχήματι ὁμοία διαμένει. δυσίατος δέ, ἐφ’ ὧν παρέσπασται ἡ κόρη. Περὶ τῶν ἐπιφυομένων τῷ λευκῷ τοῦ ὀφθαλμοῦ.[15] |
| 59 | τὰ ἐπιφυόμενα τῷ λευκῷ τοῦ ὀφθαλμοῦ παρὰ φύσιν πάντα, τὰ μὲν ἀνώδυνα, ἐφ’ ὧν τρίχες πολλάκις ἐκπεφύκασι καὶ τὰ μὴ πάνυ διαλλάττοντα τῆς κατὰ φύσιν χρόας θεραπευτέον ἀγκίστρῳ ἐπιλαβόμενος καὶ ἀνατείνων, ἔπειτα πτερυγοτόμῳ ἀποτέμνων, εἶτα ἐπιπάσσων ἅλας λεπτόν, καὶ πτύγμα ἐπιτιθεὶς καὶ ἐπιδεσμῶν καὶ τὴν λοιπὴν ἐπιμέλειαν ποιούμενος, ὡς ἐπὶ τῶν πτερυγοτομουμένων. τὰ δὲ ὑπέρυθρα καὶ ὀχθώδη καὶ κεκιρσωμένα καὶ ἐπώδυνα καὶ πελιὰ καὶ τραχέα καὶ συμπαθείας τῶν κροτάφων ἐπιφέροντα, πάντα ταῦτα φεύγειν χρὴ ὡς κακοήθη καὶ κινδύνους καὶ προπτώσεις τῶν ὀφθαλμῶν ἐπιφέροντα ἐν ταῖς χειρουργίαις. Περὶ πτερυγίων.[10] |
| 60 | πτερύγιον δὲ λέγεται, ὅταν ἐπὶ πλέον αὐξηθέντος ἢ ὑπερσαρκώσαντος τοῦ ἐν τῷ ὀφθαλμῷ λευκοῦ ἔκ τινος ψωροφθαλμίας ἢ ῥευματισμῶν συνεχῶν ὑπεροχή τις παρὰ φύσιν ὑποστῇ. ἄρχεται δὲ τούτου ἡ αὔξησις πλειστάκις μὲν ἀπὸ τοῦ πρὸς τῇ ῥινὶ κανθοῦ τοῦ μεγάλου καλουμένου, σπανιώτερον δὲ ἀπὸ τοῦ μικροῦ, ἔτι δὲ σπανιώτερον γεννᾶται ἀπὸ τοῦ ἄνωθεν ἢ κάτωθεν βλεφάρου. ἐπεκτείνεται δὲ μέχρι τοῦ μέλανος· ὅταν δὲ μεῖζον γένηται, καὶ τῆς κόρης ἅπτεται καὶ ἐμποδίζει τὸ ὁρᾶν. εὐίατα δέ ἐστι πτερύγια τὰ λευκανθίζοντα καὶ στενὴν τὴν βάσιν ἔχοντα· τὰ δὲ ἐναντία τούτων δυσίατα. τὰ μὲν γὰρ ὑπέρυθρα μετὰ τὴν χειρουργίαν σφακέλους καὶ ὀδύνας ἡμικρανικὰς ἐπιφέρει, ἀλλ’ ὅμως μετὰ τὴν καθαίρεσιν τῶν συμπτωμάτων ἐλευθεροῦται ὁ ὀφθαλμός. τὰ δὲ πτερύγια, ἐφ’ ὧν καὶ ἀρχαί εἰσιν ὑποχύσεως, οὐ δεῖ θεραπεύειν· τούτων γὰρ ἀρθέντων θᾶττον ἡ ὑπόχυσις συνίσταται. μήτε δὲ τὰ παχέα θεραπεύειν καὶ ἐκτρεπόμενα καὶ ὀχθώδη καὶ κεκιρσωμένα καὶ κροτάφων ποιοῦντα συμπαθείας· ἔστι γὰρ κακοήθη καὶ καρκινώδη. τὰ δὲ μέχρι τῆς κόρης διήκοντα καὶ διὰ τοῦτο παραποδίζοντα τὸ ὁρᾶν, ἀφαιρούμενα ἐλευθεροῖ μὲν τὸν ὀφθαλμὸν τῶν ῥευματισμῶν. ἡ δὲ ἐπιγιγνομένη περὶ τὴν κόρην ἐκ τῆς χειρουργίας οὐλὴ οὐδὲν ἧττον κωλύει τὸ βλέπειν. τῶν δὲ πτερυγίων ταῦτα χειρίζειν δεῖ, ὅσα αὐξηθέντα ἐπιβάλλει τῷ μέλανι· ὅσα δὲ μικρὰ καὶ ἐπὶ τοῦ λευκοῦ ἐστι, ταῦτα φαρμάκοις πειρᾶσθαι καταστέλλειν. Φάρμακα πρὸς πτερύγια.[20] |
| 61 | καταστέλλει δὲ ἱκανῶς τὰ πτερύγια τὸ διὰ τῆς χαλκίτεως καὶ καδμίας ξηρὸν ψωρικόν, τὸ πρὸς τοὺς ψωρώδεις κανθοὺς ἀναγεγραμμένον, καὶ τὰ παραπλήσια καὶ τὸ Θεοδότιον κολλύριον Σεβήρου λεπτοποιηθὲν καὶ ξηρὸν προσαγόμενον καὶ τὰ ῥυπτικὰ πάντα κολλύρια, τὰ ἐπὶ τῶν τραχωμάτων καὶ συκώσεων γεγραμμένα καὶ τὰ ἐπὶ τῶν μυιοκεφάλων καὶ σταφυλωμάτων ἁρμόζοντα, τὰ δι’ οἴνου μάλιστα. Ἀρχιγένης δέ φησι πρὸς πτερύγια· χαλκάνθου 𐅻 β ἁλὸς ἀμμωνιακοῦ 𐅻 β κόμμεως 𐅻 α , ὄξει λεάνας ἀνάπλαττε κολλύρια καὶ χρῶ. Ἄλλο. αἰγείρου ὀπῷ μετὰ διπλοῦ μέλιτος ἔγχριε. Ἄλλο. κίσσηριν ὀπτὴν λεάνας ἔγχριε. Ἄλλο. σηπίας ὀστράκου κεκαυμένου μεθ’ ἁλῶν ἀμμωνιακῶν λεάνας χρῶ, ἔστω δὲ ἴσα. Ἄλλο. χαλκάνθου μετὰ χολῆς χοιρείας ἴσα τῷ σταθμῷ συλλεάνας ἔγχριε. Ἄλλο, ποιεῖ καὶ ὑπωπίοις καὶ ἀμβλυωπίαις. λίθου μαγνήτου ζῶντος 𐅻 δ ἰοῦ 𐅻 δ μίλτου Σινωπικῆς 𐅻 δ ἀμμωνιακοῦ θυμιάματος 𐅻 δ κρόκου 𐅻 β μέλιτος 𐆄 θ . ποιεῖ καὶ πρὸς λευκώματα. Ἄλλο πρὸς πτερύγια. γλαύκιον κόψας σήσας, ἔπειτα ὕδατι ὀλίγῳ λειώσας καὶ σποδὸν πομφόλυγος ἐπιβαλών, ὅσον ἐπιδέχεται, ἀνάπλασσε κολλύρια καὶ χρῶ μεθ’ ὕδατος δὶς τῆς ἡμέρας. Ἄλλο. χολὴν αἰγὸς μετὰ χυλοῦ ἀρτεμισίας καὶ μέλιτος χρῶ. Ἄλλο. χαλκὸν κεκαυμένον λείου μετὰ οὔρου παιδὸς ἀφθόρου καὶ χρῶ. Ἄλλο. λεπίδος ἐρυθρᾶς νίτρου ἐρυθροῦ κισσήρεως κιμωλίας ἀνὰ 𐅻 δ , λείου ὄξει ἕως ξηρανθῇ καὶ χρῶ· ἀπόθου δὲ ἐν ὀστρακίνῳ ἀγγείῳ καθαρῷ. Ἄλλο. μαγνήτην λίθον ζῶντα λειώσας ἀκριβῶς χρῶ ξηρῷ, ἅπαξ τῆς ἡμέρας. Ἄλλο. χαλκοῦ 𐅻 ιβ λεπίδος 𐅻 ϛ σανδαράκης 𐅻 ϛ ἰοῦ 𐅻 γ κρόκου 𐅻 γ ἁλῶν 𐅻 γ σμύρνης 𐅻 α μέλιτος 𐆄 θ . Ἄλλο πρὸς πτερύγια. χαλκοῦ κεκαυμένου ἀρσενικοῦ λεπίδος θείου ἀπύρου μολύβδου κεκαυμένου χάρτου κεκαυμένου ἀνὰ 𐅻 ε , πράσου χυλὸν λέαινε ἐν ἡλίῳ, ἕως ξηρὸν γένηται καὶ χρῶ. Πρὸς πτερύγια δόκιμον, ἀναλίσκει γὰρ αὐτὰ τάχιστα. χαλκίτεως κεκαυμένης, ὡς γενέσθαι πυρράν, 𐅻 δ κρόκου 𐅻 α , λείοις, χρῶ ξηρῷ. Ἄλλο καὶ αὐτὸ πεπειραμένον. χαλκίτεως κεκαυμένης 𐅻 κ καδμίας 𐅻 ι λεπίδος ἐρυθρᾶς 𐅻 ε πεπέρεως 𐅻 α , χρῶ ξηρῷ, 〈ἐν ἄλλοις〉 πεπέρεως κόκκοι ιε , χρῶ ὡς μονογενεῖ καὶ πεπειραμένῳ. [Ἄλλο ἀφαιροῦν πτερύγια ἐκ βάσεως. χαλκάνθου ὀπτῆς 𐅻 β χαλκοῦ κεκαυμένου 𐅻 α , ξηρῷ παράπτου· μετὰ δὲ τὸ ἀφελεῖν θεράπευε τῷ διαρρόδῳ ἢ τῷ διὰ κρόκων κολλυρίῳ.] Χειρουργία πτερυγίων.[30] |
| 62 | ἐγχειροῦμεν δὲ οὕτως πρὸς τὴν ἀφαίρεσιν τοῦ πτερυγίου· διαστέλλοντες τὰ βλέφαρα ἀπ’ ἀλλήλων καὶ ἄγκιστρον καταπείροντες περὶ τὰ μέσα τοῦ πτερυγίου ἀνατείνομεν ἠρέμα, ἵνα μὴ ἡ ἐπιδερματὶς τοῦ κερατοειδοῦς μετεωρισθῇ· συναφαιρεθεῖσα γὰρ φλεγμονὰς παμμεγέθεις ἐπιφέρει. εἶτα βελόνην λαμβάνομεν λίνον ἔχουσαν διῃρημένον καὶ τρίχα ἱππείαν, καὶ ταύτην ὑποβάλλομεν τῷ πτερυγίῳ ἀναταθέντι διὰ τοῦ ἀγκίστρου· εἶτα ἀποδήσαντες τῷ ὑποβληθέντι λίνῳ τὸ πτερύγιον ἀνατείνομεν ἕλκοντες ἠρέμα τὸ λίνον ἄνω καὶ δόντες ὑπηρέτῃ κατέχειν εὐφυῶς τὴν ἀρχὴν τοῦ λίνου, ἀμφοτέραις ταῖς χερσὶ κατέχοντες τὴν τρίχα διακινοῦμεν ἄνω τε καὶ κάτω, ὑποδέροντες τὸ πτερύγιον, ἀρχόμενοι ἀπὸ τοῦ μέλανος, μέχρι τοῦ κανθοῦ. εἶτα ἀπολύσαντες τὴν πρὸς τὸ μέλαν αὐτοῦ συνέχειαν διὰ τῆς τριχὸς καὶ ἀνατείνοντες τῷ λίνῳ ἀφαιροῦμεν πτερυγοτόμῳ ἐκ τῆς βάσεως τὸ πρὸς τὸν κανθὸν μέρος τοῦ πτερυγίου, φυλασσόμενοι τὰ βλέφαρα καὶ τὸν κανθόν. τοῖς μὲν γὰρ τὰ βλέφαρα συνδιακοπεῖσι πρόσφυσις γίγνεται, τοῖς δὲ ἐκ βάσεως τὸν κανθὸν ἀποτμηθεῖσι ῥυάδες γίγνονται. εἰ δὲ ἡ βάσις τοῦ πτερυγίου καταλειφθῇ, παλιγγενεσία γίγνεται, εἰ μὴ φαρμάκῳ τινὶ τῶν προειρημένων δαπανηθείη. στοχάζεσθαι οὖν δεῖ τῆς συμμετρίας. ἐὰν δὲ ὥσπερ δειλιῶντες οἱ πάσχοντες μὴ τολμῶσιν ἀνοίγειν τοὺς ὀφθαλμούς, ἄγκιστρον ὑποβάλλοντες τῷ ἄνω βλεφάρῳ καὶ ἠρέμα αὐτὸ στρέφοντες ἐπὶ τὸ ἐκτὸς ἀνατείνομεν, καὶ οὕτως ἐνεργοῦμεν, ὡς προείρηται. μετὰ δὲ τὴν ἀφαίρεσιν ἅλμῃ δριμυτέρᾳ δέον ἐγχυματίζειν τὸν ὀφθαλμόν, εἶτα ἔριον ὠοβραχὲς ἐπιτιθέντας ἐπιδεῖν τὸν ὀφθαλμόν. τῇ δὲ ἑξῆς ἐπιλύσαντες καὶ μετρίως πυριάσαντες ἐγχυματίζομεν τῷ λευκῷ καὶ ἁπαλῷ κολλυρίῳ Σεβήρου. τῇ δὲ τετάρτῃ ὑπαλείφομεν τοῖς πρὸς τὰς διαθέσεις κολλυρίοις, παραιτούμενοι τὸ λοιπὸν τὰ ἁπλᾶ καὶ σαρκωτικὰ κολλύρια. εἰσὶ δὲ ταῦτα τὰ νάρδινα καὶ τὰ Θεοδότια καὶ τὰ δι’ οἴνου πάντα. Περὶ ἐγκανθίδος.[25] |
| 63 | ἐγκανθίδα καλοῦσιν, ὅταν ὑπερσαρκώσῃ ὁ πρὸς τῇ ῥινὶ μέγας κανθὸς αὐξηθείς, ὅπερ γίγνεται ἐπὶ γυναικῶν καὶ ἀνδρῶν κοινόν, μάλιστα δὲ ἐπὶ τῶν ἀνθρώπων πλεονάζει τοῖς ἐν θαλάσσῃ διατρίβουσιν. ἡ μὲν οὖν εὐήθης ἐγκανθὶς ἀναλγής ἐστι ὑπόσομφος μαλακή· ἡ δὲ κακοήθης σκληρὰ ἀνώμαλος, νυγματώδεις πόνους ἔχουσα. δεῖ δὲ τὰς εὐήθεις θεραπεύειν, τὰς μὲν μικρὰς φαρμάκοις ξηροῖς, ὡς τῷ πρὸς τοὺς ψωρώδεις κανθοὺς διὰ καδμίας καὶ χαλκίτεως ἢ τούτῳ καλλίστῳ ὄντι· στυπτηρίας σχιστῆς μίσυος ὀπτοῦ χαλκάνθου ἴσα· ἱκανῶς ἀποδαπανᾷ τὰς ἐγκανθίδας. χρῶ δὲ καὶ τῷ Θεοδοτίῳ Σεβήρου κολλυρίῳ λεάνας αὐτὸ ξηρὸν καὶ τῷ πρὸς μυοκέφαλα δι’ οἴνου. Χειρουργία ἐγκανθίδων.[10] |
| 64 | τὰς δὲ μείζονας καὶ μὴ κακοήθεις ἐγκανθίδας μυδίῳ ἐπιλαβόμενον ἀποτέμνειν· εἰ δὲ μείζων εἴη ἡ ὑπεροχή. βελόνην χρὴ λίνον διπλοῦν ἔχουσαν πρὸς τῇ βάσει διείρειν, εἶτα ἀποσφίγγειν τὸ λίνον καὶ διαστήσαντα βραχύ, ἕως πελιωθῆ ἡ σάρξ, σμιλίῳ ἀφαιρεῖν· καὶ τῷ ψωρικῷ ξηρίῳ ἐφάπτεσθαι καὶ πτύγματα ἐπιτιθέναι. τῇ δὲ ἑξῆς ἀποπυριᾶν, καὶ μετὰ τὴν τρίτην τῷ μέλιτι χρώμενον ἀποθεραπεύειν. παραφυλάττεσθαι δὲ μὴ συναφαιρεῖν ἐκ βάσεως τὸν κανθὸν σὺν τῇ παρὰ φύσιν σαρκί. εἰ δὲ μή, ῥυάδες ἐπιγίγνονται. Περὶ αἱμορραγίας ἐκ τῶν κανθῶν.[5] |
| 65 | γίγνεται δὲ αἱμορραγία ἀπὸ τῶν κανθῶν καὶ μάλιστα παιδίοις, διὰ τοὺς συνεχεῖς κλαυθμοὺς καὶ τὰς διατάσεις ἀναστομουμένων τῶν περὶ τὰ βλέφαρα ἀγγείων. θεραπευτέον δὲ αὐτοὺς προσαντλήσει ψυχροῦ ἢ ὀξυκράτου καὶ κατὰ κεφαλῆς χύσει ψυχροῦ. ἐγχυματίζειν δὲ ὠοῦ τὸ λευκὸν καθ’ αὑτὸ καὶ σύν τινι τῶν πρὸς τὰ λεπτὰ ῥεύματα ἁρμοττόντων κολλυρίων· καὶ διαδέσει τῶν κάτω μερῶν χρῆσθαι καὶ παχυνούσῃ τροφῇ· ἐπὶ δὲ τῶν τελείων καὶ σικύαν τῷ ἰνίῳ προσβάλλειν μετὰ κατασχασμοῦ. Περὶ προσφύσεως βλεφάρων καὶ ἀγκυλώσεως.[5] |
| 66 | προσφύεται τὰ βλέφαρα τῷ λευκῷ ἢ τῷ μέλανι ἢ πρὸς ἄλληλα, ἑλκώσεως προηγησαμένης. ὅταν οὖν πρὸς τὸ λευκὸν ἡ πρόσφυσις τῶν βλεφάρων γίνηται, κατὰ δὲ τὴν κίνησιν ἐμποδίζηται ὁ ὀφθαλμός, καλοῦσι τὸ πάθος ἀγκύλωσιν. ὅσαι μὲν οὖν προσφύσεις κατὰ τὸν κανθὸν γεγόνασι τῶν βλεφάρων ἀμφοτέρων, ἀγκίστροις ἀνατείνοντα χρὴ διελεῖν καὶ ἀναστέλλειν μότῳ κἄπειτα θεραπεύειν ὡς τὰ κοινὰ ἕλκη. ὅσαι δὲ προσφύσεις τοῦ ταρσοῦ πρὸς τοὺς χιτῶνας γεγένηνται, τυφλαγκίστρῳ ἀνατείνοντα πτερυγοτόμῳ ἀπολύειν τὴν πρόσφυσιν· ἔπειτα τὰ ὑπερσαρκώματα ξηρῷ τινι καταστέλλειν καὶ χαλκῷ λειοτάτῳ καθ’ ὑποβολὴν τὰ βλέφαρα ὑποχρίειν, μέχρις ἀποθεραπείας ἀνεπίδετον ἐῶντας ὀφθαλμόν. Περὶ τῶν ἐν βλεφάροις φθειρῶν καὶ κονίδων.[10] |
| 67 | φθεῖρες γίγνονται κατὰ τὰς βλεφαρίδας πλατεῖς μικροὶ πολλοὶ ἐξ ἀδηφαγίας τὴν γένεσιν λαμβάνοντες καὶ ἀλουσίας καὶ φαύλης διαίτης. θεραπεύειν οὖν αὐτοὺς πρῶτον μὲν ἐπιμελῶς ἐκκαθαίροντας τοὺς φθεῖρας καὶ θαλάσσῃ προσαντλοῦντας χλιαρᾷ, εἶτα προσαπτομένους τῶν τόπων τῷ ὑπογεγραμμένῳ φαρμάκῳ· στυπτηρίας σχιστῆς 𐅻 β σταφίδος ἀγρίας ὀβολὸς α πεπέρεως ὀβολοὶ β χαλκοῦ κεκαυμένου 𐅻 α σμύρνης ὀβολοὶ β λίθου σχιστοῦ τριώβολον μίσυος ὀπτοῦ 𐅻 α · λεῖα ποιήσας ξηρῷ χρῶ. λούειν τε καὶ σμήχειν τοῖς διαφοροῦσι καὶ τονοῦσι τὴν κεφαλὴν καὶ γυμνάζειν τὰ κάτω μέρη καὶ διαίτῃ εὐχύμῳ χρῆσθαι. παραπλησίως καὶ τὰς γιγνομένας περὶ τὰ βλέφαρα κονίδας θεραπεύειν. Περὶ τριχιάσεως βλεφάρων καὶ διστιχιάσεως καὶ φαλαγγώσεως Σεβήρου.[10] |
| 68 | τριχίασιν δὲ λέγουσιν, ὅταν ὑπὸ τὰς ἐν τοῖς βλεφάροις κατὰ φύσιν τρίχας ἄλλαι ὑποφυεῖσαι καὶ εἴσω νεύουσαι διανύττουσι τοὺς χιτῶνας καὶ ῥευματίζουσι τὸν ὀφθαλμόν. λέγεται δὲ τριχίασις, καὶ ὅταν αὐτὰ τὰ βλέφαρα χαλασθῇ ἢ ὁ ταρσὸς εἴσω νεύσας, ὥστε μηδὲ φαίνεσθαι ῥᾳδίως τὰς τρίχας, εἰ μή τις ἀντιτείνῃ καὶ διαστείλῃ τὰ βλέφαρα. καλοῦσι δὲ οἱ ἰατροὶ τὴν μὲν τοῦ βλεφάρου χάλασιν φαλάγγωσιν ἢ πτῶσιν, τὴν δὲ τῶν τριχῶν ὑπόφυσιν διστιχίασιν. γίγνεται δὲ τὰ πάθη καὶ μάλιστα ἡ διστιχίασις διὰ πολλὴν ὑγρότητα. ὥσπερ γὰρ ἐπὶ τῆς γῆς ἡ δαψίλεια τῶν ὑδάτων πόας πλείστας ἐκφέρει, οὕτως καὶ ἐπὶ τῶν βλεφάρων, καὶ μάλιστα ὅταν ἄδηκτα ὑπάρχῃ τὰ ἐπιρρέοντα ὑγρά. εἰ γὰρ ἁλμυρὸν εἴη τὸ ἐπιρρέον, καὶ τὰς κατὰ φύσιν ἀποβάλλει τρίχας. ἡ μὲν οὖν τῆς τριχιάσεως τελεία θεραπεία ἡ ἀναρραφὴ τῶν βλεφάρων ἐστίν. ἐπειδὴ δέ τινες διὰ μαλακίαν οὐκ ἀνέχονται ἑαυτοὺς τῇ χειρουργίᾳ παραδοῦναι, βοηθητέον αὐτοῖς, ὡς οἷόν τε. γεγράφασι μὲν οὖν οἱ ἀρχαῖοι βοηθήματα ἐπ’ αὐτῶν τοιαῦτα. Φάρμακα πρὸς τὸ τὰς ἐκτιλλομένας τρίχας μὴ φύειν.[15] |
| 69 | τὰς νυττούσας τρίχας προεκτίλας καὶ ἐκστρέψας τὸ βλέφαρον κατάχριε αἵματι βατράχων προσφάτῳ καὶ ἔα ψυγῆναι ἢ αἵματι κόρεων ὁμοίως χρῶ ἢ χαμαιλέοντα λευκὸν καύσας ἀναλάμβανε τὴν τέφραν τῷ αἵματι τῶν βατράχων καὶ ἐπὶ τῆς χρείας σιάλῳ ὑγράνας καὶ προεκτίλας κατάχριε τὸν τόπον. Ἄλλο. τὸν χυλὸν τῆς χελιδονίου καὶ καπνίου λεγομένης πόας λαβὼν καὶ κόμμι τὸ ἀρκοῦν ἐπιβαλὼν καὶ ξηράνας καὶ ἀναπλάσας μικρὰ κολλύρια χρῶ, ὡς προείρηται. Ἄλλο. κοχλίων σάρκας σὺν αἵματι βατράχων χλωρῶν τῶν ἐν τοῖς καλάμοις ἢ ἐχίνου χερσαίου λεάνας καὶ μέλαν γραφικὸν σύμμετρον ἐπιβαλὼν ἔα ταριχεύεσθαι καὶ χρῶ, ὡς προείρηται, φυλαττόμενος τὴν κόρην. Ἄλλο. βδέλλας καύσας καὶ λεάνας προεκτίλας χρῶ συνεχῶς. Ἄλλο. γῆς ἔντερα ἐπ’ ὀστράκῳ καύσας ἕως τεφρωθῇ καὶ λειότατα ποιήσας καὶ προεκτίλας ἐπίπασσε. Ἄλλο. σαύραν ἐν χύτρᾳ καύσας καὶ τὴν τέφραν λεάνας ἐπίβαλλε σανδαράκης τὸ ἴσον καὶ χρῶ. Ἄλλο καλὸν ἄλυπον. κεράτια ξηρὰ μὴ παλαιὰ ἀποκλάσας, τὸ εὑρισκόμενον ἐν ταῖς κοιλότησιν ὑγρὸν γλισχρότερον ἐλάχιστον μελιτῶδες ἀναλαβὼν πυρῆνι μήλης καὶ προεκτίλας τὰς τρίχας ἐπίχριε τὸν τόπον, συνεχῶς τοῦτο ποιῶν. ἄκρως δὲ ποιεῖ, φησὶν Ἀρχιγένης· ἐχίνου χερσαίου χολὴν καὶ τοῦ αἵματος ἴσα, καστορίου τὸ σύμμετρον, λειότατον ποιήσας τὸ καστόριον, ἀναλάμβανε τῷ αἵματι καὶ τῇ χολῇ, καὶ ἀνάπλασσε ὡς λεπίδας ὀψαρίου, χρῶ δὲ ἐκ ῥιζῶν τίλλων τὰς τρίχας, εἶτα λεπίδα μίαν τῷ ἐκ τοῦ στόματος σιάλῳ νήστει διαλύων, ἐκστρέψας τὸ βλέφαρον κατάχριε καὶ κράτει τὸν τόπον ὡς ἡμιώριον, ἕως ξηρανθῇ· ἀλγοῦσι μέν, ἀλλ’ οὐκέτι φύονται. Ἄλλο. ψύλλιον καὶ κωνείου σπέρμα καὶ κεδρίαν ἴσα ἀναλαβὼν αἵματι νυκτερίδων χρῶ, καθὼς προείρηται, μὴ θιγὼν τοῦ ὀφθαλμοῦ. Ἄλλο. ὀθόνιον ἐκ πλοίου παλαιὸν λαβὼν ἐντίθει εἰς λύχνον ἀντὶ ἐλλυχνίου· πληρώσας δὲ τὸν λύχνον ἐλαίῳ κυπρίνῳ τὴν αἰθάλην συνάγαγε ἐπὶ χαλκοῦ ἀγγείου καὶ χρῶ ἐκτίλλων καὶ στιμμίζων τὸν τόπον συνεχῶς· καὶ ἐὰν φυῶσι, τὸ αὐτὸ ποίει. Ἄλλο. στυπτηρίας στρογγύλης μέρη β χολῆς ταυρείας μέρος α , λεάνας ἐπιμελῶς ἀνάπλασσε κολλύρια καὶ ἐκτίλας ἐπίχριε ἡμέρας δ . Ἄλλο. ποταμογείτονος χυλὸν καὶ ἀρτεμισίας χυλὸν τὸ ἴσον 〈λαβὼν〉 χρῶ. Ἄλλο. χολὴν μοσχείαν καὶ καστορίου καὶ κόμμεως ἴσα χωρὶς ὕδατος συλλεάνας ἀνάπλασσε καὶ χρῶ, προεκτίλας καὶ ἐπιχρίων τρὶς τῆς ἡμέρας καὶ ἐπιτεύξῃ. Ἄλλο. λαβὼν χοίρου ἄρρενος χολὴν καὶ στέαρ ἐξ αὐτοῦ βάλλε εἰς ἀγγεῖον κεραμεοῦν καινὸν τῶν πυκνοτάτων καὶ λειοτάτων καὶ ἐπίχεε ὄξους δριμυτάτου κοτύλης τὸ τέταρτον καὶ ἐλαίου ἀλίνου κοτύλης τὸ τετάρτον καὶ περιδήσας ὀθονίῳ πυκνῷ ἔα ἡμέρας ζ καὶ ἐπιχέας αὐτὸ εἰς θυίαν τρῖβε καὶ ἀναλάμβανε ὠῷ χρυσίνῳ· τὸ δὲ αὐτὸ καὶ ἐφ’ ὅλου τοῦ σώματος καλῶς ποιεῖ· τὸ δὲ ἄλινον ἔλαιον λέγεται εἶναι τὸ ἀμυγδάλινον. Ἀνακολλήματα τριχῶν.[40] |
| 70 | ἀνακολλᾷ δὲ τὰς εἴσω ἀνακλωμένας παρὰ φύσιν ἐν τοῖς βλεφάροις τρίχας μαστίχη μηλωτρίδος θερμῆς προσαπτομένης καὶ οὕτως ἀνακλωμένων ἐπὶ τὴν ἰδίαν τάξιν τῶν τριχῶν. ἄσφαλτος ὁμοίως ταυροκόλλα ὁμοίως κοχλίου τὸ κολλῶδες βελόνῃ ἀναλαμβανόμενον, ἱεράκειος ὀπός, τῶν ἀνακολλίων λεγομένων ὁ ὀπός, ἀμμωνιακὸν θυμίαμα, σύνθετον δὲ τοῦτο· ῥητίνης ξηρᾶς πίσσης ξηρᾶς θείου ἀπύρου ἀσφάλτου ἀνὰ 𐅻 α κηροῦ 𐅻 τὸ c· τήξας ἀπόθου· ἐν δὲ τῇ χρήσει μηλωτρίδα πύρωσον καὶ παραπτόμενος τοῦ φαρμάκου ἀνακόλλα τὰς τρίχας. Περὶ ἀναρραφῆς καὶ καταρραφῆς βλεφάρων Λεωνίδου.[5] |
| 71 | πρὸς τὴν ἀναρραφὴν καθέδριος ὁ πάσχων σχηματιζέσθω πρὸς τοῖς ἀριστεροῖς μέρεσι τοῦ ἐνεργοῦντος, ταπεινότερος αὐτοῦ, πρὸς αὐγῇ λαμπρᾷ. ἔστωσαν δὲ καὶ ὑπηρέται εὐπαίδευτοι δύο παρεστῶτες, εἷς μὲν ὄπισθεν ἀντιβαίνων, εἷς δὲ ἐκ πλαγίων. ὁ δὲ χειρίζων πρῶτον σημειούσθω κολλυρίῳ ἢ ἐγχαράξεσιν ἐπιπολαίοις τὴν αὐτάρκη τοῦ περιττεύοντος κατὰ τὸ βλέφαρον καὶ ἐρυτιδωμένου δέρματος ἐκτομήν, ἵνα μήτε πλέον τοῦ δέοντος ἐκτμηθῇ μήτε ἔλαττον· πλατυτέρου μὲν γὰρ ἐκτμηθέντος, λαγώφθαλμος γίγνεται ὁ πάσχων· στενωτέρου δὲ ἐκτμηθέντος, πάλιν χαλᾶται τὸ βλέφαρον καὶ νύττουσιν ὁμοίως αἱ τρίχες. σημειούσθω δὲ καὶ ὁ κατὰ τὴν μεσότητα τοῦ βλεφάρου πρὸς τὸν ταρσὸν τόπος ἐπιπολαίῳ διαιρέσει. μετὰ δὲ τὴν σημείωσιν ἐκστρέψαντες τὸ βλέφαρον δίδομεν τὴν ὑποτομὴν ἔσωθεν τῶν παρὰ φύσιν τριχῶν, ὥστε αὐτὰς πρὸς τὰς κατὰ φύσιν ἔξω νεῦσαι. ἐνίοτε δὲ κατ’ αὐτῶν τῶν παρὰ φύσιν τριχῶν, εἴ γε ἐνδοτέρω εἶεν, τάσσομεν τὴν ὑποτομήν, ἵνα ἡ ἐπιγιγνομένη οὐλὴ κωλύσῃ αὐτὰς πάλιν φυῆναι. οὐδὲν δὲ κωλύει καὶ δύο ὑποτομὰς διδόναι, μίαν μὲν ἐνδοτέρω τῶν κατὰ φύσιν τριχῶν, ἵνα ἀνάκλασις γένηται τοῦ ταρσοῦ, ἑτέραν δὲ κατ’ αὐτῶν τῶν παρὰ φύσιν τριχῶν. βαθυτέρα δὲ ἔστω ἡ ὑποτομή· συνεργεῖ γὰρ τῇ ἀνακλάσει καὶ τῷ κουφισμῷ τοῦ βλεφάρου. καὶ ἀπὸ τῶν περάτων τοῦ ταρσοῦ εἰς τὰ πέρατα διδόσθω. ἔπειτα πτυγμάτια μικρὰ δεδιπλωμένα τρίγωνα τῷ σχήματι τασσέσθω, ἓν μὲν παρὰ τῷ μεγάλῳ κανθῷ, καὶ ἕτερον πλησίον τοῦ μικροῦ. κατὰ δὲ τούτων τῶν πτυγματίων ὁ ἔξωθέν τε καὶ ὀπίσω ἑστὼς ὑπηρέτης ἐρειδέτω τὰς κορυφὰς τῶν μεγάλων δακτύλων καὶ ὑπὸ μιᾶς ὁρμῆς διατεινέτω τὸ βλέφαρον, ὁ δὲ χειρίζων τῷ ἀντίχειρι τῆς ἀριστερᾶς ἀνατεινέτω τὸ βλέφαρον, ἐρείδων τὸν δάκτυλον ὑπὸ τὴν ὀφρύν, ἵνα ἰσότονος γένηται ἡ τοῦ βλεφάρου τάσις. σημεῖον δέ σοι ἔστω τῆς καλλίστης τάσεως τοῦ βλεφάρου, ὅταν τὸ μέσον σημεῖον φυλάξῃ τὸν ἴδιον τόπον, τουτέστι κατὰ τὴν μεσότητα εὑρεθῇ. μετὰ δὲ τὴν διάτασιν πρῶτον δοτέον τὴν πλαγίαν καὶ ὀβελιαίαν κάτω διαίρεσιν ἐπιπολαίαν, ἵνα μὴ τὸ ἀπορρέον ἐκ τῆς ἄνωθεν αἷμα παρεμποδὼν γένηται τῇ χειρουργίᾳ. ἔστω δὲ ἡ τομὴ συνεγγίζουσα ταῖς βλεφαρίσιν. ἔπειτα δοτέον τὴν ἄνω μηνοειδῆ διαίρεσιν. ἀρχέσθω δὲ καὶ αὐτὴ κάτωθεν ἐκ τοῦ πρὸς τὸν μέγαν κανθὸν τόπου· καὶ ἀναφερομένη ἐπὶ τὸ σημεῖον πάλιν νευέτω κάτω περὶ τὸν μικρὸν κανθόν. ἔστω δὲ καὶ αὐτὴ ἐπιπολαιοτέρα, ἵνα μὴ μυότρωτος γένηται ὁ πάσχων. εἶτα ὁ ἐκ πλαγίων ἑστὼς ὑπηρέτης ἀνατεινέτω τὸ βλέφαρον. ἔπειτα ἄγκιστρον καταπειρέσθω εἰς τὴν ἀρχὴν τοῦ περικεχαραγμένου ταινιδίου, ἐπὶ μὲν τοῦ ἀριστεροῦ ὀφθαλμοῦ πρὸς τῷ μικρῷ κανθῷ, ἐπὶ δὲ τοῦ δεξιοῦ πρὸς τῷ μεγάλῳ· ἀναταθέντος δὲ διὰ τοῦ ἀγκίστρου τῇ χειρὶ τῇ ἀριστερᾷ ὑποτεμνέσθω τὸ ταινίδιον τῷ ἀναρραφικῷ σμιλίῳ προσεχόντως, ἵνα μὴ ἐπὶ πολὺ βαθυνομένης τῆς ὑποδορᾶς μυότρωτοι γένωνται καὶ ἀνίατον ἔχωσι τὸ χάλασμα τοῦ βλεφάρου. μετὰ δὲ τὴν τοῦ δέρματος ἐκτομὴν ἐπὶ τὴν ἀναρραφὴν ἐλθετέον. διδόσθω δὲ πρώτη ῥαφὴ ἡ μέση, ἔπειτα ἑκατέρωθεν ἄλλαι δύο, ὡς εἶναι τὰς πάσας ῥαφὰς πέντε. μετὰ δὲ τὴν ἀναρραφὴν ἀνατείνας τὸ βλέφαρον, διὰ τῶν τραυμάτων, συμμέτρῳ σπληνίῳ ἐχεκόλλῳ καταλαβοῦ τὰ ῥάμματα περὶ τὴν ὀφρύν· κατὰ δὲ τῶν διαιρέσεων σπληνάρια μικρὰ κολλητικῆς καὶ ἀφλεγμάντου δυνάμεως ἐπιτίθει, ἔπειτα ἔριον ὠοβραχὲς καθ’ ὅλον τὸν ὀφθαλμόν, καὶ ἐπιδέσμει.[45] |
| 71 (50) | ἐπειδὰν δὲ ἐπιτεῖνον δριμὺ καὶ ἁλμυρὸν φερόμενον ῥεῦμα ἀποβάλλει τὰς κατὰ φύσιν τρίχας καὶ σκληρὸν τὸν ταρσὸν ἀποτελεῖ, ταῖς δὲ παρὰ φύσιν ὑποπεφυκυίαις θριξὶν αὔξησιν παρέχει, δυσχερής τε ἐπὶ τούτων ἡ ἐκστροφὴ τοῦ βλεφάρου γίγνεται, προσήκει βελόνην ῥάμμα στερεὸν ἔχουσαν καταπείρειν τῷ μέσῳ τοῦ ταρσοῦ καὶ ἀνέλκειν ἐπὶ τὸ ἄνω τὸ ῥάμμα καὶ οὕτω τῇ μήλῃ ἐκστρέφειν τὸ βλέφαρον κατὰ τὸ ἔθος καὶ διδόναι τὴν ὑποτομήν, ὡς προείρηται. Περὶ καταρραφῆς.[55] |
| 72 | τοῦ δὲ κάτω βλεφάρου τριχιῶντος καταρραφὴ δοκιμάζεται. πρότερον δὲ κἀπὶ τούτων σημειούσθω ἡ αὐτάρκης τοῦ κεχαλασμένου καὶ περιττοῦ δέρματος ἐκτομή. κἀνταῦθα γὰρ πλατυτέρου ἐκτμηθέντος ταινιδίου ἐκτρόπιον γίγνεται, στενωτέρου δὲ ἀνωφελὴς ἔσται ἡ χειρουργία· μετὰ δὲ τὴν σημείωσιν τὰ πτύγματα, ὡς προείρηται, κατὰ τὸν κανθὸν πλασσέσθω καὶ περιτεινέσθω τὸ βλέφαρον· ἔπειτα πρὸς τῷ μήλῳ ἐρείδων τὸν δάκτυλον ὁ ὑπηρέτης καθελκέτω κάτω· διδόσθω δὲ πρώτη διαίρεσις ἡ μηνοειδής, λέγω δὴ ἡ κάτω, ἔπειτα ἡ ὀβελιαία καὶ πλαγία λεγομένη ἡ περὶ τὸν ταρσόν. ὑποδέρειν δέ, ὡς προείρηται, καὶ ῥάπτειν καὶ τὰ ἀκόλουθα ποιεῖν. μόνῃ δὲ τῇ καταρραφῇ ἀρκούμεθα ἐπὶ τοῦ κάτω βλεφάρου, παραιτούμενοι τὴν ὑποτομήν, ἵνα μὴ ἐκτροπὴ τοῦ βλεφάρου γένηται. Δημοσθένους περὶ ἐκτροπίου.[10] |
| 73 | ἐκτρέπεσθαι ἐπὶ πλέον συμβαίνει τὰ βλέφαρα ἑλκώσεως προηγησαμένης καὶ ὑπερσαρκωσάντων τῶν βλεφάρων, ποτὲ δὲ ὑπὸ οὐλῆς σκληροτέρας συνελκομένου τοῦ βλεφάρου καὶ ἐκστρεφομένου. γίγνεται δὲ μᾶλλον περὶ τὰ κάτω βλέφαρα. θεραπευτέον δὲ τὰς μὲν συμμέτρους ὑπερσαρκώσεις τῷ ὑποκειμένῳ ξηρῷ· χαλκοῦ κεκαυμένου 𐅻 α χαλκάνθου 𐅻 α μίσυος ὀπτοῦ 𐅻 α χαλκίτεως ὀπτῆς 𐅻 α . Ἄλλο. χαλκοῦ κεκαυμένου 𐅻 η μίσυος ὀπτοῦ 𐅻 β χαλκίτεως ὀπτῆς 𐅻 β χαλκάνθου 𐅻 α . πρὸς τὰ κεχρονικότα ἤδη ἐκτρόπια ἰὸν πεφωγμένον ἐπ’ ὀστράκου λεάνας παράπτου καθ’ ἑαυτὸ ἢ μόλυβδον κεκαυμένον ἴσον προσπλέκων. Χειρουργία ἐκτροπίων Ἀντύλου.[10] |
| 74 | τὰς δὲ μείζους ὑπερσαρκώσεις σμιλίῳ· χρὴ περιαιρεῖν, ἔπειτα χαλκῷ κεκαυμένῳ λείῳ προσάπτεσθαι ἢ ἀλόῃ μετὰ μάννης καὶ τῇ ἑξῆς ἀποπυριάσαντα ὁμοίως θεραπεύειν· τῇ δὲ τρίτῃ μετὰ τὴν πυρίαν μέλιτι χρῆσθαι μέχρι ἀποθεραπείας. εἰ δὲ μείζων εἴη ἡ ἐκτροπή, δέον ἐγχειρεῖν οὕτως· ἐκ τοῦ ἔσωθεν μέρους τοῦ βλεφάρου δύο διαιρέσεις ἐμβλητέον τοῦ λάμβδα στοιχείου τὸ σχῆμα ἐχούσας, ἵνα τὸ μὲν στενὸν μέρος τοῦ λάμβδα κάτω γένηται, ὡς πρὸς τῷ μήλῳ, τὸ δὲ πλατὺ ἄνω πρὸς τὰς βλεφαρίδας. εἶτα ἐκκοπτέον τὸ λαμβδοειδὲς ταινίδιον συνεκκόπτοντας καὶ τὴν ὑποκειμένην σάρκα. οὐ γάρ ἐστι χονδρῶδες τὸ κάτω βλέφαρον. τὸ μέντοι δέρμα ἀδιαίρετον φυλακτέον. εἶτα τὰ χείλη τῆς ἐκκοπῆς ῥαφῇ συνακτέον· ἀρκέσει γὰρ μία ῥαφὴ ἐμβαλλομένη κατὰ τὰ πρὸς ταῖς βλεφαρίσι μέρη. οὕτω γὰρ καμπυλωθὲν καὶ κυρτὸν γενόμενον τὸ βλέφαρον εἰς τὰ ἐντὸς τραπήσεται μέρη. εἰ δὲ οὐλὴ ἔκ τινος αἰτίας ἔξωθεν τοῦ βλεφάρου γενομένη ἐκτρέψῃ τὸ βλέφαρον, ἀφαιρεῖν μέν, καθὼς εἴρηται, ἐκ τῶν ἔσωθεν μερῶν τοῦ βλεφάρου τὸ λαμβδοειδὲς ταινίδιον, μὴ πάνυ βαθεῖαν τὴν διαίρεσιν ποιουμένους, καὶ συνάγειν ῥαφῇ, ὡς εἴρηται, τὰ χείλη τῆς διαιρέσεως. ἔπειτα ἔξωθεν ἀγκίστρῳ ἀνατείνοντες τὴν οὐλήν, βελόνην διπλοῦν λίνον ἔχουσαν διαπείρομεν ὑπὸ τὸ ὑπερσάρκωμα ὅλης τῆς οὐλῆς, ἀπὸ τοῦ μικροῦ κανθοῦ ἀρχόμενοι καὶ ἐπὶ τὸν μέγαν τὴν παραγωγὴν τῆς βελόνης ποιούμενοι· εἶτα κειμένης τῆς βελόνης τὸ λινοῦν ὑποβάλλομεν ὑπ’ ἀμφοτέροις τοῖς πέρασιν αὐτῆς καὶ ἀνατείνομεν δι’ αὐτῆς τὸ ὑπερσάρκωμα τῆς οὐλῆς ὅλον καὶ οὕτως τὴν ἐκτομὴν αὐτοῦ ποιούμεθα, συνεκφέροντες ἅμα τῷ σαρκώματι καὶ τὴν ἐμπεπαρμένην βελόνην. μετὰ δὲ τὴν χειρουργίαν τὴν ἔξω διαίρεσιν διαμοτώσαντες καὶ ἐκ ψυχροῦ ὕδατος πτύγμα ἐπιθέντες ἐπιδέσει χρώμεθα 〈καὶ〉 μέχρι τῆς τρίτης ἐπικαταβρέχοντες τῷ ψυχρῷ τὸ πτύγμα ἐῶμεν ἐπικείμενον. τῇ δὲ τρίτῃ ἐπιλύσαντες ὕδατι χλιαρῷ σπογγίζομεν· πυρία γὰρ ἐπὶ τούτων οὐ συμφέρει· φυλάττεσθαι γὰρ δεῖ, μή ποτε ἀποτευχθῇ ἡ ἔνδον κόλλησις. μετὰ δὲ τὸ ἀποπεσεῖν ἐξ αὐτῶν τὰ ῥάμματα κολληθέντων τῶν σωμάτων, ἀδεῶς λοιπὸν τὴν πυρίαν, προσακτέον πρὸς τῷ καὶ τὴν οὐλὴν λεπτοτέραν γενέσθαι καὶ τὸν ὀφθαλμὸν παραμυθήσασθαι. εἶτα ὑπαλείφειν τοῖς σταλτικοῖς κολλυρίοις ἔνδοθεν τὸ βλέφαρον· τὴν δὲ ἔξωθεν διαίρεσιν φυλακτέον ἐν διαστάσει κατὰ πᾶσαν τὴν θεραπείαν μαλακώτερα τὰ φάρμακα προσάγοντες. ἔσται γὰρ ἐκ τῆς ἐπιδόσεως τοῦ ἔξωθεν δέρματος σύλληψις ποσὴ εἰς τὸ ἐκτραπῆναι εἴσω τὸ βλέφαρον. εἰ δὲ δι’ ἐγκανθίδα γινομένην ἐκτροπὴ γένηται τοῦ βλεφάρου, ἐκκοπείσης τῆς ἐγκανθίδος εἰς τὸ κατὰ φύσιν ἐπανήξει τὸ βλέφαρον. εἰδέναι σε δὲ προσήκει, ὡς ἡ τοῦ ἄνω βλεφάρου ἐκτροπὴ ἀθεράπευτός ἐστιν. ἀθεράπευτος δὲ καὶ ἡ διὰ παράλυσιν τοῦ κάτω βλεφάρου γιγνομένη· ὁμοίως δὲ καὶ ἡ δι’ ἐκτομὴν πάνυ πλατυτέρου ταινιδίου γιγνομένη, ἐπὶ τῶν καταρραφῶν μάλιστα, καὶ ἡ διὰ πλατεῖαν οὐλὴν γιγνομένη, ἑλκώσεως δηλονότι προηγησαμένης, ὡς ἐπὶ τῶν ἀνθράκων γίγνεται. Περὶ λαγωφθάλμων Δημοσθένους.[40] |
| 75 | λαγώφθαλμοι δὲ λέγονται, ἐφ’ ὧν ἀνέσπασται τὸ ἄνω βλέφαρον, καὶ ἀνέῳγεν ὁ ὀφθαλμὸς ἐν τῷ καθεύδειν καθάπερ τῶν λαγωῶν. γίγνεται δὲ τὸ πάθος ποτὲ μὲν ἐξ ἀναρραφῆς πλέον τοῦ δέοντος ἀνασπασθέντος τοῦ βλεφάρου, ὡς μὴ δύνασθαι καλύπτειν τὸν ὀφθαλμόν, ποτὲ δὲ ἑλκώσεως προηγησαμένης αὐτομάτου, ὥσπερ ἐπὶ τῶν ἀνθράκων γίγνεται. θεραπεύειν δὲ αὐτοὺς μηνοειδῆ τομὴν κατὰ τῆς οὐλῆς ὅλης ἐμβάλλοντα, ὡς τὸ μὲν κυρτὸν τῆς τομῆς ἄνω, τὰς δὲ κεραίας κάτω πρὸς τοὺς ταρσοὺς βλέπειν· ἔπειτα διαστέλλειν ξύσμασιν ὀθονίων τὴν διαίρεσιν καὶ κατάγειν κάτω τὸ βλέφαρον καὶ ἴσον ποιεῖν τῷ κατὰ φύσιν σχήματι. τὰ δὲ παρεσπασμένα τῶν βλεφάρων, καθ’ ἃ μέρη συνέλκεται, κατ’ ἐκεῖνα τὴν τομὴν ἐμβάλλειν καὶ χαλᾶν ὁμοίως τὸ βλέφαρον. ἐν δὲ τῇ θεραπείᾳ φεύγειν δεῖ τὰ ξηραντικὰ φάρμακα καὶ τὸ μελίκρατον, προσακτέον δὲ ἀναλελυμένην τὴν τετραφάρμακον καὶ χυλὸν τήλεως ἐπαντλητέον αὐτοῖς καὶ πᾶσαν ἁπλῶς τὴν χαλῶσαν καὶ λιπαίνουσαν ἀγωγὴν ἐπὶ τούτων παραλαμβάνειν. Περὶ σκληροφθαλμίας Δημοσθένους.[15] |
| 76 | σκληροφθαλμία ἐστίν, ὅταν συμβῇ τὰ βλέφαρα σκληρὰ εἶναι καὶ αὐτὸν τὸν ὀφθαλμὸν σκληρότερόν τε καὶ δυσκινητότερον ὑπάρχειν, ἔμπονόν τε καὶ ἐνερευθῆ καὶ μάλιστα μετὰ τὸ ἐκ τῶν ὕπνων ἐξαναστῆναι δυσκόλως διανοίγειν τὰ βλέφαρα, ὑγρασίαν δὲ μηδεμίαν κενοῦσθαι, λημία δὲ ἐν τοῖς κανθοῖς συνίστασθαι μικρά, συνεστραμμένα, ὑπόξηρα· καὶ ὅταν ἐκστρέφειν βουλώμεθα τὰ βλέφαρα, μὴ ῥᾳδίως στρέφεσθαι δύνασθαι διὰ τὴν σκληρότητα. Περὶ ξηροφθαλμίας.[5] |
| 77 | ξηροφθαλμία δέ ἐστιν, ὅταν ὑπόξηρος ὁ ὀφθαλμὸς γένηται καὶ κνησμώδης καὶ ἡσυχῇ ἔμπονος χωρὶς σκληρότητος τῶν βλεφάρων. Περὶ ψωροφθαλμίας. |
| 78 | ψωροφθαλμία δέ ἐστιν, ὅταν οἱ κανθοὶ ἑλκώδεις εἰσὶ καὶ ἐνερευθεῖς καὶ κνησμώδεις σφόδρα καὶ τὰ βλέφαρα ἐνερευθῆ καὶ δάκρυον ἁλμυρὸν ἢ νιτρῶδες ἀποστάζει. Ἐπιμέλεια σκληροφθαλμίας, ξηροφθαλμίας καὶ ψωροφθαλμίας. |
| 79 | ἐπιμελητέον τοίνυν σπουδαίως τῶν εἰρημένων τριῶν διαθέσεων· ἀμεληθεῖσαι γὰρ ὑποχύσεων καὶ γλαυκώσεων καὶ ὀφθαλμίας πολυχρονίου καὶ σταφυλωμάτων αἰτίαι γίγνονται. θεραπεύειν μὲν οὖν τὴν ξηροφθαλμίαν μετὰ τῆς λοιπῆς τοῦ σώματος ἐπιμελείας διὰ τῶν ὑγρασίαν προσκαλουμένων ἐπὶ τοὺς ὀφθαλμούς, οἷά ἐστι τὰ γραφησόμενα ξηρὰ φάρμακα τά τε στρατιωτικὰ καὶ τὸ διακέντητον κολλύριον καὶ τὰ παραπλήσια. τὴν δὲ σκληροφθαλμίαν ἰατέον ὁμοίως μὲν διὰ τῶν ὑγρασίαν ἀποκρίνειν δυναμένων φαρμάκων, ὑπαλείφοντας τῇ Ἐρασιστράτου ὑγρᾷ καὶ τοῖς παραπλησίοις. πρὸς τούτοις δὲ καὶ τοῖς μαλάσσουσι χρηστέον καὶ ὑγραίνουσι, καθάπερ θερμοῦ τε καὶ προσηνοῦς τῇ κράσει προσκλύσει· καὶ σπόγγοις συνεχῶς ἀποπυριᾶν. παραιτεῖσθαι δὲ ἐπ’ αὐτῶν τὰ ἐμψύχοντα καὶ ἐμπλάσσοντα καὶ παρακολλῶντα φάρμακα καὶ ψυχροῦ προσάντλησιν. σκληρύνεται γὰρ μᾶλλον ὑπὸ τούτων ὁ ὀφθαλμός. εἴ γε ἄρα εἴη ψωροφθαλμία καὶ σκληροφθαλμία, τῇ γὰρ τῶν ὑγρῶν δριμύτητι εἴωθε σκληρύνεσθαι τὰ βλέφαρα, ὥστε τοὺς μὲν κανθοὺς ἀναβιβρώσκεσθαι καὶ ἑλκώδεις εἶναι, τὸν δὲ ὀφθαλμὸν καὶ τὰ βλέφαρα δυσκίνητα εἶναι καὶ σκληρά, τοὺς τοιούτους οὖν ἀποπυριάσαντα σπόγγῳ πρότερον, παράπτεσθαι τῶν κανθῶν πρῶτον μὲν τῷ ψωρικῷ ξηρῷ, εἶτα σύμμετρον διαλιπόντα χρόνον ἀποπυριᾶν πάλιν σπόγγῳ καὶ ὑπαλείφειν τῷ δυναμένῳ ὑγρασίαν ἀποσπᾶν, καθάπερ τῇ Ἐρασιστράτου ὑγρᾷ καὶ τῷ στρατιωτικῷ κολλυρίῳ καὶ τῷ διακεντήτῳ. ἔστι δὲ ἡ σύνθεσις τοῦ πρὸς τοὺς ψωρώδεις κανθοὺς ξηροῦ ἥδε· χαλκίτεως ὠμῆς 𐅻 ε καδμίας 𐅻 ε , λεῖα γενόμενα ἐντίθεται εἰς χυτρίδιον, 〈ὅπερ〉 καὶ πωμασθὲν καταχρίεται γύψῳ καὶ ἐντίθεται εἰς ἀγγεῖον ἔχον κεκραμένον ὄξος, ὥστε ἔξωθεν μὲν βρέχεσθαι τὸ χυτρίδιον, μὴ παραρρυῆναι δὲ εἰς αὐτὸ τὸ ὑγρόν· καὶ ἀφίεται ἡμέρας ζ , εἶτα ξηραίνεται ἐν ἡλίῳ καὶ λεαίνεται. Ἄλλο πρὸς τοὺς διαβεβρωμένους κανθοὺς τὸ Μενεκλέους ἀποδακρυτικόν. σποδίου 𐅻 δ ὀμφακίου ξηροῦ 𐅻 β ναρδοστάχυος τριώβολον πεπέρεως πεφωγμένου κόκκοι ιε , λείοις χρῶ. Φιλοξένου ξηρὸν ἀχάριστον πρὸς τοὺς βεβρωμένους κανθοὺς καὶ ψωρώδεις διαθέσεις καὶ σκληροφθαλμίας. καδμίας 𐅻 β χαλκίτεως ὠμῆς 𐅻 α ἀλόης ὀβολοὶ β ἰοῦ ὀβολοὶ β πεπέρεως κόκκοι ι ῥόδων ἄνθους 𐅻 α , λείοις χρῶ. Πρὸς ψωροφθαλμίας ἄλλο. καδμίας 𐅻 α χαλκοῦ κεκαυμένου 𐅻 α ναρδοστάχυος 𐅻 α πεπέρεως πεφωγμένου ὀβολοὶ β , τρῖβε μετ’ ὄξους ἐν ἡλίῳ καὶ ξηράνας χρῶ ὡς σπουδαίῳ. Ἄλλο ξηρόν. καδμίας 𐆄 β ἁλὸς ἀμμωνιακοῦ 𐆄 β φύλλου 𐆄 β πεπέρεως 𐆄 α χρῶ. Ἄλλο ποιοῦν καὶ πρὸς ῥυάδας θαυμάσιον. κόστου 𐆄 γ χαλκοῦ 𐆄 β κεδρίας αἰθάλης 𐆄 α χρῶ. Ἄλλο πρὸς ψωροφθαλμίας συκώσεις σηπεδόνας καὶ ὑπερσαρκώματα. καδμίας 𐅻 γ χαλκίτεως 𐅻 γ πεπέρεως κόκκοι ιε νάρδου Κελτικῆς 𐅻 α · τρῖβε καδμίαν χαλκῖτιν μετ’ οἴνου καί, ὅταν ξηρανθῇ, ἐπίβαλλε νάρδον καὶ πέπερι λειότατα καὶ ποιήσας χνοώδη χρῶ. Καπίτωνος πρὸς ξηροφθαλμίαν καὶ περιβεβρωμένους κανθοὺς καὶ ὑγραινομένους ὀφθαλμοὺς καὶ βλέφαρα συκώδη. καδμίαν λαβόντες θραύομεν, ὡς ἀλφίτων ἔχειν μέγεθος· ἔπειτα μέλιτι Ἀττικῷ φυράσαντες ἐμβάλλομεν εἰς ἀγγεῖον κεραμεοῦν καὶ πωμάσαντες πώματι τρήματα ἔχοντι καὶ χρίσαντες πηλῷ καὶ στήσαντες τὸ ἀγγεῖον ὀρθὸν μεταξὺ ἀνθράκων ῥιπίζομεν· ὅταν δὲ λευκότερος γένηται ὁ ἀναφερόμενος ἀτμός, αἴροντες καὶ ἀποπωμάσαντες κατασβέννυμεν τὴν καδμίαν οἴνῳ παλαιῷ· εἶτα ταύτης ἐμβάλλοντες 𐅻 η χαλκοῦ κεκαυμένου 𐅻 η στίμμεως 𐅻 δ , εἰ δὲ παρείη, καὶ ἀρμενίου 𐅻 β , κόψαντες καὶ σήθοντες λειοῦμεν μετ’ οἴνου ὡς κολλύριον καὶ ξηραίνοντες ἀνελόμενοι χρώμεθα, πυρῆνι μήλης ὑποστιμμίζοντες τὰ βλέφαρα πρωῒ καὶ εἰς ἑσπέραν.[45] |
| 79 (50) | ἡμεῖς δὲ τὴν καδμίαν καὶ τὰ λοιπὰ ἅμα πάντα στέατι ἐχίδνης φυράσαντες ὠπτήσαμεν, ἔπειτα οἴνῳ κατασβέσαντες καὶ λειώσαντες καὶ ξηράναντες ἐχρησάμεθα. Ἄλλο. καδμίας 𐅻 κ χαλκοῦ κεκαυμένου 𐅻 ι λίθου αἱματίτου 𐅻 ι κροκύδος πορφύρας ἀληθινῆς 𐅻 η , πάντα λεπτοποιήσας καὶ μέλιτι φυράσας καὶ ὀπτήσας, ὡς προείρηται, καὶ σβέσας οἴνῳ καὶ λεάνας, ξηράνας χρῶ. Ἄλλο Ἀρχιγένους πρὸς πάντα τὰ προειρημένα. ἀμόργην ἑφθὴν λεάνας μετὰ μέλιτος χρῶ καὶ τοῖς ἀναγραφησομένοις κολλυρίοις καὶ ξηροῖς ἐν τοῖς πολυχρήστοις. Πρὸς μαδάρωσιν βλεφάρων ἢ πτίλωσιν.[60] |
| 80 | ἡ μαδάρωσις καὶ ἡ πτίλωσις τῶν ταρσῶν εἰσι πάθη· καὶ ἡ μὲν μαδάρωσις αὐτὸ μόνον ἐστὶν ἡ ἀπόπτωσις τῶν τριχῶν διὰ ῥεῦμα δριμὺ γιγνομένη. ἐπὶ δὲ τῶν πτίλων καλουμένων καὶ πεπάχυται καὶ τετύλωται τὰ μέρη ταῦτα, ὡς εἶναι σύνθετον τὸ πάθος ἐκ μαδαρώσεως καὶ ξηροφθαλμίας, ὥστε καὶ τὰ τούτων βοηθήματα παραπλήσια ἔστω τοῖς ἐπ’ ἐκείνων προειρημένοις. κάλλιστον δὲ πρὸς αὐτούς ἐστι ξηρὸν τὸ Φιλοξένου πρὸς κνησμώδεις κανθοὺς καὶ περιβεβρωμένους, ποιεῖ δὲ καὶ πρὸς ἀμβλυωπίαν· καδμίας 𐅻 η ἁλῶν ἀμμωνιακῶν 𐅻 β κρόκου 𐅻 β ναρδοστάχυος 𐅻 β πεπέρεως λευκοῦ 𐅻 α , λείοις χρῶ. Στίμμι γυναικεῖον ποιοῦν πρὸς τοὺς βεβρωμένους κανθοὺς καὶ πτίλους. στίμμεως κεκαυμένης καὶ ἐσβεσμένης γάλακτι γυναικείῳ 𐅻 ιγ ἀλόης σμύρνης ναρδοστάχυος ἀνὰ 𐅻 β κριθῶν κεκαυμένων λειοτάτων 𐅻 δ , ξηρῷ χρῶ. Ἄλλο πρὸς πτίλους καὶ βεβρωμένα βλέφαρα. μυελοῦ βοείου τοῦ ἐμπροσθίου δεξιοῦ ποδὸς λειώσας μετὰ αἰθάλης χρῶ. τὴν δὲ αἰθάλην ποίει οὕτως· πάπυρον ἀντὶ ἐλλυχνίου βαλὼν εἰς λύχνον καὶ πληρώσας ἐλαίῳ σησαμίνῳ ἄναψον καὶ τίθει ἐπάνω τοῦ λύχνου ὀστράκινον λεῖον ἢ χαλκοῦν ἀγγεῖον καὶ δέχου τὴν λιγνὺν καὶ σύναγε κατὰ βραχὺ πτερῷ καὶ λεάνας σὺν τῷ μυελῷ χρῶ. Ἄλλο. μόσχου πυτία ἐγχριομένη ἄκρως ποιεῖ. Ἄλλο Σωσάνδρου πρὸς μιλφώσεις καὶ τὰς κεχρονισμένας διαθέσεις, ποιεῖ δὲ καὶ πρὸς ἐγκανθίδας. καδμίας στίμμεως χαλκίτεως ὠμῆς μίσυος ὠμοῦ ἀνὰ 𐅻 η , λεπτοκοπήσας καὶ μέλιτι φυράσας ὄπτα, καθὼς προείρηται. ἔπειτα σβέσας οἴνῳ καὶ λεάνας ἐπίβαλλε ναρδοστάχυος 𐅻 β κρόκου πεφωγμένου 𐅻 β πεπέρεως 𐅻 α καὶ συλλεάνας ἀνελόμενος χρῶ. ἁπλᾶ δέ ἐστι ποιοῦντα πρὸς τοὺς πτίλους καὶ τὰ περιβεβρωμένα βλέφαρα ἀμόργη ἡψημένη, λύκιον ἰνδικόν, ἀρμένιον, ᾧ χρῶνται οἱ ζωγράφοι· σὺν ὕδατι γὰρ ἐγχριόμενον ἐκδαπανᾷ τὴν κακοχυμίαν καὶ αὔξει τὰς κατὰ φύσιν τρίχας· ἰὸς σιδήρου ἐπὶ πολλὰς ἡμέρας ἐν ἡλίῳ λειωθεὶς μετ’ οἴνου καὶ σμύρνης καὶ ἀναπλασθεὶς εἰς κολλύριον· σπόδιον ἀναληφθὲν κρομμύου χυλῷ. Περὶ ἀποστήματος ἐν βλεφάροις Δημοσθένους.[30] |
| 81 | τὰ δὲ ἐπὶ τῶν βλεφάρων ἀποστήματα θεραπευτέον, τὰ μὲν ἐντὸς ἀποκορυφοῦντα ἀποτομίᾳ καὶ ἐκθλίψει τοῦ ὑγροῦ. εἶτα ἐγχυματίζειν ἅλμῃ καὶ ἄνωθεν ἐπιθέντα ἔριον ὠοβραχὲς ἐπιδεῖν· τῇ δὲ ἑξῆς ἀποπυριᾶν καὶ μέλιτι ὑπαλείφειν καὶ τοῦ λοιποῦ τῷ σταλτικῷ κολλυρίῳ ἐγχυματίζειν. τὰ δὲ ἔξωθεν, μετὰ τὴν διαίρεσιν καὶ τὴν τοῦ ὑγροῦ κένωσιν ξύσματα ἐπιτιθέντα διὰ μέλιτος καὶ ἔριον ἐπιδεῖν. ὅσα δὲ τῶν ἀποστημάτων τὸν χόνδρον ἐλίπανε τοῦ βλεφάρου, εἰ μὲν ἔξωθεν γίγνοιτο, δυνατόν ἐστιν ὠῷ καὶ μέλιτι καθαίροντας σαρκοῦν τῷ κεφαλικῷ ξηρῷ. εἰ δὲ ἐντὸς εἴη, ἐκστρέφοντας τὸ βλέφαρον καὶ τὸ ἐψιλωμένον μέρος τοῦ χόνδρου περιξύσαντας χαλκῷ λειοτάτῳ προσάπτεσθαι. ἄνωθεν δὲ τοῦ βλεφάρου ὠὸν σὺν οἴνῳ καὶ ῥοδίνῳ ἀνακόψαντες ἐπιτίθεμεν· τῇ δὲ ἑξῆς πυριάσαντες χαλκῷ λειοτάτῳ προσαπτόμεθα. τῇ δὲ τρίτῃ τῷ μέλιτι ὑποχρίειν δεῖ τὸ βλέφαρον, καὶ μετὰ ταῦτα τῷ σταλτικῷ κολλυρίῳ χρῆσθαι. Περὶ λιθιάσεως ἐν βλεφάροις.[15] |
| 82 | λιθίασιν ἐν βλεφάροις λέγουσιν, ὅταν ἐκστραφέντων τῶν βλεφάρων πώροις ὅμοια περὶ αὐτὰ ὑπάρχῃ λευκὰ καὶ τραχέα, ἰόνθοις παρεμφερῆ. θεραπεύειν δὲ ἐκστρέφοντα τὰ βλέφαρα καὶ σμιλίῳ στενῷ κατὰ κορυφὴν διαιροῦντα τὸ δέρμα, ἔπειτα ἐκγλύφειν κυαθίσκῳ μηλωτρίδος τὸν ἐγκείμενον ὄγκον. εἶτα χαλκῷ κεκαυμένῳ λείῳ προσαπτόμενον καὶ ὠὸν σὺν οἴνῳ καὶ ῥοδίνῳ ἀναλαβόντα ἐρίῳ ἐπιτιθέναι καὶ ἐπιδεῖν. καὶ τῇ ἑξῆς πυριάσαντα ὁμοίως θεραπεύειν, τῇ δὲ τρίτῃ μέλιτι ὑπαλείφειν. ἐπὶ δὲ τῶν ἔξωθεν τοῖς βλεφάροις ἐπιφυομένων πώρων μετὰ τὸ διελεῖν καὶ ἐκγλύψαι σπληνίον ἐπιτίθει τῆς τετραφαρμάκου. Περὶ χαλαζίων.[10] |
| 83 | χαλαζιᾶν δὲ λέγουσι τὰ βλέφαρα, ὅταν ἐκστραφέντων αὐτῶν φαίνηταί τινα ὑπερέχοντα στρογγύλα διαφανῆ ὅμοια χαλάζῃ· καὶ διαιρουμένων ὑγρὸν κενοῦται ὅμοιον τῷ λευκῷ τοῦ ὠοῦ. θεραπεύειν δὲ ἐκστρέφοντα τὰ βλέφαρα καὶ διαιροῦντα σμιλίῳ· καὶ τὸ ὑγρὸν ἐκκρίνοντα προστρίβειν τῷ ὑποκειμένῳ ξηρῷ· χαλκοῦ κεκαυμένου 𐅻 β λεπίδος 𐅻 α σανδαράκης 𐅻 α ἰοῦ κεκαυμένου ἁλὸς ἁμμωνιακοῦ καὶ κρόκου ἀνὰ 𐅻 ι σμύρνης ὀβολοὺς β , λείοις χρῶ. γίγνεται δὲ ἐνίοτε καὶ ἔξωθεν τῶν βλεφάρων χαλάζια ὑπόσκληρα, κυάμοις ὅμοια. τούτων εἴ τις βιαιότερον ἅπτοιτο, ἀλγηδόνας συντόνους ἐπιφέρει, ποτὲ δὲ καὶ ἔκλυσιν. θεραπευτέον δὲ αὐτὰ διαιροῦντα τὸ δέρμα κατὰ κορυφὴν καὶ μηλωτρίδος κυαθίσκῳ ἐκθλίβοντα· ῥᾳδίως δὲ ὑγιάζεται μέλιτος καὶ ξυσμάτων ἐπιθέσει καὶ πυριάσει. εἰ δὲ φαρμάκοις βούλει θεραπεύειν τὰ χαλάζια, χρῶ τούτοις· συκῆς ἀγρίας ὀλύνθους ἑψήσας κατάπλασσε ἢ τὰ τῆς συκῆς φύλλα. Ἄλλο ἐπίχρισμα κάλλιστον. γύρεως σιτίνης 𐆄 γ θείου ἀπύρου 𐆄 α , ὕδατι συλλεάνας ἀνάπλασσε τροχίσκους καὶ χρῷ· ποιεῖ καὶ τὰ πρὸς κριθὰς ὑπογεγραμμένα. Περὶ κριθῆς ἢ ποσθίας.[15] |
| 84 | κριθὴν καλοῦσιν ἤτοι ποσθίαν, ὅταν ἐπὶ τῶν βλεφάρων πρὸς ταῖς βλεφαρίσιν ἔξωθεν μάλιστα ὑπόπυόν τι γένηται τὸ σχῆμα κριθαῖς ὅμοιον. θεραπεύεται δὲ ῥᾳδίως πυρῆνι μήλης τεθερμασμένῳ πυριωμένη. καὶ κηρῷ λευκῷ θερμῷ πυριάσας διαφορήσεις. ἢ μυίας τὴν κεφαλὴν ἀποβαλὼν τῷ λοιπῷ σώματι παράτριβε τὴν κριθήν. ἢ χαλβάνην μαλάξας καὶ νίτρον βραχὺ προσπλέκων ἐπιτίθει· ἢ κηρῷ μεμαλαγμένῳ μίσυ ὠμὸν βραχὺ ἀναμαλάξας ἐπιτίθει. ποιεῖ δὲ καὶ σῦκα ξηρὰ ἑψηθέντα μετ’ οἰνομέλιτος καὶ λεανθέντα σὺν ὀλίγῃ χαλβάνῃ· ἢ σαγαπηνὸν σὺν ὄξει λεάνας κατάχριε. ποιεῖ καὶ πρὸς χαλάζια. πυριατέον δὲ τὸν τόπον καὶ σπόγγῳ καὶ ἄρτῳ θερμῷ. μετὰ δὲ τὴν ἔκκρισιν τοῦ ὑγροῦ μέλιτι χριστέον, εἶτα τοῖς πρὸς τὰ ἕλκη κολλυρίοις. Περὶ γαγγλίων ἀθερωμάτων στεατωμάτων μελικηρίδων ἐν βλεφάροις.[10] |
| 85 | γίγνεταί τισιν ἔξωθεν τῶν βλεφάρων καὶ ταῦτα τὰ πάθη. θεραπεύεται δὲ τὰ μὲν γάγγλια κηρωταῖς καὶ μαλάγμασι τοῖς ῥηθησομένοις πρὸς τὰ γάγγλια καὶ ὕδατος θερμοῦ καταντλήσει. νεύρου γάρ ἐστι συστροφὴ τὸ γάγγλιον. αἱ δὲ μελικηρίδες καὶ τὰ μικρὰ στεατώματα καὶ ἀθερώματα θεραπεύεταί ποτε καυστικοῦ φαρμάκου κατὰ κορυφῆς ἐπιθέσει, ὡς εἰς βάθος ἐσχαρωθῇ τὸ ἐπικείμενον δέρμα· εἶτα μετὰ τὴν ἔκπτωσιν τῆς ἐσχάρας ἐκγλυφομένου τῷ κυαθίσκῳ τῆς μηλωτρίδος τοῦ χιτῶνος τοῦ περιέχοντος τὸ ὑγρόν. εἰ δὲ μὴ δύνηται ἐξαιρεθῆναι ὁ χιτών, ἐκτήκειν αὐτὸν τῷ ὑποκειμένῳ σηπτῷ φαρμάκῳ· σανδαράκης 𐅻 β ἀρσενικοῦ 𐅻 α λεπίδος χαλκοῦ 𐅻 β ἐλλεβόρου μέλανος 𐅻 α ἐλατηρίου 𐅻 β χάρτου κεκαυμένου ὥστε χρῶσαι· χρῶ μετὰ ῥοδίνου. τὰ δὲ ὑπερμεγέθη χειρουργίᾳ θεραπεύεται, ὥσπερ τὰ ἐν τῷ λοιπῷ σώματι, ἐκ βάσεως ἀφαιρούμενα σὺν τῷ περιέχοντι τὸ ὑγρὸν χιτῶνι· εἶτα ῥαφῇ ἀγκτηριασθέντα τὰ χείλη τοῦ δέρματος θεραπευέσθω, ὡς ἐπὶ τῶν ἀναρραπτομένων. φυλακτέον δὲ μὴ πλατὺ ταινίδιον ἀφαιρεῖν τοῦ δέρματος ἐν τῇ χειρουργίᾳ, ἵνα μὴ λαγώφθαλμοι γένωνται. Περὶ κιρσῶν ἐν βλεφάροις καὶ κακοήθων ἐπιφύσεων.[15] |
| 86 | τοὺς δὲ ἐπὶ τῶν βλεφάρων κιρσοὺς μὴ θεράπευε· εἰσὶ γὰρ κακοήθεις. μηδὲ μὴν τὰ ἐπιφυόμενα τοῖς βλεφάροις ὀχθώδη καὶ ἐπώδυνα καὶ ὑπέρυθρα καὶ ἐν ταῖς παραπιέσεσι τῶν δακτύλων εἰς ἑαυτὰ συντρέχοντα. ἔστι γὰρ καὶ ταῦτα κακοήθη καὶ ἀθεράπευτα. Περὶ αἰγίλωπος Σεβήρου.[5] |
| 87 | ὁ αἰγίλωψ ἀποστημάτιόν ἐστι πλησίον τοῦ μεγάλου κανθοῦ γιγνόμενον. δυσίατον δέ ἐστι τὸ πάθος διὰ τὴν τῶν σωμάτων λεπτότητα λιπαινομένου τοῦ ὑποκειμένου ὀστοῦ, τῇ δὲ ἐγγύτητι τῆς θέσεως καὶ αὐτῷ τῷ ὀφθαλμῷ τὴν βλάβην ἐκπέμπει ἐνίοτε, διὰ τοῦ φυσικοῦ κατὰ τὸν κανθὸν μικροῦ τρηματίου. ἀρχομένης τοίνυν τῆς φλεγμονῆς εὐθὺς ἐν τῇ πρώτῃ τῶν ἡμερῶν πειρατέον αὐτὴν ἀποκρούεσθαι ἐπιχρίοντας μόνον αὐτὸν τὸν φλεγμαίνοντα τόπον τῷ Ἀντωνίνου κολλυρίῳ ἤ τινι ἑτέρῳ τῶν σφόδρα ἀποκρουομένων καὶ ναρκούντων· εἴωθε γὰρ τὸ ἐπίχρισμα διασκορπίζειν τὸ συρρυέν. εἰ δὲ ἐπιμένοι τὰ τῆς φλεγμονῆς πειρατέον αὐτὴν θεραπεύειν ὁμοίως ταῖς ἄλλαις φλεγμοναῖς, τοῖς διαφορητικοῖε φαρμάκοις, ὅσα χωρὶς δήξεως ἐνεργεῖ. συμπάσχει τε γὰρ ὁ ὀφθαλμὸς ἐπὶ τοῖς δριμέσιν αὐτό τε τὸ πεπονθὸς μόριον αὔξεται φλεγμαῖνον. ἡμεῖς δὲ ἐπὶ τῶν μήπω μεταβληθεισῶν φλεγμονῶν τῇ βαρβάρῳ ἢ τῇ λεαίνῃ ἢ τῇ Ἀθηνᾷ ἢ τῇ δι’ ἰτεῶν ἢ τῇ δι’ ὀξελαίου ἐμπλάστρῳ χρώμενοι διαφοροῦμεν καὶ ὑποξηραίνομεν τὸ ἀπόστημα. Ἀσκληπιάδης δὲ φάρμακα πρὸς αἰγίλωπας ἔγραψε τοιαῦτα· ἠλεκέβρας χυλοῦ, ἥν τινες ἀνδράχνην ἀγρίαν καλοῦσιν ἢ μικρὸν ἀείζῳον, στρύχνου χυλοῦ ἀνὰ 𐆄 α λιβάνου 𐅻 η χαλβάνης 𐆄 ϛ μαστίχης 𐆄 γ · λεάνας τὸν λίβανον ἕψε καί, ὅταν διαλυθῇ, τὴν χαλβάνην προμεμαλαγμένην ἐπίβαλλε· τὴν γὰρ μαστίχην παραιτούμεθα. Ἄλλο. λιβάνου 𐅻 η σμύρνης 𐅻 η λαδάνου 𐅻 δ κηροῦ 𐅻 δ στυπτηρίας σχιστῆς 𐅻 δ ἀφρονίτρου 𐅻 δ πυτίας λαγωοῦ 𐅻 δ · κόπτεται τὸ φάρμακον καὶ μαλάσσεται ἰρίνου μύρου ὑποστάθμῃ. εἰ δὲ νικηθέντων τῶν διαφορούντων φαρμάκων πυοποιήσει ἡ φλεγμονή, διαιρεῖν χρὴ ὅτι τάχιστα καὶ κενώσαντα τὸ ὑγρὸν χρῆσθαι τοῖς ὑπογεγραμμένοις· βδελλίου σμύρνης λαδάνου ἀφρονίτρου κολοφωνίας ἀνὰ 𐅻 δ κηροῦ 𐅻 ι ἰρίνου μύρου τὸ ἀρκοῦν. Ἄλλο. ἀντὶ τῆς κολοφωνίας φύλλα ἐλαίας λεῖα 〈λαβὼν〉 μετὰ ἀξουγγίου κατάπλαττε τὸν αἰγίλωπα· ῥύπος μασχαλῶν προβάτων μετὰ ἀξουγγίου ὁμοίως· ἢ ἐλλεβόρου μέλανος ῥίζαν βρέξας ἐπιτίθει· ἢ περδίκιον βοτάνην κατάπλασσε ἢ ἄλευρον ὀρόβινον σὺν μέλιτι 〈ἢ〉 σποδὸν ἀμπελίνων ξύλων σὺν ὄξει φυράσας ἐπίθες. σταφίδα ἀγρίαν καὶ ἀμμωνιακὸν θυμίαμα σὺν μέλιτι ἐπίθες ἢ στυπτηρίαν σχιστὴν σὺν τερεβινθίνῃ ὡς σπληνίον ἐπίθες. εἰ δὲ καὶ πρὸς τὸν κανθὸν ῥεύσει, πρὸς δὲ τὴν ἐπιφάνειαν μηδόλως ὁρμήσει, τὸ τηνικαῦτα φλεβοτόμῳ ἢ πτερυγοτόμῳ τὸ μέσον σῶμα τοῦ κανθοῦ διελεῖν χρὴ καὶ σάρκα χρηστὴν ἐκ τοῦ βάθους φύειν, εἶτα αὐτὴν τὴν φυομένην σάρκα ὑποξηραίνειν· τοῦτο δὲ γίγνεται, ἐὰν μηδόλως τὰ λιπαίνοντα τοῖς τόποις προσενέγκωμεν. ὅθεν δὴ ἐπὶ τῆς ἀρχῆς μετὰ τὴν ἀναστόμωσιν τῇ φακῇ ἑφθῇ ἢ σιδίοις μετὰ μέλιτος χρῆσθαι. ἀνακαθαρθέντος δὲ τοῦ τόπου καὶ φυομένης ἤδη τῆς σαρκὸς ὕαλον λειώσαντες χνοωδέστατα ἐπιπάττομεν ξηρόν, καὶ τούτῳ προσμένομεν ἕωε παντελοῦς ἀποθεραπείας. θαυμάσιον γάρ ἐστι τὸ βοήθημα καὶ μετὰ τῆς ἐνεργείας οὐδ’ ἀνεξέταστόν ἐστι τῷ λόγῳ. καὶ ἡ σχιστὴ δὲ στυπτηρία λειοτάτη γενομένη καὶ τερεβινθίνῃ ὀλίγῃ ἀναληφθεῖσα, ἕως ἐμπλαστρῶδες γενέσθαι, καθαίρει καὶ σαρκοῖ καὶ ἀπουλοῖ ἀσφαλῶς. δεῖ δὲ καὶ τῇ κοιλότητι τοῦ ἕλκους ἐνθεῖναι τοῦ φαρμάκου καὶ ἔξωθεν σπληνίον μικρὸν ἐξ αὐτοῦ ἐπιθεῖναι. ἡμεῖς μὲν οὖν ταύτῃ τῇ ἀγωγῇ χρησάμενοι ἑτέρου βοηθήματος ἐπὶ τῶν προσφάτων αἰγιλώπων οὐκ ἐδεήθημεν. τὰ δὲ ὑπὸ τῶν ἀρχαίων γεγραμμένα πρὸς τὸ πάθος βοηθήματά ἐστι ταῦτα· αἰγίλωπα θεραπεύειν, ἐφ’ ὧν μὴ διὰ βάθος ἔφθαρται τὸ ὀστοῦν· ἀνθεμίδος φύλλα μασηθέντα καὶ ἐπιτεθέντα ἢ μαλάχης φύλλα μασησάμενος μεθ’ ἁλῶν ἐπιτίθει.[45] |
| 87 (50) | μετὰ δὲ τὸ ἀναστομῶσαι αὐτῇ τῇ μαλάχῃ λείᾳ χρῶ μέχρι ἀπουλώσεως ἢ μύρτα μασησάμενος ἐπιτίθει ἢ οἰνάνθης ἢ μυώτιδος φύλλα ἢ στρύχνου καὶ μάλιστα ἁλικακάβου ἢ αἰγίλωπος τοῦ ἐν τοῖς σίτοις χύλισμα 〈ποιεῖ〉 σὺν ἀλεύρῳ σιτανίῳ καταπλασσόμενον, ἀρνογλώσσου φύλλα μασηθέντα καὶ ἐπιτεθέντα, λιβανωτὸς καὶ περιστερᾶς κόπρος λεία μίγνυται καὶ ἐπιτίθεται καὶ λιθοῦται καὶ προσμένει ἄχρις ἀπουλώσεως. Ἄλλο. πρόπολιν τερεβινθίνην καὶ λιβανωτὸν ἴσα σπληνίον ποιήσας χρῶ. ποιεῖ καὶ τὸ δι’ ὀρόβων ξήριον μετὰ μέλιτος. Ἄλλο. χολὴν χοίρου ὑπὲρ καπνὸν ξηράνας λείου καὶ ἐπιτίθει τῷ ἡλκωμένῳ αἰγίλωπι. Ἄλλο. λιβανωτὸν λεάνας ἀναλάμβανε πίσσῃ ὑγρᾷ καὶ ποιήσας ἔμπλαστρον ἐπιτίθει. τοὺς μὲν γὰρ ἀρχομένους ἀφανεῖς ποιεῖ, τοὺς δὲ ἤδη ῥαγέντας ὑγιάζει ἐντιθέμενον ἐν τῷ ἕλκει καὶ ἄνωθεν ἐπιπασσόμενον. Πρὸς αἰγίλωπας πεπειραμένον καὶ πρὸς χοιράδας. κρίνου ῥίζαν νεαρὰν λειώσας, ὡς ἐμπλαστρῶδες γενέσθαι, οὕτω γὰρ γίγνεται λειουμένη, ἐπιτίθει αὐτῷ· ῥήσσει γὰρ αὐτὸ ἀνακαθαίρει αὐτὸ ἀπουλοῖ ἕως τέλους. Περὶ καύσεως αἰγιλώπων.[65] |
| 88 | ἐφ’ ὧν δὲ χρονίσαν τὸ πάθος ἐλίπανε τὸ ὀστέον ἢ πρὸς τὸν κανθὸν ὡς συριγγωθῆναι ἀπουλωθείσης τῆς ἐπιφανείας, τρίγωνον τὴν ἀφαίρεσιν τῆς ἐπικειμένης σαρκὸς ποιησάμενοι, τὸ στενὸν μέρος τῆς διαιρέσεως περὶ τὸν κανθὸν ἁρμόσαντες, εἶτα σπόγγον ἐπιθέντες τῷ ὀφθαλμῷ καυτήρια πεπυρωμένα ἐπιτίθεμεν τῇ διαιρέσει, μέχρις ὀστέου εἰς λεπίδος ἀπόστασιν ἐπικαίοντες καὶ τὰ πλάγια μέρη ἐν τῇ κοιλότητι τοῦ ἕλκους καὶ μάλιστα τὰ ἄνω· κατανοοῦντι γάρ σοι μετὰ τὴν προσαγωγὴν τοῦ πρώτου καυτῆρος φανήσεται τρημάτιον λεπτότατον ἄνωθεν, ἐκ τῶν πλαγίων παραπέμπον τῷ ἕλκει τὸ ὑγρὸν ὥσπερ δάκρυον· διόπερ χρὴ τὸ καυτήριον κατὰ τοῦ τρηματίου ἐρείδειν ἰσχυρῶς. αὐτάρκους δὲ τῆς καύσεως γενομένης τῇ φακῇ ἑφθῇ σὺν τῷ μέλιτι χρώμεθα. ἐκπεσούσης δὲ τῆς ἐσχάρας καὶ καθαρθέντος ποσῶς τοῦ ἕλκους, στυπτηρίαν σχιστὴν λειώσαντες καὶ ἀναλαβόντες ὑγρᾷ τερεβινθίνῃ ὀλίγῃ, ὡς ἐμπλαστρῶδες γενέσθαι, ἐντίθεμεν τῇ κοιλότητι τοῦ ἕλκους καὶ σπληνίον ἐξ αὐτοῦ ποιήσαντες ἐπιτίθεμεν. τάχιστα γὰρ ἀνακαθαίρει, σαρκοῖ καὶ ἐπουλοῖ. καλῶς πάνυ σαρκοῖ καὶ ὕαλος λειοτάτη ἐπιπασσομένη. χρῶ, πεπείραται. Περὶ ἀγχίλωπος.[15] |
| 89 | περὶ τὸν προρρηθέντα τόπον, ἔνθα ὁ αἰγίλωψ γίγνεται, συνίσταται ὑγρὸν ἀργὸν μελιτῶδες ἢ ἀθερῶδες, περιεχόμενον ὡς ἐπὶ τὸ πολὺ χιτῶνι, ἀνώδυνον, κατὰ βραχὺ τὴν αὔξησιν λαμβάνον. θεραπεύεται δὲ χειρουργίᾳ, ὥσπερ καὶ τὰ λοιπὰ περὶ τὸ ἄλλο σῶμα ἀθερώματα, διαιρουμένης τῆς ἐπιφανείας καὶ ὑποδερομένου καὶ κομιζομένου τοῦ περιέχοντος τὸ ὑγρὸν χιτῶνος ἐκ βάσεως. μετὰ δὲ τὴν αὐτοῦ ἀναίρεσιν πρὸς τὴν ἀσφαλῆ θεραπείαν, ἵνα μὴ παλιγγενεσία τοῦ πάθους γένηται, καυτηρίοις πεπυρακτωμένοις ἐσχαροῦμεν τὸν τόπον. κἄπειτα θεραπεύομεν τῇ φακῇ μετὰ μέλιτος. ἀποπεσούσης δὲ τῆς ἐσχάρας χρώμεθα, ὡς προείρηται, τῇ στυπτηρίᾳ μετὰ τῆς τερεβινθίνης μέχρις ἀπουλώσεως. Περὶ ῥυάδων ὀφθαλμῶν.[10] |
| 90 | ῥυάδες ὀφθαλμοὶ λέγονται, ὅταν ἐξ ἑλκώσεως ἢ πτερυγίου ἀφαιρέσεως, ἢ ἐγκανθίδος ἐκ βάσεως, ὁ κανθὸς ὅλος ἀρθῇ καὶ στέγειν μὴ δύνηται τὸ ἐπιφερόμενον δάκρυον, ἀλλὰ κατὰ τῶν μήλων ῥέῃ. συμβαίνει δὲ τοῦτο ἐνίοτε καὶ ἐπὶ τῶν κακῶς θεραπευομένων αἰγιλώπων. λέγονται δὲ ῥυάδες καὶ οἱ διὰ τοὺς συνεχεῖς ῥευματισμοὺς τῶν ὀφθαλμῶν δακρυρροοῦντες ἀεί. θεραπευτέον δὲ τοὺς τὸν κανθὸν ἐκ βάσεως ἀφαιρεθέντας παραπτομένους φαρμάκῳ δυναμένῳ πυκνοῦν τοὺς τόπους καὶ στερεοῦν, οἷόν ἐστι τὸ τεφρὸν λεγόμενον. εἰ δὲ τύλος εἴη, προερεθίζειν δεῖ διά τινος δριμυτέρου φαρμάκου. καὶ χειρουργίαις δὲ θεραπεύονται. περιθέντες γὰρ ἐκμαγεῖον τῷ τραχήλῳ καὶ περισφίγξαντες σημειοῦνται τὸ περὶ τὴν ῥῖνα ἀγγεῖον. εἶτα διαιροῦσι τὸ ἀγγεῖον σμιλίῳ διγώνῳ, εἶτα σπόγγον τῷ ὀφθαλμῷ περιθέντες ἐπερείδουσι καυτήριον τῷ τόπῳ, οὐκ ἄχρις ὀστέου, ἀλλὰ καὶ τὸ δέρμα καὶ τὴν διαίρεσιν φλογίζοντες. ἔστω δὲ τὸ καυτήριον τρίγωνον. μετὰ δὲ ταῦτα φακῷ μετὰ μέλιτος χρῶνται. καθαρῶν δὲ γενομένων τῶν ἑλκῶν ἐν διαστολῇ τηροῦσι τὸν ὀφθαλμόν, ἕως σαρκὶ καθαρᾷ πληρωθῇ ὁ κανθός, ἵνα μὴ σύμφυσις γένηται. καλῶς δὲ ποιεῖ καὶ ἐπ’ αὐτῶν ἡ στυπτηρία μετὰ τερεβινθίνης. τοὺς δὲ ὑπὸ χρονίου ὀφθαλμίας δακρύοντας ἢ ὑγραινομένους ὀφθαλμοὺς θεραπεύειν πρὸ μὲν πάντων ὑδροποσίᾳ τε καὶ ὀλιγοσιτίᾳ συνέχοντας καὶ γυμνασίοις καὶ περιπάτοις, τρίψει τε κεφαλῆς καὶ ξυρήσει καὶ ψυχροῦ καταχύσει, διαίτῃ τε εὐχυμοτάτῃ καὶ μᾶλλον παχυνούσῃ χρῆσθαι, ὑπαλείφειν δὲ τοὺς ὀφθαλμοὺς τοῖς μᾶλλον ἐμπλάσσουσι καὶ ψύχουσι καὶ στύφουσι φαρμάκοις. μετὰ δὲ τὴν ἐγχείρησιν καὶ ψυχρῷ καὶ ὀξυκράτῳ προσκλύζεσθαι τοὺς ὀφθαλμούς. κάλλιστον δὲ φάρμακον πρὸς τούτους πεπείραται τοῦτο· ἀρνογλώσσου φύλλα χυλίσας καὶ διηθήσας καὶ βαλὼν ἐν ὀστρακίνῳ καινῷ ἀγγείῳ τίθει ἐν ἡλίῳ, σκεπάσας ῥάκει ὑψηλῷ καθαρῷ, κινῶν καθ’ ἑκάστην· ξηρανθέντα δὲ λεάνας ἀπόθου καὶ χρῶ ἀντὶ ξηροκολλυρίου. Στίμμι πρὸς τοὺς ῥυαδικοὺς τὸ Ἀλεξάνδρου βασιλέως πάνυ καλόν, ποιεῖ καὶ ἐπὶ τῶν πτίλων βλεφάρων. γῆς ἀμπελίτιδος κρόκου νάρδου Κελτικῆς ἴσα, κόψας φύρα τῷ μέλιτι καὶ βαλὼν ἐν χυτριδίῳ καὶ πωμάσας πώματι τρῆμα ἔχοντι καὶ χρίσας, τίθει ἐπ’ ἀνθράκων καὶ μὴ ῥίπιζε· ὅταν δὲ μηκέτι ἀτμὸς ζοφώδης διὰ τῶν τρημάτων ἀναβαίνοι, ἆρον ἐκ τοῦ πυρὸς καὶ ἔα ψυγῆναι, ἔπειτα κόψας σήσας καὶ λεάνας χνοωδέστατα, χρῶ στιμμίζων. Στίμμι ῥυαδικόν. χαλκοῦ κεκαυμένου 𐆄 α c στίμμεως 𐆄 α c κρόκου 𐆄 α ναρδοστάχυος 𐆄 α φύλλα 𐆄 δ ῥόδων χλωρῶν 𐆄 α c· τὰ λοιπὰ λειότατα ποιήσας, ἔπειτα λεάνας τὰ ῥόδα κατ’ ἰδίαν εὖ μάλα, ἕνωσον τὰ ξηρὰ καὶ λείου ἕως ξηρανθῇ καὶ χρῶ. Ἄλλο διὰ πολλῆς πείρας. χαλκοῦ καδμίας στίμμεως ἀνὰ 𐆄 β πεπέρεως κόκκοι ιδ καρυοφύλλου κεκαυμένου δ σπόγγων καινῶν 𐆄 γ τὸ μέλι τὸ ἀρκοῦν· χαλκὸν καδμίαν στίμμι κόψας, φύρασον τῷ μέλιτι ἀρκοῦντι· εἶτα ἀναλαβὼν αὐτὰ σπόγγῳ καὶ βαλὼν ἐν χύτρᾳ καὶ χρίσας καῖε καὶ λεάνας τὴν τέφραν ἀκριβέστατα ἐπίβαλλε τὸ πέπερι καὶ τὸ καρυόφυλλον κοπέντα καὶ σηθέντα καὶ συλλεάνας πάλιν ἀκριβέστατα χρῶ. Περὶ τῶν καιόντων τοὺς κροτάφους.[45] |
| 91 | τινὲς βαρβαρικῷ νόμῳ δουλεύοντες, ἐπὶ τῶν χρονιζόντων περὶ τοὺς ὀφθαλμοὺς ῥευμάτων καίουσι τοὺς κροτάφους, ἤτοι διὰ φαρμάκων, ἢ τῇ ἐντεριώνῃ τῶν καρυΐνων ξύλων, ὃ καλοῦσιν ἴσχας. τινὲς δὲ καὶ σίδηρον ἐκπυρώσαντες ποιοῦνται τὴν καῦσιν. ἐγώ γ’ οὖν τοιαύτην διάθεσιν ἐθεασάμην ἐκ τῆς τῶν κροτάφων καύσεως συστᾶσαν· ἄμετρον γὰρ οὗτοι χρησάμενοι τῷ φαρμάκῳ καὶ ἕως βάθους διακαύσαντες, μετὰ τῶν ἀλλοτρίων ὑγρῶν καὶ τὰ κατὰ φύσιν κατεδαπάνησαν καὶ εἰς ἐσχάτην ξηρότητα περιέστησαν τὸν ὀφθαλμὸν καὶ ἔλαθον ἑαυτοὺς ἀνίατον κατασκευάσαντες νόσημα. τί γὰρ ἦν τὸ συμβαῖνον; πρῶτον ὀδύνη χαλεπὴ καὶ πύρωσις ἄμετρος. ὡς οὖν ἐπειρώμεθα διὰ τῶν κολλυρίων ἀμβλύνειν τὰς ὀδύνας, πλέον ἐπεφορτίζομεν τῷ πάσχοντι, τὸ γὰρ κολλύριον ὑγρὸν ἐπιχριόμενον τῷ ὀφθαλμῷ, οἷον ψαμμία τινὰ ἐγίγνετο, ὑπὸ τῆς ἀμέτρου θερμότητος φρυττόμενον· καὶ ὠῷ αὖθις βουληθέντες παρηγορῆσαι καὶ αὐτὸ πάλιν διὰ τῆς θερμότητος παχυνόμενον καὶ ὥσπερ ὑμένες τινὲς γιγνόμενον, δυσχερῶς τοῦ ὀφθαλμοῦ ἐχωρίζετο, καὶ γάλακτι ἐχρησάμεθα καὶ αὐτὸ ὁμοίως ἐπαχύνετο καὶ συντόμως φάναι ὥσπερ ὑπὸ πυρὸς τὰ ὑγρὰ συνεστρέφετο. πολλὰ οὖν καμόντες, τῷ χυλῷ τῆς τήλεως ἐγχυματίζοντες, μετρίως παρηγορήσαμεν· καὶ τοῦτο γὰρ ἐνικᾶτο ὑπὸ τῆς νόσου. ὕστερον δὲ τῷ λόγῳ ποδηγούμενοι ἐπὶ τὴν τοῦ ῥοδίνου χρῆσιν ἤλθομεν· χλιαίνοντες δὲ τοῦτο καὶ ἐγχυματίζοντες μεγάλην ὠφέλειαν ἐπορισάμεθα, ὥστε καὶ τὸν κάμνοντα μετὰ τὴν ἡμῶν ἀπουσίαν αὐτῷ μόνῳ κεχρημένον κουφίζεσθαι τῶν συμπτωμάτων. καὶ εἰς πολλὰ δὲ ἡμῖν ἄλλα χρήσιμον ὤφθη τὸ ῥόδινον ἐπὶ τῶν ὀφθαλμῶν. εἰ γὰρ ἐκ φύσεως ξηρότης προσγένηται, ὡς δυσκίνητον καὶ ὅλως ἀδάκρυτον τὸν ὀφθαλμὸν εἶναι, καὶ τούτοις χρήσιμόν ἐστι ἀντὶ κολλυρίου ὑπαλειφόμενον. Περὶ ἀρτηριοτομίας Σεβήρου.[25] |
| 92 | τῶν περὶ τὴν κεφαλὴν καὶ τὸ μέτωπον χειρουργιῶν εἷς ἡμῖν γενικώτατός ἐστι σκοπός, τὸ τῆς ῥευματικῆς ἀπαλλάξαι διαθέσεως. εἰδικωτέρας δέ τινας καὶ οἱονεὶ μερικωτέρας ποιούμεθα τὰς ἐγχειρήσεις διὰ τὴν δύναμιν, διὰ τὰ συμπτώματα, διὰ τοὺς τόπους, διὰ τὴν ποιὰν τῶν ῥευμάτων ὕλην. τῶν μὲν οὖν ἀρτηριῶν γένος ἕν, διαφέροντες δὲ οἱ τόποι. νῦν δὲ περὶ τῶν ὀπισθίων ποιούμεθα τὴν ἐξέτασιν· αὗται γὰρ ὥσπερ ἀρχαί τινες τῶν περὶ τὴν ἐπιφάνειαν τῆς κεφαλῆς εἰσι· προσήκει οὖν ἐπὶ τῶν περιωδυνιῶν τε καὶ σφακέλων, σταφυλωμάτων τε καὶ προπτώσεων, τὰς ἐν τοῖς ὀπισθίοις μέρεσι τῆς κεφαλῆς τέμνειν ἀρτηρίας· παρ’ αὐτὰ γὰρ τῆς ὠφελείας αἰσθάνονται οἱ κάμνοντες. προξυρητέον δὲ τοὺς τόπους· καὶ οὕτως ἀκριβῶς σημειωτέον τῇ ἁφῇ τὸν σφυγμὸν καὶ μετρεῖν ἀπὸ τῶν ὤτων ὡς τρεῖς δακτύλους τὸ διάστημα, ἐπὶ τὸ λεγόμενον ὀπισθοκράνιον. διαιρεῖν δὲ προσήκει μὴ πλαγίως, ἀλλ’ ἐγκαρσίως, μέχρις ὀστέου καὶ ξέειν τὸν περικράνιον ὑμένα ἀκριβέστατα, ἀναμένειν δὲ τὴν ἔκκρισιν τοῦ αἵματος μέχρι λειποθυμίας, ἐφ’ ὧν ἡ δύναμις ἰσχυρὰ καὶ ἡ ὁδύνη σφοδρά. οὕτως γὰρ κοιμήσεις τὸ σύμπτωμα· εἶτα σφηνίσκον ἰσόμετρον τῆς τομῆς ἐντίθεμεν καὶ τιλτὰ ὀθόνια πλεῖστα ἐπιθέντες τῷ σφηνίσκῳ πτύγματι χρώμεθα μοτοφύλακι ὀξυκράτῳ βεβρεγμένῳ· εἶτα ἐπιδέσμῳ χρώμεθα ἱκανῶς σφίγγοντες καὶ περὶ τὸ μέτωπον φέροντες ἀμφοτέρας τὰς ἀρχὰς καὶ δεσμοῦντες· τῇ δὲ ἑξῆς ἐπιβρέχομεν οἰνελαίῳ τὸν ἐπίδεσμον οὐ λύοντες· τῇ δὲ τρίτῃ ἐπιλύσαντες καὶ ἀπαντλήσαντες μετρίως τοὺς μώλωπας, [ἀποξέομεν τοῦ ὀστέου τῷ κοπαρίῳ καὶ μετὰ ταῦτα] τῇ ξύσει τοῦ ὀστέου χρώμεθα καὶ τοῦτο ποιοῦμεν ἕως τεσσάρων καὶ πέντε ἡμερῶν ἄχρις αἱμάξῃ τὸ ὀστέον· τοῦτο γὰρ σημεῖόν ἐστι τῆς αὐτάρκους ξέσεως. ἐμμότοις δὲ χρηστέον ἐπὶ τούτων τοῖς διὰ κισσήρεως καὶ κηρελαίου καὶ μετὰ τοῦτο τῷ κεφαλικῷ λεγομένῳ δι’ ὀρόβων ξηρίῳ χρηστέον καὶ τὸ ὑφ’ ἡμῶν δὲ σκευαζόμενον μονογενῶς ἐπὶ τούτων ποιεῖ· παρ’ αὐτὰ γὰρ τῆς ξέσεως ἐπιτεθὲν τὴν σάρκα προήγαγεν. λαμβάνει δὲ ἀλεύρου πυρίνου λεπτοτάτου μέρη δύο, κολοφωνίας λειοτάτης μέρος α · ἐπιπάσσοντα δὲ τὸ ξηρίον σκέπειν μοτοῖς καὶ σπληνίῳ· μοτοφύλακι 〈δὲ〉 χρηστέον τινὶ τῶν διὰ ψιμμυθίου· συνεργεῖ γὰρ καὶ τῇ ἀπουλώσει. Περὶ τοῦ περισκυφισμοῦ.[30] |
| 93 | καὶ τὸν περισκυφισμὸν δὲ παραλαμβάνομεν, ἐφ’ ὧν χρόνιον καὶ λεπτὸν τὸ ῥεῦμα τῶν ὀφθαλμῶν τυγχάνει καὶ πολλὰ τὰ ῥευματίζοντα ἀγγεῖα. δεῖ οὖν ξυρήσαντα τοὺς τόπους σημειοῦσθαι, ὡς μὴ κατὰ τῆς στεφανιαίας ῥαφῆς ἢ τῶν κροταφιτῶν μυῶν δοθῆναι τὴν τομήν. ἐμβάλλειν δὲ τὴν διαίρεσιν ὀλίγον ἀνωτέρω τοῦ μετώπου ἐγκαρσίαν ἀρχόμενοι ἀπὸ κροτάρου ἐπὶ κρόταφον, συνδιαιρουμένου καὶ τοῦ περικρανίου ὑμένος καὶ ξεομένου ἀκριβῶς. εἶτα σφηνίσκους τῇ τομῇ ἐντιθέντες διαμοτοῦμεν, καὶ τὰ ἀκόλουθα ποιοῦμεν, ὡς ἐπὶ τῆς ἀρτηριοτομίας προείρηται, δοκιμαζομένης τῆς ἀπὸ τοῦ οἰνελαίου ἐμβροχῆς. ἀπὸ δὲ τῆς τρίτης θεραπεία πυοποιός, ἔπειτα ἡ ἀναξηραίνειν ἐπαγγελλομένη. εἰ μὲν οὖν ἀπὸ τοῦ βρέγματος μόνου ῥευματίζοιντο οἱ ὀφθαλμοί, ἀρκούμεθα τῇ προειρημένῃ διαιρέσει. εἰ δὲ σὺν τοῖς ἄνωθεν ἀγγείοις καὶ ἐκ τῶν κροτάφων φέροιτο τὸ ῥεῦμα, μετὰ τὸ ἐμβαλεῖν τὴν εἰρημένην ἄνω διαίρεσιν, ἄλλας δύο παραληψόμεθα μηνοειδεῖς, μίαν καθ’ ἑκάτερον μέρος. τὴν δὲ ἀρχὴν ἐχέτω ἥ τε ἐκ δεξιῶν καὶ ἡ ἐκ τῶν εὐωνύμων, ἀπὸ τῶν ἀρχῶν τῆς δοθείσης ἄνω ἐγκαρσίας διαιρέσεως· καταφερόμεναι δὲ ἄνωθεν ἐπὶ τοὺς κροτάφους, μέχρις ἡμίσους τοῦ μετώπου, προελθέτωσαν μηνοειδῶς ἀποστραφεῖσαι παρὰ τὰς ὀφρῦς, ὡς μὴ ἀδικεῖν τοὺς κροταφίτας μῦς. ἔστω δὲ τὸ σχῆμα τῶν τριῶν διαιρέσεων παραπλήσιον τῷ π γράμματι, τὰς κεραίας ἔχοντι σεσιμωμένας εἰς τὰ ἐντὸς μέρη, τρόπῳ τοιούτῳ )( · δεήσει δὲ κἀνταῦθα τοὺς σφηνίσκους ταῖς τομαῖς ἐντιθέναι, καὶ τὰ ἀκόλουθα πράττειν, ὡς προείρηται. Αἰθίοπες δὲ ἐκ γενετῆς τὸ μέτωπον περικόπτειν φασίν, ὡς μὴ ῥευματίζεσθαι τοὺς ὀφθαλμούς. “εἴωθα” δέ, φησὶν ὁ Λεωνίδης, “ἐπιμίκτου τοῦ ῥευματισμοῦ ὄντος ἀπὸ τοῦ βρέγματος καὶ μετώπου, ἔτι δὲ τῶν κροταφιτῶν μυῶν παρὰ τοῖς μικροῖς κανθοῖς τοῖς πλησιάζουσι τοῖς κροτάφοις, ὑπεράνω τῶν περάτων τῶν ὀφρύων, ἐμβάλλειν ἐσχάρας διὰ καυτηρίων πυρηνοειδῶν, παραφυλασσόμενος σφόδρα μὴ ἅψασθαι τῶν κροταφιτῶν μυῶν. ἐπὶ δὲ τῶν ἀπὸ τοῦ βρέγματος ῥευμάτων ἀποσφίγγω τὸν τράχηλον καὶ σημειοῦμαι τὰ μᾶλλον κρατούμενα ἀγγεῖα ἐν τῷ μετώπῳ καὶ ταῦτα καίω προξυρήσας τὰς τρίχας.” Περὶ ὑποσπαθισμοῦ.[30] |
| 94 | τὸν ὑποσπαθισμὸν παραλαμβάνουσι φεύγοντες τὴν ἀπρέπειαν τῆς ἐπὶ τοῦ περισκυφισμοῦ γιγνομένης κατὰ κύκλον μεγίστης οὐλῆς. ἡ δὲ ἀποθεραπεία ἀτελεστέρα ἐκείνης· ὅθεν δὴ μᾶλλον τῷ περισκυφισμῷ χρηστέον, τοῦ ἀναγκαιοτέρου φροντίδα ποιούμενοι. Περὶ ἀγγειολογίας. |
| 95 | τὴν ἀγγειολογίαν δὲ παραλαμβάνομεν ἐπὶ ἑνὸς ὀφθαλμοῦ παθόντος καὶ ἐπὶ ῥυαδικῶν καὶ ἐπὶ ἡμικρανίας. παραλαμβάνομεν δὲ τὴν ἀγγειολογίαν ἐφ’ ὧν κεκυρτωμένα καὶ προφανῆ τὰ κατὰ τὸ μέτωπον ἀγγεῖα τυγχάνει. σημειούμενοι δὲ μέλανι τὸ ἀγγεῖον, κουφίζομεν ἄκροις τοῖς δακτύλοις ἀμφοτέρων τῶν χειρῶν τὸ δέρμα τοῦ μετώπου ἑκατέρωθεν τοῦ σημείου καὶ δίδομεν ἐπιπολαίαν διαίρεσιν κατὰ τὸ σημεῖον κατ’ εὐθὺ τοῦ ἀγγείου· καὶ αὖθις πάλιν ἐπιδιαιροῦμεν κατὰ βραχὺ τοὺς ὑποκειμένους τῷ δέρματι ὑμένας, ἄχρι γυμνὸν φανῇ τὸ ἀγγεῖον. καὶ οὕτως ἄγκιστρα δύο καταπείροντες τοῖς χείλεσι τῆς διαιρέσεως κουφίζομεν καὶ ὑποξέοντες κατὰ βραχὺ τῷ σμιλίῳ ἐλευθεροῦμεν τὸ ἀγγεῖον τῶν παρακειμένων ὑμένων· καὶ ὑποβάλλοντες τυφλάγκιστρον ἀναιροῦμεν ἐκ τοῦ βάθους τὸ ἀγγεῖον καὶ οὕτως μετεωρίσαντες βελόνην ὑποβάλλομεν διπλοῦν λίνον ἔχουσαν καὶ ἀφελόντες τὴν βελόνην ἀφίεμεν τὸ λίνον. τὸ δ’ αὐτὸ ποιοῦμεν κἀπὶ τοῦ ἄλλου πέρατος τοῦ ἀγγείου. καὶ μετὰ ταῦτα κεντοῦμεν τὸ ἀγγεῖον, συγχωροῦντες κένωσιν γενέσθαι. ἐκκριθέντος δὲ αὐτάρκους αἵματος, ἀποδήσαντες ἀμφότερα τὰ πέρατα τοῦ ἀγγείου τοῖς ἤδη ἀποβεβλημένοις λίνοις, τὸ μέσον αὐτοῦ ἐκτέμνομεν καὶ οὕτως μοτώσαντες καὶ πτύγμα ἐξ ὕδατος ψυχροῦ ἐπιθέντες ἐπιδέσμῳ χρώμεθα· τῇ δὲ δευτέρᾳ οἰνελαίῳ ἐπιβρέχομεν καὶ τῇ τρίτῃ ἐπιλύσαντες, σύμμετρόν τε ἀπάντλησιν ποιούμενοι, διαμοτοῦμεν μελικράτῳ ἕως ἀποπέσωσι τὰ λίνα καὶ ἕως τελείας σαρκώσεως τῷ αὐτῷ χρώμεθα· ἀγαθὸν γάρ ἐστι βοήθημα. τὴν δὲ ἀπούλωσιν ποιούμεθα διὰ τοῦ μηλίνου φαρμάκου ἢ τῷ διὰ καδμίας. Ἄλλο πρὸς τὰ χρόνια ῥεύματα πάνυ δόκιμον. ἐχιδνῶν κεφαλὰς καύσας ἐν χύτρᾳ ἀκριβῶς καὶ λεάνας τὴν τέφραν μετ’ ἀφεψήματος θέρμων πικρῶν ἐπίχριε τὸν κρόταφον καὶ θαυμάσεις. Περὶ τῶν κροταφιτῶν καταπλασμάτων καὶ ἀνακολλημάτων καὶ ἐπιχρίστων.[25] |
| 96 | ἐπειδὴ δὲ ἡ χορηγία τῶν ῥευμάτων ἐπὶ τοὺς ὀφθαλμοὺς ἐκ τῶν ὑπερκειμένων τόπων γίγνεται, ἡμικρανίαι γὰρ καὶ σφάκελοι καὶ ῥευματισμοὶ τῆς κεφαλῆς ἐπαύξουσι τὰς τῶν ὀφθαλμῶν ὀδύνας, ὅθεν καὶ τούτοις βραχέα βοηθήματα δέον ἀπονεῖμαι· χρηστέον τοίνυν παρακολλήσει καὶ παραχρίστοις, ὡς εἴρηται, ἐφ’ ὧν ῥευματίζονται οἱ ὀφθαλμοὶ καὶ ἐφ’ ὧν διὰ τὴν τῆς κεφαλῆς ὀδύνην τὰ περὶ τὸ μέτωπον καὶ τοὺς κροτάφους ἀγγεῖα κυρτούμενα διατείνεται. εἰ γὰρ ἡ ἐπιφορὰ μὴ ἐκ τῶν περὶ τὸ μέτωπον καὶ τοὺς κροτάφους καὶ τὰ βλέφαρα ἀγγείων συμβαίνει, ἀλλ’ ἐκ τῶν ἐν βάθει, τὰ παρακολλήματα καὶ αἱ ἐγχρίσεις βλάπτουσι μᾶλλον· ἔτι δὲ εἰ μὲν ἄνευ φλεγμονῆς οἱ ῥευματισμοὶ τῶν ὀφθαλμῶν γίγνονται, ἐπέχουσι τὰ παρακολλήματα. φλεγμονῆς δὲ γενομένης, προσδιατείνει μᾶλλον τῇ θλίψει ἐκ τῶν κύκλῳ τόπων ἐπὶ τοὺς φλεγμαίνοντας διωθούμενα τὰ ὑγρά. τὰ μὲν οὖν διὰ τῆς σεμιδάλεως καὶ ὠῶν καὶ λιβάνου συντιθέμενα παρακολλήματα παραιτητέον. ξηραινόμενα γὰρ παρατείνει τὰ ἀγγεῖα καὶ τοὺς ῥευματισμοὺς αὔξει. ὅσα δὲ μαλακὰ διαμένει ἢ περίτασιν οὐκ ἐργάζεται τῇ τε ψύξει καὶ τῇ στύψει στέλλει τὰ ἀγγεῖα, τούτοις χρηστέον. εἰ μὲν οὖν θερμὴ δυσκρασία τὸ βλάπτον ἐστί, κρόκον ὄπιον σμύρναν λίβανον ἴσα λειώσαντες ὕδατι καὶ γλοιοῦ πάχος ποιοῦντες ἐπιχρίομεν καὶ παρ’ αὐτὰ ὕπνον ποιήσαντες τῆς ὀδύνης ἀπαλλάττομεν. καὶ ποτάμιοι στρατιῶται συλλειωθέντες μετὰ ἀλόης τὸ αὐτὸ ποιοῦσι· καὶ τὸ πολύγονον δὲ σὺν μαστίχῃ λειωθὲν καὶ ἐπιχρισθὲν παρηγόρησε· καὶ ὁ τοῦ μανδραγόρου δὲ φλοιὸς σὺν λιβανωτῷ θαυμαστῶς ποιεῖ· καὶ μαστίχη σὺν χυλῷ κράμβης ἀπλύτου λειωθεῖσα ὑποξηραίνει θαυμαστῶς καὶ ἡ τῶν χαλκέων αἰθάλη, ἣν καλοῦσιν ἡφαίστιον, ἵστησιν ἠρέμα μετὰ ὠοῦ φυραθὲν καὶ ἄσβεστος μετ’ ὠοῦ ἐπὶ τῶν ψυχρῶν δυσκρασιῶν καὶ χελιδόνων κόπρος μετὰ μαστίχης σὺν τῷ λευκῷ τοῦ ὠοῦ. Ὅλης τῆς κεφαλῆς ἐπίχρισμα Σεβήρου.[25] |
| 97 | ὅλην δὲ τὴν κεφαλὴν δυσκρασίᾳ θερμῇ καταληφθεῖσαν ἀκακίᾳ σὺν οἴνῳ λειωθείσῃ χρίειν. παραιτεῖσθαι γὰρ χρὴ τὸ ὄξος ἐπὶ τῶν τοιούτων τῆς κεφαλῆς ἐπιχρισμάτων. ποιεῖ καὶ Σαμία γῆ λειωθεῖσα μετ’ ἀρνογλώσσου χυλοῦ ἢ στρύχνου. ψυχροτέρας δὲ τῆς αἰτίας ὑπαρχούσης, ὥστε σαφῶς τὸν πάσχοντα τῆς ψύξεως αἰσθάνεσθαι κατὰ τὴν κεφαλὴν καὶ τὸ καταφερόμενον δάκρυον ψυχρὸν ὑπάρχειν, τὰ ἐναντία τῇ ψυχρᾷ διαθέσει βοηθήματα προσακτέον. κάρδαμον γὰρ ἅμα ὠῷ λειώσαντες ὠφελήσαμεν ἱκανῶς καὶ τὸ τοῦ εὐζώμου σπέρμα λειώσαντες σὺν ὄξει τὸ αὐτὸ πεποιήκαμεν· καὶ θαψία δὲ σὺν νάπυϊ ὄξει λειωθεῖσα μεγάλως ὠφελεῖ· καὶ οἱ Λιβυκοὶ κοχλίαι σὺν λιβανωτῷ ἅμα ὄξει λειωθέντες πολλὴν φορὰν ῥεύματος ἀνέκοψαν καὶ ἡ τῶν χελιδόνων νοσσιὰ σὺν τῇ εὑρισκομένῃ ἐν αὐτῇ κόπρῳ σὺν ὄξει φυραθεῖσα τὰς χαλεπὰς ἡμικρανικὰς ὀδύνας ἰάσατο καὶ τὸ εὐφόρβιον σὺν ὄξει λειωθέν. χρῶ δὲ καὶ τοῖς προγεγραμμένοις σμήγμασι καὶ πάσμασιν ἐπὶ τῶν χρονίως κεφαλαλγούντων. Καταπλάσματα ὀφθαλμῶν.[15] |
| 98 | καταπλασσόμενα δὲ πραΰνει φλεγμονὰς ὀφθαλμῶν βάτου φύλλα ἢ ἀλσίνης ἢ τριβόλου χλωροῦ ἢ ἀνδράχνης ἢ ἀειζῴου ἢ πολυγόνου ἢ σέρεως ἢ κορίου ἢ κυπαρίσσου ἢ ὑοσκυάμου φύλλα λεῖα ἢ κολοκύνθης ξύσματα ἢ πέπονος σὰρξ ἢ κωδιῶν ἀφέψημα προσαντλούμενον καὶ αὐταὶ αἱ κωδίαι ἑφθαὶ λεῖαι καταπλασσόμεναι. χρήσιμος δὲ καὶ ἄρτος ὕδατι διάβροχος λεῖος σὺν ῥοδίνῳ ὀλίγῳ ἐπιτιθέμενος. καὶ ὠὸν σὺν ῥοδίνῳ καὶ οἴνῳ ἀνακοπὲν καὶ πτύγματι ἐρίου ἀναληφθὲν καὶ ἐπιτιθέμενον ἢ ὠῶν ὀπτῶν ἢ ἑφθῶν λεκίθους μετὰ κρόκου ὀλίγου καὶ ὀπίου ὅσον φασήλου μέγεθος μετὰ ἑψήματος λεάνας ἐπιτίθει. Ἄλλο Ἀσκληπιάδου πρὸς τὰς μεγίστας ἐπιφορὰς καὶ περιωδυνίας ῥόδων ξηρῶν 𐅻 δ ὀπίου κρόκου ἀνὰ 𐅻 α ἀναλάμβανε τροχίσκους διὰ γλυκέος, ἐν ᾧ μελίλωτα ἥψηται, καὶ ἐπὶ τῆς χρείας λεάνας ἐξ αὐτῶν μετὰ γλυκέος καὶ ἄρτῳ συμμίξας κατάπλαττε. Ἄλλο πρὸς τὰς μεγίστας ὀδύνας καὶ ἀγρυπνίας. ψυλλίου σπέρμα βαλὼν ὕδατι ζέοντι, ἔα βραχὺ καὶ ὅταν διαλυθῇ ἀνατάρασσε ὡς ἐμπλαστρῶδες γενέσθαι καὶ κατάπλασσε τὸν ὀφθαλμόν· ὕπνον γὰρ ποιεῖ ἡδύν. Ἄλλο πρὸς τὰς ὀδύνας καὶ τὰς προπτώσεις ἐξόχως ποιοῦν. κωδίας μήκωνος ἑψήσας ἐν ὑδρομέλιτι, αὐτὰς μὲν ἐκθλίψας ῥῖπτε τῷ δὲ ὑδρομέλιτι πυρίνην ἢ κριθίνην γῦριν μιγνὺς κατάπλασσε, ὀλίγον ῥόδινον ἐπιβαλὼν ἢ πάλην ἀλφίτου ἀντὶ τῆς γύρεως ἢ ἄρτον καθαρόν. τὰ δὲ καταπλάσματα πάντως καταλαμβανέτω τὸν κρόταφον καὶ τὴν ὀφρὺν σὺν τῷ μετώπῳ. μόνον δὲ τὸ ἄνω βλέφαρον καταπλάττομεν, οὐ παραθλίβοντες τὸ κάτω, εἰς τὸ δύνασθαι παρανοιγόμενον τὸν ὀφθαλμὸν ἐκκρίνειν τὸ ἐπιφερόμενον δάκρυον. συνεχῶς δὲ ἀλλαττέσθω, καὶ μάλιστα θέρους, ἵνα μὴ ἐκπυρούμενα παροξύνῃ· τῇ δὲ ἁφῇ ἄκρα χλιαρὰ προστιθέσθως, χειμῶνος δὲ προσηνῶς θερμά. Ἐπίχριστα ὀφθαλμῶν.[25] |
| 99 | τὰ δὲ βλέφαρα ἔξωθεν περιχρίειν χρὴ ἐν ταῖς περιωδυνίαις, μάλιστα μὲν τῷ Νείλου διαρρόδῳ ἤ τινι τῶν διὰ κρόκου ἀνωδύνων κολλυρίων, ἢ κρόκῳ λείῳ μετὰ μηκωνίου βραχέος σὺν γάλακτι ἢ ὑοσκυάμου χυλίσματι. Ἄλλο ἐπίχριστον πρὸς τὰς περιωδυνίας. ἀλόης λυκίου Ἰνδικοῦ ῥόδων χλωρῶν κρόκου ὀπίου σμύρνης, ἑκάστου τὸ ἴσον οἴνῳ λεάνας, ἀνάπλαττε τροχίσκους καὶ ξήραινε ἐν σκιᾷ. ἐπὶ δὲ τῆς χρήσεως γλυκεῖ διαλύων ἐπίχριε τοὺς ὀφθαλμούς. Ἄλλο ἐπίχριστον ἀποκρουστικὸν κάλλιστον. ἐλαίας φύλλων ξηρῶν καὶ κεκομμένων καὶ σεσησμένων λι α σμύρνης 𐆄 β γλαυκίων 𐆄 β κόμμεως 𐆄 ϛ ὕδωρ. Ἐπίχριστον δακνηρὸν παραχρῆμα ἐπέχει τὸ ῥεῦμα, ποιεῖ δὲ καὶ πρὸς ψωροφθαλμίας. χαλκοῦ κόμμεως ἀνὰ 𐅻 δ πεπέρεως ὀπίου ἀνὰ 𐅻 β ὕδωρ· ἔξωθεν ἐπιχριόμενον ἀνακόπτει μεγίστας ἐπιφοράς· φυλάττεσθαι δὲ χρὴ τὰς εἰς τὸν ὀφθαλμὸν παρεμπτώσεις τοῦ φαρμάκου. Ἄλλο τὸ φλόγινον ἐπιγραφόμενον. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 ιβ κρόκου 𐅻 ϛ πεπέρεως 𐅻 δ σμύρνης 𐅻 γ ὀπίου 𐅻 γ κόμμεως 𐅻 ιβ , οἴνῳ λείου παλαιῷ εὐώδει στύφοντι. Περὶ ξηροκολλυρίων.[15] |
| 100 | τῶν ξηρῶν φαρμάκων ἔνια κωλύει συστῆναί τι πάθος ἐν ὀφθαλμοῖς, τὰς ἐπιφορὰς κωλύοντα δηλονότι τῶν ὑγρῶν, ἐξ ὧν εἰώθασιν οἱ ὀφθαλμοὶ κακοῦσθαι. Τὸ διὰ τοῦ Φρυγίου λίθου· κάλλιστον δὲ αὐτῶν ἐφάνη τῇ πείρᾳ κριθὲν τὸ ὑπ’ ἐμοῦ, φησὶν ὁ Γαληνός, συντεθέν, καὶ διὰ τοῦτο παρὰ πολλοῖς ὂν ἐν χρήσει σχεδὸν ἐν ἅπασι τοῖς ἔθνεσιν, ὧν ἄρχουσιν οἱ Ῥωμαῖοι. καὶ πρῶτόν γε αὐτοῦ τὴν κατασκευὴν γράψω, βέλτιον ἡγούμενος εἶναι τὸ μηδόλως ἁλίσκεσθαι πάθεσι, φθάσαντα παθεῖν τοῦ θεραπεύεσθαι. χρησιμώτατον δέ ἐστι καὶ ὑγιαίνουσιν ὀφθαλμοῖς τὸ φάρμακον. καίεται δὲ λίθος Φρύγιος καταθραυσθεὶς εἰς κυαμιαῖα μεγέθη. εἰς χυτρίδιον δὲ καινὸν αὐτὸν βάλλοντες, εἶτα πηλώσαντες ἔξωθεν καὶ ἐπιτιθέντες πῶμα τρῆμα ἔχον καὶ χρίσαντες τίθεμεν ἐπ’ ἀνθράκων. ὅταν δὲ ὁ λίθος διάπυρος γένηται, τηνικαῦτα χρὴ τὸ χυτρίδιον μετακενῶσαι εἰς ἕτερον ἀγγεῖον καθαρὸν καὶ σβεννύειν βουτύρῳ προσφάτῳ. σβεσθέντος δὲ πάλιν εἰς τὸ αὐτὸ χυτρίδιον ἐμβάλλοντες ἐπιτίθεμεν τοῖς ἄνθραξι καὶ ῥιπίζομεν. πυρωθέντος δὲ τοῦ λίθου, ὅταν καθαρὸν θεασώμεθα τὸν ἀναφερόμενον ἀτμόν, πάλιν ἐκκενώσαντες, σβέννυμεν οἴνῳ παλαιῷ κιρρῷ εὐώδει· εἶτα πάλιν ἐμβάλλοντες τὸν λίθον εἰς τὸ χυτρίδιον, ἐκ τρίτου καίομεν καὶ σβέννυμεν αὖθις μέλιτι Ἀττικῷ μὴ πολλῷ. ἔσχατον δὲ τῷ μέλιτι σβέννυται, ἵνα ἡ τοῦ μέλιτος ποιότης ἐμμείνῃ τῷ λίθῳ. ἔστω δέ σοι προλελειωμένα πλείοσιν ἡμέραις ἀκριβῶς, ὡς χνοώδη γεγονέναι τὰ ὑπογεγραμμένα· χαλκοῦ κεκαυμένου πεπέρεως λευκοῦ φύλλου 〈μαλαβάθρου〉 ἀνὰ 𐆄 α στίμμεως 𐅻 ιβ · τούτοις μίγνυε τοῦ κεκαυμένου λίθου καὶ κεκομμένου καὶ σεσησμένου καὶ λελειωμένου λια · κἀπειδὰν ἅμα πάντα καλῶς ἑνωθῇ καὶ μέλλῃς ἀναιρεῖσθαι τὸ φάρμακον, ἐπίβαλλε ὀποβαλσάμου πρωτείου 𐅻 ιβ . λεπτὸν δὲ καὶ διαφανὲς ἔστω κατὰ τὴν σύστασιν τὸ ὀποβάλσαμον, μὴ παχύ· κωλύει γὰρ τὸ πάχος ξηρὸν γενέσθαι τὸ φάρμακον. χρῆσθαι δὲ αὐτῷ δεῖ κατὰ τῶν βλεφάρων μόνων, ἐπιφέροντα τὴν μήλην χωρὶς τοῦ ἅψασθαι τῶν χιτώνων τοῦ ὀφθαλμοῦ. κελεύειν δὲ ἀνεῳγμένα ἔχειν τὰ βλέφαρα τὸν ὑπαλειφόμενον ἄνθρωπον. τοῦτο μὲν οὖν ὑπ’ ἐμοῦ συνετέθη, οὐκ ἐπιτρέπον ὀφθαλμιάσαι τὸν ὀφθαλμὸν τὸν καλῶς αὐτῷ χρώμενον. Στίμμι καλλιβλέφαρον προφυλακτικόν, νηπίοις μάλιστα χρήσιμον. στίμμεως 𐅻 ιϛ μολύβδου κεκαυμένου καὶ πεπλυμένου 𐅻 η λεπίδος κρόκου ῥόδων ἄνθους σμύρνης ναρδοστάχυος λιβάνου πεπέρεως ἀνὰ 𐅻 α φοινικοβαλάνων ὀστᾶ ι , ἅπαντα βαλὼν εἰς ἄγγος κεραμεοῦν ὄπτα φιλοπόνως, ἔπειτα κόψας σήσας καὶ ἐπιμελῶς ἐν θυίᾳ λεάνας ἐπίβαλλε ὀποβαλσάμου πρωτείου λεπτοτέρου τῇ συστάσει κοχλιάρια δύο, καὶ λεάνας καὶ ξηράνας χρῶ. Ἄλλο ποιοῦν πρὸς εὐμορφίαν βλεφάρων. στίμμεως 𐆄 γ πορφύρας ἀληθινῆς κεκαυμένης 𐆄 β ναρδοστάχυος 𐆄 α χρῶ. Ἄλλο ποιοῦν πρὸς εὐπρέπειαν, μετρίως ἀποξηραῖνον κανθοὺς ἠραιωμένους καὶ διύγρους. κέρατος ἐλαφείου κεκαυμένου πορφύρας κεκαυμένης ἀνὰ 𐆄 γ φύλλου σκύλματος 𐆄 α , χρῶ. Στίμμι κάλλιστον πρὸς ῥεῦμα λεπτὸν καὶ διαβεβρωμένους κανθούς, τρέφει δὲ καὶ τοὺς κατησθενηκότας ὀφθαλμούς· δεδοκιμασμένον ἐπὶ πολλῶν παθῶν καὶ παραδόξως ἀπαντῆσαν ἐπὶ πάντων, παρέχει δὲ καὶ εὐπρέπειαν· στιμμιζόμενον γὰρ ἐπὶ πολὺν χρόνον ἐν τοῖς κανθοῖς παραμένει. ἔχει δὲ οὕτως· πορφύρας σαρκὸς πεπλυμένης 𐅻 δ ἀνεμώνης χυλοῦ 𐅻 ϛ στίμμεως κοπτητοῦ κεκαυμένου καὶ ἐσβεσμένου οἴνῳ 𐅻 γ ἀκακίας 𐆄 β ἀκτῆς χυλοῦ τοῦ καρποῦ 𐅻 γ ἀκάνθης Αἰγυπτίας κριθῶν κεκαυμένων κηκίδων μελανῶν ἀνὰ 𐅻 β συκαμίνων τῶν ἐκ τῆς βάτου ξηρῶν κεκαυμένων κόστου κεκαυμένου ἀνὰ 𐅻 γ φύλλου κεκαυμένου 𐅻 δ , λείου ἕκαστον ἰδίᾳ καὶ ἅμα ἀποτίθει ἐν ἀγγείῳ μολυβδίνῳ καὶ χρῶ.[45] |
| 100 (50) | Στίμμι καλλιβλέφαρον. στίμμεως κεκαυμένου καὶ πεπλυμένου ὀστέων φοινίκων ἀνὰ 𐅻 η χαλκάνθου 𐅻 β νάρδου Κελτικῆς ὁμοίως, χρῶ· πεπείραται γάρ. Περίχριστον διὰ σάνδυκος πρὸς τὰς ψύξεις καὶ τὰς παραλύσεις τῶν βλεφάρων, οἷαι συμβαίνουσι καὶ ἐπὶ τῶν κυνικῶν σπωμένων· ποιεῖ δὲ καὶ πρὸς ὀξυδορκίαν πρὸ βαλανείου περιχριόμενον σάνδυκος 𐅻 ιδ κροκομάγματος 𐅻 ϛ πεπέρεως 𐅻 δ κόμμεως 𐅻 ϛ ὕδωρ· ἔνιοι δὲ προσβάλλουσι καὶ ὀποβαλσάμου 𐅻 δ καὶ ἐγχρίουσι. Πρὸς ἀμβλυωπίαν ξηρὸν τοῦ Δανοίου, ὅπερ ὡς ἐπὶ θυῶν ἐπράθη τῇ βασιλευούσῃ πόλει εἰς νομίσματα ρκ , μετὰ πολλοῦ πόνου καὶ καμάτου· ἔστι δὲ προφυλακτικὸν πάσης ὀφθαλμίας στιμμιζομένων τῶν βλεφάρων. χαλκοῦ κεκαυμένου 𐆄 α ὄνυχας ἀρωματικοὺς μεγάλους κεκαυμένους τρεῖς πεπέρεως κόκκους κα κριθῶν κεκαυμένων κα κόκκους φοινίκων ὀστᾶ κεκαυμένα θ χαλκομυίας κα φύλλου γράμματα θ δρακοντίου αἵματος Γρ θ , τὸν χαλκὸν λάμβανε τὸν ξεόμενον ἀπὸ τῶν χαλκωμάτων καὶ βαλὼν εἰς ἄγγος ὀστράκινον καῖε ἐπ’ ἀνθράκων ἐπὶ ἡμέρας γ , καθ’ ἑκάστην ἡμέραν τρίτον σβεννύων αὐτὸν οὔρῳ παιδὸς ἀφθόρου, ὕστερον δὲ ὕδατι γλυκεῖ· τὰς δὲ χαλκομυίας λάμβανε ἐκ τῶν τόπων, ἔνθα βόες διατρίβουσιν· εἰ δὲ μή, ἐκ τῶν νεκριμαίων ζῴων. Ἄλλο καλλιβλέφαρον φάρμακον ἐπιτετευγμένον ποιεῖ καὶ πρὸς κεχρονισμένας ὀφθαλμίας. στίμμεως κεκαυμένου καὶ οἴνῳ ἐσβεσμένου 𐅻 γ μολύβδου κεκαυμένου καὶ πεπλυμένου 𐅻 η λιβάνου αἰθάλης ναρδοστάχυος σμύρνης πεφρυγμένης κρόκου πεφρυγμένου λεπίδος χαλκοῦ ἀνὰ 𐅻 α , λείοις χρῶ. Ξηρὸν πρὸς θερμοτέρους κανθοὺς καὶ ἐρευθαινομένους καὶ δριμυττομένους Σεβήρου. κρόκου 𐅻 δ καδμίας πεπλυμένης 𐅻 β ψιμμυθίου 𐅻 α χρῶ. Σεβηριανοῦ. ψιμμυθίου 𐆄 η καδμίας 𐆄 δ ἁλῶν ἀμμωνιακῶν 𐆄 β πεπέρεως 𐆄 β φύλλων 𐆄 δ . Ἄλλο καλλιβλέφαρον ποιοῦν πρὸς ξηροφθαλμίαν· ἰᾶται δὲ καὶ πᾶσαν ὀφθαλμίαν μετὰ τὸ παρηγορῆσαι τὰς ὀδύνας ἐγχριόμενον. χαλκοῦ κεκαυμένου λειοτάτου 𐆄 β κεδρίας καθαρᾶς 𐆄 δ , λεάνας τὸν χαλκὸν μετὰ τῆς κεδρίας, ὡς γλοιῶδες γενέσθαι, βάλλε εἰς κάλαμον καὶ φιμώσας πήλωσον ὅλον τὸν κάλαμον ἔξωθεν καὶ κρύβε εἰς ἄνθρακας ἐν κλιβάνῳ καὶ ἔα νυχθήμερον καὶ ἐξελὼν λείου καὶ ἐπίβαλλε τοῦ πηλαρίου κολλυρίου 𐅻 κδ καὶ κρόκου 𐅻 β καὶ φύλλου ὁμοίως χρῶ. Ἄλλο ξηροκολλύριον δόκιμον ἀναξηραντικὸν ῥευμάτων πολλῶν καὶ ὀξυωπίαν παρέχον· λεπτύνει δὲ καὶ τὰς οὐλὰς κάλλιστα. ἰοῦ καδμίας χαλκίτεως στίμμεως ἀνὰ 𐆄 α μέλιτος ἴσον, μᾶλλον δὲ σύμμετρον, λειότατα ποιήσας καὶ φυράσας τῷ μέλιτι, βαλὼν εἰς χύτραν καὶ πωμάσας πώματι τρήματα ἔχοντι καὶ χρίσας, καῖε ἄχρις ἂν λευκὸς ἀτμὸς ἀνέλθῃ, ἔπειτα λαβὼν καὶ λεάνας χρῶ. εἰ δὲ βούλει αὐτὸ μικρὸν ὑποδάκνειν, πρόσβαλε μετὰ τὴν καῦσιν πεπέρεως κόκκους κε . Ἄλλο ξηρὸν πάνυ καλόν. καδμίας μέλιτος ἁλὸς ἀμμωνιακοῦ ναρδοστάχυος ἀνὰ 𐅻 β χαλκοῦ κεκαυμένου πεπέρεως ἀνὰ 𐅻 δ , τὴν καδμίαν λειοτάτην φυράσας τῷ μέλιτι καῦσον καὶ σβέννυε οἴνῳ αὐστηρῷ καὶ λεάνας σὺν τοῖς λοιποῖς χρῶ. ἔστι γὰρ ἀποκρουστικόν· ποιεῖ καὶ πρὸς τὰ τραχέα βλέφαρα. Ξηρὸν πρὸς τοὺς δακρύοντας ὀφθαλμοὺς καὶ τοὺς ἀπὸ μακρᾶς ὀφθαλμίας μὴ καλῶς ὑγιασθέντας· ἔστι δὲ καὶ προκαταληπτικόν. καδμίας χαλκοῦ κεκαυμένου ἀνὰ 𐅻 η στίμμεως 𐅻 δ · τὴν καδμίαν μετὰ τοῦ χαλκοῦ ἁδρομερῶς κόψας καὶ μέλιτι φυράσας καῦσον ἐν χυτριδίῳ, καθὼς προείρηται, καὶ σβέσον οἴνῳ εὐώδει παλαιῷ καὶ ξηράνας μίξον τὸ στίμμι ὠπτημένον ἐν χύτρᾳ κατ’ ἰδίαν καὶ κόψας σήσας λειώσας χνοωδέστατα χρῶ· τινὲς προσμίσγουσι καὶ Ἀρμενιακοῦ 𐅻 β .[95] |
| 100 (100) | Ξηρὸν τὸ κροκῶδες προκαταληπτικόν. ἀλόης κρόκου γλαυκίων σαρκοκόλλης ἀνὰ 𐆄 α , λειότατα ποιήσας χρῶ. Ἄλλο ᾧ χρῶμαι καὶ διαθέσεις ἐγχρίω καὶ ῥεῦμα μονήμερον ἵστησι πυκνῶς καὶ πλειστάκις τὸ προειρημένον ξηρὸν μετ’ οἴνου ἐλείωσα, ὡς κολλύριον, καὶ ξηράνας ἐχρησάμην ὑποστιμμίζων τὰ βλέφαρα πρωῒ καὶ εἰς ἑσπέραν, ἐνίοτε δὲ καὶ στίμμεως 𐅻 η βάλλω. ἐγχριόμενον δὲ ποιεῖ καὶ ἐπὶ τῶν ἐχόντων αἰγίλωπας καὶ βλέφαρα περιβεβρωμένα καὶ τριχιάσεις μετὰ τὴν ἄρσιν τῶν τριχῶν [ἀνὰ τρίχα ἐγχριόμενον]. σαρκοκόλλης κρόκου γλαυκίων ξανθῶν ἀλόης χελιδονίας ἀνὰ 𐆄 α σμύρνης τρωγλίτιδος 𐅻 δ , τὴν χελιδονίαν κόψας σήσας ἐπίβαλλε τοῖς λοιποῖς καὶ συλλεάνας χρῶ, ἐγὼ δὲ σὺν ὕδατι ἐλείωσα, ὡς κολλύριον, καὶ ξηράνας ἐχρησάμην. Ξηροκολλύριον δόκιμον ὀξυδερκὲς ἀνεπηρεάστους φυλάττον τοὺς ὀφθαλμούς. στίμμεως αἰθάλης πορφύρας ἀληθινῆς ἀνὰ Γρ δ ῥόδων ξηρῶν Γρ β κρόκου φύλλου ναρδοστάχυος ἀνὰ Γρ γ , λείοις χρῶ. τὴν δὲ αἰθάλην ποίει οὕτως· πορφύραν ἐρέαν βάψας κεδρίᾳ ἅψον, καὶ σκέπασον λεκανιδίῳ λειοτάτῳ ἢ χαλκῷ καὶ τὴν συλλεγομένην αἰθάλην συλλέξας πτερῷ χρῶ. Ξηρὸν λευκὸν ὀξυδερκὲς ποιοῦν πρὸς κνησμονὰς καὶ τὰς ἐξ ἡλίου ἐγκαύσεις καὶ τὰς ἀρχομένας ἐκ ψύξεως ὀφθαλμίας καὶ πρὸ τροφῆς καὶ μετὰ τροφήν. καδμίας στυπτηρίας σχιστῆς ἀνὰ 𐅻 β ἁλῶν ἀμμωνιακῶν πεπέρεως φύλλου ἀνὰ 𐆄 α ψιμμυθίου ἡμιοβόλιον, λείου σὺν οἴνῳ λευκῷ καὶ ξηράνας χρῶ. Ἄλλο ξηρὸν δριμύ. καδμίας 𐅻 κδ ἁλὸς ἀμμωνιακοῦ 𐅻 β ναρδοστάχυος 𐅻 δ πεπέρεως λευκοῦ 𐅻 α , λείοις χρῶ. Ἄλλο κάλλιστον. καδμίας 𐅻 η κρόκου 𐅻 β ἁλὸς ἀμμωνιακοῦ 𐅻 β ναρδοστάχυος 𐅻 α πεπέρεως λευκοῦ 𐅻 ϛ , λείοις χρῶ. Ξηρὸν τὸ Σεβηριανοῦ. καδμίας κεκαυμένης πεπλυμένης 𐅻 η ἁλῶν ἀμμωνιακῶν 𐅻 δ πεπέρεως λευκοῦ 𐅻 β φύλλου 𐅻 α κόψας σήσας λεάνας εὖ μάλα χρῶ. Ἄλλο ξηρὸν δριμύ. καδμίας 𐅻 η σηπίας ὀστράκων 𐆄 β ἁλῶν ἀμμωνιακῶν 𐆄 α πεπέρεως 𐆄 α φύλλου 𐆄 α , χρῶ. πεπείραται. Ἄλλο ξηρὸν ὀξυδερκὲς Ὀριβασίου. χελιδονίας ῥίζης ἀλόης ἀνὰ 𐆄 β φύλλου 𐆄 α πεπέρεως λελεπισμένου 𐅻 δ ἐλλεβόρου λευκοῦ 𐅻 α , χρῶ. Ξηρὸν τὸ Ἀπόλλωνος πρὸς ἀμβλυωπίαν. καδμίας 𐅻 κ τρυγὸς οἴνου παλαιοῦ ξηρᾶς κεκαυμένης 𐅻 ε πεπέρεως λευκοῦ 𐅻 ε ἁλὸς ἀμμωνιακοῦ 𐅻 ι σανδαράκης φύλλου ἀνὰ 𐅻 β νίτρου κεκαυμένου 𐅻 γ , χρῶ. Ἄλλο ξηρὸν πρὸς ὑποχύσεις καὶ ἀμβλυωπίας. ἄρρενα ἔχιν ὅλον ζῶντα ἐμβαλὼν εἰς χύτραν καὶ προσβαλὼν μαράθρου χυλὸν ὅσον κύαθον ἕνα καὶ λιβάνου ἀτόμου χόνδρον α μέγαν, ἔπειτα περιπλάσας πηλῷ ἔξωθεν ὅλην τὴν χύτραν καῖε ἕως τέφρα γένηται καὶ λεάνας χρῶ ξηρῷ ὡς δοκίμῳ· ποιοῦσι καὶ αἱ τῆς ἐχίδνης κεφαλαὶ κεκαυμέναι καὶ λεῖαι στιμμιζόμεναι. Ἄλλο ἀσύγκριτον. ἐλλεβόρου λευκοῦ καὶ πεπέρεως ἴσα κόψας καὶ λεάνας χρῶ δι’ ἡμερῶν τριῶν, προκαθάρας διὰ γαστρὸς καὶ ῥινῶν καὶ στόματος. Ξηρὸν πρὸς ἀρχομένας ὑποχύσεις γλαυκώσεις καὶ ὑμένων παχύτητας· καδμίας 𐅻 κδ ἁλῶν ἀμμωνιακῶν 𐅻 ι σανδαράκης 𐅻 δ ἐλλεβόρου λευκοῦ 𐅻 β φύλλου 𐅻 β , χρῶ. ἐγὼ εἰ ἀπορήσω ποτέ, ξηρίον κολλύριον τὸ πρὸς τὴν παροῦσαν διάθεσιν ἁρμόττον λεάνας καὶ χνοωδέστατον ποιῶν χρῶμαι. τὸ δὲ πλεῖστον μίγνυμι τοῖς τοιούτοις καί 〈τι〉 τῶν ναρδίνων ἢ Θεοδοτίων κολλυρίων καὶ οὕτως συλλεάνας χρῶμαι. Ἄλλο ξηρὸν ὀξυδερκὲς διὰ πείρας.[145] |
| 100 (150) | καδμίας 𐅻 η φύλλου 𐅻 β ναρδοστάχυος πεπέρεως κρόκου ἀρσενικοῦ ἁλὸς ἀμμωνιακοῦ χελιδονίας ἀρτεμισίας φύλλων ἀνὰ 𐅻 β , λείοις χρῶ. Περὶ ὑγροκολλυρίων Γαληνοῦ. |
| 101 | ὑγρὰ φάρμακα ὀφθαλμικὰ συντίθεται διά τε ὀπῶν τινων καὶ χυλῶν καὶ χολῶν καὶ μέλιτος καὶ ἀμμωνιακοῦ θυμιάματος, μιγνυμένων αὐτοῖς καὶ τῶν μετριωτέρων μὲν οὐκ ἀντιπραττόντων δὲ τῇ δυνάμει, σμύρνης λέγω καὶ λιβάνου καὶ κρόκου καὶ χαλβάνης, ὅσα τε ἄλλα τοιαῦτα ἀραιοῦν τοὺς χιτῶνας δυνάμενα καὶ λεπτύνειν τὰ πάχη τῶν ὑγρῶν καὶ τοῦ πνεύματος καὶ τὴν παρὰ φύσιν ὑγρότητα διαφορεῖν, τόνον δὲ τῇ εὐκρασίᾳ ἐντιθέναι τοῖς χιτῶσι τῶν ὀφθαλμῶν. Ὀξυδορκία ὑγρά. ῥοῶν κόκκων τὸν χυλὸν πιάσας βάλε εἰς ἄγγος Ἀττικοῦ ὀστράκου λειοτάτου καὶ πυκνοτάτου καὶ ὀθονίῳ ψιλῷ περιδήσας τίθει εἰς ἥλιον, ἕως ἂν πάχος σχῇ μέλιτος· καὶ ἴσα πρὸς ἴσα βάλε μέλι τῷ χυλῷ· καὶ ἀνελόμενος εἰς ἀγγεῖον ὀστράκινον φύλαττε· παλαιούμενον γὰρ βέλτιον γίγνεται. ὅταν δὲ καθεύδειν μέλλῃς ὑπόχριε τούτῳ κούφως τοὺς ὀφθαλμούς. τοῦτο ζωγράφοις καὶ δακτυλογλύφοις καὶ χρυσοχόοις καὶ πρεσβύταις ἁρμόζει. Ἄλλο. βῖκον, ἄμπουλλαν ὑελίνην, πλήσας ἐλαίου καὶ ἐμβαλὼν αὐτῷ μοράθρου τὰ ἁπαλὰ φύλλα τίθει εἰς τὸν ἥλιον ἡμέρας μ καὶ ἐκπιάσας τὸ μάραθρον τῷ ἐλαίῳ χρῖε. Ἄλλο ὀξυδερκικόν. στέαρ ἐχίδνης βαλὼν εἰς ὑελίνην ἄμπουλλαν, ὅταν τακῇ, ἐμβάλλων αὐτῷ τὴν μήλην ὑπόχριε. λίαν σπουδαῖόν ἐστιν. Ἄλλο ὀξυδερκικόν. κολοκυνθίδος αὐτὸ τὸ σπέρμα κόψας σήσας λειότατον ποιήσας μετὰ μέλιτος χρῶ· πεπείραται. Πρὸς ὀξυδερκίαν καὶ ὑποχύσεις καὶ οὐλὰς ὀφθαλμῶν. χαμαιλέοντος μελανοῦ ῥίζαν καύσας λειώσας ἀκριβέστατα ἔγχριε. Ἄλλο. γῆς ἔντερα καύσας ἐπ’ ὀστράκῳ ἕως τεφρωθῇ καὶ λεάνας χρῶ. Ἄλλο. χελιδόνων νεοσσοὺς ζῶντας βαλὼν ἐν χύτρᾳ καὶ χρίσας ὅλην ἔξωθεν καῖε καὶ λεάνας τὴν τέφραν μετὰ μέλιτος χρῶ· ἐγὼ ξηρῷ ἐχρησάμην πρὸς λευκώματα. Πρὸς ὑποχύσεις ἀρχομένας. μέλι ἔλαιον παλαιὸν μαράθρου χυλὸν ἴσα μίξας χρῶ. Ἄλλο. σαγαπηνοῦ 𐅻 α ἀφρονίτρου 𐅻 ε μέλιτος λίτρας β . ἡμεῖς δὲ τῷ ὑπογεγραμμένῳ χρώμεθα· καυκαλίδος χυλὸν χαμαίδρυος χυλὸν κορωνόποδος χυλὸν ἕκαστον ἴσον διηθήσας ξηράνας ποίει κολλύρια καὶ χρῶ· εἰ δὲ ὑγρῷ ἐθέλεις χρῆσθαι, μετὰ μέλιτος λεάνας χρῶ. Ἡ Ἀγλαΐδου ὑγρὰ πρὸς ἀρχὰς ὑποχύσεως. χαλκοῦ ἄνθους ὀβολοὶ ε πεπέρεως ὀβολοὶ ε κρόκου 𐅻 β σμύρνης ὀβολοὶ ε καστορίου 𐅻 β ἀλέκτορος χολῆς 𐅻 α ὀμφακίου 𐅻 τὸ c ναρδοστάχυος ὀβολὸς α λίθου αἱματίτου ὀβολοὶ β νίτρου ἀφροῦ ὀβολοὶ β ἁλὸς ἄνθους 𐅻 λβ ὀποβαλσάμου ὁμοίως μέλιτος 𐆄 ε , λεῖα πάντα ἐν ἀργυρῷ σκεύει ἀπόθου. Ἡ Ἐρασιστράτου πάγχρηστος ὑγρὰ πρὸς ἐμφυσήματα κνησμώδη καὶ ξηροφθαλμίας σκληροφθαλμίας τραχώματα καὶ τὰς παλαιὰς ὀφθαλμίας, ὦτα πυορροοῦντα καὶ πρὸς τὰ δυσκατούλωτα ἕλκη καὶ κυνάγχην καὶ τὰς ἐν στόματι καὶ αἰδοίοις νομάς. χαλκοῦ κεκαυμένου 𐅻 ϛ σμύρνης μίσυος ὀπτοῦ ἀνὰ 𐅻 γ πεπέρεως 𐅻 α κρόκου 𐅻 α c οἴνου αὐστηροῦ παλαιοῦ κοχλιάρια γ γλυκέος Κρητικοῦ κοχλιάριον α c, λεῖα πιήοσας τρῖβε σὺν τῷ οἴνῳ καὶ ὅταν συμπίῃ ἐπίβαλλε τὸν γλυκύν, καὶ ἑνώσας ἕψε ἐν χαλκῷ ἀγγείῳ μαλακῷ πυρί, ἕως σχῇ μέλιτος πάχος καὶ ἀπόθου εἰς χαλκῆν πυξίδα. Ἄλλο· ἡ διὰ τοῦ χυλοῦ τοῦ περιστερεῶνος ὑγρά, ποιοῦσα πρὸς ἀμβλυωπίαν ἀτονίαν κόρης καὶ ἀμαυρώσεις, πάνυ καλόν· ποιεῖ καὶ πρὸς βεβρωμένους κανθοὺς ῥεύματα λεπτὰ καὶ τὰς ἀρχομένας ὑποχύσεις. αἰγὸς θηλείας χολὴν 𐅻 η λυκίου Ἰνδικοῦ 𐅻 π πεπέρεως 𐅻 δ περιστερεῶνος ὀρθοῦ χυλὸν 𐆄 ιϛ καὶ ξηροῦ 𐅻 η μέλιτος Ἀττικοῦ 𐆄 ϛ , κόψας σήσας λεπτοτάτῳ κοσκίνῳ τὸ πέπερι κἄπειτα λειοτριβήσας ἐν θυίᾳ ἐπὶ πολὺ ἐπίβαλλε τὸν ξηρὸν χυλὸν καὶ συλλείου· εἶτα τὸν ὑγρὸν χυλόν, ἔπειτα λύκιον καὶ ὅταν λεῖα γένηται, ἐπίβαλλε τὸ μέλι καὶ οὕτως τὴν χολὴν καὶ ἑνώσας ἀναλάμβανε καὶ χρῶ.[45] |
| 101 (50) | τινὲς αὐτὴν τὴν βοτάνην, τὸν περιστερεῶνα λέγω, κόπτοντες καὶ σήθοντες, ἐμβάλλουσι τὰς η δραχμάς. εἰ δὲ ξηρότερον γένηται, ἀνάπλασσε κολλύριον καὶ ξήραινε καὶ χρῶ. Ἄλλο πρὸς ὀξυδορκίαν καὶ γλαυκώσεις καὶ παλαιὰς ὀφθαλμίας καὶ ἀμβλυωπίας καὶ ἀμαυρώσεις δόκιμον· λέγεται δὲ Κασσίου. χολὴν ταυρείαν ὅλην κενώσας εἰς πυξίδα χαλκῆν ἔα ἡμέρας δέκα· ἔπειτα ἐπίβαλλε λεῖα σμύρνης κρόκου ὀποβαλσάμου ἀνὰ 𐅻 β πεπέρεως κόκκους ι μέλιτος Ἀττικοῦ τὸ διπλοῦν τῆς χολῆς καὶ λεάνας ἅμα πάντα ἔμβαλλε εἰς χαλκοῦν ἀγγεῖον καὶ ἕψε ἐπὶ τέφρας μαλακῆς, ἕως σχῇ μέλιτος πάχος· καὶ ἀπόθου ἐν χαλκῇ πυξίδι καὶ χρῶ ὡς σπουδαίῳ· ἅμα γὰρ τῇ ἐγχρίσει δηλώσει σοι τὴν ἐνέργειαν. Ἄλλη πρὸς ὑποχύσεις Βόλου λεγομένη. σιλούρου χολὴν μέλιτος Ἀττικοῦ τὸ διπλοῦν ἱέρακος χυλὸν τὸ ἴσον τοῦ μέλιτος, χρῶ. Ἄλλη Ὥρου πρὸς ὑποχύσεις δόκιμος. χυλὸν κοράκων προσφάτων 𐆄 δ σαγαπηνοῦ Περσικοῦ ὀποῦ Κυρηναικοῦ ὀποβαλσάμου ἀνὰ 𐆄 α μέλιτος 𐆄 θ . Ἄλλη πάνυ δόκιμος, ᾗ χρησάμενος ἐπέτυχον. χολῆς αἰγὸς 𐅻 δ ὀποβαλσάμου κρόκου ἀνὰ 𐅻 β ναρδοστάχυος κασσίας ἐλαίας Αἰθιοπικῆς δακρύου στυπτηρίας σχιστῆς μυελοῦ στρουθοκαμήλου σμύρνης ἀνὰ 𐅻 α μέλιτος 𐆄 ιη , σκευάσας ἐπιμελῶς ἀναλάμβανε εἰς πυξίδα χαλκῆν Κυπρίαν καὶ χρῶ. Ἄλλη. τῆς θηριακῆς Ἀνδρομάχου 𐅻 δ ὀποῦ Κυρηναικοῦ 𐅻 ϛ ὀποβαλσάμου 𐅻 α μέλιτος ἀκάπνου 𐅻 ε , οἴνῳ γλυκεῖ παλαιῷ διαλύσας πρότερον τὴν θηριακήν, ἐπίβαλλε τὸ ὀποβάλσαμον καὶ τὸ μέλι καὶ χρῶ. Ὑγρὰ Ἀπολλωνίου, πρὸς ὑποχύσεις ἀνδρικὴ δύναμις. σαγαπηνοῦ 𐅻 β ὀποῦ Κυρηναικοῦ 𐅻 β ἐλλεβόρου λευκοῦ πηγάνου ἀγρίου ἀνὰ 𐅻 α ἀφρονίτρου ὀβολοὺς β μέλιτος 𐆄 γ . Ἄλλη καλῶς. ὀμφακίου χολῆς ὑαίνης ἀνὰ 𐅻 β σμύρνης ὀποβαλσάμου ἐλαίας Αἰθιοπικῆς δακρύου ἀμμωνιακοῦ θυμιάματος ἀνὰ 𐅻 α , μέλιτι ἀναλάμβανε καὶ χρῶ. Ἄλλη. χολῆς ὑαίνης κρόκου ὀμφακίου ὀποβαλσάμου ἀνὰ 𐅻 α στέατος ἐχίδνης 𐅻 α c σμύρνης 𐅻 τς μέλιτος τὸ ἀρκοῦν. Ἄλλη πρὸς πᾶσαν ἀμβλυωπίαν καὶ ὑποχύσεις, ποιεῖ καὶ πρὸς τὰ τριχιῶντα βλέφαρα. μέλιτος 𐆄 β ὀποβαλσάμου σμύρνης ἀνὰ 𐅻 β ὀποῦ Κυρηναικοῦ ὀμφακίου ὀποπάνακος ἀνὰ 𐅻 α χρῶ. Ἄλλη πρὸς ὑποχύσεις, κἂν ὦσι χρόνιαι. λίθον οὐίτην Σκυθικὸν μετὰ χολῆς ἀσπίδος λειώσας ἔγχριε, συντόμως ἀπαλλάσσει. ἔστω δὲ ἡ ἀσπὶς ἡ ἀκοντιὰς λεγομένῃ. εὑρίσκεται δὲ ἐν τῷ νότῳ ἡ χολὴ προσπεφυκυῖα τῷ ἥπατι. Ἄλλη πρὸς ὑποχύσεις, ὥστε τὸν πάσχοντα ἀναβλέπειν ἐν ἡμέραις ε , οὕτως ἐστὶ μέγιστον καὶ θαυμαστόν· ποιεῖ καὶ πρὸς τραχύτητας βλεφάρων· σπανίως τις τοιοῦτον ἔχει. στέατος ἐχίδνης χολῆς ἀλέκτορος λευκοῦ χαλκοῦ ἄνθους πηγάνου ἀγρίου χυλοῦ γάλακτος κυνείου ὀποβαλσάμου ἴσα, λείοις χρῶ, ἐνίοτε δὲ ἀντὶ τοῦ χαλκοῦ ἄνθους χάλκανθον βάλλω. Ἄλλη ὑγρὰ μελανὰ πρὸς τὰς ἀμβλυωπίας καὶ τὰς ῥευματικὰς διαθέσεις. λαβὼν λίτραν μίαν κέντρων παλαιῶν καλιγίων προπλυθέντων καὶ ξηρανθέντων ἀκριβῶς βάλλε εἰς ξέστην ἕνα ὄξους δριμυτάτου καὶ ἔα ἡμέρας ε , εἶτα ἕψε ἐν χύτρᾳ ἢ σιδήρῳ, πραοτάτῳ πυρί, ἕως λάβῃ βράσματα τρία καὶ διηθήσας ἐπίβαλλε μέλιτος ἀπηφρισμένου καὶ διηθημένου ξ̸ ε α καὶ ἕψε μαλακῷ πυρί, ἕως γλοιοῦ σχῇ πάχος, κινῶν κλωνίοις στερεοῖς ἀψινθίου τρισὶν ἅμα δεδεμένοις· εἶτα μετὰ τὸ συστρέψαι, ἐπίπασσε χαλκάνθου λειοτάτου 𐆄 α καὶ χρῶ, προσαπτόμενος τῶν κανθῶν τῷ πυρῆνι τῆς μήλης.[95] |
| 101 (100) | Ἄλλη ἀποκρουστικὴ τῶν ῥευμάτων· ἔστι δὲ σμηκτικὴ τῶν χιτώνων τοῦ ὀφθαλμοῦ, λεπτύνει καὶ τὰς οὐλὰς καὶ ἔξωθεν ἐπιχριομένη τῷ ἄνω βλεφάρῳ ἀποκρούεται τοὺς ῥευματισμούς, εἴ γε εὐθὺς ἐξ ἀρχῆς ἐπιχρισθῇ. μελαντηρίας, ὡς προείρηται, ἐσκευασμένης, μέλιτος τὸ ἴσον τήλεως χυλοῦ τὸ ἴσον μίξας ἅμα καὶ διηθήσας ἕψε πραοτέρῳ πυρί, κινῶν συνεχῶς, ἕως σύστασιν μέλιτος λάβῃ καὶ ἀναλαβὼν χρῶ. τὸν δὲ χυλὸν τῆς τήλεως σκεύαζε, ὡς προείρηται ἐν τῷ περὶ τῶν ἐν ὀφθαλμῷ ἑλκῶν λόγῳ, καὶ διηθῶν δὲ τὸν χυλὸν τῆς τήλεως μὴ ἐκπίεζε τὴν τῆλιν, ἀλλὰ τὸν αὐτομάτως ἀπορρέοντα ἔμβαλλε. εἰ δὲ μετὰ τὸ σκευασθῆναι τὸ φάρμακον καὶ ψυγῆναι θρόμβοι ἐν αὐτῷ γένωνται, μετακενώσας ὅλον ἢ κατὰ βραχὺ ἐν θυίᾳ λείου καὶ διαλύσας τοὺς θρόμβους ἀναλάμβανε καὶ χρῶ. Ἄλλη ὑγρὰ πρὸς τὰς συκώδεις ἐπαναστάσεις καὶ πρὸς πάσης σαρκὸς ἐξοχὴν καὶ πρὸς τὰς ἐγκανθίδας καὶ τὰς ἀρχομένας ὀφθαλμίας. μίσυος ὀπτοῦ 𐅻 η σμύρνης 𐅻 β μέλιτος τὸ ἀρκοῦν· ἢ μίσυος ὀπτοῦ 𐅻 ϛ χαλκάνθου σμύρνης ἀνὰ 𐅻 δ μέλιτος 𐆄 λ , σκεύαζε καὶ χρῶ. Ὀριβασίου ὑγρὰ πρὸς τοὺς δίχα ἑλκώσεως ὑποπύους. χαλκάνθου κρόκου ἀνὰ 𐅻 η ζιγγιβέρεως 𐅻 δ μέλιτος λι α . Τοῦ αὐτοῦ ὑγρά. μέλιτος 𐆄 β ὀποβαλσάμου σμύρνης ἀνὰ 𐅻 β ὀποῦ Κυρηναικοῦ 𐅻 α c ὀποπάνακος ὁμοίως. 〈Ἐκ〉 τοῦ αὐτοῦ ὑγρὰ ὑποπύοις Βάσσου. κρόκου ἀλόης σμύρνης ἀνὰ 𐆄 α c οἴνου 𐆄 γ μέλιτος 𐆄 ϛ · λειοῦται ὁ κρόκος σὺν ὀλίγῳ οἴνῳ, εἶτα ἀλόη σμύρνα· κἀπειδὰν σύστασιν λάβῃ παχυνθέν, ἐπιβάλλεται τῷ μέλιτι καὶ ἑνωθὲν ἀποτίθεται ἐν ὑέλῳ· χρῶ δὲ δὶς τῆς ἡμέρας ἐγχρίων· εἰ δ’ ἐπείγοι καὶ τρὶς καὶ ἐπιδέσμει τὸν ὀφθαλμόν. ἀνακαθαίρει σαρκοῖ ἐπουλοῖ μέχρι τέλους ἐγχριομένη. ἐπὶ δὲ τῶν πλείστων μετὰ τὴν ἀνακάθαρσιν ἐπὶ τὰ κολλύρια μεταβαίνομεν καὶ μάλιστα τὸ ἐπιγεγραμμένον αἰγυπτάριον αἰγοπρόσωπον. Ὑγρὰ διὰ πείρας. περιστερεῶνος ὀρθοῦ χυλὸν λυκίου Ἰνδικοῦ ἴσα τουτέστι ἀνὰ 𐆄 α ἑκάστου, μέλιτος τὸ ἴσον. Ὑγρὰ διὰ στέατος ἐχίδνης, παραδόξως ποιοῦσα πρὸς ἀρχομένας ὑποχύσεις καὶ ἀμβλυωπίας ἰᾶται. πηγάνου χυλοῦ ὀποβαλσάμου μαράθρου χυλοῦ χελιδονίας τῆς παρὰ τοῖς φραγμοῖς χυλοῦ στέατος ἐχίδνης τετηκότος ἐν διπλώματι μέλιτος ἀκάπνου ἴσον ἑκάστου μίξας ἅμα καὶ διηθήσας διὰ ῥάκους καθαροῦ, χρῶ θαρρῶν· ἐνίοτε τοῦ μέλιτος βαλὼν 𐆄 α c, τῶν δὲ λοιπῶν ἀνὰ 𐆄 α . Κολλύρια διάκροκα καὶ διάσμυρνα καὶ διάχυλα διάφορα.[130] |
| 102 | γλαυκίων 𐅻 κδ σαρκοκόλλης 𐅻 ιϛ κρόκου 𐅻 η κόμμεως 𐅻 η τραγακάνθης 𐅻 δ , ξηρὰ λειότατα πάντα ποιήσας ἀναλάμβανε τῇ τραγακάνθῃ ἀποβεβρεγμένῃ· ἢ οὕτως σκεύαζε· λείου ὕδατι τὴν σαρκοκόλλην, εἶτα ἐπίβαλλε τὰ γλαύκια σεσησμένα καὶ πάλιν λείου, εἶτα κρόκον ξηρὸν χνοωδέστατον γενόμενον, εἶτα τραγάκανθαν ξηρὰν λειοτάτην καὶ χνοώδη γενομένην καὶ τὸ κόμμι ὁμοίως ἐπίπασσον, ἵνα αὐθημερὸν ἢ τῇ ἑξῆς κολλυριασθῇ. χρονίσαντα γὰρ ἐν τῇ θυίᾳ τὰ διάκροκα μελαίνεται καὶ τῇ δυνάμει ἀλλοιοῦται. χρῶ δὲ αὐτῷ δι’ ὠοῦ, ὑδαρὲς ἐγχυματίζων· ἀρχομένης δὲ τῆς παρακμῆς παχύ, βεβαίας δὲ τῆς παρακμῆς γενομένης ὕδατι ἔγχριε. Ἄλλο διάσμυρνον. γλαυκίων 𐅻 μη σαρκοκόλλης 𐅻 μη κρόκου 𐅻 κδ ὀπίου σμύρνης ἀνὰ 𐅻 ϛ λίθου αἱματίτου 𐅻 ϛ τραγακάνθης 𐅻 μη κόμμεως 𐅻 ιϛ ὕδωρ· ἡ χρῆσις δι’ ὠοῦ. Φωσφόρος πρὸς περιωδυνίαν καὶ πᾶσαν φλεγμονὴν καὶ τὰς ἐπιτεταγμένας ἐπιφοράς. γλαυκίων 𐅻 κδ σαρκοκόλλης κρόκου ὀπίου σμύρνης μίσυος κεκαυμένου ἀνὰ 𐅻 η κόμμεως 𐅻 ιβ , ὕδωρ. Ἄλλο εὔχρουν, ποιοῦν ὅσα ὁ φωσφόρος καὶ πρὸς βλέφαρα παχέα καὶ τραχέα καλόν ἐστι καὶ παιδικοῖς, ὃ ἐσκεύασα. γλαυκίων 𐅻 ξδ σαρκοκόλλης 𐅻 λβ κρόκου 𐅻 κδ ὀπίου σμύρνης λίθου αἱματίτου ἀνὰ 𐅻 ϛ τραγακάνθης 𐅻 ιϛ κόμμεως ὁμοίως, ὕδωρ· ἐγχυμάτιζε δι’ ὠοῦ κατ’ ἀρχάς. Ἀνώδυνον διὰ χυλῶν πρὸς πᾶσαν περιωδυνίαν, ὕπνον ποιεῖ παραχρῆμα. γλαυκίων 𐅻 μη σαρκοκόλλης 𐅻 ιϛ κρόκου 𐅻 η ὀπίου λυκίου Ἰνδικοῦ ἀνὰ 𐅻 δ ῥόδων χυλοῦ 𐅻 δ μανδραγόρου χυλοῦ 𐅻 δ ὑοσκυάμου χυλοῦ κωνείου χυλοῦ ἀνὰ 𐅻 δ τραγακάνθης 𐅻 ιϛ κόμμεως 𐅻 η · ἀναλαμβάνεται μελιλώτου ἀφεψήματι· συντίθεται δὲ τὸν τρόπον τοῦτον· λαβὼν μελιλώτων λίτραν μίαν καὶ ὕδατος ὀμβρίου ξ̸ ϛ , ἕψεται εἰς τρίτον καὶ διηθήσας τὸ ὑγρὸν πρὸς τὴν τοῦ φαρμάκου σκευασίαν. Κολλύριον διὰ χυλοῦ πολυγόνου. χυλοῦ πολυγόνου 𐆄 ϛ λυκίου Ἰνδικοῦ 𐅻 ϛ ἀλόης σμύρνης λιβάνου ἀνὰ 𐅻 δ ὀπίου 𐅻 γ ἀκακίας μελαίνης πρωτείας 𐅻 ιβ οἴνου παλαιοῦ καὶ εὐώδους τὸ ἀρκοῦν. ποιεῖ πρὸς πάντα τὰ ἐν ὀφθαλμοῖς πάθη· ἀναστέλλει τὰ ῥεύματα καὶ παύει τὰς ὀδύνας· ἔστι δὲ φιλόλουτρον, ὅθεν ἐγχρίσας κέλευε λούεσθαι, ποιεῖ καὶ πρὸς ἕλκη. Κολλύριον διὰ χυλῶν ῥάμνου· κολλύριον πρὸς χημώσεις καὶ περιωδυνίας, εἰς ὃ μεγάλα τινὲς καυχῶνται. χαλκοῦ καδμίας ὀπίου ἀνὰ 𐆄 γ ἢ β ἀλόης κρόκου ἀνὰ Γρ ιϛ ἀκακίας κόμμεως ἀνὰ 𐆄 η ῥάμνου καρποῦ τοῦ χυλοῦ 𐆄 ιβ , ὕδωρ τὸ ἀρκοῦν· εἰ δὲ εὐπορεῖς, βάλε χυλὸν τοῦ καρποῦ ὅλον· τὸ δὲ κόμμι ὕδατι βρέχε. Κολλύριον διὰ χυλοῦ περιστερεῶνος, ὥστε μεγίστας ἐπιφορὰς ἐντὸς δευτέρας ἐγχρίσεως λύειν. κρόκου 𐅻 γ μέλιτος 𐅻 ϛ γλαυκίων 𐅻 ιβ ὀπίου Γρ γ ἀμύλου 𐅻 δ κόμμεως 𐅻 α , λέαινε, παραχέων χυλὸν περιστερεῶνος ὀρθοῦ καὶ ἀνάπλασσε καὶ χρῶ· ἔστι δὲ καὶ ἑτέρα δύναμις, μηδὲ πιστευθῆναι δυναμένη· ποιεῖ γὰρ πρὸς ὀφθαλμίαν καὶ οἰδήματα καὶ ἐμφυσήματα καὶ πᾶσαν ἐπιφορὰν καὶ τὰς ἀπηλπισμένας ἐν ὀφθαλμοῖς διαθέσεις ἐν ἡμέραις τρισὶν ἀπαλλάττει. κρόκου 𐅻 ιδ ἀμύλου 𐅻 ιβ γλαυκίων 𐅻 ιϛ ὠοῦ τοῦ λευκοῦ 𐅻 γ τραγακάνθης 𐅻 δ , λείοις, παραχέων περιστερεῶνος ὀρθοῦ χυλὸν καὶ χρῶ. Τὸ διὰ μαράθρου χυλοῦ. καδμίας 𐆄 θ στίμμεως 𐆄 η μίσυος ὠμοῦ 𐆄 ϛ ὀμφακίου 𐆄 α c χαλκίτεως 𐆄 α κρόκου 𐅻 α c φύλλου 𐆄 α μαράθρου χυλοῦ 𐆄 η · καὶ πάλιν ἀφεψήσας ἕτερα μάραθρα ὕδατι ὀμβρίῳ λείου τῷ ἀφεψήματι· πολλοῖς ἐσκεύασται.[45] |
| 103 | Περὶ μονοημέρων κολλυρίων Γαληνοῦ. ὡς τὸ πολὺ τὰ μονοήμερα κολλύρια μετὰ τοῦ λευκοῦ τοῦ ὠοῦ ἐγχριόμενα εὐθὺς ἐξ ἀρχῆς ἐκθεραπεύει τὰς ἄνευ πλήθους γιγνομένας ὀφθαλμίας. ὄντως γὰρ οὐκ ὀλιγάκις ταῦτα καὶ τὰς μεγάλας φλεγμονὰς ἐπράϋνεν οὕτως, ὡς εἰς ἑσπέραν μὲν λουτρῷ χρήσασθαι τὸν ἄνθρωπον, ἐπὶ δὲ τῆς ὑστεραίας τῷ ναρδίνῳ κολλυρίῳ πρὸς ἀποκατάστασίν τε καὶ τόνωσιν ὑπαλείψασθαι. παραμίγνυται δὲ τῷ ναρδίνῳ κατὰ μὲν τὴν πρώτην ὑπάλειψιν ἐλάχιστόν τι τῶν ἀποκρουστικῶν δριμέων καὶ στατικῶν ὀνομαζομένων κολλυρίων, κατὰ δὲ τὴν δευτέραν βραχύ τι τοῦ στατικοῦ πλέον. ἀρκοῦσι γὰρ αἱ δύο προσφοραὶ τοῦ φαρμάκου καί τις περίπατος οὐ πολὺς πρὸ βαλανείου εἰς τελείαν ἀποκατάστασιν. τὰ δ’ οὖν μονοήμερα κολλύρια καλούμενα τὰ μὲν ἰδίως ὀνομαζόμενα τρυγώδη πολλὴν ἔχει τὴν ἀκακίαν, ἔνια δὲ ἤτοι παντάπασιν ὀλίγην ἢ οὐδόλως ἔχοντα προσείληφε τὰ μὲν τὴν λεπίδα τοῦ χαλκοῦ, τὰ δὲ τὸν κεκαυμένον χαλκὸν ὀλίγον, ἅμα πολλοῖς τοῖς ἄλλοις ὅσα στύφει μετρίως καὶ πέττει καὶ διαφορεῖ. τοιαῦτα δέ ἐστι κρόκος καὶ σμύρνα καὶ λύκιον Ἰνδικὸν καστόριόν τε καὶ λιβανωτός, ἃ ἄνευ τοῦ στύφειν πέττει ἅμα καὶ διαφορεῖ. ἐφ’ ὧν μὲν οὖν ἐπικρατεῖ τὰ στύφοντα, πλεῖστον μὲν εἶναι δεῖ τὸ ὑγρὸν τοῦ ὠοῦ, βραχύτατον δὲ τοῦ φαρμάκου, καὶ μάλιστα ἐὰν ἔχῃ τι τῶν μεταλλικῶν τὸ φάρμακον. ἐφ’ ὧν δὲ ὅ τε κρόκος καὶ ἡ σμύρνα καὶ τὸ καστόριον ὄ τε λιβανωτὸς καὶ τὸ λύκιον ἐπικρατεῖ, βραχὺ παχυτέρῳ χρηστέον ἐστὶ τῷ φαρμάκῳ. πυρίᾳ δὲ χρηστέον πάντως ἐπ’ αὐτοῖς διὰ σπόγγου μετρίως μὲν ὀδυνωμένοις ἅπαξ ἢ δὶς τῆς ἡμέρας· εἰ δὲ σφοδρότερον ὀδυνώμενοι τύχοιεν, ἄμεινόν ἐστι καὶ τρὶς καὶ τετράκις καὶ πλεονάκις χρῆσθαι, μάλιστα ἐν ταῖς μεγάλαις ἡμέραις. ἡ πυρία δὲ γιγνέσθω δι’ ἀφεψήματος μελιλώτων καὶ τήλεως. παραφύλαττε δὲ τὴν χρῆσιν αὐτῶν, ἐφ’ ὧν πλῆθος ὑπόκειται ἐν παντὶ τῷ σώματι· τὰ γὰρ μονοήμερα ψυχρότερα ὄντα τῇ δυνάμει πίλησιν τῶν σωμάτων καὶ πύκνωσιν τῶν πόρων ποιεῖται. πλήθους δὲ ὕλης ὑποκειμένου τοῖς ὀφθαλμοῖς ῥήξεως τοῦ κερατοειδοῦς αἰτία γίγνεται. ἡμεῖς δὲ ἐπὶ τῶν προσφάτων ὀφθαλμιῶν τῷ Θεοδοτίῳ Σεβήρου ἐγχρίσαντες μεθ’ ὕδατος καὶ σπόγγον ἔξωθεν τῷ ὀφθαλμῷ ἐπιθέντες ἀπηλλάξαμεν τοῦ πάθους τὸν κάμνοντα. ὡς ἐπίπαν δὲ λουτρῷ χρῆσθαι παραιτούμεθα εὐθὺς μετὰ τὴν πρώτην ἔγχρισιν. τὰ δὲ μονοήμερα κολλύριά ἐστι τοιαῦτα· κολλύριον μονόμηλον καλούμενον διὰ τὸ ἀπὸ μιᾶς ἐγχρίσεως, φησί, θεραπεύειν· ἔστι δὲ πολυχρηστότατον· ποιεῖ πρὸς τὰς χρονίας καὶ δυσλύτους διαθέσεις καὶ μάλιστα ἐφ’ ὧν καὶ τὰ βλέφαρα τετράχυνται, καθ’ ὑποβολὴν ἐγχριόμενον. δεῖ δὲ μετὰ τὴν ἔγχρισιν μύειν τὸν ὀφθαλμὸν ἐπὶ πολύ. ποιεῖ καὶ πρὸς τὰς συγχύσεις τῶν ὀφθαλμῶν καὶ ἐπὶ σταφυλωμάτων· ἔστι δὲ καὶ παιδικὸν ἀγαθόν. χρῶ δὲ ἐπὶ μὲν τῶν ὑπομένειν δυναμένων τὴν δῆξιν μεθ’ ὕδατος ἀνιών, ἐπὶ δὲ τῶν ἄλλων μετ’ ὠοῦ, ἐπὶ πάντων δὲ καθ’ ὑποβολὴν τὸ βλέφαρον ὑπάλειφε. εἰ δὲ σφοδρὰ εἴη ἡ φλεγμονὴ μετ’ ὠοῦ ἐγχυμάτιζε. ἔχει δὲ οὕτως· καδμίας 𐅻 κδ χαλκάνθου χαλκίτεως ὀπτῆς ὀπίου ἀνὰ 𐅻 ιβ πεπέρεως κόκκοι κδ μέλιτος 𐆄 α c κόμμεως 𐅻 κδ , ὕδωρ· τὸ μέλι ἔσχατον ἐμβάλλεται. Κολλύριον πηλάριον· πρὸς μὲν τὰς ἀρχὰς ὑδαρὲς δι’ ὕδατος, πρὸς δὲ τὰς ἀκμὰς δι’ ὠοῦ ὑδαρές, πρὸς δὲ τὰς χρονιζούσας ὀφθαλμίας παχύτερον δι’ ὠοῦ, εἶτ’ ἐκ προσαγωγῆς καὶ ὕδατος τῷ ὠῷ μιγνυμένου, ἐπὶ τέλει δὲ δι’ ὕδατος μόνου. ἐπὶ μέντοι τῶν ἑλκώσεων ἔλαττον ἐνεργεῖ.[45] |
| 103 (50) | καδμίας 𐅻 ιϛ ψιμμυθίου 𐅻 μη ἀκακίας ὀπίου ἀνὰ 𐅻 κδ ἀμύλου τραγακάνθης κόμμεως ἀνὰ 𐅻 ιβ χαλκοῦ σμύρνης ἀνὰ 𐅻 γ κρόκου 𐅻 α c, ὕδωρ. Ἕτερον πηλάριον ὁ Ἀντωνῖνος· καδμίας ψιμμυθίου ἀνὰ 𐅻 κδ ἀκακίας 𐅻 η ὀπίου 𐅻 ιη κόμμεως τραγακάνθης ἀμύλου ἀνὰ 𐅻 θ σμύρνης 𐅻 γ χαλκοῦ κεκαυμένου κρόκου ἀνὰ 𐅻 α c, ὕδωρ. τοῦτο μᾶλλον ποιεῖ πρὸς ἑλκώσεις. Ἕτερον πηλάριον, ὃ καλοῦσι συνέκδημον. καδμίας πομφόλυγος ἀνὰ 𐆄 γ ψιμμυθίου 𐆄 ε ὀπίου 𐆄 α c ἀκακίας σμύρνης κόμμεως ἀνὰ 𐅻 η τραγακάνθης 𐆄 γ ἀμύλου 𐆄 ϛ χαλκοῦ κεκαυμένου κρόκου ἀνὰ 𐅻 δ , ὕδωρ· ἔστι δὲ κάλλιστον πρός τε χημώσεις καὶ τὰς λοιπὰς ὀφθαλμίας, καὶ πρὸς τὰς ἀκμὰς καὶ ἑλκώσεις πάσας μετὰ τοῦ μὴ δασύνειν τὰ βλέφαρα· ἀνακαθαίρει τε γὰρ καὶ πληροῖ καὶ κατουλοῖ μάλιστα τῷ πυρρῷ μιγνύμενον· ἀντὶ δὲ πομφόλυγος καδμίᾳ τρὶς κεκαυμένῃ χρῶμαι. Κολλύριον πηλάριον ἐδεσσηνόν. καδμίας 𐅻 ιϛ ψιμμυθίου 𐅻 η ὀπίου 𐅻 δ σαρκοκόλλης ἀμύλου ἀκακίας τραγακάνθης κόμμεως ἀνὰ 𐅻 β λεπίδος 𐅻 α , ὕδωρ· ἐγχρίων δὲ μεθ’ ὕδατος λοῦε. Περὶ τῶν στατικῶν κολλυρίων καὶ ἐρικηρῶν.[65] |
| 104 | καὶ τὰ στατικὰ δὲ καλούμενα κολλύρια ἀποκρουστικὰ τυγχάνει· ἵστησι γὰρ τὴν ἄτακτον ὁρμὴν τοῦ ῥεύματος. καὶ τὰ μὲν αὐτῶν Ἑρμόλαοι καλοῦνται, ἕτερα δὲ ἑξηκοντάρχια, ὡς οἶμαι, ἐκ τοῦ τὴν σύμπασαν σκευὴν ἑξήκοντα ἀρχῶν ὑπάρχειν, καί τινα αὐτῶν ἑκατοντάρχια· πολλαὶ δὲ καὶ τούτων αἱ ὕλαι γεγόνασι, πρὸς ἃς ὁ ἰατρὸς ἀχθείς, καθάπερ ἐν πελάγει ἰλιγγιάνας, πρὸς τὸ πλῆθος ἀφίπταται τοῦ σκοποῦ. δέον οὖν πάντων διακρίνοντας τὰς δυνάμεις εἰς ἓν τέλος ἁρμόσαι τὰς τούτων ἐνεργείας. γνῶναι μὲν γὰρ δεῖ ὡς ἅπαντα τὰ στατικὰ ψύχει καὶ στύφει, τὰ μὲν μᾶλλον, τὰ δὲ ἧττον, ἀλλὰ καὶ ξηραίνει ποσῶς. πρὸς τὰς ξηροτέρας τοίνυν ὀφθαλμίας τὰ τοιαῦτα χρήσιμα, οὐ μέντοι γε κατ’ ἀρχὰς εὐθέως. πρὶν γὰρ ἂν ἡ πέψις φανῇ, ἄριστον ἡμῖν καὶ θαυμαστὸν ὤφθη τὸ λευκὸν Σεβήρου κολλύριον ὃ διὰ χυλοῦ τήλεως σκευάζεται καὶ καδμίας καὶ ψιμμυθίου καὶ τραγακάνθης, καὶ τὸ μετ’ αὐτὸ γεγραμμένον. εἰς πέψιν δὲ ἀχθείσης τῆς διαθέσεως πάλιν ἐκ τῶν πολλῶν στατικῶν ἐπιτήδειον τὸ ἑκατοντάρχιον καλούμενον εὕρομεν, καὶ μᾶλλον αὐτοῦ τὸ μετ’ αὐτὸ γεγραμμένον. λαμβάνει δὲ τὸ ἑκατοντάρχιον χαλκοῦ μὲν 𐅻 ιβ καδμίας δὲ 𐅻 ιε σμύρνης ὀπίου ἀνὰ 𐅻 δ ἀκακίας 𐅻 λβ κόμμεως 𐅻 λβ κρόκου 𐅻 α , ὕδωρ. τοῦτο τὸ κολλύριον ὑδαρὲς πρὸς τὴν ἔγχρισιν παραλαμβανόμενον πρὸς τὰς συμπεπλεγμένας διαθέσεις ἁρμόδιον ὤφθη, ἐφ’ ὧν ἐστι φλεγμονὴ καὶ περίτασις καὶ ἐπίρροια τοῦ ῥεύματος. λεπτύνει μὲν γὰρ τὰ βλέφαρα καὶ τὰ τούτων δασύματα καὶ τραχώματα ἐξομαλίζει ὕδατι ἐγχριόμενον. καὶ ἀμβλυωπίας δὲ ἔπαυσε στῦψαν καὶ ὡς παρεκθλῖψαν τὰ προκείμενα τῷ ὀφθαλμῷ ὑγρά. ἐπὶ δὲ τῶν εὐαισθήτων ὀφθαλμῶν τῷ λευκῷ τοῦ ὠοῦ τὴν ἄνεσιν τοῦ κολλυρίου δεῖ ποιεῖσθαι· ἀπορήσαντες δέ ποτε τῷ λευκῷ τοῦ ὠοῦ, ἄρτον καθαρώτατον μὴ ὠξικότα μηδὲ ἁλῶν πλεῖστον μετέχοντα ἀποβρέχοντες, λαμβάνομεν τὸ ὕδωρ διηθημένον πρὸς τὴν ἔγχρισιν· εἰ δὲ μὴ ἄλευρον καθαρὸν ἀποβρέχοντες καὶ διηθήσαντες, χρώμεθα τῷ ἀποβρέγματι. προσήκει δὲ μὴ ἀθρόας τὰς μεταβολὰς τῶν βοηθημάτων ποιεῖσθαι, μηδὲ μὴν ἄλλῳ μὲν ἐγχρίειν, ἄλλως δὲ ἐπιχρίειν κολλυρίῳ. ξενισμὸν γάρ τινα παθὼν ὁ ὀφθαλμὸς μᾶλλον ἀδικεῖται. τῷ μὲν οὖν ἑκατονταρχίῳ, ὡς προείρηται, πρὸς τὰς συμπεπλεγμένας διαθέσεις χρηστέον, ἐξυδαρούντων ἡμῶν αὐτὸ ἐν τῇ χρήσει· αὕτη γὰρ αὐτοῦ θαυμάσιος ἀγωγή. Ἄλλο δέ τι κολλύριον στατικόν, τῆς μὲν αὐτῆς ὕλης τυγχάνον, διαφωνίᾳ δὲ μόνον διαφέρον πρὸς τὴν συσταθμίαν· ὑπερβάλλει δὲ τοῦ προτέρου κατὰ τὴν οἰκείαν ἐνέργειαν. μεγάλως γὰρ ἐθεασάμεθα τὴν τῶν αὐτοῦ ἔργων ἔκβασιν, καὶ τοῦτο δὲ τοῖς πολλοῖς τῶν ἰατρῶν ἀγνοεῖται. λαμβάνει δὲ χαλκοῦ κεκαυμένου 𐆄 γ καδμίας 𐆄 γ ὀπίου σμύρνης ἀνὰ 𐅻 δ ἀκακίας 𐆄 ζ c κόμμεως ὁμοίως, ὕδωρ. τοῦτο τὸ κολλύριον ἄρρητόν τινα κεκτημένον δύναμιν καὶ ἐν καιρῷ προσαχθὲν ἀπεγνωσμένα πάθη ἰάσατο καὶ ὀδύνας χαλεπὰς ἔστησεν. ὁ δὲ καιρὸς τῆς προσαγωγῆς αὐτοῦ ἡ τῆς ὀφθαλμίας ἀκμὴ τυγχάνει, ὁπηνίκα πέψις γένηται καὶ ἡ λήμη ὀφθείη καὶ ἐν αὐτῷ δὲ τῷ ὀφθαλμῷ ὥσπερ ὕφαιμόν τι ἐμφαίνηται. ἄν τε γὰρ χήμωσις τὸ λυποῦν, ἄν τε φλεγμονὴ τῶν βλεφάρων, ἁρμόδιόν ἐστι τούτοις τὸ βοήθημα· εἰς τοσοῦτον γὰρ ῥᾳστώνης οἱ κάμνοντες ἐπειράθησαν, ὡς ἐπὶ πολὺ πρὸ τούτου ἀγρυπνήσαντες, παρ’ αὐτὰ τῆς ἐγχρίσεως ὕπνου τυχεῖν. θαρρῶν οὖν προσέρχου τῷ βοηθήματι, περισκοπῶν μὴ λεπτὸν δάκρυον μετὰ τὴν ἔγχρισιν τοῦ κολλυρίου ἀπορρεύσειεν.[45] |
| 104 (50) | ἕξεις γὰρ κἀν τούτῳ τὸ σημεῖον τῆς ἐπιτεύξεως, τὸ μήθ’ ὅλως μετὰ τὴν ἔγχρισιν δάκρυον ἀπορρεῦσαι. οἷς μὲν γὰρ ἐπὶ τῆς πρώτης ἐγχρίσεως ἡ ἐπίσχεσις τοῦ δακρύου γέγονεν, ἄστυφοι δὲ διέμειναν, καὶ οἷον ὕπνος ἐπῆλθε, προσδοκητέον παρ’ αὐτῶν τὴν ὑγείαν, ὡς μὴ δεηθῆναι ἡμᾶς δευτέρας ἐγχρίσεως. εἰ δὲ στύψις γένηται κατὰ τὴν πρώτην ἔγχρισιν, ἐγχυματιστέον αὐτοὺς τῷ λευκῷ τοῦ ὠοῦ καθ’ αὑτὸ θερμανθέντι μετρίως, ἀλλ’ ἐν τῇ δευτέρᾳ ἢ τῇ τρίτῃ ἐγχρίσει ἀπαλλάσσονται τοῦ συμπτώματος· τὸ μὲν γὰρ πρῶτον ὥσπερ ξενιζόμενος ὁ ὀφθαλμὸς δάκνεται, τὸ δὲ δεύτερον ὡς ἐν συνηθείᾳ γενόμενος μᾶλλον ἥδεται· κνησμονὴ γὰρ ὀλίγη αὐτοῖς γίγνεται μετά τινος ἡδονῆς. καὶ τοῦτό ἐστι τὸ σημεῖον τῆς ἐπιτυχίας. τὰ γὰρ ἐν βάθει σώματα ἐλευθερούμενα τοῖς ἐπιπολῆς προρρίπτει τὰς αἰτίας. παρακελεύειν δὲ χρὴ τοῖς ἐγχρισθεῖσι μὴ ἀνοίγειν πρὸ τῆς πέψεως τοῦ κολλυρίου τοὺς ὀφθαλμούς· διακινούμενοι γὰρ οἱ πόροι ἀραιοῦνται καὶ συγκαταβαῖνον τὸ κολλύριον τῷ βάθει τὴν δῆξιν ποιεῖται. μετὰ δὲ τὴν πέψιν τοῦ κολλυρίου σπογγίζειν δεῖ, μὴ πάνυ πυριάσαντας καὶ ἐγχρίειν αὐτῷ τῷ κολλυρίῳ ὑδαρεστέρῳ. περίτασις γὰρ βλεφάρου γίγνεται ἐν τοῖς παχυτέροις περιχρίσμασι, ὡς δυσφορεῖν τὸν κάμνοντα καὶ βαρεῖσθαι τὰ βλέφαρα. ἐπὶ μὲν οὖν τῆς ἀρχῆς ὠῷ ἐγχριέσθω, ὑδαρέστερον μὲν ἀνιέντες αὐτό, τὴν συστροφὴν δὲ αὐτοῦ ποιήσαντες διὰ τοῦ πυρακονίου· παχύτερον γὰρ ἑαυτοῦ γίγνεται θερμαινόμενον. οὕτως γὰρ προσενεχθὲν ἐπὶ τῆς περιωδυνίας θαυμάσιον ὤφθη τὸ κολλύριον· καὶ γὰρ καὶ τὴν δοκοῦσαν ἐν αὐτῷ μικρὰν στύψιν ἐκ ταύτης τῆς ἀγωγῆς ἀποβάλλομεν παντελῶς. ἐπὶ δὲ τῆς ἀκμῆς μετ’ ὠοῦ παραλαμβανέσθω, ἐπὶ δὲ τῆς παρακμῆς ὕδατι καὶ ὑπὸ τὸ βλέφαρον ἐγχριέσθω. κἂν γὰρ δάσυμα ὑπολειφθῇ, ἰᾶται καὶ τοῦτο. καὶ τοῖς παιδίοις δὲ μεγάλως ἁρμόττει· ἀποθεραπεύει γὰρ καὶ τὰ τούτων συγκαύματα. ἐγχωρεῖ δὲ καὶ πλειόνων βοηθημάτων ἔκθεσιν ποιησαμένους δυσχέρειαν τοῖς ἐντυγχάνουσι μᾶλλον ἐγγενῆσαι, μικρῷ δὲ πόνῳ ἐπιλεξάμενοι, μᾶλλον δὲ τῇ πείρᾳ εὑρόντες τὰ προγεγραμμένα κολλύρια, τὰς ἐνεργείας ἅμα ταῖς σκευασίαις σαφῶς ἐκδεδώκαμεν. Κολλύριον στατικὸν τὸ δι’ ἐλαίου, ὡς Ὀριβάσιος. καδμίας κεκαυμένης πεπλυμένης 𐅻 μ χαλκοῦ κεκαυμένου πεπλυμένου 𐅻 κ ὀπίου σμύρνης ἀνὰ 𐅻 ι ἀκακίας κόμμεως ἀνὰ 𐅻 ρκ , ὕδατι λείου καὶ πρὸς τὴν ἀνάληψιν ἐπίβαλλε ἐλαίου ὀμφακίνου 𐆄 γ καὶ 𐅻 γ . πρὸς ἀρχὰς ὑδαρὲς δι’ ὠοῦ. Ἄλλο τὸ δι’ ἐλαίου, ὡς ἐπειράθην, ποιεῖ πρὸς ἀρχὰς ὀφθαλμιῶν καὶ ῥεύματα καὶ παλαιὰς διαθέσεις καὶ πρὸς τὰ διαβεβρωμένα βλέφαρα. καδμίας 𐅻 κδ χαλκοῦ ὁμοίως σμύρνης 𐅻 γ ὀπίου 𐅻 α ἀκακίας κόμμεως ἀνὰ 𐅻 μη ἐλαίου ὀμφακίνου 𐆄 β , ὕδατι λείου. Κολλύριον ὑγίδιον αἰγοπρόσωπον στατικόν· πρὸς μὲν ἀρχὰς δι’ ὠοῦ παχύ, καὶ πρὸς παρακμὰς ὡσαύτως, πρὸς δὲ τὰς ἀκμὰς ὑδαρές. ποιεῖ δὲ παραδόξως πρὸς ὑποπύους καὶ ῥυπαρὰ ἕλκη ἀνακαθαῖρον κατὰ βραχύ, ἀνωδύνους τε παραχρῆμα ποιοῦν. καδμίας χαλκοῦ ὀπίου ἀνὰ 𐆄 α c κρόκου 𐅻 δ ἀλόης 𐆄 κ λυκίου Ἰνδικοῦ 𐆄 β ἀκακίας 𐆄 β σμύρνης 𐅻 δ τραγακάνθης 𐆄 α κόμμεως 𐆄 ϛ , ὕδωρ. Κολλύριον Ἑρμόλαος ὁ μέγας· ποιεῖ πρὸς τὰ προρρηθέντα πολλῷ ἄμεινον. καδμίας 𐆄 η ναρδοστάχυος 𐆄 α c χαλκοῦ 𐆄 α c κρόκου σμύρνης ὀπίου ἀνὰ 𐅻 δ μᾶλλον δὲ 𐆄 δύο ἀλόης 𐆄 η λυκίου Ἰνδικοῦ 𐆄 β ἀκακίας 𐆄 κ κόμμεως 𐆄 κ , ὕδωρ. Κολλύριον Ἑρμόλαος ὁ μικρός. καδμίας χαλκοῦ ἀνὰ 𐆄 α κρόκου σμύρνης ἀνὰ 𐅻 δ ἀλόης κόμμεως ἀνὰ 𐅻 η ἀκακίας 𐅻 κ , χρῶ αὐτοῖς παραμίσγων τοῖς ἀδήκτοις κολλυρίοις καὶ ἐγχυματίζων κατ’ ἀρχὰς δι’ ὠοῦ.[95] |
| 104 (100) | Κολλύριον φαιὸν Ὀλυμπιονίκου. ποιεῖ πρὸς τὰς μεγίστας περιωδυνίας καὶ χημώσεις καὶ καθόλου τῶν ἐπιτετευγμένων ἐστὶ κολλυρίων· καὶ γὰρ εὐθέως ἀπαλλάττει. καδμίας στίμμεως ἀλόης ἀνὰ 𐅻 η σμύρνης κρόκου ὀπίου ἀνὰ 𐅻 δ κόμμεως 𐅻 η , ὕδωρ ἡ χρῆσις δι’ ὠοῦ· ἡ κρᾶσις παχυτέρα· ἐγὼ προσέθηκα πομφόλυγος 𐅻 δ καὶ λιβάνου ὁμοίως. Ἐρικηρὸν τὸ ἀχάριστον προσαγορευόμενον, πρὸς τὰς μεγίστας ἐπιφοράς· μόνῳ τούτῳ ἐν Αἰγύπτῳ χρώμενοι εὐημεροῦσι καὶ μάλιστα ἐπὶ τῶν ἀγροικοτέρων. καδμίας 𐅻 ιϛ χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου ἀκακίας ἀνὰ 𐅻 η ὀπίου ἐρείκης καρποῦ σμύρνης ἀνὰ 𐅻 δ κόμμεως 𐅻 ιϛ , ὕδατι λείου καὶ ἀναλάμβανε· ἡ χρῆσις δὲ διὰ γάλακτος γυναικείου. ἡ κρᾶσις μέση. ὅπου δέ ἐστι περὶ τοὺς ὀφθαλμοὺς διάθεσις, ἀπέχεσθαι δεῖ τοῦ κολλυρίου. ἐγὼ δὲ τούτῳ ἐχρησάμην. καδμίας 𐅻 ιϛ χαλκοῦ κεκαυμένου πεφρυγμένου 𐅻 δ ἐρείκης καρποῦ ὀπίου ἀνὰ 𐅻 β σμύρνης 𐅻 α ἀκακίας 𐅻 ϛ κόμμεως 𐅻 η , ὕδωρ. ἡ χρῆσις ἐν μὲν ταῖς ἀρχαῖς ὑδαρής, καὶ λοῦε, ἐν δὲ ταῖς παρακμαῖς μετ’ ὠοῦ παχὺ ἔγχριε. Ἄλλο κολλύριον ἐρικηρόν, ὃ ἔλαβον μετὰ πολλοῦ καμάτου, ὡς μέγα δῶρον. ποιεῖ πρὸς τὰ προρρηθέντα πολλῷ κρεῖττον καὶ πρὸς τὰ τραχέα βλέφαρα καὶ πρὸς ἀτονίαν αὐτῶν. ἐὰν μὴ πρότερον τὸν μισθὸν λάβῃς, μὴ ἔγχριε. καδμίας χαλκίτεως ὠμῆς ἀνὰ 𐅻 η χαλκοῦ κεκαυμένου ὀπίου κρόκου ἐρείκης καρποῦ ἀνὰ 𐅻 δ ἀλόης 𐆄 ϛ ἀκακίας 𐅻 ιβ κόμμεως ὁμοίως, ὕδωρ. Ἄλλο κολλύριον ἐρικηρὸν εὐδόκιμον, καλεῖται καὶ ἐσχισμένον ἀχάριστον, ποιοῦν πρὸς ῥεύματα παλαιὰ καὶ ὀδύνας μεγίστας τὰς δίχα ἑλκώσεως ἀπ’ ἀρχῆς μέχρι τέλους σὺν ὕδατι, ἐπέχει χρόνια ῥεύματα ἐπὶ ἑλκώσεως μετ’ ὠοῦ ὑδαρές, τραχώματα δὲ λεπτύνει μεθ’ ὕδατος καὶ λευκώματα ἀποσμήχει καὶ τὰς κεχρονισμένας ταραχὰς τῆς ὄψεως ἰᾶται, καὶ μετὰ τὴν ἄρσιν τῶν πτερυγίων ἐστὶ καὶ εὔχρηστον· ἀπολεπτύνει γὰρ τοὺς ὑμένας καὶ τὰς οὐλὰς ὁμαλὰς ἐργάζεται· σφόδρα τέ ἐστιν ὠφέλιμον ἐπὶ τῶν ὑποκεχυμένων μετὰ τὴν παρακέντησιν· διὰ γὰρ τῆς ἠπίας στύψεως τόνον τῷ ὀφθαλμῷ ἐντίθησιν. ἔστι δὲ καὶ παιδικὸν εὔχρηστον. καδμίας 𐅻 ιϛ χαλκοῦ 𐅻 δ ἐρείκης καρποῦ ὀπίου σμύρνης ἀνὰ 𐅻 η ἀκακίας 𐅻 δ κόμμεως 𐅻 η . τούτου μὲν ἐγὼ πεῖραν οὐκ ἔλαβον. ὅσα δὲ περὶ αὐτοῦ ἐρρέθη, ποιεῖ τὸ πρὸ αὐτοῦ γεγραμμένον. Περὶ τῶν ἀδήκτων κολλυρίων Γαληνοῦ.[130] |
| 105 | τῶν ἀδήκτων λεγομένων τινὰ μὲν γεώδη ταῖς οὐσίαις ἐστὶν ἄνευ ψύξεως ἐπιφανοῦς ἢ θερμασίας ἐν τῷ μέσῳ πως τούτων καθεστηκότα καὶ τούτων αὐτῶν ἔνια μὲν βραχύ τι ψύξεως ἢ θερμασίας μετέχοντα, τινὰ δὲ οὐδόλως οὐδεμίαν ἐμφαίνοντα τοιαύτην δύναμιν. ὅλον γοῦν τὸ γένος αὐτῶν ἐμπλαστικόν ἐστι, ἐναντίαν ἔχον τὴν δύναμιν τοῖς ἐκφρακτικοῖς, ὁποῖος ὅ τε Σάμιος ἀστήρ, λεπτομερέστερος ὢν τῆς ἁπλῶς ὀνομαζομένης Σαμίας γῆς ὅ τε πεπλυμένος πομφόλυξ καὶ ἡ σποδὸς αὐτοῦ πλυθεῖσα καὶ ἡ καδμία κεκαυμένη καὶ πεπλυμένη. ταύτῃ δὲ καὶ βραχύ τι ῥυπτικὸν ὑπάρχει, ἐάν τε μετὰ τὴν καῦσιν, ἐάν τε χωρὶς ταύτης πλυθῇ. τῇ πομφόλυγι δὲ καὶ τῷ σποδίῳ βραχύ 〈τι〉 στυπτικόν, ὥσπερ γε καὶ τῷ κεκαυμένῳ καὶ πεπλυμένῳ μολύβδῳ· ἔστι γὰρ ἄδηκτον, ἔχει δέ τι καὶ στύψεως. ἔστι δὲ καὶ τὸ ἄμυλον ἄδηκτον καὶ τὸ ψιμμύθιον πλυθὲν ἐγγύς ἐστι τῇ δυνάμει τοῦ κεκαυμένου καὶ πεπλυμένου μολύβδου. ἄδηκτον δέ ἐστι καὶ τὸ τῆς τήλεως ἀφέψημα καὶ τὸ ἐν τοῖς ὠοῖς λευκὸν καὶ λεπτόν. καὶ τὸ γάλα τὸ εὔχυμον ἐν τῷ γένει τούτων ἡγητέον εἶναι τό τε κόμμι καὶ τὴν τραγάκανθαν· τὸ δὲ στίμμι ἄπλυτον μὲν ἰσχυρὰν ἐπιδείκνυται τὴν στυπτικὴν δύναμιν· ἐκλύεται δὲ πλυθὲν ὡς ἐγγὺς ἥκειν ἀδήκτου. ἕτερον δὲ γένος ἐστὶ τῶν βραχεῖαν ἐχόντων δῆξιν, ἐκ τοῦ μεμίχθαι τινὰ αὐτοῖς τῶν ἐπ’ ὀλίγον στυφόντων, ὁποῖά ἐστι ῥόδα τε καὶ λιβανωτός, ὀλίγην μὲν ἐχόντων τῶν ῥόδων τὴν στύψιν, ὀλίγον δὲ καὶ τὸ ῥυπτικὸν τοῦ λιβανωτοῦ. θερμὸς δὲ συμμέτρως ὑπάρχων ὁ λιβανωτὸς κατὰ δύναμιν ἔχει τι διὰ τοῦτο πεπτικὸν καὶ ἀνώδυνον. ἐκ ταὐτοῦ δὲ τοῦ γένους αὐτῶν κατὰ τὸ πέττειν τε καὶ διαφορεῖν μετρίως ἡγητέον εἶναι τόν τε κρόκον καὶ τὴν σμύρναν, ἀλλήλων διαφέροντα τῷ τὸν μὲν κρόκον στύφειν μετρίως, τὴν δὲ σμύρναν ἄνευ στύψεως διαφορεῖν καὶ ξηραίνειν τὰς ὑγρότητας οὐκ ἀγεννῶς. προσφέρεται μὲν οὖν ὑπὸ τῶν ἰατρῶν τὰ ἀδηκτότατα κατὰ τὰς δυσιατωτέρας διαθέσεις, ἐν αἷς ἕλκος ἐστὶν ἤτοι μόνον ἢ μετὰ διαβρώσεως τοῦ κερατοειδοῦς χιτῶνος καὶ προπτώσεως τοῦ ῥαγοειδοῦς, ἐκρεόντων ἰχώρων δακνωδεστάτων. ἐπὶ τούτων γὰρ οὐδὲν τῶν ἄλλων φαρμάκων ἁρμόττειν φαίνεται, τῶν μὲν στυφόντων κατεχόντων τοὺς ἐκρέοντας ἰχῶρας καὶ κατὰ τοῦτο τὴν ἐκ τῆς δήξεως αὐτῶν ὀδύνην ἐπιτεινόντων, τῶν δὲ δριμέων συναυξανόντων τὴν διάθεσιν. ἡ δὲ τῶν χαλαστικῶν τε καὶ διαφορητικῶν φαρμάκων δύναμις ἐκκενοῦν μὲν δύναται τὸ γενόμενον, οὔτε δὲ τὸ ἡλκωμένον ἀνατρέφειν, ἢ ἐπουλοῦν, οὔτε τὸ προπεπτωκὸς προστέλλειν τε καὶ κατακλείειν, ὥσπερ οὐδὲ ἡ τῶν πεπτικῶν, εἰ καὶ τὸ πέττειν τὰς διαθέσεις οὐ σμικρὸν ἔχει. τί δεῖ καὶ λέγειν ἔτι περὶ τῶν ὀξείας ἢ πικρὰς ἐχόντων φαρμάκων δυνάμεις, ὡς δακνώδη καὶ παροξυντικὰ τῶν τοιούτων ἐστὶ διαθέσεων; ἐπὶ πλέον δὲ αὐτῶν ἥκει κακίας τὰ νιτρώδη δύναμιν καὶ ἁλμυρώδη ἔχοντα. πρὸς ταύτας οὖν τὰς διαθέσεις ἁρμόττειν φαίνεται τὸ τῶν προειρημένων ἀδήκτων φαρμάκων γένος, ἐκθεραπεύειν ἀδήκτως δυνάμενον τὰ μετὰ ῥεύματος δριμέος ἕλκη, ἐν πλείονι χρόνῳ τὴν ἐν τῷ πεπονθότι μορίῳ κακοχυμίαν ἐκδαπανῶντα ἢ ξηραίνοντα, ἥτις διαφθείρει καὶ τὸ ἐπιρρέον τοῖς τόποις χρηστὸν αἷμα. καλεῖται δὲ ὑπὸ τῶν ἰατρῶν τὰ τοιαῦτα κολλύρια Λιβιανὰ καὶ κύκνοι, προσάγουσι δὲ αὐτὰ τοῖς ὀφθαλμοῖς ἀποτρίβοντες σὺν γάλακτι εὐχύμου γυναικός, διότι βούλονται φυλάττεσθαι τὸ τῶν ὠῶν ἐμπλαστικόν. περιεχομένου γὰρ ἐν τῷ γάλακτί τινος ὀρρώδους ῥυπτικοῦ, σύμμετρος ἡ χρῆσις αὐτοῦ γίγνεται τῇ προκειμένῃ θεραπείᾳ.[45] |
| 105 (50) | ῥυπτικῶν γὰρ ἀδήκτων χρῄζει τὰ πληρώσεως δεόμενα τῶν ἑλκῶν. εἰ δὲ μὴ παρείη γάλα τοιοῦτον, διὰ τοῦ τῆς τήλεως ἀφεψήματος ἄμεινον τρίβειν ἐπὶ τούτων τὰ κολλύρια, ῥυπτικὸν ἐχούσης τι καὶ αὐτῆς. Περὶ τῶν ἀδήκτων λευκῶν κολλυρίων καὶ κυκναρίων. |
| 106 | τὰ μὲν οὖν σποδιακὰ καὶ τὰ τεφρακὰ καλούμενα κοινὴν ἔχει δύναμιν τὴν παρηγορικὴν ψυκτικήν τε καὶ μετρίως ἄδηκτον. ἕτερον δέ ἐστι λευκὸν κολλύριον, ὃ τοὺς πολλοὺς μὲν διέφυγε διὰ τὴν τῆς κατασκευῆς εὐτέλειαν, πρός τινων δὲ ἐνομίσθη μηδὲν ἐργάσασθαι δυνάμενον, πολλὴν δὲ ἐκ τούτου ἐκαρπωσάμεθα τὴν ὠφέλειαν πρὸς τὴν προκειμένην διάθεσιν. ὑπερβαλλόντως μὲν οὖν ποιεῖ πρὸς πᾶσαν θερμὴν ὀφθαλμίαν, ἐνεργεῖ δὲ καὶ πρὸς τὰ κνησμώδη καὶ περιβεβρωμένα βλέφαρα. πολλάκις γὰρ ἡμῶν πολλὰ ποιησάντων ἐπὶ τοιαύτης δυσκρασίας ἠστοχοῦμεν, ὀψὲ δέ ποτε εὐπορήσαντες τούτου μεγάλην δύναμιν εὕρομεν ἐν αὐτῷ ἐπὶ τῆς δυσιάτου καὶ σχεδὸν ἀνιάτου διαθέσεως· εἰς τοσοῦτον γὰρ παρεμυθήθη ὁ κάμνων, ὡς θεόθεν αὐτὸν λέγειν εἶναι τὸ κολλύριον. καὶ πρὸς ὑποπύους δὲ ὀφθαλμοὺς δαιμονίως ποιεῖ· ξηραίνει γὰρ αὐτῶν ἀδήκτως τὸ ὑγρὸν ἐν βραχεῖ χρόνῳ καὶ ἀτάραχον τὸν ὀφθαλμὸν φυλάττει. θεραπεύει δὲ συντόμως καὶ τὰς ὑπὸ τῶν μικρῶν κανθῶν ἐν τῷ λευκῷ γιγνομένας ἐρυθρότατας· συμπάρεστι δὲ αὐταῖς κατὰ μέσου ὥσπερ καὶ ἐξάνθημά τι, ἀφ’ οὗ καὶ τὸ ὅλον ἐρύθημα συνέβη· ἐπὶ μὲν οὖν τῶν προρρηθεισῶν διαθέσεων, ἐν οἷς καὶ τὴν ἕλκωσιν ὑπεθέμεθα, δαιμονίως ποιεῖ, ὡς μηδὲ τῆς τήλεως ἡμᾶς δεηθῆναι, ἐπειδὴ αὕτη τῇ συνθέσει τοῦ κολλυρίου συμπάρεστι. χρώμεθα δὲ αὐτῷ ἄλλοτε ἄλλως· ἐπὶ μὲν περιωδυνίας ἅμα τῷ λευκῷ τοῦ ὠοῦ· οὕτως γὰρ αὐτοὺς παρ’ αὐτὰ παρηγορεῖ. ἐφ’ ὧν δὲ ὀδύνη μὲν οὐ κρατεῖ, πεπάχυνται δὲ τὰ βλέφαρα, καὶ ὕδατι ἐγχυματίζομεν, ἐνίοτε δὲ καὶ ἐγχρίομεν. καὶ πρὸς πᾶσαν ἁπλῶς θερμῆς ὀφθαλμίας ἀρχὴν τὴν ἄλλην τῶν κολλυρίων ὕλην περιττὴν ἡγούμεθα· ὑπερανέβη γὰρ τῶν ὁμογενῶν αὐτοῦ κατὰ δύναμιν· ἀδηκτότερον μὲν γὰρ καὶ παρηγορικώτερόν ἐστι τῶν ἄλλων· τὰ μὲν γὰρ ἄλλα ὀπίου λαμβάνοντα καὶ ἀμύλου, ἔσθ’ ὅτε δὲ καὶ σμύρνης φερούσης τινὰ στύψιν· τοῦτο δὲ τὸ κολλύριον ἠλευθέρωται τούτων· τοῦ μὲν γὰρ κροκηροῦ ὑπερβάλλει κατ’ ἐνέργειαν. πρὸς γὰρ τὰς ἐγκαύσεις καὶ πυρακτώσεις τῶν βλεφάρων ποιεῖ καὶ πρὸς τὰς ἐκ τοῦ ἡλίου περιφλέξεις· καὶ τὰ λεπτὰ δὲ καὶ δριμέα τῶν ῥευμάτων ἀμβλύνει ὕδατι ἐγχριόμενον. ποτὲ δὲ καὶ ῥόδων ἀφεψήματι καὶ τοὺς γλαυκοφθάλμους τε καὶ προπετῆ ἔχοντας τὴν τοῦ κρυσταλλοειδοῦς ὑγροῦ θέσιν, καλῶς λαμπρύνει ὑδαρὲς ἐγχυματιζόμενον. καὶ ὅσοις δὲ ἡ τῶν ὀφθαλμῶν φύσις οὐ φέρει σύστασιν, τούτοις πᾶσιν ἄριστόν ἐστι βοήθημα. ἡ δὲ σύνθεσις τοῦ κολλυρίου αὕτη· ψιμμυθίου 𐆄 ιβ καδμίας 𐆄 ϛ τραγακάνθης 𐆄 γ · σκευάζεται δὲ οὕτως· καδμίαν βοτρυίτην ἀνθράκοις διαπύροις κρύψαντες, ῥιπίζομεν τὴν φλόγα καὶ διαπύρου γενομένης τῆς καδμίας αἴροντες σβέννυμεν γάλακτι ὀνείῳ, ἔπειτα δεύτερον αὐτὴν τοῖς ἄνθραξιν ἐγκρύβομε καὶ πυρωθείσης αὖθις σβέννυμεν γάλακτι καὶ ἐκ τρίτου τὸ αὐτὸ ποιοῦμεν· εἶτα κόψαντες σήσαντες λεπτοτάτῳ κοσκίνῳ καὶ βαλόντες εἰς θυίαν τινὰ οὐ βαθεῖαν καὶ ἐπιβάλλοντες ὕδωρ πηγαῖον καθαρὸν λειοῦμεν· εἶτα ἐάσαντες καταστῆναι, σίφωνι ἀνασπῶμεν τὸ ὕδωρ σὺν τῷ ἐφισταμένῳ ἐπιπάγῳ· καὶ αὖθις ἕτερον καθαρὸν ὕδωρ ἐπιβάλλοντες λειώσαντες ἱκανῶς καὶ ἐάσαντες πάλιν καταστῆναι, ἀνασπῶμεν τῷ σίφωνι τὸ ὕδωρ· καὶ τοῦτο ποιοῦμεν πλειστάκις, ἄχρι μηκέτι ἐφίστηται τῷ ὕδατι ἐπίπαγος. εἶτα ξηραίνοντες τὴν καδμίαν ἀκριβῶς καὶ σήσαντες 𐆄 τὸ ϛ καὶ βαλόντες εἰς θυίαν κολλυριακὴν καὶ ἐπιβάλλοντες ὕδωρ ὄμβριον καθαρώτατον λειοῦμεν ἀκριβέστατα, ὡς μὴ ὑποπίπτειν τῇ γλώττῃ τὴν τραχύτητα· καὶ οὕτως τὸ ψιμμύθιον τῷ προειρημένῳ τρόπῳ ἀποπλύνοντες, ἐπιβάλλομεν τῇ καδμίᾳ καὶ συλλειώσαντες αὐτὰ ἐπὶ ἡμέρας ιε σὺν ὀμβρίῳ ὕδατι, τότε λαμβάνομεν τὴν τραγάκανθαν λευκὴν καὶ διαυγεστάτην καὶ ἀποπλύνοντες αὐτὴν καὶ ἀποβάλλοντες τὰ ἐν αὐτῇ ψαμμώδη βρέχομεν εἰς ἀφέψημα τήλεως καὶ ἐῶμεν βραχῆναι νύκτα καὶ ἡμέραν μίαν μόνον.[55] |
| 106 (50) | πλεῖστον δὲ χρὴ ἐμβάλλειν τοῦ χυλοῦ τῆς τήλεως σκευασθέντος, ὡς προείρηται ἐν ἀρχῇ τοῦδε τοῦ λόγου· ἀναπίνεται γὰρ ὑπὸ τῆς τραγακάνθης ὡς ὑπὸ σπόγγου· τῇ οὖν δευτέρᾳ τῶν ἡμερῶν ἐν θυίᾳ καθαρᾷ κατὰ βραχὺ λειοῦντες τὴν τραγάκανθαν ἐμβάλλομεν ἐν τῇ θυίᾳ τοῖς προλειωθεῖσι, καὶ συναναμίξαντες ἐπιμελῶς ἀναλαμβάνομεν ἐν πίναξιν ὑελίνοις καὶ σκεπάσαντες ὀθονίῳ ὑψηλῷ εἰς ἄνικμον ἀποτιθέμεθα τόπον, ἔνθα πνεῖ ἄνεμος· ἀναχαλᾷ γὰρ τὸ κολλύριον καὶ βραδύνει πρὸς τὸ πλασθῆναι, ἐὰν ἐν διύγρῳ ἀποτεθῇ τόπῳ· οὐ τοσοῦτον γὰρ χρόνον ἀπαιτεῖ πρὸς τὴν λείωσιν ὅσον πρὸς τὴν ἀνάπλασιν. ἔστι μὲν οὖν ἡ τοῦ κολλυρίου σκευὴ αὕτη καὶ ἡ δύναμις ἡ προειρημένη. δυνήσῃ δὲ ἐκ ταύτης τῆς μεθόδου καὶ ἐπὶ τὰς ὁμογενεῖς ταύτης βαδίζειν ὕλας. Λιβιανὰ δέ ἐστι ταῦτα καὶ τεφρὰ καὶ σποδιακὰ καλούμενα καὶ κυκνάρια καὶ τὰ λευκὰ διάρροδα καὶ τὰ διὰ χυλοῦ κόρεως σκευαζόμενα, ὧν ἁπάντων κρεῖττον ὤφθη τὸ προκείμενον κολλύριον. κάλλιστον δὲ τῇ πείρᾳ κέκριται καὶ τοῦτο· καδμίας κεκαυμένης καὶ πεπλυμένης, ὡς προείρηται, 𐆄 δ ψιμμυθίου ὁμοίως πεπλυμένου 𐆄 ιϛ ἀμύλου προσφάτου 𐆄 ιϛ ὀπίου 𐅻 δ τραγακάνθης 𐆄 δ · λείου τὰ λοιπὰ ὕδατι, τὴν τραγάκανθαν βρέχε τῷ χυλῷ τῆς τήλεως, ὡς προείρηται, ἐπιμελῶς σκευασθέντι, τὸ δὲ ἄμυλον μήτε ὀξῶδες μήτε δυσῶδες ἔστω. Κολλύριον ὀνίλαμον ἐπικαλούμενον ἁπαλὸν ἀνώδυνον ναρκωτικὸν ἐκ τοῦ γένους ὑπάρχον τῶν κυκναρίων· ποιεῖ δὲ καὶ ἐπὶ τῶν ἑλκώσεων μετὰ τὴν πρώτην ἀκμὴν ὀδύνης παρούσης ἐγχριόμενον παχύ. ψιμμυθίου πεπλυμένου 𐆄 ϛ καδμίας κεκαυμένης καὶ πεπλυμένης 𐆄 δ πομφόλυγος πεπλυμένου διὰ ῥάκους 𐆄 β ὀπίου τραγακάνθης κόμμεως ἀνὰ 𐆄 β , ὕδωρ. Κολλύριον Ἀσκληπιάδου ἀνώδυνον πρὸς ῥεῦμα παντοῖον ἕλκη περιωδυνίας ψύδρακας προπτώσεις χημώσεις παντοίας διαθέσεις. ψιμμυθίου πεπλυμένου 𐅻 η γῆς Σαμίας 𐅻 η σποδοῦ πομφόλυγος πεπλυμένης 𐅻 β τραγακάνθης ὀπίου ἀνὰ 𐅻 β κόμμεως 𐅻 δ , ὕδωρ· ἡ χρῆσις δι’ ὠοῦ. Κολλύριον ἀθανασία καλούμενον. καδμίας κεκαυμένης καὶ ἐσβεσμένης γάλακτι ὀνείῳ καὶ πεπλυμένης 𐆄 ιβ ὀπίου 𐆄 ι ψιμμυθίου μανδραγόρου χυλοῦ ἀνὰ 𐆄 ιβ ἀμύλου κριθίνου 𐆄 ιβ , λείου ὕδατι· καὶ παρὰ τὴν ἀνάληψιν ἐπίβαλλε ὠῶν προσφάτων τὰ λευκὰ η . Κολλύριον ὁ κύκνος τῆς βασιλίσσης πρὸς τὰς μεγίστας περιωδυνίας καὶ διαθέσεις. καδμίας πεπλυμένης 𐅻 ιϛ ψιμμυθίου πεπλυμένου 𐅻 η ἀκακίας ξανθῆς 𐅻 β ὀπίου ξανθοῦ τραγακάνθης ἀνὰ 𐅻 β κόμμεως λευκοῦ 𐅻 β ἀμύλου 𐅻 β , ὕδατι λείου· τὸ δὲ ἄμυλον ὕστερον ἐπίπασσε· ἐγχρονίσαν γὰρ ἐν τῇ θυίᾳ ὀξίζει καὶ δριμὺ ἀποτελεῖ τὸ κολλύριον. πρὸς δὲ τῇ ἀναλήψει ἐπίβαλλε ὠῶν ὠμῶν προσφάτων δ τὸ λευκόν. Κολλύριον ὁ τοῦ Βολᾶ παρηγορικὸν πάσης φλεγμονῆς καὶ συμπεπτικόν. ψιμμυθίου πεπλυμένου 𐅻 λβ κρόκου 𐅻 γ ὀπίου 𐅻 δ ἀμύλου προσφάτου 𐅻 η κόμμεως 𐅻 λβ , ὕδωρ. Κολλύριον ὁ διὰ τοῦ λιθαργύρου, ὃν Αὔγουστον καλοῦσι. λιθαργύρου κεκαυμένου πεπλυμένου ἀμύλου κόμμεως ἀνὰ 𐆄 β πομφόλυγος πεπλυμένης γῆς Σαμίας ὀπίου [ἀμύλου] τραγακάνθης ἀνὰ 𐆄 α ψιμμυθίου πεπλυμένου 𐆄 δ , ὕδωρ· ἔστιν ἀνωδυνώτατον καὶ ἀρευμάτιστον καὶ ἀτάραχον φυλάττει τὸν ὀφθαλμόν.[95] |
| 107 | Κολλύρια Λιβιανὰ καὶ τεφρὰ καὶ σποδιακά. κολλύριον λιβιανὸν Ἀσκληπιάδου πρὸς φλυκτίδας ἐπικαύματα ῥήξεις κοιλώματα ὑποπύους ὀφθαλμοὺς χημώσεις σταφυλώματα περιωδυνίας καὶ διαθέσεις, ἀποσμήχει δὲ καὶ οὐλάς. ἔχει δὲ οὕτως· καδμίας κεκαυμένης καὶ πεπλυμένης ψιμμυθίου κεκαυμένου καὶ πεπλυμένου ἀνὰ 𐅻 ιϛ , ἐν ἄλλῳ 𐅻 ιγ , στίμμεως κεκαυμένου πεπλυμένου 𐅻 ιβ ἀμύλου 𐅻 ιβ σποδοῦ πομφόλυγος γῆς Σαμίας τραγακάνθης μολύβδου κεκαυμένου πεπλυμένου ἀνὰ 𐅻 η ὀπίου 𐅻 β σμύρνης 𐅻 β καὶ πρὸς τῇ ἀναλήψει ὠῶν κ τὰ λευκά, κόμμεως 𐅻 ϛ . Ὀριβασίου ἀνίκητον, Φιλουμένου, φησίν, ἁπαλὸν Λιβιανὸν ὑποπύοις ἐν ἀκμαῖς ἕλκεσι περιωδυνίαις χημώσεσι. καδμίας ψιμμυθίου πομφόλυγος ἀνὰ 𐅻 ιϛ στίμμεως 𐅻 ιβ ἀμύλου 𐅻 ιβ μολύβδου κεκαυμένου γῆς Σαμίας τραγακάνθης ἀνὰ 𐅻 η κόμμεως 𐅻 ϛ σμύρνης 𐅻 β ὀπίου 𐅻 β ὕδωρ. ἡ χρῆσις διὰ γυναικείου γάλακτος ἢ ὠοῦ. Τὸ Λιβιανόν, ὡς Ὀριβάσιος, πρὸς ἀρχὰς καὶ ἑλκώσεις. καδμίας κεκαυμένης καὶ πεπλυμένης ψιμμυθίου τραγακάνθης ἀνὰ 𐅻 ιϛ κόμμεως 𐅻 ιδ στίμμεως κεκαυμένης πεπλυμένης ἀμύλου ἀνὰ 𐅻 ιβ μολύβδου κεκαυμένου πεπλυμένου γῆς Σαμίας πομφόλυγος πεπλυμένης ἀνὰ 𐅻 η σμύρνης ὀπίου ἀνὰ 𐅻 ιβ , ὕδωρ. Κολλύριον ὁ ἀστὴρ Μάγνου οὕτως σκευαζόμενον· καδμίας πεπλυμένης 𐅻 λβ στίμμεως κεκαυμένου καὶ πεπλυμένου 𐅻 κδ μολύβδου κεκαυμένου πεπλυμένου 𐅻 λϛ ψιμμυθίου πεπλυμένου 𐅻 λβ πομφόλυγος πεπλυμένης 𐅻 λβ λιβάνου 𐅻 κ γῆς ἀστέρος 𐅻 κ , σμύρνης ὀπίου ἀνὰ 𐅻 δ τραγακάνθης κόμμεως ἀνὰ 𐅻 ιϛ ἀμύλου 𐅻 λβ , ὕδωρ. Ἀσκληπιοῦ ἀνίκητος ἀνώδυνος ἀστὴρ πρὸς περιωδυνίας φλυκτίδας σταφυλώματα ἕλκη ῥυπαρὰ καὶ νεμόμενα· ποιεῖ καὶ πρὸς κεχρονισμένας διαθέσεις καὶ οὐλὰς ἀποσμήχει. καδμίας κεκαυμένης πεπλυμένης 𐅻 ιϛ στίμμεως κεκαυμένου πεπλυμένου 𐅻 ιβ σποδοῦ πομφόλυγος πεπλυμένης μολύβδου κεκαυμένου καὶ πεπλυμένου ἀνὰ 𐅻 η ψιμμυθίου κεκαυμένου πεπλυμένου 𐅻 ιϛ γῆς ἀστέρος 𐅻 η σμύρνης ὀπίου ἀνὰ 𐅻 β τραγακάνθης 𐅻 η κόμμεως 𐅻 ϛ , ὕδωρ. Κολλύριον τὸ οὐράνιον ὡς Ὀριβάσιος· πρὸς ἕλκη καὶ φλυκταίνας ῥήξεις ἐπικαύματα προπτώσεις σταφυλώματα ὑποπύους διαβρώσεις νομὰς ἄνθρακας καὶ πρὸς πάσας τὰς μεγάλας διαθέσεις, μάλιστα δὲ τρυφεροφθάλμοις καὶ γλαυκοφθάλμοις ἁρμόζει· ἐν ἀρχαῖς ὑδαρέστερον ἐγχυμάτιζε, ὅταν δὲ λεπτὸν ἤδη καὶ δηκτικὸν καὶ πυρῶδες τὸ ῥεῦμα, χρῶ μετὰ γάλακτος· ὅταν δὲ παχὺ ῥεῦμα διαλύσαι θέλῃς, δι’ ὕδατος. καδμίας κεκαυμένης καὶ πεπλυμένης στίμμεως ἀνὰ 𐆄 β λεπίδος πεπλυμένης κόμμεως ἀνὰ 𐆄 δ γῆς Σαμίας κεκαυμένης καὶ πεπλυμένης 𐆄 γ σποδοῦ πομφόλυγος πεπλυμένης 𐆄 α ὀπίου 𐆄 γ , ὕδωρ· χρῶ θαρρῶν. Κολλύριον σποδιακὸν Δημοσθένους· ποιεῖ πρὸς φλεγμονὰς καὶ ῥεύματα· καδμίας πεπλυμένης 𐅻 κδ στίμμεως πεπλυμένου 𐅻 ζ ψιμμυθίου πεπλυμένου 𐅻 κδ γῆς ἀστέρος 𐅻 ϛ λιβάνου 𐅻 δ ὀπίου 𐅻 ϛ κόμμεως 𐅻 ιε , λείου χυλῷ ἐλαίας φύλλων· ποιεῖ δὲ τὸν χυλὸν οὕτως· τὰ ἁπαλὰ φύλλα τῆς ἐλαίας πλύνας, εἶτα κόψας ἐν ὅλμῳ, ὕδατος σύμμετρον παραχέων, ὡς χυλὸν ἱκανὸν ἀνιέναι, εἶτα ἀποθλίψας καὶ δι’ ὀθονίου καθαροῦ διηθήσας χρῶ. Ἄλλο κολλύριον σποδιακόν, ὃ ἐθαυμαστώθη, ποιοῦν πρὸς ῥεῦμα καὶ ἐπιφορὰς ἕλκη ἐπικαύματα φλυκτίδας. καδμίας κεκαυμένης καὶ πεπλυμένης 𐅻 η στίμμεως πεπλυμένου 𐅻 η γῆς Σαμίας ψιμμυθίου ἀνὰ 𐅻 ϛ ὀπίου 𐅻 c κόμμεως 𐅻 ιζ , ὕδωρ. Κολλύριον τὸ τεφρὸν παχύνει καὶ παρακολλᾷ τὰ ῥεύματα τὰ λεπτά, ὥσπερ καὶ τὰ πρὸ αὐτοῦ. κάλλιστα δέ ἐστι ταῦτα καὶ πρὸς τὰ θερμὰ ῥεύματα· καδμίας κεκαυμένης καὶ πεπλυμένης 𐅻 κε στίμμεως πεπλυμένου 𐅻 η γῆς Σαμίας 𐅻 ϛ ψιμμυθίου 𐅻 ϛ ὀπίου 𐅻 ε κόμμεως 𐅻 η ὠῶν προσφάτων τὰ λευκὰ ϛ , ὕδωρ.[45] |
| 107 (50) | Κολλύριον Φιλαγρίου ἄδηκτον παντελῶς· ἀμαυροῖ γὰρ τὴν ἐκ τῶν ῥευμάτων δῆξιν, διὸ καὶ θαρροῦντας αὐτῷ προσῆκε χρῆσθαι ἐπὶ δριμέων καὶ λεπτῶν ῥευμάτων· ἀμβλύνει γὰρ ταῦτα καὶ ἀναξηραίνει· τοῦτο καλοῦσι σορικὸν ἢ σάνδυκα. λαμβάνει δὲ πομφόλυγος πεπλυμένης ψιμμυθίου κεκαυμένου καὶ πεπλυμένου γῆς ἀστέρος μολύβδου κεκαυμένου πεπλυμένου ἀμύλου ἀνὰ 𐅻 κε κόμμεως λευκοῦ 𐅻 μ , ὕδατος ὀμβρίου καθαρωτάτου ἀνόσμου τὸ ἀρκοῦν· ἕκαστον ἰδίᾳ καύσας πλύνας ξηράνας σήσας βαλὼν λείου· ἐπὶ τέλει δὲ κόμμι, εἶτα ἄμυλον. Ἄλλο τοῦ αὐτοῦ πρὸς ἀναπλήρωσιν ἑλκῶν, καὶ μάλιστα κακοήθων. καδμίας κεκαυμένης πεπλυμένης πομφόλυγος πεπλυμένης μολύβδου κεκαυμένου πεπλυμένου στίμμεως κεκαυμένου πεπλυμένου ἀνὰ 𐅻 κε τραγακάνθης 𐅻 ι , ὕδωρ. Κολλύριον διὰ λιβάνου πρὸς ῥεύματα καὶ χημώσεις καὶ κοιλώματα.[60] |
| 108 | καδμίας κεκαυμένης πεπλυμένης λιβάνου ἀνὰ 𐅻 κ ψιμμυθίου πεπλυμένου 𐅻 μ ὀπίου γῆς ἀστέρος κόμμεως ἀνὰ 𐅻 ϛ , ὕδωρ ὄμβριον· ἡ χρῆσις δι’ ὠοῦ. Ἄλλο τρυφερὸν ἐπιγραφόμενον, πρὸς ἐπικαύματα φλυκτίδας χημώσεις καὶ μάλιστα μηδ’ ἡντιναοῦν δῆξιν ὑπομένοντα. καδμίας πεπλυμένης λιβάνου ἀμύλου ἀνὰ 𐅻 κ ψιμμυθίου πεπλυμένου 𐅻 μ ὀπίου 𐅻 ϛ κόμμεως 𐅻 ιϛ , ὕδωρ· ἡ χρῆσις δι’ ὠοῦ. Κολλύριον τὸ Κλέωνος, ὡς Δημοσθένης· πρὸς τὰ καθαρὰ ἕλκη καὶ ἤδη δεόμενα ἐπουλώσεως, ᾧ ἡμεῖς χρώμενοι εὐαρεστοῦμεν πάνυ, ὅτι τὰ βαθύτατα ἕλκη καὶ καθαρὰ πληροῖ τάχιστα καὶ κατουλοῖ συντόμως λεπταῖς καὶ ἀδήλοις οὐλαῖς, καὶ ἀφλέγμαντα τὰ ἕλκη διατηρεῖ.[5] |
| 109 | ἔχει δὲ οὕτως· σποδίου πεπλυμένου μολύβδου κεκαυμένου πεπλυμένου ἀνὰ 𐅻 δ λεπίδος σιδήρου στομώματος πεπλυμένου 𐅻 α καὶ τριώβολον κρόκου 𐅻 α κόμμεως 𐅻 β , ὕδωρ. χρῶ μετὰ γάλακτος ἢ ὠοῦ. χρώμεθα δὲ αὐτῷ, φησὶν Ἀπολλώνιος, ἐπὶ βαθυτέρας ἑλκώσεως, μετὰ ἀποβρέγματος τραγακάνθης ὑδαροῦς. τινὲς δὲ τοῦ κρόκου 𐅻 α c ἐμβάλλουσι καὶ ἀντὶ πομφόλυγος καδμίαν τρὶς κεκαυμένην. ἔστι δὲ ἄδηκτον μέν, ὀπισθοβαρὲς δέ· διὸ οὐδέποτε αὐτῷ χρηστέον παχεῖ ἄλλ’ ὑδαρῷ. Κολλύρια χλωρὰ διάρροδα καὶ λευκὰ καὶ τὸ Νείλου.[10] |
| 110 | πρὸς περιωδυνίας ῥεῦμα λεπτὸν καὶ πολὺ φλυκτίδας προπτώσεις καὶ τὰ ῥυπαρὰ ἕλκη καὶ τραχέα βλέφαρα. ῥόδων χλιαρῶν χωρὶς τῶν λοβῶν 𐅻 δ κρόκου κωροκιώτου 𐅻 β ὀπίου μήκωνος νάρδου ἀνὰ ὀβολὸν ναρδοστάχυος κόμμεως ἀνὰ 𐅻 α , ὕδωρ· ἡ χρῆσις δι’ ὠοῦ, ἡ κρᾶσις ὑδαρεστάτη· τινὲς δὲ καὶ πρὸς συγχύσεις καὶ πλατυκορίας αὐτῷ χρῶνται. Κολλύριον διάρροδον τὸ Διαγόρου, τὸ μέγα καλούμενον, ἢ διὰ τῶν οβ χλωρόν, πρὸς χημώσεις καὶ περιωδυνίας φλυκτίδας ἐπικαύματα καὶ σταφυλώματα προπτώσεις ὑποπύους ὀφθαλμοὺς ῥεύματα παλαιὰ κεχρονισμένας ὀφθαλμίας καὶ δυσαπαλλάκτους διαθέσεις. ῥόδων χλωρῶν ἐξωνυχισμένων 𐅻 οβ καδμίας πεπλυμένης 𐅻 κβ ὀπίου σμύρνης ἀνὰ 𐅻 γ κόμμεως 𐅻 κδ κρόκου στίμμεως ἀνὰ 𐅻 ϛ ἰοῦ ναρδοστάχυος λεπίδος ἀνὰ 𐅻 β , ὕδωρ· Ἄλλο, ᾧ ἐχρήσατο Φλῶρος ἐπὶ 〈Ἀντωνίας〉 τῆς Δρούσου μητρός, παρ’ ὀλίγον ὑπὸ τῶν ἄλλων ἰατρῶν πηρωθείσης. ἀκακίας 𐅻 μη ῥόδων ξηρῶν 𐅻 μη μελιλώτων 𐅻 κη σποδοῦ πομφόλυγος κρόκου ἀνὰ 𐅻 κδ μανδραγόρου μήλων 𐅻 ιβ ὑοσκυάμου σπέρματος καὶ ὀπίου ἀνὰ 𐅻 ϛ σμύρνης χαλκοῦ κεκαυμένου πεπλυμένου ἀνὰ 𐅻 δ κόμμεως 𐅻 μ οἴνου Φαλερίνου κ ο γ ὕδατος ὀμβρίου κ ο γ , τὸν οἶνον καὶ τὸ ὕδωρ μίξας καὶ τούτοις ἐπιβαλὼν ῥόδα μελίλωτα, ὑοσκυάμου σπέρμα μανδραγόρου τὰ μῆλα. εἰ δὲ μή γε, τὸν φλοιὸν ἔα βρέχεσθαι ἡμέρας γ , ἔπειτα τὸ ὑγρὸν ἐκθλίψας χρῶ εἰς τὴν τοῦ κολλυρίου σκευασίαν ὡς δοκιμωτάτῳ. Διάρροδον Φιλαγρίου, πρὸς τὰς φλεγμονὰς ἁρμόδιον συμμιγνύμενον τῷ προρρηθέντι ἀδήκτῳ κολλυρίῳ. ῥόδων χλωρῶν ἐξωνυχισμένων 𐅻 π χαλκοῦ κεκαυμένου 𐅻 λβ , λείου οἴνῳ παλαιῷ εὐώδει στύφοντι καὶ χρῶ. Διάρροδον λευκόν· ἡμερώτερον, φησὶν Ὀριβάσιος, πρός τε ἀκμὰς καὶ ἕλκη καὶ ὑποπύους ἐπικαύματα ἐσχάρας καὶ ῥυπαρίας ἑλκῶν. καδμίας κεκαυμένης πεπλυμένης στίμμεως κεκαυμένου πεπλυμένου ῥόδων νεαρῶν ἐξωνυχισμένων ἀνὰ 𐅻 ιϛ ψιμμυθίου πεπλυμένου κρόκου ἀνὰ 𐅻 η ὀπίου 𐅻 δ κόμμεως 𐅻 ιϛ , ὕδωρ· ἡ χρῆσις δι’ ὠοῦ ἢ γάλακτος, ἐν παρακμῇ δὲ μεθ’ ὕδατος. Ἄλλο τοῦ αὐτοῦ, ποιεῖ πρὸς ἀκμάς. καδμίας κεκαυμένης καὶ πεπλυμένης ψιμμυθίου πεπλυμένου ἀνὰ 𐅻 ιϛ ῥόδων νεαρῶν ἐξωνυχισμένων 𐅻 η ὀπίου κόμμεως ἀνὰ 𐅻 δ ἀλόης 𐅻 β τραγακάνθης 𐅻 γ ἀμύλου 𐅻 δ , ὕδωρ· ἔνιοι δὲ καὶ Σαμίου ἀστέρος 𐅻 β . Διάρροδον λευκὸν τὸ διὰ χυλοῦ ὑοσκυάμου. ψιμμυθίου 𐆄 κε κρόκου 𐆄 ε ὀπίου 𐆄 ιβ σμύρνης 𐆄 ε ῥόδων χλωρῶν ἐξωνυχισμένων 𐆄 ιβ καδμίας κεκαυμένης καὶ πεπλυμένης 𐆄 η κόμμεως 𐆄 ιβ · καδμίαν κρόκον ῥόδα λείου ὕδατι, ἔπειτα ψιμμύθιον ἐπίβαλλε, τοὺς δὲ ὀποὺς καὶ τὸ κόμμι βρέχε χυλῷ ὑοσκυάμου, χρῶ ἐπὶ τῶν λεπτοτάτων καὶ δριμέων ῥευμάτων καὶ τῶν μεθ’ ἑλκώσεως, ἀποκρούεται γενναίως. Κολλύριον χλωρὸν τὸ διὰ χαλβάνης πρὸς περιωδυνίας καὶ τὰς παλαιὰς διαθέσεις· καδμίας πεπλυμένης σποδίου πεπλυμένου χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου ὀπίου χαλβάνης σμύρνης κόμμεως ἀνὰ 𐅻 η , ὕδωρ· τινὲς πομφόλυγα οὐ βάλλουσιν.[40] |
| 112 | Κολλύρια διάσμυρνα καὶ Χιακὰ καλούμενα δι’ οἴνου· κολλύριον διάσμυρνον εὐῶδες Συνέρωτος, φάρμακον ἐπιτετευγμένον πρὸς τὰς κεχρονισμένας διαθέσεις· ποιεῖ πρὸς ῥυάδας αἰγίλωπας. καδμίας πεπλυμένης λίθου αἱματίτου πεπλυμένου ἀνὰ 𐅻 κη σποδοῦ πομφόλυγος 𐅻 κδ σμύρνης 𐅻 μη κρόκου 𐅻 κδ ἢ ιδ ὀπίου 𐅻 η πεπέρεως κόκκους λ κόμμεως 𐅻 ϛ , οἴνῳ λείου παλαιῷ στύφοντι· ἡ χρῆσις δι’ ὠοῦ ἐπὶ τῶν προσφάτων διαθέσεων καὶ ἡ κρᾶσις ὑδαρής. Κολλύριον Ἀσκληπιάδου Πακκίου πρὸς περιωδυνίαν ῥεῦμα λεπτὸν καὶ πολὺ ἐπικαύματα φλυκτίδας ὑμένων ἐπαναστάσεις τραχώματα κεχρονισμένας διαθέσεις καὶ τοὺς ὑπὸ πολλῶν ἐγχρίσεων βλαβέντας παραχρῆμα ὠφελεῖ. καδμίας πεπλυμένης χαλκοῦ κεκαυμένου πεπλυμένου κρόκου λεπίδος χαλκοῦ πεπλυμένου ἀνὰ 𐅻 ιβ σμύρνης 𐅻 δ λίθου αἱματίτου 𐅻 α ναρδοστάχυος ῥόδων ξηρῶν ὀπίου ἀνὰ 𐅻 δ πεπέρεως κόκκους κδ κόμμεως 𐅻 ιβ , οἴνῳ λείου παλαιῷ εὐώδει στύροντι· ἡ χρῆσις δι’ ὠοῦ, ἡ κρᾶσις ὑδαρής. Κολλύριον ἰσόφωτον, ὑπὸ δέ τινων ἰσόθεον καλούμενον. ποιεῖ πρὸς ὑποπύους καὶ τὰ ἀκάθαρτα ἕλκη καὶ κοῖλα καὶ ἀρχὰς ῥευμάτων, μάλιστα ἐπὶ τῶν πληθωρικῶν σωμάτων καὶ ἐφ’ ὧν πλῆθος λημῶν παχυτάτων ἐπὶ τῶν ὀφθαλμῶν εὑρίσκεται· ἔστι δὲ καὶ παιδικὸν καὶ τραχωματικὸν ἀγαθόν. καδμίας 𐅻 η χαλκοῦ κεκαυμένου πεπλυμένου 𐅻 ιδ ῥόδων ξηρῶν 𐅻 δ κρόκου ὁμοίως φύλλου 𐅻 α λίθου σχιστοῦ 𐅻 α σμύρνης 𐅻 α κόμμεως 𐅻 ϛ , λείου οἴνῳ παλαιῷ εὐώδει στύφοντι καὶ χρῶ ἐπὶ πάντων τῶν προρρηθέντων καθ’ αὑτὸ ὑδαρεστάτῳ ἐγχυματίζων· μετὰ δὲ τὴν τελείαν ἀποκατάστασιν ἀνέσας αὐτὸ μετ’ ὠοῦ ἔγχριε καθ’ ὑποβολὴν καὶ λοῦε· εἰ δὲ στύφοιντο μετὰ τὴν ἔγχρισιν, ὠῶν τὸ λευκὸν ἐγχυμάτιζε. πρὸς δὲ μυοκέφαλα καὶ σταφυλώματα χρῶ μετὰ γάλακτος, πρὸς δὲ τὸ λεπτύναι οὐλὰς μετ’ ὠοῦ ἔγχριε ὑδαρέστερον. τινὲς προσβάλλουσι τῇ γραφῇ καὶ πεπέρεως κόκκους θ , ἡμεῖς δὲ παραιτούμεθα τὸ πέπερι ἐπὶ τούτου. Κολλύριον ὁ Διόνυσος, ποιοῦν πρὸς μυοκέφαλα τραχώματα ῥευματισμοὺς ἀμβλυωπίας, μάλιστα δὲ ποιεῖ πρὸς τὰ χρόνια ῥεύματα. καδμίας 𐅻 ιγ χαλκοῦ κεκαυμένου 𐅻 ε λίθου σχιστοῦ 𐅻 γ λίθου αἱματίτου κασσίας ἀνὰ 𐅻 α πεπέρεως κόκκους κα κρόκου 𐅻 β ναρδοστάχυος 𐅻 γ φύλλου 𐅻 α c λυκίου Ἰνδικοῦ ὀπίου ἀνὰ 𐅻 α ἀλόης ἀκακίας κιρρᾶς ἀνὰ 𐅻 β σμύρνης 𐅻 δ κόμμεως 𐅻 ϛ , λείου οἴνῳ Χίῳ ἢ ἑτέρῳ αὐστηρῷ παλαιῷ, χρῶ ὡς ἐνεργεστάτῳ, καὶ πρὸς ὑποπύους καὶ τραχώματα ἐν ἀρχαῖς μετ’ ὠοῦ, εἶτα ὕδατι· ἔστι δὲ ὑπὲρ τὴν ὑπόσχεσιν ἡ ἐνέργεια. Κολλύριον τὸ Χιακὸν ἐκ τῶν Δημοσθένους, Ἀπολλώνιός φησι, πρός τε τὰ καθαρὰ ἕλκη καὶ τὰ νεμόμενα καὶ τὰς ὑπεροχὰς καὶ τὰς παλαιὰς διαθέσεις τραχέα βλέφαρα συκώσεις ἐκτρόπια ἥλους σταφυλώματα πάσας περιωδυνίας ψωροφθαλμίας, ποιεῖ δὲ καὶ τὰς οὐλὰς ἀδήλους καὶ λεπτύνει τὰς προσφάτους καὶ παχείας· δεῖ δὲ ὁτὲ μὲν παχεῖ ὁτὲ δὲ μέσως ὁτὲ δὲ ὑδαρεστάτῳ ὑπαλείφειν, καὶ ποτὲ μὲν ἐκ διαλειμμάτων, ποτὲ δὲ συνεχῶς. ποιεῖ δὲ καὶ πρὸς ἀνθρακώσεις καὶ τὰς πυώσεις· παραδιηθεῖ γὰρ τὸ πύον, καὶ καθόλου πρὸς πάντα τὰ ἐν ὀφθαλμοῖς ἐστι κάλλιστον. ἔχει δὲ οὕτως· σποδίου χαλκοῦ ἀνὰ 𐅻 γ κρόκου 𐅻 α σμύρνης 𐅻 δ ὀποῦ μήκωνος τὸ ἴσον, πεπέρεως κόκκους ιβ κόμμεως 𐅻 α , λείου οἴνῳ Χίῳ ἀθαλάσσῳ ἢ Ἀμιναίῳ ἢ ἑτέρῳ παλαιῷ αὐστηρῷ. Ἄλλο Χιακόν, ἡμέτερόν φησιν Ὀριβάσιος· πρός τε σταφυλώματα καὶ ὑποπύους ἕλκη καθαρὰ καὶ ῥυπαρὰ καὶ πρὸς παλαιὰς διαθέσεις. καδμίας μίλτου Σινωπικῆς κηκῖδος ὀμφακίτιδος κρόκου ῥόδων νεαρῶν ἐξωνυχισμένων κόμμεως ἑκάστου ἀνὰ 𐆄 γ ὀπίου 𐆄 α , λείου οἴνῳ Χίῳ ἢ ἑτέρῳ αὐστηρῷ ἀθαλάσσῳ παλαιῷ· ἐν ἀρχαῖς μίγνυται κυκναρίῳ ἢ τῶν πηλαρίων τινί· κατουλοῖ δὲ κάλλιστα μετά τινος τούτων καὶ καθ’ αὑτό.[45] |
| 112 (50) | Κολλύριον φαιόν, ἡμέτερόν φησιν Ὀριβάσιος, πρὸς ὑποπύους καὶ μεγάλας διαθέσεις καὶ πρὸς πᾶσαν ἕλκωσιν, μάλιστα χρονίαν. ῥόδων νεαρῶν ἐξωνυχισμένων 𐅻 οβ καδμίας ἁπαλῆς 𐅻 κδ ψιμμυθίου 𐅻 ιϛ ὀπίου 𐅻 κδ ἰοῦ 𐅻 ιβ χαλκοῦ 𐅻 α ἐρείκης καρποῦ 𐅻 ιβ στίμμεως 𐅻 η λεπίδος χαλκοῦ 𐅻 η σμύρνης 𐅻 ϛ ναρδοστάχυος κρόκου ἀκακίας νίτρου λυκίου ἀνὰ 𐅻 δ στυπτηρίας σχιστῆς χαλκίτεως κεκαυμένης ἀνὰ 𐅻 γ καστορίου 𐅻 γ ὀμφακίου 𐅻 β κόμμεως 𐅻 λδ , λείου οἴνῳ αὐστηρῷ εὐώδει παλαιῷ καὶ χρῶ, ἀνιὼν διὰ χυλοῦ τήλεως ἢ ὠοῦ ὑδαροῦς, προκόπτων δὲ παχυτέρου. Κολλύριον τὸ ἀρωματικὸν ἐκ τῶν Δημοσθένους, πρὸς τὰς ὑπὸ πλήθους παχέων ὑγρῶν γιγνομένας φλεγμονάς, λεπτύνον διαχέον καὶ διακρῖνον τὰ ὑγρὰ καὶ διαφοροῦν· ποιεῖ δὲ καὶ πρὸς τὰ ἀκάθαρτα τῶν ἑλκῶν. πομφόλυγος 𐅻 δ ἢ ε χαλκοῦ κεκαυμένου 𐅻 α σμύρνης 𐅻 γ λίθου αἱματίτου ὀπίου ἀνὰ 𐅻 δ πεπέρεως λευκοῦ κόκκους ιη κρόκου κόμμεως ἀνὰ 𐅻 γ , οἴνῳ Χίῳ ἢ ἑτέρῳ αὐστηρῷ λείου. Κολλύριον, τὸ σκυλάκιον ἐπιγραφόμενον, διὰ σπέρματος ὑοσκυάμου, ποιεῖ πρὸς χημώσεις καὶ παντοίας χρονίας διαθέσεις ῥευματικάς, ποιεῖ καὶ ἐπὶ σταφυλωμάτων καὶ ἀποκρούεται τὰ ῥεύματα, πρῶτον μὲν μετ’ ὠοῦ ὑδαροῦς, ἔπειτα καὶ στερεὸν ἐγχριόμενον μετ’ ὠοῦ. καδμίας χαλκοῦ κεκαυμένου λίθου αἱματίτου χαλκίτεως κεκαυμένης ἀνὰ 𐆄 γ μίσυος κεκαυμένου 𐆄 α c ὀπίου 𐆄 α ι ἀμμωνιακοῦ σμύρνης ἀνὰ 𐆄 α c ὑοσκυάμου σπέρματος 𐆄 α ἀλόης 𐅻 ϛ κόμμεως 𐆄 ϛ , οἴνῳ αὐστηρῷ λείου. Κολλύριον ποιοῦν πρὸς μυοκέφαλα παραδόξως, δαπανᾷ καὶ πτερύγια καὶ ἐγκανθίδας σμήχει καὶ οὐλάς· ἔστι δὲ καὶ τραχωματικὸν ἀγαθόν. καδμίας χαλκοῦ κεκαυμένου χαλκίτεως ὠμῆς ἀνὰ 𐆄 α ἰοῦ ξυστοῦ 𐅻 δ σμύρνης 𐅻 β c κρόκου 𐅻 β ἁλὸς ἀμμωνιακοῦ 𐅻 α κόμμεως 𐅻 δ , λείου οἴνῳ αὐστηρῷ. Κολλύριον Φιλαγρίου, περὶ οὗ γράφει οὕτως· τρίτον ἐπὶ τούτοις ἐμόν ἐστι κολλύριον ὃ προσαγορεύομεν προφυλακτικόν, ἀποκρουόμενον ἐν ἀρχῇ τὰ ῥεύματα καὶ μάλιστα καὶ ῥωννύναι δυνάμενον τοὺς ἀσθενεῖς τε καὶ εὐπαθεῖς ὀφθαλμούς, ὥστε οὐ μόνον ἐν ἀρχαῖς τῆς ὀφθαλμίας, ἀλλὰ καὶ τοῖς ὑγραίνουσι προφυλακῆς ἕνεκα προσφέρειν αὐτὸ χρή. ἔχει δὲ οὕτως· κυτίνων, ῥοᾶς ἄνθους τοῦ ἐοικότος τῷ τῆς ἀνεμώνης ἄνθει 𐅻 κε ἀκακίας ξανθῆς 𐅻 λε γλαυκίων 𐅻 ιϛ ἀλόης 𐅻 ε σμύρνης τρωγλίτιδος 𐅻 γ μέλανος Ἰνδικοῦ 𐅻 ζ φύλλου 𐅻 α ὀμφακίου ξηροῦ 𐅻 γ κόμμεως 𐅻 β ὀποβαλσάμου, πρὸς τὰς ἀναλήψεις 𐅻 ε , οἴνῳ αὐστηρῷ παλαιῷ λείου. Κολλύριον διὰ βδελλίου καὶ στύρακος συμπεπτικὸν Φιλαγρίου, οὗ πεῖραν πολλὴν ἐγὼ ἔλαβον, οὐ μόνον πέττοντος καλῶς ἀλλὰ καὶ τὰς ἐπὶ ψύξει βλάβας τὰς ἄνευ φλεγμονῆς ἰωμένου.[85] |
| 113 | ἔχει δὲ οὕτως· βδελλίου 𐅻 ϛ λιβάνου ἄρρενος 𐅻 ι σμύρνης τὸ ἴσον σαρκοκόλλης χαλβάνης στύρακος κρόκου ἀνὰ 𐅻 ε καστορίου 𐅻 β λυκίου ἀμμωνιακοῦ θυμιάματος κόμμεως ἀνὰ 𐅻 β , ὕδωρ. Κολλύρια τραχωματικὰ καὶ σμηκτικά, κολλύριον τραχωματικὸν ὁ φοῖνιξ καλούμενον.[5] |
| 114 | ποιεῖ καὶ πρὸς μίλφους καὶ κεχρονισμένας διαθέσεις καὶ πρὸς τοὺς δριμυττομένους τὰ βλέφαρα καὶ τοὺς κανθούς. λίθου αἱματίτου κεκαυμένου πεπλυμένου 𐅻 λβ χαλκοῦ κεκαυμένου πεπλυμένου 𐅻 ιϛ λίθου σχιστοῦ κεκαυμένου πεπλυμένου 𐅻 λβ ἰοῦ 𐅻 ιϛ καδμίας βοτρυίτιδος 𐅻 δ ὀπίου 𐅻 ιϛ χαλκίτεως ὀπτῆς 𐅻 δ κόμμεως 𐅻 ιϛ , ὕδωρ. Κολλύριον τραχωματικὸν τὸ Νόννου καλούμενον. λίθου αἱματίτου λίθου σχιστοῦ ἀνὰ 𐆄 ϛ χαλκοῦ κεκαυμένου 𐆄 γ καδμίας 𐆄 ιε ἰοῦ ξυστοῦ 𐆄 γ χαλκίτεως ὀπτῆς 𐆄 α ὀπίου 𐆄 β κόμμεως 𐆄 ϛ , ὕδωρ, ἔστι καὶ παιδικὸν κάλλιστον. Κολλύριον τὸ Θεοφίλου παιδικὸν παράδοξον καὶ τραχωματικὸν καλόν· καδμίας 𐆄 ιβ χαλκοῦ 𐆄 κδ ἰοῦ 𐆄 γ ὀπίου 𐆄 ιβ κόμμεως 𐆄 ιβ , ὕδωρ. ἡ χρῆσις ἐν ἀρχαῖς μετ’ ὠοῦ ὑδαρές, ἐν παρακμῇ δὲ μετ’ ὠοῦ ἔγχριε. Κολλύριον ὁ ξυστὴρ δόκιμον τραχωματικόν. κισσήρεως κεκαυμένης ὀστρέων κεκαυμένων μίσυος κεκαυμένου κόμμεως ἴσα, ὕδατι ἀναλάμβανε. Ἄλλως ὁ ξυστήρ, ποιεῖ πρὸς λευκώματα οὐλὰς λεπτύνει καὶ ἀτάραχον τηρεῖ τὸν ὀφθαλμόν. ἀμμωνιακοῦ θυμιάματος μίλτου Σινωπικῆς ἀνὰ 𐆄 γ ψιμμυθίου κόμμεως ἀνὰ 𐆄 β κισσήρεως ὀπτῆς 𐆄 α , ὕδωρ. Κολλύριον τραχωματικόν, ἐκ τῶν Ὀριβασίου, εὔτονον καλούμενον. χαλκοῦ κεκαυμένου καδμίας ἀνὰ 𐅻 κδ ἰοῦ 𐅻 ιβ κρόκου ὀπίου ἀνὰ 𐅻 γ σμύρνης 𐅻 γ κόμμεως 𐅻 θ , ὕδωρ· ποιεῖ ἐξαισίως πρὸς τραχέα βλέφαρα τυλώδη ψωροφθαλμίας ἐκτρόπια χρόνια ῥεύματα πρὶν ἑλκώσεως· μιγνύμενον δὲ τῷ κυκναρίῳ ἢ τῷ διακρόκῳ ποιεῖ πρὸς ἀκμάς. ἔστω δὲ τὸ μιγνύμενον δέκατον αὐτοῦ μέρος. καθόλου δὲ οὐ δεῖ ἐκστρέφειν τὰ βλέφαρα, ἀλλ’ ἐγχρίειν ἁπλῶς. τοῦτο οἱ μὲν ἁρμάτιον, οἱ δὲ ὀπισθοβαρές, ἡμεῖς δὲ εὔτονον καλοῦμεν. Κολλύριον τοῦ αὐτοῦ σμηκτικόν, φησί, τὸ Γρύλλου τραχωματικόν, τὸ διὰ τῶν β λίθων. λίθου αἱματίτου λίθου σχιστοῦ ἀνὰ 𐅻 ιη χαλκοῦ κεκαυμένου καδμίας ἰοῦ ἀνὰ 𐅻 θ χαλκίτεως κεκαυμένης 𐅻 γ ὀπίου 𐅻 ϛ κόμμεως 𐅻 θ , ὕδατι λείου καὶ ἔγχριε, ἕως ἂν ὑπομένῃ ὁ πάσχων, μὴ ἀνατρίβων τὸ βλέφαρον, μηδὲ ὑποβάλλων τὴν μήλην, ἀλλὰ τῷ πυρῆνι πληρῶν τὸν ὀφθαλμόν. Ἄλλο κολλύριον τοῦ αὐτοῦ πρὸς παλαιὰς διαθέσεις. χαλκίτεως 𐅻 κζ καδμίας 𐅻 κβ χαλκοῦ κεκαυμένου λίθου αἱματίτου κρόκου ἀνὰ 𐅻 ιϛ μίσυος τὸ ἴσον σμύρνης 𐅻 ιη ὀπίου 𐅻 ιγ κόμμεως 𐅻 ιδ , οἴνῳ παλαιῷ λείου. Κολλύριον διὰ θαλλίας· ποιεῖ πρὸς τὰ χρόνια ῥεύματα, καταστέλλει καὶ τὰ τραχώματα καὶ τονοῖ τὸν ὀφθαλμόν. σιρικοῦ 𐆄 ϛ χαλκοῦ 𐆄 γ ὀπίου 𐅻 δ κόμμεως 𐅻 κ ἐλαίας φύλλων ἁπαλωτάτων ἐξωνυχισμένων 𐅻 κ · οἴνῳ σπαθίτῃ λειοῦται τὰ φύλλα τῆς ἐλαίας ἀκριβῶς ἐξινιάσας. 〈οὕτω δὲ σκεύαζε· τὰ φύλλα〉 λείου καθ’ αὑτὰ ἐν θυίᾳ εὖ μάλα ἐπὶ ἡμέρας β ἐπιρραίνων κατὰ βραχὺ τοῦ οἴνου· ὅταν δὲ λειότατα γένηται, ἐπίβαλλε τὸν χαλκὸν καὶ λείου ἅμα ἐπὶ πολύ· καὶ οὕτως ἐπιβαλὼν τὸν οἶνον λείου· εἰ γὰρ κατ’ ἀρχὰς βληθείη ὁ οἶνος, ἐπιπολάσαντα τὰ φύλλα ἀναλείωτα μένει. λειωθέντος δὲ τοῦ χαλκοῦ ἐπίβαλλε τὸ σιρικόν, εἶτα ὄπιον, ἔπειτα κόμμι καὶ ἀνάπλαττε καὶ χρῶ κατ’ ἀρχὰς ἐγχυματίζων, ἐν παρακμῇ δὲ καὶ ἐγχρίων. ἐγὼ δέ, καθὼς Δημοσθένης παρακελεύεται, βαλὼν τὰ φύλλα ἐν ὅλμῳ καὶ κόψας ἐπιστάζων οἴνου κατὰ βραχὺ τὸ ἀρκοῦν, ἐκθλίψας διηθήσας ἐλείωσα τῷ οἴνῳ, ῥίψας τὸ ἀπόθλιμμα. Κολλύριον ἁρμάτιον ἐπιγραφόμενον, ᾧ ἐχρήσατο Πτολεμαῖος ὁ βασιλεύς· οὐλὰς ἀποσμήχει, ἔστι δὲ καὶ ὀξυδερκικὸν καὶ τραχωματικὸν ἀγαθόν. χαλκοῦ κεκαυμένου πεπλυμένου ἀμμωνιακοῦ θυμιάματος φλοιοῦ λιβάνου κόμμεως ἀνὰ 𐅻 η , ὕδωρ· ἡ χρῆσις δι’ ὕδατος.[45] |
| 114 (50) | ἐν ἄλλαις γραφαῖς ἰοῦ 𐅻 β περιέχει ἀμμωνιακοῦ θυμιάματος 𐅻 κδ . Ἄλλο διὰ τοῦ αἱματίτου λίθου ὀξυδερκικὸν οὐλὰς καὶ τύλους ἀποσμήχει. ἀμμωνιακοῦ θυμιάματος χαλκοῦ κεκαυμένου πεπλυμένου λίθου αἱματίτου ἀνὰ 𐅻 κδ ἰοῦ 𐅻 η κόμμεως 𐅻 κδ , ὕδωρ. Κολλύριον σμηκτικὸν Ὀριβασίου ποιεῖ καὶ πρὸς ἀρχὰς καὶ χημώσεις, ὑδαρὲς δι’ ὠοῦ ἐγχυματιζόμενον. καδμίας 𐅻 η χαλκοῦ 𐅻 ιβ λίθου αἱματίτου λίθου σχιστοῦ ἀνὰ 𐅻 ιη χαλκίτεως ὀπτῆς 𐅻 ϛ ἰοῦ 𐅻 ιβ κρόκου σμύρνης ἀνὰ 𐅻 γ ὀπίου 𐅻 ϛ κόμμεως 𐅻 θ , οἴνῳ λείου καὶ χρῶ μετ’ ὠοῦ. Κολλύριον Φιλαγρίου σμηκτικὸν καθ’ αὑτὸ προσαγόμενον καὶ σὺν τῷ προγεγραμμένῳ διαρρόδῳ Φιλαγρίου. ἰοῦ 𐅻 ϛ κισσήρεως σηπίας ὀστράκων λεπίδος χαλκοῦ ἀνὰ 𐅻 ιϛ κόμμεως 𐅻 λβ , ὕδωρ· τὴν δὲ λεπίδα τοῦ χαλκοῦ ἐγὼ προσέθηκα, ὅταν σφοδρότερον αὐτὸ ποιῆσαι βούλωμαι. Κολλύριον ῥίν〈ημ〉α ἐπιγραφόμενον· ποιεῖ πρὸς τετυλωμένας διαθέσεις καὶ οὐλὰς ἀποσμήχει, ποιεῖ καὶ πρὸς ὑποχύματα. καδμίας ἀμμωνιακοῦ θυμιάματος ἀνὰ 𐅻 μη ὀπίου ἰοῦ σμύρνης χαλβάνης ἀλόης ἀνὰ 𐅻 ιϛ λίθου αἱματίτου 𐅻 κδ ὀποπάνακος χολῆς ταυρείας ἀνὰ 𐅻 η ἁλὸς ἀμμωνιακοῦ 𐅻 δ κόμμεως 𐅻 ζ , ὕδωρ· ἡ χρῆσις ὑδαρής. Κολλύριον τραχωματικὸν ποιοῦν πρὸς μιλφώσεις ἕλκη βόθρια παλαιὰ τραύματα σταφυλώματα μυιοκέφαλα. λίθου αἱματίτου σχιστοῦ χαλκοῦ κεκαυμένου ἀνὰ 𐆄 δ καδμίας ἰοῦ ἀνὰ 𐆄 β χαλκίτεως κεκαυμένης 𐆄 α ὀπίου 𐅻 δ κόμμεως 𐆄 δ , ἀπόβρεχε ῥόδα, εἰ μὲν παρείη χλωρά, εἰ δὲ μή, ξηρὰ ὕδατι ἡμέραν καὶ νύκτα καὶ ἐκπιάσας διηθήσας λείου τῷ ἀποβρέγματι. Κολλύριον σμηκτικὸν λευκωμάτων διὰ μιᾶς ἐγχρίσεως καὶ ἐπὶ πολὺ τὴν ἐνέργειαν ἐνδεικνύμενον, ποιεῖ δὲ καὶ πρὸς πτερύγια καὶ ἐγκανθίδας. ἔστι δὲ ἄδηκτον. κογχυλίου τῆς πορφύρας σαρκὸς κεκαυμένης 𐅻 ι χαλκοῦ κεκαυμένου λίθου σχιστοῦ λίθου αἱματίτου κροκοδείλου κόπρου λυκίου ἀνὰ 𐅻 α λεπίδος χαλκοῦ 𐅻 β ἰοῦ 𐅻 ϛ χαλκάνθου 𐅻 γ στυπτηρίας σχιστῆς 𐆄 α ὀμφακίου χυλοῦ ξηροῦ 𐅻 ε χαλκίτεως Β ο β σμύρνης 𐅻 γ λεπίδος στομώματος 𐅻 γ λιβάνου ἄρρενος Β ο β φλοιοῦ λιβάνου 𐅻 α κυτίνων ῥοᾶς 𐅻 α , ὕδωρ. Ἄλλο πρὸς λευκώματα κολλύριον Ἡλιάδος· λευκώματα αἶρον πάνυ τάχιον, ὥστε θαυμάσαι. Ἀρμενίου λίθου, ᾧ χρῶνται οἱ ζωγράφοι, γύψου χαλκοῦ ἄνθους ἰοῦ σηπίας ὀστράκων ἀμμωνιακοῦ θυμιάματος λίθου μαγνήτου ἕλκοντος λινοσπέρμου κόμμεως ἴσα, ὕδωρ. Ἄλλο, ὃ σκευάζει Πέτρος ὁ ἀρχίατρος, καὶ πάνυ αὐτῷ μαρτυρεῖ. ἁλὸς ἀμμωνιακοῦ Γρ ϛ Ἀρμενιακοῦ λίθου Γρ β ῥαφάνου σπέρματος Γρ λ λευκοΐου σπέρματος 𐆄 α Γρ ϛ ἀμμωνιακοῦ θυμιάματος Γρ θ κόμμεως Γρ ιβ , χυλῷ πηγάνου ἀναλάμβανε. ποιεῖ καὶ πρὸς ὑποχύσεις ἀρχομένας καὶ ὑπογλαυκώσεις καὶ ἀμβλυωπίας, δεδοκιμασμένον. Κολλύριον τὸ πεπιεσμένον, περὶ οὗ Ἀπολλώνιός φησιν ἄριστον εἶναι φάρμακον πρός τε τὰς οὐλὰς καὶ τὰ ὑπερσαρκώματα καὶ τὰ τραχέα βλέφαρα καὶ τὰς συκώσεις καὶ τὰς ἐκτροπὰς τῶν βλεφάρων καὶ λιθιάσεις καὶ χαλάζια καὶ σκιρρώδεις διαθέσεις καὶ πτερύγια καὶ ἐγκανθίδας καὶ ψωροφθαλμίας καὶ ὑμένων παχύτητας καὶ ῥεύματος πολλοῦ καὶ παχέος ἀποκάθαρσιν. καὶ τὸ ὑδαρὲς δὲ καὶ πολὺ ἐπέχει ῥεῦμα. ἀποτήκει δὲ καὶ ἀποκαθαίρει ἀσφαλῶς, λεπτύνει τε καὶ σμήχει δάκνον ἱκανῶς. ἀσύγχυτον δὲ τηρεῖ τὸν ὀφθαλμόν, ἥδιστόν τε καὶ προσηνέστατον καὶ τὸ δέον ποιεῖ. ἔστι δὲ τοῦτο· χαλκοῦ κεκαυμένου πεπλυμένου β ο ε κρόκου 𐅻 α σμύρνης τρωγλίτιδος τριώβολον ναρδοστάχυος β ο β κασσίας τριώβολον κινναμώμου β ο β ὀπίου β ο β πεπέρεως κόκκοι ιε κόμμεως 𐅻 α οἴνου Χίου ἢ ἑτέρου αὐστηροῦ εὐώδους τὸ ἱκανόν.[95] |
| 114 (100) | εἰ δέ ποτε βούλοιο προσθεῖναι τῇ γραφῇ σποδίου 𐅻 δ , γίγνεται πρὸς πᾶν ῥεῦμα καὶ ὀφθαλμίαν κράτιστον. Κολλύριον τὸ διὰ τοῦ αἱματίτου ὀξυδερκικὸν οὐλὰς καὶ τύλους ἀποσμήχει. ἀμμωνιακοῦ θυμιάματος 𐅻 κδ χαλκοῦ κεκαυμένου πεπλυμένου 𐅻 κδ λίθου αἱματίτου 𐅻 κδ ἰοῦ 𐅻 η κόμμεως 𐅻 κδ , ὕδωρ. Κολλύριον ὀξυδερκικὸν τὸ Μεμφίτου Ἰσιδώρου. ἐνέχριε, φασί, τοὺς μὴ βλέποντας καὶ ὑπῆγον βλέποντες. ἐπικαλεῖται δὲ ῥινάριον. ἀμμωνιακοῦ θυμιάματος 𐅻 ιϛ ἰοῦ σκώληκος 𐅻 ιβ σηπίας ὀστράκων τὸ ἁπαλὸν σαγαπηνοῦ ἀνὰ 𐅻 η ὀποπάνακος 𐅻 β ὀποῦ Κυρηναικοῦ 𐅻 α κόμμεως 𐅻 β · προλειώσας πάντα ὕδατι, ἐπίβαλλε χυλὸν μαράθρου 𐅻 ιβ καὶ μέλιτος Ἀττικοῦ 𐅻 ιϛ καὶ ἀνάπλασσε κολλύρια καὶ χρῶ. τῶν ἑτέρων τις οὕτως αὐτὸ νῦν ἐσκεύασεν· ἀμμωνιακοῦ θυμιάματος 𐆄 ιε ἰοῦ ξυστοῦ 𐆄 ιβ καὶ 𐅻 β σηπίας ὀστράκων 𐆄 δ c σαγαπηνοῦ 𐆄 γ καὶ 𐅻 ϛ ὀποπάνακος 𐆄 β ὀποῦ Κυρηναικοῦ 𐆄 β , ὕδωρ· κόμμι δὲ οὐκ ἔβαλεν. Κολλύριον πρὸς ἀρχομένας ὑποχύσεις, πταρμὸν κινοῦν ἐν τῇ ἐγχρίσει, ὥστε ὕδωρ καὶ ἐκ τῶν ὤτων ῥεῖν. καλεῖται δὲ τὸ χρυσοῦν. σαγαπηνοῦ Περσικοῦ καθαροῦ 𐅻 οη ἰοῦ 𐅻 η ἀμμωνιακοῦ θυμιάματος κόμμεως ἀνὰ 𐅻 β , ὕδατι λείου καὶ χρῶ. ὑδαρὲς ἐγχρίων καὶ ἐντὸς ἡμερῶν ε δείξει τὴν δοκιμὴν τῆς ἐνεργείας· διαυγάσει γάρ. Κολλύριον Μαρκιανοῦ, ᾧ, φησί, ἐχρησάμην ἐπ’ ἐμαυτοῦ, μέλλουσάν μοι συμβαίνειν ὑπόχυσιν. χελιδονίας τῆς καπνίτιδος τῆς περὶ τοὺς φραγμοὺς φυομένης πηγάνου μαράθρου κοριάνδρου, ἑκάστην βοτάνην ἰδίᾳ χύλιζε καὶ διηθήσας βάλλε ἑκάστου χυλοῦ 𐆄 γ καὶ ὀποβαλσάμου 𐅻 δ μέλιτος Ἀττικοῦ 𐅻 δ , καὶ λεάνας μέχρι γλοιοῦ πάχος σχῇ, πρόσβαλλε χυλοῦ κονύζης λεπτοφύλλου 𐆄 α καὶ λείου. ἐπὰν δὲ καλῶς ἔχῃ πρὸς τὴν ἀνάληψιν, ἐπίβαλλε κόμμεως καθαροῦ κεκαυμένου καὶ σεσησμένου ὅσον ἐξαρκεῖ, στοχαζόμενος ὡς ἰατρός, ἵνα γένηται κολλύριον καὶ ἀνάπλασσε καὶ χρῶ, ἐπὶ μὲν τῶν ἀρχομένων ὑποχύσεων μετ’ οἴνου, ἐπὶ δ’ ἀμβλυωπίας μεθ’ ὕδατος· κάθιζε δὲ τὸν ἐγχριόμενον ἐν ἡλίῳ. Κολλύριον ὁ Πρωτεύς, ᾧ οὐδὲν ἴσον, πρὸς ἀρχὰς ὑποχύσεως καὶ πᾶσαν ἀμβλυωπίαν, οὐλὰς καὶ τύλους ἀποσμήχει. καδμίας χαλκίτεως ὠμῆς ψιμμυθίου ἀνὰ 𐅻 μ πεπέρεως λευκοῦ 𐅻 λ ὀποῦ Κυρηναικοῦ 𐅻 κ κρόκου 𐅻 ιϛ ὀπίου 𐅻 ι σαγαπηνοῦ 𐅻 ιβ ἐλαίας Αἰθιοπικῆς δακρύου ἀνὰ 𐅻 ιβ ἀρσενικοῦ σχιστοῦ 𐅻 ιβ σμύρνης ὁμοίως ἀμμωνιακοῦ θυμιάματος κόμμεως ἀνὰ 𐅻 κ ὀποπάνακος ὀποβαλσάμου ἀνὰ 𐅻 ιϛ , ὕδωρ ὄμβριον· ἡ χρῆσις μεθ’ ὕδατος. Κολλύριον Ἑρμοφίλου θαλλασέρεως· ἐπιτεταγμένον πρὸς πᾶσαν ἀμβλυωπίαν, ποιεῖ καὶ πρὸς ἀρχομένας ὑποχύσεις. ἔστι δὲ εὐωδέστατον. καδμίας 𐅻 ιϛ ἰοῦ 𐅻 δ μέλανος Ἰνδικοῦ 𐅻 ιϛ πεπέρεως λευκοῦ 𐅻 η ὀποῦ Μηδικοῦ ὀποβαλσάμου ἀνὰ 𐅻 δ κόμμεως 𐅻 ιβ · ἡ χρῆσις μεθ’ ὕδατος, ἡ κρᾶσις πρὸς τὰς διαθέσεις. Ἄλλο Ἰνδικὸν βασιλικὸν ἐπιγραφόμενον· ποιεῖ πρὸς ἀρχὰς ὑποχύσεως καὶ πᾶσαν ἀμβλυωπίαν καὶ οὐλὰς ἀποσμήχει. καδμίας κεκαυμένης πεπλυμένης 𐅻 ιϛ μέλανος Ἰνδικοῦ 𐆄 ϛ ψιμμυθίου 𐆄 δ πεπέρεως λευκοῦ 𐆄 ϛ χολῆς ὑαίνης τὸ ὅλον, ὅσον ἔχει, σκάρων ἰχθύων χολὰς ι περδίκων χολὰς δ ὀπίου 𐆄 α ὀποβαλσάμου ὀποπάνακος σαγαπηνοῦ ἀνὰ 𐆄 β κόμμεως λ̸ α . ἀναλάμβανε χυλῷ μαράθρου. Κολλύριον πρὸς ἀμβλυωπίας λευκώματα καὶ ὑποχύσεις, ἁρμότιον λεγόμενον. χολῆς ὑαίνης 𐅻 δ ἀφρονίτρου ἰοῦ σαγαπηνοῦ ἀνὰ 𐅻 γ κόμμεως χαλβάνης ἀμμωνιακοῦ θυμιάματος ἀνὰ 𐅻 β δαφνοκόκκων λελεπισμένων ο ἀριστολοχίας στρογγύλης 𐅻 α , ὕδωρ.[145] |
| 114 (150) | Κολλύριον κιρρὸν πάγχρηστον ἐπιγραφόμενον φάρμακον ἐπιτετευγμένον πρὸς ψωρώδεις καὶ περιβεβρωμένους κανθοὺς καὶ ἐπιτεταμένους κνησμοὺς καὶ βλέφαρα συκώδη. καδμίας 𐅻 π χαλκίτεως κεκαυμένης 𐅻 μ πεπέρεως λευκοῦ κόμμεως ἀνὰ 𐅻 μ , ὕδωρ. τινὲς δὲ προστιθέασι τούτοις καὶ κρόκου 𐅻 ιβ σμύρνης 𐅻 ιβ . Πτολεμαίου ψωρικὸν ἐπιτετευγμένον πρὸς ψωρώδεις καὶ περιβεβρωμένους κανθούς, ἐπιτεταμένους κνησμούς, μιλφώσεις ἀμβλυωπίας. ψωρικοῦ σανδαράκης 𐅻 λ χαλκίτεως κεκαυμένης 𐅻 κη κρόκου 𐅻 κδ σμύρνης 𐅻 ιβ ὀπίου 𐅻 θ κασσίας 𐅻 ιβ πεπέρεως λευκοῦ 𐅻 ζ πεπέρεως μέλανος 𐅻 ιζ ὀμφακίου 𐅻 ϛ μίσυος κεκαυμένου 𐅻 γ φύλλου 𐅻 α κόμμεως 𐅻 λϛ , ὕδωρ. Κολλύριον ὑγιεινὸν τὸ χρυσοῦν πρὸς περιβεβρωμένους κανθοὺς καὶ ψωρώδεις διαθέσεις. σανδαράκης 𐅻 κδ πεπέρεως λευκοῦ κόκκοι ιβ ζιγγιβέρεως κρόκου ἀνὰ 𐅻 ϛ κόμμεως 𐅻 ιβ , ὕδωρ· χρῶ μεθ’ ὕδατος. Κολλύριον τὸ διακέντητον ἐκ τῶν Δημοσθένους. καδμίας 𐅻 δ ἰοῦ ὀβολοὶ γ μίσυος ὀβολοὶ γ μήκωνος ὀποῦ ὀβολοὶ γ πεπέρεως λευκοῦ ὀβολοὶ γ κόμμεως 𐅻 β , ὕδωρ· ποιεῖ πρὸς τὰς προειρημένας διαθέσεις καὶ πρὸς ἀμβλυωπίαν καὶ ἀρχομένας ὑποχύσεις καὶ οὐλὰς λεπτύνει. ἔστι γὰρ θαυμαστὸν καὶ θερμόν. Τοῦ δὲ Στρατιώτου κολλύριον ἡ σύνθεσίς ἐστιν ἥδε· καδμίας 𐅻 η ψιμμυθίου 𐅻 ιϛ πεπέρεως λευκοῦ ἰοῦ ὀπίου ὀμφακίου ἀνὰ 𐅻 β κόμμεως 𐅻 δ . ποιεῖ δὲ καὶ πρὸς τραχέα βλέφαρα. Κολλύριον σμηκτικόν. χαλκοῦ κεκαυμένου κρόκου ἀμμωνιακοῦ θυμιάματος ἀνὰ 𐆄 β κόμμεως 𐆄 α , ὕδωρ. ποιεῖ καὶ πρὸς ὑποπύους ἄργεμα νεφέλιον ἀχλύν, πρὸς δὲ τραχώματα μετὰ μέλιτος. Κολλύριον δόκιμον ἰδίως πρὸς οὐλὰς ἐν ὀφθαλμοῖς ποιοῦν, ποιεῖ καὶ πρὸς τὰς ἀμβλυωπίας καὶ τραχώματα καὶ πτερύγια. σηπίας ὀστράκων κισσήρεως λεπίδος ἀμμωνιακοῦ θυμιάματος ἰοῦ κέρατος ἐλαφείου κεκαυμένου ἀνὰ λ̸ α σμύρνης 𐆄 β λιβάνου 𐆄 β ὀπίου 𐆄 γ κόμμεως 𐆄 η ὀστέων φοινίκων κεκαυμένων 𐆄 γ μέλιτος 𐆄 β , ὕδωρ. τοῦτο ἐσκεύασεν ὁ Ἀφρὸς καὶ πάνυ αὐτῷ ἐθάρρει· ὠνόμαζε δὲ αὐτὸ “φοῖνιξ μέλας”, διὰ τὸ ἔχειν ὀστᾶ φοινίκων κεκαυμένων. Κολλύρια ἔνστακτα καλούμενα.[175] |
| 115 | ἔνστακτον πακκιανόν. καδμίας 𐅻 ξδ μίσμος 𐅻 λβ στίμμεως ὁμοίως καὶ χαλκάνθου καὶ πεπέρεως λευκοῦ ἀνὰ 𐅻 λβ ἰοῦ ὀπίου ὀποβαλσάμου ἀνὰ 𐅻 ιϛ κόμμεως 𐅻 ξδ . ποιεῖ πρὸς ὀξυδορκίαν καὶ τύλους ἀποσμήχει. Ἄλλο ἀρωματικὸν ἐπιγραφόμενον. χαλκοῦ κεκαυμένου 𐅻 ιϛ ἰοῦ σμύρνης κρόκου πεπέρεως ὀπίου ἀνὰ 𐅻 δ ναρδοστάχυος 𐅻 β ὀποβαλσάμου 𐅻 β κόμμεως 𐅻 δ , ὕδωρ. Ἄλλο ἔνστακτον, ὡς Ὀριβάσιος. καδμίας 𐅻 ιϛ ψιμμυθίου 𐅻 η ὀπίου 𐅻 γ ὀποβαλσάμου 𐅻 γ ἰοῦ ὀμφακίου πεπέρεως λευκοῦ ἀνὰ 𐅻 β κόμμεως 𐅻 ε . Ἄλλο κολλύριον ἔνστακτον ἀτάραχον ὀξυδερκές. καδμίας κεκαυμένης καὶ ἐσβεσμένης οὔρῳ παιδὸς 𐅻 ι στίμμεως 𐅻 ϛ χαλκάνθου ἰοῦ ἀνὰ 𐅻 α c πεπέρεως μίσυος κεκαυμένου ἀνὰ 𐅻 β ὀπίου 𐅻 α κόμμεως 𐅻 ϛ ὀποβαλσάμου 𐅻 α , ὕδωρ. Ἄλλο μέλαν ὀξυδερκικόν, ποιεῖ καὶ πρὸς βεβρωμένους κανθούς. στίμμεως κεκαυμένου πεπλυμένου πεπέρεως ἀκακίας κόμμεως ἀνὰ 𐅻 μ καδμίας 𐅻 ιϛ νάρδου Κελτικῆς σμύρνης κρόκου ἀνὰ 𐅻 κ ὀμφακίου ὀπίου ἀνὰ 𐅻 ϛ , ὕδωρ. Κολλύριον διὰ κέρατος Ἀσκληπιάδου.[15] |
| 116 | πρὸς ἕλκη φλυκτίδας καὶ οὐλὰς ἀποσμήχει. κέρατος ἐλαφείου κεκαυμένου πεπλυμένου μολύβδου κεκαυμένου πεπλυμένου λιβάνου ἀνὰ 𐅻 δ λεπίδος χαλκοῦ 𐅻 β ὀπίου 𐅻 α κόμμεως 𐅻 δ , ὕδωρ. Ἄλλο πρὸς τὰς θερμοτέρας διαθέσεις καὶ τὰ δριμύτατα τῶν ῥευμάτων μεθ’ ἑλκώσεως. κέρατος ἐλαφείου κεκαυμένου πεπλυμένου μολύβδου κεκαυμένου πεπλυμένου ἀνὰ 𐅻 ιϛ σποδίου πομφόλυγος πεπλυμένης 𐅻 ιη λεπίδος κρόκου ὀπίου σμύρνης ἀνὰ 𐅻 β ἀκακίας λιβάνου κόμμεως ἀνὰ 𐅻 η τραγακάνθης 𐅻 α ἀμύλου 𐅻 δ λείου ὑοσκυάμου ἀποβρέγματι. Ἄλλο, ὡς Ὀριβάσιος, μάλιστα μὲν πρὸς τὰς ἑλκώσεις ἐν ἀκμῇ, τύλους τε καὶ σταφυλώματα καὶ τὰ τοιαῦτα πάντα, μετὰ τοῦ μὴ δασύνειν τὰ βλέφαρα, πρός τε τὰ δυσκατούλωτα ἕλκη καὶ τὰς ἀναλυομένας οὐλάς. ἀκακίας 𐅻 μ στίμμεως 𐅻 λβ μολύβδου κεκαυμένου πεπλυμένου 𐅻 κ κόμμεως 𐅻 κ κέρατος ἐλαφείου κεκαυμένου πεπλυμένου 𐅻 κ καδμίας 𐅻 ιϛ χαλκοῦ 𐅻 ιϛ ὀπίου 𐅻 ϛ σμύρνης 𐅻 δ λιβάνου 𐅻 δ , ὕδωρ. χρῶ τε τῷ διὰ κέρατος κολλυρίῳ πρὸς μὲν τὰ κοῖλα ἕλκη, πρὸς δὲ τὰ ῥυπαρὰ μετὰ χυλοῦ τήλεως. Ἄλλο κολλύριον διὰ κέρατος, σμηκτικώτατον τῶν ἐν ὀφθαλμοῖς οὐλῶν, ὕδατι ἐγχριόμενον· χρῶ δὲ κἀπὶ τῶν ἡλκωμένων ὀφθαλμῶν μετ’ ὠοῦ ἐγχυματίζων. χαλκοῦ κεκαυμένου πεπλυμένου 𐆄 ε καὶ γρ ιε μολύβδου κεκαυμένου πεπλυμένου 𐆄 ια γρ ϛ κέρατος ἐλαφείου κεκαυμένου πεπλυμένου τὸ ἴσον, γραμμάρια ἓξ στίμμεως πεπλυμένου 𐆄 α c σηπίας ὀστράκων 𐆄 δ c ἰοῦ 𐆄 α c ἀμμωνιακοῦ θυμιάματος 𐆄 β c σμύρνης λιβάνου ὀπίου ἀνὰ 𐆄 β c ἀκακίας 𐆄 ε Γρ ιε κόμμεως 𐆄 ια Γρ ϛ , ὕδωρ. Κολλύρια νάρδινα καὶ Θεοδότια.[20] |
| 117 | κολλύριον νάρδινον Ζωΐλου πρὸς τὰς παλαιὰς ὀφθαλμίας καὶ μυιοκέφαλα καὶ ἕλκη παλαιὰ καὶ σταφυλώματα. καδμίας 𐅻 ιβ χαλκοῦ κεκαυμένου 𐅻 η στίμμεως 𐅻 η ψιμμυθίου καστορίου νάρδου Συριακῆς ἀνὰ 𐅻 δ ἀλόης 𐅻 α c φύλλου κρόκου χαλκίτεως ὀπτῆς χαλκάνθου λυκίου Ἰνδικοῦ ὀπίου ἀνὰ 𐅻 α σμύρνης 𐅻 β ἀκακίας 𐅻 κ κόμμεως κ , ὕδωρ. ποιεῖ δὲ τὸ ἄδηκτον νάρδινον τὸ Κανδίδου πρὸς μυοκέφαλα καὶ σταφυλώματα θαυμαστῶς καὶ μάλιστα γλαυκοφθάλμοις ἁρμόζει. Κολλύριον νάρδινον Κανδίδου ἀδηκτότατον ἀναξηραντικόν, χρῶ κἀπὶ τῶν μηδ’ ἡντιναοῦν δῆξιν κολλυρίων ὑπομένειν δυναμένων. καδμίας πεπλυμένης 𐆄 ιϛ χαλκοῦ πεπλυμένου 𐆄 ιβ ψιμμυθίου 𐆄 η στίμμεως πεπλυμένου 𐆄 μ κρόκου σμύρνης τρωγλίτιδος ἀνὰ 𐆄 δ ἀλόης ναρδοστάχυος ἀκακίας ἀνὰ 𐆄 α ὀπίου 𐆄 β κόμμεως 𐆄 κ , ὕδωρ. Κολλύριον Θεοδότιον νάρδινον, οὗ πολλὴν πεῖραν ἔχομεν ἐπὶ μυιοκεφάλων καὶ τῶν χρονίων ἐν ὀφθαλμοῖς ἑλκῶν καὶ συγχύσεων· ἔστι δὲ καὶ σμηκτικώτατον καὶ τονικὸν τῶν κατησθενηκότων ὀφθαλμῶν. καδμίας πεπλυμένης στίμμεως πεπλυμένου ἀκακίας κόμμεως ἀνὰ 𐆄 β ῥόδων ξηρῶν κεκαθαρμένων 𐅻 ιβ χαλκοῦ κεκαυμένου πεπλυμένου σμύρνης τρωγλίτιδος ἀνὰ 𐅻 η καστορίου λυκίου Ἰνδικοῦ κρόκου φύλλου ναρδοστάχυος χαλκίτεως ὀπτῆς ψιμμυθίου γλαυκίων ἐρείκης καρποῦ ὀπίου κηκίδων ὀμφακίνων ἀνὰ 𐅻 β , ὕδωρ· χρῶ ἐν ἀρχαῖς μὲν μετ’ ὠοῦ ἐγχυματίζων, ἐν παρακμαῖς δὲ ὕδατι ἐγχρίων καθ’ ὑποβολήν. Κολλύριον τὸ ὑγίδιον, ὅ τινες Ἀμμωνίου ἐκάλεσαν, ποιοῦν πρὸς ἀρχομένας ὀφθαλμίας καὶ ἐπικαύματα καὶ κοιλώματα καὶ πρὸς πᾶν ἕλκος καὶ ὑποπύους συγχύσεις χημώσεις προπτώσεις καὶ πρὸς τὰ χρόνια μυιοκέφαλα σταφυλώματα ὀνύχια· ποιεῖ δὲ καὶ πρὸς τὰς ἀπὸ ὑδατίδων γινομένας φλεγμονάς, ἀνακαθαίρει καὶ ἀναπληροῖ καὶ ἀπουλοῖ· τοὺς δὲ μὴ δυναμένους διά τινα αἰτίαν, ἤτοι διὰ κεφαλῆς πόνον ἢ ὀφθαλμοῦ κοιμηθῆναι ἄγει εἰς ὕπνον γεννικῶς, ὡς ὑπνωτικὸν φάρμακον. χρῶ δὲ μετ’ ὠοῦ ἢ γάλακτος ἢ ὕδατος μέσῃ κράσει ἢ παχυτέρᾳ, πρὸς τὴν εὐαισθησίαν τῶν πασχόντων. ἔχει δὲ οὕτως· καδμίας πεπλυμένης 𐅻 ιϛ φιμμυθίου πεπλυμένου καστορίου ἀλόης ἀνὰ 𐅻 ϛ νάρδου Ἰνδικῆς κασσίας ἀνὰ 𐅻 δ στίμμεως πεπλυμένου 𐅻 μ σμύρνης 𐅻 θ λεπίδος χαλκοῦ 𐅻 ε χαλκοῦ κεκαυμένου ὀπίου πεπλυμένου ἀνὰ 𐅻 ιϛ ῥόδων 𐅻 κ λυκίου Ἰνδικοῦ ὀπίου ἀνὰ 𐅻 γ λίθου σχιστοῦ πεπλυμένου 𐅻 δ c κρόκου 𐅻 ϛ μολύβδου κεκαυμένου πεπλυμένου 𐅻 κ ἀκακίας κόμμεως ἀνὰ 𐅻 μ , ὕδωρ. δεδοκιμασμένον ἄγαν. Κολλύριον τὸ νικάριον, ποιοῦν πρὸς μυιοκέφαλα καὶ πρὸς βόθρια μετὰ τοῦ λιβάνου, τὰς δὲ οὐλὰς ἀδήλους ποιεῖ. καδμίας κεκαυμένης τρὶς καὶ ἐσβεσμένης γάλακτι γυναικείῳ καὶ πεπλυμένης 𐅻 ρκ στίμμεως κεκαυμένου καὶ ἐσβεσμένου γάλακτι ὁμοίως 𐅻 κ χαλκοῦ κεκαυμένου πεπλυμένου 𐅻 λϛ ψιμμυθίου πεπλυμένου 𐅻 κδ σμύρνης 𐅻 ιβ ὀπίου τὸ ἴσον ναρδοστάχυος ἀλόης ἀνὰ 𐅻 γ ἀκακίας κόμμεως ἀνὰ 𐅻 ρκ , ὕδωρ. Κολλύριον τὸ ἰνδάριον. πεπέρεως 𐅻 β καδμία κηκίδων ναρδοστάχυος ἀκακίας κόμμεως ἀνὰ 𐅻 δ κόστου 𐅻 α στίμμεως 𐅻 η ὀποβαλσάμου 𐅻 β , ὕδωρ. ποιεῖ πρὸς ἀμβλυωπίας, σμήχει καὶ τὰς οὐλάς. Κολλύριον θεοδότιον πλακιανόν· ποιεῖ καὶ πρὸς τὰς μεγίστας ἐπιφορὰς καὶ περιωδυνίας, ἀπαλλάττει χωρὶς φλεβοτομίας. καδμίας πεπλυμένης 𐅻 ιϛ χαλκοῦ κεκαυμένου πεπλυμένου 𐅻 η στίμμεως πεπλυμένου 𐅻 ιϛ κρόκου 𐅻 γ καστορίου 𐅻 δ ἰοῦ 𐅻 α ἀλόης 𐅻 δ σμύρνης τρωγλίτιδος 𐅻 γ λυκίου Ἰνδικοῦ ὀπίου ἀνὰ 𐅻 β ἀκακίας κόμμεως ἀνὰ 𐅻 κδ ὕδωρ· ἡ χρῆσις δι’ ὠοῦ, ἡ κρᾶσις παχυτέρα.[45] |
| 117 (50) | τὸ κολλύριον οἰδημάτιον τοῖς βλεφάροις ἐπιφέρει. Κολλύριον ἡ διαθήκη ἐπικαλούμενον τοῦ Χρυσοχόου, ὃ κατέλιπεν ἀποθνῄσκων τῷ Ἐφεσίων ἱερῷ, ὥστε τοὺς ὑπὸ τῶν ἰατρῶν καταλιμπανομένους ἐν τῷ ἱερῷ ὑγιάζεσθαι· εὑρέθη δὲ ὑπὸ Ἀδριανοῦ καίσαρος. ποιεῖ πρὸς ἐπιφορὰς τραχωμάτων καὶ πρὸς πάντα τὰ ἀπεγνωσμένα πάθη, φλυκταίνας ἰᾶται, κοιλώματα ἰσοῖ, οὐλὰς ἀφανεῖς ποιεῖ, ἀτάραχον φυλάττει τὸν ὀφθαλμόν. ἐγχυμάτιζε δὲ ὠῷ ἢ γάλακτι, ὡς ἂν ἡ χρεία καλῇ. ἐπὶ πάντων δὲ ὑδαρὲς ἔστω καὶ ὀξυωπέστατον ἀγαθόν. ἔχει δὲ οὕτως· καδμίας 𐅻 κ στίμμεως πεπλυμένου 𐅻 ιε ναρδοστάχυος 𐅻 γ σμύρνης τρωγλίτιδος καστορίου χαλκοῦ κεκαυμένου ἰοῦ ἀνὰ 𐅻 β κρόκου 𐅻 α λεπίδος σιδήρου στομώματος 𐅻 δ ψιμμυθίου τὸ ἴσον πεπέρεως λυκίου Ἰνδικοῦ ὀπίου λιβάνου ὀποβαλσάμου κασσίας ἀνὰ 𐅻 β λίθου σχιστοῦ 𐅻 δ ἰοῦ σκώληκος 𐅻 γ χαλκάνθου 𐅻 β μαράθρου χυλοῦ χολῆς αἰγείας ἀνὰ 𐅻 δ κόμμεως 𐅻 κ , οἴνῳ λείου Ἀμηναίῳ ἢ Φαλερίνῳ ἢ ἑτέρῳ αὐστηρῷ παλαιῷ εὐώδει. Κολλύριον Θεοδότιον τὸ μέγα. καδμίας κεκαυμένης πεπλυμένης χαλκοῦ πεπλυμένου ἀνὰ 𐆄 η στίμμεως πεπλυμένου 𐆄 κε ῥόδων ξηρῶν ψιμμυθίου χαλκίτεως κηκίδων ἰοῦ κρόκου λυκίου Ἰνδικοῦ ἀλόης ναρδοστάχυος σμύρνης τρωγλίτιδος ἐβένου ῥινήματος καστορίου μέλανος Ἰνδικοῦ λιβάνου ὀπίου σαρκοκόλλης πομφόλυγος ἀνὰ 𐆄 α [κέρατος ἐλαφείου πεπλυμένου καὶ κεκαυμένου 𐆄 α ] ἀκακίας κόμμεως ἀνὰ 𐆄 κε , ὕδωρ. τινὲς δὲ 〈προσεπιβάλλουσι〉 καὶ φύλλου 𐆄 α ἀμώμου 𐆄 α κέρατος ἐλαφείου κεκαυμένου πεπλυμένου 𐆄 α , τῶν δὲ ῥόδων 𐆄 γ , κόμμεως δὲ καὶ ἀκακίας ἀνὰ 𐆄 κδ , τὰ δὲ λοιπὰ ὁμοίως. ποιεῖ πρὸς ἀρχομένας ὀφθαλμίας καὶ ἑλκώσεις πάσας καὶ ῥεῦμα πρόσφατον καὶ παλαιὸν φλεγμονὰς ἄνθρακας ὑποπύους νομὰς νύγματα προπτώσεις μυοκέφαλα σταφυλώματα τραχέα βλέφαρα καὶ ἀπηλπισμένας διαθέσεις καὶ τὰς ὑφ’ ἡλίου ἐπικαύσεις καὶ κονίας καὶ κονιορτοῦ ἤ τινος τοιούτου. αἴρει καὶ πτερύγια φλεγμαίνοντα μετὰ βουτύρου, πρὸς δὲ τὰ ἕλκη μετ’ ὠοῦ, πρὸς δὲ τὰ κακοήθη μετὰ γάλακτος γυναικείου. Κολλύριον Θεοδότιον Σεβήρου. παρ’ ἡμῖν εὕρηται, φησὶν ὁ Σεβῆρος, ὑπό τινος ἀρχαίου ἀναγεγραμμένον. σύνθετον μὲν καὶ τοῦτο κεκτημένον ὕλην, πολὺ δὲ διαφέρον τὴν ἐνέργειαν· πάντων γὰρ ὁμοῦ τῶν προρρηθέντων κολλυρίων χρησιμώτερον ὤφθη, καὶ τούτου τὴν σκευὴν ἀναγκαῖον ἡγοῦμαι λέγειν, ὅτι οὐδὲ πᾶσίν ἐστι γνώριμον. λαμβάνει δὲ καδμίας 𐅻 κδ χαλκοῦ κεκαυμένου 𐅻 ιβ στίμμεως 𐅻 μ ψιμμυθίου 𐅻 η χαλκίτεως ὀπτῆς 𐅻 δ μίσυος ὀπτοῦ 𐅻 δ ἐβένου ῥινήματος 𐅻 β νάρδου Κελτικῆς φύλλου ναρδοστάχυος κρόκου καστορίου λυκίου Ἰνδικοῦ ῥόδων ξηρῶν ἀνὰ 𐅻 δ ἀλόης σμύρνης ἀνὰ 𐅻 η ὀμφακίου ὀπίου ἀνὰ 𐅻 β ἀκακίας κόμμεως σκώληκος ἀνὰ 𐅻 μ . τὴν καδμίαν καίομεν ἄνθραξι διαπύροις κρύψαντες καὶ ῥιπίζοντες καὶ διαπύρου γενομένης αἴροντες σβέννυμεν γάλακτι ὀνείῳ. τὸ δὲ στίμμι ἐν ἀγγείῳ ὀστρακίνῳ βάλλοντες καὶ πωμάσαντες πώματι τρῆμα ἔχοντι καίομεν, ὁμοίως γάλακτι ὀνείῳ σβεννύοντες· τὰ δὲ κεκαυμένα ἕκαστα ἰδίᾳ κόπτοντες καὶ σήθοντες πλύνοντες καὶ ξηραίνοντες ἀκριβῶς, ἔπειτα στήσαντες ἐμβάλλομεν τῇ σκευασίᾳ. τὸ δὲ κόμμι οὐ κόπτοντες ἐπιπάσσομεν ξηρόν, ἀλλ’ ἀποβρέχοντες, οὕτω γὰρ οὐδὲ ξυλῶδές τι ἢ ψαμμῶδες συγκαταβήσεται αὐτῷ διηθουμένῳ, καὶ ἡ συστροφὴ καλλίστη γενήσεται τοῦ κολλυρίου. τινὲς δὲ προσεπιβάλλουσι τῇ προειρημένῃ σκευασίᾳ καὶ κόστου 𐅻 η , καὶ σμήχειν μᾶλλον τὰς οὐλὰς αὐτό φασι καὶ τὰ πτερύγια δαπανᾶν καὶ τὰς ἐγκανθίδας.[95] |
| 117 (100) | πρὸς δὲ τὰς φλεγμονὰς καὶ τὰ ἕλκη ἀνάρμοστος ὁ κόστος. τούτου μὲν οὖν τοῦ βοηθήματος τὰς ἐνεργείας λέγειν οὐ ῥᾴδιον, δυσπιστίαν γὰρ τοῖς ἀκούουσι ἐμποιεῖ. τὰς γὰρ ἀπηγορευμένας διαθέσεις εἰς τὸ κατὰ φύσιν ἀνεκαλέσατο καὶ συντόμως εἰπεῖν, πάντα μὲν ὅσα πρόσεστι τοῖς Θεοδοτίοις καλουμένοις καὶ ναρδίνοις καὶ τοῖς διὰ κέρατος, πολλῷ πλέον τούτῳ πρόσεστιν· ἐπὶ μὲν γὰρ τῶν προσφάτων διαθέσεων ἐγχρίσαντες καὶ σπόγγον τῷ ὀφθαλμῷ ἐπιθέντες ἀπηλλάξαμεν τοῦ πάθους τὸν πάσχοντα, ἐπὶ δὲ τῶν χρονίων καὶ ἀπεγνωσμένων διαθέσεων τὰ μὲν ἐγχυματίζοντες, τὰ δὲ ἐγχρίοντες ἐτύχομεν τοῦ σκοποῦ. ἐπὶ μὲν γὰρ τῶν εὐλύτων ὀφθαλμιῶν ἐγχρίομεν αὐτό, ἐπὶ δὲ τῶν κοίλων καὶ ῥυπαρῶν ἑλκῶν ἀνιεμένῳ αὐτῷ χρώμεθα σὺν τῷ ὠῷ ἢ τήλεως χυλῷ, ποτὲ δὲ καὶ μελικράτῳ, ἐπὶ δὲ μυιοκεφάλων παχύτερον ὕδατι ἐγχρίομεν καὶ ἐπὶ τὸ σμήχειν τὰ τραχέα βλέφαρα πάλιν παχύτερον καθ’ ὑποβολὴν ὑπαλείφομεν, καὶ τὰς οὐλὰς δὲ ὡσαύτως ἀπολεπτύνομεν· εἰς τοσοῦτον δὲ λεπτότητος φέρει τὰς οὐλάς, ὥστε μηδόλως αὐτὰς τῇ αἰσθήσει γνωρίζειν, καὶ συντόμως φάναι, ἄρρητόν τινα κέκτηται δύναμιν· ἐπὶ μὲν γὰρ τῶν σταφυλωμάτων χυλῷ κράμβης ἀνιέμενον τὸ κολλύριον καὶ παχὺ πλῆθος προσαγόμενον τῷ ὀφθαλμῷ, μετὰ καὶ τῆς τοῦ σπόγγου ἐπιδέσεως, ἀφανῆ τὸν ὄγκον πεποίηκεν καὶ τὰς ἐγκανθίδας δὲ ἀποδαπανᾶν δύναται. λεπτοποιηθὲν δὲ τὸ κολλύριον καὶ ὡς ξηρίον τι γενόμενον, τὰ πτερύγια λεπτύνει καὶ ἐν ἄλλοις μὲν οὖν θαυμάσιον ὤφθη τὸ κολλύριον. ἀλλὰ καὶ ἡμεῖς παραχωροῦμεν τοῖς μεθ’ ἡμᾶς διὰ τῆς πείρας ποδηγηθεῖσι μαρτυρεῖν τῷ βοηθήματι· ἤδη δέ τινες χρησάμενοι αὐτῷ ἐπὶ τῶν περὶ τὴν ἕδραν χρονίων ἑλκῶν καὶ συρίγγων ἐπέτυχον τοῦ σκοποῦ· ὅθεν οὐκ ἄτοπον κἀπὶ τῶν περὶ τοὺς μυκτῆρας πολύπων καὶ ὀζαινῶν αὐτὸ προσάγειν. Κολλύριον ἡ διαθήκη, ὡς κεῖται παρὰ Ἀστερίῳ. καδμίας 𐅻 ο στίμμεως 𐅻 νβ σμύρνης 𐅻 ε c ναρδοστάχυος κρόκου ἀνὰ 𐅻 ι καστορίου 𐅻 ζ ψιμμυθίου 𐅻 ιδ λυκίου λιβάνου κασσίας ὀποβαλσάμου ὀπίου ἀνὰ 𐅻 η λίθου σχιστοῦ χαλκάνθου μαράθρου χυλοῦ χολῆς αἰγείας ἀνὰ 𐅻 ιδ ἰοῦ σκώληκος 𐅻 κ κόμμεως 𐅻 ο , λείου οἴνῳ Ἀμηναίῳ. Κολλύριον διὰ μαράθρου. καδμίας 𐆄 θ στίμμεως 𐆄 η μίσυος ὠμοῦ ἰοῦ ἀνὰ 𐆄 ϛ πεπέρεως 𐆄 ε χαλκάνθου κρόκου ὀμφακίου ἀνὰ 𐆄 α c χαλκίτεως φύλλου ἀνὰ 𐆄 α ναρδοστάχυος 𐆄 δ c ὀπίου 𐆄 ε c ὀποβαλσάμου 𐆄 δ κόμμεως 𐆄 ιβ μαράθρου χυλοῦ 𐆄 η καὶ πάλιν ἀφεψήσας ἕτερα μάραθρα ὕδατι ὀμβρίῳ λείου τῷ ἀφεψήματι. τοῦτο πολλοῖς ἐσκεύασται.[135] |