Medical Book I constitutes the opening volume of the Tetrabiblon, a comprehensive medical encyclopedia compiled in the sixth century CE by the Byzantine physician Aëtius of Amida. Written as a practical compendium for practitioners, this systematic work organizes 372 entries covering diagnosis, therapeutic methods, pharmacology, and surgical procedures, all framed within the prevailing Galenic theory of the four humors. The book functions not as an original treatise but as a meticulous synthesis of knowledge drawn from earlier Greek and Roman authorities, including Galen, Oribasius, and Rufus of Ephesus. Scholars regard it as a definitive example of late antique efforts to preserve and systematize classical learning, and it is particularly valued for preserving extensive excerpts from medical writers whose own works are otherwise lost. The text also contains significant material on gynecology and obstetrics, incorporating sources such as Soranus. The complete Tetrabiblon survives in numerous Greek manuscripts, attesting to its status as a standard medical textbook in the Byzantine world for centuries. It was later translated into Latin and Arabic, serving as a crucial conduit for the transmission of classical medical knowledge to medieval and early modern cultures.
| P | Πίναξ τοῦ πρώτου τμήματος τῶν κεφαλαίων τοῦ Ἀετίου. [Start of Table] α Ἀβρότονον β Ἀβρότονον κεκαυμένον γ Ἄγνος ἢ λύγος δ Ἄγρωστις ε Ἄγχουσαι δ ϛ Ἀγαρικόν ζ Ἀδίαντον η Ἀείζωον θ Αἰγίλωψ ι Αἶρα ια Αἴγειρος ιβ Ἀκακία ιγ Ἀκαλήφη ἢ κνίδη ιδ Ἄκανθος ἢ παιδέρωτα ιε Ἄκανθα λευκή ιϛ Ἄκανθα αἰγυπτία ιζ Ἄκορον ιη Ἀκόνιτον ιθ Ἀκτή κ Ἅλιμον ἢ ἁλμυρίς κα Ἀλόη κβ Ἄλυσσον κγ Ἀλσίνη ἢ μυὸς ὦτα κδ Ἀμάρακον κε Ἀμβροσία κϛ Ἄμι κζ Ἀμάραντον κη Ἀμόργη κθ Ἀμπελόπρασον λ Ἄμπελος λευκή λα Ἀμύγδαλα λβ Ἀμμωνιακόν λγ Ἄμωμον λδ Ἀναγαλλίς λε Ἀνδράχνη λϛ Ἀνεμῶναι λζ Ἄνηθον λη Ἀνθεμὶς ἢ χαμαίμηλον λθ Ἄνισον μ Ἀπαρίνη ἢ φιλάνθρωπον μα Ἄπιος ἐδώδιμος μβ Ἀχράδες μγ Ἀριστολοχία μδ Ἄρακος με Ἄρκευθος μϛ Ἀρνόγλωσσον μζ Ἄρον μη Ἀρτεμισία διττή μθ Ἄσαρον ν Ἀσπάλαθος να Ἀσπάραγος νβ Ἀσταφὶς ἥμερος νγ Ἀσταφὶς ἀγρία νδ Ἀσφόδελος νε Ἀτρακτυλίς νϛ Ἀτράφαξις νζ Ἀψίνθιον νη Βάλανος μυρεψική νθ Βάλανος δρυίνη ξ Βαλσάμου τὸ ξύλον καὶ ὀπὸς καὶ καρπός ξα Βαλαύστιον ξβ Βάτος ξγ Βατράχιον ξδ Βδέλλιον ξε Βλίτον ξϛ Βολβός ξζ Βολβὸς ἐμετικός ξη Βούγλωσσον ξθ Βούφθαλμον ο Βούνιον οἱ δὲ ἄρκτιον οα Βράθυ οβ Βετονίκης τῆς πόας ογ Βρόμος οδ Βρύον θαλάττιον οε Βρύον ἢ ὕπνον ἢ σπλάγχνον οϛ Βρυωνία οζ Γεντιανή οη Γίγαρτα οθ Γιγγίδιον π Γλαύκιον πα Γλήχων πβ Γλοιὸς ἀπὸ βαλανείου πγ Γλυκύριζα πδ Γλυκυσίδης ἢ παιωνία πε Γναφάλιον πϛ Γογγυλίς πζ Δαμασώνιον πη Δαῦκος πθ Δάφνη Ϟ Δίκταμνον Ϟα Δίψακος Ϟβ Δορύκνιον Ϟγ Δόλιχοι ἢ λόβια Ϟδ Δρακόντιον Ϟε Δρῦς Ϟϛ Ἐβίσκος ἢ ἀλθαία Ϟζ Ἔβενος Ϟη Αἰθάλη Ϟθ Ἐλαία ρ Ἔλαιον ρα Ἔλαιον κίκινον ρβ Ἔλ.[95] |
| P (100) | λινοσπέρμινον ργ Ῥαφάνινον ἔλαιον ρδ Ἔλ. αἰγείρινον ρε Ἔλ. ἀμυγδάλινον ρϛ Ἔλ. καρύινον ρζ Ἔλ. μυροβαλάνινον ρη Ἔλ. δάφνινον ρθ Ἔλ. σησάμινον ρι Ἔλ. σχίνινον ρια Ἔλ. οἰνάνθινον ριβ Ἔλ. μήλινον ριγ Ἔλ. ῥόδινον ριδ Ἔλ. χαμαιμήλινον ριε Ἔλ. ἀνήθινον ριϛ Ἔλ. κρίνινον ριζ Ἔλ. τήλινον ριη Ἔλ. ναρκίσσινον ριθ Ἔλ. ἰάτον ρκ Ἔλ. ἰασμέλαιον ρκα Ἔλ. μυρσίνινον ρκβ Ἔλ. μαστίχινον ρκγ Ἔλ. στυράκινον ρκδ Ἔλ. σικυώνιον ρκε Ἔλ. μετώπιον ρκϛ Ἔλ. μενδήσιον ρκζ Ἔλ. μεγάλινον ρκη Ἔλ. ἀμαράκινον ρκθ Ἔλ. κύπρινον ρλ Ἔλ. ἴρινον ρλα Ἔλ. νάρδου Κυζικηνοῦ ρλβ Ἐλαίου σαλκᾶ σκευασία ρλγ Φυλ〈λ〉ίνου ἤτοι μαλαβαθρίνου καλλίστη σκευασία ρλδ Τίσιν ἁρμόδια τὰ εὐώδη μύρα ρλε Καπνιστὸν ἔλαιον ρλϛ Περὶ τῶν ἄλλων συγχρισμάτων ρλζ Ἐλαφόβοσκον ρλη Ἑλενίου ἡ ῥίζα ρλθ Ἐλελίσφακον ρμ Ἐλλέβορος ἑκάτερος ρμα Ἑλξίνη ἢ περδίκιον ρμβ Ἔλυμος ρμγ Ἔμπετρον ἢ ἐπίπετρον ρμδ Ἐπίθυμον ρμε Ἐρέβινθος ρμϛ Ἕρπυλλος ρμζ Ἐρύσιμον ρμη Ἐρυθρόδανον ρμθ Εὔζωμον ρν Εὐπατόριον ρνα Εὐφόρβιον ρνβ Ζειά ρνγ Ζιγγίβερι ρνδ Ζύθος ρνε Ζύμη ρνϛ Ἡδύοσμος ρνζ Ἡδύσαρον ἢ πελεκῖνος ρνη Ἡμεροκαλλές ρνθ Ἠριγέρων ρξ Ἠρύγγιον ρξα Θαψία ρξβ Θέρμος ἥμερος ρξγ Θέρμος ἄγριος ρξδ Θλάσπι ρξε Θρίδαξ ρξϛ Θύμος ρξζ Θύμβρα ρξη Ἴντυβοι ρξθ Ἰξός ρο Ἴου τὰ φύλλα ροα Ἵππουρις ροβ Ἰσάτις βαφική ρογ Ἰσάτις ἀγρία ροδ Ἰτέα ροε Καλαμίνθη ροϛ Κάλαμος ἀρωματικός ροζ Κάλαμος φραγμίτης ροη Καννάβεως ὁ καρπός ροθ Κάπνιος ἢ καπνός ρπ Κάππαρις ρπα Κάρδαμον ρπβ Καρδάμωμον ρπγ Καρῶον ρπδ Κασσία ρπε Καρύα ρπϛ Κάρυα ποντικὰ καὶ λεπτοκάρυα ρπζ Καστάνια ρπη Κέγχρος ρπθ Κέδρος ρϞ Κεδρέλαιον ρϞα Κεδρίδες ρϞβ Κενταύριον τὸ μέγα ρϞγ Κενταύριον τὸ μικρόν ρϞδ Κέρασος ρϞε Κερατωνία ρϞϛ Κέστρον ρϞζ Κηκίς ρϞη Κηρός ρϞθ Κιβώριον ς Κιννάρα σα Κίκεως ὁ καρπός σβ Κισθὸς ἢ κίσθαρος σγ Ὑποκυστίς σδ Κισθὸς ἢ λήδων σε Κισσός σϛ Κνῆκος σζ Κόκκος κνίδιος ση Κόκκος βαφική σθ Κοκκυμηλέας ὁ καρπός Κοκκύμηλον σι Κολοκάσιον σια Κόλλα σιβ Κολοκύνθη σιγ Κόμαρος σιδ Κόμμι σιε Κονία σιϛ Κόνυζα διττή σιζ Κορίανον ἢ κόριον σιη Κορωνοπόδιον σιθ Κόστος σκ Κοτυληδών σκα Κράμβη ἐδώδιμος σκβ Κράμβη ἀγρία σκγ Κράμβη θαλαττία σκδ Κρῆθμον σκε Κριθαί σκϛ Ἄλφιτα σκζ Ἀλφίτων μάζα σκη Περὶ κρίμνου καὶ πόλτου σκθ Κρίνον σλ Κροκοδείλιον σλα Κρόκος σλβ Κρόμυον σλγ Κύαμος ἢ φάβα σλδ Κυκλάμινος σλε Κύμινον σλϛ Κυπάρισσος σλζ Κύπερον σλη Κύπρος σλθ Κυτίσου τὰ φύλλα σμ Κώνειον σμα Κώνου καρπός σμβ Περὶ λαθύρων σμγ Λαθυρίς σμδ Λαμψάνη σμε Λάπαθον σμϛ Λειμώνιον ἢ κυνόγλωσσον σμζ Λειχὴν ὁ ἐπὶ τῶν πετρῶν σμη Λεοντοπόδιον ἢ λεοντοπέταλον σμθ Λεπίδιον σν Λευκόϊον σνα Λεύκη τὸ δένδρον σνβ Λιβανωτός σνγ Λιβάνου αἰθάλη σνδ Λιβανωτίδες σνε Λιγνὺς ἅπασα σνϛ Λιγυστικόν σνζ Λινόσπερμον σνη Περὶ λοβίων σνθ Λινόζωστις σξ Λογχίτιδος σξα Λύκιον σξβ Λυσιμάχιος σξγ Λωτὸς ὁ ἥμερος σξδ Λωτὸς τὸ δένδρον σξε Μάκερ σξϛ Μαλαβάθρου φύλλα σξζ Μαλάχη σξη Μανδραγόρας σξθ Μάραθρον σο Μαστίχη σοα Μελάνθιον σοβ Μελίλωτον σογ Μέλι σοδ Μελισσόφυλλον σοε Μέσπιλον σοϛ Μήκων πᾶσα σοζ Μήκων κερατῖτις σοη Μηλέα περσική σοθ Μηλέα ἀρμενιακή σπ Μηλέα μηδική σπα Μῆλα σπβ Μῆον σπγ Μορέα σπδ Μύκητες σπε Μυωτίς σπϛ Μυρίκη σπζ Μυρ(ρ)ίνη ἢ μυρσίνη σπη Μῶλυ ἢ βήσασα σπθ Νάρδου στάχυς σϞ Νάρδος κελτική ςϞα Νάρθηξ ςϞβ Νᾶπυ ςϞγ Νάρκισσος ςϞδ Νήριον ἢ ῥοδοδάφνη ςϞε Νυμφαία σϞϛ Ξάνθιον ςϞζ Ξιφίου ἡ ῥίζα ςϞη Οἶνος ςϞθ Ὄξος τ Περὶ ὀξυσχοίνου τα Ὀπός τβ Ὀρίγανον τγ Ὄροβος τδ Ὀροβάκχη τε Ὄρυζα τϛ Ὄρχις, οἱ δὲ κυνὸς ὄρχις τζ Ὄρχις ἣν σεραπίαδα καλοῦσιν τη 〈Οὖβα〉 τθ Ὀσιριάς τι Παγκράτιον τια Παλίουρος τιβ Πάνακες Ἡράκλειον τιγ Πεντάφυλλον τιδ Πέπλιον τιε Πέπων τιϛ Πέπερι τιζ Περσέα τιη Περιστερεὼν ὀρθός τιθ Πετροσέλινον τκ Πευκέδανον τκα Πήγανον τκβ Πίσσα Σκευασία λιγνύος ἐκ τῆς πίττης τκγ Πιστάκια τκδ Πιτυίδες τκε Πίτυος φλοιός τκϛ Πλάτανος τκζ Πολύγονον τκη Πολεμώνιον τκθ Πόλιον τλ Ποταμογείτων τλα Πολυπόδιον τλβ Πράσιον τλγ Πράσα τλδ Πρόπολις τλε Πτελέα τλϛ Πτέρις τλζ Πύρεθρον τλη Πυροί τλθ Ῥάμνος τμ Ῥαφανίς τμα Ῥᾶ ποντικόν τμβ Ῥητίναι πᾶσαι ἐν αἷς ἡ μαστίχη τμγ Ὅπως δεῖ καίειν τὴν ῥητίνην τμδ Ῥόδα τμε Ῥοδοδάφνη τμϛ Ῥόα πᾶσα τμζ Ῥοῦς τμη Ῥύπος τμθ Σαγαπηνόν τν Σάμψυχον τνα Σαπρότης ξύλων τνβ Σαρκοκόλλα τνγ Σατύριον τνδ Σέλινον τνε Σέρις ἢ κιχόριον τνϛ Σέσελι τνζ Σήσαμον τνη Σιδηρῖτις τνθ Σικὺς ἥμερος τξ Σικὺς ἄγριος τξα Σίλφιον τξβ Σίνων τξγ Σίον τξδ Σισύμβριον τξε Σκάνδιξ τξϛ Σκίλλα τξζ Σκόλυμος τξη Σκόρδιον τξθ Σκόρδον το Σμύρνα τοα Σμύρνιον τοβ Σόγχος τογ Σπάρτον τοδ Στακτή τοε Σταφυλῖνος τοϛ Στοιχάς τοζ Στρούθιον τοη Στύραξ τοθ Σταφυλή τπ Σῦκα τπα Σύμφυτον πετραῖον τπβ Περὶ συκομόρων τπγ Σχῖνος ὁ θάμνος τπδ Σχοίνου ἄνθος τπε Σχοῖνος 〈ἑ〉λεία τπϛ Τερέβινθος τπζ Τεῦτλον τπη Τέφρα τπθ Τίτανος τϞ Τῆλις τϞα Τιθύμαλλοι πάντες τϞβ Τραγάκανθα τϞγ Τρίβολος τϞδ Τρίφυλλον οἱ δὲ ἀσφάλτιον τϞε Τρύχνος τϞϛ Ὑάκινθος τϞζ Ὕδνα τϞη Ὑδροπέπερι τϞθ Ὑοσκύαμος υ Ὑπερικόν υα Ὕσσωπον υβ Φακοί υγ Φακὸς ὁ ἐπὶ τῶν τελμάτων υδ Φάσηλοι καὶ ὦχροι υε Φλόμος υϛ Φοῖνιξ υζ Φοῦ υη Φῦκος υθ Χαλβάνη υι Χαμαίδρυς υια Χαμελαία υιβ Χαμαιλεύκη υιγ Χαμαιλέων υιδ Χαμαίπιτυς υιε Χελιδόνιον υιϛ Χονδρίλλη υιζ Ψύλλιον υιη Ὤκιμον [End of Table] ΑΕΤΙΟΥ ΑΜΙΔΗΝΟΥ ΛΟΓΩΝ ΙΑΤΡΙΚΩΝ ΒΙΒΛΙΟΝ Α Σύνοψις τῶν ἁπλῶν Γαληνοῦ Αἱ διαφοραὶ τῶν κατὰ μέρος ἐνεργειῶν ἐν ἑκάστῳ τῶν φαρμάκων γίγνονται τῷ ἐπὶ τοσόνδε θερμὸν ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρὸν ἢ λεπτομερὲς ἢ παχυμερὲς ὑπάρχειν ἕκαστον αὐτῶν.[1] |
| Pr (t) | τὸ δὲ ἐπὶ τοσόνδε προήκειν ἐν ἑκάστῳ τῶν εἰρημένων ἄρρητόν ἐστιν πρός γε τὴν ἀκριβεστάτην ἀλήθειαν. ἀλλ’ ἡμεῖς καὶ αὐτὸ περιλαβεῖν ἐπειράθημεν ὅροις σαφέσιν ἱκανοῖς εἰς τὴν χρείαν τῆς τέχνης, ἓν μὲν εἶναι γένος φαρμάκων ἐπιδείξαντες εἰς ὁμοίαν τοῖς σώμασιν ἡμῶν ἀφικνούμενον κρᾶσιν, ἐπειδὰν ὑπὸ τῆς ἐν αὐτοῖς θερμότητος ἀρχήν τινα δέξηται μεταβολῆς τε καὶ ἀλλοιώσεως, ἕτερον δὲ θερμότερον ἢ καθ’ ἡμᾶς γιγνόμενον. τούτου δὲ τέσσαρας ἔδοξέ μοι ποιήσασθαι τάξεις· πρώτην μὲν τὴν ἀσαφῆ πρὸς αἴσθησιν, ὡς λόγου δεῖσθαι τοὺς φωράσαντας· ἑτέραν δὲ ἐπ’ αὐτῇ δευτέραν, ἤδη πως σαφῆ τὴν αἴσθησιν· ἄλλην δὲ τρίτην θερμαίνουσαν 〈μὲν〉 ἰσχυρῶς, οὐ μὴν ἤδη γέ πως καίουσαν· ἐφ’ ᾗ τετάρτην τε καὶ ἐσχάτην τὴν καυστικήν. οὕτω δὲ καὶ τῶν ψυχόντων πρώτην μὲν τάξιν τῶν λόγου δεομένων εἰς ἀπόδειξιν τοῦ ψύχειν, δευτέραν δὲ τῶν αἰσθητῶς ψυχόντων, καὶ τρίτην τῶν ἰσχυρῶς, καὶ τετάρτην τῶν νεκρούντων. ἀνάλογον δὲ ταύταις καὶ περὶ τῶν ὑγραινόντων τε καὶ ξηραινόντων. γιγνέσθω δὲ τούτων αὐτῶν εὐσήμου διδασκαλίας ἕνεκα τάξις τῶν ἀποστάσεων, ἐπὶ μὲν τὸ ψυχρὸν ἡ πρώτη μὲν ἐξ ἧς ἄν τις θείη τὸ ῥόδινον ἔλαιον ἢ τὸ ῥόδον αὐτό· δευτέρα δὲ ἑξῆς ταύτῃ, οἷον ὁ τοῦ ῥόδου χυλός· καὶ τρίτη καὶ τετάρτη μέχρι περ ἂν ἐπὶ τὰ ψυχρότατα τῷ λόγῳ παραγενώμεθα, κώνειόν τε καὶ μηκώνειον καὶ μανδραγόραν καὶ ὑοσκύαμον. ἐπὶ δὲ τὸ θερμόν, ἄνηθον μὲν καὶ τῆλιν πρῶτα, δεύτερα δὲ ἐφεξῆς ἃ τούτων φαίνεται δεύτερα, καὶ τρίτα καὶ τέταρτα, μέχρι περ ἂν ἐπὶ τὰ καίοντα παραγενώμεθα. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ὑγραινόντων καὶ ξηραινόντων φαρμάκων, ἀρξάμενοι πάλιν ἀπὸ τοῦ συμμέτρου, τάξεις ἐφεξῆς ἄχρι τῶν ἄκρων ποιησόμεθα. τῆς γὰρ τοιαύτης γνώσεως εἰς τὴν ἰατρικὴν μέθοδον οὐ σμικρά τις ἡ χρεία. προσήκει δὲ γεγυμνᾶσθαι κατὰ τὴν γευστικὴν αἴσθησιν καὶ ἐπὶ μνήμης ἔχειν ἑκάστης ποιότητος τῶν χυμῶν τὴν ἰδιότητα, οἷον αὐτίκα ὅταν τὸ πλησιάζον τῇ γλώσσῃ σῶμα ξηραίνῃ καὶ ἀνάγῃ καὶ τραχύνῃ μέχρι βάθους πλείονος αὐτήν, ὥσπερ ἀχράδες ἄωροι καὶ κράνα καὶ τὰ ὅμοια, στρυφνὸν ἅπαν τὸ τοιοῦτον ὀνομάζεται, ὅπερ ἐστὶν ἐπιτεταμένον αὐστηρόν. ὅσα δὲ ἐν τῷ ψαύειν τῆς γλώττης οὐ συνάγει μὲν αὐτήν, οὐδὲ σφίγγει καθάπερ τὰ στύφοντα, τὸ δὲ ἐναντίον ἅπαν φαίνεται ποιοῦντα, ῥύπτοντά τε καὶ ἀποπλύνοντα, ταῦτα σύμπαντα προσαγορεύομεν ἁλυκά. τὰ δὲ ἔτι μᾶλλον τούτων ῥύπτοντα, μέχρι τοῦ καὶ τραχύνειν ἀνιαρῶς, πικρὰ προσαγορεύεται. τὰ δέ γε δάκνοντα καὶ διαβιβρώσκοντα μετὰ θερμότητος ἰσχυρᾶς, δριμέα. τὰ δὲ ἄνευ θερμότητος δάκνοντα καλεῖται μὲν ὀξέα, πρόσεστι δ’ αὐτοῖς καὶ τὸ ζυμοῦν τὴν γῆν ἐπιχεομένοις αὐτῇ. ὅσα δὲ οἷον ὑπαλείφει τε καὶ ἀναπληροῖ καὶ καθίστησι τὰ τετραχυσμένα τε καὶ οἷον διαβεβρωμένα τῆς γλώττης μόρια, ταῦτα μεθ’ ἡδονῆς ἐναργοῦς ψαύοντα, γλυκέα ὀνομάζεται, χωρὶς δὲ τῆς ἐναργοῦς ἡδονῆς, λιπαρὰ προσαγορεύεται. εἰ μὲν οὖν τὴν δριμύτητα κατανοῆσαι σαφῶς ἐθέλοις, ἐπὶ σκορόδου τε καὶ κρομύου καὶ τῶν ὁμοίων αὐτοῖς, ἀπογευόμενός τε συνεχῶς καὶ μασώμενος ἐπὶ πλεῖστον καὶ τῇ μνήμῃ πειρώμενος ἀκριβῶς παρατίθεσθαι τοῦ γιγνομένου πάθους τὴν αἴσθησιν· εἰ δὲ τὴν στύψιν κατανοῆσαι σαφῶς ἐθέλοις, ἐπὶ κικίδος τε καὶ ῥοῦ καὶ τῶν ὁμοίων· εἰ δὲ τὴν πικρότητα κατανοῆσαι βούλει, νίτρου καὶ χολῆς γευόμενος· εἰ δὲ τὴν γλυκύτητα, σιραίου καὶ μέλιτος, ἔτι δὲ πρὸς τούτοις εἴ τε οὖν ἄποιον ἐθέλοις εἴ τε μέσον ἐν ποιότητι τῇ πρὸς τὴν γεῦσιν, τὸ ὕδωρ ἀξιῶ c’ ἐκλαμβάνειν καὶ τούτου γευόμενον, ἀκριβῶς ἔχειν ἐν τῇ μνήμῃ, καὶ μάλιστα τοῦ καθαρωτάτου ὕδατος καὶ μηδεμίαν ὧν προείρηκα ποιεῖν ἐμφαίνοντος ποιότητα, μήτε γλυκύτητα μήτε δριμύτητα μήτε ὀξύτητα μήτε πικρότητα καὶ πρὸς τούτοις ἔτι μήθ’ ἱκανῶς θερμοῦ μήθ’ ὑπερβαλλόντως ψυχροῦ.[55] |
| Pr (50) | ἐντεῦθεν γὰρ ὁρμώμενος, ἑτοιμότερον ἐπί τε τὴν τῶν ἀμυδρῶν χυμῶν ἀφίξῃ διάγνωσιν ἐπί τε τὴν τῶν, ὡς ἔγωγέ φημι, μετρίως γλυκέων, ὡς δὲ ἄλλοι τινές, ὑδατωδῶν, οἷός ἐστιν ὅ τε τῶν χλωρῶν καλάμων καὶ ἀγρώστεως χυλός, πυρῶν τε καὶ κριθῶν καὶ ἄλλων πολλῶν τῶν συμμέτρως γλυκέων, ὁποῖόν τέ σοι τὸ ἀποιότατον ὕδωρ θερμότητός τε καὶ ψυχρότητος ἐπιφανές ἐστι, μέσην ὡς οἷόν τε μάλιστα κατάστασιν ἔχον καὶ μικρόν τι ῥέπον ἐπὶ τὸ ψυχρόν. εἰ δὲ τὴν τοιαύτην γεῦσιν ἔχον οὐχ ὑγρὰν ἀλλὰ ξηρὰν ἔχει τὴν σύστασιν, ἀνάγκη γεῶδες ὑπάρχειν αὐτὸ καὶ ξηραίνειν ἀδήκτως. ὀνομάζεται δὲ τὰ τοιαῦτα ἐμπλαστικά, καθάπερ ἄμυλος καὶ τὰ πλεῖστα τῶν ἀκριβῶς πεπλυμένων μεταλλικῶν, πομφόλυξ, ψιμμύθιον, καδμία, κιμωλία, σάμιος ἀστὴρ καὶ τὰ παραπλήσια. τινὰ δὲ ἐξ αὐτῶν οὐ γεώδη μόνον, ἀλλὰ καὶ ὑδατώδη τὴν φύσιν ἐστίν, ἔνια δὲ καὶ ἀέρος οὐκ ὀλίγον ἐν ἑαυτοῖς περιέχει, γλίσχρα μὲν ταῦτα καὶ διὰ τοῦτο ἐμπλαστικά. διττὴ γὰρ τῶν ἐμπλαστικῶν φαρμάκων ἡ φύσις, ἡ μὲν ἑτέρα γεώδης ἀκριβῶς καὶ ξηρά, ἡ δὲ ἑτέρα γλίσχρα μὲν πάντως, μικτὴ δὲ ἐξ ὕδατος καὶ γῆς καὶ τὰ πολλὰ ἀέρος, ὥσπερ τὸ γλυκὺ ἔλαιον. τὸ δὲ τοῦ ὠοῦ λευκὸν ὅμοιον μέν πως, γεωδέστερον δὲ ἐλαίου, καὶ τὸ τυρῶδες τοῦ γάλακτος ἐμπλαστικόν ἐστι καὶ ἡ τοῦ ὑὸς πιμελή. ταύρου μὲν γὰρ καὶ τράγου πιμελὴ ἤτοι στέαρ δριμὺ καὶ γεωδέστερον τῆς τῶν ὑῶν πιμελῆς· χηνὸς δὲ καὶ ἀλεκτρυόνος ἐστὶ μὲν καὶ θερμοτέρα καὶ ξηροτέρα τῆς τῶν ὑῶν, ἀλλὰ λεπτομερής τε καὶ οὐδαμῶς γεώδης. αἱ γοῦν πιμελαὶ εἰ μή που δριμύτητά τινα ἔχουσιν, ἐμπλαστικαί τε τῶν πόρων εἰσί, καὶ μᾶλλον αἱ ξηρότεραί τε καὶ γεωδέστεραι. τοιοῦτος δέ ἐστι καὶ ὁ πεπλυμένος ἀκριβῶς κηρός. τὰ μὲν οὖν ἐμπλαστικὰ φάρμακα τοιαῦτα. τὰ δὲ στύφοντα γεώδη τέ ἐστι καὶ παχυμερῆ ταῖς τῶν ὄγκων συστάσεσι, ψυχρὰ δὲ ταῖς ποιότησι· τὰ δὲ ὀξέα λεπτομερῆ μὲν τοῖς σώμασι, ψυχρὰ δὲ ὡσαύτως τοῖς στύφουσιν. ὅσα δὲ τοῖς χυμοῖς ἐμφέρεται γεώδη μόρια, κατατηκόμενα ταῦτα καὶ συνάγοντα καὶ ἀποξηραίνοντα τὰ νοτερὰ τῶν τῆς γλώττης αἰσθητικῶν μορίων, τραχύτερα μὲν ὄντα στρυφνὰ φαίνεται, ἧττον δὲ τραχύτερα αὐστηρά. καὶ ὀρθῶς ψυχρὰν τὴν κρᾶσιν τῶν τοιούτων χυμῶν ἐροῦμεν· ἐπεὶ δὲ ἀνωμάλως ξηραίνει, τοῦτο γὰρ ἦν τὸ τραχῦνον, εἴη ἂν πάντως καὶ γεώδης. ὁμαλῶς γὰρ ἅπαν τὸ ὑδατῶδες διεξέρχεται τὰ σώματα καὶ διασπασθὲν πάλιν ῥᾳδίως ἑνοῦται· τὸ δὲ γεῶδες διασπᾶται μέν, οὐκέτι δὲ ῥᾳδίως συνέρχεται. καὶ μέντοι καὶ τὸ περὶ τῆς αἰσθήσεως ἴδιον ἑκατέρου πάθους ἀναμνησθέντι σοι τοῖς αὐτοῖς μαρτυρήσει. ταχεῖα μὲν γὰρ ἡ τῶν ὀξέων χυμῶν διέξοδος ἐν τοῖς αἰσθητικοῖς σώμασι φαίνεται γινομένη, βραδεῖα δὲ ἡ τῶν στρυφνῶν. καὶ τὰ μὲν ὀξέα διὰ βάθους τῶν σωμάτων ἐνεργεῖν φαίνεται μᾶλλον, ἐπιπολῆς δὲ τὰ στρυφνά. ἐπειδὰν δὲ δοκιμάζειν ἐθέλοις ἐνέργειαν εἰλικρινοῦς στρυφνότητος, εἰ μὲν γευομένῳ σοι φαίνοιτο στρυφνὸν ἅμα καὶ δάκνον ταὐτό, τοῦτο μὲν ἀπολείπειν σε κελεύω τὸ εἶδος, ἔρχεσθαι δὲ ἐπὶ τὸ στρυφνὸν ἄνευ τοῦ δάκνειν, καὶ μηδὲ ὀξὺ μηδὲ γλυκὺ μηδὲ πικρὸν ἀλλ’ ὡς οἷόν τε μάλιστα μίαν ἔχον ποιότητα καὶ δύναμιν ἐπιμεμιγμένην τῇ στύψει.[95] |
| Pr (100) | περιττὸν γὰρ καὶ μάταιον εἰς πεῖραν ἄγειν τὸ τοιοῦτον φάρμακον. ἄδηλον γὰρ εἴτε διὰ τὴν στύψιν, εἴτε διά τινα τῶν ἐπιμεμιγμένων αὐτῇ ποιοτήτων, εἴτε δι’ ἀμφοτέρας ἐνήργησε περὶ τὸ πλησιάζον αὐτῷ σῶμα. χαλκῖτις οὖν καὶ μίσυ καὶ χάλκανθος καὶ λεπὶς χαλκοῦ καὶ σῶρι καὶ πρὸς τούτοις ἔτι τὸ τῶν ζωγράφων ἀρμενιακὸν ὑδράργυρός τε καὶ ἕτερα μυρία, στύφοντά τε ἅμα καὶ δάκνοντα, δρᾷ μὲν κατ’ ἀμφοτέρας τὰς ποιότητας εἰς ἕκαστον τῶν ὁμιλούντων σωμάτων, οὐ μὴν διδάξαι γε ἡμᾶς δύναται σαφῶς εἴτε διὰ τὴν στύψιν ἔχει τὸ καίειν, εἴτε διὰ τὴν δριμύτητα. ἔνδοθεν γὰρ τοῦ σώματος εἰ ληφθείη τὰ τοιαῦτα παχυμερῆ ὄντα καὶ μᾶλλον τῇ δυνάμει θερμὰ καὶ διὰ τοῦτ’ ἐκπυρούμενα τῷ χρόνῳ κατὰ τὴν ἐν τῷ σώματι τοῦ ζῴου μεταβολήν, ὁμοίως τοῖς διαπύροις λίθοις ἢ σιδήροις ἑλκοῖ καὶ κατακαίει τὰ κατὰ τὴν γαστέρα, μηδὲ ἀναδοθῆναι δυνάμενα διὰ βάρος. ἄμεινον οὖν γεύεσθαι πολλῶν ἐφεξῆς ἄλλων ἐπισκοπούμενον εἰλικρινῆ στύψιν ἰδίᾳ καθ’ ἑαυτὴν ὡς οἷόν τε μάλιστα, κἀπειδὰν εὕρῃς τοιαύτην, οὕτως ἤδη κρίνειν ἐκεῖνο τὸ φάρμακον αἷς ἔμπροσθεν ἤκουσας μεθόδοις, οἷον εἰ γευσαμένῳ σοι φαίνοιτο βαλαύστιον ἢ κικὶς ἢ κύτινος ἢ ὑποκυστὶς ἢ ἀκακία ἢ ῥοῦς ἤ τι τοιοῦτον ἕτερον ἀκριβῶς ὂν στρυφνόν, εὔδηλον δὲ ἑτέραν ποιότητα μηδεμίαν ἔχον, ἐξετάζειν ἐπὶ τῶν τοιούτων ἤδη καὶ βασανίζειν ἀκριβῶς ἐνέργειαν στύψεως· τὸ μὲν οὖν στρυφνὸν σῶμα γεῶδές τέ ἐστι καὶ ψυχρόν, ἐκλυθήσεται δὲ ἐξ ἀνάγκης τριχῶς, ἢ θερμαινόμενον ἢ ὑγραινόμενον ἢ συναμφότερον ἅμα πάσχον. ἂν μὲν οὖν θερμαίνηται μόνον, οὐκ ἔσται μὲν οὔθ’ ὑγρότερον οὔτε μαλακώτερον, ἀλλὰ σκληρότερον μόνον ἐπικτήσεται γλυκύτητα, καθάπερ αἱ τῶν δρυῶν βάλανοι καὶ μάλιστα αἱ ὀνομαζόμεναι καστανέαι, ἂν δὲ ὑγραίνηται μόνον, ἂν μὲν παχυμερής τε καὶ ὑδατώδης ἡ ὑγρότης εἴη, αὐστηρὸν ἀποτελεσθήσεται· τὸ γὰρ στρυφνὸν ἐκλυόμενον τὸν αὐστηρὸν ποιεῖ χυμόν. παντὸς γὰρ χυμοῦ δύναμιν ἡ ὑδατώδης ὑγρότης ἀμβλύνει. ἐὰν δὲ λεπτομερής τε καὶ ἁερώδης ἡ ὑγρότης προσγένηται, ὀξὺ ἀποτελεσθήσεται. τὸ γὰρ λεπτομερὲς ψυχρὸν ὀξεῖαν ἀπεργάζεται ποιότητα. ἂν δὲ ὑγραίνηταί τε ἅμα καὶ θερμαίνηται, μετὰ μὲν ὑδατώδους ὑγρότητος εἰς γλυκύτητα τὴν μετάπτωσιν ἴσχει, μετὰ δὲ ἀερώδους εἰς λιπαρότητα. οἱ γὰρ ἀπὸ τῶν δένδρων καρποὶ πάντες, ὅσοι γλυκεῖς ἡμῖν φαίνονται πεπανθέντες, ἄρτι γενόμενοι στρυφνοί τέ εἰσι καὶ ξηροὶ ταῖς συστάσεσι, καὶ κατὰ τὴν τοῦ γεννῶντος δένδρου φύσιν ἕκαστος, προιόντος δὲ τοῦ χρόνου γίγνονται μὲν ὑγρότεροι, προσλαμβάνουσι δὲ ἔνιοι ὀξυτάτην στρυφνότητα καὶ ταύτην ἀποτιθέμενοι κατὰ βραχὺ γλυκεῖς αὖθις γίνονται τελειούμενοι. τινὲς δὲ οὐδὲ ἐπὶ τοῖς δένδροις, ἀλλὰ ἀφαιρούμενοι μετὰ χρόνον ἀπολαμβάνουσι τὴν γλυκύτητα. ἄλλοι δέ τινες οὐδὲ διὰ μέσης ὀξύτητος, ἀλλ’ ἄντικρυς ἀπὸ τῆς στρυφνότητος ἐπὶ τὴν γλυκύτητα παραγίγνονται, καθάπερ ὁ τῆς ἐλαίας καρπός. τῷ θερμῷ δὲ πέπτονται πάντες· διττὸν δὲ τοῦτο φύσει, τὸ μὲν ἴδιον σύμφυτον ἑκάστῳ, τὸ δὲ ἔξωθεν ἀπὸ τοῦ ἡλίου προσγιγνόμενον ἑκάστῳ. ἀλλ’ εἴπερ στρυφνότεροι μὲν κατ’ ἀρχάς εἰσι, πεπαινόμενοι δὲ γίγνονται γλυκεῖς, ἐκ θερμασίας μὲν ἡ γλυκύτης αὐτοῖς, ἐκ ψύξεως δὲ ἡ ὀξύτης καὶ στρυφνότης ὑπῆρχε. καὶ πρόδηλον ἤδη γέγονεν ὡς οἱ καρποὶ κατ’ ἀρχὰς ὄντες στρυφνοί, προιόντος τοῦ χρόνου τινὲς μὲν γίγνονται γλυκεῖς, τινὲς δὲ ὀξεῖς, τινὲς δὲ αὐστηροί, τινὲς δὲ ἀεὶ μένουσι στρυφνοί, τινὲς δὲ ἀποτελοῦνται λιπαροί· καὶ δὴ καὶ κατὰ τὰς τῶν εἰρημένων ποιοτήτων ἐπιμιξίας παμπόλλην ἕξουσι τὴν ποικιλίαν.[145] |
| Pr (150) | στρυφνὰ μὲν οὖν ἄχρι τέλους ἐστὶν ὁ τῆς πρίνου καὶ κομάρου καὶ κρανίας καρπὸς καὶ τὰ τοιαῦτα, ὅτι καὶ ψυχρὰ καὶ ξηρὰ οἷά περ ἦν ἐξ ἀρχῆς διαμένει, μόνον μὲν αὐξανόμενα, οὐδεμίαν δὲ ἀλλοίωσιν ἑτέραν ἐπικτώμενα. στρυφνὸς δὲ ἅμα καὶ γλυκὺς ὅ τε τῆς μυρσίνης καὶ ὁ τῆς ἀχράδος καὶ ὁ τῆς δρυὸς καρπός· αὐστηρὸς δὲ μόνον ὁ τῶν ἀμιναίων ἀμπέλων καρπὸς καὶ οἶνος, καὶ ὅσοι τούτοις παραπλήσιοι. αὐστηρὸς δὲ ἅμα καὶ γλυκὺς ὁ τοῦ φοίνικος καρπὸς καὶ τῶν οἴνων ὁ σουρεντῖνος καὶ ὅσοι γλυκύτητα τῇ στύψει συμμεμιγμένην ἔχοντες. γλυκὺς δὲ μόνον ἐστὶν ὁ θήραιος καὶ ὁ σκυβελλίτης καὶ τὸ σίραιον ὃ καλοῦσιν ἕψημα, ὅσα τε ἄλλα τούτοις ἔοικεν. λιπαρὸς δὲ ἅμα καρπὸς καὶ χυλὸς ἀκριβῶς μὲν ὁ τῆς ἐλαίας ἐστίν, ἤδη δὲ καὶ οἱ ἄλλοι πάντες ἐξ ὧν ἔλαιον σκευάζεται. ὥσπερ δὲ ὁ στρυφνὸς χυμὸς γλυκύτερος μὲν πρῶτον, ἑξῆς δὲ καὶ δριμύτερός τε καὶ πικρότερος ἀποτελεῖται καὶ τελευτῶν ἐκπικροῦται, κατὰ τὸν αὐτὸν τρόπον ὅ τε ῥιγώσας χυλὸς ὀξύτερος εὐθὺς γίγνεται καὶ εἰ τελέως ἀποψυχθείη ταχέως ὀξύνεται· οἵ τε εὐθὺς ἐν τῇ κομιδῇ τῶν καρπῶν πολλῆς ὑγρότητος πληρωθέντες, οἵ τε ἄλλως ὕδατος προσλαβόντες, ὀξεῖς ἑτοίμως οἱ τοιοῦτοι γίγνονται ἐπὶ μικραῖς προφάσεσιν. εἰ γὰρ ἡ ὄμφαξ μὲν ὀξεῖα, γλυκεῖα δὲ ἡ σταφυλὴ καὶ τὸ πεπαίνεσθαι τοῖς καρποῖς ἅπασι παρὰ τῆς ἡλιακῆς ἐγγίγνεται θερμότητος, εὔδηλον ὡς τὸ μὲν ἀτελέστερον καὶ ψυχρότερον ὀξύ, τὸ δὲ τελεώτερον καὶ θερμότερον ὑπάρχει γλυκύ. ὅταν οὖν ὁ οἶνος ἐν τῷ ψύχεσθαι ἀποξύνηται, πρόδηλον ὡς εἰς τὸν αὐτὸν πάλιν ἐπανέρχεται χυμόν, ἐξ οὗπερ ἐγένετο, λέγω δὲ τοῦ τῆς ὄμφακος. διενήνοχε μέντοι τοσοῦτον κατὰ τὴν δύναμιν τοῦ τῆς ὄμφακος χυλοῦ ὄξος, ὅτι τῷ μὲν ὄξει προσέρχεταί τις ἐκ σηπεδονώδους θερμότητος δριμύτης, ὁ δὲ τῆς ὄμφακος χυλὸς οὐκ ἔχει τὴν ἐπίκτητον θερμότητα, καὶ διὰ τοῦτο οὐδὲ τὴν δριμύτητα τοῦ ὄξους. διὰ τοῦτο καὶ λεπτομερέστερόν ἐστι τὸ ὄξος τοῦ τῆς ὄμφακος χυλοῦ, ὥσπερ ἡ αἴσθησις τῷ λόγῳ μαρτυρεῖ. ἡ δὲ τοῦ ὄξους δριμύτης οὐχ ἱκανή ἐστιν ἐκνικῆσαι τὴν ἀπὸ τῆς ὀξύτητος ψύξιν, εἰς δὲ τὸ τῆς διεξόδου τάχος ὑπηρέτης. εἰς ὅσον γάρ ἐστι τὸ θερμὸν τοῦ ψυχροῦ ποριμώτερον, εἰς τοσοῦτον καὶ ὁ δριμὺς χυμὸς τοῦ ὀξέος ἑτοιμότερον διεξέρχεται τῶν αἰσθητικῶν σωμάτων τοὺς πόρους, ὥστε ὁ μὲν δριμὺς οἷον ὁδοποιεῖ φθάνων, ὁ δὲ ψυχρὸς οὐκ εἰς μακρὰν ἕπεται, κἀν τούτῳ τὸ τῆς αἰσθήσεως ἐπίμικτόν τε καὶ δυσερμήνευτον οὐχ ἁπλῶς ψυχρὸν ἀποφήνασθαι τὸ ὄξος συγχωρεῖ· αἰσθανόμεθα γάρ τινος ἐν αὐτῷ πυρώδους δριμύτητος θάλψιν ἐμποιούσης. ἡ δὲ ἐκ τῆς ἑπομένης ὀξύτητος ψύξις ἀμαυροῖ καὶ κατασβέννυσι παραχρῆμα τὴν δριμύτητα καὶ διὰ τοῦτο πολὺ πλείων ἐστὶν ἡ ἐκ τῆς ψύξεως αἴσθησις ἤπερ ἡ ἐκ τῆς θερμότητος· καὶ γὰρ θέρους ὥρᾳ πίνοντες ὀξύκρατον ἔνιοι σαφῶς ἐμψύχονταί τε καὶ ἄδιψοι διατελοῦσιν. ἐπειδὴ δὲ τὸ δίψος διττῶς γίνεται, τὸ μὲν ὑγρότητος ἐνδείᾳ, τὸ δὲ πλεονεξίᾳ θερμότητος, τὸ μὲν ἐπὶ ξηρότητι γιγνόμενον οὐκ ἰᾶται, τὸ δὲ ἐπὶ θερμότητι ἰᾶται. ὑγραίνειν μὲν γὰρ οὐ δύναται ὄξος καθ’ αὑτό, ψύχει δὲ οὐκ ἀγεννῶς. οὔκουν οὐδὲ τὴν ἐπὶ ξηρᾷ διαθέσει δίψαν οὔτε τὴν ἐπὶ θερμῇ καὶ ξηρᾷ δυνατόν ποτε ἰάσασθαι πινόμενον ὄξος. εἰ δὲ συνδράμοι ποτὲ εἰς ταὐτὸν ὑγρότης θερμότητι, τῆς τοιαύτης δίψης ἄριστον ἴαμα ὄξος ἔσται.[195] |
| Pr (200) | τοῖς δὲ ἄλλως διψῶσιν ἔν τε καύσοις πυρετοῖς καὶ τοῖς ἄλλοις περικαέσιν ἅπασι καὶ τοῖς ἐν θέρει καὶ θάλπει σφοδρῷ σύνθετος ἡ διάθεσις ἐστὶν ἐκ θερμότητός τε καὶ ξηρότητος, ὥστε εἰκότως αὐτοῖς σύνθετόν ἐστι καὶ τὸ ἴαμα· τὸ μὲν ὄξος οὐκ ἀγεννῶς μὲν ψῦχον καὶ πάντη ῥαδίως διεξερχόμενον τῇ λεπτομερίᾳ, τὸ δὲ ὕδωρ πρὸς τὸ ψύχειν ἔτι καὶ ὑγρότατον ἁπάντων ὑπάρχον· οὐδὲν γάρ ἐστιν ὑγρότερον ὕδατος. κατὰ δὲ τῶν ἐγκαιομένων ὑποχονδρίων ἀμείνων τοῦ ὄξους ἐστὶν ὁ τῆς ὄμφακος χυλὸς ἔξωθεν ἐπιτιθέμενος, αὐτῷ τε τῷ μήτε βιαίαν ἔχειν καὶ πληκτικὴν τὴν ψύξιν, μήτε ἐπίμικτον δακνώδει θερμότητι. δέονται γὰρ οἱ οὕτως πάσχοντες παρηγορηθῆναι μὲν ἀβιάστως, ἔξωθεν δὲ μηδεμίαν ἐπικτήσασθαι δακνώδη δριμύτητα. ὁ τοίνυν τῆς ὄμφακος χυλὸς οὐκ ὀξὺς μόνον ἐστίν, ἀλλὰ καὶ στρυφνός. καὶ γάρ, ὡς προείρηται, πάντες σχεδὸν οἱ τῶν δένδρων καρποὶ κατὰ τὴν πρώτην γένεσιν στρυφνοὶ γευομένοις εἰσίν. οὐ μόνον δὲ τὸ ὀξὺ ψυχρόν ἐστιν, ἀλλὰ καὶ τὸ στρυφνὸν καὶ τὸ αὐστηρόν· καὶ εἴ τις γεύσαιτό ποτε κυδωνίων μήλων ἢ μύρτων ἢ μεσπίλων, οἶδε μὲν δὴ σαφῶς ἑτέραν μὲν τὴν ἀπὸ τῶν ὀξέων ἡμῖν ἐν τῇ γλώττῃ γιγνομένην αἴσθησιν, ἑτέραν δὲ τὴν ἀπὸ τῶν στρυφνῶν ἢ αὐστηρῶν. τὰ μὲν γὰρ στύφοντα συνωθεῖν εἴσω φαίνεται τὸ μόριον ᾧ ψαύει ἐκ παντὸς μέρους ὁμαλῶς, οἷον ἐκθλίβοντά τε καὶ πιλοῦντα καὶ συνάγοντα· τὰ δὲ αὐστηρὰ κατὰ βάθους τε δύεσθαι δοκεῖ καὶ τραχεῖάν τινα καὶ ἀνώμαλον αἴσθησιν ἐπάγειν, ὥστε ἀναξηραίνοντα πᾶσαν ἐκβόσκεσθαι τὴν ἰκμάδα τῶν αἰσθητικῶν σωμάτων, ὥσθ’ ἑτέραν εἶναι τὴν τῶν παθῶν ἰδιότητα, μηδὲ ῥηθῆναι σαφῶς δυναμένην, ἐπί τε τῶν στυφόντων ἡμᾶς σωμάτων καὶ τῶν αὐστηρῶν χυμῶν. ἀλλ’ ὅστίς γε ἄνθρωπός ἐστιν οἶδεν ὃ λέγω, ἐκ τῶν ἤδη προειρημένων ὁρμώμενος. πᾶν μὲν οὖν στῦφον σῶμα, τό τε τῶν ἄλλων ποιοτήτων καθαρεῦον, ἀεὶ πειρώμενος εὗρον ψυχρόν. τὸ δὲ γλυκὺ πᾶν θερμόν ἐστι καὶ οὐκ ἀμέτρως ὑπερβάλλει τὴν ἐν ἡμῖν θερμότητα, ἀλλ’ ὥσπερ τὸ ὕδωρ τὸ θερμόν, οὗ ψαύοντες ἡδόμεθα, καὶ μάλισθ’ ὅταν ὦμεν ἐρριγωκότες, ἄχρι μὲν τοῦ διαχεῖν τὰ πεπηγότα πρὸς τοῦ ψυχροῦ μόρια τοῦ σώματος ἐκθερμαῖνον ἡμᾶς, οὐ μὴν διαλῦόν γε οὐδὲ τέμνον αὐτῶν τὸ συνεχές, ἥδιστόν γέ ἐστι καὶ ὠφελιμώτατον. οὕτω καὶ πᾶν ἔδεσμα γλυκὺ θερμὸν μὲν ὑπάρχει πάντως, οὐ μὴν ἐπὶ πλέον γε ἥκει θερμότητος ὡς ἀνιᾶν, ἀλλ’ ἐν τοῖς ὅροις μένει τοῦ διαχέοντος καὶ ὁμαλύνοντος καὶ μαλάττοντος. τὰ γὰρ τρέφοντα πάντα σύμφυλά τέ ἐστι καὶ οἰκεῖα ταῖς ὅλαις τῶν τρεφομένων οὐσίαις. εὐθὺς δὲ τούτοις ὑπάρχει δηλονότι συμμέτρως εἶναι θερμοῖς, ὡς πρὸς τὰ τρεφόμενα σώματα. καὶ διὰ τοῦτο τῶν ἐδεσμάτων καὶ τῶν φαρμάκων οὐχ ἓν εἶδος ἅπασι τοῖς ἀνθρώποις. κατὰ γὰρ τὴν οἰκείαν ἕκαστος αὐτῶν οὐσίαν τε ἅμα καὶ διάθεσιν ἥδεταί τε καὶ ὠφελεῖται πρὸς ἀμφοῖν. ἀλλ’ εἴπερ οὕτως ταῦτ’ ἔχει, τὸ μὲν ἧττον γλυκὺ τῶν ἐδεσμάτων ἧττον ἔσται θερμόν, τὸ δὲ μᾶλλον γλυκὺ τοσούτῳ θερμότερον, ὅσῳ περ καὶ γλυκύτερον. εἰ δὲ εἰς ἀμετρίαν ἐκπέσοι θερμότητος, οὐδὲ γλυκὺ τὸ τοιοῦτον, ἀλλ’ ἤδη φαίνεται πικρόν, ὥσπερ τὸ μέλι παλαιούμενόν τε καὶ ἐπὶ πλεῖον καθεψόμενον, ἕκαστόν τε τῶν ἄλλων γλυκέων. τὰ γὰρ ὁμοιότατα ταῖς κράσεσι τῶν τρεφομένων σωμάτων χωρὶς ἑψήσεώς τε καὶ σκευασίας ἤδη φαίνεται γλυκέα, τὰ δὲ ἀνόμοια πάντα μὲν ἀηδῆ, πρὶν σκευασθῆναι. δεῖται δὲ τὰ μὲν θερμὰ τῷ ψυχρῷ κολασθῆναι, τὰ δὲ ἱκανῶς ψυχρὰ τῆς τῶν θερμῶν ἡδυσμάτων μίξεως καὶ πυρός.[245] |
| Pr (250) | κατὰ δὲ τὸν αὐτὸν τρόπον ὑγρότητι μὲν κολάζεται ὅσα γεώδη τε καὶ ξηρά, ξηρότητι δὲ τὰ πλέον ἢ προσῆκεν ὑδατώδη τε καὶ ὑγρά. τὸ μὲν οὖν γλυκὺ πρὸς τὸ θερμὸν ὑπάρχει μᾶλλον ἢ ἧττον, ἐξ ἀνάγκης δήπου καὶ ὑγρὸν μᾶλλον ἢ ἧττόν ἐστι. τὸ δὲ οἷον ὑπεροπτηθέντος τούτου γιγνόμενον πικρὸν ὅμοιον τιτάνῳ καὶ τέφρᾳ, ξηρὸν καὶ θερμὸν ἐξ ἀνάγκης ἀποτελεῖται. καὶ μὲν δὴ καὶ δι’ αὐτὸ τοῦτο ῥύπτειν τε πέφυκεν ἅπαν τὸ πικρὸν καὶ καταθραύειν καὶ τέμνειν τοὺς γλίσχρους καὶ παχεῖς χυμούς, ὥσπερ ἡ τέφρα καὶ τὸ λίτρον. ὅτι δὲ ξηρὸς τὴν κρᾶσίν ἐστιν ὁ πικρὸς χυμὸς καὶ γεώδης κἀκ τοῦ δυσσηπτότατα πάντων εἶναι τὰ πικρὰ καὶ οὐδαμῶς σκώληκάς τε καὶ τὰ ἄλλα ζῷα γεννᾶν, οἷα δὴ πέφυκεν ἐν ῥίζαις καὶ βοτάναις καὶ καρποῖς σηπομένοις ἐγγίγνεσθαι πάρεστι συλλογίσασθαι. μάλιστα γὰρ ὁρῶμεν ἐν τοῖς ὑγροῖς σώμασι καὶ σκώληκας καὶ σηπεδόνας ἐγγιγνομένας. τὰ δὲ ἀκριβῶς πικρά, καλῶ δὲ οὕτως ὅσα μηδεμιᾶς ἑτέρας ποιότητος αἰσθητῆς μετέσχηκεν, ἅπασι σχεδὸν τοῖς ζῴοις, οὐκ ἀνθρώποις μόνον, ἐστὶν ἄβρωτα, τῷ πᾶν μὲν ζῷον ὑγρὸν ἢ μᾶλλον ἢ ἧττον ὑπάρχειν, ξηρὰ δὲ εἶναι τὰ πικρά, τέφρᾳ καὶ κονίᾳ παραπλησίως. ὥσπερ οὖν τὸ μὲν ἀκριβῶς γλυκὺ τρέφει, τὸ δ’ εἰλικρινῶς πικρὸν ἄτροφον, οὕτως τὰ μεταξὺ τρέφει μέν, ἀλλ’ ἧττον τοῦ γλυκέος. πλησίον δὲ ὁ ἁλυκὸς χυμὸς τοῦ πικροῦ, καὶ γὰρ καὶ γεώδεις ἀμφότεροι καὶ θερμοί. διαφέρουσι δὲ ὅμως ἀλλήλων οὐκ ἀσαφεῖ διαφορᾷ ἐν τῷ λελεπτύνθαι μὲν καὶ κατειργάσθαι μᾶλλον ὑπὸ θερμότητος ξηρᾶς τὸν πικρόν. οὕτω δὲ καὶ αὐτῶν τῶν ἁλῶν ὅσοι μὲν σκληρότεροί τέ εἰσι καὶ πυκνότεροι καὶ γεωδέστεροι, τοιοῦτοι δέ εἰσιν ὀλίγου δεῖν οἱ ὀρυκτοὶ πάντες, ἧττον θερμοί τέ εἰσι καὶ λεπτομερεῖς, ὅσοι δὲ εὔθρυπτοι καὶ χαῦνοι, λεπτομερέστεροί τε ἅμα καὶ θερμότεροι τὴν δύναμίν εἰσι, καί τινες ἐξ αὐτῶν ὑπόπικροι, μεταξύ πως ὑπάρχοντες ἁλῶν τε τῶν σκληρῶν καὶ ἀφρονίτρου. καὶ γὰρ ὅ τι ἂν ἁλυκὸν ἐπὶ πλέον ἐκθερμαίνῃς, εὐθὺς ἔσται πικρόν. οὕτω γὰρ καὶ τὸ τῆς ἀσφαλτίτιδος λίμνης ὕδωρ, ἣν νεκρὰν θάλατταν ὀνομάζουσιν, ἐν κοίλῳ καὶ θερμῷ χωρίῳ περιεχόμενον ἐξοπτώμενόν τε ὑπὸ τοῦ ἡλίου γίγνεται πικρόν· διὰ τοῦτό γε καὶ θέρους μᾶλλον ἢ χειμῶνός ἐστι πικρόν. καὶ εἰ ἀρυσάμενός τις αὐτοῦ καταθείη ἐν ἀγγείῳ κοίλῳ ἐν προσηλίῳ τόπῳ ὥρᾳ θέρους, αὐτίκα μᾶλλον πικρότερον αὑτοῦ φαίνεταί σοι γεγονός. φαίνεται γὰρ ἐν ἐκείνῳ τῷ ὕδατι μήτε ζῷον ἐγγιγνόμενόν τι μήτε φυτόν, ἀλλὰ καὶ τῶν εἰς αὐτὴν ἐμβαλλόντων ποταμῶν μεγίστους καὶ πλείστους ἐχόντων ἰχθῦς, καὶ μάλιστα τοῦ πλησίον Ἱεριχοῦντος, ὃν Ἰορδάνην ὀνομάζουσιν, οὐδεὶς τῶν ἰχθύων ὑπερβαίνει τὰ στόματα τῶν ποταμῶν. κἂν εἰ θηρεύσας δέ τις ἐμβάλλοι τῇ λίμνῃ, διαφθειρομένους ὄψεται ῥᾳδίως· διὰ τοῦτο καὶ νεκρὰν τὴν λίμνην ἤτοι λιμνοθάλατταν ὀνομάζουσιν. οὕτως τό γε ἀκριβῶς πικρὸν ἅπασίν ἐστι τοῖς φυτοῖς καὶ ζῴοις πολέμιον, αὐχμῶδές τε καὶ ξηρὸν τὴν φύσιν οἷόν περ αἰθάλη ὑπὸ τῆς κατοπτήσεως γιγνόμενον. περὶ μὲν οὖν τῶν πικρῶν χυμῶν τῆς δυνάμεως ἀφορισάμενοι καὶ τμητικοὺς αὐτοὺς εἰπόντες εἶναι καὶ ῥυπτικοὺς καὶ λεπτυντικοὺς καὶ δηλονότι θερμοὺς εἰς τοσοῦτον ὡς μήπω καίειν, ἐπὶ τοὺς δριμεῖς αὖθις ἴωμεν τῷ λόγῳ. καὶ πρῶτον μὲν θερμοὺς ἀκριβῶς αὐτοὺς εἴπωμεν, εἶτα διαβρωτικούς τε καὶ καυστικοὺς ἐσχαρωτικούς τε καὶ συντηκτικοὺς κατὰ τοῦ δέρματος ἐπιτιθεμένους ἔξωθεν, εἴσω δὲ τοῦ σώματος λαμβανομένους· ὅσοι μὲν οὖν ὅλαις ταῖς οὐσίαις ἐναντιώτατα διάκεινται πρός τινα ζῷα, σηπτικούς τε πάντας εἶναι καὶ δηλητήρια ἐκείνων τῶν ζῴων, ὡς κάνθαρις καὶ βούπρηστις ἀνθρώπου.[295] |
| Pr (300) | ὅσοι δὲ κατὰ τὴν ἀμετρίαν τῆς θερμότητος μόνης, εἰ μὲν παχύτεροι καὶ γεώδεις εἶεν, ὡς ἀρσενικὸν καὶ σανδαράκη καὶ τὰ ὅμοια, ἑλκωτικοὺς τῶν ἐντὸς εἴπωμεν, εἰ δὲ λεπτομερεῖς, οἷά ἐστι τὰ συνήθη σπέρματα δαῦκος καὶ ἄνισον καὶ τὰ παραπλήσια, οὐρητικούς τε καὶ ἱδρωτικοὺς καὶ ἁπλῶς εἰπεῖν τμητικούς τε καὶ διαφορητικούς. συναίρονται δέ τινες ταῖς τε ἐκ τοῦ θώρακος ἀναπτύσεσι καὶ ταῖς τῶν καταμηνίων φοραῖς. οἱ δὲ δριμεῖς χυμοὶ οὐ μόνον ἰσχυρᾷ θερμότητι διαλλάττειν τῶν πικρῶν ἐοίκασιν, ἀλλὰ καὶ τῷ τοὺς μὲν πικροὺς ἅπαντας οὐ θερμοὺς μόνον ἀλλὰ καὶ ξηροὺς τὴν δύναμιν ὑπάρχειν, παραπλησίως τῇ τέφρᾳ, ἐν δὲ τοῖς δριμέσιν, ὅσοι τέ οὔκ εἰσι πικροί, πολλήν γε ἐνίοτε μεμίχθαι τὴν ὑγρότητα, καὶ διὰ τοῦτ’ ἐσθίειν ἡμᾶς οὐκ ὀλίγα τῶν δριμέων. ἐπειδὴ καὶ περὶ χυμῶν ἁπάντων εἴρηται τὰ εἰκότα, λείποιτ’ ἂν ἔτι καὶ περὶ τῶν ἀτμῶν εἰπεῖν. οἱ μὲν δὴ πλεῖστοι τῶν ἀτμῶν τοῖς χυμοῖς αὐτοῖς ὁμοίως ἡμᾶς διατιθέασι. τά τε γὰρ ὀξέα ἅπαντα καὶ πρὸς τούτοις τὸ ὄξος αὐτὸ τὴν ὄσφρησίν τε καὶ τὴν γεῦσιν ὡσαύτως κινεῖ, τά τε δριμέα, καθάπερ τὰ σκόρδα καὶ τὰ κρόμυα, καὶ ταῦτ’ οὐδὲν ἧττον τῆς γεύσεως ἀνιᾷ τε καὶ δάκνει τὴν ὄσφρησιν. οὕτω δὲ καὶ καθ’ ἕκαστον τῶν ἄλλων ὁμοία σχεδὸν ἡ τῆς ὀσμῆς αἴσθησίς ἐστι τῇ τῆς γεύσεως, ὥστε ἐνίων σωμάτων οὐδὲ γευσάμενοί ποτε, καθάπερ τῆς κόπρου, γιγνώσκειν πεπείσμεθα τὴν ποιότητα, καὶ κατὰ τοῦτό γε τὴν ἀρχὴν οὐδὲ ἐπιχειροῦμεν τῶν τοιούτων γεύσασθαι, τῷ πάνυ σφόδρα πιστεύειν τῇ ὀσφρήσει. καὶ μέντοι καὶ τῶν εὐωδῶν ἐδεσμάτων ὅσα διασαπέντα κατὰ τὴν ὀσμὴν ἡμᾶς ἀνιᾷ, καὶ ταῦτ’ εὐθέως ἀπορρίπτομεν, οὐδ’ ἐπιχειροῦντες γεύσασθαι. καὶ σχεδὸν ἐπὶ πάντων ὁμολογοῦσιν ἀλλήλαις ὄσφρησις καὶ γεῦσις. εἰς δύο δὲ ταύτας ἀνάγομεν προσηγορίας τὰ πλεῖστα τῶν ὀσφρητῶν, εὐώδη καὶ δυσώδη προσαγορεύοντες· εὐώδη μὲν ἀνάλογον τοῖς πρὸς τὴν γλῶτταν γλυκέσι, δυσώδη δὲ τοῖς μὴ γλυκέσιν. ἔοικε δὲ τῶν οὐκ ὀσμωδῶν σωμάτων ἤτοι παντελῶς ὀλίγον ἀπορρεῖν, ἢ τοῖς ὄγκοις ἀσύμμετρον, ὡς ἐπὶ τῶν ἁλυκῶν καὶ μάλιστα τῶν στρυφνῶν. παχυμερὴς γὰρ καὶ ψυχρὰ ἡ οὐσία τῶν στρυφνῶν, ὥστε εἰκὸς καὶ τὸ ἀπορρέον αὐτῶν ὀλίγον τε εἶναι καὶ παχὺ καὶ οἷον γεῶδες τοῖς ὄγκοις, καὶ διὰ τοῦτο μηδ’ ἐμπίπτειν ταῖς ἀναπνοαῖς εἰς τὸν ἐγκέφαλον. ὅθεν οὐδὲ ἀσφαλές ἐστιν ἐξ ὀσμῆς τεκμαίρεσθαί τι περὶ τῆς κράσεως αὐτῶν, ὥσπερ ἐκ τῆς γεύσεως. τὰ μὲν γὰρ ἄοσμα παχυμερῆ ταῖς οὐσίαις ἀλλ’ οὔπω δῆλον ὅπως ἔχει θερμότητός τε καὶ ψύξεως, τὰ δὲ ὀσμώδη λεπτομερῆ μέν πώς ἐστι καὶ θερμά. τὸ μέντοι ποσὸν ἢ τῆς λεπτομερείας ἢ τῆς θερμότητος οὐκέτ’ ἐκ τῆς ὀσμῆς ἐνδείκνυται, ἀλλ’ ἐκ τῆς γεύσεως. τοῦ δὲ μηδὲν ἐνδείκνυσθαι σαφὲς ὑπὲρ τῆς κράσεως τὰ ὀσμώδη ἡ ἀνωμαλία τῆς οὐσίας αὐτῶν αἰτία γίγνεται, καὶ διὰ τοῦτο ἐπὶ τοῦ ῥόδου οὐκ ἔστιν ἐκ τῆς ὀσμῆς τεκμαίρεσθαι περὶ πασῶν τῶν ἐν αὐτῷ ποιοτήτων. ἐπὶ δὲ τῆς γεύσεως ἅπανθ’ ὁμοίως τὰ μόρια τῶν γευστῶν σωμάτων προσπίπτει τῇ γλώττῃ καὶ κινεῖ τὴν αἴσθησιν ἕκαστον αὐτῶν κατὰ τὴν ἑαυτοῦ φύσιν, [λέγω δὴ τὸ ἐν αὐτῷ στρυφνόν, ὅπερ ἐστὶ γεῶδες καὶ παχυμερὲς 〈καὶ〉 ψυχρόν, καὶ τὸ πικρόν, ὃ δὴ λεπτομερές τέ ἐστι καὶ θερμόν, καὶ τρίτον ἐπὶ τούτοις τὸ ὑδατῶδες, ψυχρὸν ἐξ ἀνάγκης] ὥστε οὐκ ἀσφαλές, ὡς εἴρηται, περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἁπάσης ἐξ ὀσμῆς τεκμαίρεσθαι. ἔτι δὲ μᾶλλον οὐδὲ ἐκ τῶν χρωμάτων ἔστι στοχάσασθαι περὶ τῆς τῶν φαρμάκων δυνάμεως, καθ’ ἑκάστην γὰρ χρόαν εὑρίσκεται καὶ θερμὰ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρά.[345] |
| Pr (350) | καθ’ ἕκαστον μέντοι γένος ἢ σπέρματος ἢ ῥίζης ἢ χυλοῦ δυνατόν ἐστι κἀκ τῆς χρόας ἔνδειξίν τινα λαβεῖν τῆς κράσεως, οἷον αὐτίκα κρόμυον καὶ σκίλλα καὶ οἶνος, εἰς ὅσον ἂν ᾖ λευκότερα καὶ ἧττόν ἐστι θερμά. τὰ δὲ ὑπόξανθά τε καὶ κιρρὰ θερμότερα, καὶ πυροὶ δὲ καὶ ὦχροι καὶ φάσηλοι καὶ ἐρέβινθοι καὶ ἡ τῆς ἴρεως ῥίζα καὶ ἡ τοῦ ἀσφοδέλου καὶ πολλῶν ἄλλων ὅμοιόν τι πεπόνθασιν. ἐν ἑκάστῳ γὰρ γένει τὸ ἐπίπαν, ὅσα κιρρὰ καὶ ἐρυθρὰ καὶ ξανθά, θερμότερα τῶν λευκῶν ἐστιν, ὥστε εἴ τι κἀντεῦθεν ἐγχωρεῖ περὶ φαρμάκων δυνάμεως τεκμαίρεσθαι, προσκείσθω τῷ λόγῳ κάλλιστον μήν, ὡς εἴρηται καὶ δέδεικται πολλάκις, ἐκ τῆς διωρισμένης πείρας ἐξευρίσκειν τὰς δυνάμεις ἑκάστου. οὐ γὰρ ἂν σφαλείης οὐδὲν ἐν τῇδε, πρὶν μέντοι τῇ πείρᾳ διαγνῶναι τὴν δύναμιν, ἡ γεῦσις ἐνδείκνυται τὰ πολλά, συνεπιμαρτυρούσης, ὡς εἴρηται, βραχέα καὶ τῆς ὀσμῆς. τούτων δὲ ἁπάντων ὥσπερ καὶ ἑτέρων τινῶν χρησιμωτάτων ἐν κεφαλαίῳ τὴν σύνοψιν ποιήσομαι, μετὰ τὸ διελθεῖν με κατ’ εἶδος ὡς οἷόν τε τὰς καθόλου δυνάμεις τε ἑκάστου καὶ ἐνεργείας. ἐπεὶ δὲ τὰ φάρμακα τὰ μέν ἐστιν ἐκ ζῴων, ἢ φυτῶν ἢ καρπῶν ἤ τινες ὀποὶ τούτων ἢ χυλοί, τὰ δὲ ἐκ τῶν μεταλλικῶν λαμβάνεται, κάλλιον ἔδοξέ μοι περὶ τῶν φυτῶν πρῶτον διελθεῖν, οὐ πάντων δηλονότι τῶν καθ’ ὅλην τὴν οἰκουμένην, ἀλλ’ ὅσων ἡμεῖς πεῖραν ἔσχομεν, ὅτι τε πλεῖστον αὐτῶν ἐστι τὸ γένος ἰσχυρότατόν τε τὴν δύναμιν, εἶθ’ ἑξῆς περὶ τῶν μετάλλων εἰπεῖν, εἶθ’ οὕτως ἐπὶ τὰ τῶν ζῴων ἀφικέσθαι μόρια. Ἀβρότονον θερμόν τέ ἐστι καὶ ξηρὸν τὴν δύναμιν, ἐν τῇ τρίτῃ που τάξει τε καὶ ἀποστάσει μετὰ τὰ σύμμετρα τεταγμένον, πικρὸν δὲ τῇ γεύσει ἱκανῶς.[370] |
| 1 | ὁ δὲ τοιοῦτος χυμὸς ἐδείκνυτο γεώδης μὲν τὴν οὐσίαν, ὑπὸ δὲ θερμότητος δαψιλοῦς λελεπτύνθαι, ὥστε καὶ θερμαίνειν καὶ ξηραίνειν οὐκ ἀγεννῶς· ὅθεν ἑψομένη ἡ κόμη τῆς βοτάνης σὺν τοῖς ἄνθεσιν ἐν ἐλαίῳ, καὶ ἀλειφομένου τοῦ ἐλαίου ἐπὶ τῶν κατὰ περίοδον ῥίγει ἁλισκομένων πρὸ τῆς εἰσβολῆς ἧττον ῥιγώσουσιν. ἀναιρεῖ δὲ καὶ ἕλμινθας τὸ ἀφέψημα αὐτῆς πινόμενον καὶ διὰ κλυστῆρος ἐνιέμενον, μᾶλλον τοῦ ἀψινθίου. ἐλαχίστης δέ τινος μετέχει στρυφνότητος τὸ ἀβρότονον καὶ διὰ τοῦτο καὶ κακοστόμαχον. δύο δὲ εἴδη ἐστὶ τοῦ ἀβροτόνου, τὸ μὲν ἄρρεν, τὸ δὲ θῆλυ. ἀβρότονον κεκαυμένον θερμὸν καὶ ξηρόν ἐστι τὴν δύναμιν ἔτι μᾶλλον κολοκύνθης ξηρᾶς κεκαυμένης καὶ ἀνήθου ῥίζης.[10] |
| 2 | ἐκεῖνα μὲν γὰρ ἕλκεσιν ὑγροῖς τε ἅμα καὶ χωρὶς φλεγμονῆς τετυλωμένοις ἁρμόττει καὶ διὰ τοῦτο μάλιστα καὶ τοῖς ἐν πόσθῃ αἰδοίου συμπεφωνηκέναι δοκεῖ. τοῦ δὲ κεκαυμένου ἀβροτόνου ἡ τέφρα δακνώδης ἅπασιν ἕλκεσιν ὑπάρχει. καὶ διὰ τοῦτο καὶ πρὸς ἀλωπεκίας ἁρμόττει σὺν ἐλαίῳ κικίνῳ ἢ ῥαφανίνῳ ἢ σικυωνίῳ ἢ σχινίνῳ ἢ παλαιῷ δεδαμασμένον. Ἄγνος ἢ λύγος.[5] |
| 3 | Τούτου τοῦ θάμνου τὰ φύλλα καὶ τὰ ἄνθη καὶ τὸ σπέρμα θερμὰ μὲν καὶ ξηρὰ τὴν δύναμίν ἐστι κατὰ τὴν τρίτην που τῶν ἀποστάσεων, λεπτομερῆ δὲ ἱκανῶς· ἐστὶ δὲ ἐδώδιμος ὁ καρπὸς καὶ θερμαίνει σαφῶς μετὰ τοῦ κεφαλαλγὴς ὑπάρχειν. εἰ δὲ φρυχθείη, ἧττον ἅπτεται τῆς κεφαλῆς, τροφὴν δὲ ὀλίγην δίδωσι τῷ σώματι καὶ ταύτην ξηραίνουσαν μὲν καὶ θερμαίνουσαν· ἄφυσον δὲ ἱκανῶς καὶ διὰ τοῦτο καὶ τὰς ἀφροδισίους ὁρμὰς ἐπέχει, διὸ οὐ μόνον ἐσθιόμενον καὶ πινόμενον πρὸς ἁγνείαν πεπίστευται συντελεῖν, ἀλλὰ καὶ ὑποστρωννυόμενον. καὶ πρὸς ἧπαρ δὲ καὶ σπλῆνα σκιρρούμενά τε καὶ ἐμφραττόμενα τὸ σπέρμα τοῦ ἄγνου μᾶλλον ἁρμόττει ἤπερ τὸ πήγανον. Ἀγρώστεως ἡ ῥίζα μετρίως ἐστὶ ψυχρὰ καὶ ξηρὰ καὶ διὰ τοῦτο κολλητικὴ τῶν ἐναίμων ἑλκῶν.[10] |
| 4 | αὐτὴ δὲ ἡ πόα καταπλασσομένη ψύχει μὲν οὐκ ἰσχυρῶς, ὑγρότητος δὲ καὶ ξηρότητος ἐν τῷ μέσῳ καθέστηκε. τὸ δ’ ἐν τῇ ῥίζῃ δακνῶδές τε καὶ λεπτομερές ἐστι μὲν ὀλίγον, ἔστι δὲ ὅτε εἴωθε καὶ λίθους θρύπτειν, εἴ τις αὐτὴν ἀφεψήσας πίνοι. τὸ δὲ σπέρμα τῆς μὲν ἐν παντὶ τόπῳ εὑρισκομένης ἀσθενές, τῆς δὲ ἐν Παρνασῷ διουρητικόν τέ ἐστι καὶ ῥεύματα ξηραίνει γαστρὸς καὶ στομάχου. δύναμις δ’ αὐτοῦ ἐστι ξηραντική τε καὶ λεπτομερὴς καὶ ὑπόστρυφνος. Ἄγχουσαι τέσσαρες.[5] |
| 5 | Οὐ τῆς αὐτῆς ἅπασαι δυνάμεως. ἡ μὲν γὰρ ὀνοκλεία προσαγορευομένη στύφουσαν ἅμα καὶ ὑπόπικρον ἔχει τὴν ῥίζαν ἱκανῶς, ὡς καὶ πυκνῶσαι τὰ σώματα καὶ μετρίως λεπτῦναί τε καὶ ἀπορρῦψαι καὶ ἀποπλῦναι τοὺς χολώδεις τε καὶ αὐχμώδεις χυμούς. οὕτως τε καὶ ἰκτερικοῖς καὶ σπληνικοῖς καὶ νεφριτικοῖς ὠφέλιμος ὑπάρχει καὶ ψύχει δὲ ἱκανῶς, ὅθεν καταπλασσομένη μετ’ ἀλφίτων ἐρυσίπελας ὠφελεῖ. ἀπορρύπτει δὲ καὶ ἔξωθεν ἐπιτιθεμένη καὶ διὰ τοῦτο καὶ ἀλφοὺς καὶ λέπρας ἰᾶται σὺν ὄξει. τὰ δὲ φύλλα τῆς βοτάνης ἐστὶ μὲν ἀσθενέστερα τῆς ῥίζης, οὐκ ἀπήλλακται δὲ τοῦ ξηραίνειν τε καὶ στύφειν, ὥστε καὶ διάρροιαν ἰᾶται σὺν οἴνῳ πινόμενα καὶ ἡ λυκαψὸς δὲ προσαγορευομένη τοῖς ἐρυσιπέλασιν ὁμοίως ἁρμόττει καὶ ῥίζαν ἔχει στυπτικωτέραν ὀνοκλείας. τῆς δὲ ὀνοχείλου τε καὶ ἀλκιβιαδίου καλουμένης ἡ δύναμίς ἐστι φαρμακωδεστέρα καὶ ἐχιοδήκτοις ἱκανῶς ἁρμόττει καταπλαττομένη τε καὶ ἐπιπαττομένη καὶ ἐσθιομένη. ἡ δὲ τετάρτη μικρὰ καὶ σχεδὸν ἀνώνυμος, παραπλησία μέν ἐστι τῇ ἀλκιβιαδίῳ, πικροτέρα καὶ πλέον ἔτι φαρμακωδεστέρα καὶ διὰ τοῦτο πρὸς τὰς πλατείας ἕλμινθας ἐπιτηδεία, πλῆθος ὀξυβάφου σὺν ὑσσώπῳ καὶ καρδάμῳ πινομένη. Ἀγαρικὸν δύναμιν ἔχει θερμαντικὴν καὶ διαφορητικὴν καὶ πάχους τμητικήν, διακαθαίρει τε τὰς ἐν τοῖς σπλάγχνοις ἐμφράξεις καὶ διὰ τοῦτο ἰκτεριῶντας ἰᾶται, τοὺς ἐπ’ ἐμφράξει τῶν καθ’ ἧπαρ οὕτω κάμνοντας.[15] |
| 6 | ὀνίνησι δὲ καὶ τοὺς ἐπιληπτικοὺς καὶ ῥίγη τὰ κατὰ περίοδον, ὅσα παχέων ἢ γλίσχρων ἐστὶ χυμῶν ἔγγονα. ὠφελεῖ δὲ καὶ τοὺς ὑπὸ τῶν κατὰ ψύξιν ἀδικούντων θηρίων ἢ δηχθέντας ἢ νυγέντας, ἔξωθέν τε κατὰ τοῦ πεπονθότος τόπου ἐπιτιθέμενον καὶ πινόμενον ὁλκῇ δραχμῆς α μετ’ οἴνου. ἐστὶ δὲ καὶ καθαρτικόν. Ἀδίαντον ξηραίνει λεπτύνει διαφορεῖ· καὶ γὰρ ἀλωπεκίας δασύνει καὶ χοιράδας καὶ ἀποστήματα διαφορεῖ καὶ λίθους θρύπτει πινόμενον καὶ ταῖς ἐκ θώρακός τε καὶ πνεύμονος ἀναγωγαῖς τῶν γλίσχρων καὶ παχέων χυμῶν οὐ σμικρὰ συντελεῖ καὶ ῥεύματα κοιλίας ἵστησι.[5] |
| 7 | μέσον δέ ἐστι κατὰ θερμότητα καὶ ψυχρότητα τὴν κρᾶσιν. Ἀγήρατον δυνάμεώς ἐστι διαφορητικῆς καὶ ἀτρέμα πως ἀφλεγμάντου. Ἀείζωον ἑκάτερον, καὶ τὸ μικρὸν καὶ τὸ μέγα, ξηραίνει μὲν ἐπ’ ὀλίγον, ὅτι καὶ στύφει μετρίως, ἐμψύχει δὲ οὐ μετρίως.[5] |
| 8 | ἐστὶ γὰρ τῆς τρίτης ἀποστάσεώς τε καὶ τάξεως τῶν ψυχόντων καὶ διὰ τοῦτο καὶ πρὸς ἐρυσιπέλατα καὶ ἕρπητας καὶ πρὸς τὰς ἐκ ῥευμάτων φλεγμονὰς ἁρμόττει. Αἰγίλωψ διαφορητικὴν ἔχει δύναμιν· τὰς γοῦν σκληρυνομένας φλεγμονὰς καὶ αἰγίλωπας καὶ ἀλωπεκίας ἰᾶται.[5] |
| 10 | Αἶρα ξηραίνει καὶ θερμαίνει, ὡς ἐγγὺς εἶναι τῶν δριμέων ἴρεως μᾶλλον. οὔκ ἐστι δὲ ὡς ἐκείνη λεπτομερής, ἀλλ’ ἀπολείπεται συχνῷ καὶ κατὰ τοῦτο θείη ἄν τις αὐτὴν ἐν ἀρχῇ μὲν τῆς τρίτης τάξεως τῶν θερμαινόντων, ἐπὶ τελευτῇ δὲ τῆς δευτέρας τῶν ξηραινόντων. Αἰγείρου τὰ μὲν ἄνθη θερμὰ τὴν δύναμιν, ἐστὶ δὲ ἐκ τῆς πρώτης τάξεως ἀπὸ τῶν εὐκράτων, ξηραίνει δὲ μετρίως· ἐστὶ δὲ καὶ λεπτομερῆ, καὶ ἡ ῥητίνη δὲ αὐτῆς θερμοτέρα τῆς τῶν ἀνθῶν ἐστι δυνάμεως. |
| 12 | Ἀκακία τῆς τρίτης μὲν τάξεώς ἐστι τῶν ξηραινόντων, τῆς δὲ δευτέρας τῶν ψυχόντων, ἐπειδὰν πλυθῇ· ἡ δὲ ἄπλυτος, τῆς πρώτης. οὐκ οὖσα γὰρ ὁμοιομερὴς ἔχει τινὰ μόρια παρεσπαρμένα λεπτομερῆ καὶ θερμά, κατὰ τὴν πλύσιν ἀποχωροῦντα. Ἀκαλήφη ἢ κνίδη. |
| 13 | Ἀκαλήφης τὰ φύλλα καὶ ὁ καρπὸς διαφορητικῆς ἱκανῶς ἐστι δυνάμεως, ἄνευ τοῦ θερμαίνειν σφοδρῶς. ἰᾶται γοῦν φύματα καὶ παρωτίδας καὶ τὰ ἐκ θώρακος καὶ πνεύμονος ἀνάγει τῶν ὑγρῶν τὰ παχέα τε καὶ γλίσχρα. ἔχει δέ τι καὶ φυσῶδες, ᾧ καὶ τὰς πρὸς συνουσίαν ὁρμὰς ἐπεγείρει, καὶ μάλισθ’ ὅταν μετὰ γλυκέος πίνηται τὸ σπέρμα. κοιλίαν δὲ ὑπάγει μετρίως τῷ ῥύπτειν τε καὶ οἷον γαργαλίζειν, οὐ τῷ καθαίρειν. καὶ τὰ γαγγραινώδη δὲ καὶ τὰ καρκινώδη καὶ ὅλως ὅσα ξηρανθῆναι δεῖται χωρὶς τοῦ δάκνεσθαι προσηκόντως ἰᾶται. Ἄκανθος.[5] |
| 14 | [ἢ παιδέρωτα Ἄκανθος] οἱ δὲ μελάμφυλλον οἱ δὲ παιδέρωτα. τὰ μὲν φύλλα διαφορητικὴν μετρίως ἔχει τὴν δύναμιν, ἡ δὲ ῥίζα ξηραντικήν τε καὶ τμητικὴν ἀτρέμα καὶ λεπτομερῆ. Ἄκανθα λευκὴ ἣν ἔνιοι λευκάκανθαν καλοῦσιν· ταύτης ἡ ῥίζα ξηραντικὴ μετρίως καὶ στύφουσα, διὸ καὶ κοιλιακοὺς καὶ στομαχικοὺς ὠφελεῖ καὶ τὰς τοῦ αἵματος ἀναγωγὰς ἐπέχει καὶ τὰ οἰδήματα καταπλασσομένη προσστέλλει, καὶ ὀδόντας ἀλγοῦντας ὀνίνησιν, εἴ τις διακλύζοιτο τῷ ἀφεψήματι.[5] |
| 15 | τὸ δὲ σπέρμα λεπτομεροῦς τε καὶ θερμῆς ἐστι δυνάμεως, ὥστε καὶ τοῖς σπωμένοις ἁρμόττει πινόμενον. Ἄκανθα αἰγυπτία. |
| 16 | Ἐκ ταύτης ἡ ἀκακία κατασκευάζεται. στυπτικὴ δὲ καὶ ξηραντικὴ τὴν δύναμίν ἐστιν, ὥστε καὶ ῥοῦν γυναικεῖον ὀνίνησιν αὐτῆς ἡ ῥίζα καὶ ὁ καρπὸς καὶ τὴν κιονίδα ὀνίνησι καὶ τὰ καθ’ ἕδραν ἕλκη ἐμφυσώμενα εἰς οὐλὴν ἄγει. Ἀκόρου ἡ ῥίζα τῆς τρίτης ἐστὶ τάξεως τῶν θερμαινόντων καὶ ξηραινόντων καὶ λεπτομερὴς τὴν σύστασιν. |
| 17 | κινεῖ γοῦν οὖρα καὶ σπλῆνας ὠφελεῖ ἐσκιρρωμένους· ὁ δὲ χυλὸς αὐτῆς ἀπορρύπτει τε καὶ καθαίρει τὰ πάχη τοῦ κερατοειδοῦς. Ἀκόνιτον ἢ παρδαλιαγχὲς παρέοικε μὲν τῇ ἀγρίᾳ ἴριδι, σηπτικῆς δέ ἐστι καὶ δηλητηριώδους δυνάμεως, ὅθεν αὐτὸ φυλακτέον ἐν ἐδέσματι λαβεῖν ἢ ποτῷ. |
| 18 | πρὸς μέντοι τὸ ἀποσῆψαί τινα τῶν ἐκτὸς τοῦ σώματος ἢ καθ’ ἕδραν ἐπιτήδειόν ἐστι. χρησιμωτέρα δὲ ἡ ῥίζα ἐστὶν εἰς ταῦτα. λέγεται δὲ ὁ χυλὸς τῆς πόας ἄτριχον εἶναι. Ἀκτή, ἥ τε μεγάλη καὶ δενδρώδης καὶ ἡ χαμαιάκτη καλουμένη, ξηραντικῆς ἀμφότεραι δυνάμεως εἰσί, κολλητικῆς τε καὶ μετρίως διαφορητικῆς· ὠφελεῖ δὲ καὶ ὑδρωπικοὺς τὸ ἀφέψημα τῆς ῥίζης πινόμενον.[5] |
| 20 | Ἅλιμον ἢ ἁλμυρίς. Τούτου τοῦ θάμνου τοὺς βλαστοὺς ἐσθίουσί τινες καὶ εἰς ἀπόθεσιν θησαυρίζουσιν. ἐστὶ δὲ καὶ σπέρματος καὶ γάλακτος γεννητικὸν καὶ κατὰ τὴν γεῦσιν ἁλυκόν τε καὶ στῦφον ἔχον καὶ δῆλον ὡς ἀνομοιομερές ἐστι· τὸ δὲ πλεῖστον αὐτοῦ τῆς οὐσίας θερμὸν εὐκράτως ὑπάρχει μεθ’ ὑγρότητος ἀκατεργάστου τε καὶ φυσώδους ἀτρέμα. τῆς δὲ ῥίζης 𐅻 α ποθεῖσα σὺν μελικράτῳ σπάσματα ῥήγματα καὶ στρόφους πραύνει καὶ γάλα κατασπᾷ. Ἀλόη τῶν μὲν ξηραινόντων ἐστὶ φαρμάκων τῆς τρίτης τάξεως, τῶν θερμαινόντων δὲ ἤτοι τῆς πρώτης ἐπιτεταμένης ἢ τῆς δευτέρας ἐκλελυμένης· στύφει δὲ μετρίως κατὰ τὴν γεῦσιν καὶ πικρίζει ἰσχυρῶς, ὑπάγει δὲ γαστέρα, τῶν ἐκκοπρωτικῶν καλουμένων οὖσα φαρμάκων.[5] |
| 21 | ἐστὶ δὲ εὐστόμαχον φάρμακον, εἴπερ τι καὶ ἄλλο, καὶ κόλπων κολλητικόν, ἰᾶται δὲ τὰ δυσαπούλωτα τῶν ἑλκῶν καὶ μάλιστα τὰ κατὰ τὴν ἕδραν καὶ αἰδοῖα τῷ ξηραίνειν ἀδήκτως. ὠφελεῖ δὲ καὶ τὰς φλεγμονὰς αὐτῶν ὕδατι διηθεῖσα καὶ κολλᾷ τραύματα κατὰ τὸν αὐτὸν τρόπον. ἁρμόζει δὲ ὡσαύτως χρωμένῳ καὶ πρὸς τὰς ἐν στόματι καὶ ῥισὶ καὶ ὀφθαλμοῖς φλεγμονάς. καὶ ὅλως ἀποκρούεσθαί τε ἅμα καὶ διαφορεῖν πέφυκε μετὰ τοῦ καὶ ῥύπτειν ἐπ’ ὀλίγον, εἰς ὅσον ἕλκεσι καθαροῖς ἄλυπον. τοὺς δὲ καθυγραινομένους συνεχῶς ὀφθαλμοὺς καὶ μάλιστα παίδων ἀνεθεῖσα ὕδατι παχυτέρα καὶ τοῖς κανθοῖς διὰ μήλης πυρῆνος προσαγομένη παραδόξως ἰᾶται. Ἄλυσσον.[10] |
| 22 | Τὴν ἄλυσσόν φασιν εἶναι τὴν ἡρακλείαν καλουμένην σιδηρίτην, ἥτις παρὰ τὰς ὁδοὺς φύεται πανταχῇ, ἔχουσαν πορφυρίζον τὸ ἄνθος καὶ τὰ φύλλα τραχύτερα. ὠνόμασται δὲ οὕτως διὰ τὸ θαυμαστῶς ὀνινάναι τοὺς ὑπὸ λυσσῶντος κυνὸς δεδηγμένους. δυνάμεως δέ ἐστι μετρίως ξηραντικῆς καὶ διαφορητικῆς, ἔχει δέ τι καὶ ῥυπτικόν, ᾧ καὶ τοὺς ἀλφοὺς καὶ τὰς ἐφήλεις ἀποκαθαίρει. Ἀλσίνη ἢ μυὸς ὦτα.[5] |
| 23 | Ὁμοίαν ἔχει καὶ τοῦτο τὸ βοτάνιον τὴν δύναμιν ἑλξίνῃ ψύχουσάν τε καὶ ὑγραίνουσαν. ἐστὶ γὰρ οὐσίας ὑδατώδους ψυχρᾶς, διὸ καὶ χωρὶς στύψεως ἐμψύχει· ταῦτ’ ἄρα καὶ πρὸς ζεούσας ἁρμόττει φλεγμονὰς καὶ ἐρυσιπέλατα τὰ μέτρια. Ἀμάρακον θερμαίνει μὲν οὐκ ἀγεννῶς, ξηραίνει δὲ οὐ σφοδρῶς. |
| 24 | ἀλλ’ ἐν τῇ θερμότητι τῆς τρίτης ἐστὶ τάξεως, ἐν δὲ τῷ ξηραίνειν τῆς δευτέρας. Ἀμβροσία καταπλαττομένη δύναμιν ἔχει στύφουσάν τε καὶ ἀποκρουστικήν. |
| 26 | Ἄμι. Ἄμεως τὸ σπέρμα μάλιστά ἐστι χρήσιμον, θερμαντικῆς καὶ ξηραντικῆς δυνάμεως ὑπάρχον κατὰ τὴν τρίτην ἀπόστασιν. ἐστὶ δὲ καὶ λεπτομερές, γευομένοις δὲ ὑπόπικρόν τε καὶ δριμὺ καὶ δηλονότι διουρητικόν τε καὶ διαφορητικόν. Ἀμάραντον δυνάμεώς ἐστι λεπτυντικῆς καὶ τμητικῆς· ἔμμηνα γοῦν ἄγει σὺν οἴνῳ ποθεῖσα ἡ κόμη καὶ θρόμβους αἵματος τήκειν πεπίστευται, οὐ τοὺς ἐν γαστρὶ μόνον ἀλλὰ καὶ τοὺς ἐν κύστει, σὺν οἰνομέλιτι πινομένη, καὶ πάντων δέ ἐστιν ἁπλῶς ῥευμάτων ξηραντικὴ πινομένη, κακοστόμαχος δέ ἐστιν.[5] |
| 28 | Ἀμόργη τῆς δευτέρας ἐστὶ τάξεως τῶν θερμαινόντων καὶ ξηραινόντων ἐπιτεταμένης. οὕτω γέ τοι καὶ τὰ τῶν ξηρῶν τῇ κράσει σωμάτων ἕλκη θεραπεύει, τὰ δὲ ἐν τοῖς ἄλλοις ἅπασι παροξύνει. Ἀμπελόπρασον. |
| 29 | Μεταξὺ πράσου τε καὶ σκόρδου τὴν δύναμίν ἐστι, κακοστομαχώτερον δὲ τοῦ ἡμέρου ὑπάρχει καὶ γλίσχρων χυμῶν τμητικώτερον καὶ ἐκφρακτικώτερον τῶν ἐμπεφραγμένων ὀργάνων. ταύτῃ τοι καὶ οὖρα καὶ καταμήνια πολλάκις ἐκίνησεν, ὅταν ὑπὸ ψυχροῦ καὶ παχέος ἴσχηται χυμοῦ. Ἄμπελος λευκή.[5] |
| 30 | Ἀμπέλου λευκῆς, ἣν δὴ καὶ βρυωνίαν ὀνομάζουσι καὶ ψίλωθρον, οἱ μὲν πρῶτοι βλαστοὶ συνήθως ὑπὸ πάντων ἐσθίονται κατὰ τὸ ἔαρ, ὡς εὐστόμαχον ἔδεσμα διὰ τὸ στύφειν· ὑπόπικρον δὲ καὶ δριμεῖαν ἀτρέμα ἔχουσι τὴν στύψιν, διὸ καὶ οὔρησιν κινοῦσιν. ἡ δὲ ῥίζα ῥυπτικὴν καὶ ξηραντικὴν καὶ λεπτομερῆ δύναμιν ἔχει καὶ συμμέτρως θερμήν, διὸ καὶ σπλῆνας τήκει σκιρρουμένους, πινομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη μετὰ σύκων καὶ ψώρας καὶ λέπρας ἰᾶται. ἡ δὲ μέλαινα παραπλήσιός ἐστι τὰ πάντα τῇ προειρημένῃ, πλὴν ἀσθενεστέρα. Ἀμύγδαλα.[5] |
| 31 | τὰ μὲν πικρὰ φανερῶς τῆς λεπτυνούσης ἐστὶ δυνάμεως, ὡς καὶ ἔφηλιν ἀποκαθαίρειν καὶ ταῖς ἐκ θώρακος καὶ πνεύμονος ἀναπτύσεσι τῶν γλίσχρων τε καὶ παχέων χυμῶν ἱκανῶς συντελεῖν. ἀλλὰ καὶ ἐκφράττει καὶ ἐκκαθαίρει τὸ ἧπαρ καὶ σπλῆνα καὶ κῶλον καὶ νεφροὺς καὶ πλευρῶν ἀλγήματα παύει. καὶ τὸ δένδρον δὲ αὐτὸ σύμπαν ὁμοίαν ἔχει τὴν δύναμιν, ὥστε καὶ τούτου τὰς ῥίζας ἑφθὰς ἐπιπλάττοντες ἀποκαθαίρουσιν ἔφηλιν. τὰ δὲ γλυκέα τῶν ἀμυγδάλων ἀσθενέστερα τῶν πικρῶν ἐστιν. Ἀμμωνιακόν.[5] |
| 32 | Ἀμμωνιακὸν μαλακτικῆς ἐστι δυνάμεως ἐπιτεταμένης, ὥστε καὶ τοὺς περὶ τὰ ἄρθρα πώρους διαλύειν καὶ σπλῆνας ἐσκιρρωμένους ἰᾶσθαι καὶ χοιράδας διαφορεῖν. Ἄμωμον ἔοικε τὴν δύναμιν ἀκόρῳ, πλὴν ὅτι ξηρότερόν ἐστι τὸ ἄκορον, πεπτικώτερον δέ πως τὸ ἄμωμον. |
| 34 | Ἀναγαλλὶς ἑκατέρα, ἥ τε τὸ κυανοῦν ἄνθος ἔχουσα καὶ ἡ τὸ φοινικοῦν, ῥυπτικῆς ἱκανῶς εἰσι δυνάμεως, ἔχουσαί τι καὶ ὑπόθερμον καὶ ἑλκτικόν, ὡς καὶ σκόλοπας ἐπισπᾶσθαι. ὁ δὲ χυλὸς αὐτῶν ἐκ ῥινῶν καθαίρει τὴν κεφαλὴν διὰ τὴν αὐτὴν αἰτίαν, καὶ καθόλου φάναι ξηραντικὴν ἔχουσι δύναμιν ἄδηκτον, ὅθεν καὶ τραύματα κολλῶσι καὶ τοῖς σηπομένοις ἕλκεσι βοηθοῦσιν. Ἀνδράχνη.[5] |
| 35 | Ἐν μὲν τῇ τοῦ ψύχειν δυνάμει τῆς τρίτης ἐστὶν ἀποστάσεως, ἐν δὲ τῇ τοῦ ὑγραίνειν τῆς δευτέρας. ὀλίγου δὲ αὐστηροῦ μετέχει, διὸ καὶ ἀποκρούεται ῥεύματα καὶ μάλιστα τὰ χολώδη καὶ θερμὰ μετὰ τοῦ μεταβάλλειν αὐτὰ καὶ ἀλλοιοῦν κατὰ ποιότητα καὶ ἱκανῶς ψύχειν. ταύτῃ τοι καὶ τοὺς καυσουμένους ὀνίνησιν, εἴπερ τι καὶ ἄλλο, κατά τε τοῦ στόματος τῆς κοιλίας ἐπιτιθεμένη καὶ ὅλων τῶν ὑποχονδρίων· ἀλλὰ καὶ λειουμένη εὖ μάλα, εἶτ’ ἐπιβαλλομένου ὠοῦ ὠμοῦ τό τε λευκὸν καὶ τὸ πυρρόν, μιγνυμένου δὲ καὶ ῥοδίνου συμμέτρου καὶ βραχέος ὄξους καὶ ἀλειφομένου τοῦ παντὸς σώματος παραχρῆμα μὲν ῥᾳστώνην, οὐ τὴν τυχοῦσαν, ἐπιφέρει ἐπὶ τῶν διακαῶς πυρεττόντων. τὰ πολλὰ δὲ καὶ τὸν πυρετὸν παντάπασι σβέννυσιν, ὡς μηκέτι αὐτοὺς ἐπιπαροξύνεσθαι. καὶ αἱμωδίας δέ ἐστιν ἴαμα. καὶ ὁ χυλὸς δὲ αὐτῆς ὁμοίας ἐστὶ δυνάμεως, ὥστε οὐ μόνον ἔξωθεν ἐπιτιθέμενος, ἀλλὰ καὶ πινόμενος ψύχει. τοῦτο μέν γε καὶ αὐτῇ τῇ βοτάνῃ συμβέβηκεν ὅλῃ βρωθείσῃ. διὰ δὲ τὸ ὑποστύφειν καὶ δυσεντερικοῖς ἐστιν ἐπιτήδειον ἔδεσμα καὶ γυναικείῳ ῥῷ καὶ αἵματος ἀναγωγαῖς. εἰς ταῦτα μέντοι πολὺ δραστικώτερος αὐτῆς τῆς πόας ἐστὶν ὁ χυλός. Ἀνεμῶναι πᾶσαι δριμείας καὶ ῥυπτικῆς, ἐπισπαστικῆς τε καὶ ἀναστομωτικῆς εἰσι δυνάμεως, ὅθεν ἥ τε ῥίζα διαμασωμένη φλέγμα προκαλεῖται καὶ ὁ χυλὸς ἐκ ῥινῶν καθαίρει καὶ τὰς ἐν ὀφθαλμοῖς οὐλὰς λεπτύνει.[15] |
| 36 | καὶ τὰ ῥυπαρὰ δὲ τῶν ἑλκῶν ἐκκαθαίρουσιν αἱ ἀνεμῶναι καὶ λέπρας ἀφιστᾶσιν, ἔμμηνά τε προκαλοῦνται προστιθέμεναι καὶ γάλα κατασπῶσιν. Ἄνηθον θερμαίνει μὲν εἰς τοσοῦτον ὡς ἤτοι τῆς δευτέρας αὐτὸ τάξεως ἐκλελυμένης ἢ τῆς πρώτης ἐπιτεταμένης ὑπολαμβάνειν.[5] |
| 37 | τῶν ξηραινόντων δὲ τῆς δευτέρας ἐστὶ τάξεως ἀρχομένης ἢ τῆς πρώτης τελευτώσης. ἐναφεψόμενον δὲ ἐλαίῳ διαφορητικόν τε καὶ ἀνώδυνον καὶ ὑπνοποιὸν καὶ πεπτικὸν ὠμῶν καὶ ἀπέπτων ὄγκων ὑπάρχει. καυθὲν δὲ τῆς τρίτης τάξεως γίγνεται τῶν θερμαινόντων τε καὶ ξηραινόντων, καὶ διὰ τοῦτο πλαδαροῖς ἕλκεσιν ἐπιπαττόμενον ὀνίνησι καὶ μάλιστα τοῖς ἐν αἰδοίῳ· τὰ δὲ ἐπὶ τῆς πόσθης χρόνια καὶ ἐπουλοῖ. ὑγρότερον δὲ δηλονότι καὶ ἧττον θερμόν ἐστι τὸ χλωρὸν ἔτι καὶ ἔγχυλον, ὥστε καὶ πεπτικώτερον μέν ἐστι τοῦ ξηροῦ μᾶλλον καὶ ὑπνοποιόν, διαφορητικὸν δὲ ἧττον. Ἀνθεμὶς ἢ χαμαίμηλον θερμαίνει καὶ ξηραίνει κατὰ τὴν πρώτην τάξιν· ἐστὶ δὲ λεπτομερὴς καὶ διὰ ταῦτα καὶ διαφορητικὴ καὶ ἀραιωτικὴ καὶ χαλαστικὴ τὴν δύναμίν ἐστι.[10] |
| 38 | εἰ μὲν οὖν εἴη χλωρόν, ἐναφεψεῖν αὐτὸ δεῖ τῷ ἐλαίῳ, μὴ παρόντος δηλονότι τοῦ χαμαιμηλίνου ἐλαίου ἐν ᾧ βραχὲν τὸ ἄνθος ἡλιώθη. εἰ δὲ ξηρὸν εἴη, ὄξει ὀλίγῳ προνοτισθέν, ἔπειτα ἑψόμενον σὺν τῷ ἐλαίῳ, ἐπιτήδειον γίγνεται ἐφ’ ὧν οὔπω τέλεον ἡ ὕλη πέπαυται τῆς ἐπὶ τὴν κεφαλὴν ἀναφορᾶς· τὴν γὰρ οὖσαν ἐν τῇ κεφαλῇ διαφορεῖ καὶ ἑτέραν οὐκ ἐπισπᾶται, ὅπερ οὐδενὶ τῶν ἄλλων συντετύχηκε φαρμάκων. Νεχεψὼ δὲ ὁ Αἰγύπτιος παρακελεύεται αὐτὸ τὸ ἄνθος καθαρὸν τοῦ χαμαιμήλου ἀκμαιότατον συλλέγειν καὶ κόπτειν ἐν ὅλμῳ, ἔπειτα λειοῦν εὖ μάλα ἐν θυίᾳ, καὶ ἀναπλάττειν τροχίσκους συμμέτρους καὶ ξηραίνειν ἐν σκιᾷ ἀκριβέστατα καὶ ἀποτίθεσθαι. ἐπὶ δὲ τῆς χρείας λειώσαντα τροχίσκον ἕνα καὶ ἐπιβαλόντα ἐλαίου πρωτείου τὸ ἀρκοῦν, χρίειν τὸ πᾶν σῶμα ἀπὸ κεφαλῆς μέχρι ποδῶν ἐπὶ τῶν πυρεττόντων πάντων καὶ θάλπειν σκέπῃ. κινηθήσεται γὰρ ἱδρὼς χρηστός, φησί, ἐπὶ τῶν σωθησομένων καὶ ἀπαλλαγήσονται τοῦ πυρετοῦ. καὶ πεπείραται τοῦτο ἐπὶ πλείστων καὶ ἁρμόδιόν ἐστι μάλιστα ἐν ὁδοιπορίαις ἔχειν τοῦτο διὰ τὸ εὐμετακόμιστον. παρακελεύεται δὲ καὶ ποτίζειν τούτου τροχίσκους τοὺς πυρέττοντας ὅσον 𐅻 β μεθ’ ὕδατος θερμοῦ. Ἀνίσου τὸ σπέρμα μάλιστά ἐστι χρήσιμον, δριμὺ καὶ ὑπόπικρον ὑπάρχον, ὥστε ἐγγὺς ἥκειν θερμότητι τῶν καυστικῶν· ἐστὶ γὰρ κἀν τῷ θερμαίνειν καὶ ξηραίνειν ἐκ τῆς τρίτης ἀποστάσεως, ταῦτ’ ἄρα καὶ οὐρητικόν ἐστι καὶ διαφορητικόν, ἐμπνευματώσεις τε τὰς κατὰ γαστέρα καθίστησιν.[5] |
| 40 | Ἀπαρίνη ἢ φιλάνθρωπος μετρίως ῥύπτει καὶ ξηραίνει· ἔχει δέ τι καὶ λεπτομερές. Ἄπιος ἐδώδιμος. |
| 41 | Ἀπίου τὰ μὲν φύλλα καὶ οἱ ἀκρεμόνες αὐστηροί, ὁ δὲ καρπὸς ἔχει τι καὶ γλυκύτητος ὑδατώδους, ἐξ ὧν δήλη ἡ κρᾶσίς ἐστιν ἀνώμαλός τέ τις ὑπάρχουσα κατὰ τὰ μόρια. καὶ διὰ τοῦτο ἐσθιόμεναι μὲν εὐστόμαχοι καὶ ἄδιψοι· καταπλαττόμεναι δὲ ξηραίνουσί τε καὶ μετρίως ψύχουσιν, ὥστε ἔγωγε καὶ κολλήσας αὐτοῖς οἶδα τραύματα. Αἱ δὲ ἀχράδες ὀνομαζόμεναι καὶ στύφουσι μᾶλλον καὶ ξηραίνουσι καὶ διὰ τοῦτο κολλῶσι τραύματα μείζονα καὶ ἀποκρύονται ῥεύματα καταπλαττόμεναι, καθὼς ἐν τῷ περὶ τῶν μήλων λόγῳ τελεώτατα ῥηθήσεται.[5] |
| 43 | Ἀριστολοχίας ἡ ῥίζα χρειωδεστάτη πρὸς τὰς ἰάσεις, πικρὰ καὶ ὑπόδριμυς ὑπάρχουσα. λεπτομερεστάτη δὲ αὐτῶν ἐστιν ἡ στρογγύλη καὶ κατὰ πάντα δραστικωτέρα. διὸ ἐφ’ ὧν παχὺν χυμὸν ἰσχυρῶς δεῖ λεπτῦναι, τῆς στρογγύλης ἐστὶ χρεία. διὰ τοῦτο καὶ τὰ δι’ ἔμφραξιν ἢ πάχος ἢ ἀπέπτου πνεύματος ἀλγήματα θεραπεύει καὶ σκόλοπας ἀνάγει καὶ σηπεδόνας ἰᾶται καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν καθαίρει καὶ ὀδόντας καὶ οὐλὰς ἐν ὀφθαλμοῖς λαμπρύνει. βοηθεῖ δὲ καὶ ἀσθματικοῖς καὶ λύζουσιν, ἐπιληπτικοῖς τε καὶ ποδαγρικοῖς μεθ’ ὕδατος πινομένη καὶ ῥήγμασι δὲ καὶ σπάσμασιν, εἴπερ τι καὶ ἄλλο φάρμακον, ἐπιτήδειόν ἐστι. τῶν δὲ ἄλλων δυοῖν, ἡ μὲν κληματῖτις εὐωδεστέρα μέν, ὡς πρὸς τὰ μύρα χρῆσθαι τοὺς μυρεψοὺς αὐτῇ, εἰς δὲ τὰς ἰάσεις ἀσθενεστέρα· ἡ μακρὰ δὲ ἧττον μὲν λεπτομερής ἐστι τῆς στρογγύλης, οὐ μὴν οὐδ’ αὐτή γε ἄπρακτος, ἀλλ’ ἐστὶ τῆς ῥυπτικῆς τε καὶ θερμαντικῆς δυνάμεως· διὰ τοῦτο καὶ ἕλκη σαρκοῖ καὶ ταῖς τῶν γαστέρων πυρίαις χρησιμωτέρα καθέστηκεν. Περὶ ἀράκων.[15] |
| 44 | Παραπλήσιόν ἐστι τὸ σπέρμα τοῦτο τῷ τῶν λαθύρων κατά τε τὴν χρῆσιν καὶ τὴν δύναμιν· σκληρότεροι δὲ καὶ διὰ τοῦτο δυσπεπτότεροι τῶν λαθύρων οἱ ἄρακοι. Ἄρκευθος θερμὴ καὶ ξηρὰ τῆς τρίτης τάξεως κατ’ ἄμφω· ὁ δὲ καρπὸς αὐτῆς θερμὸς μὲν ὁμοίως, ξηραίνει δὲ κατὰ τὴν πρώτην τάξιν. |
| 46 | Ἀρνόγλωσσον ψύχει καὶ ξηραίνει κατὰ τὴν δευτέραν ἀπόστασιν· ἔχει δέ τι καὶ αὐστηρόν, διὸ πρὸς ἕλκη κακοήθη καὶ ῥεύματα καὶ σηπεδόνας ἁρμόττει. καὶ διὰ τοῦτο καὶ πρὸς δυσεντερίας ποιεῖ καὶ αἱμορραγίας ἵστησι καὶ εἴ τι διακαὲς ἐμψύχει καὶ κόλπους παρακολλᾷ· ἐστὶ δὲ καὶ τῶν ἄλλων ἑλκῶν προσφάτων τε ἅμα καὶ παλαιῶν ἴαμα. ξηραίνει γὰρ ἀδήκτως καὶ μετέχει ψύξεως μηδέπω ναρκούσης· καὶ ὁ καρπὸς δὲ αὐτοῦ καὶ ἡ ῥίζα παραπλησίας εἰσὶ δυνάμεως, πλήν γε ὅτι ξηροτέρας τε καὶ ἧττον ψυχρᾶς. ἀλλ’ ὁ μὲν καρπὸς λεπτομερέστατος, αἱ δὲ ῥίζαι παχυμερέστεραι. αὐτὰ δὲ τὰ φύλλα τῆς πόας ξηρανθέντα λεπτομερεστέρας τε καὶ ἧττον ψυχρᾶς γίγνεται δυνάμεως· ταῦτ’ ἄρα ταῖς μὲν ῥίζαις καὶ πρὸς ὀδόντων ἀλγήματα χρώμεθα, διαμασωμέναις τε καὶ διακλύσμασιν αὐτῶν ἐνεψομέναις. πρὸς δὲ τὰς καθ’ ἧπαρ καὶ νεφροὺς ἐμφράξεις καὶ ταύταις μέν, ἀλλὰ καὶ τοῖς φύλλοις καὶ πολλῷ μᾶλλον ἔτι τῷ καρπῷ χρώμεθα. Ἄρου ἡ ῥίζα τῆς πρώτης τάξεώς ἐστι τῶν θερμαινόντων καὶ ξηραινόντων· ἐστὶ δὲ καὶ ῥυπτικῆς δυνάμεως ἀλλ’ οὐκ ἰσχυρᾶς, ὥσπερ τὸ δρακόντιον.[10] |
| 47 | ἐσθιόμεναι δὲ αἱ ῥίζαι τέμνουσι πάχος χυμῶν μετρίως τε καὶ ταῖς ἐκ θώρακος ἀναπτύσεσιν ἐπιτήδειοι. τὸ δὲ δρακόντιον εἰς ταῦτα ἐπιτηδειότερον. σκευάζεται δὲ καὶ ἐσθίεται, ὡς τὸ δρακόντιον, ἀποζεννυμένη. Ἀρτεμισία διττή.[5] |
| 48 | Θερμαίνουσι δὲ ἀμφότεραι κατὰ τὴν δευτέραν τάξιν, ξηραίνουσι δὲ ἢ κατὰ τὴν πρώτην ἐπιτεταμένην ἢ τὴν δευτέραν ἀρχομένην. εἰσὶ δὲ καὶ λεπτομερεῖς μετρίως, ὥστε καὶ πρὸς τοὺς ἐν νεφροῖς λίθους ἁρμόττειν μετρίως καὶ εἰς πυρίας ὑστερῶν. Ἄσαρον. |
| 49 | Ἀσάρου αἱ ῥίζαι χρήσιμαι, παραπλήσιαι μὲν ταῖς τοῦ ἀκόρου, ἐπιτεταμέναι δὲ μᾶλλον, ὥστε ἐξ ὧν ὑπὲρ ἐκείνου προείρηται καὶ περὶ τούτου χρὴ γινώσκειν. Ἀσπάλαθος ἐξ ἀνομοιομερῶν σύγκειται δριμέων γε καὶ στυφόντων καὶ τοῖς μὲν δριμέσιν ἑαυτοῦ μέρεσι θερμαίνει, τοῖς δὲ αὐστηροῖς ψύχει, ὥστε ξηραίνει κατ’ ἄμφω καὶ διὰ τοῦτο πρὸς σηπεδόνας καὶ τὰ ῥεύματα χρήσιμος ὑπάρχει, πρὸς δὲ τὰ σηπόμενα ἐν τῷ στόματι οὖλα, ἐν οἴνῳ ἑψομένη, διάκλυσμα δίδοται θερμόν.[5] |
| 51 | Ἀσπάραγος πετραῖος ἢ μυακάνθινος ῥυπτικῆς ἐστι δυνάμεως, οὐ μὴν οὐδὲ θερμαίνει σαφῶς οὔτε ψύχει. ταύτῃ τοι καὶ νεφρῶν καὶ ἥπατος ἐκφρακτικὸς ὑπάρχει, καὶ μάλισθ’ αἱ ῥίζαι τῆς βοτάνης καὶ τὸ σπέρμα. καὶ μὲν δὴ καὶ ὀδονταλγίας ἰᾶται τῷ ξηραίνειν ἄνευ τοῦ θερμαίνειν. Ἀσταφὶς ἥμερος.[5] |
| 52 | Ἡ μὲν ἥμερος πεπτικῆς τε ἅμα καὶ στυπτικῆς καὶ διαφορητικῆς μετρίως μετέχει δυνάμεως· τὸν αὐτὸν γὰρ λόγον ἔχουσιν αἱ ἀσταφίδες πρὸς τὰς σταφυλὰς ὃν καὶ αἱ ἰσχάδες πρὸς τὰ σῦκα. καὶ αἱ μὲν γλυκύτεραι θερμότεραι, αἱ δὲ αὐστηρότεραι ψυχρότεραι καὶ ἔτι μᾶλλον αἱ στρυφναί. τὸν μὲν οὖν στόμαχον ῥωννύουσιν αἱ αὐστηραὶ καὶ τὴν κοιλίαν στεγνοῦσι καὶ δηλονότι μᾶλλον αὐτῶν αἱ στρυφναί. μέσην δέ πως κατάστασιν ἐν αὐταῖς αἱ γλυκεῖαι ποιοῦσι, μήτ’ ἐκλύουσαι σαφῶς τὸν στόμαχον, μήθ’ ὑπάγουσαι τὴν γαστέρα. τό γε μὴν ἐπικρατικὸν ὑπάρχει ταῖς γλυκείαις· ἀεὶ καὶ τὸ μετρίως ῥυπτικόν, ὅθεν τὰς μικρὰς κατὰ τὸ στόμα τῆς κοιλίας ἀμβλύνουσι δήξεις· αἱ γὰρ μείζους τῶν δήξεων τῶν γενναιοτέρων χρῄζουσι βοηθημάτων. ἀμείνους δὲ ἐν ταῖς ἀσταφίσιν εἰσὶν αἱ λιπαρώταταί τε καὶ τὸν οἷον φλοιὸν ἔχουσαι λεπτόν. ἧττον δὲ ἰσχάδων αἱ ἀσταφίδες τό θ’ ὑπακτικὸν ἔχουσι καὶ τὸ ῥυπτικόν, εὐστομαχώτεραι δέ εἰσιν ἰσχάδων. Ἀσταφὶς ἀγρία.[10] |
| 53 | Ἡ δὲ ἀσταφὶς ἀγρία δριμείας ἰσχυρῶς ἐστι δυνάμεως, ὡς ἀποφλεγματίζειν καὶ ῥύπτειν σφοδρῶς, ὥστε καὶ πρὸς ψώρας ἁρμόττει. μετέχει δὲ καὶ καυστικῆς τινος δυνάμεως. Ἀσφόδελος. |
| 54 | Ἀσφοδέλου ἡ ῥίζα χρήσιμος ὥσπερ ἄρου καὶ ἀσάρου καὶ δρακοντίου, ῥυπτικῆς τε καὶ διαφορητικῆς ὑπάρχει δυνάμεως, ὅθεν ἀφεψομένη μετ’ οἴνου λευκοῦ παλαιοῦ καὶ πινομένου τοῦ οἴνου θερμοῦ ἀκράτου ὅσον κύαθον νήστης ἀπὸ βαλανείου, καταμήνια ἐπεσχημένα κινεῖ τάχιστα· καυθείσης δὲ αὐτῆς ἡ τέφρα θερμοτέρα τε καὶ ξηραντικωτέρα καὶ λεπτομερεστέρα καὶ διαφορητικωτέρα γίνεται καὶ διὰ τοῦτο καὶ ἀλωπεκίας ἰᾶται. Ἀτρακτυλὶς ἢ κνῆκος ἄγριον, οἱ δὲ ἀνδρόσαιμον καλοῦσιν, ξηραντικῆς καὶ μετρίως θερμῆς ὑπάρχει δυνάμεως.[5] |
| 56 | Ἀτράφαξις τῆς δευτέρας τάξεως ἐστὶ τῶν ὑγραινόντων, τῆς πρώτης δὲ τῶν ψυχόντων· οὐ μετέχει δὲ στύψεως, ἀλλ’ ἐστὶν ὑδατώδης ὁμοίως τῇ μαλάχῃ καὶ δὴ καὶ κατὰ γαστέρα διέρχεται. εἰσὶ δὲ αἱ κηπευόμεναι ὑγρότεραι τῶν ἀγρίων καὶ ψυχρότεραι. διὸ καὶ φλεγμοναῖς καὶ φυγέθλοις ταῖς μὲν ἀρχομέναις τε καὶ αὐξανομέναις αἱ κηπευόμεναι, ταῖς δὲ ἀκμαζούσαις καὶ παρακμαζούσαις αἱ ἄγριαι συμφορώτεραι. ὁ δὲ καρπὸς ῥυπτικῆς ἐστι δυνάμεως, ὅθεν καὶ πρὸς ἰκτερικοὺς τοὺς ἐπὶ ἥπατος ἐμφράξει χρήσιμος ὑπάρχει. Ἀψίνθιον θερμὸν μέν ἐστι κατὰ τὴν πρώτην ἀπόστασιν, ξηρὸν δὲ κατὰ τὴν τρίτην· ὁ δὲ χυλὸς αὐτοῦ πολὺ τῆς πόας θερμότερος.[5] |
| 57 | μετέχει δὲ καὶ στύψεως οὐκ ἀμυδρᾶς καὶ μάλιστα τὸ ποντικόν, διὸ ῥύπτει καὶ τονοῖ καὶ ξηραίνει καὶ διὰ τοῦτο καὶ τοὺς ἐν κοιλίᾳ χολώδεις χυμοὺς ἐπί τε τὴν κάτω διαχώρησιν ἀπάγει καὶ δι’ οὔρων ἐκκενοῖ. μᾶλλον δὲ τὸ ἐν φλεψὶ χολῶδες ἐκκαθαίρει δι’ οὔρων. δι’ αὐτὸ δὲ τοῦτο καὶ φλέγματος ἐν τῇ κοιλίᾳ περιεχομένου προσφερόμενον οὐδὲν ὀνίνησιν· οὕτω δὲ καὶ εἰ κατὰ θώρακα καὶ πνεύμονα τύχοι. ἡ γὰρ στυπτικὴ δύναμις ἐν αὐτῷ τῆς πικρᾶς ἐστιν ἰσχυροτέρα· τῷ δὲ καὶ δριμύτητός τινος μετέχειν πλέονι μέτρῳ θερμόν ἐστιν ἤπερ ψυχρόν. Βάλανος μυρεψική, ἣν μυροβάλανον ὀνομάζουσι, ῥυπτικὴ καὶ τμητικὴ τὴν δύναμίν ἐστιν ἅμα στύψει τινί, καὶ διὰ τοῦτο ῥυπτικήν τε ἅμα καὶ τμητικὴν καὶ συνακτικήν τε καὶ πιλητικὴν ἔχει τὴν ἐνέργειαν, ὥστε καὶ πρὸς ἰόνθους καὶ φακοὺς ἔφηλίν τε καὶ κνῆσιν καὶ ψώρας καὶ λέπρας καὶ ἀχώρας καὶ ἐξανθήματα ἑλκώδη καὶ παχύσματα ἁρμόττειν, καὶ μάλιστα μετ’ ὄξους· καὶ οὐλὰς δὲ λαμπρύνει, ποιεῖ καὶ πρὸς ἧπαρ ἐσκιρρωμένον καὶ σπλῆνας τήκει καὶ μάλιστα μιγνυμένου αὐτῇ τινος τῶν ξηραντικῶν ἀλεύρων, οἷον αἰρίνου ἢ ὀροβίνου.[5] |
| 58 | ὁ μέντοι φλοιὸς αὐτῆς πάνυ δραστικός ἐστιν, ὥστε χρηστέον αὐτῷ ἐφ’ ὧν ἰσχυροτέρας χρεία στύψεως. εἰ δέ τις τῆς σαρκὸς αὐτῆς πίνοι 𐅻 α μετὰ μελικράτου, ἐμέσει εὐκόλως. πολλάκις δὲ καὶ διὰ τῆς κάτω κοιλίας ὑπάγει δαψιλῶς· ὅθεν ἐπειδὰν καθῆραι ἧπαρ ἢ σπλῆνα βουλόμενοι τῷ φαρμάκῳ χρώμεθα, μετ’ ὀξυκράτου διδόαμεν αὐτὸ διὰ τὸ κακοστόμαχον αὐτοῦ. χαίρει γὰρ τῷ ὄξει καὶ ἔξωθεν προσαγομένη καὶ διὰ στόματος διδομένη. Βάλανος δρυίνη.[15] |
| 59 | Περὶ δὲ τῆς δρυίνης βαλάνου ἐν τῷ περὶ τῆς δρυὸς τόπῳ δηλωθήσεται. Βαλσάμου τὸ ξύλον καὶ ὀπὸς καὶ καρπός. |
| 60 | Θερμαίνει μὲν καὶ ξηραίνει κατὰ τὴν δευτέραν ἀπόστασιν· ἐστὶ δὲ καὶ λεπτομερές· ὁ δὲ ὀπὸς αὐτοῦ λεπτομερεστέρας ἐστὶ δυνάμεως, οὐ μὴν εἰς τοσοῦτόν γε θερμός, εἰς ὅσον οἴονταί τινες, ὑπὸ τῆς λεπτομερείας ἐξαπατώμενοι. ὁ δὲ καρπὸς αὐτοῦ παραπλησίας μέν ἐστι κατὰ γένος δυνάμεως, ἀπολείπεται δὲ μακρῷ κατὰ τὸ λεπτομερές. Βαλαύστιόν ἐστιν ἀγρίας ῥοιᾶς ἄνθος, οἷόνπερ τῆς ἡμέρου ὁ κύτινος.[5] |
| 61 | ἰσχυρῶς δὲ στύφει τὴν γεῦσιν καὶ δὴ καὶ ξηραντικῆς τε καὶ ψυκτικῆς ἐστι δυνάμεως, ὅθεν εἰ παρατρίμμασι καὶ τοῖς ἄλλοις ἕλκεσιν ἐπιπάττοις αὐτὸ ξηρὸν λειότατον, τάχιστα ἂν ἴδοις εἰς οὐλὴν ἰόντα ἀδήκτως· ταύτῃ τοι κἀπὶ τῶν αἷμα ἀναγόντων καὶ δυσεντερικῶν καὶ τῶν κατὰ γαστέρα καὶ μήτραν ῥευμάτων οὐκ ἔστιν ὅστις ἰατρὸς οὐ χρῆται τούτῳ τῷ φαρμάκῳ. Βάτος.[5] |
| 62 | Βάτου τὰ φύλλα καὶ μάλιστα τὰ μαλακὰ καὶ οἱ βλαστοὶ μετρίως ἐστὶ στυπτικά, ὥστε καὶ διαμασώμενα ἄφθας τε καὶ τὰ ἄλλα τὰ ἐν τῷ στόματι θεραπεύει ἕλκη καὶ μέντοι καὶ τὰ τραύματα κολλᾷ. ὁ δὲ καρπὸς εἰ μὲν εἴη πέπειρος, ἔχει τι καὶ συμμέτρου θερμότητος· ὁ δὲ ἄωρος ὑπὸ ψυχρᾶς οὐσίας γεώδους ἐπικρατεῖται καὶ διὰ τοῦτο σφοδρῶς ξηραντικός ἐστι. ξηρανθεὶς δὲ ἀποτίθεται καὶ γίνεται ξηραντικώτερος τοῦ ὑγροῦ. καὶ τὸ ἄνθος δὲ τῆς αὐτῆς ἐστι τῷ ἀώρῳ καρπῷ δυνάμεως· εἰς δυσεντερίας οὖν καὶ ῥεύματα γαστρὸς καὶ ἀτονίας καὶ τὰς τοῦ αἵματος πτύσεις ἐπιτήδειον. ἡ δὲ ῥίζα πρὸς τῷ στύφειν ἔτι καὶ λεπτομερής ἐστι, διὸ καὶ τοὺς ἐν νεφροῖς θρύπτει λίθους. Βατράχιον.[10] |
| 63 | Τέσσαρας μὲν ἔχει τὰς κατ’ εἶδος διαφοράς. ἅπαντα δὲ δριμείας ἰσχυρῶς ἐστι δυνάμεως, ὡς ἑλκοῦν μετὰ πόνου. ταῦτ’ ἄρα καὶ συμμέτρως χρωμένῳ καὶ ψώρας καὶ λέπρας ἀποδέρει καὶ ὄνυχας ἀφίστησι λεπροὺς καὶ στίγματα διαφορεῖ καὶ ἀκροχορδόνας καὶ μυρμηκίας ἀφαιρεῖ. καὶ μέντοι καὶ ἀλωπεκίας ὠφελεῖ πρὸς ὀλίγον χρόνον ἐπιτεθέντα· χρονιζόντων γὰρ οὐκ ἐκδέρεται μόνον, ἀλλὰ καὶ ἐσχαροῦται τὸ δέρμα. καὶ ταῦτα μὲν τὰ φύλλα χλωρὰ μετὰ τῶν καυλῶν καταπλαττόμενα ποιεῖ. ἡ δὲ ῥίζα ξηρανθεῖσα πταρμικόν ἐστι φάρμακον, ὁμοίως τοῖς ἄλλοις ἅπασι τοῖς ἰσχυρῶς ξηραίνουσι. καὶ ὀδόντων δὲ ὀδύνας ὠφελεῖ μετὰ τοῦ θραύειν αὐτούς. Βδέλλιον.[10] |
| 64 | Τὸ μὲν σκυθικὸν ὀνομαζόμενον, ὃ δὴ καὶ μελάντερόν ἐστι καὶ ῥητινωδέστερον, μαλακτικῆς ἐστιν ἱκανῶς καὶ δραστηρίου δυνάμεως. τὸ δὲ ἕτερον τὸ ἀραβικόν, ὃ δὴ καὶ διαυγέστερόν ἐστιν, ἐπὶ μᾶλλον ξηραίνει τῶν μαλακτικῶν. χρῶνται δὲ αὐτοῖς τινες καὶ μάλιστα τῷ ἀραβικῷ ἐπί τε βρογχοκήλων καὶ ὑδροκήλων ἀσίτου πτυάλῳ δεύσαντες, ὡς ἐμπλαστώδη σύστασιν ἔχειν. τὸ δ’ ἀραβικὸν καὶ τοὺς ἐν νεφροῖς λίθους δοκεῖ θρύπτειν πινόμενον, οὖρά τε προτρέπει καὶ τὰς τῶν ἀπέπτων πνευμάτων διαδρομὰς ἐξιᾶται καὶ πόνους πλευρῶν καὶ ῥήγματα. Βλίτον ἐδώδιμόν ἐστι λάχανον ὑγρὸν καὶ ψυχρὸν τῇ κράσει ἐν τῇ δευτέρᾳ μάλιστα ἀποστάσει τεταγμένον.[5] |
| 66 | Βολβὸς ἐσθιόμενος μὲν ψυχροτέρου τε καὶ παχυτέρου καὶ γλίσχρου χυμοῦ γεννητικός· καὶ γὰρ καὶ δύσπεπτός ἐστι καὶ φυσώδης καὶ ἀφροδισιαστικός. ἐπιπλαττόμενος δὲ κολλητικός ἐστι καὶ ξηραντικός. Βολβὸς ἐμετικὸς θερμοτέρας ἐστὶ πολὺ 〈τῆς〉 τοῦ προειρημένου κράσεως. |
| 68 | Βούγλωσσον ὑγρὸν καὶ θερμόν ἐστι τὴν κρᾶσιν, ὅθεν καὶ τοῖς οἴνοις ἐμβαλλόμενον εὐφροσύνης αἴτιον γίγνεται. ἁρμόζει δὲ καὶ τοῖς διὰ τραχύτητα φάρυγγος βήττουσιν ἐν μελικράτῳ ἀφεψόμενον. Βούφθαλμον ὠνόμασται μὲν οὕτως ἀπὸ τῶν ἀνθῶν ἐοικέναι δοκούντων κατὰ τὸ σχῆμα βοὸς ὀφθαλμῷ, ἐπεί τοι τήν γε χρόαν 〈τοῖς τῆς〉 ἀνθέμιδός ἐστιν ὅμοια. |
| 69 | μείζω δέ ἐστιν αὐτῶν συχνῷ καὶ δριμύτερα, καὶ διὰ τοῦτο καὶ διαφορητικώτερα, μέχρι τοῦ καὶ σκληρίας ἰᾶσθαι μιγνύμενα κηρωτῇ. Βούνιον, οἱ δὲ ἄρκτιον, τῶν θερμαινόντων ἐστὶν εἰς τοσοῦτον ὡς οὐρητικόν τε εἶναι καὶ καταμηνίων ἀγωγόν.[5] |
| 70 | καὶ τὸ ψευδοβούνιον δὲ παραπλησίως αὐτῷ θερμόν ἐστιν. Βράθυ θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τρίτην ἀπόστασιν. |
| 71 | ἐστὶ δὲ καὶ λεπτομερὲς καὶ διὰ ταῦτα καὶ διαφορητικὸν καὶ καταμηνίων ἀγωγόν, εἴπερ τι καὶ ἄλλο, καὶ δι’ οὔρων αἷμα κινεῖ καὶ τὰ ζῶντα τῶν ἐμβρύων διαφθείρει καὶ τὰ νεκρὰ ἐκβάλλει· εἰς δὲ τὰς σηπεδόνας ἁρμόττει καὶ μάλισθ’ ὅσαι κακοηθέστεραί τέ εἰσι καὶ χρονιώτεραι. φέρουσι γὰρ ἀλύπως αἱ χρόνιαι τὴν ἰσχὺν τοῦ φαρμάκου. καὶ τοίνυν καὶ τὰ μεμελασμένα καὶ λίαν ῥυπαρὰ μετὰ μέλιτος ἀποκαθαίρει καὶ ἄνθρακας ἀπολύει. ἔνιοι δὲ καὶ ἀντὶ κινναμώμου διπλάσιον αὐτὸ βάλλουσι. Βετονίκης τῆς πόας ἐστὶ μὲν καὶ τὰ φύλλα στυπτικά τε καὶ μαλακτικὰ τραυμάτων, ὅμοια τοῖς τῶν ἀγρίων λαπάθων, πλὴν ὅσον μελάντερά τε καὶ δασύτερα.[5] |
| 72 | ἐστὶ δὲ καὶ ὁ ἐξ αὐτῶν χυλὸς ὁμοίως στυπτικός, ὥστε καὶ ἕψοντές τινες ἀποτίθενται αὐτὸν ὡς δραστικώτατον τῶν ἐν τῷ στόματι σήψεων φάρμακον. Βρόμος ψυχρότερόν ἐστι μετρίως τῇ κράσει καί τι καὶ στύψεως ἔχει, ὡς καὶ τὰς κατὰ γαστέρα διαρροίας ὠφελεῖν.[5] |
| 74 | Βρύον θαλάττιον στύφει καὶ ψύχει, ὅθεν καταπλαττόμενον ὅσα ἐστὶ θερμὰ ἐναργῶς ἐμψύχει καὶ ὠφελεῖ. Βρύον ἢ ὕπνον ἢ σπλάγχνον στύφει καὶ ψύχει μετρίως ὡς ἐγγὺς τῶν εὐκράτων ὑπάρχειν, ὅτι καὶ διαφορητικῆς καὶ μαλακτικῆς μετείληφε δυνάμεως καὶ μάλιστα τὸ ἐπὶ τῶν κεδρίνων εὑρισκόμενον ξύλων. |
| 76 | Βρυωνία. Περὶ βρυωνίας προείρηται ἐν τῷ περὶ ἀμπέλου λευκῆς τόπῳ. Γεντιανή. |
| 77 | ταύτης ἡ ῥίζα δραστήριός ἐστιν, ἔνθα χρὴ λεπτῦναί τε καὶ διακαθῆραι καὶ ἀπορρύψαι καὶ ἐκφράξαι. [Γουβώνιον ἢ ἀστὴρ ἀττικός. προείρηται περὶ αὐτοῦ ἐν τῷ δευτέρῳ στοιχείῳ.] Γίγαρτα ξηρὰ μέν ἐστι κατὰ τὴν δευτέραν ἀπόστασιν, ψυχρὰ δὲ κατὰ τὴν πρώτην· ἐστὶ δὲ καὶ στρυφνὰ τῇ γεύσει, διὸ καὶ τοῖς κατὰ γαστέρα ῥοώδεσι πάθεσιν ἱκανῶς ἁρμόττει. |
| 79 | Γιγγίδιον ὥσπερ τῇ γεύσει πικρότητός τε καὶ στύψεως μετέχει. οὕτως καὶ τῇ κράσει θερμότητός τε καὶ ψύξεως. ξηραντικὸν δέ ἐστι κατ’ ἀμφοτέρας τὰς ποιότητας καὶ μέντοι καὶ πάνυ εὐστόμαχον, ὅτι στύψεως οὐκ ὀλίγης μετείληφεν, πολλῷ δὲ μᾶλλον εὐστομαχώτερον γίγνεται ἀποζεσθὲν καὶ μετ’ ὄξους ἐσθιόμενον. θερμασίαν μὲν οὖν οὐ πάνυ τι σαφῆ κέκτηται. ξηραίνει δὲ κατὰ τὴν δευτέραν ἀπόστασιν. Γλαύκιον στύφει μετά τινος ἀηδίας, ἀλλὰ καὶ ψύχει σαφῶς οὕτως, ὡς θεραπεύειν ἐρυσιπέλατα, ὅσα γε μὴ ἰσχυρά.[5] |
| 81 | Γλήχων θερμαίνει καὶ λεπτύνει σφοδρῶς, ὅθεν τὰ ἐκ θώρακος καὶ πνεύμονος ὑγρὰ παχέα καὶ γλίσχρα ῥᾳδίως ἀναπτύεσθαι ποιεῖ καὶ καταμήνια προτρέπει μετ’ οἴνου λευκοῦ ἑψομένη καὶ πινομένου τοῦ οἴνου θερμοῦ ἀκράτου. καὶ καταπλαττομένη δὲ ἔξωθεν ἐπὶ ἰσχιαδικῶν καὶ τῶν ἄλλων κατεψυγμένων φοινίσσει. Γλοιὸς ὁ ἀπὸ βαλανείου μετρίως ἐστὶ μαλακτικός.[5] |
| 83 | Γλυκύριζα. Τούτου τοῦ θάμνου τῶν ῥιζῶν ὁ χυλὸς μάλιστά ἐστι χρήσιμος, γλυκὺς ὑπάρχων ἅμα βραχείᾳ τινὶ στύψει. διὸ καὶ τραχύτητας ἐκλεαίνει, οὐ μόνον ἐν ἀρτηρίᾳ, ἀλλὰ καὶ ἐν ψωρώδει κύστει. ἐπεὶ δὲ καὶ ὑγρόν ἐστι τῇ κράσει τὸ μετρίως γλυκύ, κατὰ λόγον ἄδιψόν ἐστι. Γλυκυσίδης ἢ παιωνία.[5] |
| 84 | Ταύτην καὶ παιωνίαν καὶ πεντόβορον καὶ ἐφιαλτίαν ὀνομάζουσι. λεπτομερὴς δὲ ἡ ῥίζα καὶ ξηραντικὴ καὶ μετρίως θερμή· ἀτρέμα γὰρ στύφουσαν ἔχει δύναμιν μετά τινος γλυκύτητος, ἐπὶ πλέον δὲ μασωμένη καὶ δριμύτητος ὑποπίκρου. ταῦτ’ ἄρα καταμήνια κινεῖ, ὅσον μέγεθος ἀμυγδάλου κεκομμένη καὶ σεσησμένη σὺν μελικράτῳ πινομένη. ἐκκαθαίρει δὲ καὶ ἧπαρ ἐμπεφραγμένον καὶ σπλῆνα καὶ νεφρούς. τῇ στύψει δὲ καὶ τὰ κατὰ γαστέρα ῥεύματα ἵστησιν, ἐν οἴνῳ τινὶ τῶν αὐστηρῶν ἑψηθεῖσα καὶ πινομένου τοῦ οἴνου. ὅλως δὲ ξηραντικὴ τὴν δύναμίν ἐστιν ἰσχυρῶς, ὥστε οὐκ ἂν ἀπελπίσαιμεν καὶ περιαπτομένην αὐτὴν εὐλόγως πεπιστεῦσθαι παίδων ἐπιληψίας ἰᾶσθαι· καί ποτε παιδίῳ ὀκταμηνιαίῳ ἐπιληψίᾳ ἁλισκομένῳ μέγα μέρος τῆς ῥίζης προσφάτου ἀπηρτήσαμεν τοῦ τραχήλου κελεύσαντες αὐτὸ διὰ παντὸς ἔχειν, κἀντεῦθεν ἤδη τοῦ λοιποῦ τελέως ὑγιὴς ὁ παῖς ἐγένετο καὶ οὐκέτι ἐπελήφθη ἢ ἐσπάσθη. Γναφάλιον στυπτικῆς ἐστι μετρίως δυνάμεως καὶ διὰ τοῦτο διδόασιν αὐτὸ δυσεντερικοῖς μετά τινος τῶν αὐστηρῶν οἴνων.[10] |
| 86 | Γογγυλίς. Γογγυλίδος τὸ σπέρμα πρὸς ἀφροδίσια παροξύνει, φυσώδους πνεύματος ὑπάρχον γεννητικόν· οὕτως τε καὶ ἡ ῥίζα δύσπεπτός τε καὶ φυσώδης ἐστὶ καὶ σπέρματος γεννητική. χυμὸν δὲ ἀναδίδωσιν εἰς τὸ σῶμα παχύτερον. διὸ κἂν πλεονάσῃ τις ἐπὶ τῆς ἐδωδῆς αὐτῆς καὶ μάλιστα ἐὰν ἐνδεῶς ἐν τῇ γαστρὶ πέττων ἀθροίσῃ τὸν καλούμενον ὠμὸν χυμόν, εἰ δὲ ὠμοτέρα ἐν τῇ ἑψήσει γένηται, δύσπεπτός τε καὶ φυσώδης καὶ κακοστόμαχος. ἐνίοτε δὲ καὶ δήξεις ἐργάζεται κατὰ τὴν γαστέρα. κρείττων δὲ γίνεται δὶς ἑψηθεῖσα· χρῄζει γὰρ πλείονος ἑψήσεως. εἰς διαχώρησιν δὲ γαστρὸς οὔτε συντελεῖ οὔτε ἐναντιοῦται. Δαμασώνιον ἢ ἄλισμα.[5] |
| 87 | Ταύτης τῆς ῥίζης πεπειράμεθα ἑψομένης ἐν ὕδατι καὶ πινομένου τοῦ ὕδατος, τοὺς ἐν νεφροῖς συνισταμένους λίθους θρύπτειν. Δαῦκος, ὃν καὶ σταφυλῖνον ὀνομάζουσιν. |
| 88 | ὁ μὲν ἄγριος ἧττον ἐδώδιμος τοῦ ἡμέρου, σφοδρότερος δὲ ἐν πᾶσιν· ὁ δὲ ἥμερος ἐδώδιμος μέν, ἀσθενέστερος δέ. δριμείας δέ εἰσι καὶ θερμαντικῆς δυνάμεως καὶ διὰ τοῦτο καὶ λεπτυντικῆς. ἡ μὲν οὖν ῥίζα κέκτηταί τι καὶ φυσῶδες, καὶ διὰ τοῦτο ἀφροδισιαστική. τὸ δὲ σπέρμα τοῦ ἡμέρου μὲν ἔχει τι καὶ αὐτὸ παροξυντικὸν εἰς ἀφροδίσια· τοῦ δὲ ἀγρίου οὐ τελέως ἐστὶν ἄφυσον, καὶ διὰ τοῦτο διουρητικὸν καὶ καταμηνίων κινητικόν. Δάφνης τοῦ δένδρου καὶ τὰ φύλλα καὶ ὁ καρπὸς ξηραίνει καὶ θερμαίνει σφοδρῶς καὶ μᾶλλον ὁ καρπός.[5] |
| 89 | ὁ δὲ φλοιὸς τῆς ῥίζης ἧττον μέν ἐστι δριμὺς καὶ θερμός, μᾶλλον δὲ πικρός, καί τι καὶ στύψεως ἔχει. ταῦτ’ ἄρα καὶ λίθους θρύπτει καὶ ἡπατικοὺς ὠφελεῖ. πίνεται δὲ ἐν οἴνῳ εὐώδει τριοβόλου σταθμός. Δίκταμνον λεπτομερέστερόν ἐστι τῆς γλήχωνος, τὰ δὲ ἄλλα παραπλήσιον αὐτῇ.[5] |
| 90 | τὸ δὲ ψευδοδίκταμνον ἀσθενέστερον. Δίψακος. |
| 91 | Διψάκου ἡ ῥίζα τῆς δευτέρας τάξεώς ἐστι τῶν ξηραινόντων, ἔχει δέ τι καὶ ῥυπτικόν. Δορύκνιον ὅμοιόν ἐστι τῇ κράσει μήκωνι καὶ μανδραγόρᾳ καὶ τοῖς οὕτω ψυκτικοῖς· ὀλίγον μὲν οὖν ληφθὲν καροῖ, πλέον δὲ ἀναιρεῖ. |
| 93 | Δόλιχοι ἢ λόβια. Οἱ νῦν παρὰ πάντων ὀνομαζόμενοι λοβοὶ δόλιχοι καὶ φασίολοι παρὰ τοῖς ἀρχαίοις ἐκαλοῦντο, παρά τισι δὲ μῖλαξ κηπαία. τρέφουσι δὲ οὐχ ἧττον τῶν πίσων· ἄφυσοι δέ εἰσι παραπλησίως, πρὸς ἡδονήν τε καὶ διαχώρησιν χείρους. λοβοὶ δὲ ἐξαιρέτως ὀνομάζονται, ἐπειδὴ τούτων μόνων ἐν τοῖς ἔχουσιν ἀμφίεσμα λοβὸν ὅλος ὁ καρπὸς ἐσθίεται ὡς ἐπὶ τὸ πολύ. Δρακόντιον δριμύτερόν ἐστι τοῦ ἄρου καὶ πικρότερον καὶ θερμαντικώτερον καὶ λεπτομερέστερον· ἔχει δέ τινα στύψιν βραχεῖαν σὺν τῇ δριμύτητι καὶ πικρότητι, ὅθεν δραστήριον γίγνεται τὸ φάρμακον ἐν τούτοις μάλιστα.[5] |
| 94 | καὶ γὰρ ἡ ῥίζα διακαθαίρει τὰ σπλάγχνα πάντα, τοὺς παχεῖς καὶ γλίσχρους λεπτύνουσα χυμοὺς καὶ τῶν κακοήθων ἑλκῶν ἄριστόν ἐστι φάρμακον, ἀποκαθαίρει τε καὶ ἀπορρύπτει γεννικῶς τά τ’ ἄλλα τὰ ῥύψεως δεόμενα καὶ ἀλφοὺς σὺν ὄξει. τὰ δὲ φύλλα ἕλκεσί τε καὶ τραύμασι νεοτρώτοις ἁρμόττει, καὶ ὅσῳ ἂν ἧττον ᾖ ξηρά, τοσούτῳ μᾶλλον κολλᾷ· τὰ γὰρ ξηρότερα δριμύτερα τὴν δύναμίν ἐστιν ἢ ὡς τραύμασι πρέπει. πεπίστευται δὲ καὶ τυρὸν ἄσηπτον διαφυλάττειν ἔξωθεν αὐτῷ περιτιθέμενα. ὁ δὲ καρπὸς ἰσχυρότερος καὶ τῆς ῥίζης ὑπάρχων, καρκίνους καὶ πολύποδας ἐκτήκειν πεπίστευται. καὶ ὁ χυλὸς δὲ τοῦ καρποῦ τὰ ἐν ὀφθαλμοῖς ἀποκαθαίρει. Δρυὸς ἅπαντα τὰ μόρια στυφούσης μετέχει ποιότητος, ἐπὶ πλέον δὲ τὸ ὑπὸ τὸν φλοιὸν τοῦ πρέμνου εὑρισκόμενον ὑμενῶδες καὶ τὸ ὑπὸ τῷ κελύφει τῆς βαλάνου περὶ τῇ σαρκὶ τοῦ καρποῦ.[10] |
| 95 | διὸ καὶ πρὸς ῥοῦν γυναικεῖον, αἵματός τε πτύσεις καὶ δυσεντερίας καὶ γαστρὸς ῥεύματα χρόνια χρήσιμον εἶναι πεπίστευται, μάλιστα δὲ ἀφέψοντες αὐτῷ χρῶνται. σφοδρότερον δὲ ἔτι στύφει φηγὸς καὶ πρῖνος. τὰ δὲ φύλλα πάσης δρυὸς καταπλασσόμενα τραύματα νεότρωτα κολλᾶ, ὥσπερ ἐγὼ κατ’ ἀγρὸν ἐπειράθην. οἱ δὲ τῆς δρυὸς βάλανοι ἐσθιόμενοι τροφὴν μὲν δαψιλῆ παρέχουσι τῷ σώματι. ἐστὶ δὲ βραδύπορος ἡ ἀπ’ αὐτῶν τροφὴ καὶ παχύχυμος καὶ δύσπεπτος. ἄρισται δὲ τῶν βαλάνων πασῶν εἰσιν αἱ καστανέαι καὶ αἱ λόπιμοι ὀνομαζόμεναι. αὗται γὰρ μόναι τῶν ἀγρίων καρπῶν ἀξιόλογον τροφὴν διδόασι τῷ σώματι. εἰσὶ δὲ καὶ αὗται κεφαλαλγεῖς, πολὺ δὲ μᾶλλον αἱ πρῶται ῥηθεῖσαι. Ἐβίσκος ἢ ἀλθαία.[10] |
| 96 | Ἐστὶ δὲ μαλάχη ἀγρία διαφορητικὴ χαλαστικὴ ἀφλέγμαντος πραϋντικὴ πεπτικὴ φυμάτων δυσπέπτων, καὶ ἡ ῥίζα δὲ αὐτῆς καὶ τὸ σπέρμα τὰ μὲν ἄλλα ὁμοίως ἐνεργεῖ τῇ πόᾳ χλωρᾷ, λεπτομερεστέραν δὲ καὶ ξηραντικωτέραν ἐκείνης καὶ ἔτι ῥυπτικωτέραν ἐπιδείκνυνται δύναμιν, ὥστε καὶ τὸ σπέρμα τοὺς ἐν νεφροῖς λίθους διαιρεῖν. τὸ δὲ τῆς ῥίζης ἀφέψημα καὶ πρὸς δυσεντερίαν καὶ διάρροιαν καὶ αἵματος ἀναγωγὴν ὠφέλιμόν ἐστιν, ὡς ἐχούσης τινὰ δύναμιν στυπτικήν. Ἔβενος ξύλον ἐστὶ τῶν εἰς χυλὸν ἀναλυομένων, ῥυπτικῆς καὶ λεπτομεροῦς ἐστι δυνάμεως, ὅθεν καὶ τὰ ταῖς κόραις ἐπισκοτοῦντα πεπίστευται ῥύπτειν.[5] |
| 97 | ταῖς τε ἄλλαις ὀφθαλμικαῖς μίγνυται δυνάμεσιν, ὅσαι πρὸς ἕλκη παλαιὰ καὶ ῥεύματα καὶ φλυκταίνας ἁρμόττουσιν. Αἰθάλη· ἀναγέγραπται ἐν τῷ περὶ λιβάνου λόγῳ. |
| 99 | Ἐλαία. Ἐλαίας οἱ μὲν θαλλοὶ τοσούτῳ μετέχουσι ψύξεως, ὅσον καὶ στύψεως. ὁ δὲ καρπὸς ὁ μὲν ἀκριβῶς πέπειρος θερμὸς συμμέτρως ἐστίν, ὁ δὲ ἄωρος στυπτικώτερός τε ἐστι καὶ ψυχρότερος. καὶ αἱ μὲν δρυπεπεῖς ἐλαῖαι τὸν λιπαρὸν ἔχουσαι χυμόν, τροφὴν ὀλίγην μεταδιδόασι τῷ σώματι· αἱ δὲ κολυμβάδες καὶ ἁλμάδες ὀνομαζόμεναι τὸν στύφοντα χυμὸν ἔχουσαι, ῥωννύουσι τὸν στόμαχον, ἐπεγείρουσί τε τὴν ὄρεξιν. ἐπιτηδειόταται δὲ εἰς τοῦτ’ εἰσιν αἱ μετ’ ὄξους ἀποτιθέμεναι· ἄμεινον γὰρ εἰς τὴν πέψιν ἐστὶ τὸ ἥδιον. Ἔλαιον τὸ ἐκ τοῦ καρποῦ τῆς ἐλαίας ἐκθλιβόμενον, ὅπερ καὶ κυριώτατα ἔλαιον καλοῦμεν, ὑγραντικόν ἐστι καὶ συμμέτρως θερμόν· τοιοῦτον δέ ἐστι τὸ γλυκύτατον ἐκ δρυπεποῦς μάλιστα καρποῦ γιγνόμενον, οἷόν ἐστι τὸ σαβῖνον· θερμὸν δὲ συμμέτρως ἐστὶ τῆς μέσης κράσεως καὶ διαφορητικώτερον τοῦ ὠμοτριβοῦς.[5] |
| 100 | τὸ δὲ ὠμοτριβὲς ἢ ὀμφάκινον ὀνομαζόμενον εἰς ὅσον στύψεως μετείληφεν, εἰς τοσοῦτον καὶ ψύξεως. τὸ δὲ παλαιὸν ἔλαιον τὸ μὲν ἐκ τοῦ γλυκέος καλουμένου γιγνόμενον, θερμότερόν τε καὶ διαφορητικώτερόν ἐστι. τὸ δὲ ἐξ ὠμοτριβοῦς, ἄχρι μὲν ἂν ἀποσώζῃ τι τῆς στύψεως, μικτῆς ὑπάρχει δυνάμεως, ἐπειδὰν δὲ ἀποβάλῃ τελέως αὐτήν, ὁμοιοῦται τῷ ἄλλῳ. τὸ δὲ λυχνιαῖον ἀπὸ τοῦ μέσου καὶ εὐκράτου, τοῦ γλυκέος λέγω, τοσοῦτον ἐπὶ τὸ θερμότερον νεύει, ὅσον τὸ ὀμφάκινον ἐπὶ τὸ ψυχρότερον. χρησώμεθα δὲ τῷ μὲν ὀμφακίνῳ, θερμοτέρᾳ γιγνομένῃ τῇ κεφαλῇ, τῷ δὲ γλυκεῖ, ξηροτέρᾳ γιγνομένῃ καὶ περιτεταμένῃ· τῷ δὲ λυχνιαίῳ χρησώμεθα, ἐψυγμένῃ τῇ κεφαλῇ. εὔδηλον δὲ ὡς τὸ μὲν ὀμφάκινον καὶ ψυχρὸν ἐνίοτε προσφέρειν δεῖ, τὰ δὲ ἄλλα πάντως θερμά. τῇ μὲν οὖν κεφαλῇ οὕτως, τῷ δὲ παντὶ σώματι ξηρῷ παρὰ τὸ κατὰ φύσιν γιγνομένῳ, τῷ γλυκεῖ προσαλείφειν ἐπιτήδειον, καὶ πυκνωθέντι δὲ ἐκ ψύξεως ἢ στύψεως ἢ δήξεως ἢ δριμέων φαρμάκων ἢ χυμοῦ κνησμῶν τε γενομένων πάντων ἐπιτηδειότατον, καὶ μάλιστα σὺν γυμνασίοις ἢ μετὰ τὰ γυμνάσια. στομάχῳ δὲ καὶ ἥπατι φλεγμαίνουσι μάλιστα τὸ ὀμφάκινον ἁρμόδιον διὰ τὴν στύψιν καταιονούμενον, τοῖς δὲ ἄλλοις μορίοις τὸ γλυκύ. Ἔλαιον κίκινον.[20] |
| 101 | Τὸ δὲ κίκινον κατ’ Αἴγυπτον γίγνεται, τοῦ σπέρματος τῆς κίκεως, ὃ καλεῖται κρότωνες, κοπτομένου ἢ θλιβομένου ἢ δι’ ὕδατος θερμοῦ ἀναλεγομένου. ἐστὶ δὲ λεπτομερὲς καὶ διαφορητικὸν ὡς τὸ παλαιὸν ἔλαιον. σμήχει δὲ ἀλφοὺς ἐφήλεις φακοὺς συνεχῶς χριόμενον. παραπλήσιον δὲ τῷ ῥαφανίνῳ ἐστί, διὸ χρηστέον αὐτῷ, μὴ παρόντος κικίνου, ἢ τῷ παλαιῷ. Λινοσπέρμινον.[5] |
| 102 | Καὶ ἐκ τοῦ λινοσπέρμου δὲ σκευάζεται ἔλαιον, ὡς προείρηται καὶ χρῶνται αὐτῷ νῦν ἀντὶ τοῦ κικίνου· τὸ γὰρ κίκινον οὐκέτι κομίζεται ἀλλὰ τοῦτο ἀντ’ αὐτοῦ κομίζουσιν. Ῥαφάνινον. |
| 103 | Τὸ δὲ ῥαφάνινον ὅμοιον τῷ κικίνῳ κατὰ τὰ ἄλλα ἐστί, θερμότερον δέ. Αἰγείρινον. |
| 104 | Τὸ δὲ αἰγείρινον σκευάζεται ἐν τῷ ἔαρι, ὅτε πολλὴ περὶ τὸ σπερμάτιόν ἐστι ῥητίνη. λαβόντες γὰρ τοὺς κόκκους ἐνθλῶσιν ἐπ’ ὀλίγον καὶ στήσαντες οὐγγίας δ ἐμβάλλουσιν εἰς ἐλαίου γλυκέος ξέστην ἰταλικὸν καὶ ἡλιοῦσιν ἡμέρας μ καὶ οὕτως σειρώσαντες ἀποτίθενται. ἐστὶ δὲ καὶ αὐτὸ θερμαντικόν, λεπτομερές, μαλακτικὸν μετ’ εὐωδίας. Ἀμυγδάλινον.[5] |
| 105 | Τὸ δὲ ἀμυγδάλινον ἐκ τοῦ καρποῦ τῶν πικρῶν ἀμυγδάλων γίνεται. λεπτομερὲς δέ ἐστι τοῦτο καὶ θερμότερον τοῦ γλυκέος μίαν μοῖραν. μάλιστα δὲ ὠσὶν ἁρμόζει τοῖς ἐμφραγεῖσιν ὑπὸ παχέος πνεύματος καὶ δυσηκοίαις καὶ ἤχοις τοῖς ἀπὸ ψύξεως καὶ σκώληκας ἐν ὠσὶν ἀναιρεῖ. ἡ γὰρ πεῖρα τοῖς ὠσὶ μᾶλλον ἁρμόζειν αὐτὸ καταμεμάθηκεν ἤπερ τοῖς ἄλλοις μέρεσι. Καρύινον.[5] |
| 106 | Ὁμοίως τῷ ἀμυγδαλίνῳ καὶ τοῦτο σκευάζεται ἢ κοπτομένῳ καὶ πιεζομένῳ ἢ εἰς ζέον ὕδωρ ἐμβαλλομένῳ μετὰ τὸ κοπῆναι καὶ ἁρμόζει δὲ τοῖς αὐτοῖς· περιττὸν δὲ ἔχει τὸ χρησιμεύειν τοῖς χρυσοῦσιν ἢ ἐγκαίουσι· ξηραίνει τε γὰρ καὶ συνέχει πολὺν χρόνον τὰς χρυσώσεις καὶ ἐγκαύσεις. Μυροβαλάνινον δύναμιν ἔχει καθαρτικὴν σπίλων φακῶν ἰόνθων πάσης μελανίας καὶ τὰ κατὰ κοιλίαν καθαίρει.[5] |
| 107 | ἁρμόζει δὲ καὶ πρὸς ὠταλγίαν καὶ πρὸς ἤχους μετὰ στέατος χηνείου ἐγχεόμενον. σκευάζεται δὲ ὁμοίως τῷ ἀμυγδαλίνῳ, ἀληθομένης τῆς μυροβαλάνου. Δάφνινον ἐκ τοῦ καρποῦ τῆς δάφνης σκευάζεται, ὡς προείρηται. |
| 108 | τὸ δὲ σύμμικτον σκευάζεται οὕτως· πρὸς ε ξέστας τῶν πεπεμμένων ἐλαίων ἐμβαλλομένου ἑνὸς ξέστου τοῦ καρποῦ τῶν δαφνίδων λιπαροῦ καὶ προσφάτου καὶ οὕτως τριβομένων πάντων ἅμα καὶ ἐκθλιβομένων ὥσπερ καὶ τὸ ἔλαιον. θερμὸν δὲ ἄγαν ἐστὶ καὶ μαλακτικὸν τὸ ἀμιγές, ὥστε τοῖς σφοδρῶς ἐψυγμένοις μέρος τι τοῦ σώματος χρησιμεύει καὶ ξηραίνει δὲ ἱκανῶς, ὥστε τοῖς ψωριῶσι ξηροδέρμοις καὶ λειχῆνας ἔχουσι τραχεῖς χριόμενον ἐν βαλανείοις ἀποθεραπεύει. φευκτέον δὲ αὐτὸ ἐπὶ τῶν φλεγμαινόντων λειχήνων ἢ ψωρῶν καὶ ἐπὶ τῶν θερμῶν κράσεων καὶ χολωδῶν. τοῖς γὰρ ὑγροῖς καὶ φλεγματικοῖς ἁρμόττει καὶ πᾶσι τοῖς ὑπὸ ψύξεως ἐνοχλουμένοις τὰ ἄρθρα καὶ ἰσχιαδικοῖς κατάλληλον· ἀναιρεῖ καὶ σκώληκας καὶ φθεῖρας ἀγρίους καὶ ἡμέρους καὶ κονίδας καὶ πίτυρα κεφαλῆς καὶ ὀφιάσεις καὶ ἀλωπεκίας· ἡ χρῆσις δὲ ἐν λουτρῶ νήστει, εἶτα ἀποσμήχειν ὠῷ καὶ μέλιτι καὶ τήλεως ἀλεύροις, παραφυλάττων τὸ θερμῇ κεφαλῇ μὴ προσάγειν αὐτό. Σησάμινον.[15] |
| 109 | Σκευάζεται τοῦτο ἐκ τοῦ σησάμου τριβομένου καὶ ἐμβαλλομένου ὕδατι. τὴν δὲ δύναμιν οὐ μακράν ἐστι τοῦ γλυκέος ἐλαίου. τῆς τε γὰρ θερμασίας μέσως ἔχει καὶ ἄστυφόν ἐστι παντελῶς γευομένοις, καὶ εἰς τὸ ἐσθίειν ἐπιτήδειον, ἡδύ τε ὑπάρχον τῇ γεύσει καὶ πεττόμενον ῥᾳδίως καὶ ὑπαγωγὸν τῆς γαστρός. ἔξωθεν δὲ χριόμενον διὰ τὸ πάχος ἐμπλαστικόν ἐστιν. εἰς μέντοι κατασκευὴν τῶν πρὸς εὐωδίαν συντιθεμένων ἐλαίων ἐπιτηδειότερόν ἐστι τοῦ κοινοῦ ἐλαίου διὰ τὸ μόνιμον εἶναι καὶ μὴ ῥᾳδίως σήπεσθαι. Σχίνινον.[5] |
| 110 | Σκευάζεται καὶ τοῦτο ἐκ τοῦ καρποῦ τῆς σχίνου, ὡς εἴρηται ἐπὶ τῶν ἄλλων, σκευάζεται δὲ πάλιν ἄλλως ὥσπερ ἐπὶ τοῦ δαφνίνου προείρηται, μιγνυμένου τοῦ καρποῦ τῆς σχίνου ταῖς ἐλαίαις. χρήσιμον δὲ τὸ ἀμιγὲς καὶ καθαρὸν στόματι ῥευματιζομένῳ καὶ οὔλοις φλεγμαίνουσι θερμὸν ἐν τῷ στόματι διακατεχόμενον καὶ ἐν βαλανείῳ καὶ χωρὶς βαλανείου· ἀποκρουστικὸν γάρ ἐστι καὶ τονωτικὸν μετὰ τοῦ μὴ τραχύνειν. τὸ δὲ μικτὸν μᾶλλον παρηγορεῖ σὺν τῷ φυλάττειν τὸν τόνον, ὅθεν χρησίμως παραλαμβάνεται ἐπὶ ἥπατος καὶ στομάχου καταιονήσει. Οἰνάνθινον τὰ αὐτὰ δρᾷ τῷ μηλίνῳ καὶ τῷ ῥοδίνῳ, ἐκτὸς τοῦ τὴν κοιλίαν μαλάσσειν.[5] |
| 111 | συντίθεται δὲ τὸν τρόπον τοῦτον· οἰνάνθην ἀμπέλου τὴν εὐώδη λαβὼν καὶ ἐάσας μαρανθῆναι, βάλλε εἰς καινὸν ἀγγεῖον σὺν ἐλαίῳ ὀμφακίνῳ καὶ κίνει καθ’ ἑκάστην ἐπὶ ἡμέρας μ καὶ διηθήσας χρῶ. ἔστω δὲ τῆς μὲν οἰνάνθης 𐆄 β , τοῦ δὲ ἐλαίου α . Μήλινον σκευάζεται ἀπὸ τῶν κυδωνίων μήλων, γίγνεται δὲ καὶ ἐκ τῶν ἄλλων μήλων τῶν στρυφνότερον ἐχόντων τὸ δέρμα καὶ εὐωδέστερον.[5] |
| 112 | περιελόντες δὲ τὸ πρὸς τὴν ἔκφυσιν καὶ πρὸς τῷ πυθμένι κάρφος καὶ τὴν ἐντεριώνην σὺν τοῖς ἔνδον κόκκοις, εἶτα τέμνοντες προσκειμένου τοῦ δέρματος—ἐν αὐτῷ γὰρ ἡ εὐωδία καὶ ἡ στύψις ὑπάρχει—καὶ ποιήσαντες μικρὰ τεμάχη, ἐμβαλοῦμεν τῷ ξέστῃ τοῦ ὀμφακίνου ἐλαίου 𐆄 γ τῶν μήλων, καὶ ἡλιώσαντες ἡμέρας μ ἀποτιθέμεθα. δύναμις δὲ τοῦ μηλίνου μᾶλλον ἐπὶ τὸ ψυχρότερον νεύει, οὐ μὴν ἄγαν διὰ τὸ οἰνῶδες τοῦ μήλου. στύφει μέντοι γε ἱκανῶς καθάπερ τὸ σχίνινον καὶ μᾶλλον ᾠκείωται στομάχῳ, διὰ τὸ ἐκ τροφίμων ὑλῶν ἀμφοτέρων γίγνεσθαι τοῦ τε ἐλαίου καὶ τοῦ μήλου, ὥστε ἀκολούθως ἁρμόττει στομάχῳ φλεγμαίνοντι καὶ ἀτονοῦντι ἐμβρεχόμενον καὶ τοῖς ἐπιθέμασιν ἐμβαλλόμενον καὶ πινόμενον. χρησιμώτερον δέ ἐστι τοῦ ῥοδίνου διὰ τὸ οἰκειότερον τοῦ μήλου· ἐντίθησι γὰρ τόνον τῷ στομάχῳ καὶ σφοδρότερον διωθεῖ τοὺς ἐγκειμένους ἐν τῇ γαστρὶ δριμεῖς χυμούς· ἐνίεται δὲ δι’ ἕδρας καὶ τοῖς ὑπὸ δριμείας χολῆς δακνωμένοις τὸν κῶλον καὶ τὰ παχέα τῶν ἐντέρων. παραφυλακτέον δὲ καὶ τὴν αὐτοῦ προσαγωγὴν ἐπὶ τῶν ἀπὸ ψύξεως βλαβέντων, ἐπὶ γὰρ τούτων μᾶλλον ἁρμόζει τὸ ἔχον ἀψίνθιον συνεψόμενον. Ἔλαιον ῥόδινον, κηρωτὴ ἡ ψύχουσα.[15] |
| 113 | Ῥόδινον σκευάζεται οὕτως· ῥόδων ἐρυθρῶν ἐξωνυχισμένων καὶ ἐψυγμένων ἡμέραν καὶ νύκτα 𐆄 γ , ἐλαίου ὀμφακίνου ξέστης ἰταλικὸς εἷς, ἐμβάλλοντα δὲ τὰ ῥόδα περισφίγγειν χρὴ τὸ στόμα τοῦ βίκου ἔσωθεν μὲν ὀθονίῳ, ἔξωθεν δὲ δέρματι διὰ τοὺς γιγνομένους ὄμβρους αἰφνίδιον καὶ ἡλιοῦν ἡμέρας κ καὶ οὕτως σειρώσαντα ἀποτίθεσθαι τοὺς βίκους ἐπὶ σανίδων ἐν οἴκοις εὐκράτοις. τινὲς δὲ ἕτερά τινα προσεμβάλλουσι τοῖς ῥόδοις. ἀρίστη δέ ἐστιν ἡ διὰ τῶν ῥόδων μόνων καὶ ἐλαίου σκευασία. τινὲς δὲ οὐχ ἡλιοῦσιν, ἀλλ’ ἀποκρημνοῦσι τὸν βίκον εἰς φρέαρ ὕδατος ψυχροῦ ἡμέρας μ . ἁρμόζει δὲ κεφαλῇ θερμανθείσῃ καὶ ξηρανθείσῃ ἢ ἐξ ἡλιώσεως ἢ ἐκ πυρετῶν ἤ τινος ἄλλης τοιαύτης προφάσεως. ὑγραίνει γὰρ καὶ παρηγορεῖ καὶ ὕπνον ἐπάγει. καὶ ἐπὶ σπλάγχνων δὲ ἐν πυρετοῖς ἐκθερμαινομένων ἁρμοδία ἡ κηρωτὴ δι’ αὐτοῦ σκευαζομένη καὶ πλυνομένη δι’ ὕδατος ψυχροῦ, καὶ πλειστάκις ἀλλασσομένου τοῦ ὕδατος ἐν θέρει καὶ ἐπιρραπτομένης τῆς κηρωτῆς τοῖς σπλάγχνοις. σκεύαζε δὲ οὕτως τὴν κηρωτήν· κηροῦ 𐆄 ϛ ῥοδίνου 𐆄 δ . τῆκε τὸν κηρὸν μετ’ ὀλίγου ῥοδίνου ἐπὶ διπλώματος καὶ ἐπίχεε εἰς ὕδωρ ψυχροῦν καὶ ψυγέντα ἄρας τῆκε πάλιν καὶ ἐπίχεε καὶ μάλασσε ταῖς χερσὶν ἀποπλύνων τὸν κηρὸν τῷ ὕδατι καὶ πάλιν τὸ τρίτον τῆκε καὶ ἐπιχέας πλῦνε, εἶτα ἐπιβάλλων τὸ λοιπὸν τοῦ ῥοδίνου τῆκε καὶ ἄρας κινῶν ψῦχε καὶ ἐπίχεε ἐν θυίᾳ καὶ λείου ἐπιστάζων ὕδωρ ὅσον ἐπιδέχεται καὶ ἀνελόμενος ἀπόθου εἰς ψυχρὸν ὕδωρ ἀλλάσσων. εἰ δὲ ἀντὶ τοῦ ὕδατος ὄξος μίξῃς τῇ κηρωτῇ ἐπιρραίνων ἐν τῷ λειοῦσθαι αὐτὸ ἐν τῇ θυίᾳ, ἀγαθὸν φάρμακον ἐργάσῃ πρὸς ἐρυσιπέλατα καὶ ἕρπητας καὶ ἄνθρακας. κεῖται καλῶς ἡ κηρωτὴ ἐν τῷ Ϟα κεφαλαίῳ τοῦ ε λόγου. [πλυνομένη δι’ ὕδατος ψυχροῦ πλειστάκις ἀλλασσομένου τοῦ ὕδατος ἐν θέρει καὶ ἐπιρριπτομένης τῆς κηρωτῆς τοῖς σπλάγχνοις] καὶ πινόμενον δὲ τὸ κάλλιστον ῥόδινον σὺν ὕδατι ψυχρῷ ἢ θερμῷ ἐπὶ τῶν δακνομένων τὸν στόμαχον ἐκ χολῆς δριμείας ἢ ἐλμίνθων ἢ ἀσκαρίδων μεγάλας παρέχει ὠφελείας. ἐπὶ δὲ ἐλμίνθων καὶ μάλιστα ἐπὶ παίδων κρεῖττον ποιεῖ μιγνύμενον ἑψήματι τῷ ἀπ’ οἴνου τριτουμένου σκευαζομένῳ καὶ πινόμενον· ἐκτινάσσει γὰρ αὐτὰς τάχιστα. ἐνίεται δὲ καὶ κώλῳ δακνομένῳ διὰ τὰς εἰρημένας προφάσεις. παραφυλακτέον δὲ τὴν χρῆσιν αὐτοῦ ἐφ’ ὧν μὴ πολλή ἐστιν ἡ θερμασία καὶ περιττὸν τὸ σῶμα. Χαμαιμήλινον σκευάζεται οὕτως· ἐλαίου γλυκέος ἰταλικοῦ ξέστης εἷς, τῶν δὲ ἀνθῶν καθαρῶν τῆς χαμαιμήλου 𐆄 β προεψυγμένων ἡμέρᾳ μιᾷ· ὀθόνῃ δὲ ἀραιᾷ χρὴ σκεπάζειν τὸ στόμα τοῦ βίκου, ἵνα διαπνέηται τὸ ἔλαιον καὶ ἡλιοῦν ἡμέρας μ · ἀηδῆ γάρ τινα ὀσμήν, ἐοικυῖαν γάρῳ, προσλαμβάνει τὸ χαμαιμήλινον εἰ μὴ διαπνέοιτο.[5] |
| 114 | φυλάττειν δὲ αὐτὸ χρὴ μετὰ τὴν ἡλίωσιν ἀποσειρώσαντα ἐν οἴκοις εὐκράτοις ἐπὶ σανίδι τιθέντα τὸν βίκον· χρῆσθαι δὲ αὐτῷ ἐπὶ κεφαλῆς μετρίως πυκνωθείσης καὶ ὀδυνωμένης ἐκ πυρετῶν οὐκ ἄγαν διακαῶν. ἀραιοῖ γὰρ τοὺς πόρους καὶ διαφορεῖ τοὺς ἀτμοὺς καὶ κατακιρνᾷ τὰς δριμύτητας, καὶ τὸ ὅλον παρηγορικώτερόν ἐστι τοῦτο τοῦ ῥοδίνου ἐπὶ τῶν μὴ ἄγαν θερμῶν πυρετῶν. Ἀνήθινον γίνεται ἐκ τῆς κόμης τοῦ ἀνήθου χλωρᾶς ἔτι οὔσης, πρὶν ἢ τὸ σπερμάτιον στερεὸν γένηται καὶ δριμύ, ἀσύμφορον γὰρ γίνεται εἰς τὴν χρῆσιν διὰ τὴν ἀποβολὴν τοῦ ἄνθους.[10] |
| 115 | ἀποτέμνοντα δὲ μόνους τοὺς καλαθίσκους τῶν βλαστῶν καὶ στήσαντα 𐆄 α , ἐμβάλλειν χρὴ τῷ ἰταλικῷ ξέστῃ τοῦ γλυκέος ἐλαίου, περισφίγγειν δὲ ἀκριβῶς τὸ στόμα τοῦ σκεύους καὶ ἡλιοῦν ἡμέρας μ . θερμότερον δέ ἐστι τοῦτο τοῦ χαμαιμηλίνου· προσαγέσθω τοίνυν τοῖς κεκοπωμένοις ἐν χειμῶνι μαλάσσει γὰρ καὶ ὑγραίνει. χρηστέον δὲ κἀπὶ τῶν ἀπὸ φλέγματος πυρεσσόντων βληχρῶς, καὶ ὅλως τοῖς ὑπὸ ψυχρῶν αἰτιῶν κάμνουσιν ἁρμόδιον καὶ μάλιστα τένοντας ἢ μύας. Κρίνινον ἢ σούσινον ἢ λίρινον γίγνεται τῶν λευκῶν τοῦ κρίνου πετάλων ἐξωνυχισμένων καὶ μόνων ἐμβαλλομένων χωρὶς τοῦ ἐν αὐτοῖς κροκώδους εἰς τὸν ἰταλικὸν ξέστην τοῦ καλλίστου γλυκυτάτου ἐλαίου 𐆄 β .[10] |
| 116 | ψύχειν δὲ δεῖ καὶ ταῦτα ἡμέραν καὶ νύκτα ἐν σκιᾷ, εἶτα ἐμβάλλοντα τῷ βίκῳ καὶ σφίγγοντα ἀκριβῶς ἡλιοῦν ἡμέρας γ καὶ ἀποσειρώσαντα ἐμβάλλειν ἄλλας β 𐆄 τῶν φύλλων—δηλονότι τῶν ἐκβληθέντων πρῶτον ἐκβαλλομένων ὡς ἀχρείων· ἀμείβεσθαι γὰρ θέλουσιν ἐν τρισὶν ἐκβολαῖς—καὶ πάλιν ἡλιώσαντα ἡμέρας γ καὶ πάλιν ἀποσειρώσαντα ἐμβάλλειν ἐκ τρίτου ἑτέρας β 𐆄 τῶν κρίνων καὶ ἡλιοῦν τὰς τρεῖς ἡμέρας καὶ οὕτως ἐμβάλλοντα ἕτερα ὀλίγα φύλλα ἀκριβῶς ξηρανθέντα ἐν σκιᾷ ἀποτίθεσθαι. εἰ δέ τις ἐξ ἀρχῆς τὰς ϛ 𐆄 ἐμβάλλοι τῷ ἐλαίῳ [σαπέντα] δυσῶδες ἀποτελεῖ τὸ ἔλαιον. χρήσιμον δέ ἐστιν ἐπὶ τῶν γυναικείων παθῶν, λύει γὰρ τὰς σκληρίας καὶ ἀμβλύνει τὰς ἐκ τῆς δριμύτητος δήξεις καὶ τόνον ἐντίθησι ταῖς μήτραις. οἱ δὲ ἐν Σούσοις μαρτυροῦσι τούτῳ 〈χρῆσθαι〉 εἰς τὸ εὐτοκίαν παρέχειν ταῖς κυούσαις. καὶ χριόμενον δὲ ἐπὶ τῶν ἄλλων ἐστὶν ἄκοπον τοῖς κεκμηκόσι καὶ τοῖς μαλάττουσι φαρμάκοις ἐμβαλλόμενον· ἔστι δὲ μαλακτικόν. καὶ καθόλου χλιαρόν ἐστι παρηγορικὸν μαλακτικὸν εὐῶδες εὐτόκιον. Τήλινον δύναμιν ἔχει μαλακτικήν, χρήσιμον δέ ἐστι πρὸς πίτυρα καὶ ἀχώρας καὶ ἐφήλεις ἀποκαθαίρει καὶ τὸ πρόσωπον λευκαίνει καὶ ἀποσμήχει καὶ πρόσφατον ποιεῖ καὶ πρὸς τὰς ἐν μήτρᾳ σκληρίας καὶ ἀποστήματα καὶ δυστοκούσαις βοηθεῖ, ποιεῖ δὲ καὶ πρὸς τὰς ἐν δακτυλίῳ καὶ ἐντέροις φλεγμονάς· ἐνιέμενον δὲ λύει καὶ τεινεσμούς, ποιεῖ καὶ πρὸς χείμεθλα.[5] |
| 117 | σκευάζεται δὲ τὸν τρόπον τοῦτον· τήλεως λίτραι ε ἐλαίου ξ̸ εʹ η κυπέρου λίτραι β καλάμου λίτραα · ἀπόβρεχε ταῦτα τῷ ἐλαίῳ ἐπὶ ἡμέρας ζ κινῶν τρὶς τῆς ἡμέρας, ἔπειτα ἐκθλίψας καὶ διηθήσας ἀποτίθεσο. Ναρκίσσινον ἐκ τῶν λευκῶν ἀνθῶν γίνεται τῆς ναρκίσσου προεψυγμένων νύκτα καὶ ἡμέραν καὶ ἐμβαλλομένων τῷ ἰταλικῷ ξέστῃ τοῦ γλυκυτάτου ἐλαίου 𐆄 β καὶ περισφιγγομένου ἀκριβῶς τοῦ βίκου καὶ ἡλιουμένου ἐπὶ ἡμέρας λ . |
| 118 | δεῖ δὲ καὶ ταύτας ἀμείβειν ὡς ἐπὶ τοῦ κρινίνου προείρηται καὶ μᾶλλον γίγνεται εὐῶδες τὸ ἔλαιον, μάλιστα εἰ συμμέτρως ἡλιωθῇ. εἰ γὰρ ἐπὶ πλέον ἡλιωθείη τὸ κρίνινον ἢ τὸ ναρκίσσινον ἢ τὸ ἰάτον ἢ ἄλλο τι τῶν μὴ ἰσχυρὰν καὶ μόνιμον ἐχόντων τὴν εὐωδίαν, ἄνοσμον ἀποτελεῖται. δύναμιν δὲ ἔχει τὸ ναρκίσσινον θερμοτέραν τοῦ ἀνηθίνου, ὥστε καὶ τοῖς αὐτοῖς χρησιμεύειν ἐπὶ τοῦ ἄλλου σώματος χωρὶς κεφαλῆς, δριμεῖα γάρ ἐστιν ἡ ἀπὸ τοῦ ναρκισσίνου εὐωδία. Ἰάτον.[10] |
| 119 | Σκευάζεται καὶ τοῦτο ἐκ τῶν πορφυρῶν ἀνθῶν τοῦ ἴου καὶ ἐκ τῶν λευκῶν τριῶν ὀγκιῶν ἐμβαλλομένων τῷ ἰταλικῷ ξέστῃ τοῦ γλυκυτάτου ἐλαίου καὶ ἀμειβομένων τρίτον, ὥσπερ ἐπὶ τοῦ κρινίνου προείρηται. ἐστὶ δὲ ἡ δύναμις αὐτοῦ θερμοτέρα τοῦ ῥοδίνου ἐπ’ ὀλίγον, ὥστε εἴ τις ἐν θέρει κοπωθεὶς καὶ ἡλιωθεὶς ἀποροίη, τοῦτο χρήσιμον καὶ μάλιστα τὸ ἐκ τῶν πορφυρῶν ἀνθῶν σκευαζόμενον ἐν βαλανείῳ χριομένῳ· πρὸς γὰρ τῷ τὸν κόπον ἀποθεραπεύειν μεταβάλλει τῇ εὐωδίᾳ τὸ αὐχμηρὸν τῆς ψυχῆς εἰς ἡμερότητα καὶ ἡδονὴν καὶ ἀτάραχον τὸν ὕπνον ἐργάζεται. Ἰασμή.[5] |
| 120 | Ἡ δὲ καλουμένη ἰασμὴ παρὰ Πέρσαις σκευάζεται ἐκ τῶν ἀνθῶν τῶν λευκῶν τοῦ ἴου καὶ ἐλαίου σησαμίνου 𐆄 β ἐμβαλλομένων τῷ ἰταλικῷ ξέστῃ [τοῦ σησαμίνου ἐλαίου] καὶ ἀμειβομένων ὡς ἐπὶ τοῦ κρινίνου εἴρηται. ἡ δὲ τούτου χρῆσις παρὰ τὰς ἑστιάσεις εὐωδίας ἕνεκα παρὰ Πέρσαις λαμβάνεται. ἁρμόζει δὲ καὶ ὅλῳ τῷ σώματι κατὰ τὰ λουτρὰ ἐπὶ τῶν θερμασίας καὶ χαλάσεως δεομένων σωμάτων. βαρυτέραν δὲ ἔχει τὴν εὐωδίαν, ὡς πολλοὺς αὐτῆς μηδὲ ἡδέως ἀντιλαμβάνεσθαι. Μυρσινάτον.[5] |
| 121 | Γίγνεται καὶ τοῦτο τῶν φύλλων τῆς μυρσίνης χλωρῶν ἐμβαλλομένων ἐλαίῳ ὀμφακίνῳ εἰς ξέστην α ἰταλικὸν 𐆄 β καὶ ἴνου εὐώδους στύφοντος ἰταλικοῦ τὸ τέταρτον, εἶθ’ ἕψειν ἐπὶ λεπτῆς ἀνθρακιᾶς μέχρις ὅτου τὰ φύλλα ξηρανθῇ καὶ θραύηται καὶ ὁ οἶνος ἀναλωθῇ· εἶτα διηθήσαντα καθαρὸν τὸ ἔλαιον ἐμβάλλειν εἰς ὑάλινον ἀγγεῖον καὶ ἐπεμβάλλοντα φύλλων χλωρῶν τῆς μυρσίνης διεψυγμένων νύκτα καὶ ἡμέραν 𐆄 α καὶ οὕτως ἀποτίθεσθαι. στύφει δὲ καὶ ψύχει τὸ ἔλαιον τοῦτο πλέον τοῦ σχινίνου καὶ τοῦ μηλίνου καὶ διὰ τοῦτο διαβροχαῖς μὲν στομάχου καὶ ἥπατος ἀνοίκειόν ἐστιν, ἀλλ’ οὐδὲ τοῖς ἄλλοις σπλάγχνοις ἐστὶ προσηνές. εὗρεν οὖν αὐτοῦ τὴν χρῆσιν ἡ πολλὴ πεῖρα τὴν ἐν κηρωταῖς καὶ ἐμπλάστοις φαρμάκοις, δι’ ὧν πυκνοῦν τῇ στύψει καὶ ἀποκρουόμενον ἔσται χρήσιμον εἰς τὰ ἐπιφερόμενα ῥεύματα καὶ ἠραιωμένοις ἕλκεσιν οὐλὴν ἐργάσασθαι καὶ κεφαλαῖς γυναικῶν ὥστε συνέχειν τὴν τρίχα ἐπιτήδειον καὶ εὐῶδές ἐστιν. Μαστίχινον.[15] |
| 122 | Γίγνεται τοῦτο μαστίχης 𐆄 α ἐν ἐλαίῳ πάνυ ὀμφακίζοντι ξέστῳ ἑνὶ ἐμβαλλομένης, ἕψεται δὲ ἐν διπλώματι. θερμὸν δέ ἐστι μετρίως καὶ ἡδύχρουν. σκευάζεται μὲν παραπλησίως τῷ ἀμαρακίνῳ, εὐωδέστερον δέ ἐστι μᾶλλον, ποιεῖ δὲ πρὸς τὰς αὐτὰς διαθέσεις. πυκνωτικὸν καὶ ἐμπλαστικόν· προσάγομεν οὖν αὐτὸ τοῖς δεομένοις τονοῦσθαι μορίοις καὶ σφίγγεσθαι καὶ θερμαίνεσθαι μετρίως. Στυράκινον σκευάζεται οὕτως· γλυκέος ἐλαίου καλλίστου ξ̸ εʹ εἷς, στύρακος λιπαροῦ 𐆄 β .[5] |
| 123 | ἑψηθέντα δὲ ἐν διπλώματι ἐναποτίθεται τῷ ἐλαίῳ τὴν τοῦ στύρακος δύναμιν. θερμότερον δέ ἐστιν ἐπ’ ὀλίγον τοῦτο τοῦ ἀνηθίνου, μαλακτικὸν δέ ἐστι σφόδρα καὶ διὰ τοῦτο ἁπαλύνει τὰ ἐσκληρυσμένα τῶν σωμάτων γενναίως. Σικυώνιον σκευάζεται οὕτως, ὡς ὁ Καμεσανδρέας· ἐλαίου γλυκέος ξ̸ ε ι τήλεως ξ̸ ε α λιβανώτιδος 𐆄 γ πολίου 𐆄 γ σαμψύχου 𐆄 γ δᾴδων 𐆄 δ ἀριστολοχίας μακρᾶς 𐆄 ιβ μελιλώτου 𐆄 ϛ σικύου ἀγρίου ῥίζης λίτραι β ὕδατος τὸ ἀρκοῦν, ἕψε ὡς χρὴ καὶ διηθήσας χρῶ.[5] |
| 124 | ὁ δὲ Ἀρχιγένης φησί· σκευάζεται ἐν Σικυῶνι ἀπὸ τήλεως ὑπερικοῦ. Μετώπιον ἐν Αἰγύπτῳ σκευάζεται, καλεῖται δὲ μετώπιον διὰ τὸ τῆς χαλβάνης ξύλον.[5] |
| 125 | σκευάζεται δὲ δι’ ἐλαίου ὀμφακίνου καὶ ἀμυγδάλων πικρῶν καὶ καρδαμώμου καὶ σχίνου καὶ καλάμου καὶ μέλιτος καὶ οἴνου καὶ καρποβαλσάμου καὶ χαλβάνης καὶ ῥητίνης. ἐστὶ δὲ θερμαντικόν, ἀναστομοῖ δέ, ἐπισπᾶται, καθαίρει, ποιεῖ πρὸς μῦς καὶ νεῦρα διακοπέντα, ποιεῖ πρὸς ὑδροκήλας καὶ καθόλου δύναμιν ἔχει μαλακτικήν. Μενδήσιον μαλακτικώτατόν ἐστι καὶ χαλαστικὸν σωμάτων καὶ πυοποιόν· συντίθεται δὲ ἐκ μυροβαλανίνου ἐλαίου καὶ σμύρνης καὶ κασίας καὶ ῥητίνης.[5] |
| 126 | ἔνιοι δὲ μετὰ τὸ ἀποστύψαι καὶ κιννάμωμον ἐμπάσσουσι. Μεγάλειον. |
| 127 | Τὸ δὲ μεγάλειον καλούμενον πάλαι μὲν ἐσπουδάζετο, ἐκλέλοιπε δὲ νῦν. ἐστὶ δὲ αὐτοῦ ἡ σκευασία ὁμοία τῷ ἀμαρακίνῳ, πλεονάζει δὲ τῷ προσλαμβάνειν ῥητίνην καὶ ποιεῖ πρὸς τὰς αὐτὰς διαθέσεις. Ἀμαράκινον σκευάζεται οὕτως· βράθυος, ξυλοβαλσάμου, καλάμου, σχοίνου ἄνθους, νάρδου κελτικῆς, κόστου ἀνὰ λίτραι ε , ἀμώμου, κασίας, καρποβαλσάμου ἀνὰ λίτραι γ , ζιγγιβέρεως λίτρα α , ἀμαράκου σπέρματος λίτρα α , ἐλαίου ὀμφακίζοντος ξ̸ ε λ , οἴνου εὐώδους στερεοῦ ξ̸ ε ε , ἕψε τῷ τρόπῳ τῆς νάρδου.[5] |
| 128 | ἡ δύναμις δὲ τοῦ ἐλαίου τούτου θερμαντικὴ μὲν ὡς ἡ νάρδος, οὐχ ὁμοίως δὲ τονωτική. λεπτομερέστερον γὰρ τοῦτο τῆς νάρδου καὶ παρηγορικώτερον καὶ προσηνὲς διὰ τὸ μὴ ἔχειν ὀποβάλσαμον. γυναιξὶ δὲ ἐγκολπιζόμενον καὶ ἔμμηνα κινεῖ. Κρείττων δέ φησιν· ἐστὶ δὲ τὸ ἀμαράκινον θερμαντικὸν μαλακτικὸν ἀναστομωτικόν, εὐθετεῖ πρὸς σύριγγας καὶ ὑδροκήλας μετὰ τὴν χειρουργίαν· ποιεῖ καὶ πρὸς τὰ τεθηριωμένα ἕλκη καὶ ἐσχάρας, ποιεῖ πρὸς δυσουρίας περιχριόμενον τῷ δακτύλῳ· ποιεῖ καὶ πρὸς τὰς ἐν μήτρᾳ φλεγμονὰς καὶ σκληρίας, ἐμμήνια κινεῖ, αἱμορροίδας ἀναστομοῖ. Κύπρινον· ἐλαίου ξ̸ ε κε , κυπέρου ἑλενίου ἴρεως ἀνὰ λίτραν α , σαμψύχου ὑσσώπου ἀνὰ 𐆄 γ , λύγου σπέρματος 𐆄 γ , ἐλελισφάκου 𐆄 γ κύπρου ἄνθους λίτραν α .[10] |
| 129 | ἕψεται δὲ καὶ τοῦτο δυσὶν ἑψήσεσι. τὰ μὲν γὰρ ἄλλα πάντα εἴδη οἴνῳ ῥανθέντα εὐώδει πρὸ μιᾶς ἡμέρας εἶτα ἐμβληθέντα τῷ ἐλαίῳ ἕψεται ὥρας ϛ , τῇ δὲ ἑξῆς σειρωθέντος τοῦ ἐλαίου καὶ λαβόντος ἕτερον ὕδωρ καθαρόν, ὡς τὸ τρίτον εἶναι τοῦ χαλκείου, ἐμβάλλεται τὸ ἄνθος τῆς κύπρου. ἐμβλητέον δὲ αὐτὸ μετὰ τῶν ἁπαλῶν κλωναρίων ἄκοπον. εἰ δὲ ξηρὸν εἴη προκόπτειν καὶ οὕτως ἕψεται ὥραν μίαν. θερμαίνει δὲ τὸ κύπρινον οὐκ ἀγεννῶς. ἐστὶ δὲ καὶ λεπτομερὲς καὶ ὑστέραις ἄγαν χρήσιμον, ταῖς κατεψυγμέναις μᾶλλον, καὶ γὰρ λεπτύνει τοὺς ἐν ταύταις παχεῖς χυμούς· ὅταν δὲ εὐπορῶμεν τῶν βοτανῶν χλωρῶν, οὕτως σκευάζομεν τὸ κύπρινον· ἐλαίου ξ̸ ε ιε , κυπέρων ἑλενίου ἴρεως ἀνὰ 𐆄 ϛ σαμψύχου ὑσσώπου ἐλελισφάκου ἀνὰ 𐆄 β ἄγνου χλωρῶν φύλλων 𐆄 β κιτροφύλλων χλωρῶν 𐆄 ζ χαμαιλιβάνου χλωροῦ 𐆄 δ δάφνης φύλλων χλωρῶν 𐆄 ε κύπρου ἄνθους 𐆄 β βαλσάμου ὀποῦ 𐆄 ϛʹ. Ἰρίνου σκευασία· ἴρεως ἀσπαλάθου κυπέρου ἑλενίου ἀνὰ λίτρας ε ὀποπάνακος 𐆄 ϛʹ, τινὲς δὲ 𐆄 γ , ἀγχούσης 𐆄 β ἐλαίου ξέστας λ ὕδατος ξέστας εʹ κόπτε πάντα ἁδρομερῶς καὶ βρέχε ἡμέρας β ἔπειτα ἕψε ὥρας ϛʹ καὶ οὕτως ἐπίβαλλε τὸν ὀποπάνακα προβραχέντα οἴνῳ καὶ λειωθέντα, ἐνίοτε δὲ καὶ προστίθεμεν τοῖς προειρημένοις σχοίνου ἄνθους 𐆄 ϛʹ κασίας 𐆄 γ ξυλοβαλσάμου 𐆄 ϛʹ νάρδου κελτικῆς 𐆄 ϛʹ.[5] |
| 130 | ἡ δὲ τούτου δύναμις θερμαντικὴ ἀλλ’ οὐ δριμεῖα, διόπερ τοῖς ἐψυγμένοις μορίοις χρήσιμον. ἔχει τι καὶ τονωτικὸν καὶ μαλακτικόν. Νάρδου Κυζικηνῆς σκευασία. |
| 131 | Ἐσκεύασα ταύτην ἐν Ἀλεξανδρείᾳ πλειστάκις καί ἐστι πάνυ καλή· ἐλαίου ὀμφακίζοντος ξ̸ ε ιβ ἰταλικοί, ἀσπαλάθου κυπέρων ἴρεως ἰλλυρικῆς καρδαμώμου σπέρμα ἀριστολοχίας μακρᾶς ξυλοκασίας ἀνὰ 𐆄 ιβ ἑλενίου ξυλοβαλσάμου σχοίνου ἄνθους κασίας κόστου ἀνὰ 𐆄 ϛʹ ἀμώμου φύλλου ναρδοστάχυος ἀνὰ 𐆄 β στύρακος καρποβαλσάμου ἀνὰ 𐆄 γʹ ὀποβαλσάμου 𐆄 γʹ βράθυος 𐆄 α . σκευάζεται δὲ οὕτως· ἀσπάλαθον κύπερον ἑλένιον ξυλοβάλσαμον ἶριν ἀριστολοχίαν ἀποφλοιώσας κόψας ἁδρομερῶς βρέχε ἡμέρας γ ὕδατι θερμῷ, ἔπειτα ἐπιβάλλων τὸ ἔλαιον ἕψε κινῶν συνεχῶς ἐπιβάλλων ὕδωρ κατὰ βραχὺ πρὸς ὃ τὸ πρῶτον ἀναλίσκεται, εἶτα ἑψήσας ἐπὶ ὥρας γ ἢ καὶ πλέον σκεπάσας ἔα διανυκτερεῦσαι· τῇ δὲ ἑξῆς ἀνασπάσας τὰ ἤδη ἑψηθέντα καὶ ἀποχωρίσας τοῦ ἐλαίου τὸ ὕδωρ, εἶτ’ ἐπιβαλὼν ἕτερον ὕδωρ καὶ οἴνου βραχὺ ἕψε. ὅταν δὲ ἀναζέσῃ, ἐπίβαλλε πρῶτον καρδάμωμον εἶτα σχοῖνον ξυλοκασίαν κεκομμένα καὶ ἕψε ἐπὶ ὥρας β καὶ πάλιν ἔα διανυκτερεῦσαι. τῇ δὲ τρίτῃ ἀνασπάσας ὁμοίως καὶ ὕδωρ καθαρὸν ἐπιβαλὼν ἕψε καὶ ὅταν ἀναζέσῃ ἐπίπασσε λεῖα κατὰ μέρος κασίαν κόστον καὶ τὰ λοιπά, ἕκαστον κατ’ ἰδίαν κοπέν. περὶ τὰ τελευταῖα δὲ νάρδου στάχυ καὶ φύλλον καὶ τὸν στύρακα εἰς λεπτὰ μόρια διαμερισθέντα, καὶ τακέντος αὐτοῦ ἆρον εὐθέως ἀπὸ τοῦ πυρὸς καὶ ἐπίβαλλε τὸ ὀποβάλσαμον καὶ ἀνακινήσας ἱκανῶς καὶ πωμάσας καὶ σκεπάσας καλῶς ἔα ἡμέρας β καὶ οὕτως μυακίῳ ἀναλάμβανε. τὸ δὲ δευτέριον σκευάζεται οὕτως· τοῖς καταλειφθεῖσιν ἐκ τῆς τρίτης ἑψήσεως ἐπίβαλλε ἐλαίου ξ̸ ϛʹ καὶ ἀναζέσας ἕψε ὥρας β , εἶτα ἐπίπασσε κασίας λειοτάτης 𐆄 β νάρδου κελτικῆς 𐆄 β βράθυος 𐅻 δ στύρακος 𐆄 α ὀποβαλσάμου 𐆄 β . ἐστὶ δὲ ἡ νάρδος δυνάμεως θερμαντικῆς τονωτικῆς παρηγορικῆς, στομάχῳ τοίνυν ἐψυγμένῳ καὶ ἀτόνῳ καὶ γαστρὶ καὶ ἥπατι τὰ αὐτὰ πεπονθόσιν ἐπιτηδειοτάτη. ἐνίεται καὶ ἐπὶ τῶν ψυγέντων τὰ ἔντερα καὶ ἐπὶ γυναικῶν τῇ μήτρα χρῶ ὡς πάνυ δοκίμῳ. Προέψησις τῆς νάρδου. Οἴνου παλαιοῦ λι ι δενδρολιβάνου φύλλων λι α ῥάσδου λι γ καλαμοκρίνου λι γ βρουλλοκυπέρου λι δ , ταῦτα πάντα βάλλε ἐν τῇ προεψήσει. ὁ δὲ βρασμὸς αὐτοῦ ὥρας ιβ ἵνα κενωθῇ εἰς καθαρὸν ἀγγεῖον καὶ σπογγισθῇ τὸ κακάβιν καὶ πάλιν βάλλῃς οἴνου λι ιε καὶ ἐκεῖνο τὸ ἔλαιον ἐπάνω. Νάρδου σκευασία. Νάρδος σκευαζομένη ἐν τῇ ἐκκλησίᾳ. στάχους λι κιναμώμου λι καρυοφύλλων λι ἀμώμου λι σχινάνθων λι καλάμου ἀρωματικοῦ λι ξυλαλόης λι καρύων μυριστικῶν λι καχρύου λι ξανθοκαρύων λι μάκερ λι γαλαγγὰ λι βαλσάμου λι καρποβαλσάμου λι ξυλοβαλσάμου λι μυροβαλάνου λι φύλλου ἰνδικοῦ λι κασίας λι ξηροκαρυοφύλλου λι πεπέρεως μακροῦ λι πεπέρεως λευκοῦ λι πεπέρεως κοινοῦ λι ἄσαρ χαλδαικοῦ λι κελτικοῦ λι θυμιάματος λι σμύρνης τρωγλίτιδος λι κόστου λι μόσχου λι ἄμπαρ λι γομφίτου λαδάνου λι τερεβίνθης λι οἴνου εὐώδους τὸ ἀρκοῦν. Ἑτέρα σκευασία νάρδου. Ἐν τῇ προεψήσει οἴνου παλαιοῦ λι ιε δενδρολιβάνου φύλλων λι α μυρσίνης φύλλων λι α ῥάσδου λι γ καλαμοκρίνου λι β βρουλλοκυπέρου λιδ · ταῦτα πάντα βάλλε ἐν τῇ προεψήσει ἵνα βράσωσιν ὥρας ιβ καὶ κενωθῇ εἰς καθαρὸν ἀγγεῖον καὶ σπογγισθῇ τὸ κακάβιν καὶ πάλιν βάλλῃς οἴνου λι ιε καὶ ἐκεῖνο τὸ ἔλαιον ἐπάνω. τὸ δὲ τριψίδιον ἔστω κιναμώμου ἀληθινοῦ λι γ γαλαγγὰν 𐆄 ϛ καρυοφύλλων 𐆄 δ στάχους 𐆄 γ ξανθοκαρύων 𐆄 γ λάδανον καθαρὸν 𐆄 γ τερεβίνθης 𐆄 ιη ξυλαλόης 𐆄 β κόστου 𐆄 δ ἀσάρου βουκελλαρίου λι δ θυμιάματος βασιλικοῦ 𐆄 γ .[45] |
| 131 (50) | ταῦτα κόψας καὶ σείσας καὶ ἑνώσας μετὰ τοῦ ἐλαίου τῆς προεψήσεως, ἕψησον κατὰ πεῖραν, ἵνα μήτε καῦσις γένηται, μήτε πάλιν ἐνδεεστέρα ἡ ἕψησις. Ναρδίνου σκευασία Ἰωάννου μυρεψοῦ. Ἐλαίου ξ̸ ε ϛ ἀσπαλάθου λίτραι δ ξυλοβαλσάμου λίτραι β κόστου 𐆄 γʹ ξυλοκασίας 𐆄 δ καρποβαλσάμου 𐆄 γʹ ἀμώμου 𐆄 γʹ στύρακος καλαμίτου 𐆄 β ὀποβαλσάμου 𐆄 β . Ἐλαίου σαλκᾶ σκευασία.[55] |
| 132 | Ἐσκεύασα ταύτην ἐν Ἀλεξανδρείᾳ καί ἐστι πάνυ καλλίστη· ἀσπαλάθου 𐆄 ϛʹ ξυλοβαλσάμου 𐆄 θ κυπέρων 𐆄 δ ἑλενίου 𐆄 ϛʹ ἴρεως 𐆄 ϛʹ καλάμου γρ ιη σχοίνου ἄνθους 𐆄 β c στύρακος λιπαροῦ 𐆄 β κάρυα ἰνδικὰ β φύλλου γρ ιη ναρδοστάχυος 𐆄 α καρυοφύλλου 𐆄 α c ἀρνάβω 𐆄 α c ἀμώμου 𐆄 γʹ κασίας 𐆄 β κόστου 𐆄 α σμύρνης 𐆄 α ὕπνου 𐆄 γ ξυλοκασίας 𐆄 γ ἐλαίου ξ̸ ε ι . ἕψεται δὲ τῷ προειρημένῳ τρόπῳ ἐπὶ τῆς νάρδου· ἐν τῇ πρώτῃ ἑψήσει ἐμβαλλομένων ξυλοβαλσάμου ἴρεως κυπέρου ἑλενίου ξυλοκασίας ἀποφλοισθέντων καὶ ἁδρομερῶς κοπέντων καὶ προβραχέντων ὕδατι ἐπὶ ἡμέρας β ἢ γ , ἐν δὲ τῇ δευτέρᾳ ἑψήσει ἐμβάλλεται κάλαμος σχοῖνος ὕπνον προνοτισθέντα οἴνῳ παλαιῷ εὐώδει, ἐν δὲ τῇ τρίτῃ τὰ λοιπά. γίγνεται δὲ καὶ δευτέριον οὕτως· τοῖς καταλειφθεῖσιν ἀπὸ τῆς τρίτης ἑψήσεως ἐπιβάλλονται ἐλαίου ξέσται ϛʹ καὶ ἕψεται ἐφ’ ἱκανόν· εἶτα ἐπιβάλλονται στακτῆς καλῆς λευκῆς 𐆄 γʹ σειρώματος τουτέστι τὸ ὕδωρ τοῦ ὀποβαλσάμου 𐆄 ϛ μαστίχης 𐆄 ϛʹ στύρακος καλοῦ 𐆄 α . χρῶνται δὲ τῷ σαλκᾷ αἱ γυναῖκες τὰς κεφαλὰς ἀλείφουσαι. ἐστὶ δὲ ἡ εἰρημένη σκευασία πάνυ καλλίστη. Ἐλαίου σαλκᾶ σκευασία Ἰωάννου μυρεψοῦ. Κόστου 𐆄 ιβ φύλλου 𐆄 δ κασίας 𐆄 ϛʹ ζιγγιβέρεως 𐆄 ϛʹ ξυλοκαρυοφύλλου 𐆄 ϛʹ καρποβαλσάμου 𐆄 ϛʹ νάρδου στάχους 𐆄 δ καλάμου 𐆄 α ἴρεως 𐆄 ιβ στύρακος λιπαροῦ 𐆄 θ κρόκου 𐅻 δ ἐλαίου ξ̸ ε ϛʹ. Φυλλίνου ἤτοι μαλαβαθρίνου σκευασία καλλίστη.[20] |
| 133 | Ἀσπαλάθου λίτρα α c ξυλοβαλσάμου λίτραι β κυπέρων λίτρα α c ἑλενίου λίτρα α c φύλλου 𐆄 δ ἀμώμου 𐆄 ϛ . ξυλοκασίας 𐆄 δ σμύρνης 𐆄 γ κόστου 𐆄 θ στύρακος πρωτείου λίτρα α κασάμου ἤτοι καρποβαλσάμου 𐆄 ϛʹ καλάμου λίτρα α c νάρδου στάχυος 𐆄 β καρυοφύλλου 𐆄 δʹ σειρώματος ὅ ἐστι κάθισμα ὑδατῶδες ὀποβαλσάμου 𐆄 ϛʹ ἀρνάβω 𐆄 ϛʹ καρδαμώμου 𐆄 ϛʹ ἴρεως λίτρα α ἐλαίου 𐅵 κ οἴνου εὐώδους τὸ ἀρκοῦν· ἕψε ὡς τὴν νάρδον. Τίσιν ἁρμόδια τὰ εὐώδη μύρα.[5] |
| 134 | Τὰ δὲ εὐώδη τῶν μύρων ταῖς ψυχροτέραις τῶν κεφαλῶν μᾶλλον ἁρμόδια ἢ ταῖς μέσως θερμαῖς ἐν χειμῶνι, ταῖς γὰρ θερμοτέραις οὐκ ἐπιτήδεια. εἰ δέ τις διὰ τὸ εὐῶδες βούληται χρῆσθαι τοῖς τοιούτοις, προσμιγνύτω ῥόδινον ἶσον ἴσῳ· οὕτως γὰρ κερασθὲν οὐκέτι βλαβερὸν γίγνεται. ἐπεὶ δὲ πολλαὶ τῶν γυναικῶν τοιαύτας θερμὰς ἔχουσι τὰς κεφαλάς, ὥστε μηδενὸς ἀνέχεσθαι τῶν θερμαινόντων ἐλαίων, ὀμφακίνῳ μόνῳ χράσθωσαν, ἔσθ’ ὅτε δὲ καὶ ῥοδίνῳ. τινὲς γὰρ ἐξ αὐτῶν οὐδόλως χρῶνται ἐλαίῳ, διὰ τὸ ταχέως ὑγραίνεσθαι τὰς κεφαλὰς καὶ κατάρρῳ περιπίπτειν, ἃς οὐ χρὴ καταναγκάζειν ἀλείφεσθαι. δέονται γὰρ τοῦ ξηραίνειν τὰς κεφαλὰς τοῖς ἐπικαίροις ἐμπάσμασι ξηροῖς, οὐ τοῦ ὑγραίνειν τῷ ἐλαίῳ. Καπνιστὸν ἔλαιον.[10] |
| 135 | Τὸ δὲ λεγόμενον καπνιστὸν ἔλαιον σκευάζεται οὕτως· ὀνύχων ἀρωματικῶν μεγάλων 𐆄 ε στύρακος πρωτείου 𐆄 ε βδελλίου καθαροῦ 𐆄 ε κόστου 𐆄 εʹ ἐλαίου γλυκέος καλοῦ ξ̸ ε ε ὕπνου τὸ ἀρκοῦν· τὸν 〈δὲ〉 κόστον εἰς ἁδρομερῆ μόρια διαμερίσας, καὶ τὸν στύρακα ὁμοίως καὶ τὸ βδέλλιον, εἶτ’ ἀναμίξας, ἅμα ἔμβαλε ἐν ξεστίῳ καινῷ ὀστρακίνῳ μὴ ἔχοντι ὠτίον· εἶτα σκεπάσας ποσῷ τὸ στόμιον ὕπνῳ καὶ ἔξωθεν τοῦ ὕπνου ξυλάρια ἀσπαλάθου ἤ τινος τῶν εὐωδῶν περιφράξας, ὥστε μὴ ἐκπεσεῖν τὰ ἐν τῷ ξεστίῳ, εἶτα ἕτερον ὀστράκινον ἀγγεῖον ἄωτον λαβὼν μακροτράχηλον στόμιον ἔχον ἁρμόδιον τῷ στομίῳ τοῦ περιέχοντος τὰ εἰρημένα εἴδη, καὶ ἐμβαλὼν ἐν αὐτῷ ἐλαίου γλυκέος ξέστας ε καὶ ὀρύξας τὴν γῆν, χῶσον μέχρι τοῦ τραχήλου τὸ ἔχον τὸ ἔλαιον ἵνα μὴ πυρωθῇ, εἶτα ἐπικέφαλα λαβὼν τὸ ξεστίον καὶ ἁρμόσας αὐτὸ τῷ στομίῳ τοῦ ἔχοντος τὸ ἔλαιον, χρίε ἔξωθεν τὸ ξεστίον πηλῷ ὅλον κύκλῳ καὶ τὰ στόματα ἀμφοτέρων τὰ ἀλλήλοις ἡρμοσμένα καὶ ἐάσας ξηρανθῆναι, τῇ ἑξῆς κάρβωνας πολλοὺς ἐπιθεὶς καὶ σκεπάσας αὐτοῖς πάντοθεν τὸ ξεστίον, ἄναψον πῦρ καὶ ῥίπιζε. ἀναφθέντος δὲ τοῦ πυρός, ἔα αὐτὸ μαραίνεσθαι, ἵνα κατὰ βραχὺ πυρούμενα διὰ τοῦ στόματος τοῦ ξεστίου τὰ εἴδη καπνίσῃ τὸ ὑποκείμενον αὐτοῖς ἔλαιον· τούτου γὰρ χάριν καπνιστὸν ὀνομάζεται· εἶτα τῇ ἑξῆς ἀνοίξας ἀνελοῦ τὸ ἔλαιον καὶ φύλαττε ἐν ὑαλίνῳ ἀγγείῳ καὶ χρῶ. τούτῳ χρῶνται αἱ γυναῖκες ἐφ’ ὧν ἐπίσχηται τὰ καταμήνια, χρίουσαι αὐτῷ τὸ ἦτρον καὶ τὴν ὀσφύν. ἁρμόδιον δέ ἐστι κἀπὶ τῶν μὴ κατὰ λόγον ἐν τοῖς τοκετοῖς καθαιρομένων ὁμοίως χριόμενον. χρήσιμον δὲ καὶ τοῖς τὸν θώρακα ἐψυγμένοις καὶ τεινεσμῶν ἐνοχλούντων ὠφέλιμον θερμὸν πτύγματι ἐρίου ἀναλαμβανόμενον καὶ ἐπιτιθέμενον ἤτρῳ καὶ ὀσφύι. Περὶ τῶν ἄλλων συγχρισμάτων.[25] |
| 136 | Ἐκ τούτων δὲ ἔνεστί σοι καὶ περὶ τῶν ἄλλων ἐλαίων γινώσκειν ἤδη, ὁπόσα τοῖς μύροις ὁμωνύμως λέγεται. κατὰ γὰρ τὴν ἑκάστου φύσιν τῶν ἐμβληθέντων ἀλλοιωθήσεται τὸ ἔλαιον, ὧν ἑκάστου εἴδους τὴν δύναμιν ἐν τῷδε τῷ λόγῳ μαθήσῃ. περὶ δὲ τῶν λοιπῶν ἀνετικῶν τε καὶ χαλαστικῶν συγχρισμάτων ἐν τῷ περὶ συνθέσεως φαρμάκων μετὰ τὰ ἀρθριτικὰ βοηθήματα λεχθήσεται, γλευκίνου ἐλαίου λέγω καὶ τῶν παραπλησίων. Ἐλαφόβοσκον θερμῆς καὶ λεπτομεροῦς ἐστι δυνάμεως καὶ διὰ τοῦτο καὶ ξηραντικῆς κατὰ τὴν δευτέραν που μάλιστα τῶν ἀποστάσεων.[5] |
| 137 | ἁρμόζει δὲ ἐπὶ τῶν ὑπό τινος ἰοβόλου πληγέντων πινόμενόν τε καὶ ἐσθιόμενον. Ἑλενίου ἡ ῥίζα μάλιστά ἐστι χρησίμη. |
| 138 | λεκτέον δὲ αὐτὴν οὐ θερμὴν καὶ ξηρὰν ἀκριβῶς, ὡς τὸ πέπερι, ἀλλὰ σὺν ὑγρότητι περιττωματικῇ, καὶ διὰ τοῦτο καὶ τοῖς ἐλλίγμασι τοῖς εἰς ἀναγωγὰς τῶν γλίσχρων καὶ παχέων ἐν θώρακι καὶ πνεύμονι ἐπιτηδείως μίγνυται. Ἐλελίσφακος θερμαντικῆς ἐναργῶς ἐστι κράσεως, ὑποστυφούσης ἀτρέμα. |
| 139 | ἱστοροῦσι δέ τινες ὅτι ἐπ’ ἀνθράκων ὑποθυμιωμένη ταῖς γυναιξὶ στέλλει καταμήνια ἀμέτρως φερόμενα καὶ γυναικεῖον ῥοῦν. Ἀγρίππας δέ φησιν “ἐλελίσφακον τὴν ἱερὰν βοτάνην λέαιναι κυήσασαι τρώγουσιν. ἐστὶ γὰρ κρατητικὴ συλλήψεως ζῳογονικῆς. ἐπὰν οὖν τὸν χυλὸν ταύτης ὅσον 𐆂 ε ο ͡α͡ μεθ’ ἁλὸς ὀλίγου πίῃ γυνὴ τεταρταῖα οὖσα ἐξ ἀφέδρου καὶ ἀνδροκοιτήσῃ συλλήψεται ἀπαραβάτως”. φασὶ δὲ ὅτι λοιμοῦ κατασχόντος ἐν Κοπτῷ τῆς Αἰγύπτου τοὺς ἐν τῇ χώρᾳ περιλειπομένους ἀναγκάσαι τὰς γυναῖκας καὶ ταύτῃ χρήσασθαι τῇ δυνάμει καὶ ἐπὶ γονὴν πλείστην γενέσθαι. Ὀρφεὺς δέ φησι· “δίδου τοῖς αἱμοπτοικοῖς τοῦ χυλοῦ τῆς ἐλελισφάκου κυάθους δύο μετὰ μέλιτος 𐆄 α νήστεις πιεῖν καὶ εὐθέως σταθήσεται. τοῖς δὲ φθισικοῖς”, φησί, “σκεύαζε καταπότια οὕτως· ναρδοστάχυος 𐅻 β ζιγγιβέρεως 𐅻 β σπέρματος ἐλελισφάκου πεφρυγμένου κεκομμένου καὶ σεσεισμένου 𐅻 ιδ πεπέρεως μακροῦ 𐅻 ιβ ἀναλάμβανε τῷ χυλῷ καὶ ποίει καταπότια καὶ δίδου 𐅻 α πρωὶ νήστει καὶ εἰς κοίτην ὁμοίως καὶ ἐπιρροφείτω ὕδατος καθαροῦ.” Ἐλλέβορος ἑκάτερος, ὅ τε λευκὸς καὶ ὁ μέλας ῥυπτικῆς τε ἅμα καὶ θερμῆς εἰσι δυνάμεως.[15] |
| 140 | διὸ καὶ πρὸς ἀλφοὺς καὶ λειχῆνας καὶ ψώρας καὶ λέπρας ἁρμόττουσι. καὶ μὲν δὴ καὶ εἰς σύριγγα τετυλωμένην ῥάβδος τοῦ μέλανος καθιεμένη ἐν δύο που ἢ τρισὶν ἡμέραις ἀφίστησι τὸν τύλον. κείσθωσαν δὲ ἐν τῇ τρίτῃ τάξει τῶν θερμαινόντων τε καὶ ξηραινόντων. καθαίρει δὲ ὁ μὲν μέλας τὸν μελαγχολικὸν χυμόν, μᾶλλον διὰ τῆς κάτω γαστρός, ὁ δὲ λευκὸς τὴν ἄνω γαστέρα μᾶλλον κενοῖ δι’ ἐμέτων, τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς ἐκκαθαίρων, κινεῖ δὲ καὶ τὴν κάτω. Ἑλξίνη ἢ περδίκιον.[5] |
| 141 | Ταύτην τινὲς παρθένιον, οἱ δὲ περδίκιον καλοῦσι. δύναμις δὲ αὐτῆς ῥυπτική τε καὶ ἀτρέμα στυπτικὴ μεθ’ ὑγρότητος ὑποψύχρου, ὅθεν καὶ ἰᾶται τὰς φλεγμονὰς ἁπάσας ἐν ἀρχῇ τε καὶ ἀναβάσει μέχρι τῆς ἀκμῆς καὶ μάλιστα τὰς θερμάς. καὶ μὲν δὴ καὶ ἀρχομένοις φυγέθλοις ἐπιπλάττεται. καὶ ὁ χυλὸς δὲ αὐτῆς μετὰ ῥοδίνου πρὸς ὤτων ἀλγήματα μετρίως φλεγμονώδη ἁρμόζει. ἀνακογχυλίζονται δέ τινες τὸν χυλὸν καὶ πρὸς παρίσθμια φλεγμαίνοντα, τινὲς δὲ τῶν ἰατρῶν τοῖς χρονίως βήττουσιν ἔδωκαν αὐτὴν διὰ τὸ ῥύπτειν ἐναργῶς. ποιεῖ δὲ καὶ πρὸς ἀλωπεκίαν καὶ λειχῆνας αὐτὴ καθ’ ἑαυτὴν παρατριβομένη τῷ τόπῳ συνεχῶς. ἀναστομοῖ δὲ ὡσαύτως καὶ τὰς ἐν ἕδρᾳ αἱμορροίδας, θεραπεύει καὶ σύριγγας καὶ κόλπους παρατίθησι λεῖα μεθ’ ἁλῶν ὀλίγων καταπλασσομένη. Ἔλυμος καλεῖται καὶ μελίνη· Ἐστὶ δὲ ἐκ τῶν ὀσπρίων ὅμοιον κέγχρῳ τήν τε ἰδέαν καὶ τὴν δύναμιν, ὀλιγότροφόν τε καὶ ξηραντικόν.[10] |
| 142 | ἵστησί γέ τοι τὰ κατὰ γαστέρα ῥεύματα, καθάπερ καὶ ὁ κέγχρος. εἰ δὲ ἔξωθεν ἐπιπλασθείη, ξηραίνει καὶ ψύχει. Ἔμπετρον ἢ ἐπίπετρον εἰς τὰς καθάρσεις μόνας δοκεῖ χρήσιμον ὑπάρχειν, ἄγον φλέγμα καὶ χολήν. |
| 143 | ἐστὶ δὲ ἁλυκὸν τὴν γεῦσιν, ὥστε καὶ εἰς ἄλλα χρήσαιτ’ ἄν τις αὐτῷ εἰς ἅπερ καὶ τὴν ἁλυκὴν 〈οὐσίαν ἐδείκνυμεν δυναμένην〉· ὀνομάζεται δὲ καὶ πρασοειδές. Ἐπίθυμον κατὰ πάντα ἰσχυρότερόν ἐστι τῆς θύμου δυνάμεως, ξηραῖνον καὶ θερμαῖνον κατὰ τὴν τρίτην ἀπόστασιν. |
| 144 | καθαίρει δὲ τὸν μελαγχολικὸν χυμόν. ἐκλέγου δὲ τοῦ θύμου τοῦ ἔχοντος ἄνθος εὐπόρφυρον, ἔχον τι καὶ λευκὸν ἔμπλεων. Ἐρέβινθος ὄσπριόν ἐστι φυσῶδες τρόφιμον εὐκοίλιον οὐρητικόν, γάλακτος καὶ σπέρματος καὶ καταμηνίων ἀγωγόν. |
| 145 | τὸ δὲ ἀφέψημα αὐτοῦ καὶ λίθους τοὺς ἐν νεφροῖς θρύπτει καὶ μάλιστα τὸ ἀπὸ τῶν μελανῶν. τὸ δὲ ἕτερον γένος τῶν ἐρεβίνθων καλούμενον ὀρόβια δυνάμεώς εἰσιν ἐπισπαστικῆς διαφορητικῆς τμητικῆς ῥυπτικῆς· διὸ καὶ σπλῆνα καὶ ἧπαρ καὶ νεφροὺς ἐκκαθαίρουσι καὶ ψώρας καὶ λειχῆνας ἀπορρύπτουσι, καὶ παρωτίδας καὶ ὄρχεις σκιρρουμένους διαφοροῦσι καὶ τὰ κακοήθη τῶν ἑλκῶν ἰῶνται μετὰ μέλιτος. Ἕρπυλλος θερμαντικῆς εἰς τοσοῦτόν ἐστι δυνάμεως, ὡς καταμήνια τε καὶ οὖρα κινεῖν.[5] |
| 146 | ἐστὶ δὲ καὶ πρὸς τὴν γεῦσιν ἱκανῶς δριμύς· διττὸν δὲ αὐτοῦ τὸ εἶδος· ὁ μὲν γάρ τίς ἐστι κηπευτός, σαμψυχίζων τῇ ὀσμῇ, ὁ δέ τις ἄγριος, ὃς καὶ ζυγὶς καλεῖται, οὐχ ἕρπων, ἀλλ’ ὀρθός, κλωνία λεπτὰ φρυγανώδη ἔχων, φύλλα περίπλεον ὅμοια πηγάνῳ, ὑπόστενα καὶ ἐπιμηκέστερα καὶ σκληρότερα, ἄνθη γευομένῳ δριμέα, ὀσμὴ ἡδεῖα, ῥίζα ἄχρηστος. φύεται ἐν πέτραις, ἐνεργέστερος καὶ θερμαντικώτερος τοῦ κηπευτοῦ ὑπάρχων καί ἐστιν ἐν ἰατρικῇ χρήσει ἐπιτηδειότερος. ὠφελεῖ δὲ καὶ πρὸς στρόφους σπάσματα ῥήγματα ἥπατος φλεγμονὰς καὶ πρὸς ἕρπητα πινόμενός τε καὶ καταπλασσόμενος· κεφαλῆς τε ὀδύνην παραμυθεῖται ἐφεψηθεὶς σὺν ὄξει καὶ καταβραχεὶς μιγέντος αὐτῷ ῥοδίνου· μάλιστα δὲ ἐπὶ ληθαργικῶν καὶ φρενιτικῶν τῶν χρονιζόντων ἁρμόζει. παύει δὲ καὶ αἵματος ἀναγωγὰς 𐅻 α μετ’ ὄξους ποθείς. Ἐρυσίμου τὸ σπέρμα καθάπερ τῇ γεύσει παραπλήσιον φαίνεται καρδάμῳ, οὕτω καὶ τῇ δυνάμει πυρῶδες καὶ θερμαντικὸν ὑπάρχει.[10] |
| 147 | ἐπειδὰν δὲ εἰς ἔλλιγμα δέῃ χρῆσθαι, βέλτιόν ἐστιν ὕδατι βρέξαντας φῶξαι. χρήσιμον δέ ἐστι μετὰ τῶν ἐλλιγμάτων πρὸς τὰς κατὰ θώρακα καὶ πνεύμονα παχέων καὶ γλίσχρων χυμῶν ἀναπτύσεις. ἀλλὰ καὶ παρωτίδας σκιρρουμένας καὶ σκληρίας παλαιὰς ἐν τιτθοῖς καὶ ὄρχεσιν ὠφελεῖ. φησὶ δὲ ὁ Διοσκουρίδης ὡς καταπλαττόμενον μεθ’ ὕδατος ἢ μέλιτος ὀνίνησι τοὺς κρυπτοὺς καρκίνους. Ἐρυθρόδανον.[5] |
| 148 | Ταύτης ἡ ῥίζα ἐρυθρά, ᾗ χρῶνται οἱ βαφεῖς, στρυφνὴ καὶ ὑπόπικρος τὴν γεῦσίν ἐστίν, ὅθεν καὶ ἧπαρ καὶ σπλῆνα διακαθαίρει καὶ οὖρα παχέα καὶ πολλὰ καί ποτε καὶ αἱματώδη κενοῖ. καὶ καταμήνια κινεῖ καὶ ἀπορρύπτει συμμέτρως ὅσα δεῖται ῥύψεως. ἀλφοὺς γοῦν λευκοὺς ὠφελεῖ μετὰ ὄξους χριομένη. διδόασι δὲ αὐτήν τινες καὶ τοῖς ἰσχιαδικοῖς καὶ τοῖς παραλελυμένοις πίνειν μετὰ μελικράτου. Εὔζωμον.[5] |
| 149 | Θερμαίνει σαφῶς τοῦτο τὸ λάχανον ἀλλὰ καὶ σπέρμα γεννᾶν πεπίστευται καὶ τὰς πρὸς συνουσίαν ὁρμὰς ἐπεγείρειν. κεφαλαλγὲς δέ ἐστι καὶ μᾶλλον εἴ τις αὐτὸ μόνον ἐσθίει. τούτου οὖν χάριν μετὰ θριδακίνης φύλλων ἐσθίειν αὐτὸ χρή. Εὐπατόριον λεπτομεροῦς ἐστι καὶ ῥυπτικῆς καὶ τμητικῆς δυνάμεως, ἄνευ θερμότητος ἐπιφανοῦς· ὅθεν καὶ τὰς καθ’ ἧπαρ ἐμφράξεις ἐκκαθαίρει. |
| 150 | μετέχει δὲ καὶ στύψεως βραχείας, δι’ ἣν τόνον ἐντίθησι τῷ ἥπατι. Εὐφόρβιον λεπτομεροῦς ἐστι δυνάμεως ὁμοίως τοῖς ἄλλοις ὀποῖς. |
| 152 | Ζειὰ μεταξὺ πώς ἐστι πυρῶν τε καὶ κριθῶν, ὥστε ἐξ ἐκείνων γινωσκέσθω. Ζιγγίβερι. |
| 153 | Ζιγγιβέρεως ἡ ῥίζα θερμαίνει μὲν ἰσχυρῶς ἀλλ’ οὐ κατὰ τὴν πρώτην προσβολήν, ὡς τὸ πέπερι, διὰ τὸ μετέχειν παχυμερεστέρας οὐσίας ὑδατώδους περιττωματικῆς· διὰ τοῦτο καὶ τιτρᾶται ῥαδίως. Ζύθος δριμύτερός ἐστι τῶν κριθῶν οὐ σμικρῶς καὶ κακόχυμος, ὡς ἂν ἐκ σηπεδόνος γεννώμενος, ἐστὶ δὲ καὶ φυσώδης. |
| 155 | Ζύμη λεπτομερής ἐστι καὶ μετρίως θερμή· διὰ τοῦτο τοίνυν ἀλύπως τε καὶ ἀδήκτως ἐπισπᾶταί τε ἅμα τὰ ἐκ τοῦ βάθους καὶ διαφορεῖ. μέμικται δὲ ἐξ ἐναντίων δυνάμεων ὀξύτητος ψυχρᾶς καὶ σηπεδονώδους θερμότητος καὶ τῶν ἁλῶν καὶ τοῦ ἀλεύρου. Ἡδύοσμος. |
| 156 | Ἔνιοι δὲ μίνθην εὐώδη προσαγορεύουσιν· θερμὴ τὴν δύναμίν ἐστιν, ὡς ἐγγὺς εἶναι τῆς τρίτης τάξεως· μετέχει δὲ ὑγρότητος περιττωματικῆς ἐκ τοῦ κηπεύεσθαι, διὸ καὶ πρὸς ἀφροδίσια παρορμᾷ μετρίως. διὰ δὲ τὴν κρᾶσιν ταύτην καὶ καταπλάσσεται μετὰ ἀλφίτων ἐπὶ ἀποστημάτων. ἀναιρεῖ δὲ διὰ τὸ ἐν αὐτῇ πικρὸν τὰς ἕλμινθας καὶ ἐπὶ κωλικῷ πινόμενον τὸ ἀφέψημα αὐτῆς ἐφεξῆς ἡμέρας γ πάνυ ὠφελεῖ. τῷ δὲ ἐν αὐτῇ στρυφνῷ τὰς προσφάτους τοῦ αἵματος ἀναγωγὰς ἐπέχει μετ’ ὀξυκράτου πινομένη. λεπτομερὴς δέ ἐστι τὴν οὐσίαν, εἴπερ τις καὶ ἄλλη πόα. Ἡδύσαρον ἢ πελεκῖνος.[5] |
| 157 | Πυρρὸν μὲν ἢ ὠχρὸν εὑρίσκεται τὴν χρόαν τὸ σπέρμα, ἀμφίστομον δὲ καθάπερ οἱ πελέκεις τῷ εἴδει· πικρὸν δὲ καὶ ὑπόστρυφνον φαίνεται, ὅθεν εὐστόμαχόν τέ ἐστι πινόμενον· ἐκκαθαίρει δὲ τὰς ἐν τοῖς σπλάγχνοις ἐμφράξεις. οὕτω δὲ καὶ οἱ κλῶνες ὅλου τοῦ θάμνου δρῶσιν. Ἡμεροκαλλές.[5] |
| 158 | Τούτου ἡ ῥίζα παραπλησία τῇ τοῦ κρίνου κατά τε τὴν ἰδέαν καὶ κατὰ τὴν δύναμιν, ὅθεν ὠφελεῖ παραπλησίως ἐκείνῃ τὰ πυρίκαυστα· καὶ γὰρ διαφορητικῆς ἀτρέμα δυνάμεώς ἐστι μετὰ τοῦ καὶ ἀποκρουστικὸν ἔχειν τι. Ἠριγέρων δύναμιν ἐπίμικτον ἔχει ψυκτικήν τε ἅμα καὶ μετρίως διαφορητικήν· διὸ καὶ τοῖς ἑδρικοῖς ἐπωφελῶς μίγνυται. |
| 159 | ἐπέχει δὲ καὶ αἵματος ἀναγωγὰς ὁ χυλὸς πινόμενος καὶ ἕλμινθας ἀναιρεῖ καὶ ἡπατικοὺς ὀνίνησι· καταπλάσσεται δὲ καὶ πρὸς τὰς φλεγμονὰς ἐναργῶς. Ἠρύγγιον. |
| 160 | Θερμότητι μὲν ἢ βραχὺ τῶν συμμέτρων ἢ οὐδὲν ὑπερέχει, ξηρότητος δὲ λεπτομεροῦς οὐκ ὀλίγης μετέχει. ὕδατι δὲ ζεννυμένη ἡ ῥίζα καὶ πινομένου τοῦ ὕδατος κωλικοὺς παύει, μετὰ δὲ μελικράτου ζεννυμένη λιθιῶντας στραγγουριῶντας δυσουριῶντας νεφριτικοὺς ἀπαλλάττει· πινέτωσαν δὲ ἐπὶ ἡμέρας ιζ νήστεις καὶ εἰς κοίτην, ἐὰν δὲ καὶ σῖτον σὺν αὐτῇ ζέσας δῴης πιεῖν κάλλιον ποιεῖ. διεβεβαιοῦτο δέ τις ὅτι συνεχῶς χρησάμενος αὐτῇ λίθους οὐκέτι οὔρησε, πυκνότατα πρόσθεν ἐνοχλούμενος ὑπὸ τοῦ πάθους. Θαψία δριμείας ἐστὶ καὶ ἰσχυρῶς θερμαντικῆς δυνάμεως σὺν ὑγρότητι· ἕλκει τοιγαροῦν ἐκ βάθους βιαίως καὶ αὐτὴ διαφορεῖ τὸ ἑλχθέν· χρόνῳ δὲ ἐργάζεται πλείονι ταῦτα, διὰ τὸ περιττῆς ὑγρότητος ἐμπλησθῆναι δαψιλοῦς, δι’ ἣν καὶ ταχέως διαφθείρεται.[5] |
| 162 | Θέρμος ἥμερος ἀπογλυκανθεὶς διὰ τῆς ἑψήσεως καὶ ἐσθιόμενος δύσπεπτός ἐστι καὶ τροφὴν παρέχει τῷ σώματι παχύχυμον καὶ ὠμοὺς χυμοὺς γεννᾷ· κοιλίαν δὲ οὐδὲ προτρέπεται, οὐδὲ μὴν ἐπέχει. ὡς φάρμακον δέ, ὁ μὲν ἀπογλυκανθεὶς καὶ ἐσθιόμενος ἐκ τῶν ἐμπλαστικῶν ἐστιν, ὁ δὲ τὴν σύμφυτον ἔχων πικρότητα ῥυπτικός τε καὶ διαφορητικὸς ὑπάρχει· ἀναιρεῖ δὲ καὶ ἕλμινθας σὺν μέλιτι ἐκλειχόμενος ἢ σὺν ὀξυκράτῳ πινόμενος, οὐ μὴν ἀλλὰ καὶ τὸ ἀφέψημα αὐτοῦ τὰς ἕλμινθας ἐκβάλλειν πέφυκε πινόμενον καὶ ἐνιέμενον καὶ τὸ ἄλευρον δὲ αὐτοῦ ἔξωθεν μετὰ χολῆς ταυρείας τῷ ὀμφαλῷ ἐπιτιθέμενον ἐκτινάσσει αὐτάς, καὶ μὲν δὴ καὶ καταντλούμενον ἔξωθεν ὀνίνησιν ἀλφοὺς ἀχῶρας ἐξανθήματα ψώρας γαγγραίνας ἕλκη κακοήθη τῷ ξηραίνειν ἀδήκτως. ἐκκαθαίρει δὲ καὶ σπλῆνα καὶ ἧπαρ μετὰ πηγάνου καὶ πεπέρεως ἡδονῆς ἕνεκα συνεμβαλλόμενα. ἐπισπᾶται δὲ καὶ καταμήνια καὶ ἔμβρυα σὺν σμύρνῃ καὶ μέλιτι προστιθέμενος. ἐστὶ δὲ καὶ τὸ ἄλευρον τῶν θέρμων διαφορητικόν· οὐ γὰρ τὰ πελιδνὰ μόνον, ἀλλὰ καὶ χοιράδας καὶ φύματα σκληρὰ θεραπεύει. ἐν ὄξει δὲ αὐτὸ ἑψεῖν χρὴ τηνικαῦτα ἢ ὀξυμέλιτι ἢ ὀξυκράτῳ, κατὰ τὰς κράσεις τῶν καμνόντων δηλονότι καὶ τοῦ πάθους τὴν διαφορὰν ἐφευρίσκοντα τὸ δέον. διαφορεῖ δὲ καὶ τὰ πελιδνὰ τὸ ἄλευρον καὶ τὰ ἄλλα ὅσα πρόσθεν εἴρηται ἐπὶ τοῦ ἀφεψήματος. καταπλάσσουσι δὲ ἔνιοι καὶ τοὺς ἰσχιαδικοὺς αὐτῷ. Θέρμος ἄγριος πικρότερός τε καὶ ἰσχυρότερος εἰς ἅπαντα τοῦ ἡμέρου ἐστί, τῆς αὐτῆς ὑπάρχων κατὰ γένος δυνάμεως.[20] |
| 164 | Θλάσπι. Σπέρμα καὶ τοῦτό ἐστι δριμὺ τὴν δύναμιν, ὥστε καὶ τὰ ἐντὸς ἀποστήματα ῥήσσει ποτιζόμενον καὶ καταμήνια κινεῖ καὶ ἔμβρυα φθείρει καὶ δι’ ἕδρας ἐνιέμενον ἰσχιάδας ὀνίνησιν, αἱματώδη κενοῦν. ἐστὶ δὲ τὸ θλάσπι καὶ ἄλλως καθαρτικὸν ἄνω τε καὶ κάτω χολωδῶν ὑγρῶν ὀξυβάφου πλῆθος πινόμενον. Θρίδαξ ὑγρὸν καὶ ψυχρὸν λάχανον, οὐ μὴν ἐσχάτως γε ἀλλὰ κατὰ τὴν τῶν κρηναίων ὑδάτων, ὡς ἂν εἴποι τις, μάλιστα ψυχρότητα.[5] |
| 165 | διὰ τοῦτο πρὸς τὰς φλεγμονὰς ἁρμόττει καὶ πρὸς τὰ μικρὰ καὶ κοῦφα τῶν ἐρυσιπελάτων. ἔστι δὲ καὶ ἄδιψον ἔδεσμα καὶ εἰς ὕπνον προτρεπόμενον μάλιστα, ἀπεζεσμένον καὶ μετ’ ὀξυκράτου ὑδαροῦς μόνου ἐσθιόμενον, ἀλλ’ οὐδ’ ἀπεπτεῖται τοῖς ἄλλοις λαχάνοις ὁμοίως, οὐδὲ ἐπέχει τὴν διαχώρησιν ὥσπερ οὐδὲ προτρέπει, καὶ διὰ ταῦτα οὐδὲ κακόχυμον αἷμα γεννᾷ, οὐ μὴν εὔχυμόν γε τελέως. τὸ δὲ σπέρμα πινόμενον ἐπέχει γοννορροίας, ὅθεν καὶ τοῖς ὀνειρώττουσι δίδοται. ὁ δὲ ὀπὸς τῆς ἀγρίας θρίδακος μετὰ γυναικείου γάλακτος ἐπαλειφόμενος ἄργεμά τε καὶ ἀχλῦς ἀποκαθαίρει καὶ ἐπικαύματα. Θύμος τέμνει καὶ θερμαίνει σαφῶς, ὡς εἶναι τῆς τρίτης τάξεως τῶν θερμαινόντων καὶ διὰ τοῦτο καὶ οὖρα καὶ καταμήνια κινεῖ καὶ ἔμβρυα κατασπᾷ καὶ τὰ σπλάγχνα διακαθαίρει πινόμενος· ταῖς τε ἐκ θώρακος καὶ πνεύμονος ἀναγωγαῖς συναίρεται.[10] |
| 166 | καὶ ταῦτα μὲν ὁ Γαληνός. τὰ δὲ διὰ πείρας ταῦτα· τοῖς ἀρθριτικοῖς δίδου τοῦ θύμου ξηροῦ λειοτάτου 𐅻 δ μετ’ ὀξυμέλιτος 𐆂 ε ο 𐅻 νήστει. καθαίρει γὰρ τὴν χολὴν καὶ τοὺς δριμεῖς ἰχῶρας καὶ τὰ περὶ τὴν κύστιν. ἐπὶ δὲ ἐπηρμένων κοιλιῶν, ὅταν ἄρξωνται οἰδαίνειν, δίδου 𐅻 α μετὰ μελικράτου 𐆂 ε ο α νήστει, πρὸς ὀσφύος καὶ ἰσχίων πόνον πλευρᾶς τε καὶ θώρακος καὶ ὑποχονδρίων μετεωρισμοὺς καὶ ἐμπνευματώσεις δίδου 𐅻 γ μετ’ ὀξυμέλιτος κεκραμμένου πλῆθος κοτύλης α νήστει. δίδου δὲ ὁμοίως καὶ τοῖς μελαγχολικοῖς καὶ τὴν διάνοιαν τεταραγμένοις καὶ φόβῳ ἀλόγῳ συνεχομένοις 𐅻 γ μετὰ 𐆂 ε ο α τοῦ ὀξυμέλιτος κεκραμμένου. ἐπὶ ὀφθαλμιώντων καὶ σφόδρα ὀδυνωμένων δίδου ὁμοίως νήστει καὶ πρὸ δείπνου καὶ ἐπὶ ποδαγρικῶν ὀδυνωμένων καὶ μὴ δύνασθαι κινεῖσθαι δίδου μετ’ οἴνου ἀκράτου ὁμοίως· ἐπὶ δὲ διδύμων ἐπηρμένων δίδου ὁμοίως 𐅻 γ μετὰ 𐆂 ε ο α οἴνου νήστει, πλὴν μέντοι τῷ μέλανι θύμῳ τῷ καλουμένῳ ἐλλεβόρῳ μηδόλως κέχρησο· φθαρτικὸς γάρ ἐστι καὶ χολῆς γεννητικός, ἀλλὰ τῷ ἔχοντι ἄνθος ἐμπόρφυρον μὲν φύσει, λευκὸν δέ τι ἔχον ἔμπλεων. Θύμβρα.[20] |
| 167 | Καὶ τὰ θύμβρα δὲ μάλιστα τὰ κηπευόμενα παραπλησίας μέν εἰσι δυνάμεως τῷ θύμῳ, ἀσθενεστέρας δὲ πολλῷ. Ἴντυβοι παραπλησίαν τοῖς θρίδαξιν ἔχουσι τὴν δύναμιν, ἀπολειπόμενοι καὶ καθ’ ἡδονὴν αὐτῶν καὶ κατ’ ἄλλα πάντα τὰ πρόσθεν περὶ θριδάκων εἰρημένα. |
| 169 | Ἰξός. Ἐκ πλείστης μὲν ἀερώδους τε καὶ ὑδατώδους οὐσίας θερμῆς, ἐλαχίστης δὲ γεώδους σύγκειται· τὸ οὖν δριμὺ πλέον ἐστὶν ἐν αὐτῷ· ἕλκει τοιγαροῦν ἐκ τοῦ βάθους ἰσχυρῶς ὑγρότητας, οὐ τὰς λεπτὰς μόνον, ἀλλὰ καὶ τὰς παχυτέρας καὶ ταύτας διαχεῖ τε καὶ διαφορεῖ. ἐστὶ δὲ τῶν οὐκ εὐθὺς θερμαινόντων φαρμάκων μετὰ τὴν πρώτην ἐπίθεσιν, ἀλλὰ χρόνου δεομένων, ὡς ἡ θαψία. Ἴου τὰ φύλλα τὴν ὑδατώδη καὶ ὑπόψυχρον οὐσίαν ἐπικρατοῦσαν κέκτηται καὶ διὰ τοῦτο καὶ καθ’ ἑαυτὰ καὶ μετὰ ἀλφίτων ἐπιπαττόμενα τὰς θερμὰς φλεγμονὰς παρηγορεῖ.[5] |
| 170 | ἐπιτίθεται δὲ καὶ κατὰ τὸ στόμα τῆς κοιλίας ἐγκαιόμενον καὶ ἐπὶ ὀφθαλμῶν. Ἵππουρις στυπτικὴν μετὰ πικρότητος ἔχει ποιότητα καὶ διὰ τοῦτο ξηραντικὴν ἰσχυρῶς τε ἅμα καὶ ἀδήκτως. |
| 171 | τραύματα οὖν τὰ μέγιστα καταπλαττομένη κολλᾷ, κἂν νεῦρα ἐπιτεμνόμενα τύχῃ, καὶ τὰς καλουμένας ἐντεροκήλας ὀνίνησιν· ἀλλὰ καὶ πρὸς τὰς ἀναγωγὰς τοῦ αἵματος καὶ ῥοῦν γυναικεῖον καὶ μάλιστα τὸν ἐρυθρόν, ἔτι δὲ δυσεντερίας καὶ τὰ ἄλλα τὰ κατὰ τὴν γαστέρα ῥεύματα, γενναῖον φάρμακον ἡ πόα πινομένη μεθ’ ὕδατος ἢ οἴνου. γράφουσι δὲ περὶ αὐτῆς τινες ὡς καὶ κύστεως ἰάσατό ποτε καὶ τῶν λεπτῶν ἐντέρων τραύματα· ὁ δὲ χυλὸς αὐτῆς αἱμορραγίας τε τὰς ἐκ ῥινῶν ὠφελεῖ καὶ τὰ κατὰ τὴν γαστέρα ῥοώδη πάθη σύν τινι τῶν αὐστηρῶν οἴνων πινόμενος ἢ μεθ’ ὕδατος ἐπὶ τῶν πυρεττόντων. Ἰσάτις.[10] |
| 172 | Ἡ μὲν ἥμερος, ᾗ οἱ βαφεῖς χρῶνται, ξηραντικῆς ἰσχυρῶς ἐστι δυνάμεως, οὐδέπω δακνούσης. πικρά τε ἅμα καὶ στυπτική. ταῦτά τοι καὶ τὰ μεγάλα τραύματα τῶν σκληρῶν σωμάτων κολλᾷ, κἂν ἐν ταῖς τῶν μυῶν ᾖ κεφαλαῖς, καὶ κατὰ τῶν αἱμορραγούντων ὠφελίμως ἐπιπλάττεται, καὶ τοὺς οἰδηματώδεις ὄγκους θαυμαστῶς διαφορεῖ τε ἅμα καὶ προσστέλλει καὶ πρὸς πάντα τὰ κακοήθη ἕλκη δραστικῶς ἀνθίσταται, κἂν σήπηται κἂν ἀναβιβρώσκηται. εἰ δέ ποτε τῆς τοῦ κάμνοντος δυνάμεως ἰσχυροτέρα φαίνοιτο, μιγνύναι χρὴ τοῖς φύλλοις αὐτῆς λειωθεῖσιν ἢ ἄρτον ἢ κρίθινον ἄλευρον ἢ πύρινον ἢ ἄλφιτα κατὰ τὴν ἐπικρατοῦσαν ἐν ἑκάστῳ διάθεσιν. Ἰσάτις ἀγρία ἔχει τι δριμὺ σαφὲς ἤδη κατὰ τὴν γεῦσιν καὶ τὴν ἐνέργειαν, καὶ διὰ τοῦτο τῆς ἡμέρου ξηραντικωτέρα γενομένη πρὸς μὲν τὰς ὑγρὰς σηπεδόνας ἰσχυρότερον ἀνθίσταται, τὰ δ’ ἄλλα τὰ προειρημένα χείρων ἐστίν· ἀμετρότερον γὰρ ἤδη καὶ μετὰ τοῦ δάκνειν ξηραίνει ταῦτα· ἐρεθίζει τε καὶ φλεγμονὰς ἐπεγείρει· διὰ δὲ τὸ ἰσχυρὸν τῆς δυνάμεως καὶ τοῖς σπληνικοῖς ὑπάρχει χρήσιμος, οὔπω τῆς ἡμέρου ὠφελούσης.[5] |
| 174 | Ἰτέα. Ἰτέας χρήσαιτο μὲν 〈ἄν〉 τις καὶ τοῖς φύλλοις εἰς τραυμάτων ἐναίμων κόλλησιν, οὐ μὴν ἀλλὰ καὶ τῷ ἄνθει αὐτῆς, ᾧ μάλιστα ἅπαντες σχεδὸν οἱ ἰατροὶ χρῶνται πρὸς ἐμπλάστρου ξηραίνοντος σκευασίαν. ἐστὶ γὰρ ἡ δύναμις αὐτῶν ἀδήκτως ξηραντική, ἔχει δέ τινα καὶ στύψιν. ἔνιοι δὲ καὶ χυλὸν ἐξ αὐτῶν ποιοῦντες ἄδηκτόν τε καὶ ξηραῖνον ἴσχουσι φάρμακον εἰς πολλὰ χρήσιμον καὶ ὁ φλοιὸς δὲ τοῦ δένδρου παραπλήσιος ὑπάρχει τῇ τε τῶν ἀνθῶν καὶ τῶν φύλλων δυνάμει, πλὴν ὅτι ξηρότερός ἐστι τὴν κρᾶσιν, ὥσπερ ἀμέλει πάντες οἱ φλοιοί. ἀλλὰ τοῦτόν γε καίουσιν ἔνιοι καὶ χρῶνται τῇ τέφρᾳ πρὸς ὅσαπερ ἂν ἰσχυρῶς δέωνται ξηρᾶναι. τοὺς γοῦν καλουμένους ἥλους καὶ τύλους ἔτι τε μυρμηκίας ἐξαίρουσιν αὐτῷ δεύοντες ὄξει δριμεῖ. ἔνιοι δὲ κατὰ τὸν καιρὸν τῆς ἀνθήσεως ἐντέμνοντες τὸν φλοιὸν ὀπόν τινα ἀθροίζουσι καὶ χρῶνται πρὸς τὰ ταῖς κόραις ἐπισκοτοῦντα, ῥυπτικωτέρῳ τε ἅμα καὶ λεπτομερεῖ φαρμάκῳ· χρήσαιτο δ’ ἄν τις καὶ εἰς ἄλλα πολλὰ τοιούτῳ γε ὄντι αὐτῷ. Καλαμίνθη λεπτομερής ἐστι τὴν οὐσίαν καὶ θερμὴ καὶ ξηρὰ τὴν κρᾶσιν, ἐκ τῆς τρίτης που τάξεως καθ’ ἑκατέρας τὰς ποιότητας.[15] |
| 175 | πινομένη δὲ αὐτὴ καθ’ ἑαυτὴν ξηρὰ διὰ μελικράτου θερμαίνει τε σαφῶς καὶ ἱδρῶτας κινεῖ καὶ διαφορεῖ καὶ ξηραίνει τὸ σύμπαν σῶμα. διὰ τοῦτο γοῦν αὐτῇ τινες ἐχρήσαντο καὶ πρὸς τὰ κατὰ περίοδον ῥίγη, ἔξωθεν 〈μὲν〉 ἀφεψήσαντες ἐλαίῳ καὶ συναλείφοντες ὅλον τὸ σῶμα μετὰ τρίψεως γενναίας, ἔσωθεν δὲ λαμβάνοντες, ὡς εἴρηται. καὶ μέν γε καὶ κατὰ τῶν ἰσχίων καταπλάττουσί τινες αὐτὴν ἐπὶ τῶν ἰσχιαδικῶν ὡς γενναῖον βοήθημα· καὶ γὰρ ἕλκει τὰ ἐκ τοῦ βάθους εἰς τὴν ἐπιφάνειαν καὶ θερμαίνει σύμπαν τὸ ἄρθρον, ἐπικαίει τε σαφῶς τὸ δέρμα καὶ τὰ καταμήνια πινομένη τε καὶ προστιθεμένη προκαλεῖται δραστηρίως. ἀγαθὸν δὲ κἀπὶ τῶν ἐλεφαντιώντων τὸ φάρμακον, οὐ μόνον τῷ γενναίως διαφορεῖν τοὺς λεπτοὺς χυμούς, ἀλλὰ καὶ τῷ λεπτύνειν καὶ τέμνειν ἰσχυρῶς τοὺς παχεῖς, οἷοί πέρ εἰσιν οἱ καὶ τοῦτο τὸ νόσημα γεννῶντες· οὕτω δὲ καὶ οὐλὰς μελαίνας λαμπρύνει καὶ ὑπώπια διαφορεῖ. κάλλιον δὲ ἐπὶ τῶν τοιούτων ἕψοντας ἐν οἴνῳ καταπλάττειν αὐτήν, καὶ χλωρὰν μᾶλλον ἢ ξηράν· ἰσχυροτέρα γὰρ ξηρανθεῖσα γίγνεται καὶ καίειν ἑτοιμοτέρα. καταπλάσσεται δὲ καὶ κατὰ τῶν δηγμάτων τῶν ἰοβόλων, διὰ δὲ τὴν συνοῦσαν πικρότητα καὶ ἀσκαρίδας καὶ ἕλμινθας ἐνιέμενός τε καὶ πινόμενος ὁ χυλὸς αὐτῆς ἀναιρεῖν πέφυκε καὶ τοὺς ἐν ὠσὶ δὲ καὶ ἕλκεσι σκώληκας. ὀνίνησι δὲ καὶ τοὺς ἀσθματικοὺς καὶ τοὺς ἰκτερικοὺς τῷ ῥύπτειν τε καὶ διακαθαίρειν τὰς καθ’ ἧπαρ ἐμφράξεις. ἐστὶ δὲ εἰς ἅπαντα τὰ εἰρημένα πρακτικωτέρα ἡ ὄρειος. Ὀρφεὺς δέ φησιν ὅτι ὁ χυλὸς αὐτῆς σὺν ἴσῳ ῥοδίνῳ μετὰ ψιμμυθίου λειωθείς, ὡς γλοιοῦ ἔχειν πάχος, καὶ ἐπιχριόμενος τὰ πυρίκαυτα θεραπεύει. τὸ δὲ παράδοξον, ὅτι οὐδὲ οὐλὴ φαίνεται καὶ τριχοφυεῖ ὁ τόπος. σὺν κιμωλίᾳ δὲ καὶ ἀλόῃ ἴσως λειώσας τὸν χυλὸν καὶ ἐπιχρίσας μέτωπον καὶ κροτάφους παύσεις παραχρῆμα κεφαλῆς ὀδύνας. Κάλαμος ἀρωματικὸς στύψεως βραχείας καὶ δριμύτητος ἐλαχίστης μετέχει.[25] |
| 176 | τὸ δὲ πλεῖστον αὐτοῦ γεώδους οὐσίας ἐστὶ καὶ ἀερώδους, εὐκράτων κατὰ θερμότητα καὶ ψυχρότητα, ὅθεν οὐρητικός τε μετρίως ἐστὶ καὶ ταῖς πρὸς ἧπαρ καὶ στόμαχον ἐπιτιθεμέναις μίγνυται δυνάμεσιν, εἴς τε τὰς τῆς ὑστέρας πυρίας χρησίμως μίγνυται, ὅσαι φλεγμοναῖς προσφέρονται, 〈ἢ〉 ἐρεθισμῶν ἕνεκα τῶν καταμηνίων παραλαμβάνονται. κείσθω τοίνυν τῆς δευτέρας τάξεως τῶν θερμαινόντων καὶ ξηραινόντων μᾶλλον ἢ θερμαινόντων. Κάλαμος φραγμίτης.[5] |
| 177 | Καλάμου φραγμίτου ἡ ῥίζα ῥυπτικῆς μετέχει δυνάμεως οὐκ ὀλίγης, ἥκιστα δὲ δριμείας. τὰ μέντοι χλωρὰ φύλλα μετρίως ἐμψύχει, μετέχοντα τῆς ῥυπτικῆς καὶ ταῦτα δυνάμεως. ὁ δὲ φλοιὸς αὐτοῦ καυθεὶς λεπτομεροῦς ἱκανῶς καὶ διαφορητικῆς γίνεται δυνάμεως, ἔχων τι καὶ ῥυπτικόν, ὡς καὶ θερμαίνειν καὶ ξηραίνειν κατὰ τὴν τρίτην που τάξιν καὶ πλέον γε ξηραίνειν ἢ θερμαίνειν. Καννάβεως ὁ καρπὸς δύσπεπτός τέ ἐστι καὶ κεφαλαλγὴς καὶ κακόχυμος· εἰ δὲ καὶ φρυχθείη καὶ οὕτως ἅπτεται τῆς κεφαλῆς τῷ θερμαίνειν ἱκανῶς, ἀτμὸν ἀναπέμπων ἐπ’ αὐτὴν θερμόν τε ἅμα καὶ φαρμακώδη· τῷ δὲ ξηρὰν ἔχειν τὴν κρᾶσιν καὶ ἄφυσον εἶναι ξηραίνει τὴν γονήν.[5] |
| 179 | Κάπνιος ἢ καπνὸς δριμείας ἅμα καὶ πικρᾶς μετέχει ποιότητος, οὐκ ἀπήλλακται δὲ παντάπασιν οὐδὲ τῆς στρυφνῆς, ὅθεν οὖρά τε χολώδη προτρέπει πολλὰ καὶ τὰς καθ’ ἧπαρ ἐμφράξεις τε καὶ ἀτονίας ἰᾶται, καὶ ὁ χυλὸς δὲ αὐτῆς ὀξυδερκής ἐστιν ἐπισπώμενος δάκρυον, ξηρὰ δὲ λεῖα ἐπιπαττομένη μελικράτῳ καὶ πινομένη λαπάττει γαστέρα, οἴνῳ δὲ ὁμοίως ἐπιπαττομένη κεκραμμένῳ ῥωννύει στόμαχον. δίδου δὲ θαρρῶν τὸ ἀφέψημα αὐτῆς καὶ τοῖς ὁπωσοῦν πυρέττουσιν. Καππάρεως.[5] |
| 180 | Ὁ μὲν φλοιὸς τῆς ῥίζης ἐπικρατοῦσαν ἔχει τὴν πικρὰν ποιότητα, δευτέραν δὲ τὴν δριμεῖαν, ἐφεξῆς δὲ ταύτῃ τὴν στρυφνήν, ᾧ δῆλον ὡς ἐκ διαφόρων τε καὶ μαχομένων σύγκειται δυνάμεων. ῥύπτειν μὲν γὰρ δύναται καὶ διακαθαίρειν καὶ τέμνειν τῇ πικρότητι, θερμαίνειν δὲ καὶ διαφορεῖν καὶ λεπτύνειν τῇ δριμύτητι, συνάγειν δὲ καὶ πιλεῖν καὶ σφίγγειν τῇ στρυφνότητι· καὶ διὰ τοῦτο σπλῆνας σκιρρώδεις, εἴπερ τι καὶ ἄλλο, τοῦτο τὸ φάρμακον ὀνίνησιν, ἔξωθέν τε τοῖς ἐπιτηδείοις καταπλάσμασι μιγνύμενον, εἴσω τε τοῦ σώματος λαμβανόμενον, ἤτοι γε ἀφεψόμενον ἐν ὄξει τε καὶ ὀξυμέλιτι καὶ τοῖς τοιούτοις, ἢ ξηρὸν λεῖον ἀναμιγνύμενον αὐτοῖς. κενοῖ γὰρ φανερῶς τοὺς γλίσχρους καὶ παχεῖς χυμοὺς οὕτω ληφθὲν οὐ δι’ οὔρων μόνον, ἀλλὰ καὶ διὰ γαστρός. πολλάκις δὲ καὶ αἱματώδη διαχωροῦσιν, ἐφ’ οἷς οἵ τε σπλῆνες ὀνίνανται καὶ αἱ κατ’ ἰσχίον ὀδύναι. καὶ μὲν δὴ καὶ καταμήνια κινεῖ καὶ ἀποφλεγματίζει καὶ καταπαττόμενος δὲ τοῖς κακοήθεσιν ἕλκεσιν ὁ τῆς ῥίζης φλοιὸς λεῖος ἀγαθὸν φάρμακον, ὡς ἂν ἀπορρύπτειν τε δυνάμενος αὐτὰ καὶ ξηραίνειν ἰσχυρῶς. καὶ τοὺς ὀδόντων δὲ πόνους ὠφελεῖ σὺν οἴνῳ ἑψόμενος ἢ ὄξει. καὶ χοιράδας δὲ καὶ ὄγκους σκληροὺς διαφορεῖ, τοῖς ἐπιτηδείοις πρὸς ταῦτα φαρμάκοις μιγνύμενος. καὶ μὲν δὴ καὶ τὰ φύλλα καὶ ὁ καυλὸς καὶ ὁ καρπὸς παραπλησίας ἐστὶ τῷ φλοιῷ δυνάμεως, πλὴν ὅσον ἀσθενέστερα, καὶ ἔγωγέ ποτε τοῖς φύλλοις μόνοις οἶδα διαφορήσας ἐν ὀλιγίσταις ἡμέραις χοιράδων σκληρότητα. μίγνυται δὲ αὐτοῖς δηλονότι τῶν ἀμβλυνόντων τι τὸ σφοδρὸν τῆς δυνάμεως. οὐδὲν δὲ θαυμαστὸν εἰ καὶ τοὺς ἐν ὠσὶ σκώληκας ὁ χυλὸς ἀναιρεῖ διὰ τὴν πικρότητα· ὁ δὲ ἐν τῇ ἅλμῃ τιθέμενος καρπὸς ἀποπλυθεὶς καὶ διαβραχεὶς ἄχρι τοῦ τελέως ἀποτίθεσθαι τὴν ἐκ τῶν ἁλῶν δύναμιν, φάρμακον ἐπιτήδειον γίγνεται ἐπεγείρειν πεπτωκυῖαν ὄρεξιν, ἀπορρύψαι τε καὶ ὑπαγαγεῖν τὸ κατὰ τὴν γαστέρα φλέγμα καὶ τὰς κατὰ σπλῆνά τε καὶ ἧπαρ ἐμφράξεις ἐκκαθαίρειν· χρῆσθαι δὲ εἰς ταῦτα προσῆκεν αὐτῷ δι’ ὀξυμέλιτος ἢ δι’ ὀξελαίου πρὸ τῶν ἄλλων ἁπάντων σιτίων. Καρδάμου τὸ σπέρμα μετέχει καυστικῆς δυνάμεως, ὥσπερ τὸ νάπυ, καὶ διὰ τοῦτο καὶ ἰσχιάδα καὶ κεφαλαλγίαν καὶ ὁτιοῦν ἄλλο τῶν δεομένων φοινίξεως ἐκθερμαίνουσιν αὐτῷ, καθάπερ τῷ νάπυϊ.[30] |
| 181 | μίγνυται δὲ ὠφελίμως καὶ τοῖς ἀσθματικοῖς βοηθήμασιν, ὡς ἂν δηλονότι τέμνειν τοὺς παχεῖς χυμοὺς δυνάμενον. καὶ ἡ πόα δὲ παραπλησίας ἐστὶ δυνάμεως τῷ σπέρματι, ἀσθενεστέρα δέ· ὅθεν ἐσθιομένη θερμαίνει σφοδρῶς· ἐστὶ δὲ κεφαλαλγής. Καρδάμωμόν ἐστι μὲν καὶ τοῦτο θερμῆς ἱκανῶς δυνάμεως, ὡς ἑλκοῦν καταπλαττόμενον, ἧττον μέντοι τοῦ καρδάμου.[5] |
| 182 | ἔχει δέ τι καὶ πικρότητος ἐν ἑαυτῷ, δι’ ἣν καὶ τὰς ἕλμινθας ἀναιρεῖ καὶ ψώρας ἰσχυρῶς ἀπορρύπτει σὺν ὄξει. Καρώου τὸ σπέρμα ξηραίνει καὶ θερμαίνει κατὰ τὴν τρίτην που τάξιν καὶ δριμεῖαν δὲ μετρίως ἔχει τὴν ποιότητα. |
| 183 | ταῦτά τοι καὶ ἄφυσόν ἐστι καὶ οὐρητικὸν οὐ τὸ σπέρμα μόνον, ἀλλὰ καὶ τὸ φυτὸν ὅλον. Κασία θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν. |
| 184 | ἐστὶ δὲ καὶ λεπτομερὴς ἱκανῶς, ἐν δὲ τῇ γεύσει πλεῖστον μὲν τὸ δριμὺ ἔχει, βραχὺ δέ τι καὶ στῦφον, ὥστε διὰ ταῦτα πάντα τέμνει τε ἅμα καὶ διαφορεῖ τὰ κατὰ τὸ σῶμα περιττὰ καὶ πρὸς τούτοις ἔτι ῥώμην ἐντίθησι τοῖς ὀργάνοις. ἐπιτήδειος δὲ καὶ πρὸς τὰς τῶν καταμηνίων ἐπισχέσεις ἐστίν, ὅταν ὑπὸ πλήθους τε ἅμα καὶ πάχους τῶν περιττωμάτων αὐτάρκως κενοῦσθαι κωλύηται. Καρύα τὸ δένδρον ἔχει μέν τι κἀν τοῖς βλαστοῖς καὶ τοῖς φύλλοις στυπτικόν, ἐναργὲς δὲ καὶ πλεῖστον ἐν τῷ τοῦ καρύου λέμματι προσφάτῳ τε καὶ ξηρῷ.[5] |
| 185 | χρῶνται οὖν αὐτῷ διὰ τοῦτο καὶ οἱ βαφεῖς. ἡμεῖς δὲ ἐκθλίβοντες αὐτὰ καὶ τὸν χυλὸν ὁμοίως τῷ τῶν μόρων καὶ τῶν βάτων, ἕψοντες σὺν μέλιτι στομαχικῷ τε χρώμεθα φαρμάκῳ καὶ πρὸς τὰ ἄλλα πάντα πρὸς ὅσαπερ ἁρμόζουσιν οἱ προειρημένοι χυλοί. τοῦ καρύου δὲ αὐτοῦ τὸ μὲν ἐδώδιμον ἐλαιῶδές τέ ἐστι καὶ λεπτομερές, μετέχει δὲ καὶ τῆς στυφούσης ποιότητος ἐπ’ ὀλίγον, ἥτις ἐν τῷ χρόνῳ προιόντι μαραίνεται, μεταπιπτούσης ὅλης αὐτοῦ τῆς οὐσίας εἰς τὸν λιπαρὸν χυμόν, ὡς παραπλήσιον φαίνεσθαι ἐλαίῳ παλαιῷ καὶ διὰ τοῦτο τελέως γίνεσθαι ἄβρωτον. τὸ δὲ χλωρὸν ἔτι καὶ ὑγρὸν οὔτε τῆς στυφούσης σαφῶς μετέχει ποιότητος οὔτε τῆς ἐλαιώδους, ὅθεν πρὸς διαχώρησιν μὲν ἐπιτηδειότερόν ἐστι τοῦ ξηροῦ καὶ μάλιστα εἰ, ὥς τινες ποιοῦσι, μετὰ γάρου προσφέρεται. ἀλλὰ καὶ τῶν ξηρῶν προβρεχομένων ἐν ὕδατι, καθάπερ ἔνιοι ποιοῦσιν, ἡ δύναμις παραπλησία γίνεται τοῖς χλωροῖς. πέττεταί γε μὴν μᾶλλον τὸ κάρυον καὶ εὐστομαχώτερον γίγνεται, ὅταν σὺν ἰσχάσιν ἐσθίηται. φασὶ δὲ τὸν ἐσθίοντα ἰσχάδας μετὰ καρύων καὶ πηγάνου πρὸ τῶν σιτίων μηδὲν ὑπὸ τῶν θανασίμων φαρμάκων μέγα βλάπτεσθαι. παλαιουμένου δὲ αὐτοῦ ἔλαιον ἐκθλῖψαι ἐξ αὐτοῦ δυνατόν ἐστι καὶ διαφορητικὸν ἱκανῶς τηνικαῦτα γίγνεται, ὥς τινες καὶ γαγγραίνας αὐτῷ καὶ ἄνθρακας καὶ αἰγίλωπας ἰῶνται. τὸ μέντοι λέπος αὐτοῦ τὸ ξηρὸν καυθὲν λεπτομερές τε γίγνεται καὶ ξηραντικὸν καὶ ἄδηκτον φάρμακον. Λεπτοκάρυα.[20] |
| 186 | Τὰ δὲ λεπτοκάρυα, ἃ δὴ καὶ ποντικὰ προσαγορεύεται, ψυχρότερά ἐστι καὶ αὐστηρότερα ὡς γεωδέστερα· τὰ δὲ ἄλλα παραπλήσιά ἐστι τῷ βασιλικῷ καρύῳ. ἐστὶ δὲ κεφαλαλγῆ ἐσθιόμενα. Καστάνια. |
| 187 | Περὶ καστανίων ἐν τῷ περὶ δρυὸς λόγῳ προγέγραπται. Κέγχρος ψύχει μὲν κατὰ τὴν πρώτην τάξιν, ξηραίνει δὲ ἤτοι κατὰ τὴν τρίτην ἐκλελυμένην ἢ τὴν δευτέραν ἐπιτεταμένην. |
| 188 | ἐστὶ δέ πως λεπτομερὴς ἐπ’ ὀλίγον, ὅθεν ἐσθιομένη μὲν ὡς ἔδεσμα παντελῶς ὀλιγοτροφώτατόν ἐστιν ἁπάντων σχεδόν τι τῶν σιτηρῶν ἐδεσμάτων. ἀτὰρ οὖν καὶ κοιλίαν ξηραίνει, ἔξωθεν δὲ ἐπιτιθεμένη διὰ μαρσίπων ἐπιτήδειός ἐστι πυρία τοῖς ἀδήκτως ξηρανθῆναι δεομένοις. Κέδρος.[5] |
| 189 | Ἐστὶ μὲν διττὴ κατ’ εἶδος. κράσεως δέ εἰσιν ἀμφότεραι τῆς τρίτης τάξεως ἐν τῷ θερμαίνειν καὶ ξηραίνειν. ἡ μέντοι κεδρέα, ἡ ἐξ αὐτῶν γιγνομένη, καὶ τῆς τετάρτης ἂν ἤδη ἅπτηται τάξεως. ἐστὶ δὲ τῆς πρώτης τάξεως τῶν σηπτικῶν καλουμένων, ἱκανῶς θερμή τε καὶ λεπτομερὴς ὑπάρχουσα. τὰς μέντοι ἁπαλὰς σάρκας ἑτοίμως τε ἅμα καὶ ἀνωδύνως σήπει· ἐκ τῆς 〈γὰρ〉 ἐν τοῖς σώμασι θερμότητος αὐξομένη ἡ ἐν αὐτῇ θερμασία. ἐπὶ δὲ τῶν σκληρῶν σωμάτων ἐν χρόνῳ τε πλέονι καὶ μόγις ἐνεργεῖ, ὅθεν ἐπὶ τῶν τεθνεώτων ἄσηπτα φυλάττει τὰ σώματα, τὰς μὲν ὑγρότητας αὐτῶν ἐκβοσκομένη τὰς περιττάς, τῶν στερεῶν δὲ σωμάτων οὐχ ἁπτομένη, διὰ τὸ μὴ τοσαύτην ἔχειν ἰσχυρὰν δύναμιν, ὥσπερ τὰ ἄλλα σηπτικὰ λεγόμενα. θαυμαστὸν δὲ οὐδέν, εἰ τοιαύτη τὴν δύναμιν οὖσα καὶ φθεῖρας καὶ κονίδας καὶ τοὺς ἐν ὠσὶ σκώληκας καὶ ἀσκαρίδας ἐν ἀπευθυσμένῳ ἀναιρεῖν πέφυκε· ἔμβρυα δὲ προστιθεμένη τὰ μὲν ζῶντα κτείνει, τὰ δὲ νεκρὰ ἐκβάλλει, περιαλειφομένη τῷ αἰδοίῳ κατὰ τὰς συνουσίας. καὶ διὰ τοῦτο ἀτόκιόν ἐστι φάρμακον οὕτω χρωμένοις οὐδενὸς δεύτερον. καὶ τοῖς δὲ τρήμασι τῶν ὀδόντων ἐνσταχθεῖσα τὰ μὲν ἀλγήματα πραύνει, θραύει δὲ αὐτούς. λεπτύνει δὲ καὶ τὰς ἐν ὀφθαλμοῖς οὐλὰς καὶ τὰς διὰ πάχος ὑγρῶν ἀμβλυωπίας ἰᾶται. Κεδρέλαιον.[15] |
| 190 | Τὸ δὲ λιπαρώτατον ἐξ αὐτῆς καὶ ἀκριβῶς ἐλαιῶδες, ὃ διὰ τῶν ὑπεραιωρουμένων ἐρίων ἑψομένης ἀθροίζεται, λεπτομερέστερον μὲν γίγνεται τῆς ὅλης κεδρέας, ἧττον δὲ δριμὺ καὶ δηκτικόν, καίτοι οὐχ ἧττον ἀλλὰ καὶ μᾶλλον ἐνεργεῖ τῆς κεδρέας· ὅθεν τούτῳ χρῶνται οἱ ἰδιῶται ἐπὶ τῶν γιγνομένων τραυμάτων τοῖς κειρομένοις προβάτοις ὑπὸ τῶν ψαλίδων καὶ πρὸς τὰς ψώρας καὶ τοὺς κρότωνας. Κεδρίδες.[5] |
| 191 | Οὕτω δὲ ὀνομάζουσι τὸν καρπὸν τῆς κέδρου, μετριωτέραν δὲ ἔχουσι τὴν δύναμιν, ὥστε καὶ ἐσθίεσθαι δύνασθαι. πλείους μέντοι καὶ τούτων, εἴ τις προσενέγκοιτο, τήν τε κεφαλὴν ἀλγεῖ καὶ θερμαίνεται καὶ δάκνεται τὸ στόμα τῆς γαστρός. Κενταυρίου τοῦ μεγάλου ἡ ῥίζα ἐξ ἐναντίων σύγκειται δυνάμεων· κατὰ μὲν οὖν τὴν γεῦσιν δριμεῖά τε ἅμα καὶ στύφουσα φαίνεται μετά τινος βραχείας γλυκύτητος, κατὰ δὲ τὰς ἐνεργείας ἡ μὲν δριμύτης τὰ τῆς θερμότητος ἔργα διαδείκνυται, προτρέπουσα καταμήνια καὶ ἔμβρυα νεκρὰ κατασπῶσα καὶ ζῶντα διαφθείρουσά τε ἅμα καὶ ἐκβάλλουσα· ἡ δὲ στύψις ἐνδείκνυται τὰ τῆς παχυμεροῦς καὶ γεώδους ψυχρότητος ἔργα ἔν τε τῷ κολλᾶν τραύματα καὶ τοὺς αἷμα πτύοντας ὠφελεῖν.[5] |
| 192 | διδόναι δὲ δεῖ αὐτοῖς 𐅻 β , πυρέσσουσι μὲν μεθ’ ὕδατος, ἀπυρέτοις δὲ μετ’ οἴνου. κατὰ δὲ τὴν ἐξ ἁπασῶν τῶν ποιοτήτων ἐνέργειαν καὶ ῥήγμασι καὶ σπάσμασι καὶ δυσπνοίαις καὶ ταῖς πεπαλαιωμέναις ἁρμόττει βηξίν. οὐ γὰρ ἐκκενῶσαι χρὴ μόνον ἐπὶ τούτων τὸ παρὰ φύσιν, ἀλλὰ καὶ ῥῶσαι καὶ τονῶσαι τὰ ἐκκαθαρθέντα. τὰ δ’ αὐτὰ τῇ ῥίζῃ καὶ ὁ χυλὸς αὐτῆς ἐργάζεται καί τινες ἀντὶ λυκίου χρῶνται αὐτῷ, ἐκείνου μὴ παρόντος. Κενταυρίου τοῦ μικροῦ μὲν ἡ ῥίζα παντάπασιν ἄπρακτος, οἱ δὲ κλῶνες καὶ μᾶλλόν γε τὰ φύλλα καὶ τὰ ἐπ’ αὐτοῖς ἄνθη χρησιμώτατα.[10] |
| 193 | ἐπικρατεῖ δὲ ἐν αὐτοῖς ἡ πικρὰ ποιότης ὀλίγον τι καὶ στύψεως μετέχουσα καὶ διὰ τοῦτο ἰσχυρῶς ξηραντικόν ἐστι τὸ φάρμακον καὶ ἄνευ δήξεως· τά τε οὖν μεγάλα καὶ πρόσφατα τραύματα κολλᾷ ἡ πόα χλωρὰ καταπαττομένη καὶ τὰ παλαιὰ δὲ καὶ δυσκατούλωτα τῶν ἑλκῶν κατουλοῖ ὁμοίως προσαγομένη καὶ ξηρανθεῖσα δὲ ταῖς κολλητικαῖς καὶ ξηραντικαῖς μίγνυται δυνάμεσιν, ὅσαι κόλπους καὶ σύριγγας ἰᾶσθαι πεφύκασι καὶ τὰς παλαιὰς σκληρότητας μαλάττειν καὶ τὰ κακοήθη τῶν ἑλκῶν ἰᾶσθαι. μίγνυται δὲ καὶ τοῖς τὰς ῥευματικὰς διαθέσεις ἰωμένοις. τὸ δὲ ἀφέψημα τῆς πόας ἐνιᾶσί τινες ἰσχιαδικοῖς, ὡς ἄγον χολώδη καὶ παχέα. καὶ γὰρ καὶ καθαίρει, καὶ μὲν δὴ καὶ ὅταν ἐνεργήσῃ σφοδρῶς αἱματώδη κενοῖ καὶ μᾶλλον ὠφελεῖ. ὁ δὲ χυλὸς αὐτῆς παραπλησίας ὑπάρχων δυνάμεως, τουτέστι τῆς ξηραντικῆς τε καὶ ῥυπτικῆς, τά τε ἄλλα τὰ προειρημένα καλῶς ἐργάζεσθαι πέφυκε καὶ μετὰ μέλιτος ὑπαλείφεται τοῖς ὀφθαλμοῖς, ἔμμηνά τε προστιθέμενος ἄγει καὶ ἔμβρυα. διδόασι δὲ αὐτὸν πίνειν ἔνιοι καὶ τοῖς τὰ νεῦρα πεπονθόσιν, ὡς ἐκκενοῦντός τε καὶ ξηραίνοντος ἀλύπως τὰ ἐμπεπλασμένα. καὶ γὰρ οὖν καὶ τῶν καθ’ ἧπαρ ἐμφράξεων ἄριστον φάρμακον, ἀγαθὸν δὲ καὶ σπληνὶ ἐσκιρρωμένῳ καὶ ἔξωθεν μὲν ἐπιτιθέμενον, οὐδὲν δὲ ἧττον εἰ καὶ πίνειν τις θέλοι. δεῖ δὲ τὴν πόαν χυλίζειν ὅταν ἀκμαιοτάτη ἐστὶ καὶ ἐγκύμων τοῦ ἄνθους. δίδοται δὲ τοῦ χυλοῦ σὺν 𐆂 ε ο α ὕδατος θερμοῦ καὶ ἁλῶν ὀλίγων καὶ βραχέος ὄξους καὶ καθαίρει γενναίως τὸν μελαγχολικὸν χυμόν. τῆς δὲ κόμης κοπτομένης καὶ σὺν ἑφθῷ μέλιτι ἢ καὶ ἑψήματι εἰς κολλύρια ἀναπλαττομένης καὶ καθιεμένων αὐτῶν σύριγγάς τε περιχαράσσει καὶ τύλους ἐξαίρει. ἐπὶ δὲ ἰσχιαδικῶν τοὺς κορύμβους κόψας σείσας δίδου νήστει κοχλιάριον σὺν ὕδατι θερμῷ ἐπὶ ἡμέρας γ ἢ καὶ πλείους. ἐθαυμάσθη γὰρ ὡς πάνυ ἐνεργές· καὶ πρὸς πώλυπας δὲ ἐν μυκτῆρσι ξηρὸν ἐπίπασσε. Κέρασος τὸ δένδρον καρπὸν φέρει μετρίως στύφοντα μετὰ γλυκύτητος.[30] |
| 194 | ὁ μὲν οὖν πέπειρος καρπὸς καὶ γλυκὺς μᾶλλον ὑπέρχεται κατ’ ἔντερον, ἧττον δέ ἐστιν εὐστόμαχος, ὁ δὲ ἄωρος καὶ αὐστηρότερος τοὔμπαλιν. τὸ δὲ κόμμι τοῦ δένδρου, γράφουσί τινες, ὡς μετ’ οἴνου πινόμενον ὀνίνησι λιθιῶντας. Κερατωνία ξηραντικῆς ἐστι καὶ στυπτικῆς δυνάμεως, ὥσπερ καὶ ὁ καρπὸς αὐτῆς τὰ καλούμενα κεράτια, μετέχων δηλονότι καὶ γλυκύτητός τινος· πέπονθε δέ τι καὶ ταῦτα τοῖς κερασίοις παραπλήσιον· ὑγρὰ μὲν γὰρ ὄντα τὰ κεράτια ὑπάγει μᾶλλον τὴν γαστέρα, ξηρὰ δὲ ἵστησι μᾶλλον.[5] |
| 196 | Κέστρον τὸ ψυχρότροφον λεγόμενον, ῥωμαιστὶ δὲ βεττονίκη καλεῖται, δύναμιν ἔχει τμητικήν, ὡς ἡ γεῦσις δηλοῖ, πικρὰ καὶ δριμεῖα ὑπάρχουσα ἡ πόα, 〈ὡς δηλοῖ〉 καὶ ἡ κατὰ μέρος ἐνέργεια. καὶ γὰρ καὶ τοὺς ἐν νεφροῖς λίθους διαιρεῖ καὶ πνεύμονα καὶ θώρακα καὶ ἧπαρ ἐκκαθαίρει τε καὶ ῥύπτει καὶ καταμήνια κινεῖ καὶ ἐπιληπτικοὺς ὠφελεῖ καὶ ῥήγματα καὶ σπάσματα θεραπεύει καὶ ὀξυρεγμιῶντας δὲ καὶ ἰσχιαδικοὺς ὀνίνησι πινομένη. Κηκὶς ἡ μὲν ὀμφακῖτις στρυφνὸν ἱκανῶς ἐστι φάρμακον, οὐσίας γεώδους ψυχρᾶς τὸ πλεῖστον μετέχουσα, δι’ ἣν καὶ ξηραίνει καὶ ἀποκρούεται ῥεύματα καὶ συνάγει καὶ σφίγγει τὰ χαλαρὰ καὶ ἄρρωστα μόρια καὶ πᾶσι τοῖς ῥοώδεσι πάθεσι γενναίως ἀνθίσταται.[5] |
| 197 | καὶ κείσθω τῆς τρίτης μὲν ἐν τῷ ξηραίνειν, τῆς δευτέρας δὲ ἐν τῷ ψύχειν τάξεως. ἡ δὲ ἑτέρα κηκὶς ἡ ξανθὴ καὶ χαύνη καὶ μεγάλη ξηραίνει μὲν καὶ αὐτή, ἀλλ’ εἰς τοσοῦτον ἧττον, εἰς ὅσον καὶ τῆς στρυφνῆς ποιότητος ἧττον μετείληφεν. ἑψομένη τοιγαροῦν αὐτὴ καθ’ ἑαυτήν, εἶτα λειουμένη, κατάπλασμα τῶν ἐν ἕδρα φλεγμονῶν ἐστι καὶ προπτώσεων οὐκ ἀγεννές. ἕψειν δὲ χρὴ μετρίας μὲν τῆς στύψεως δεόμενον ἐν ὕδατι, σφοδρᾶς δὲ ἐν οἴνῳ καὶ μάλιστα αὐστηρῷ. καυθεῖσαι δὲ κηκίδες ἰσχαίμου δυνάμεως γίγνονται καὶ δηλονότι θερμότητος καὶ δριμύτητος ἐκ τῆς καύσεως μεταλαμβάνουσι καὶ λεπτομερέστεραι τῶν ἀκαύστων γίγνονται καὶ ξηραντικώτεραι. χρὴ δὲ διαπύρους ἐπ’ ἀνθράκων ἐργασάμενον ὄξει ἢ οἴνῳ σβεννύναι. Κηρὸς ἐν τῷ μέσῳ πώς ἐστι τῶν θερμαινόντων τε καὶ ψυχόντων ὑγραινόντων τε καὶ ξηραινόντων· ἔχει δέ τι καὶ παχυμερὲς καὶ ἐμπλαστικόν, διὰ οὐ μόνον οὐ ξηραίνει ἀλλὰ καὶ κατὰ συμβεβηκὸς ὑγραίνειν 〈ἂν〉 δόξειε κωλύων τὰς διαπνοάς, ὅθεν καὶ ὕλη τῶν ἄλλων ἐστὶ φαρμάκων.[5] |
| 198 | αὐτὸς δὲ καθ’ ἑαυτὸν ἐκ τῶν πεπτικῶν ἂν εἴη τῶν ἀσθενῶν τῶν ἔξωθεν ἐπιτιθεμένων. ἔχει γάρ τι βραχὺ διαφορητικῆς δυνάμεως, ἧς πλείστης τὸ μέλι μετείληφε. Κιβώριον. |
| 199 | Τὸν χλωρὸν καρπὸν τῶν αἰγυπτίων κυάμων καλοῦσι κιβώριον, ὅθεν ἐκ τοῦ περὶ κυάμων λόγου καὶ περὶ τούτου δεῖ σκοπεῖσθαι. Κινάρα κακόχυμόν ἐστιν ἔδεσμα καὶ μάλισθ’ ὅταν σκληροτέρα ἑαυτῆς γένηται· καὶ γὰρ καὶ τὸν χολώδη χυμὸν ἐν ἑαυτῇ τηνικαῦτα πλείονα ἐπικτᾶται καὶ τὴν ὅλην οὐσίαν ἔχει ξυλωδεστέραν, ὥστε ἐκ μὲν ταύτης μελαγχολικὸν γεννᾶσθαι χυμόν, ἐκ δὲ τοῦ κατ’ αὐτὴν χυλοῦ λεπτὸν καὶ πικρόχολον.[5] |
| 200 | ἄμεινον οὖν προαφεψήσαντας αὐτὴν ἐσθίειν. Κίκεως ὁ καρπός, ὅν τινες κρότωνα καλοῦσιν, ὅσπερ καὶ καθαίρει, ῥυπτικήν τε καὶ διαφορητικὴν ἔχει δύναμιν· τὰ δὲ φύλλα ἀσθενέστερα. |
| 201 | τὸ δὲ ἐκ τοῦ καρποῦ ἔλαιον θερμότερον καὶ λεπτομερέστερόν ἐστι τοῦ κοινοῦ καὶ διὰ τοῦτο καὶ διαφορητικόν. Κίσθος ἢ κίσθαρος. |
| 202 | Στυπτικὸς ὁ θάμνος ἐστὶν εἰς τοσοῦτον ὡς τὰ φύλλα αὐτοῦ καταπλασσόμενα κολλᾶν τραύματα· τὰ δὲ ἄνθη δραστικώτερα, ὡς μετ’ οἴνου πινόμενα δυσεντερίας καὶ γαστρὸς ἀτονίας καὶ ῥεύματα καὶ ὑγρότητας ἰᾶσθαι. καταπλασσόμενα δὲ τὰ σηπεδονώδη τῶν ἑλκῶν ὀνίνησι τῷ ξηραίνειν οὐκ ἀγεννῶς, σχεδόν που κατὰ τὴν δευτέραν ἀπόστασιν. μετέχει δὲ ἡ τοῦ θάμνου ψῦξις καὶ χλιαρᾶς ποιότητος. Ὑποκιστίς.[5] |
| 203 | Ἡ δὲ ὑποκιστὶς ἢ ὑποκισθὶς ὀνομαζομένη πολὺ δή τι τῶν φύλλων ἐστὶ στυπτικωτέρα, δραστικὸν ἱκανῶς φάρμακον εἰς πάντα τὰ ῥοώδη πάθη, οἷον αἵματος ἀναγωγαῖς καὶ ῥῷ γυναικείῳ κοιλιακαῖς τε καὶ δυσεντερικαῖς διαθέσεσιν. ἀλλὰ καὶ ῥωννύναι τι μόριον εἰ βουληθείημεν, ἔκλυτον ὑγρότητι πλέονι γεγενημένον, ἐντίθησι τόνον αὐτῷ οὐκ ἀγεννῶς. 〈οὕτω〉 τοι καὶ στομαχικοῖς καὶ ἡπατικοῖς ὠφέλιμος, ῥώννυσι καὶ τονοῖ μιγνυμένη τοῖς ἐπιτηδείοις ἐπιθέμασιν ἢ ἀντιδότοις. Κίσθος ἢ λήδων.[5] |
| 204 | Ἐν τοῖς θερμοτέροις χωρίοις οὗτος ὁ κίσθος γεννώμενος, οὐχ ἕτερος ὢν τῷ γένει τῶν ἐν ἑτέραις χώραις, ἐξαίρετον ἐκτήσατο διὰ τὸ χωρίον ἰδίαν τινὰ καὶ διαφορητικὴν θερμότητα, ἀποθέμενος τὴν ψῦξιν. τὰ μὲν οὖν ἄλλα καὶ τούτου τοῦ κίσθου παραπλήσια τοῖς ἐπὶ τούτου προειρημένοις. Λάδανον. τὸ δὲ καλούμενον λάδανον ἐξ αὐτοῦ γίγνεται, φάρμακον θερμὸν μὲν κατὰ τὴν πρώτην ἀπόστασιν ἤδη που συμπληρουμένην, ὡς καὶ τῆς δευτέρας ἐφάπτεσθαι, μετέχει δὲ καὶ στύψεως τινὸς βραχείας. ἐστὶ δὲ καὶ λεπτομερὲς τὴν οὐσίαν, καὶ διὰ ταῦτα μαλακτικόν τέ ἐστι μετρίως καὶ διαφορητικὸν ὡσαύτως καὶ δηλονότι συμπεπτικόν. οὐδὲν οὖν θαυμαστὸν τοῖς κατὰ μήτραν ἐξαιρέτως ἁρμόττειν αὐτό, διότι ἔχει τι καὶ στύφον· διὸ καὶ τὰς ῥεούσας τρίχας κρατύνει. ὅσα μὲν γὰρ μοχθηρὰ τῶν ὑγρῶν κατὰ τὰς ῥίζας τῶν τριχῶν δαπανᾷ, συνάγει δὲ καὶ σφίγγει τῇ στύψει τοὺς πόρους, οἷς ἐμπεπήγασιν. Κισσὸς ἐξ ἐναντίων σύγκειται δυνάμεων· ἔχει μὲν γάρ τι στυπτικῆς οὐσίας, ἣν ψυχρὰν γεώδη λέγομεν· ἔχει δὲ καὶ δριμείας, ἣν θερμὴν εἶναι καὶ ἡ γεῦσις μαρτυρεῖ· καὶ ὑδατώδους οὐσίας μετέχει χλιαρᾶς ὅ γε χλωρός.[10] |
| 205 | τὰ οὖν χλωρὰ φύλλα ἑψηθέντα σὺν οἴνῳ καὶ τῶν μεγάλων τραυμάτων ἐστὶ κολλητικὰ καὶ τῶν κακοηθευομένων ἑλκῶν ἰατικά· ἐπουλοῖ δὲ καὶ τὰς ἐκ πυρὸς ἑλκώσεις. σὺν ὄξει δὲ ἑψηθέντα τὰ φύλλα σπληνικοὺς ὠφελεῖ. τὰ δὲ ἄνθη αὐτοῦ ἰσχυρά πώς ἐστιν, ὡς μετὰ κηρωτῆς λειούμενα τοῖς πυρικαύστοις ἁρμόττειν. ὁ δὲ χυλός ἐστι μὲν καὶ ἔρρινον φάρμακον καὶ τὰ χρόνια τῶν ὤτων ἰᾶται ῥεύματα καὶ τῶν ἑλκῶν τὰ παλαιὰ κατά τε ὦτα καὶ τὰς ῥῖνας· ἐὰν δὲ δριμύτερος φαίνοιτο, μίγνυται ῥοδίνῳ ἢ ἐλαίῳ γλυκεῖ. τὸ δὲ δάκρυον αὐτοῦ φθείρας κτείνει καὶ τρίχας ψιλοῖ, εἰς τοσοῦτον ὑπάρχον θερμῆς δυνάμεως, ὡς καὶ καίειν ἀμυδρῶς. ὠφελεῖ δὲ καὶ τὸ δάκρυον αὐτοῦ καὶ λιθιῶντας πινόμενον. Κνῆκος.[10] |
| 206 | Κνήκου τῷ σπέρματι πρὸς τὰς καθάρσεις μόνον χρώμεθα, τῆς τρίτης δέ ἐστι τάξεως τῶν θερμαινόντων, εἴ τις ἔξωθεν αὐτῷ χρῆσθαι βούλοιτο. Κόκκος Κνίδιος. |
| 207 | Καθαίρει μὲν καὶ αὐτός· δριμείας δέ ἐστι καὶ καυστικῆς δυνάμεως. Κόκκος βαφική. |
| 208 | Στυπτικὴν μὲν ἔχει καὶ πικρὰν ἅμα τὴν ποιότητα, ξηραίνει δὲ ἀμφοτέραις ἀδήκτως καὶ διὰ τοῦτο πρός τε τὰ μεγάλα τῶν τραυμάτων ἁρμόττει καὶ πρὸς τὰς τῶν νεύρων τρώσεις, σὺν ὄξει ἢ ὀξυμέλιτι λειουμένη. Κοκκυμηλέας ὁ καρπός. |
| 209 | Ὑπάγει τὴν γαστέρα πρόσφατος μὲν ὑπάρχων μᾶλλον, ξηρανθεὶς δὲ ἧττον· ἐστὶ δὲ τὰ μὲν δαμασκηνὰ κοκκύμηλα στυπτικώτερα. τὰ δὲ ἐκ τῆς Ἰβηρίας γλυκύτερα, καὶ διὰ τοῦτο ὑπακτικώτερα, ἐν δὲ τοῖς φύλλοις ἐμφαίνεταί τις στύψις σαφής, ὅθεν ἑψόμενα διάκλυσμα γίνεται τῶν περὶ γαργαρεῶνα καὶ παρίσθμια φλεγμονῶν. Προῦνον. Ὁ δὲ τῶν ἀγρίων κοκκυμήλων καρπὸς στυπτικός ἐστι καὶ σταλτικὸς γαστρός· ὀνομάζεται δὲ τὸ φυτὸν τοῦτο κατὰ τὴν Ἀσίαν προῦνον. τὸ δὲ κόμμι πάσης κοκκυμηλέας, ὥς τινές φασι, πινόμενον λίθους θρύπτει, σὺν ὄξει δὲ λειχῆνας ἰᾶσθαι παιδίων. Κολοκάσιον ἢ μανζιζάνιον.[10] |
| 210 | Παραπλησία ταύτης τῆς ῥίζης ἐστὶν ἡ δύναμις ταῖς γογγυλίδαις καὶ κρομύοις, γλίσχρον δὲ αὐτῆς τὸ σῶμά ἐστιν, ὅθεν καὶ ῥυπτικῆς μετέχει δυνάμεως καὶ εὐκοίλιόν ἐστιν. Κόλλα, ἣν εἰς τὰ βιβλία σκευάζουσιν, ἐκ σεμιδάλεως ἢ γύρεως ἐμπλαστικῆς τε καὶ πεπτικῆς ἐστι δυνάμεως περὶ δὲ τῆς ταυροκόλλης καὶ τῶν ὁμοίων ἐν τῷ περὶ ζῴων λόγῳ ῥηθήσεται. |
| 212 | Κολοκύνθη ὑγρᾶς καὶ ψυχρᾶς ἐστι κράσεως κατὰ τὴν δευτέραν κατ’ ἄμφω τάξιν, ὅθεν καὶ τῶν ξυσμάτων αὐτῆς ὁ χυλὸς πρὸς ὦτα φλεγμαίνοντα καὶ ὀδυνώμενα ἁρμόττει σὺν ῥοδίνῳ. οὕτω δὲ καὶ ὅλη καταπλαττομένη τὰς θερμὰς φλεγμονὰς ἐμψύχει μετρίως. ἐστὶ δὲ καὶ ἐσθιομένη πλαδώδης καὶ ἄδιψος καὶ τροφὴν τῷ σώματι δίδωσιν ὑγρὰν καὶ ψυχρὰν καὶ διὰ τοῦτο βραχεῖαν. πέττεται δὲ οὐ κακῶς, ὅταν γε μὴ φθάσῃ διαφθαρῆναι. πάσχει δὲ τοῦτο διὰ τὴν μοχθηρὰν σκευασίαν, κἀπειδὰν ἐν τῇ γαστρὶ πονηρός τις ἠθροισμένος ᾖ χυμός, ἀλλὰ καὶ διὰ τὸ βραδῦναι κατὰ τὴν γαστέρα, ὥσπερ καὶ τὰ λοιπὰ ὑγρὰ ἐδέσματα. χαίρει δὲ εἰκότως ὀριγάνῳ ἀρτυομένη διὰ τὴν ἐν αὐτῇ ὑδατώδη ποιότητα. πάντα γὰρ ὅσα τοιαῦτα δριμέσιν ἢ ὀξέσιν ἢ αὐστηροῖς ἢ ἁλυκοῖς ἀναμίγνυσθαι δεῖται χυμοῖς, εἰ μέλλοι μήτ’ ἀηδῶς ληφθήσεσθαι μήτε ναυτιώδεις ἐργάσασθαι τοὺς λαβόντας. Κόμαρος.[10] |
| 213 | Τούτου ὁ καρπὸς μεμήκυλον καλεῖται καί ἐστι κακοστόμαχος οὗτος καὶ κεφαλαλγής, στρυφνὸν δὲ τῇ ποιότητι τὸ δένδρον ἅμα τῷ καρπῷ. Κόμμι ξηραντικῆς ἐστι καὶ ἐμπλαστικῆς δυνάμεως· καὶ δηλονότι καὶ τραχυτήτων ἰατικῆς. |
| 215 | Κονία. Τὸ οἷον περίπλυμα τῶν τεφρωθεισῶν ὑλῶν οὕτως ὀνομάζεται. ῥυπτικωτάτη δέ ἐστι καὶ ξηραντικωτάτη πασῶν ἥτε ἐκ τῆς συκίνης τέφρας καὶ τῆς τῶν τιθυμάλλων καὶ σχεδὸν ἤδη τῆς καλουμένης σηπτικῆς δυνάμεως· τῷ λεπτομερεῖ δὲ τῆς οὐσίας ἀνωδύνως καίει. Κόνυζα διττή. |
| 216 | Κόνυζα καὶ ἡ μείζων καὶ ἡ μικροτέρα παραπλησίας εἰσὶ κράσεως τε καὶ δυνάμεως, ἐν μὲν τῇ γεύσει δριμεῖαί τε καὶ πικραὶ φαινόμεναι, θερμαίνουσαι δὲ πάνυ σαφῶς καὶ ξηραίνουσαι ὡς εἶναι κατ’ ἄμφω τῆς τρίτης τάξεως. ἀφεψόμεναι γοῦν ἐν ἐλαίῳ τῶν κατὰ περίοδον ῥιγῶν ἀλεξητήριοι γίγνονται. τὰ δὲ ἄνθη αὐτῶν σὺν τοῖς φύλλοις τρίψαντές τινες σὺν οἴνῳ ποτίζουσιν ὑπὲρ τοῦ καταμήνια κινῆσαι καὶ ἔμβρυα ἐκβαλεῖν. Ἄλλη. Ἐστὶ δὲ καὶ τρίτον εἶδος κονύζης ἐν ὑγροτέροις χωρίοις φυόμενον, τῶν εἰρημένων δυσωδέστερον καὶ ἀσθενέστερον. Κορίανον ἢ κόριον ἐξ ἐναντίων σύγκειται δυνάμεων, πολὺ μὲν ἔχουσα πικρᾶς οὐσίας, ἥ τις λεπτομερής ἐστι γεώδης, οὐκ ὀλίγον δὲ καὶ ὑδατώδους ὑγρότητος χλιαρᾶς κατὰ δύναμιν.[5] |
| 217 | ἔχει δέ τι καὶ στύψεως ὀλίγον· ἐξ ὧν ἁπάντων ἐνεργεῖ ποικίλως ὅσαπερ ὁ Διοσκορίδης ἔγραψεν, οὐ μὴν τῷ ψύχειν γε μόνῳ. Κορωνοπόδιον.[5] |
| 218 | Τούτου ἡ ῥίζα πεπίστευται κοιλιακοὺς ὠφελεῖν ἐσθιομένη. Κόστος βραχείας μὲν πάνυ πικρᾶς, πλείστης δὲ δριμείας καὶ θερμὴς μετέχει ποιότητός τε καὶ δυνάμεως, ὥστε καὶ ἤδη ἑλκοῦν· ὅθεν ἀνατρίβουσιν αὐτῷ μετ’ ἐλαίου τὸ σῶμα πρὸ τῆς καταβολῆς ἐπὶ τῶν κατὰ περίοδον ῥιγούντων· οὕτω δὲ κἀπὶ τῶν παραλελυμένων τε καὶ ἰσχιαδικῶν, καὶ ὅλως ἐφ’ ὧν ἤτοι θερμῆναι πρόκειταί τι μόριον ἢ ἐκ βάθους εἰς τὴν ἐπιφάνειαν ἕλξαι τινὰ χυμόν, ἐπὶ τὴν αὐτοῦ χρῆσιν ἔρχονται.[5] |
| 219 | διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ οὐρητικός ἐστι καὶ ἐμμήνων ἀγωγὸς καὶ ῥήγμασι καὶ σπάσμασι καὶ πόνοις πλευρῶν ἁρμόττει. διὰ δὲ τὴν συνοῦσαν πικρότητα καὶ πλατείας ἕλμινθας ἀναιρεῖν πέφυκε καὶ πρὸς τὰς ἐφήλεις αὐτῷ χρῶνται μεθ’ ὕδατος ἢ μέλιτος· ἐνυπάρχει δὲ αὐτοῦ τῇ κράσει τις φυσώδης ὑγρότης, δι’ ἣν καὶ πρὸς ἀφροδίσια παρορμᾷ μετ’ οἰνομέλιτος πινόμενος. Κοτυληδὼν μικτῆς ἐστι δυνάμεως ὑγρᾶς καὶ ὑποψύχρου καί τινος ἀμυδρῶς ὑποστυφούσης καὶ βραχείας πικρᾶς, ὅθεν ἐμψύχει καὶ ἀποκρούεται καὶ ῥύπτει καὶ διαφορεῖ· φλεγμονάς τε οὖν τὰς ἐρυσιπελατώδεις καὶ ἐρυσιπέλατα φλεγμονώδη θεραπεύει καὶ κατὰ στομάχου καυσουμένου χρήσιμον ἱκανῶς ἐστι κατάπλασμα.[5] |
| 220 | πεπίστευται δὲ τὰ φύλλα σὺν τῇ ῥίζῃ ἐσθιόμενα λίθους τε θρύπτειν καὶ οὖρα κινεῖν. Κράμβη ἡ ἐδώδιμος ξηραντικῆς ἐστι δυνάμεως, ἐσθιομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη, οὐ μὴν ἤδη γέ πως δριμείας ἐναργῶς, ἀλλ’ ὡς τραύματα κολλᾶν καὶ τὰ κακοήθη τῶν ἑλκῶν ἰᾶσθαι καὶ φλεγμονὰς τὰς ἤδη σκιρρουμένας τε καὶ δυσλύτους καὶ τῶν ἐρυσιπελάτων τὰ τοιαῦτα.[5] |
| 221 | καὶ ἐπινυκτίδας δὲ καὶ ἕρπητας ἰᾶται. ἔχει δέ τι καὶ ῥυπτικὸν καθ’ ὃ καὶ λέπρας θεραπεύει. ὁ μὲν οὖν χυλὸς αὐτῆς ἔχει τι καθαρτικόν. αὐτὸ δὲ τὸ σῶμα ἐπέχει μᾶλλον τὴν διαχώρησιν· τούτου χάριν καὶ ἐφ’ ὧν ξηρᾶναι ὑγραινομένην γαστέρα βουλόμεθα, μετρίως ἕψοντες αὐτὴν καὶ τὸ πρότερον ὕδωρ ἀποχέοντες, ἐμβαλοῦμεν εὐθέως ἑτέρῳ θερμῷ ἡτοιμασμένῳ ἀναβράζοντι. οὐ χρὴ γὰρ ψαύειν οὔτ’ ἀέρος οὔθ’ ὕδατος ψυχροῦ τὸ δὶς ἑψόμενον· οὐκέτι γὰρ ἀκριβῶς γίγνεται τακερόν, οὐδ’ ἢν ἐπὶ πλεῖστον ἑψηθείη. ἐμβαλόντες οὖν αὐτὴν τῷ ἑτέρῳ θερμῷ ὕδατι ἕψομεν ὡς τακερὰν γενέσθαι. ἐφ’ ὧν γὰρ ὑπαγωγῆς ἕνεκα λαμβάνηται οὐ καθέψεται πάνυ. ξηραίνει μὲν οὖν ἡ κράμβη, ὥσπερ ἡ φακῆ, καὶ διὰ τοῦτο ὄψιν ἀμβλύνει. καὶ μελαγχολικὸν γεννᾷ χυμόν. ὁ δὲ τῆς κράμβης ἀσπάραγος ἧττον ξηραίνει καὶ διουρητικώτερός ἐστι. τὸ δὲ σπέρμα πινόμενον ἕλμινθας ἀναιρεῖ καὶ ἐφήλεις τε καὶ φακοὺς καὶ ὅσα τἄλλα μετρίας δεῖται ῥύψεως ὀνίνησιν οὐ χρὴ γὰρ ψαύειν. οἱ δὲ καυλοὶ τῆς κράμβης καυθέντες ξηραίνουσαν ἰσχυρῶς ποιοῦσι τέφραν, ὡς ἤδη τι καὶ τῆς καυστικῆς μετέχειν δυνάμεως· κατὰ τοῦτο γοῦν αὐτῇ μιγνύντες στέαρ παλαιόν, εἴς τε τὰ τῶν πλευρῶν ἀλγήματα χρόνια, κἂν εἴ πού τι τοιοῦτον ἕτερον εἴη, χρῶνται· διαφορητικὸν γὰρ ἰσχυρῶς ἀποτελεῖται τὸ φάρμακον. Κράμβη ἀγρία ξηροτέρα καὶ θερμοτέρα πολλῷ τῆς ἡμέρου τὴν κρᾶσίν ἐστιν, ὥσπερ καὶ τὰ ἄλλα σύμπαντα σχεδὸν τὰ ἄγρια τῶν ἡμερῶν ἰσχυρότερα, ὅθεν οὐδ’ εἴσω τοῦ σώματος ἀλύπως λαμβάνεται.[20] |
| 222 | διαφορεῖ δὲ καὶ ῥύπτει τῆς ἡμέρου σφοδρότερον. Κράμβη θαλαττία πρὸς τῷ τὴν γαστέρα λαπάττειν, ὑφάλμυρός τε καὶ ὑπόπικρος οὖσα τὴν γεῦσιν, εἴη ἂν καὶ εἰς τὰς ἔξωθεν τοῦ σώματος χρείας, εἰς ὅσαπερ αἱ τοιαῦται ποιότητες ἁρμόζουσιν ἐπιτήδειος. |
| 224 | Κρῆθμον ἁλμυρὸν πώς ἐστι γευομένοις ἅμα βραχείᾳ πικρότητι, διὸ καὶ ἡ δύναμις αὐτοῦ ῥυπτική τε ἅμα καὶ ξηραντική· ἀσθενέστερον δέ ἐστι κατ’ ἄμφω τῶν πικρῶν. Κριθαὶ τῆς πρώτης τάξεως εἰσὶν ἐν τῷ ξηραίνειν καὶ ψύχειν, ἔχουσι δέ τι καὶ ῥυπτικὸν ὀλίγον. |
| 225 | εἰσὶ δὲ βραχεῖ τινι ξηραντικώτεραι τοῦ τῶν κυάμων ἀλεύρου τοῦ χωρὶς τοῦ λέμματος· τὰ δ’ ἄλλα πάντα παραπλήσια χρωμένοις ἔξωθεν. ἐσθιόμεναι δὲ ταύτῃ πλεονεκτοῦσι κυάμων, ὅτι τὸ φυσῶδες ἐν τῇ ἑψήσει ἀποτίθενται· κυάμῳ δὲ ὅπως ἂν ἑψηθῇ παραμένει τὸ φυσῶδες· παχυμερεστέρας γὰρ οὐσίας ἢ κατὰ κριθὴν ὁ κύαμός ἐστι καὶ διὰ τοῦτο καὶ τροφιμώτερος αὐτῆς. αἱ δὲ κριθαὶ λεπτὸν καὶ ῥυπτικὸν ἔχοντά τι γεννῶσι χυμόν. οὐδὲ μὲν οὖν θερμαίνουσι τὸ σῶμα κατ’ οὐδένα τρόπον σκευασίας, ὑγραίνουσι δὲ καὶ ξηραίνουσι διαφόρως σκευασθεῖσαι· τὸ μὲν γὰρ ἄλφιτον ἐκ τῆς φρυγείσης κριθῆς γιγνόμενον ἐναργῶς φαίνεται ξηραῖνον. ἡ δὲ πτισάνη ὑγραίνει, ὅταν γε ὡς προσήκει σκευασθῇ. οἱ δὲ ἐκ τῶν κριθῶν γιγνόμενοι ἄρτοι ἅπαντές εἰσιν ἀτροφώτεροι τῶν ἐκ τῶν πυρῶν καὶ μᾶλλον ἐκείνων ὑπέρχονται τὴν γαστέρα. Ἄλφιτα.[10] |
| 226 | Τὸ δὲ ἐκ τῶν κριθῶν γιγνόμενον ἄλφιτον, φρυγεισῶν αὐτῶν, πολὺ καὶ τῶν κριθῶν αὐτῶν ἐστι ξηραντικώτερον καὶ ὀλίγην τροφὴν δίδωσι τῷ σώματι, κἂν ὁπωσοῦν ἑψηθῇ· δι’ οἴνου γε μὴν αὐστηροῦ ποθὲν τὸ ἄλφιτον ξηραίνει γαστέρα. Περὶ κριθίνης μάζης. |
| 227 | Μάζαν καλοῦσι τὸ ἐκ τῶν κριθῶν ἄλφιτον ὑγρῷ τινι φυρώμενον, οἷον σιραίῳ ἢ μέλιτι ἢ ἑτέρῳ τινὶ καὶ ἄνεφθον ἐσθιόμενον· ὅπως δ’ ἂν σκευασθῇ, ἧττον πέττεται τῶν κριθίνων ἄρτων ἡ μάζα καὶ φύσης μᾶλλον ἐμπίπλησι τὴν γαστέρα καί, ἢν ἐπὶ πλέον ἐν αὐτῇ μείνῃ, ταραχὴν ἐργάζεται. ἐχούσης φύσει τῆς κριθῆς τὸ πιτυρῶδες οὐκ ὀλίγον, ἡ φρυγεῖσα κριθὴ ξηρότερον μὲν καὶ αὐτὸ τὸ πιτυρῶδες καὶ δυσφθαρτότερον ἴσχει, ξηρότερον δὲ καὶ τὸ ἐν αὐτῇ χρηστόν, ἐξ οὗ τροφὴν ἐλάμβανε τὸ σῶμα. ὅσον οὖν ἐν αὐτῇ πιτυρῶδές ἐστι καὶ σκληρόν, ὥσπερ καὶ ἐκτὸς φαίνεται μὴ λυόμενον ὕδατι, κατὰ τὸν αὐτὸν τρόπον οὐδ’ ἐν τῇ γαστρὶ διαλύεται βρεχόμενον, ἀλλὰ διαμένει ἀκατέργαστον, ὁποῖον ἐλήφθη. τῷ οὖν μὴ πέττεσθαι μηδ’ ἀναδίδοσθαι εἰς τὰς φλέβας ὑποχωρεῖ κατὰ γαστέρα καὶ τῷ ἔχειν ῥυπτικὸν ἐκ τῆς κριθῆς. μᾶλλον δὲ διαχωρεῖ κάτω φυραθεῖσα καὶ τριφθεῖσα μέχρι πλέονος· εἰ δὲ καὶ μέλι προσλάβοι, θᾶττον ὑπέρχεται. Κρίμνος καὶ πόλτος.[10] |
| 228 | Τὸ παχυμερὲς οὕτως ὀνομάζεται τοῦ τε πυρίνου καὶ τοῦ τῶν ζειῶν ἀλεύρου. ἐστὶ δὲ τροφιμώτερον ἀλφίτου, δυσπεπτότερον δέ. καλεῖται δὲ τὸ ἐξ αὐτοῦ ῥόφημα πόλτος, καί ἐστιν ὁ ἀπὸ τῆς ζειᾶς σταλτικώτερος ἠρέμα τῆς κοιλίας καὶ μᾶλλον εἰ φρυχθείη. Κρίνου.[5] |
| 229 | Τὸ μὲν ἄνθος τῇ κράσει μικτόν ἐστιν ἐκ λεπτομεροῦς τέ τινος οὐσίας γεώδους, ἐξ ἧς περ ἔχει καὶ τὴν ἐν τῇ γεύσει πικρότητα, καί τινος ὑδατώδους εὐκράτου, ὅθεν καὶ τὸ ἐξ αὐτοῦ ἔλαιον ἀδήκτου διαφορητικῆς ἐστι καὶ μαλακτικῆς δυνάμεως καὶ ταῖς τῆς ὑστέρας σκληρότησιν ἐπιτήδειον. καὶ ἡ ῥίζα δὲ καὶ τὰ φύλλα καθ’ ἑαυτὰ λειούμενα ξηραίνει καὶ ῥύπτει καὶ διαφορεῖ μετρίως. ἐστὶ γὰρ ἡ ῥίζα τῆς πρώτης τάξεως τῶν ῥυπτικῶν· οὕτως γὰρ οὖν κἀπὶ τῶν κατακαυμάτων ἁρμόττει. τὴν μὲν οὖν ῥίζαν ὀπτήσαντες, εἶτα σὺν ῥοδίνῳ λειώσαντες, ἐπιτιθέασι τοῖς κατακαύμασιν ἄχρι συνουλώσεως. ἐστὶ γὰρ καὶ ἄλλως ἁπάντων ἑλκῶν εἰς ἐπούλωσιν ἀγαθὸν φάρμακον. οὐ μὴν ἀλλὰ καὶ ὑστέρας μαλάττει καὶ καταμήνια προκαλεῖται. τὰ δὲ φύλλα προαφεψήσαντες ἐπιτιθέασι καὶ αὐτὰ μέχρι κατουλώσεως, οὐ τοῖς κατακαύμασι μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἕλκεσιν. ἀπεθέμεθα δέ ποτε καὶ τὸν τῶν φύλλων χυλόν, ἑψήσαντες σὺν ὄξει καὶ μέλιτι μέχρι συστάσεως μέλιτος ὑγροτέρου, βαλόντες τοῦ μὲν χυλοῦ μέρη ε , μέλιτος δὲ καὶ ὄξους ἀνὰ μέρος α καὶ ἦν εὐδόκιμον τὸ φάρμακον εἰς πάντα τὰ ξηραίνεσθαι σφοδρῶς δεόμενα χωρὶς τοῦ δάκνεσθαι, καθάπερ ὅσα τε πλαδαρὰ καὶ χρόνια καὶ δυσκατούλωτα τῶν ἑλκῶν ἐστιν. Κροκοδειλίου τὸ σπέρμα δριμὺ μέν ἐστι καὶ ἀρωματίζον οὐρητικόν τε καὶ καταμηνίων ἀγωγόν, ὥστε καὶ θερμῆς ἂν εἴη δυνάμεως καὶ διαφορητικῆς καὶ ξηραντικῆς.[15] |
| 230 | ὁ δὲ χυλὸς τοῦ καυλοῦ καὶ τοῦ σπέρματος ὁμοίας ὢν δυνάμεως ὠφελεῖ τοὺς νεφριτικούς. ἡ δὲ ῥίζα ταῖς ἐκ θώρακος ἀναπτύσεσιν ἰσχυρῶς συνεργεῖ, δριμεῖα μὲν ἧττον οὖσα τοῦ σπέρματος, πικρὰ δὲ οὐχ ἧττον. ἄγει δὲ καὶ διὰ ῥινῶν αἷμα. Κρόκος ἔχει μέν τι καὶ στῦφον ὀλίγον, ὅπερ ἐδείχθη γεῶδες ψυχρόν.[5] |
| 231 | ἐπικρατεῖ δὲ ἐν αὐτῷ θερμαίνουσα ποιότης τε καὶ δύναμις, ὥστε τὴν ὅλην οὐσίαν αὐτοῦ τῆς δευτέρας μὲν εἶναι τῶν θερμαινόντων τάξεως, τῆς πρώτης δὲ τῶν ξηραινόντων, καὶ διὰ τοῦτο καὶ πεπτικὸν ἔχει τι, συνεργούσης εἰς τοῦτο καὶ τῆς βραχείας στύψεως. Κρόμυον ἐκ τῆς τετάρτης ἐστὶ τάξεως τῶν θερμαινόντων· ἡ δὲ οὐσία αὐτοῦ παχυμερὴς μᾶλλον, ὅθεν καὶ τὰς αἱμορροίδας ἀναστομοῖ προστιθέμενον καὶ σὺν ὄξει καταχριόμενον ἐν ἡλίῳ τοὺς ἀλφοὺς ἀπορρύπτει καὶ παρατριβόμενον ἀλωπεκίαις θᾶττον ἀλκυονίου παρορμᾷ τὰς τρίχας.[5] |
| 232 | ἐσθιόμενον δὲ θερμαίνει μὲν τὸ σῶμα τῇ δριμύτητι καὶ λεπτύνει τοὺς ἐν αὐτῷ παχεῖς καὶ γλίσχρους χυμούς· ἐμπνευματοῖ δὲ τὴν γαστέρα διὰ τὸ παχυμερὲς τῆς οὐσίας. Κύαμος ἢ φάβα κατὰ τὸ ψύχειν καὶ ξηραίνειν τῆς μέσης ἐστὶν ἐγγυτάτω κράσεως· μετέχει δέ τινος ἐπ’ ὀλίγον καὶ ῥυπτικῆς δυνάμεως ἡ σὰρξ αὐτοῦ, καθάπερ τὸ λέπος τῆς στυπτικῆς, καὶ διὰ τοῦτο τῶν ἰατρῶν ἔνιοι τὸν κύαμον ὅλον μετὰ τοῦ λέμματος ἑψήσαντες ἐν ὀξυκράτῳ τοῖς δυσεντερικοῖς καὶ τοῖς κοιλιακοῖς καὶ τοῖς ἐμοῦσιν ἔδοσαν.[5] |
| 233 | ἐστὶ δὲ ὡς ἔδεσμα μὲν εἴπερ τι καὶ ἄλλο δύσπεπτόν τε καὶ φυσῶδες, κἂν ἐπὶ πλεῖστον ἑψηθῇ, κἂν ὁπωσοῦν σκευασθῇ, ἀναπτύσεσι μέντοι ταῖς ἐκ θώρακος καὶ πνεύμονος ἐπιτήδειον. καὶ ὁ μὲν χλωρὸς ἐσθιόμενος, μᾶλλον μὲν ὑπέρχεται τὴν γαστέρα, ἧττον δὲ τοῦ ξηροῦ ἐνεχθέντος τρέφει. φρυγέντες μέντοι τὸ φυσῶδες ἀποτίθενται, δυσπεπτότεροι δὲ καὶ βραδυπόροι γίγνονται καὶ παχὺν χυμὸν γεννῶσιν. ὡς φάρμακον δὲ ἔξωθεν ἐπιτιθέμενος ἀλύπως ξηραίνει. ἐπὶ μέν γε ποδαγρικῶν ἐχρησάμεθα πολλάκις αὐτῷ δι’ ὕδατος ἑψήσαντες, εἶτα μίξαντες στέαρ ὕειον. ἐπὶ δὲ τῶν κατὰ τὰ νεῦρα θλασμάτων τε καὶ ἑλκῶν δι’ ὀξυμέλιτος ἢ οἰνομέλιτος καὶ ῥοδίνου, εἰ δὲ καὶ πυράκτωσις ᾖ, τὸ ἄλευρον ἐπεθήκαμεν, ἐπὶ δὲ τῶν φλεγμαινόντων ἤδη ἐκ πληγῆς σὺν ἀλφίτοις, καὶ ὄρχεων δέ ἐστι καὶ μαστῶν ἀγαθὸν φάρμακον ἤτοι κατάπλασμα· φιλοῦσι γὰρ ταῦτα τὰ μόρια μετρίως ψύχεσθαι φλεγμαίνοντα, καὶ μάλισθ’ ὅταν ἐκ γάλακτος ἐν αὐτοῖς τυρωθέντος οἱ μαστοὶ φλεγμαίνωσι. καὶ γὰρ καὶ τὸ γάλα σβέννυται πρὸς τοῦ καταπλάσματος, ὥσπερ καὶ τὸ τῶν παίδων ἐφήβαιον ἐπιπλαττόμενον ἀλεύρῳ κυαμίνῳ μέχρι πλέονος ἄνηβον διαμένει. Κυκλάμινος ποικίλη τὴν δύναμίν ἐστι· καὶ γὰρ ῥύπτει καὶ τέμνει καὶ ἀναστομοῖ καὶ ἐπισπᾶται καὶ διαφορεῖ· ὁ μὲν γὰρ χυλὸς αὐτῆς αἱμορροίδας ἀναστομοῖ καὶ ἐρεθίζει κοιλίαν βιαίως προστιθέμενος.[20] |
| 234 | οὕτως δὲ καὶ κατὰ τὰ φύματα καὶ χοιράδας καὶ ἁπάσας τὰς ἄλλας σκληρίας διαφορούσαις δυνάμεσι μίγνυται καὶ τοῖς ὑποχεομένοις ἁρμόττει μετὰ μέλιτος ὑπαλειφόμενος, καὶ πρὸς τούτοις ἔτι διὰ ῥινῶν καθαίρει. σφοδρὰ δὲ οὕτως ἐστὶν ἡ δύναμις αὐτοῦ, ὡς καὶ κατὰ τοῦ ὑπογαστρίου ἐπιχριόμενος κοιλίαν ὑπάγει καὶ ἔμβρυα διαφθείρει καὶ ἐν πεσσῷ προστιθέμενος ὁμοίως φθόριον γίγνεται. ἡ δὲ ὅλη ῥίζα τοῦ μὲν χυλοῦ ἐστιν ἀσθενεστέρα, σφοδρὰ δέ ἐστι καὶ αὐτή· καὶ γὰρ ἔμμηνα κινεῖ πινομένη τε καὶ προστιθεμένη καὶ ἰκτεριῶντας ὀνίνησιν, οὐ μόνον ἐκκαθαίρουσα τὸ σπλάγχνον, ἀλλὰ καὶ τὴν ἐν ὅλῳ τῷ σώματι χολὴν ἐκκρίνουσα δι’ ἱδρώτων· ὅθεν ἐπὶ τῇ πόσει συνεργεῖν δεῖ παντὶ τρόπῳ τῇ τῶν ἱδρώτων ἐκκρίσει σκέπῃ πλείονι καὶ θάλψει τοῦ σώματος. χρὴ δὲ εἶναι τὸ πινόμενον πλῆθος ἄχρι 𐅵 γ ἢ τὸ πλεῖστον δ ἤτοι μετὰ γλυκέος ἢ μελικράτου. ῥύπτει δὲ καὶ τὸ δέρμα, κἀν τούτῳ τὰς ἐφηλίδας καὶ ἀλωπεκίας καὶ τὰ ὅμοια θεραπεύει. ὀνίνησι δὲ καὶ τοὺς σκληροὺς σπλῆνας, ἐπιπλαττομένη πρόσφατός τε καὶ ξηρά. διδόασι δὲ ἔνιοι τὴν ξηρὰν ῥίζαν καὶ τοῖς ἀσθματικοῖς. κοπτομένη δὲ ξηρὰ καὶ σηθομένη λεπτοτάτῳ κοσκίνῳ μετὰ καρυοφύλλου κόκκοι κα , ὡς εἶναι τῆς μὲν ῥίζης 𐆄 α , τοῦ καρυοφύλλου δὲ κόκκους κα , καὶ ἐμφυσωμένη διὰ μυκτήρων καθαίρει ἀπὸ κεφαλῆς παχεῖς καὶ γλίσχρους χυμούς, ὅθεν ἰᾶται τὰς χρονίας κεφαλαλγίας καὶ τοὺς ἐπιληπτικοὺς ὀνίνησι μεγάλως. Κύμινον.[20] |
| 235 | Κυμίνου τῷ σπέρματι μάλιστα χρώμεθα. ἐστὶ δὲ θερματικῆς δυνάμεως οὐρητικῆς τε καὶ ἀφύσου κατὰ τὴν τρίτην τάξιν ὑπάρχον τῶν θερμαινόντων. Κυπαρίσσου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ τὰ σφαιρία τὰ νέα καὶ μαλακὰ μεγάλων τραυμάτων ἐν σκληροῖς σώμασίν ἐστι κολλητικά· ἐξ οὗ δῆλον ὡς ξηραντικῆς ἐστι δυνάμεως, οὐδὲν ἐπιφανῶς ἐχούσης δριμὺ καὶ θερμόν. |
| 236 | πλεῖστον δὲ ἔχει τὸ πικρὸν καὶ πολὺ πλέον ἐστὶ τὸ στρυφνὸν ἐν ὅλῳ τῷ φυτῷ. τοσοῦτον δέ ἐστιν ἐν αὐτῇ τὸ θερμόν, ὅσον ποδηγεῖν μὲν τῇ στρυφνότητι πρὸς τὸ βάθος, μηδεμίαν δὲ θερμότητα ἢ δῆξιν ἐργάζεσθαι τοῖς σώμασι. διὰ τοῦτο τὰς κατὰ βάθος ὑγρότητας ἐν ταῖς πλαδαραῖς καὶ σηπεδονώδεσι διαθέσεσιν ἀλύπως τε ἅμα καὶ ἀσφαλῶς ἐκβόσκεται, ἑτέραν οὐκ ἐπισπωμένη ὑγρότητα. οὕτω δὲ καὶ τοὺς ἐντεροκηλικοὺς ὠφελεῖ καταπλασσομένη· καὶ γὰρ ξηραίνει καὶ τόνον ἐντίθησι τοῖς δι’ ὑγρότητα χαλαροῖς σώμασιν, ὡς ἂν τῆς στύψεως εἰς τὸ βάθος καταδυομένης, τῷ ποδηγεῖσθαι πρὸς τῆς μεμιγμένης αὐτῇ μετρίας θερμότητος· χρῶνται δὲ αὐτῇ τινες καὶ ἐπ’ ἀνθράκων καὶ ἑρπήτων, ἀλφίτοις μιγνύντες. Κύπερον.[10] |
| 237 | Κυπέρου χρήσιμοι μάλιστα αἱ ῥίζαι θερμαίνουσαι καὶ ξηραίνουσαι χωρὶς δήξεως· ὅθεν καὶ τὰ δι’ ὑγρότητα πολλὴν ἕλκη δυσαπούλωτα θαυμαστῶς ὀνίνησιν. ἔχουσι γάρ τι καὶ στυπτικόν, καὶ διὰ τοῦτο τοῖς ἐν στόμασιν ἕλκεσιν ἐπιτήδειοι καὶ μὲν δὴ καὶ τμητικήν τινα δύναμιν ἔχουσιν, ᾗ καὶ λιθιῶσιν ἁρμόζουσι καὶ οὖρα καὶ καταμήνια κινοῦσι. Κύπρος.[5] |
| 238 | Τούτου τοῦ δένδρου τὰ φύλλα καὶ οἱ ἀκρεμόνες καὶ τὰ ἄνθη χρήσιμα, μικτῆς ὄντα δυνάμεώς τε καὶ κράσεως. ἔχει μὲν γάρ τι διαφορητικὸν ἐξ ὑδατώδους οὐσίας θερμῆς συμμέτρως, ἔχει δέ τι καὶ στυπτικὸν ἐκ τῆς γεώδους ψυχρᾶς, ὅθεν τὸ ἀφέψημα καταντλούμενον ὀνίνησι πυρίκαυτα. χρῶνται δὲ καὶ κατὰ τῶν πυρωδῶν φλεγμονῶν καὶ ἀνθράκων. ἐστὶ γὰρ ἀλύπως τε καὶ ἀδήκτως ξηραντικά. καὶ μὴν καὶ τοῖς ἐν στόμασι γιγνομένοις ἕλκεσιν αὐτομάτοις καὶ μάλιστα τοῖς ἀφθώδεσιν ἁρμόττει διαμασώμενα. τὰ δὲ φύλλα τῆς κύπρου ξηραινόμενα ἐν σκιᾷ καὶ κοπτόμενα καὶ σηθόμενα εἶτα ἑψόμενα σὺν ὕδατι ἐπὶ θερμοσποδίᾳ ῥοῦ μαγειρικοῦ βραχέος ἐπιπαττομένου ἢ ὄξους ὀλίγου, ἀγαθὸν ποιεῖ κατάπλασμα ἐπὶ ποδαγρικῶν καὶ χειραγρικῶν ἐν αὐταῖς ταῖς μεγίσταις φλεγμοναῖς ἐπιτιθέμενον. παύει γὰρ τὰς φλεγμονὰς καὶ ἀποκρούεται τὸν ῥευματισμὸν καὶ διαφορεῖ τὸ ἤδη ἐν τοῖς τόποις περιεχόμενον διὰ τῶν ἀδήλων πόρων, ὥσπερ δι’ ἱδρώτων. βλάπτει μέντοι τὸν χρῶτα καὶ μάλιστα τοὺς ὄνυχας· διὸ δεῖ προυποχρίειν τοὺς τόπους ῥοδίνῃ ὑγρᾷ κηρωτῇ. σκέπειν δὲ δεῖ τὸ κατάπλασμα, εἰ παρῇ, ἐν φύλλοις κικέας ἢ καρπάσου. Κυτίσου τὰ φύλλα διαφορητικῆς ἐστι δυνάμεως, ἐπιμεμιγμένης ὑδατώδει χλιαρᾷ, καθάπερ καὶ τὰ τῆς μαλάχης.[15] |
| 240 | Κώνειον, ὅτι τῆς ἄκρας ἐστὶ ψυκτικῆς δυνάμεως, πάντες ἴσασι καὶ διὰ τοῦτο ἀναιρετικόν ἐστιν ἐκ τῆς ἀναψύξεως. Κώνου καρπός, ὃν δὴ κόκκαλον ὀνομάζουσι καὶ στρόβιλον, ὅλος μὲν χλωρὸς ἔχει τι μεθ’ ὑγρότητος πικρὸν καὶ δριμύ, καὶ διὰ τοῦτο καὶ τοῖς ἐμπυικοῖς, ὅσοι τε ἄλλοι δέονται τὰ κατὰ θώρακα καὶ πνεύμονα ῥαδίως ἀναβήττειν τε καὶ ἀναπτύειν, ἐπιτήδειός ἐστιν. |
| 241 | ὁ δ’ ἐδώδιμος ἐξ αὐτοῦ καρπός ἐστι μὲν τροφὴ δύσπεπτός τε καὶ ἰσχυρὰ καὶ πολύχυμος διὰ τὸ ἐλαιῶδες· ἐστὶ δὲ καὶ ὡς φάρμακον ἐκλεαίνειν τραχύτητας ἐπιτήδειον, καὶ μάλισθ’ ὅταν ἐν ὕδατι βραχεὶς ἀπόθηται κατ’ αὐτὸ πᾶν ὅσον ἔχει δριμύ. [Καγκάνου ἡ ῥίζα δυνάμεώς ἐστιν ἀδήκτου καὶ μετρίως ξηραντικῆς, οὐσίας δὲ παχυμεροῦς ἐμπλαστικῆς· ὅθεν οἴνῳ βρεχομένη, καθάπερ ἡ τραγάκανθα καὶ ἐκλειχομένη, τὰς τῆς ἀρτηρίας ἰᾶται τραχύτητας· οὐδὲν δ’ ἧττον, εἰ καὶ διαμασήσαιτό τις αὐτήν, ὁ παριὼν χυλὸς ὀνίνησι τὴν ἀρτηρίαν ὁμοίως τῷ τῆς γλυκυρίζης. Καυκαλίς, ὃ ἔνιοι καὶ δαῦκον ἄγριον καλοῦσιν. Ἐστὶ δ’ ὅμοιον αὐτῷ κατὰ τὴν γεῦσιν καὶ κατὰ τὴν δύναμιν· θερμαίνει γὰρ ὡς ἐκεῖνος καὶ ξηραίνει καὶ διουρεῖται καὶ ταριχεύεται εἰς ἀπόθεσιν. Καρπήσιον. Καρπήσιον ὅμοιον μὲν ὑπάρχει τῷ καλουμένῳ φοῦ κατά τε τὴν γεῦσιν καὶ τὴν δύναμιν· ἐπιπλέον δέ ἐστι λεπτομερές, διὸ καὶ μᾶλλον ἐκείνου ῥύπτει τε τὰς τῶν σπλάγχνων ἐμφράξεις καὶ οὖρα κινεῖ καὶ νεφροὺς ἐκκαθαίρει λιθιῶντας. οὐ μὴν εἰς τοσοῦτον λεπτομερές ἐστιν, ὡς ἀντὶ κιναμώμου χρεῖσθαι ( l. χρῆσθαι) μὴ παρόντος, ὡς ὁ Κόϊντος ἔπραττεν. ἄμεινον μὲν οὖν ἐστι τὸ γογυρικὸν τοῦ λαερτικοῦ· οὐ μὴν οὐδὲ τοῦτο τὸ καρπήσιον 〈πλησίον〉 κιναμώμῳ τὴν δύναμιν, ἀλλὰ τῆς ἀρίστης κασίας οὐκ ὀλίγον λιπόμενον. ὠνόμασται δ’ ἑκάτερον ἀπό τινων ὀρέων τῆς Παμφυλίας, ἐν οἷς καὶ τὸ πλεῖστον γεννᾶται αὐτῶν.] Λάθυροι.[25] |
| 242 | Παραπλήσιοι μέν εἰσι τῇ οὐσίᾳ οἱ λάθυροι τοῖς ὤχροις τε καὶ φασήλοις καὶ χυλὸν ὅμοιον τούτοις ἔχουσι, παχύτερον δὲ τῇ συστάσει καὶ διὰ τοῦτο τροφιμώτεροί πως οὗτοι ἐκείνων εἰσίν. Λαθυρίς. |
| 243 | Καὶ ταύτην τινὲς εἶδος εἶναι τιθυμάλλου φασί· τὸ δὲ σπέρμα αὐτῆς καθαρτικὴν ἔχει δύναμιν. Λαμψάνη. |
| 244 | Ἐσθιομένη μὲν κακόχυμός ἐστι, καταπλαττομένη δὲ ῥυπτικὸν ἔχει τι καὶ διαφορητικόν. Λάπαθον διαφορητικῆς μετρίως ἐστὶ δυνάμεως, καὶ δηλονότι θερμότητος μετέχει, ᾗ καὶ τοὺς ἐν νεφροῖς λίθους ἡ ῥίζα θρύπτει· καὶ ψώρας καὶ τραχύτητας τοῦ σώματος ἰᾶται μετ’ ὄξους ἑψηθεῖσα καὶ χριομένη. |
| 245 | τὸ δὲ ὀξυλάπαθον μικτὴν ἔχει τὴν δύναμιν· ἅμα γὰρ τῇ διαφορητικῇ καὶ ἀποκρουστικῆς μετέχει. τὸ δὲ σπέρμα αὐτῶν ἔχει τι σαφὲς στυπτικόν, ᾧ καὶ δυσεντερίας καὶ διαρροίας ἰᾶται, καὶ μάλιστα τὸ τοῦ ὀξυλαπάθου. τὸ δὲ ἱππολάπαθον ἐν ἕλεσι μὲν γεννᾶται· ἐστὶ δὲ τῆς αὐτῆς δυνάμεως, ἀσθενεστέρας δέ. τοῦ δὲ ἀγρίου λαπάθου ἡ ῥίζα, ἣν μύλην καλοῦσιν, ἑψομένη σὺν ὄξει ἢ οἴνῳ καὶ διακλυζομένου τοῦ ἀφεψήματος θερμοῦ ὀδόντας κρατύνει καὶ τὰς ἀλγηδόνας αὐτῶν παύει. Λειμώνιον ἢ κυνόγλωσσον.[10] |
| 246 | Τούτου τὸν καρπὸν αὐστηρὸν ὑπάρχοντα μετ’ οἴνου διδόασι κοιλιακοῖς καὶ αἱμοπτυικοῖς καὶ δυσεντερικοῖς· ὀνίνησι δὲ καὶ ῥοῦν γυναικεῖον. Λειχὴν ὁ ἐπὶ τῶν πετρῶν ῥυπτικῆς ἅμα καὶ μετρίως ψυχούσης ἐστὶ δυνάμεως καὶ ξηραντικῆς κατ’ ἄμφω. |
| 247 | ἰᾶται δὲ λειχῆνας. Λεοντοπόδιον ἢ λεοντοπέταλον. |
| 248 | Τούτου τῇ ῥίζῃ μάλιστα χρώμεθα, διαφορητικῇ καὶ θερμαντικῇ κατὰ τὴν τρίτην τάξιν ὑπαρχούσῃ. Λεπίδιον ἐκ τῆς τετάρτης ἐστὶ τάξεως τῶν θερμαινόντων. |
| 250 | Λευκόϊον. Τούτου καὶ σύμπας ὁ θάμνος ῥυπτικῆς ἐστι δυνάμεως καὶ λεπτομεροῦς, ἐπὶ μᾶλλον δὲ αὐτῆς μετέχει τὰ ἄνθη, καὶ τούτων τὰ ξηρότερα τῶν χλωρῶν μᾶλλον, ὥστε καὶ τὰς ἐν ὀφθαλμοῖς οὐλὰς παχείας λεπτύνει καὶ καταμήνια δὲ τὸ ἀφέψημα αὐτῶν προτρέπει καὶ χόρια καὶ ἔμβρυα τεθνεῶτα προκαλεῖται. ἐστὶ γὰρ φθόριον πινόμενον. καὶ εἴ τις αὐτοῦ τὸ σφοδρὸν τῆς δυνάμεως πολλοῦ ὕδατος μίξει πραύνειεν, ἤ τινι ἑτέρῳ τοιούτῳ ὑγρῷ, ἕξει καὶ πρὸς φλεγμονὰς ἀγαθὸν φάρμακον. οὕτω γοῦν καὶ τὸ ἀφέψημα αὐτῶν, εἰ μὴ ἄκρατον εἴη, τὰς ἐν μήτρᾳ φλεγμονὰς ἰᾶται προσαντλούμενον, καὶ μάλισθ’ ὅσαι κεχρονίκασι σκιρρωδῶς. οὕτω δὲ καὶ μετὰ κηρωτῆς ἕλκη δυσαπούλωτα θεραπεύει. ὁ δὲ καρπὸς τῆς αὐτῆς ὢν δυνάμεως, ἐπιτηδειότατός ἐστι πινόμενος ὅσον δυοῖν 𐅻 πλῆθος ἢ προστιθέμενος σὺν μέλιτι, καταμήνια κινεῖν καὶ ἔμβρυα ζῶντα μὲν διαφθείρειν, νεκρὰ δὲ ἐκβάλλειν. αἱ δὲ ῥίζαι μετ’ ὄξους καταπλαττόμεναι σπλῆνας ἐσκιρρωμένους ἰῶνται καὶ τὰς ἐν ἄρθροις φλεγμονάς. Λεύκη τὸ δένδρον μικτὸν πώς ἐστι τὴν κρᾶσιν ἐξ ὑδατώδους τε χλιαρᾶς καὶ γεώδους λελεπτυσμένης οὐσίας, ὅθεν καὶ ῥυπτικῆς μετέχει δυνάμεως· ὑπόπικρον δέ ἐστι τῇ γεύσει.[15] |
| 252 | Λιβανωτὸς θερμαντικός ἐστι κατὰ τὴν δευτέραν τάξιν, ξηραντικὸς δὲ κατὰ τὴν πρώτην. ἔχει δέ τι καὶ ὑποστῦφον ὀλίγον· ἥκιστα δὲ σαφὴς ἡ στύψις ἐστὶν ἐν τῷ λευκῷ. ὁ δὲ φλοιὸς αὐτοῦ τὴν στυπτικὴν δύναμιν ἐναργῆ κέκτηται· διὸ καὶ ξηραίνει γενναίως, ὡς ἐν τῇ δευτέρᾳ τάξει συμπληρουμένῃ τῶν ξηραινόντων ὑπάρχειν. ἐστὶ δὲ καὶ παχυμερής, ἥκιστα δὲ δριμύτητος μετέχων. διὰ ταύτας γοῦν τὰς ποιότητας καὶ δυνάμεις ἱκανὴ ἡ χρῆσις αὐτοῦ ἐστι παρὰ τοῖς ἰατροῖς, ἐπί τε αἱμοπτυικῶν καὶ στομαχικῶν καὶ κοιλιακῶν καὶ δυσεντερικῶν οὐ τοῖς ἔξωθεν ἐπιτιθεμένοις μόνοις μιγνύμενος, ἀλλὰ καὶ τοῖς εἴσω τοῦ σώματος λαμβανομένοις. Αἰθάλη λιβάνου σκευάζεται τὸν τρόπον τοῦτον· λαβιδίῳ καθ’ ἕνα χόνδρον τοῦ λιβάνου λαβὼν καὶ ἅπτων πρὸς λύχνον ἐπιτίθει εἰς κοῖλον λοπάδιον ὀστράκινον κενόν, εἶτα περικάλυψον χάλκωμα ἔγκοιλον, ἐσφυγμένον ἐπιμελῶς· ὑποτίθει δὲ κατ’ ἀμφότερα χείλη τοῦ πώματος λιθάρια ὕψος τετραδακτυλιαῖον ἔχοντα, ἵνα χωρήσῃ ὑποτιθέναι ἕτερον χόνδρον ἀεὶ πρὸ τοῦ τὸν πρῶτον χόνδρον παντελῶς σβεσθῆναι, ἕως ἂν δόξῃς αὐτάρκη λιγνὺν συναγαγεῖν.[5] |
| 253 | συνεχῶς μέντοι σπόγγῳ ἐξ ὕδατος ψυχροῦ περίματτε τὸ ἐκτὸς μέρος τοῦ χαλκώματος· οὕτω γὰρ προσκαθίσει πᾶσα ἡ λιγνὺς μὴ ἄγαν αὐτοῦ πυρουμένου. ἀποψήσας οὖν τὴν πρώτην λιγνὺν πτερῷ ποίει τὸ αὐτὸ ἐφ’ ὅσον ἂν δοκῇ, ἀνελοῦ δὲ καὶ τὴν ἐκ τοῦ καέντος λιβάνου σποδὸν κατ’ ἰδίαν. κρείττων δὲ ἡ λιγνύς, δύναμιν δὲ ἔχει πραυντικὴν τῶν ἐν ὀφθαλμοῖς φλεγμονῶν, σταλτικὴν καρκινωμάτων. τὸν αὐτὸν δὲ τρόπον σκευάζεται λιγνὺς καὶ ἐκ τῆς σμύρνης καὶ ἐκ τοῦ στύρακος. ἁρμόζουσι δὲ πρὸς τὰ αὐτά. καὶ τῶν λοιπῶν δὲ δακρύων τὴν λιγνὺν ὁμοίως λάμβανε. Λιβανωτίδες τρεῖς εἰσιν ὁμοίας ἅπασαι δυνάμεως, μαλακτικῆς τε καὶ διαφορητικῆς, ὁ δὲ χυλὸς ὅ τε τῆς ῥίζης καὶ ὁ τῆς πόας μέλιτι μιγνύμενος ἀμβλυωπίας, ὅσαι διὰ πάχος ὑγρῶν γίγνονται, θεραπεύει.[15] |
| 254 | μετέχουσι γὰρ αἱ λιβανωτίδες ῥυπτικῆς τε καὶ τμητικῆς δυνάμεως. Λιγνὺς ἅπασα. |
| 255 | Ἐστὶ μὲν ξηραντική, διὸ καὶ γεώδης ὑπάρχει τὴν οὐσίαν, ἔχουσα καὶ τοῦ καύσαντος τὴν ὕλην πυρὸς λείψανον, ἀλλὰ τοῦτο μὲν ὀλίγον. ἡ δὲ ὅλη φύσις αὐτῆς ξηραντικὴ γεώδης λεπτομερής. αἱ δὲ κατ’ εἶδος διαφοραὶ παρὰ τὴν καυθεῖσαν ὕλην γίγνονται, ἢ θερμοτέρας ἢ ψυχροτέρας ἢ ἀδηκτοτέρας. αὐτίκα γέ τοι λιβάνου λιγνύϊ χρῶνται, μιγνύντες ὀφθαλμικαῖς δυνάμεσι, καὶ μάλιστα ταῖς ἐπὶ τῶν ἑλκῶν· καὶ γὰρ ἀνακαθαίρεται ταῦτα καὶ σαρκοῦται πρὸς αὐτῶν. καὶ ἡ τῆς τερεβινθίνης δὲ καὶ σμύρνης ἄλυπός ἐστι παραπλησίως τῇ τοῦ λιβάνου, ἡ δὲ τοῦ στύρακος ἰσχυροτέρα τούτων, ἔτι δὲ μᾶλλον ἡ τῆς ὑγρᾶς πίσσης καὶ ταύτης ἔτι μᾶλλον ἡ τῆς κεδρίας. χρῶνται δὲ ταῖς δριμυτέραις ἐπί τε τῶν πτίλων ὀνομαζομένων βλεφάρων καὶ τῶν περιβεβρωμένων κανθῶν καὶ ὑγρῶν ὀφθαλμῶν ἄνευ φλεγμονῆς. Λιγυστικοῦ καὶ ἡ ῥίζα καὶ τὸ σπέρμα τῶν θερμαινόντων εἰς τοσοῦτόν ἐστιν, ὡς ἔμμηνά τε κινεῖν καὶ οὖρα προτρέπειν.[10] |
| 256 | ἐστὶ δὲ καὶ ἄφυσον. Λινόσπερμον ἐσθιόμενον φυσῶδές ἐστι, κἂν ᾖ πεφρυγμένον, οὕτως ἄρα περιττωματικῆς ὑγρότητος ὑπάρχει μεστόν. |
| 257 | ἐστὶ δὲ καὶ θερμὸν ἐν τῇ πρώτῃ που τάξει, καὶ ὑγρότητος καὶ ξηρότητος ἐν τῷ μέσῳ πως τέτακται. ἐστὶ δὲ κακοστόμαχον καὶ δύσπεπτον· μετέχει γε μήν τι καὶ τῆς οὐρητικῆς δυνάμεως. φρυχθὲν δὲ ἵστησί πως τὴν γαστέρα. Λόβια.[5] |
| 258 | Περὶ λοβίων προγέγραπται ἐν τῷ περὶ δολίχων τόπῳ. Λινόζωστις. |
| 259 | Ταύτῃ χρῶνται μὲν ἅπαντες εἰς τὰς τῆς γαστρὸς καθάρσεις· οὐ μὴν ἀλλὰ εἰ καὶ πειραθῆναί τις βούλοιτο καταπλάττων 〈αὐτήν〉, εὑρήσει διαφορητικὴν ἱκανῶς. [τὸ σπέρμα οὔπω ξηρανθὲν διδάσκει ἡ πεῖρα τὰ παρὰ τοῖς ἰδιώταις ὀνομαζόμενα ἐν τῷ σώματι κάρφια ἐξαφανίζει〈ν〉, ἐπειδάν τις αὐτὰ τῷ σπέρματι ἐπιμελέστερον ἀνατρίβῃ.] Λογχίτιδος.[5] |
| 260 | Τῆς μὲν τὸ σπέρμα τρίγωνον λόγχῃ ἐοικὸς ἐχούσης ἡ ῥίζα ἐστὶ διουρητική, τῆς δὲ τῷ σκολοπενδρίῳ παραπλήσιας τὰ φύλλα χλωρὰ μὲν εἰς κόλλησιν τραυμάτων ἐπιτήδεια, ξηρὰ δὲ μετ’ ὄξους πινόμενα σπλῆνας ἰᾶται ἐσκιρρωμένους. Λύκιον ἢ πυξάκανθον ἀκανθῶδές ἐστι φυτόν, ἐξ οὗ τὸ καλούμενον λύκιον γίγνεται, ᾧ πρὸς ὑπώπια χρώμεθα καὶ τὰς ἐν ἕδρᾳ καὶ στόματι φλεγμονὰς καὶ ἑλκώσεις, ἕρπητάς τε καὶ σηπεδόνας καὶ τὰ κακοήθη τῶν ἑλκῶν καὶ παρατρίμματα καὶ παρωνυχίας. |
| 261 | ἐστὶ γὰρ ξηραντικῆς δυνάμεως ἐξ ἑτερογενῶν οὐσιῶν συγκείμενον, τῆς μὲν ἑτέρας λεπτομεροῦς τε καὶ διαφορητικῆς καὶ θερμῆς κατὰ τὴν δευτέραν ἀπόστασιν, τῆς δὲ ἑτέρας γεώδους ψυχρᾶς, ἐξ ἧς καὶ τὴν στύψιν ἔχει μετρίαν. διὸ καὶ πρὸς διαφέροντα πάθη χρῶνται τῷ φαρμάκῳ, ὡς ῥυπτικῷ μὲν πρὸς τὰ ἐπισκοτοῦντα ταῖς κόραις παραλαμβάνοντες, ὡς συνακτικῷ δὲ κοιλιακοῖς καὶ δυσεντερικοῖς καὶ ῥῷ γυναικείῳ προσφέροντες. τὸ δὲ ἰνδικὸν εἰς ἅπαντα χρησιμώτερον. Λυσιμάχιος ἐπικρατοῦσαν ἔχει τὴν στυπτικὴν ποιότητα, δι’ ἣν καὶ τραύματα κολλᾷ καὶ τὰς ἐκ μυκτήρων αἱμορραγίας ἵστησιν ἐμπλασσομένη· καὶ τῶν ἄλλων δὲ αἱμορραγιῶν ἴσχαιμόν ἐστι φάρμακον αὐτή τε καὶ ὁ χυλὸς αὐτῆς ἔτι καὶ μᾶλλον, ὥστε καὶ πινόμενος καὶ ἐνιέμενος δυσεντερίας τε καὶ αἵματος ἀναγωγὰς καὶ ῥοῦν γυναικεῖον ἰᾶται.[5] |
| 263 | Λωτὸς ὁ ἥμερος, ὃν ἔνιοι τρίφυλλον ὀνομάζουσι, ῥυπτικῆς μετρίως ἐστὶ δυνάμεως, οὕτω δὲ καὶ ξηραντικῆς, ἐν δὲ τῇ κατὰ θερμότητα καὶ ψῦξιν συζυγίᾳ εὔκρατος· ὁ δὲ ἄγριος λωτὸς ἐν Λιβύῃ μὲν πλεῖστος γεννᾶται. τὸ σπέρμα δὲ αὐτοῦ τῆς δευτέρας ἐστὶ τάξεως τῶν θερμαινόντων. ἔχει δέ τι καὶ ῥυπτικόν. τοῦ δὲ αἰγυπτίου τὸ σπέρμα καὶ ἀρτοποιοῦνται. Λωτὸς τὸ δένδρον.[5] |
| 264 | Στυπτικῆς μὲν οὐ πολλῆς μετέχει ποιότητος· ἐστὶ δὲ καὶ λεπτομερὲς καὶ ξηραντικόν. τὸ γοῦν ῥίνισμα τῶν ξύλων αὐτοῦ πρός τε ῥοῦν γυναικεῖον ἁρμόττει καὶ δυσεντερίας καὶ κοιλιακὰς διαθέσεις. ἐναφέψεται δέ ποτε μὲν ὕδατι, ποτὲ δὲ οἴνῳ, ὡς ἂν καὶ ἡ χρεία κελεύῃ, καὶ οὐκ ἐνίεται μόνον, ἀλλὰ καὶ πίνεται. καὶ μὴν καὶ τὰς ῥεούσας τρίχας ἐπέχει τῷ μετρίως στύφειν καὶ ξηραίνειν. Μάκερ φλοιός ἐστιν ἐκ τῆς Ἰνδικῆς κομιζόμενος· στύφει δὲ μετὰ βραχείας δριμύτητος.[5] |
| 265 | διὸ καὶ ξηραίνει. ἐστὶ δὲ καὶ λεπτομερὴς διὰ τὴν εὐωδίαν· καὶ διὰ τοῦτο κοιλιακαῖς τε καὶ δυσεντερικαῖς μίγνυται δυνάμεσι, ἐν μὲν τῇ τρίτῃ τάξει τῶν ξηραινόντων ὑπάρχων, ἐν δὲ τῇ κατὰ θερμότητα καὶ ψυχρότητα διαφορᾷ μηδέτερον ἐπιφανῶς ἐργαζόμενος. Μαλαβάθρου φύλλον ναρδοστάχυϊ παραπλήσιόν ἐστι τὴν δύναμιν.[5] |
| 267 | Μαλάχη. Ἡ μὲν ἀγρία διαφορητικῆς ἀτρέμα καὶ μαλακτικῆς ἐπὶ βραχὺ μετέχει δυνάμεως· ἡ δὲ κηπευομένη καθ’ ὅσον ὑδατώδους ὑγρότητος μετείληφε, κατὰ τοσοῦτον καὶ ἀσθενεστέρα τὴν δύναμιν ὑπάρχει. ὑπέρχεται δὲ ῥᾳδίως τὴν γαστέρα οὐ διὰ τὴν ὑγρότητα μόνον, ἀλλὰ καὶ διὰ τὴν γλισχρότητα, καὶ μάλισθ’ ὅταν μετ’ ἐλαίου τε καὶ γάρου προσφέρηται, οἴνου βραχέος ἐπιρραινομένου ἐν τῷ τῆς ἐδωδῆς καιρῷ. ὁ δὲ καρπὸς αὐτῶν εἰς τοσοῦτον ἰσχυρός ἐστιν εἰς ὅσον καὶ ξηρότερος. ἐστὶ δὲ καὶ ἡ ἀναδενδρομαλάχη καλουμένη τούτου τοῦ γένους, ἀλλὰ διαφορητικωτέρα τῶν προειρημένων· ὀνομάζεται δὲ ἀλθαία. Μανδραγόρας ἐπικρατοῦσαν μὲν ἔχει τὴν ψυκτικὴν δύναμιν, ὡς τῆς τρίτης εἶναι τῶν ψυχόντων τάξεως· οὐ μὴν ἀλλὰ καὶ θερμότητος ὀλίγης μετέχει καὶ κατά γε τὰ μῆλα καὶ ὑγρότητος, ὅθεν καὶ κωματώδη τὴν δύναμίν ἐστι ταῦτα.[5] |
| 268 | τῆς ῥίζης δὲ ὁ φλοιὸς ἰσχυρότατος ὢν οὐ ψύχει μόνον, ἀλλὰ καὶ ξηραίνει· τὸ δ’ ἄλλο τὸ ἔνδον ἀσθενὲς ὑπάρχει. Μάραθρον.[5] |
| 269 | Θερμαίνει μὲν ἰσχυρῶς, ὡς ἐκ τῆς τρίτης ἤδη δύνασθαι τάξεως εἶναι. ξηραίνει δὲ κατὰ τὴν πρώτην τάξιν καὶ διὰ τοῦτο γάλακτός ἐστι γεννητικόν, ὑποχεομένοις τε βοηθεῖ κατὰ τὸν αὐτὸν λόγον. ἐστὶ δὲ καὶ διουρητικὸν καὶ καταμηνίων ἀγωγόν. Μαστίχη. |
| 270 | Ἡ μὲν λευκὴ καὶ Χία σύνθετός πώς ἐστιν ἐξ ἐναντίων δυνάμεων, στυπτικῆς καὶ μαλακτικῆς· διὸ καὶ στομάχου καὶ κοιλίας καὶ ἐντέρων καὶ ἥπατος φλεγμοναῖς ἁρμόττει, κατὰ τὴν δευτέραν ἀπόστασιν θερμαίνουσα. ἡ δὲ μέλαινα, ἡ Αἰγυπτία προσαγορευομένη, ξηραίνει τε μᾶλλον αὐτῆς καὶ ἧττον στύφει, ὅθεν ἐπιτηδειοτέρα πῶς ἐστι πρὸς τὰ διαφορήσεως ἰσχυροτέρας δεόμενα. Μελάνθιον.[5] |
| 271 | Θερμαίνει μὲν καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν, ἔοικε δὲ καὶ λεπτομερὲς ὑπάρχειν· οὕτω γοῦν καὶ τοὺς κατάρρους ἰᾶται θερμὸν ἐν ὀθονίῳ προσαγόμενον, ὡς ὀσμᾶσθαι συνεχῶς· καὶ μὲν δὴ καὶ ἀφυσώτατόν ἐστι πινόμενον. ἀναιρεῖ δὲ καὶ ἕλμινθας, οὐ μόνον ἐσθιόμενον, ἀλλὰ καὶ κατὰ τῆς γαστρὸς ἐπιτιθέμενον ἔξωθεν διὰ τὴν πικρότητα. λέπρας δὲ καὶ ἥλους καὶ μυρμηκίας ἐκβάλλει καὶ καταμήνια προτρέπει διὰ πάχος καὶ γλισχρότητα χυμῶν ἐπεσχημένα· ὀνίνησι δὲ καὶ ἀλωπεκίας καιόμενον καὶ μετὰ ἐλαίου λειοτριβόμενον καὶ χριόμενον. οὕτω δὲ καὶ ὀρθόπνοιαν ὀνίνησι. καὶ ὅλως ἔνθα τεμεῖν καὶ ῥύψαι καὶ ξηρᾶναι καὶ θερμᾶναι δεόμεθα χρησιμώτατόν ἐστιν. Μελίλωτον μικτῆς ἐστι δυνάμεως· ἔχει μὲν γάρ τι καὶ στυπτικόν, ἀλλὰ καὶ διαφορεῖ καὶ συμπέττει.[10] |
| 272 | πλέον γὰρ ἐν αὐτῷ τὸ τῆς θερμῆς οὐσίας ἐστὶν ἤπερ τὸ τῆς ψυχρᾶς. Μέλι θερμαίνει καὶ ξηραίνει κατὰ τὴν δευτέραν τάξιν. |
| 273 | ἐστὶ δὲ ἁπλῶς ὡς ἔνι μάλιστα δυνάμεώς τε καὶ κράσεως τῆς ῥυπτικῆς ὀνομαζομένης· λεπτομερέστατόν τέ ἐστι καὶ μάλιστα τὸ γινόμενον ἔνθα θύμα πλεῖστα εὑρίσκεται. λεπτομερὲς δὲ ὑπάρχον ἐξ ἀνάγκης ἔχει τι καὶ δριμύ, δι’ οὗ πρὸς ἔκκρισιν ἐπεγείρει τὴν γαστέρα. εἴρηται δὲ ὅτι καὶ ῥύπτει· τοῦτο οὖν ἀφαιροῦντες αὐτοῦ, λέγω δὴ τὸ ῥύπτειν, διουρητικώτερον αὐτὸ ἀποτελοῦμεν, καὶ πρὸς ἀνάδοσιν καὶ θρέψιν ἐπιτήδειον. καλλίστη δὲ ἀφαίρεσις γίνεται μιχθέντος ὕδατος πλείστου καὶ ἑψηθέντος ἄχρι περ ἂν ἀφρίζον παύσηται, ἀφαιρουμένου συνεχῶς δηλονότι τοῦ ἀφροῦ. τὸ δὲ μὴ ἑψηθὲν μελίκρατον ὑπέρχεσθαι κάτω φθάνει πρὸ τοῦ πεφθῆναι. γέρουσι μὲν οὖν καὶ ὅλως ταῖς ψυχραῖς τοῦ σώματος κράσεσιν ἐπιτήδειον τὸ μέλι, τοῖς δὲ ἀκμάζουσι καὶ θερμαῖς ἐκχολοῦται πρὶν πεφθῆναι. ἑψηθὲν δὲ καθ’ αὑτὸ ἧττον γίγνεται δριμὺ καὶ ῥυπτικόν, ὅθεν καὶ μᾶλλον τρέφει καὶ εἰς τὰς τῶν κόλπων κολλήσεις ἐπιτηδειότατον γίγνεται. Μελισσόφυλλον.[15] |
| 274 | Μελισσόφυλλον πρασίῳ μέν ἐστι παραπλήσιον τὴν δύναμιν, ἀπολείπεται δὲ αὐτοῦ πάμπολυ. διὰ τοῦτο οὐδὲ χρῆταί τις αὐτῷ· περιττὸν γὰρ πρασίου παρόντος πανταχῆ τῆς γῆς μελισσοφύλλῳ χρῆσθαι· εἰ μέντοι μὴ παρείη πράσιον εἰς ὅσαπερ ἐκείνῳ χρώμεθα καὶ τούτῳ χρηστέον, γινώσκοντα τὸ τῆς ἐνεργείας ἐλλιπές. Μέσπιλον στρυφνὸς ἱκανῶς ὁ καρπὸς τοῦ δένδρου τούτου, ἐφεκτικὸς δὲ ἱκανῶς γαστρός.[5] |
| 276 | Μήκων πᾶσα ψυκτικῆς ἐστι δυνάμεως· ἀλλὰ τῆς μὲν κηπευομένης, ἣν καὶ θυλακίτιδα προσαγορεύουσι, μετρίως ὑπνῶδες τὸ σπέρμα· τῆς δὲ ῥοιάδος ἰσχυρότερον ψύχει τὸ σπέρμα, ὥστε οὐκ ἄν τις αὐτῷ μόνῳ χρήσαιτο ἀλύπως, ὥσπερ τῷ τῆς κηπευομένης· τῆς δὲ ἀγρίας τὸ σπέρμα μέλαν ὑπάρχον ἤδη φαρμακῶδές ἐστιν ἱκανῶς ψῦχον καὶ μάλιστα τῆς θηβαίας καὶ ὁ ὀπὸς δὲ ἰσχυρῶς ψύχει μέχρι νάρκης καὶ νεκρώσεως. ἐστὶ γὰρ τῆς τετάρτης τε καὶ ἐσχάτης τάξεως τῶν ψυχόντων. Μήκων κερατῖτις.[5] |
| 277 | Καλεῖται δὲ καὶ παραλία, ἐπειδὴ τὰ πολλὰ πλησίον τῆς θαλάσσης φύεται· δύναμιν δὲ ἔχει ῥυπτικήν τε καὶ τμητικήν, ὥστε ἡ μὲν ῥίζα ἐν ὕδατι καθεψηθεῖσα μέχρι ἡμισείας, ἡπατικὰς ὠφελεῖ διαθέσεις. τὰ δὲ φύλλα καὶ τὰ ἄνθη τὰ ῥυπαρὰ σφόδρα καὶ κακοήθη τῶν ἑλκῶν ὀνίνησι. χρὴ δὲ αὐτῶν ἀφίστασθαι καθαρῶν γενομένων τῶν ἑλκῶν· εἰς τοσοῦτο γὰρ ῥύπτειν πέφυκεν, ὡς καὶ αὐτῆς τῆς καθαρᾶς σαρκὸς ἀποτήκειν. διὰ τοῦτο καὶ τὰς ἐσχάρας ἀφαιρεῖ τῶν ἑλκῶν. Μηλέα περσική.[5] |
| 278 | Ταύτης τὰ φύλλα καὶ οἱ βλαστοὶ ἐπικρατοῦσαν ἔχουσι τὴν πικρὰν ποιότητα· διὸ καὶ τὰς ἕλμινθας ἀποκτείνει λειωθέντα καὶ κατὰ τοῦ ὀμφαλοῦ ἐπιτεθέντα· καὶ ἄλλως δὲ διαφορητικόν ἐστι φάρμακον. ὁ δὲ καρπὸς αὐτοῦ, τὸ περσικὸν ὀνομαζόμενον ὑγρότερόν τέ ἐστι καὶ ψυχρότερον τὴν κρᾶσιν. ἐσθιομένη δὲ ἡ σὰρξ αὐτοῦ εὔφθαρτός τέ ἐστι καὶ πάντη μοχθηρά, ὥστε οὐ χρή, καθάπερ ἔνιοι, τελευταῖα τῆς ἄλλης τροφῆς αὐτὰ προσφέρεσθαι· διαφθείρεται γὰρ ἐπιπολάζοντα. μεμνῆσθαι δὲ χρὴ τοῦδε κοινοῦ πάντων ὄντος· ὅσα κακόχυμα μέν, ὑγρὰ δὲ καὶ ὀλισθηρὰ καὶ ῥαδίως ὑπιέναι δυνάμενα, διὰ τοῦτ’ ἐσθίειν αὐτὰ πρότερα τῶν ἄλλων. οὕτω γὰρ αὐτά τε ταχέως ὑπέρχεται, κἀκείνοις ποδηγεῖ· τὰ δὲ ὕστατα ληφθέντα συνδιαφθείρει καὶ τὰ ἄλλα. Μηλέα ἀρμενιακή.[10] |
| 279 | Ταύτης καὶ τὸ δένδρον καὶ τὸν καρπὸν πρεκόκκιον καλοῦσιν. ἐστὶ δὲ ὑγρός τε καὶ ψυχρὸς ὁ καρπὸς κατὰ τὴν δευτέραν που μάλιστα πεπονθὼς ἀπόστασιν. διαφορὰν δέ τινα ἐπὶ τὸ βέλτιον τοῦτο κέκτηται· οὔτε γὰρ ὁμοίως διαφθείρεται κατὰ τὴν κοιλίαν, ὥσπερ τὰ περσικά, οὔτ’ ὀξύνεται. φαίνεται δὲ τοῖς πολλοῖς ἡδίων καὶ διὰ τοῦτο καὶ εὐστομαχωτέρα. Μηλέα μηδική [ἤτοι κιτρέα].[5] |
| 280 | Ταύτης ὁ καρπὸς κιτρίον ὀνομάζεται ὑπὸ πάντων. κατὰ μὲν τὴν ἐντεριώνην τὴν ὀξεῖαν ποιότητα καὶ ξηραντικὴν δύναμιν ἐπικρατοῦσαν ἔχει, ὡς τῆς τρίτης εἶναι τάξεως τῶν ξηραινόντων τε καὶ ψυχόντων. κατὰ δὲ τὸν φλοιὸν ξηραινούσης κἀνταῦθα μετέχει κράσεως κατὰ τὴν δευτέραν ἀπόστασιν, οὐ μὴν ψυχρᾶς διὰ τὸ ἀρωματίζειν. ἡ δὲ σὰρξ αὐτοῦ παχύχυμός ἐστι καὶ ψυχρὰ διὰ τὸ σκληρόν. τὸ δὲ σπέρμα πᾶν ἄβρωτον· πικρὸν γὰρ καὶ δηλονότι καὶ διαφορητικὸν καὶ ξηραντικὸν κατὰ τὴν δευτέραν τάξιν καὶ τὰ φύλλα δὲ ξηραντικῆς ἐστι καὶ διαφορητικῆς δυνάμεως. Μῆλα.[5] |
| 281 | Ἐν δὲ τοῖς ἄλλοις μήλοις πολλή τις ἡ διαφορά. ὅσα μὲν γὰρ στύφει μῆλα ψυχρὸν ἔχει καὶ γεώδη χυμόν, ὅσα δὲ ὀξέα φαίνεται ψυχρὸν μὲν ἀλλὰ λεπτομερῆ. μέσης δέ ἐστι κράσεως τὰ γλυκέα πρὸς τὸ θερμότερον ῥέποντα. τοῖς μὲν οὖν αὐστηροῖς μήλοις κεχρῆσθαι δεῖ, ὅταν ἤτοι διὰ δυσκρασίαν θερμὴν ἢ ὑγρότητα πολλὴν ἄτονος ἡ γαστὴρ ὑπάρχη, τοῖς δὲ στρυφνοῖς ὅταν ἱκανῶς ταῦτα αὐξηθῇ. ἐπέχει γὰρ διὰ παντὸς ὅσον ἐφ’ ἑαυτοῖς τὰ στύφοντα τὰς κάτω διαχωρήσεις. τὰ δὲ ὀξέα ὁρμᾷ, διὸ ὅταν ὑπολάβῃς ἐν τῇ γαστρὶ παχὺν ἠθροῖσθαι χυμόν, οὐ πάνυ τοι ψυχρόν, πρόσαγε ταῦτα. τέμνοντα γὰρ τοῦτον ὑπάγει τε κάτω καὶ διὰ τοῦτο ὑγραίνει τὰ διαχωρήματα, καθαρὰν δὲ εὑρόντα τὴν κοιλίαν ἐπέχει αὐτὴν μᾶλλον. Μήου αἱ ῥίζαι χρήσιμοι, κατὰ μὲν τὴν τρίτην ἀπόστασιν ὑπάρχουσαι θερμαί, ξηραὶ δὲ κατὰ τὴν δευτέραν, ὑγρότητα περιττωματικὴν ἐν ἑαυταῖς ἔχουσαι.[10] |
| 282 | οὖρα οὖν κινεῖ καὶ καταμήνια προκαλεῖται πινόμενον. κεφαλαλγὲς δέ ἐστι πλεῖον λαμβανόμενον καὶ φυσῶδες διὰ τὴν ὑγρότητα. Μορέας ὁ καρπὸς συκάμινα καὶ συκόμορα καλεῖται συνήθως ὑπὸ πολλῶν.[5] |
| 283 | καθαρᾷ μὲν οὖν ἐμπεσόντα γαστρὶ τὰ πέπειρα μόρα καὶ πρῶτα ληφθέντα διεξέρχεται τάχιστα κατ’ ἔντερον καὶ τοῖς ἄλλοις σιτίοις ὑφηγεῖται. μετὰ δὲ τὴν τροφὴν ληφθέντα ἢ χυμὸν εὑρόντα μοχθηρὸν ἐν τῇ γαστρὶ τάχιστα διαφθαρέντα ἀλλόκοτόν τινα καὶ οὐ δυνάμενον ῥηθῆναι ἴσχουσι διαφθοράν, ταῖς κολοκύνθαις ὁμοίως καὶ τοῖς πέποσιν, ὅταν μὴ πεφθῶσι. καιρὸς δὲ τῆς χρήσεως ὥσπερ τοῖς πέποσι καὶ τοῖς σικύοις, οὕτως καὶ τοῖς μόροις, ὅταν αὐχμηρὸν καὶ θερμὸν γένηται τὸ τῆς γαστρὸς σῶμα, ἐξ ἀνάγκης δὲ καὶ τοῦ ἥπατος. τότε γὰρ τοῖς τοιούτοις ἅπασι μόνως ἄν τις εἰς ὠφέλειαν χρήσαιτο, καὶ ὅταν τεταλαιπωρημένος ἐν ὁδοιπορίᾳ σφοδρᾷ καὶ καύματι λάβρῳ τύχῃ. τηνικαῦτα γὰρ ὀνίνησι τέγγοντα μὲν τὸν αὐχμὸν τοῦ σώματος, ἐμψύχοντα δὲ μετρίως. ὁ δὲ ἄωρος καρπὸς τῆς μορέας ξηρανθεὶς ἐν ἡλίῳ ἀκριβῶς καὶ ἀποτιθέμενος στεγνωτικὸν ἱκανῶς γίγνεται φάρμακον, ἀγαθόν, ὡς καὶ δυσεντερίας ἰᾶσθαι καὶ κοιλιακὰς χρονίας διαθέσεις καὶ τὰς ἄλλας ὅσαι ῥοώδεις. κόπτεται δὲ καὶ τοῖς ὄψοις μίγνυται, καθάπερ καὶ ὁ τῆς ῥοῦ καρπός, καὶ πίνεται δὲ μεθ’ ὕδατος καὶ μετ’ οἴνου. ὁ δὲ φλοιὸς τῆς ῥίζης τοῦ δένδρου καθαρτικῆς μετέχει δυνάμεως μετά τινος πικρότητος, ὥστε καὶ πλατεῖαν ἕλμινθα ἀναιρεῖ ἀποζεννύμενος μετ’ οἴνου καὶ πινομένου τοῦ ἀκράτου θερμοῦ, ὅσον κύαθον α , καὶ τὰ χρονίως ἐπεσχημένα καταμήνια προκαλεῖται. Μύκητες ψυχρὸν καὶ ὑγρὸν ἱκανῶς ἔδεσμα, ὅθεν καὶ δηλητηρίου δυνάμεως ἐγγὺς ἥκουσι καί τινες αὐτῶν καὶ ἀναιροῦσι.[20] |
| 285 | Μυοσωτίς. Ξηραίνει μὲν κατὰ τὴν δευτέραν τάξιν, θερμότητα δὲ οὐδεμίαν ἐπιφανῆ κέκτηται· ὁ δὲ χυλὸς αὐτῆς ὅσον κύαθος μετὰ ζύθου πινόμενος τὴν πλατεῖαν ἕλμινθα ἀπαραβάτως ἐκτινάσσει. Μυρίκη τμητικῆς καὶ ῥυπτικῆς ἐστι δυνάμεως ἄνευ τοῦ ξηραίνειν ἐπιφανῶς. |
| 286 | ἔχει δέ τινα στύψιν καὶ διὰ ταύτας τὰς δυνάμεις σπλῆνας μὲν ἱκανῶς ὀνίνησιν ἐσκιρρωμένους σὺν ὄξει ἢ οἴνῳ, τῶν ῥιζῶν ἢ τῶν ἀκρεμόνων ἢ τῶν φύλλων ἀφεψομένων. ὁ δὲ καρπὸς καὶ ὁ φλοιὸς οὐ βραχεῖαν στύψιν προσειλήφασι, μετὰ τοῦ ἔχειν καὶ τὸ ῥυπτικὸν καὶ λεπτομερές. ἡ δὲ τῆς καυθείσης μυρίκης τέφρα ξηραντικῆς γίνεται δυνάμεως. Μυρρίνη ἢ μυρσίνη.[5] |
| 287 | Ἐξ ἐναντίων καὶ τοῦτο τὸ φυτὸν σύγκειται οὐσιῶν, ἐπικρατεῖ δὲ ἐν αὐτῇ ὅμως τὸ γεῶδες ψυχρόν· ἔχει δέ τι καὶ λεπτομερὲς θερμόν, ὅθεν ἰσχυρῶς ξηραίνει· στεγνωτικῆς δὲ δυνάμεώς εἰσιν ἅπαντα τὰ μόρια τοῦ φυτοῦ, ἔξωθέν τε τοῦ σώματος ἐπιτιθέμενα καὶ εἴσω λαμβανόμενα. Μῶλυ ἢ βήσασα.[5] |
| 288 | Μῶλυ, ὅ τινες ἄγριον πήγανον ὀνομάζουσιν, ἔνιοι δὲ ἁρμαλά, Σύροι δὲ βήσασα. ἡ δύναμις δὲ αὐτοῦ λεπτομερής ἐστι καὶ θερμὴ κατὰ τὴν τρίτην ἀπόστασιν, ὅθεν καὶ τέμνει καὶ διαφορεῖ τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς καὶ ἐπ’ οὔρησιν προτρέπει. χρῶνται δὲ αὐτῷ οἱ κατ’ ἀγρὸν ἐπὶ τῶν χρονίως κεφαλαλγούντων ἕψοντες ὕδατι καὶ καταιονοῦντες τὴν κεφαλήν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἐψυγμένων μέρος τι τοῦ σώματος. Νάρδου στάχυς.[5] |
| 289 | Θερμαίνει μὲν κατὰ τὴν πρώτην ἀπόστασιν, ξηραίνει δὲ κατὰ τὴν δευτέραν συμπληρουμένην. σύγκειται δὲ ἔκ τε στυφούσης αὐτάρκως οὐσίας καὶ δριμείας θερμῆς οὐ πολλῆς καί τινος ὑποπίκρου βραχείας· ὅθεν καὶ πρὸς ἧπαρ καὶ στόμαχον εὐλόγως ἁρμόττει πινομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη καὶ οὖρα κινεῖ καὶ δήξεις ἰᾶται στομάχου καὶ τὰ κατὰ τὴν γαστέρα καὶ τὰ ἔντερα ῥεύματα ξηραίνει καὶ πρὸς τούτοις ἔτι τὰ κατὰ τὴν κεφαλὴν καὶ τὸν θώρακα· ἰσχυροτέρα δὲ ἡ Ἰνδική, μελαντέρα τῆς Συριακῆς ὑπάρχουσα. Νάρδος Κελτική.[5] |
| 290 | Παραπλησίας μέν πως κατὰ γένος δυνάμεως τῇ προειρημένῃ, ἀσθενεστέρα δὲ εἰς ἅπαντα, πλὴν εἰς οὖρα· θερμοτέρα μὲν γὰρ ἐκείνης ἐστίν, ἧττον δὲ στύφει. Νάρθηξ. |
| 291 | Τούτου τὸ μὲν σπέρμα λεπτύνει καὶ θερμαίνει, τὸ δὲ ἐντὸς τὸ καλούμενον ἐντεριώνη στυπτικῆς τινος μετέχει ποιότητος, δι’ ἣν αἱμοπτυικοῖς καὶ κοιλιακοῖς ἁρμόττει. Νᾶπυ θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τετάρτην ἀπόστασιν, [ἄριστον δὲ καὶ τὸ Αἰγύπτιον ἢ τὸ Συριακόν, μικρότερον δὲ τῷ ὄγκῳ καὶ ἀναιμότερον κεχρωσμένον. |
| 292 | ] Νάρκισσος. |
| 293 | Τούτου ἡ ῥίζα ξηραντικῆς ἐστι δυνάμεως εἰς τοσοῦτον, ὡς κολλᾶν τραύματα μεγάλα μέχρι καὶ τῶν περὶ τοὺς τένοντας διακοπῶν. ἔχει δέ τι καὶ ῥυπτικὸν καὶ ἐπισπαστικόν. Νήριον ἢ ῥοδοδάφνη γνώριμος ἅπασι θάμνος· ἔξωθεν μὲν οὖν τοῦ σώματος εἰ καταπλασθείη διαφορητικῆς ἐστι δυνάμεως, εἴσω δὲ λαμβανόμενος ὀλέθριός τε καὶ δηλητήριος οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ τοῖς πλείστοις τῶν βοσκημάτων. |
| 295 | Νυμφαία. Ταύτης ἥ τε ῥίζα καὶ τὸ σπέρμα δύναμιν ἔχει ξηραντικὴν ἄδηκτον· ἐπέχει τοιγαροῦν καὶ τὰ τῆς γαστρὸς ῥεύματα καὶ τὸ σπέρμα κατά τε τοὺς ὀνειρωγμοὺς καὶ ἄλλως ἄμετρον φερόμενον· ὀνίνησι δὲ καὶ δυσεντερικούς. ἡ δὲ τὴν λευκὴν ἔχουσα ῥίζαν νυμφαία σφοδροτέρας ἐστὶ δυνάμεως, ὥστε καὶ ῥοῦν γυναικεῖον ἰᾶσθαι. πίνεται δὲ καὶ αὕτη καὶ ἡ τὴν μέλαιναν ἔχουσα ῥίζαν ἐν οἴνῳ μέλανι αὐστηρῷ. μετέχουσι δέ τι καὶ ῥυπτικῆς δυνάμεως, ὥστε καὶ ἀλφοὺς ἰῶνται δευθεῖσαι ὕδατι καὶ ἀλωπεκίας σὺν ὑγρᾷ πίσσῃ. κρείττων δὲ εἰς ταῦτα ἡ τὴν μέλαιναν ἔχουσα ῥίζαν, εἰς δὲ τὰ ἄλλα ἡ τὴν λευκήν. Ξάνθιον, οἱ δὲ φασγάνιον, οἱ δὲ φιλάνθρωπον, οἱ δὲ χοιραδόλεθρον.[5] |
| 296 | τούτου ὁ καρπὸς διαφορητικῆς ἐστι δυνάμεως· τὸ δὲ ἀφέψημα τοῦ φλοιοῦ τῆς ῥίζης πινόμενον σπλῆνας τήκει. καὶ ὀδόντας σειομένους κρατύνει μετ’ οἴνου ἑψόμενον καὶ πινόμενον. Ξιφίου ἡ ῥίζα, μάλιστα ἡ ἄνωθεν, ἑλκτικῆς ἐστι καὶ διαφορητικῆς καὶ δηλονότι καὶ ξηραντικῆς δυνάμεως. |
| 298 | Οἶνος ἐκ τῆς δευτέρας ἐστὶ τάξεως τῶν θερμαινόντων, ὁ δὲ ἱκανῶς παλαιὸς τῆς τρίτης, ὥσπερ ὁ νέος γλεύκινος τῆς πρώτης. ἀνάλογον δὲ ταῖς θερμότησι καὶ αἱ ξηρότητες αὐτοῦ. ἐπεὶ δὲ πλείστας ἐν τῷ οἴνῳ εὑρίσκομεν διαφοράς, διοριστέον περὶ αὐτῶν ὡς οἷόν τε διὰ βραχέων. πάντων μὲν οὖν οἴνων οἱ ἐρυθροί τε ἅμα καὶ παχεῖς εἰς αἵματος γένεσιν ἐπιτηδειότατοι, βραχυτάτης δεόμενοι τῆς εἰς τὸ αἷμα μεταβολῆς· ἐφεξῆς δὲ αὐτῶν οἱ μέλανές τε ἅμα καὶ γλυκεῖς καὶ παχεῖς, εἶθ’ οἱ κατὰ μὲν τὴν χρόαν ἐρυθροὶ καὶ μέλανες, ἐν δὲ τῇ συστάσει παχεῖς, μετέχοντες ἅμα καὶ τῆς στυφούσης ποιότητος. τούτων δὲ ἧττον οἱ λευκοί τε ἅμα καὶ παχεῖς καὶ στρυφνοὶ τρέφειν πεφύκασιν· ἁπάντων δὲ ἥκιστα τρέφουσιν οἱ λευκοὶ μὲν τῇ χρόᾳ, λεπτοὶ δὲ τῇ συστάσει, παραπλήσιοί πως ὄντες ὕδατι· πέττονται δὲ κατὰ γαστέρα καὶ ἀναδίδονται μᾶλλον οἱ γλυκεῖς τῶν αὐστηρῶν, ὡς θερμότεροι τὴν δύναμιν ὄντες· καὶ ὑπακτικοὶ δὲ μᾶλλόν εἰσι γαστρός. οἱ δὲ πάνυ παχεῖς καὶ βραδύτερον πέττονται καὶ βραδύτερον ἀναδίδονται· γαστρὸς δὲ ἰσχυρᾶς ἐπιτυχόντες, ὡς πεφθῆναι καλῶς, πλείονα τροφὴν διδόασι τῷ σώματι. πρόδηλον δὲ ὅτι καὶ σταλτικοὶ γαστρός εἰσι καὶ εἰς οὔρησιν δὲ οὐκ ἀγαθοί, παχὺν χυμὸν ἐπί τινων γεννῶντες· ἐμφράττονται δὲ ἐξ αὐτῶν τινες ἧπάρ τε καὶ σπλῆνα καὶ νεφρούς. κἀντεῦθεν οἱ μὲν ὑδεριῶσιν, οἱ δὲ λιθιῶσιν τῶν ἐπὶ πλέον αὐτοῖς χρησαμένων, καὶ μάλιστα γερόντων. ἄριστος δὲ ἐν οἴνοις ἐστὶ καὶ τοῖς ὑγραίνουσιν ἐπιτηδειότερος καὶ τοῖς ἐκ νόσων ἀνακομιζομένοις ὁ τῇ χρόᾳ μὲν ἐρυθρός, τῇ δὲ συστάσει λεπτὸς ὑποστύφων ἠρέμα. Ὄξος μικτῆς ἐστιν οὐσίας ψυχρᾶς καὶ θερμῆς, ἀμφοῖν λεπτομερῶν.[20] |
| 299 | ἐπικρατεῖ δὲ ἐν αὐτῷ ἡ ψυχρὰ οὐσία, καθὼς ἐν ἀρχῇ τοῦ βιβλίου προείρηται. ξηραντικὸν δέ ἐστιν ἱκανῶς τὸ φάρμακον, ὡς τῆς τρίτης εἶναι τάξεως, ἤδη συμπληρουμένης, ὅταν γε ἰσχυρὸν ὑπάρχῃ. Περὶ ὀξυσχοίνου εἴρηται ἐν τῷ περὶ σχοίνου τόπῳ. |
| 301 | Ὀπός. Ὁ μὲν Κυρηναικὸς ἁπάντων ἐστὶ θερμότερός τε καὶ λεπτομερέστερος καὶ διὰ τοῦτο καὶ διαφορητικώτερος. οὐ μὴν ἀλλὰ καὶ οἱ ἄλλοι θερμοί τέ εἰσι καὶ πνευματώδεις, τουτέστιν ὅ τε Μηδικὸς καὶ ὁ Συριακός, ὃν λάσαρ ὀνομάζουσιν. Ὀρίγανον. |
| 302 | Ταύτης τῆς πόας τριττὸν τὸ εἶδος· τμητικῆς δέ εἰσι καὶ λεπτυντικῆς καὶ ξηραντικῆς καὶ θερμαντικῆς δυνάμεως κατὰ τὴν τρίτην ἀπόστασιν ἔχουσαι ταῦτα. ἡ δὲ τραγορίγανος προσείληφέ τι καὶ στύψεως. Ὄροβος. |
| 303 | Ξηραίνει μὲν κατὰ τὴν δευτέραν ἀπόστασιν ἐπιτεταμένην, θερμαίνει δὲ κατὰ τὴν πρώτην· εἰς ὅσον δὲ πικρότητος μετείληφεν, εἰς τοσοῦτον καὶ τέμνει καὶ ῥύπτει καὶ ἐκφράττει, πλείων δὲ ληφθεὶς αἷμα δι’ οὔρων ἄγει. Ὀροβάκχη ψυχρᾶς καὶ ξηρᾶς ἐστι κράσεως κατὰ τὴν πρώτην τάξιν. |
| 305 | Ὄρυζα ἔχει τι καὶ στυπτικόν· διὸ καὶ μετρίως τὴν γαστέρα ἐπέχει. δύσπεπτον δέ ἐστιν ἔδεσμα. Ὄρχις, οἱ δὲ κυνὸς ὄρχις. |
| 306 | Ταύτης ἡ ῥίζα διπλῆ βολβοειδὴς ὑγρὰ καὶ θερμή· διὸ καὶ γλυκεῖα γευομένοις ἐστί. καὶ ἡ μὲν μείζων ῥίζα διὰ τὴν πολλὴν ὑγρότητα πρὸς ἀφροδίσια προτρέπει πινομένη· ἡ δὲ μικροτέρα ἐπὶ τὸ ξηρότερον ῥέπουσα ἐπέχει τὰς τῆς συνουσίας ὁρμάς. Ὄρχις, ἣν σαραπιάδα καλοῦσιν, ξηροτέρας ἐστὶ δυνάμεως ἢ κατὰ τὴν προτέραν, ὅθεν εἰς ἀφροδίσια μὲν οὐχ ὁμοίως ἐπιτήδειός ἐστιν. |
| 307 | οἰδήματα δὲ καταπλασσομένη διαφορεῖ καὶ ἕλκη ῥυπαρὰ καθαίρει καὶ ἕρπητας ἰᾶται. ἡ δὲ ξηρὰ καὶ τὰ σηπεδονώδη καὶ κακοήθη τῶν ἑλκῶν ἰᾶται. καὶ γάρ τι καὶ ὑποστῦφον ἔχει· διὸ καὶ κοιλίαν ἐπέχει μετ’ οἴνου πινομένη. Οὖβα καὶ μέσπιλα καὶ πάντα τὰ στύφοντα ῥεούσῃ γαστρὶ ἐπιτήδεια πρῶτα λαμβανόμενα· ταῖς δὲ δι’ ἀτονίας ἐπεχομέναις ὕστερον δεῖ προσφέρειν.[5] |
| 309 | Ὀσιριάς. Ὀσιριάδος τῆς πόας, ἐξ ἧς καὶ τὰ κορήματα παραγίγνεται, πικρὰ μὲν ἡ ποιότης, ἐκφρακτικὴ δὲ ἡ δύναμις, ὅθεν καὶ τὰς καθ’ ἧπαρ ἐμφράξεις ὠφελεῖ. Παγκράτιον. |
| 310 | Ἡ τούτου ῥίζα σκίλλῃ κατά τε τὴν γεῦσιν ἔοικε καὶ κατὰ τὴν δύναμιν, ὥστε καὶ χρῶνταί τινες αὐτῇ μὴ παρούσης σκίλλης· ἀσθενεστέρα δέ ἐστι μακρῷ. Παλίουρος. |
| 311 | Παλιούρου τὰ φύλλα καὶ ἡ ῥίζα στυπτικῆς μὲν οὐκ ἀσαφῶς μετείληφε δυνάμεως, ὥστε καὶ τὴν ῥέουσαν ἐπέχειν γαστέρα, διαφορητικῆς δὲ εἰς τοσοῦτον, ὡς καὶ τὰ φύματα θεραπεύειν, ὅσα γε μὴ λίαν ἐστὶ φλεγμονώδη τε καὶ θερμά. ὁ δὲ καρπὸς τμητικῆς εἰς τοσοῦτον μετέχει δυνάμεως, ὥστε καὶ τοὺς ἐν κύστει λίθους θρύπτειν καὶ ταῖς ἐκ θώρακός τε καὶ πνεύμονος ἀναπτύσεσι βοηθεῖν. Πάνακες Ἡράκλειον.[5] |
| 312 | Ἐκ τούτου καὶ ὁ καλούμενος ὀποπάναξ γίγνεται. ἐστὶ δὲ ὁ ὀπὸς οὗτος θερμὸς μὲν καὶ διαφορητικὸς ἐκ τῆς τρίτης τάξεως, ξηρὸς δὲ τῆς δευτέρας. ὁ δὲ φλοιὸς τῆς ῥίζης ξηραντικὸς καὶ θερμαντικός ἐστιν, ἀλλ’ ἧττον τοῦ ὀποῦ, ῥύπτει μέντοι. διὸ καὶ ἁρμόζει πρός τε τὰ γυμνὰ τῶν ἑλκῶν καὶ τὰ κακοήθη. ῥύπτει γὰρ καὶ ξηραίνει καὶ σαρκοῖ ἀδήκτως. ὁ δὲ καρπὸς θερμὸς ὢν καὶ καταμήνια ἄγει. Πεντάφυλλον.[5] |
| 313 | Ταύτης ἡ ῥίζα ξηραίνει μὲν κατὰ τὴν τρίτην ἀπόστασιν, ἥκιστα δέ ἐστι δριμεῖα. διὸ καὶ πολύχρηστος ὑπάρχει. ἐστὶ γὰρ καὶ λεπτομερής. Πέπλιον. |
| 314 | Τούτου [γὰρ] τὸ σπέρμα χρήσιμον· σὺν γὰρ τῷ φλέγματι καὶ χολὴν ἄγει· καὶ φυσῶν ἐστι καταρρηκτικόν, ὡς καὶ Ἱπποκράτης ἔφη. Πέπων. |
| 315 | Ὁ μὲν πεπεμμένος λεπτομερεστέρας ἐστὶν οὐσίας, ὁ δὲ μὴ τοιοῦτος παχυμερεστέρας· ῥυπτικῆς δὲ καὶ τμητικῆς μετειλήφασι δυνάμεως, ὅθεν οὐρητικοί τέ εἰσι καὶ λαμπρύνουσι τὸ σῶμα καὶ μᾶλλον εἰ ξηράνας τις τὸ σπέρμα, κἄπειτα κόψας καὶ σήσας σμήγματι χρῶτο ἐπί τ’ ἐφηλίδων καὶ φακῶν ἐπὶ τοῦ προσώπου καὶ ἀλφῶν ἐπιπολαίων, κρατεῖ δὲ ἐν αὐτοῖς ἡ ὑγρὰ καὶ ψυχρὰ κρᾶσις, ὡς εἶναι τῆς δευτέρας κατ’ ἄμφω τάξεως· τὸ δὲ σπέρμα καὶ ἡ ῥίζα ξηρὰ γενόμενα τῆς δευτέρας που τάξεως ἀρχομένης γίγνεται. ἐστὶ δὲ τὸ ῥυπτικὸν ἐν τῇ ῥίζῃ πλέον τῆς σαρκός. ἡ δὲ σὰρξ αὐτῶν ἐσθιομένη τῷ ῥύπτειν καὶ οὖρα κινεῖ, καὶ διέρχεται κάτω μᾶλλον τῶν κολοκυνθῶν. μᾶλλον δὲ τὸ σπέρμα ῥύπτει, ὥστε καὶ πρὸς λιθιῶντας ἁρμόττει νεφρούς. μοχθηρὸν δὲ ἐργάζεται χυμὸν ὁ πέπων ἐν τῷ σώματι, καὶ μᾶλλον ὅταν μὴ καλῶς πεφθῇ· τηνικαῦτα γὰρ καὶ χολερικοὺς ἀποτελεῖν εἴωθε· καὶ γὰρ καὶ πρὶν διαφθαρῆναι πρὸς ἔμετον ἐπιτήδειός ἐστι. καὶ πλεῖόν γε βρωθείς, ἐὰν μή τις αὐτῷ τι τῶν εὐχύμων ἐδεσμάτων ἐπιφάγῃ, κινήσει πάντως ἔμετον. Πεπέρεως τὸ μὲν ἄρτι βλαστάνον τὸ μακρόν ἐστι, διὸ καὶ ὑγρότερον ὑπάρχει, ὁ δὲ οἷον ὄμφαξ καρπὸς τὸ λευκόν ἐστι πέπερι, δριμύτερον ὑπάρχον τοῦ μέλανος· τὸ γὰρ μέλαν οἷον ὑπερωπτημένον ἤδη καὶ ὑπερεξηρασμένον ἐστίν.[15] |
| 316 | ἀμφότερα δὲ ἰσχυρῶς θερμαίνει καὶ ξηραίνει. Περσέα.[5] |
| 317 | Ταύτης τὰ φύλλα στυπτικῆς μετείληφε συμμέτρως δυνάμεως, ὡς δύνασθαί ποτε καὶ τοῖς αἱμορραγοῦσι μορίοις ἐπιτίθεσθαι συμφερόντως· ὠφελεῖ καὶ κνησμονὰς ξηρὰ λίαν σμωμένας. Περιστερεὼν ὀρθός. |
| 318 | Ταύτην ἱερὰν βοτάνην καλοῦσι· κεφαλαλγίαν δὲ ἄκρως ἀπαλλάσσει, φησὶν Ἀρχιγένης, στεφανουμένη καὶ λεῖα μετ’ ὄξους καὶ ῥοδίνου ἐπιχριομένη. καὶ ἑψομένη δὲ ἐν ἐλαίῳ καὶ ἐμβρεχομένης τῆς κεφαλῆς ἰᾶται πᾶσαν χρονίαν κεφαλαλγίαν καὶ τὰς ῥεούσας τρίχας ἐπέχει. τὸ δὲ ἀφέψημα τῆς ῥίζης διακρατούμενον θερμὸν ἐν τῷ στόματι 〈καὶ〉 ὀδονταλγίας παύει, καὶ κινουμένους ὀδόντας κρατύνει καὶ τὰ ἐν τῷ στόματι ἕλκη ἰᾶται. πρὸς δὲ κολικοὺς τὴν ῥίζαν ἁδρομερῶς κόψας ἕψε μεθ’ ὕδατος ἕως εἰς τὸ ἥμισυ καὶ δίδου πίνειν ἐπὶ ἡμέρας ε · ἐστὶ γὰρ διὰ πείρας. πρὸς δὲ λιθιῶντας καὶ ἀρχὴν ἐλεφαντιάσεως δίδου ὁμοίως πίνειν τὸ ἀφέψημα μετὰ μέλιτος. χρῶ δὲ ὁμοίως καὶ πρὸς ἐπιληπτικοὺς καὶ ἀμφημερινοὺς καὶ τεταρταίους πυρετούς· πρὸς δὲ ποδαγρικοὺς καὶ ἰσχιαδικοὺς ἐν οἴνῳ ἑψήσας δίδου. χυλιζομένη δὲ ἡ ῥίζα κλύσμα συρίγγων ἄριστον γίγνεται μάλιστα προσμιγνυμένου συκαμίνου ὀποῦ καὶ μέλιτος. καὶ καυθεῖσα καὶ ξηρὰ ἐπιπασσομένη ἰᾶται σύριγγας, καὶ μέλιτι δὲ ἀναληφθεῖσα ἀπέφθῳ ἢ καέντι ἐντίθεται τῇ σύριγγι ὡς κολλύριον καὶ ποιεῖ παραδόξως. Περὶ τῆς περδικίου προείρηται ἐν τῷ ε στοιχείῳ, ἑλξίνην αὐτὴν ὀνομάσαντες. Περὶ τῆς παιωνίας προείρηται ἐν τῷ γ , γλυκυσίδην αὐτὴν γράψαντες. Πετροσέλινον.[15] |
| 319 | Τούτου τὸ σπέρμα μάλιστα χρησιμώτατον, ἀσθενεστέρα δὲ ἡ πόα. ἐστὶ δὲ τὸ σπέρμα θερμὸν καὶ ξηρὸν τῆς τρίτης τάξεως καὶ τμητικόν· καταμήνια οὖν προτρέπει καὶ οὖρα δαψιλῆ. ἐστὶ δὲ καὶ ἄφυσον. Πευκέδανον. |
| 320 | Τούτου τῇ ῥίζῃ μάλιστα χρώμεθα, χρώμεθα δὲ καὶ τῷ ὀπῷ καὶ τῷ χυλῷ αὐτῆς· ἐστὶ δὲ τῆς αὐτῆς ἅπαντα δυνάμεως. ἰσχυρότερος δὲ ὁ ὀπὸς ἱκανῶς θερμαίνων καὶ διαφορῶν, ὅθεν καὶ τοῖς κατὰ νεῦρα πάθεσιν ἁρμόττει· καὶ τὰ κατὰ πνεύμονά τε καὶ θώρακα νοσήματα τὰ διὰ πάχος ἢ γλισχρότητα χυμῶν γιγνόμενα καὶ εἴσω μὲν τοῦ σώματος λαμβανόμενος καὶ ὀσμώμενος 〈ὠφελεῖ〉. ὠφελεῖ δὲ καὶ σπλῆνας ἐσκιρρωμένους. τῇ δὲ ῥίζῃ καὶ πρὸς ταῦτα μὲν ἔστι χρῆσθαι. καὶ λεπίδας δὲ ὀστῶν ἀφίστησι τάχιστα καὶ τοῖς κακοήθεσιν ἕλκεσι ξηρὰ ἐπιπαττομένη ἐστὶν ἄριστον φάρμακον. καθαίρει γὰρ καὶ σαρκοῖ καὶ μέχρι ἐπουλώσεως ἄγει, θερμαίνουσα μὲν κατὰ τὴν δευτέραν τάξιν, ξηραίνουσα δὲ κατὰ τὴν τρίτην ἀρχομένην. Πήγανον.[10] |
| 321 | Τὸ μὲν ἄγριον ἐκ τῆς τετάρτης ἐστὶ τάξεως τῶν θερμαινόντων καὶ ξηραινόντων, τὸ δὲ ἥμερον ἐκ τῆς τρίτης. ἐστὶ δὲ οὐ μόνον δριμύ, ἀλλὰ καὶ πικρόν, ᾧ καὶ τὸ τέμνειν τε καὶ διαφορεῖν ἔχει τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς καὶ δι’ οὔρων δὲ κενοῖ. καὶ μὲν δὴ καὶ λεπτομερές ἐστι καὶ ἄφυσον καὶ διὰ τοῦτο πρός τε ἐμπνευματώσεις ἁρμόττει καὶ τὰς πρὸς ἀφροδίσια προθυμίας ἐπέχει καὶ ξηραίνει γενναίως. ἐστὶ γὰρ τῶν ἰσχυρῶς ξηραινόντων φαρμάκων. Ῥοῦφος δέ φησι τοῦ μὲν ἀγρίου πηγάνου ἡ δύναμις διάπυρός ἐστι καὶ ἑλκωτικὴ καὶ μάλιστα κύστεως, διὰ τοῦτο καὶ οἱ τὸ ποδαγρικὸν πίνοντες φάρμακον τὸ διὰ τοῦ ἀγρίου πηγάνου πονηρῶς διατίθενται τὴν κύστιν, ὅσοι δ’ ἂν ὑπενέγκωσιν αὐτό, ἐπιφανέστερον ὠφελοῦνται· ἀγαθὸν γὰρ πρὸς τὰ ἀρθριτικά· εἰ δὲ μίσγοις τοῦ ἡμέρου ἀσφαλέστερον, καίτοι καὶ αὐτὸ τὸ ἥμερον βλαβερὸν κύστεως, ἀλλ’ ἧττον. χρώμεθα δὲ τῷ ἀγρίῳ ἐφ’ ὧν κατεψυγμένων τι μειζόνως βουλόμεθα ἀναθάλψαι, οἷον πνευματίας ὑδέρους καὶ τοὺς ἀνὰ σάρκα ὠφελεῖ, καὶ τοὺς ὑπὸ ἐχίδνης ἢ μυγαλῆς δηχθέντας καὶ μᾶλλον ἢν κύουσα ἡ μυγαλὴ δάκῃ καὶ μάλιστα ἐπὶ ὑποζυγίων. ἰσχυρὸν δὲ καὶ πρὸς τὸν τοῦ μήκωνος ὀπὸν ποθέντα καὶ πρὸς ἀκόνιτον μετ’ οἴνου. τὸ δὲ ἥμερον πήγανον πραύνει καὶ τὰ τῶν περιόδων ῥίγη πινόμενον πρὸ τῆς ἐπισημασίας καὶ ἐπὶ κολικῶν ἀλγημάτων πινόμενόν τε καὶ ἐνιέμενον καὶ ἐπὶ ὑστερικῆς πνιγός. καὶ ὀξυδερκές ἐστιν ἐσθιόμενον καὶ διὰ τοῦτο οἱ ζωγράφοι συνεχῶς αὐτοῦ ἀπογευόμενοι ὀξύτερον βλέπουσι καὶ μέλιτι δὲ μίξας τὸν χυλὸν ἄλυπον ὀξυωπὲς ἐργάσῃ φάρμακον. βοηθεῖ δὲ καὶ δυσουρίαις μετ’ ἐλαίου ἑψόμενον καὶ πυριωμένης τῆς κύστεως· εἴ τι γὰρ καὶ ἄλλο τούτοις βοηθεῖ. ἐπὶ δὲ ὀσφύος ὀδύνης καὶ ἐπὶ δυσπνοικῶν δοθὲν μετ’ ὀξυμέλιτος παραχρῆμα ὤνησεν. ἐπὶ δὲ ληθαργικῶν καὶ πινόμενον καὶ διὰ κλυστῆρος ἐνιέμενον ἀγαθὸν σφόδρα· καὶ λειώσαντα δὲ χρὴ μετὰ ῥοδίνου καὶ ὄξους χρίειν αὐτῶν τὴν κεφαλήν. λύει δὲ καὶ τοὺς τῶν ἰσχίων πόνους πινόμενον καὶ καταπλαττόμενον καὶ ἐνιέμενον. καταπλασσόμενον δὲ ἐπὶ ποδαγρικῶν καὶ τῶν τὰ γόνατα ἐμφυσωμένων ταχὺ ὀνίνησι, καὶ τὰς ὀδύνας ταχὺ πραύνει. ἐσχάρας δὲ τὰς ἀπὸ ἀνθράκων ταχὺ ἀφίστησι καταπλασσόμενον μετὰ μέλιτος ἢ σταφίδων. Πίσσα.[30] |
| 322 | Ἡ μὲν ξηρὰ ξηραίνει τε καὶ θερμαίνει κατὰ τὴν δευτέραν ἀπόστασιν, πλέον δὲ ξηραίνει ἢ θερμαίνει· ἡ δ’ ὑγρὰ θερμαίνει πλέον ἢ ξηραίνει. ἔχει δέ τι καὶ λεπτομερές, ᾧ καὶ τοὺς ἀσθματικοὺς καὶ τοὺς ἐμπυικοὺς ὠφελεῖ· πλῆθος δὲ ἐκλειχόμενον ἀρκεῖ κυάθου μέλιτι μιγνύντας. ἀλλὰ καὶ ῥυπτικὸν ἔχουσί τι καὶ συμπεπτικὸν καὶ διαφορητικόν· οὕτως τε λεπροὺς ὄνυχας ἐξάγουσι μιγνύμεναι κηρῷ καὶ λειχῆνας ἀπορρύπτουσι. συμπέττουσι δὲ καὶ τοὺς σκληροὺς καὶ ἀπέπτους ὄγκους ἅπαντας, ἐμβαλλόμεναι τοῖς καταπλάσμασιν. ἰσχυροτέρα δὲ πρὸς ἅπαντα ταῦτα ἡ ὑγρά, ἡ δὲ ξηρὰ πρὸς μὲν ταῦτα χείρων, εἰς δὲ τὰς κολλήσεις τῶν τραυμάτων ἐπιτηδειοτέρα. Σκευασία λιγνύος ἐκ τῆς πίττης. Σκευάζεται δὲ ἐκ τῆς ὑγρᾶς πίττης λιγνὺς οὕτως· εἰς λύχνον καινὸν ἐλλυχνιασμένον βαλὼν τὴν ὑγρὰν πίτταν καὶ ἅψας καὶ πωμάσας κεραμείῳ ἀγγείῳ, ἢ ὡς ἐπὶ τοῦ λιβάνου προείρηται, ἔα καίεσθαι. ὅταν δὲ ἀναλωθῇ τὸ πρῶτον ὑγρόν, ἄλλο ἐπίχεε, ἕως ἂν αὐτάρκη λιγνὺν συναγάγῃς καὶ χρῶ. ποιεῖ δὲ πρὸς τὰ καλλιβλέφαρα καὶ τὰ μυδῶντα βλέφαρα καὶ ὅπου τριχοποιῆσαι δεῖ καὶ πρὸς τὰ ἀσθενέστατα καὶ δακρυρροοῦντα καὶ ἑλκώδη ὄμματα. Πιστάκια.[15] |
| 323 | Τοῦ πιστακίου ὁ καρπὸς λεπτομερεστέρας πώς ἐστιν οὐσίας, ὑπόπικρόν τι καὶ ἀρωματίζον ἐχούσης. ἐκφράττει τοιγαροῦν καὶ διακαθαίρει μάλιστα μὲν τὰ καθ’ ἧπαρ, ἤδη δὲ καὶ τὸν θώρακα καὶ τὸν πνεύμονα. Πιτυίδες. |
| 324 | Ὀνομάζεται δὲ οὕτως ὁ καρπὸς τῶν πιτύων· ἔνιοι δὲ καὶ τὸν τῆς πεύκης ὡσαύτως προσαγορεύουσιν. μικτῆς δέ εἰσι δυνάμεως, ὡς ἂν καὶ στύφουσαι καὶ δριμύτητά τινα κεκτημέναι μετὰ πικρότητος. ὅθεν καὶ ταῖς ἐκ θώρακος καὶ πνεύμονος ἀποστάσεσι συναίρονται. Πίτυος φλοιὸς ἐπικρατοῦσαν ἔχει τὴν στυπτικὴν δύναμιν εἰς τοσοῦτον, ὡς παρατρίμματα ἰᾶσθαι καταπλαττόμενος κάλλιστα καὶ τὰ κατακαύματα ἐπουλοῦν καὶ κοιλίαν φερομένην ἐπέχειν, εἰ ποθείη.[5] |
| 325 | καὶ ὁ τῆς πεύκης δὲ φλοιὸς ὅμοιος τούτῳ ἐστίν, ἀσθενέστερος δὲ κατὰ τὴν δύναμιν. ἐν δὲ τοῖς φύλλοις ἀμφοτέρων τῶν δένδρων δύναμίς ἐστι κολλητικὴ τραυμάτων. ἡ δὲ λιγνὺς αὐτῶν πρὸς πτίλα βλέφαρα καὶ μυδῶντας κανθοὺς καὶ περιβεβρωμένους καὶ δακρύοντάς ἐστι χρήσιμος. Πλάτανος ὑγροτέρας ἐστὶ καὶ ψυχροτέρας οὐσίας οὐ πολλῷ τινι τῶν συμμέτρων· ὅθεν καὶ τὰ φύλλα χλωρὰ λειωθέντα καὶ καταπλασθέντα τὰς ἐν γόνασι φλεγμονὰς ὀνίνησιν οὐκ ἀσαφῶς.[5] |
| 326 | ὁ δὲ φλοιὸς αὐτῆς καὶ τὰ σφαιρία ξηραντικωτέρας ἤδη δυνάμεώς ἐστιν, ὡς τὸν μὲν φλοιὸν 〈ἐν〉 ὄξει καθεψόμενον εἰς ὀδόντων ἀλγήματα παραλαμβάνεσθαι, τὰ δὲ σφαιρία μετὰ στέατος ἐπὶ τῶν πυρικαύτων ἑλκῶν. τινὲς δὲ καύσαντες τὸν φλοιὸν ῥυπτικὸν ἀπεργάζονται φάρμακον, ὡς μεθ’ ὕδατος μὲν ἰᾶσθαι λέπρας, αὐτὴν δὲ τὴν τέφραν καθ’ αὑτὴν ἐπιπλάττοντες τὰ δι’ ὑγρότητα πολλὴν ἕλκη παλαιὰ καὶ ῥυπαρὰ θεραπεύειν. Πολύγονον ἔχει μέν τι καὶ στῦφον, ἐπικρατεῖ δὲ ἐν αὐτῷ τὸ ὑδατῶδες ψυχρόν, ὡς εἶναι κατὰ τὴν δευτέραν τάξιν συμπληρουμένην ἢ τὴν τρίτην ἀρχομένην ἐν τοῖς ψύχουσιν.[10] |
| 327 | ὅθεν ὠφελεῖ τοὺς ἐγκαιομένους τὸν στόμαχον ἔξωθεν ἐπιπλαττόμενον ψυχρόν, ὥσπερ καὶ τὰς θερμὰς φλεγμονάς· καὶ γὰρ ἀποκρούεται τὰ ῥεύματα. διὸ καὶ τῶν ἑρπήτων ἐστὶν ἀγαθὸν φάρμακον καὶ τῶν ἑλκούντων πάντων, μάλιστα δὲ τῶν φλεγμονωδῶν τε καὶ ῥευματικῶν καὶ τῶν ἐν ὠσί· καὶ γὰρ ξηραίνει τὸ πῦον. καὶ ῥοῦν γυναικεῖον ἵστησι καὶ δυσεντερίαν καὶ αἵματος ἀναγωγάς. ἐστὶ δὲ εἰς ἅπαντα τὸ ἄρρεν ἰσχυρότερον. Πολεμώνιον, οἱ δὲ φιλεταίριον οἱ δὲ χιλιοδύναμον, λεπτομεροῦς ἐστι καὶ ξηραντικῆς δυνάμεως, ὅθεν ἔνιοι πρὸς ἰσχιάδα καὶ δυσεντερίαν καὶ σκιρρούμενον σπλῆνα διδόασι πίνειν τὴν ῥίζαν αὐτοῦ μετ’ οἴνου.[5] |
| 329 | Πόλιον πικρόν ἐστι καὶ μετρίως δριμύ· ἐκφράττει τοιγαροῦν πάντα τὰ σπλάγχνα καὶ οὖρα καὶ ἔμμηνα κινεῖ, καὶ χλωρὸν μὲν κολλᾷ τραύματα, ξηρὸν δὲ ἰᾶται τὰ κακοήθη τῶν ἑλκῶν, καὶ μάλιστα τὸ μικρότερον, ᾧ καὶ πρὸς τὰς ἀντιδότους χρώμεθα. καὶ γὰρ καὶ πικρότερόν ἐστι καὶ δριμύτερον τοῦ μείζονος, ὡς εἶναι τῆς τρίτης τάξεως μὲν τῶν ξηραινόντων, τῆς δευτέρας δὲ συμπληρουμένης τῶν θερμαινόντων. Ποταμογείτων στύφει καὶ ψύχει παραπλησίως πολυγόνῳ· παχυμερεστέρα δὲ αὐτοῦ ἐστιν ἡ οὐσία τοῦ πολυγόνου.[5] |
| 331 | Πολυπόδιον τὴν γλυκεῖαν ἅμα καὶ αὐστηρὰν ἐπικρατοῦσαν ἔχει ποιότητα, ὡς εἶναι δυνάμεως ἱκανῶς ξηραντικῆς, ἀδήκτου μὴν ἔτι. Πράσιον. |
| 332 | Θερμαίνει μὲν κατὰ τὴν δευτέραν τάξιν συμπληρουμένην, ξηραίνει δὲ κατὰ τὴν τρίτην συμπληρουμένην, ἐκφράττει δὲ ἧπαρ καὶ σπλῆνα καὶ τὰ κατὰ θώρακα καὶ πνεύμονα διακαθαίρει καὶ ἔμμηνα προτρέπει καὶ διὰ ῥινῶν ἰκτερικοὺς καθαίρει, καὶ πρὸς ὤτων ὀδύνας τὰς ἤδη κεχρονισμένας ποιεῖ. καταπλασσόμενον δὲ ῥύπτει καὶ διαφορεῖ. Πράσα δριμεῖαν κέκτηται δύναμιν, ὡς καὶ τὰ κρόμυα· ἀνάλογον δὲ καὶ θερμαίνει τὸ σῶμα καὶ λεπτύνει τοὺς ἐν αὐτῷ χυμοὺς καὶ τέμνει τοὺς γλίσχρους.[5] |
| 333 | ἐστὶ δὲ καὶ διουρητικὰ ἐκκαθαίροντα τὸ αἷμα. καλλίστη δὲ ἡ χρῆσις αὐτῶν δὶς ἑψηθέντων· ἀποτίθεται γὰρ οὕτως ἐσθιόμενα τὴν δριμύτητα τήν τε κακοχυμίαν οὐκέτι διασώζει· φείδεσθαι δὲ χρὴ τῆς συνεχοῦς ἐδωδῆς ἁπάντων τῶν δριμέων, καὶ μάλισθ’ ὅταν ὁ προσφερόμενος αὐτὰ χολωδέστερος ᾖ φύσει. μόνοις γὰρ τοῖς ἤτοι τὸν φλεγματώδη χυμὸν ἢ τὸν ὠμὸν καὶ παχὺν καὶ γλίσχρον ἠθροικόσιν ἐπιτήδεια τὰ τοιαῦτα τῶν ἐδεσμάτων. Πρόπολις.[5] |
| 334 | Ῥυπτικῆς μέν ἐστιν οὐκ ἰσχυρᾶς δυνάμεως, ἑλκτικῆς δὲ ἱκανῶς ἰσχυρᾶς. ἐστὶ γὰρ λεπτομερὴς τὴν οὐσίαν καὶ θερμαίνει κατὰ τὴν δευτέραν ἀπόστασιν συμπληρουμένην ἢ τὴν τρίτην ἀρχομένην. Πτελέα. |
| 335 | Πτελέας τοῖς φύλλοις ἐκολλήσαμεν πρόσφατον τραῦμα· στύφει γὰρ καὶ ῥύπτει. ὁ δὲ φλοιὸς πικρότερος καὶ στυπτικώτερος, ὥστε καὶ λέπρας ἰᾶται σὺν ὄξει. καὶ αἱ ῥίζαι τῆς αὐτῆς εἰσι δυνάμεως, ὥστε καὶ τῷ ἀφεψήματι καταντλοῦσί τινες ὅσα πωρώσεως δεῖται κατάγματα. Πτέρις.[5] |
| 336 | Πτέρεως ἡ ῥίζα χρήσιμος. ἀναιρεῖ γὰρ ἕλμινθα πλατεῖαν 𐅻 δ πλῆθος ἐν μελικράτῳ διδομένη· καὶ ἔμβρυα τὰ μὲν ζῶντα κτείνει, τὰ δὲ νεκρὰ ἐκβάλλει. καὶ τὰ ἕλκη δὲ ἐπιπαττομένη ξηραίνει ἀδήκτως. Πύρεθρον. |
| 337 | Πυρέθρου τῇ ῥίζῃ μάλιστα χρώμεθα καυστικὴν ἐχούσῃ δύναμιν, καθ’ ἣν ὀδόντων ἐψυγμένων ὀδύνας πραύνει καὶ ἐπὶ τῶν κατὰ περίοδον ῥιγῶν ἀνατρίβεται μετ’ ἐλαίου πρὸ τῶν εἰσβολῶν καὶ τοὺς ναρκώδεις καὶ παρειμένους ὠφελεῖ. Πυροὶ ἔξωθεν ἐπιτιθέμενοι ἐκ τῆς πρώτης εἰσὶ τάξεως τῶν θερμαινόντων, οὐ μὴν οὔτε ξηραίνειν οὔθ’ ὑγραίνειν ἐπιφανῶς πεφύκασιν. |
| 338 | τὸ δὲ ἐξ αὐτῶν ἄμυλον ψυχρότερόν τε καὶ ξηραντικώτερον αὐτῶν γίγνεται. καὶ τὸ ἐξ ἄρτου κατάπλασμα διαφορητικωτέρας ἐστὶ δυνάμεως, ὡς ἂν καὶ ἁλῶν καὶ ζύμης προσειληφότος τοῦ ἄρτου· δυνάμεως γὰρ ἐπισπαστικῆς τε καὶ διαφορητικῆς τῶν ἐκ βάθους ἐστὶν ἡ ζύμη. Ῥάμνος.[5] |
| 339 | Ξηραίνει μὲν κατὰ τὴν δευτέραν ἀπόστασιν, ψύχει δὲ κατὰ τὴν πρώτην συμπληρουμένην, ἢ τὴν δευτέραν ἀρχομένην, ὅθεν καὶ ἕρπητας ἰᾶται, καὶ ἐρυσιπέλατα τὰ μὴ σφόδρα θερμά. Ῥαφανίς. |
| 340 | Θερμαίνει μὲν κατὰ τὴν τρίτην ἀπόστασιν, ξηραίνει δὲ κατὰ τὴν δευτέραν· διαφορητικῆς δέ ἐστι δυνάμεως, ὡς ὑπώπια χρονίζοντα καὶ τὰ ἄλλα τὰ πελιδνὰ ὠφελεῖν καταπλασσομένη〈ν〉. τῆς λεπτυνούσης δέ ἐστι δυνάμεως μετὰ τοῦ θερμαίνειν. θαυμᾶσαι δέ ἐστιν ἐκείνους ὅσοι μετὰ τὸ δεῖπνον ὠμὰς ἐσθίουσιν αὐτὰς εὐπεψίας ἕνεκα· αὐτοὶ μὲν γὰρ ἱκανὴν ἐσχηκέναι τούτου φασὶν πεῖραν. οἱ μιμησάμενοι δὲ αὐτοὺς ἅπαντες ἐβλάβησαν. Ῥῆον ποντικόν.[5] |
| 341 | Ῥῆον, ἔνιοι δὲ ῥᾶ προσαγορεύουσι, μικτῆς ἐστι κράσεως στυφούσης καὶ θερμαινούσης καὶ λεπτομεροῦς, ὅθεν σπάσματα καὶ ῥήγματα καὶ ὀρθόπνοιαν ὠφελεῖ πινόμενον, καὶ αἱμοπτυικοὺς καὶ κοιλιακοὺς καὶ δυσεντερικοὺς ὀνίνησι· πελιώματα δὲ καὶ λειχῆνας ἰᾶται μετ’ ὄξους ἐπαλειφόμενον. Ῥητῖναι πᾶσαι ἐν αἷς ἡ μαστίχη ξηραίνουσι καὶ θερμαίνουσι· διαφέρουσι δὲ ἀλλήλων τῷ τε μᾶλλον ἢ ἧττον ἔχειν τὸ ἐν τῇ γεύσει δριμὺ καὶ τῇ δυνάμει θερμὸν καὶ κατὰ τὰς ἄλλας ποιότητας ὁμοίως τὰς μὲν μᾶλλον τὰς δὲ ἧττον.[5] |
| 342 | προκέκριται δὲ ἐξ ἁπασῶν ἡ σχινίνη, μαστίχη δὲ ὀνομάζεται, πρὸς γὰρ τῷ στύψεως ὀλίγης μετέχειν, ὡς καὶ ταῖς κατὰ τὸν στόμαχον καὶ τὴν γαστέρα καὶ τὸ ἧπαρ ἀτονίαις ἁρμόττειν· ἔτι καὶ ξηραίνει ἀλύπως. ἐστὶ γὰρ μάλιστα λεπτομερὴς καὶ οὐδαμῶς δριμεῖα· τῶν δὲ ἄλλων ἡ τερεβινθίνη πρωτεύει, οὐχ ὁμοίως τῇ μαστίχῃ τὴν στύψιν ἔχουσα. διαφορεῖ δὲ μᾶλλον τῆς μαστίχης καὶ ῥύπτει ἐπὶ τοσοῦτον, ὡς καὶ ψώρας ἰᾶσθαι καὶ τὰ κατὰ βάθους ἕλκειν μᾶλλον τῶν ἄλλων ῥητινῶν, ὅτι καὶ λεπτομερεστέρα. ἔχει δέ τι καὶ μαλακτικὸν πλέον τῆς μαστίχης. αἱ δὲ ἄλλαι πᾶσαι δριμύτεραι ταύτης εἰσὶ παρὰ τὸ μᾶλλον καὶ ἧττον· ξηροτέρα δὲ πασῶν ἐστιν ἡ ξηρὰ πιτυίνη, ἣν ἰδίως πιτύινον φύσημα καλοῦσιν. Ὅπως δεῖ καίειν τὴν ῥητίνην.[10] |
| 343 | Καίεται δὲ πᾶσα ῥητίνη ὑγρὰ ἐν τετραπλασίονι ἀγγείῳ κατὰ τὸ τοῦ ἐγχεομένου ὑγροῦ πλῆθος. δεῖ γὰρ λίτραν μὲν ῥητίνης, β δὲ λίτρας ὀμβρίου ὕδατος βάλλοντα τῇ κακάβῃ ἕψειν ἐπ’ ἀνθράκων πραέως, κινοῦντα διηνεκῶς, ἄχρις ἂν ἄνοσμος καὶ εὔθρυπτος καὶ καπυρὰ γένηται, ὥστε καὶ τοῖς δακτύλοις ἀποκλᾶσθαι καὶ ψύξας ἀπόθου εἰς ἀγγεῖον ὀστράκινον. γίνεται δὲ οὕτως λευκοτάτη. δεῖ μέντοι ὑλίζειν τὴν μέλλουσαν καίεσθαι ῥητίνην καὶ χωρίζειν τὸ ῥυπῶδες αὐτῆς. καίονται δὲ καὶ δίχα ὕδατος· πρῶτον μὲν καεῖσαι καὶ διηθεῖσαι, ἔπειτα ἑψόμεναι ἐπ’ ἀνθράκων δι’ ὅλης ἡμέρας κινῶν συνεχῶς. καὶ ὅταν καπυρὰ γένηται ἀνελόμενος ἀπόθου, ὡς εἴρηται. ἐκλαμβάνεται δὲ καὶ λιγνὺς ἐκ τῆς ῥητίνης, ὥσπερ ἐπὶ τοῦ λιβάνου προείρηται. καὶ χρησιμεύει εἰς τὰ καλλιβλέφαρα καὶ δακρύοντας καὶ διαβεβρωμένους κανθοὺς καὶ μυδῶντα βλέφαρα. ἡ δὲ φρυγομένη ῥητίνη χρησιμεύει εἰς τὰ εὐώδη μαλάγματα καὶ ἄκοπα. Ῥόδα.[10] |
| 344 | Ῥόδων ἡ δύναμις ἐξ ὑδατώδους θερμῆς ἀναμεμιγμένης δύο ποιότησιν ἑτέραις, τῇ τε στυφούσῃ καὶ τῇ πικρᾷ, σύγκειται. τὸ δὲ ἄνθος αὐτῶν ἔτι μᾶλλον τῶν ῥόδων στυπτικόν ἐστι καὶ διὰ τοῦτο ξηραντικόν. Ῥοδοδάφνη. |
| 345 | Περὶ ῥοδοδάφνης προείρηται, νήριον αὐτὴν εἰπόντες. Ῥόα πᾶσα τῆς στυφούσης μετέχει ποιότητος, οὐ μὴν ἐπικρατούσης γε πάντως· ἔνιαι μὲν γὰρ αὐτῶν εἰσιν ὀξεῖαι, τινὲς δὲ γλυκεῖαι, τινὲς δὲ αὐστηραί. |
| 346 | ἐξ ὧν δὲ προείρηται ἐν τῷ περὶ μήλων λόγῳ ἔνεστι καὶ περὶ τούτων τεκμαίρεσθαι. χυλὸν δὲ ἔχουσι πλέονα μήλων τε καὶ ἀπίων, ἔτι τε πρὸς τούτῳ τὴν γεῦσιν ἡδυτέραν μᾶλλον ἐκείνων. γίγνονται δέ ποτε χρησιμώτεραι αὐτῶν εἰς ἄλλα τέ τινα καὶ ἐπὶ τῶν δακνομένων σφόδρα τὸν στόμαχον διὰ μοχθηρῶν χυμῶν περιουσίαν, τοῦ χυλοῦ σὺν ἀλφίτοις προσφερομένου, ὡς Ἱπποκράτης ἐπὶ τοῖς καρδιαλγοῦσιν ἐκέλευσε. τὰ δὲ γίγαρτα τῆς ῥόας στυπτικώτερα τοῦ χυλοῦ ἐστι καὶ ξηραντικώτερα, ἔτι δὲ μᾶλλον τὰ λέμματα. παραπλήσιοι δὲ τὴν δύναμίν εἰσι καὶ οἱ κύτινοι. Ῥοῦς τὸ φυτὸν στύφει καὶ ξηραίνει.[10] |
| 347 | Τούτῳ δὲ οἱ βυρσοδέψαι χρῶνται· τοῖς δὲ ἰατροῖς μᾶλλον ὅ τε καρπὸς καὶ ὁ χυλὸς εἰς χρείαν ἥκουσιν ἱκανῶς αὐστηρᾶς ὄντα ποιότητος. ξηραίνει δὲ κατὰ τὴν τρίτην τάξιν καὶ ψύχει κατὰ τὴν δευτέραν. Ῥύπος. |
| 348 | Ὁ μὲν ἀπὸ τῶν ἐν τοῖς γυμνασίοις ἀνδριάντων διαφορητικός ἐστι καὶ μαλακτικὸς φυμάτων ἀπέπτων· ὁ δὲ ἐν ταῖς παλαίστραις, ὃν καὶ πάτον καλοῦσιν, ἄριστον ἴαμα φλεγμονῆς τιτθῶν ἐστι· καὶ γὰρ τὸ πυρῶδες αὐτῶν σβέννυσι καὶ τὸ ἐπιρρέον ἀναστέλλει καὶ τὸ περιεχόμενον διαφορεῖ. Σαγαπηνόν.[5] |
| 349 | Ὀπός ἐστι θερμὸς καὶ λεπτομερής, ὡς οἱ ἄλλοι ὀποί. ἔχει δέ τι καὶ ῥυπτικόν, ᾧ καὶ τὰς ἐν ὀφθαλμοῖς οὐλὰς ἀποκαθαίρει καὶ λεπτύνει· οὐ μὴν ἀλλὰ καὶ ὑποχύσεσι καὶ ἀμβλυωπίαις ταῖς διὰ πάχος ὑγρῶν γιγνομέναις ἀγαθὸν φάρμακον. Σάμψυχον λεπτομεροῦς ἐστι καὶ διαφορητικῆς δυνάμεως· ξηραίνει τε γὰρ καὶ θερμαίνει κατὰ τὴν τρίτην τάξιν. |
| 351 | Σαπρότης ξύλων, καὶ μάλισθ’ ὅσα μετέχει στύψεώς τε ἅμα καὶ ῥύψεως, ὥσπερ ἡ πτελέα, καθαίρει καὶ ἀναπληροῖ τὰ ὑγρὰ τῶν ἑλκῶν κάλλιστα. Σαρκοκόλλα δάκρυόν ἐστι δένδρου περσικοῦ, μικτὸν τὴν δύναμιν ἐξ ἐμπλαστικῆς τέ τινος οὐσίας καὶ βραχείας πικρᾶς, ὅθεν ἀδήκτως ξηραίνει καὶ διὰ τοῦτο τραύματα κολλᾷ. |
| 353 | Σατύριον. Τινὲς τοῦτο καὶ τρίφυλλον καλοῦσιν, ὑγρόν ἐστι καὶ θερμὸν τὴν κρᾶσιν, διὸ καὶ γευομένοις φαίνεται γλυκύ. περιττωματικὴν μέντοι καὶ φυσώδη τὴν ὑγρότητα κέκτηται, καὶ διὰ τοῦτο παρορμᾷ πρὸς ἀφροδίσια. ταὐτὸ δὲ καὶ ἡ ῥίζα τῆς βοτάνης δρᾶν πέφυκε. φασὶ δέ τινες καὶ ὀπισθότονον ἰᾶσθαι αὐτὴν μετ’ οἴνου αὐστηροῦ πινομένην. Σέλινον θερμόν ἐστιν εἰς τοσοῦτον, ὡς οὖρά τε καὶ καταμήνια κινεῖν.[5] |
| 354 | ἐστὶ δὲ καὶ ἄφυσον, καὶ μᾶλλον τῆς πόας τὸ σπέρμα. Σέρις ἢ κιχόριον ἢ πικρὶς ὑπόπικρόν ἐστι λάχανον καὶ μᾶλλον τὸ ἄγριον· ὅπερ καὶ διὰ τοῦτο πικρίδα προσαγορεύουσιν ἔνιοι, τινὲς δὲ κιχόριον ὀνομάζουσιν. |
| 355 | ἔστι δὲ ἡ μὲν ἀγρία ψυχρᾶς καὶ ξηρᾶς κράσεως κατὰ τὴν πρώτην ἀπόστασιν, ἡ δὲ ἥμερος ἐπὶ μᾶλλον ψύχει τῆς ἀγρίας, ἐπιμιξίᾳ δὲ πολλῆς ὑγρότητος ἀπόλλυσι τὸ ξηραίνειν. ἀμφότεραι δὲ μετέχουσι τῆς στυφούσης ποιότητος, ὥσπερ καὶ ἡ χονδρίλλη· καὶ γὰρ καὶ αὐτὴ σέρεώς ἐστιν εἶδος. Σεσέλεως ἡ ῥίζα καὶ ὁ καρπὸς τῶν θερμαινόντων ἐστὶν εἰς τοσοῦτον, ὡς ἱκανῶς οὐρητικὸν ὑπάρχειν φάρμακον.[5] |
| 356 | ἐστὶ δὲ λεπτομερές, ὡς πρὸς ἐπιληψίας τε καὶ ὀρθοπνοίας ἁρμόττειν. Σήσαμον οὐκ ὀλίγον ἔχει τὸ γλίσχρον ἐν ἑαυτῷ καὶ λιπαρόν· ὅθεν καὶ ἐμπλαστικόν τε ἅμα καὶ μαλακτικὸν καὶ μετρίως θερμόν. |
| 357 | τῆς δὲ αὐτῆς δυνάμεώς ἐστι τὸ ἐξ αὐτοῦ ἔλαιον. Σιδηρῖτις. |
| 358 | Ἔχει μέν τι καὶ ῥυπτικόν, ἀλλὰ τό γε πλέον αὐτῆς ὑγρόν τέ ἐστι καὶ μετρίως ψυχρόν· ὀλίγης δέ τινος μετείληφε στύψεως, ὅθεν ἀφλέγμαντός τέ ἐστι καὶ κολλητική. Σικὺς ἥμερος. |
| 359 | Οὐρητικὸν ἔχουσί τι καὶ οὗτοι, καθάπερ οἱ πέπονες, ἀλλ’ ἧττον ἐκείνων, τῷ καὶ τὴν οὐσίαν αὐτῶν ἧττον ἐκείνων ὑγρὰν εἶναι. καὶ διὰ τοῦτο καὶ διαφθείρονται ῥᾳδίως ἐν τῇ γαστρὶ παραπλησίως τοῖς πέποσι. πέττουσι δὲ αὐτοὺς ἔνιοι οἰκειότητι τῆς πρὸς αὐτὰ φύσεως. καὶ ὅταν αὐτῷ τούτῳ θαρρήσαντες ἄδην [δαψιλῶς ἢ πολὺ] αὐτῶν ἐμφορηθήσονται, λανθάνει ἐν χρόνῳ πλέονι μοχθηρὸς καὶ παχὺς μετρίως ἐν ταῖς φλεψὶ χυμὸς ἐξ αὐτῶν ἀθροιζόμενος, ὅς, ἐπειδὰν ἀφορμῆς εἰς σῆψιν ἐπιλάβηται, πυρετοὺς κακοήθεις ἐργάζεται. διὰ τοῦτ’ οὖν πάντων ἀπέχεσθαι συμβουλεύω τῶν κακοχύμων ἐδεσμάτων, κἂν εὔπεπτά τισιν ᾖ. Σικὺς ἄγριος.[10] |
| 360 | Σικύος ἀγρίου τοῦ καρποῦ ὁ χυλὸς ἢ ὀπός, ὃν ἐλατήριον ὀνομάζουσιν, οὐ μὴν ἀλλὰ καὶ ὁ τῆς ῥίζης καὶ τῶν φύλλων χρήσιμοι εἰς τὰς ἰάσεις. τὸ μὲν οὖν ἐλατήριον ἔμμηνα κινεῖ καὶ τὰ κυούμενα φθείρει προστιθέμενον. ἄκρως μὲν γάρ ἐστι πικρόν, ἐπ’ ὀλίγον δὲ θερμόν, ὡς ἐκ τῆς δευτέρας τάξεως εἶναι τῶν θερμαινόντων. διὰ τοῦτο καὶ διαφορητικῆς ἐστι δυνάμεως. οὕτως γὰρ οὖν καὶ συναγχικοὺς αὐτῷ διαχρίουσιν ἔνιοι μετὰ μέλιτος. ἀγαθὸν δὲ καὶ τοῖς ἰκτερικοῖς ἐγχεόμενον ταῖς ῥισὶ μετὰ γάλακτος γυναικείου καὶ κεφαλαλγίας δὲ οὕτως ἰᾶται. ὁ δὲ τῆς ῥίζης χυλὸς καὶ τῶν καυλῶν ἀσθενέστερος τούτου ἐστὶ καὶ αὐτὴ δὲ ἡ ῥίζα παραπλησίας δυνάμεώς ἐστι· καὶ γὰρ ῥύπτει καὶ μαλάττει· ξηραντικώτερος δὲ αὐτῆς ὁ φλοιός. Σιλφίου.[10] |
| 361 | Θερμότατος μέν ἐστιν ὁ ὀπός, οὐ μὴν ἀλλὰ καὶ τὰ φύλλα καὶ ὁ καυλὸς καὶ ἡ ῥίζα θερμαίνει γενναίως. ἐστὶ δὲ φυσωδεστέρας καὶ ἀερώδους οὐσίας ἅπαντα καὶ κατὰ τοῦτο καὶ δύσπεπτα· ἔξωθεν μέντοι ἐπιτιθέμενα δραστικωδέστερα, καὶ μάλιστα πάντων ὁ ὀπὸς ἑλκτικῆς ὑπάρχων δυνάμεως καὶ καθαιρετικῆς καὶ ἀποτηκτικῆς. Σίνων θερμὸς καὶ ὑπόπικρός ἐστι τὴν γεῦσιν, ὅθεν οὐρητικός τέ ἐστιν καὶ πεπτικός· ἐμμήνων τε προκλητικὸς καὶ ἐκφρακτικὸς τῶν κατὰ σπλάγχνα πασῶν ἐμφράξεων.[5] |
| 363 | Σίον εἰς ὅσον ἀρωματίζει πως κατὰ τὴν γεῦσιν, εἰς τοσοῦτον καὶ θερμαινούσης μετείληφε δυνάμεως. ἐστὶ δὲ διαφορητικόν τε καὶ οὐρητικὸν καὶ λίθων γε τῶν ἐν νεφροῖς θρυπτικὸν καὶ ἐμμήνων ἀγωγόν. Σισύμβριον λεπτομεροῦς καὶ διαφορητικῆς καὶ θερμαινούσης καὶ ξηραινούσης κατὰ τὴν τρίτην τάξιν ἐστὶν δυνάμεως καὶ τὸ σπέρμα δ’ αὐτοῦ λεπτομερὲς καὶ θερμόν ἐστιν, ὅθεν σὺν οἴνῳ τινὲς αὐτὸ διδόασι καὶ στροφουμένοις καὶ τοῖς λύζουσι. |
| 365 | Σκάνδιξ. Τῶν ἀγρίων ἐστὶ λαχάνων παραπλήσιον τῷ γιγγιδίῳ, ὑπόδριμύ τε καὶ ὑπόπικρον, ὡς εἶναι τῷ ξηραίνειν καὶ τῷ θερμαίνειν τῆς τρίτης τάξεως ἐκλελυμένης. οὐρητικὸν δέ ἐστι καὶ τῶν σπλάγχνων ἐκφρακτικόν. Σκίλλα τμητικῆς ἐστιν ἱκανῶς δυνάμεως, οὐ μὴν ἰσχυρῶς γε θερμῆς, ἀλλὰ τῆς δευτέρας τάξεως τῶν θερμαινόντων. |
| 367 | Σκολύμου ἡ ῥίζα πλῆθος οὔρων ἄγει δυσωδῶν, εἰ ἀφεψήσας αὐτήν τις ἐν οἴνῳ πίνοι καὶ διὰ τοῦτο τὰς τῶν μασχαλῶν καὶ ὅλου τοῦ σώματος ἰᾶται δυσωδίας. θερμὴ οὖν ἐστι κατὰ τὴν τρίτην τάξιν ἀρχομένην, ξηρὰ δὲ κατὰ τὴν δευτέραν. Σκόρδιον. |
| 368 | Ἐκ πολυειδῶν τοῦτο δυνάμεων σύγκειται· καὶ γὰρ πικρὸν ἔχει τι καὶ στρυφνὸν καὶ δριμύ. διακαθαίρει τοιγαροῦν ἅμα καὶ θερμαίνει τὰ σπλάγχνα καὶ καταμήνια καὶ οὖρα κινεῖ καὶ σπάσματα καὶ ῥήγματα καὶ πλευρῶν ἀλγήματα κατ’ ἔμφραξιν γιγνόμενα ἰᾶται πινόμενον καὶ κολλᾷ μὲν τὰ μεγάλα τραύματα χλωρὸν καταπλασσόμενον, ἀνακαθαίρει δὲ τὰ ῥυπαρὰ καὶ εἰς οὐλὴν ἄγει τὰ κακοήθη ξηρὸν ἐπιπασσόμενον. Σκόρδον.[5] |
| 369 | Θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τετάρτην ἀπόστασιν. ἐσθιόμενον δὲ ἄφυσόν ἐστι καὶ ἄδιψον καὶ παχέων καὶ γλίσχρων χυμῶν ἐκφρακτικόν τε καὶ τμητικόν. ἔχει δέ τι καὶ φαρμακῶδες καὶ κακόχυμον, ὅπερ ἀποβάλλει ὕδατι ἑψόμενον. φεύγειν δὲ αὐτοῦ χρὴ τὴν συνεχῆ χρῆσιν, καὶ μάλιστα ἐπὶ τῶν θερμοτέρων ἕξεων. Σμύρνα τῆς δευτέρας ἐστὶ τάξεως τῶν θερμαινόντων τε καὶ ξηραινόντων.[5] |
| 370 | ἐπιπαττομένη γοῦν τοῖς ἐν κεφαλῇ τραύμασι κολλᾶν αὐτὰ δύναται. μετέχει δὲ καὶ πικρότητος οὐκ ὀλίγης, δι’ ἣν καὶ ἕλμινθας καὶ ἔμβρυα κτείνει τε καὶ ἐκβάλλει. ἔχει δέ τι καὶ ῥυπτικόν, ὅθεν καὶ ταῖς ὀφθαλμικαῖς μίγνυται δυνάμεσιν, ὅσαι πρὸς ἕλκη καὶ οὐλὰς παχείας συντίθενται. μίγνυται δὲ καὶ τοῖς ἀσθματικοῖς καὶ βηχικοῖς βοηθήμασι καὶ τοῖς ἀρτηριακοῖς· οὐ μὴν τραχύνει γε τὴν ἀρτηρίαν. Σμύρνιον, οἱ δὲ ἱπποσέλινον καλοῦσιν, ἐκ ταὐτοῦ γένους ἐστὶ σελίνῳ τε καὶ πετροσελίνῳ· μέλαν δὲ καὶ πολὺ μεῖζον ἔχει τὸ σπέρμα.[5] |
| 371 | καί ἐστι σελίνου μὲν ἰσχυρότερον, πετροσελίνου δὲ ἀσθενέστερον, θερμὸν καὶ ξηρὸν κατὰ τὴν τρίτην τάξιν. ἐμμήνων δὲ ἀγωγόν ἐστι καὶ οὐρητικόν. Σόγχος χλωρὸς ἔτι καὶ ἁπαλὸς ἐσθίεται, ὡς τὰ ἄλλα ἄγρια τῶν λαχάνων.[5] |
| 372 | σύγκειται δὲ ἐξ ὑδατώδους τε καὶ γεώδους οὐσίας, ἀμφοῖν ψυχρῶν· καὶ στύψεώς τι μετέχει καὶ σαφῶς ἐμψύχει καταπλασσόμενός τε κατὰ τοῦ στομάχου καὶ ἐσθιόμενος. Σπάρτον. |
| 373 | Σπάρτου, ᾧ παρ’ ἡμῖν τὰς ἀμπέλους δεσμεύουσιν, ὅ τε καρπὸς καὶ ὁ τῶν ῥάβδων χυλὸς ἑλκτικῆς οὐκ ἀγεννοῦς ἐστι δυνάμεως. Στακτὴ καλεῖται τῆς προσφάτου σμύρνης τὸ λιπαρόν, κεκομμένης μεθ’ ὕδατος ὀλίγου ἀποτεθλιμμένης τε δι’ ὀριγάνου. |
| 374 | εὐώδης τε λίαν καὶ πολυτελὴς οὖσα καὶ καθ’ ἑαυτὴν μύρον καλούμενον. δόκιμος δέ ἐστιν ἡ ἀμιγὴς ἐλαίου καὶ ἐν ἐλαχίστῳ πλείστην δύναμιν κεκτημένη θερμαντικὴν ἀναλογοῦσαν τῇ σμύρνῃ καὶ τοῖς θερμαίνουσι τῶν μύρων. Σταφυλῖνος.[5] |
| 375 | Ὁ μὲν ἥμερος ἀσθενέστερος, ὁ δὲ ἄγριος, ὃν καὶ δαῦκον καλοῦσιν, ἰσχυρότερος εἰς ἅπαντα. οὖρα δὲ κινεῖ καὶ καταμήνια προτρέπει. ἔχει δέ τι καὶ ῥυπτικὸν ἐν αὑτῷ. Στοιχὰς πικρᾶς καὶ στυφούσης μετέχει ποιότητος· ἐστὶ δὲ καὶ λεπτομερὴς διὰ τὴν εὐωδίαν. |
| 376 | ἐκφράττειν οὖν καὶ λεπτύνειν καὶ ῥωννύναι πέφυκε τά τε σπλάγχνα πάντα καὶ ὅλην τοῦ ζῴου τὴν ἕξιν. Στρούθιον. |
| 377 | Στρουθίου ἡ ῥίζα χρήσιμος, θερμὴ καὶ ξηρά, τῆς τετάρτης που τάξεως ὑπάρχουσα. ἐστὶ δὲ καὶ ῥυπτικὴ καὶ ἐρεθιστικὴ καὶ διὰ τοῦτο πταρμοὺς κινεῖ. Στύραξ μαλάττει θερμαίνει συμπέττει, διὸ καὶ βῆχας καὶ κατάρρους καὶ κορύζας καὶ βράγχους ὀνίνησιν, ἔμμηνά τε προτρέπει πινόμενός τε καὶ προστιθέμενος. |
| 378 | ἡ δὲ ἐξ αὐτοῦ λιγνὺς σκευάζεται ὥσπερ ἡ τοῦ λιβάνου καὶ ἐνέργειαν τὴν αὐτὴν ἔχει. Σταφυλὴ τρέφει μᾶλλον ἁπάντων τῶν ὡραίων, καὶ μάλισθ’ ὅταν ἀκριβῶς ᾖ πεπεμμένη. |
| 379 | ἧττον δὲ τῶν σύκων αἱ σταφυλαὶ τρέφουσιν καὶ μέγιστον ἀγαθὸν αὐταῖς ἐστι τὸ ταχέως ὑπέρχεσθαι. διὸ κἂν ἐπισχεθῶσί ποτε, βλάπτουσιν ἱκανῶς. οὔτε γὰρ πέττονται καλῶς ἐπισχεθεῖσαι, καὶ κατὰ τὴν εἰς ἧπάρ τε καὶ φλέβας ἀνάδοσιν ὠμὸν γεννῶσι χυμὸν οὐ ῥᾳδίως εἰς αἷμα μεταβαλλόμενον διά τε τὸ ἔξωθεν περικείμενον δέρμα καὶ τὰ γίγαρτα ξηρὰ καὶ στύφοντα τὴν οὐσίαν ὑπάρχοντα. διό τινες καλῶς ποιοῦντες, ὡς ἄχρηστα ταῦτα ἀποπτύουσιν, ἀπομυζήσαντες ἅπασαν τὴν ἔνδον σάρκα σὺν τῷ χυλῷ καὶ μᾶλλον τούτοις ἡ γαστὴρ ὑπέρχεται. ἀποτίθενται δὲ τὴν σταφυλὴν εἰς τὸν χειμῶνα διαφόρως. ἡ μὲν οὖν ἐν χύτρᾳ συντιθεμένη, πωμασθείσης δηλονότι τῆς χύτρας ἀκριβῶς καὶ πιττωθέντος τοῦ πώματος πρὸς τῷ μηδαμόθεν διαπνεῖσθαι, τονικὴ ἐκλύτου γαστρὸς ἡ τοιαύτη γίγνεται καὶ τοὺς ἀνορέκτους ἐπεγείρει πρὸς ἐδωδὴν σίτου· οὐ μὴν ὑπέρχεταί γε κατὰ γαστέρα καὶ εἰ ἐπὶ πλεῖον βρωθείη, ἅπτεται τῆς κεφαλῆς. ταύτης δὲ ἔτι μᾶλλόν ἐστι κεφαλαλγής, ἣν ἀποτίθενται κατὰ τὸ γλεῦκος. ἡ δὲ κρεμασθεῖσα κεφαλὴν οὐδόλως πλήττει, γαστέρα δὲ οὐδὲ προτρέπειν οὐδὲ ἐπέχειν πέφυκεν. ὡσαύτως δὲ οὐδὲ ἐπεγείρει τὴν ἄρρωστον ὄρεξιν οὐδὲ ἐκλύει τὴν εὔρωστον. αἱ μὲν οὖν γλυκεῖαι θερμότερον ἔχουσι τὸν χυλόν, διὸ καὶ διψώδεις εἰσὶν καὶ γαστέρα δὲ ὑπάγουσι καὶ μάλισθ’ ὅταν ὦσιν ὑγραί· μεταξὺ γὰρ τῶν θερμαινόντων καὶ ψυχόντων εἰσί. μοχθηραὶ δὲ οὐκ εἰς ταῦτα μόνον, ἀλλὰ καὶ πρὸς τὴν ἐν γαστρὶ πέψιν καὶ ἀνάδοσιν καὶ θρέψιν, αἵ τε ὀξεῖαι καὶ αὐστηραὶ σταφυλαὶ καὶ αἱ τὸ περικείμενον δέρμα παχύτερον ἔχουσαι. καθόλου δέ σε περὶ τῶν ἐδωδίμων τοῖς ἀνθρώποις καρπῶν ἐπίστασθαι χρὴ λόγῳ κοινῷ· τοὺς μὲν ὑγροὺς ὑγρὰν καὶ λεπτὴν ἐργάζεσθαι τὴν ἐξ αὐτῶν ἀναδιδομένην τῷ σώματι τροφήν, πορίμην τε καὶ διεξερχομένην ὅλον τὸ σῶμα ταχέως, ἐκκενουμένην τε δι’ οὔρων καὶ κατὰ τὸ δέρμα· ἔμπαλιν δὲ τῶν στερεῶν ταῖς συστάσεσι καρπῶν ἥτε εἰς τὸ σῶμα πρόσθεσις παχεῖα αἵ τε διέξοδοι βραδύτεραι καὶ μάλισθ’ ὅταν ἔχωσιν ἐν ἑαυτοῖς χυμὸν ἢ παχὺν ἢ γλίσχρον ἢ στυπτικόν. Σῦκα.[30] |
| 380 | Τὸ μὲν κοινὸν οὐ μόνον ὀπώραις, ἀλλὰ καὶ τοῖς ὡραίοις ὀνομαζομένοις καρποῖς, ἔχει καὶ τὰ σῦκα, φυγεῖν οὐ δυνηθέντα τὴν κακοχυμίαν οὐδ’ αὐτά. πρόσεστι δὲ τοῖς σύκοις ἀγαθὰ τό τε κατὰ γαστέρα πορίμοις εἶναι, καὶ τὸ διεξέρχεσθαι ῥᾳδίως ὅλον τὸ σῶμα. καὶ γάρ τι ῥυπτικὸν ἀξιόλογον ἔχει, καὶ ψαμμώδη πολλὰ τοῖς νεφριτικοῖς ἐπὶ ταῖς ἐδωδαῖς αὐτῶν ἐκκρίνεται. τροφὴν δὲ δίδωσι τῷ σώματι οὐ στερεάν, ἀλλ’ ὑπόσομφον. ἐμπίπλησί γε μὴν φύσης αὐτὰ τὴν γαστέρα· τῷ δὲ τάχει τῆς διεξόδου τὴν φύσαν ὀλιγοχρόνιον ἐργάζεται· καὶ κατὰ τοῦτο τῆς ἄλλης ὀπώρας ἧττον βλάπτει. τὸ δὲ πέπειρον ἀκριβῶς σῦκον ἐγγὺς τοῦ μηδόλως βλάπτειν ἥκει. τὰ δὲ ξηρὰ σῦκα θερμότερα τῆς δυνάμεώς ἐστι κατὰ τὴν δευτέραν τάξιν ἀρχομένην. ἔχει δέ τι καὶ λεπτομερὲς καὶ εἰς πολλὰ τὸ χρήσιμον. μοχθηρὸν δὲ ἕν τι κέκτηται τοῖς πλεονάζουσιν ἐν τῇ τούτων ἐδωδῇ. οὐ πάνυ γὰρ αἷμα χρηστὸν γεννῶσιν αἱ ἰσχάδες· ὅθεν αὐταῖς καὶ τὸ τῶν φθειρῶν πλῆθος ἕπεται. εἰ δὲ καὶ κακοχυμία τις περιέχοιτο ἐν τῇ γαστρί, ἐσχάτως ἀδικοῦσιν αἱ ἰσχάδες ἐσθιόμεναι· αὔξουσι γὰρ μᾶλλον τὴν κακοχυμίαν διαφθειρόμεναι καὶ μὴ διαχωροῦσαι κάτω. δύναμιν δὲ ἔχουσι λεπτυντικήν τε καὶ τμητικήν, δι’ ἣν καὶ τὴν γαστέρα πρὸς ἔκκρισιν ὁρμῶσι καὶ νεφροὺς ἐκκαθαίρουσιν. ἥπατι δὲ καὶ σπληνὶ φλεγμαίνουσι μέν εἰσι βλαβεραί, καθάπερ καὶ τὰ χλωρὰ σῦκα, τῷ κοινῷ λόγῳ τῶν γλυκέων ἁπάντων· ἐμπεφραγμένοις δὲ ἢ σκιρρουμένοις ταῦτα τὰ σπλάγχνα μετὰ θύμων ἢ γλήχωνος ἢ θύμβρας ἢ καλαμίνθης ἢ ὀριγάνου ἢ πεπέρεως ἢ ζιγγιβέρεως πρὸ πολλοῦ τῆς τροφῆς οἱ ἰατροὶ παρέχουσιν. ὅσοι δὲ μετά τινος τῶν παχυνόντων ἐσθίουσι τά τε σῦκα καὶ τὰς ἰσχάδας οὐ σμικρὰ βλάπτονται. τῷ δὲ λεπτομερεῖ συμπέττει καταπλαττόμενα τὰ ξηρὰ σῦκα τοὺς σκληροὺς τῶν ὄγκων καὶ διαφορεῖ. καὶ τὸ ἀφέψημα δὲ αὐτῶν ὁμοίας ὑπάρχει δυνάμεως. χρὴ δὲ ὅπου συμπέψαι βούλει, πύρινον ἄλευρον μιγνύειν, ὅπου δὲ διαφορῆσαι, κρίθινον. καὶ αἱ μὲν λιπαρώτεραι συμπέττειν τοὺς ὄγκους μᾶλλον πεφύκασιν, αἱ δὲ δριμύτεραι ἐν τῷ γεύεσθαι ῥύπτειν τε καὶ διαφορεῖν. τὸ δὲ ἐξ αὐτῶν ἑψομένων ἐν ὕδατι κατασκευαζόμενον μελιτῶδες ὅμοιόν ἐστι μέλιτι κατὰ τὴν δύναμιν. Σύμφυτον πετραῖον ἐξ ἐναντίων σύγκειται δυνάμεων· ἔχει μὲν γάρ τι τμητικόν, ᾧ καὶ τὸ περιεχόμενον ἐν θώρακι καὶ πνεύμονι πῦον ἐκκαθαίρει, ἔχει δὲ καὶ συνακτικόν, ᾧ καὶ πρὸς τὰς τοῦ αἵματος ἀναγωγὰς ἐπιβοηθεῖ.[30] |
| 381 | διὰ δὲ τὴν ὑγρότητα ἄδιψόν ἐστι μασωμένοις καὶ τὰς τῆς ἀρτηρίας τραχύτητας ἰᾶται. διὰ δὲ ταῦτα καὶ ταῖς ἐντεροκήλαις ἐπιτίθεται καὶ πρὸς σπάσματα καὶ ῥήγματα σὺν ὀξυμέλιτι πίνεται. Περὶ συκομόρων.[5] |
| 382 | Ὁ καρπὸς οὗτος σύκῳ παραπλήσιος τὴν ἰδέαν ἐστίν, δριμύτητα δὲ οὐδεμίαν κέκτηται, βραχείας μετέχων γλυκύτητος, ὑγρότερός τέ πως καὶ ψυκτικώτερος ὢν κατὰ τὴν δύναμιν ὡς τὰ μόρα. μᾶλλον δὲ ἐν τῷ μεταξὺ μόρων τε καὶ σύκων αὐτόν τις εἰκότως ἂν θείη, ὅθεν καὶ τοὔνομα ἔσχεν. Σχῖνος ὁ θάμνος.[5] |
| 383 | Ἐξ ὑδατώδους οὐσίας ἀτρέμα θερμῆς καὶ γεώδους ψυχρᾶς οὐ πολλῆς σύγκειται, δι’ ἣν καὶ στύφει μετρίως. ξηραίνει μὲν οὖν κατὰ τὴν τρίτην τάξιν ἀρχομένην, κατὰ δὲ θερμότητα καὶ ψυχρότητα εὔκρατος. ὁμοίαν δὲ ἔχει ἐν πᾶσι τοῖς ἑαυτοῦ μέρεσι τὴν δύναμιν, ὅθεν καὶ πίνεται καὶ καθ’ ἑαυτὸν καὶ σὺν τοῖς ἄλλοις φαρμάκοις 〈καὶ〉 πρὸς κοιλιακὰς διαθέσεις καὶ δυσεντερίας καὶ τὰς τοῦ αἵματος πτύσεις καὶ τὰς ἐκ μήτρας αἱμορραγίας καὶ προπτώσεις τῆς ἕδρας τε καὶ ὑστέρας ἐπιτήδειός ἐστιν, ἐγγὺς τῆς ὑποκυστίδος ὑπάρχων. Σχοίνου ἄνθος θερμαίνει μετρίως καὶ στύφει μετριώτερον, μετέχει δὲ καὶ λεπτομεροῦς τινος δυνάμεως· ὅθεν οὐρητικόν ἐστι φάρμακον καὶ καταμηνίων ἀγωγόν, ἐν πυρίαις τε καὶ πόμασι καὶ καταπλάσμασι παραλαμβανόμενον.[5] |
| 384 | ὠφελεῖ δὲ καὶ τὰς καθ’ ἧπαρ καὶ κοιλίαν καὶ στόμαχον φλεγμονάς. Σχοίνου λείας.[5] |
| 385 | Ἡ μὲν ὀξύσχοινος ὀνομάζεται, ἡ δὲ ὁλόσχοινος· ἰσχνοτέρα μὲν καὶ σκληροτέρα ἡ ὀξύσχοινος, παχυτέρα δὲ καὶ χαυνοτέρα ἡ ὁλόσχοινος. ὁ καρπὸς δὲ τῆς ὁλοσχοίνου μὲν ὑπνωτικός. τῆς δὲ ὀξυσχοίνου εἴδη δύο ἐστί· τὸ μὲν ἄκαρπον, ὅπερ καὶ ἄχρηστον ἡμῖν, τὸ δὲ καρποφόρον. ὑπνώδης δὲ καὶ ταύτης ὁ καρπός, ἀλλ’ ἧττον τῆς ἑτέρας. ἐστὶ δὲ οὗτος κεφαλαλγής. ἀμφότεροι δὲ εἰ φρυγέντες μετ’ οἴνου πίνοιντο, τὰ κατὰ γαστέρα ξηραίνουσι ῥεύματα καὶ ῥοῦν γυναικεῖον τὸν ἐρυθρὸν ἐπέχουσι. διὰ ταῦτα καὶ ἡ κρᾶσις ἀτρέμα ψυχρά ἐστι καὶ ὑδατώδης θερμή· ξηραίνει οὖν τὰ κάτω. διὰ ταῦτα καὶ ἐπὶ τὴν κεφαλὴν ἠρέμα ἀναφέρει ψυχροὺς ἀτμούς, οἷς ὑπνώδεις ἐργάζεται. Τερεβίνθου καὶ ὁ φλοιὸς καὶ τὰ φύλλα καὶ ὁ καρπὸς ἔχουσί τι στυπτικόν, ἀλλὰ καὶ θερμαίνουσι κατὰ τὴν δευτέραν τάξιν.[10] |
| 386 | ὁ δὲ καρπὸς ἐγγύς ἐστι καὶ τῆς τρίτης τάξεως τῶν ξηραινόντων· ταῦτ’ ἄρα καὶ οὐρητικός ἐστι καὶ σπλῆνας ὀνίνησι. Τεῦτλον νιτρώδους τινὸς μετείληφε δυνάμεως, ᾗ καὶ ῥύπτει καὶ διαφορεῖ καὶ διὰ τῶν ῥινῶν ἐκκαθαίρει. |
| 387 | ἑψηθὲν δὲ τὸ μὲν νιτρῶδές τε καὶ δριμὺ ἀποτίθεται, γίγνεται δὲ ἀφλεγμάντου δυνάμεως ἀτρέμα διαφορητικῆς. ἰσχυρότερον δὲ εἰς τὸ ῥύπτειν καὶ διαφορεῖν ἐστι τὸ λευκόν. τὸ γὰρ μέλαν στύψεως μετέχει καὶ μᾶλλον κατὰ τὴν ῥίζαν· τῷ δὲ ῥυπτικὸν ἔχειν τὸν χυλὸν καὶ τὴν γαστέρα πρὸς ἔκκρισιν ἐπεγείρει καὶ τὸν στόμαχον ἐνίοτε δάκνει καὶ μάλιστ’ ἐφ’ ὧν εὐαίσθητός ἐστι φύσει, καὶ διὰ τοῦτο κακοστόμαχόν ἐστιν ἔδεσμα πλεῖον βρωθέν. ἐπιτηδειότερον δέ ἐστι μαλάχης εἰς τὰς καθ’ ἧπαρ ἐμφράξεις, ἔτι δὲ μᾶλλον ὅταν μετὰ νάπυος ἢ πάντως γε ὄξους ἐσθίηται. καὶ τοῖς ὑποσπλήνοις δὲ τὸν αὐτὸν τρόπον ἐσθιόμενον ἀγαθὸν γίνεται φάρμακον. Τέφρα πᾶσα· τῶν κεκαυμένων ξύλων ἢ ἑτέρων ὑλῶν τὸ λείψανον τέφρα προσαγορεύεται, σύνθετον ὑπάρχον ἐξ ἐναντίων οὐσιῶν τε καὶ ποιοτήτων.[10] |
| 388 | ἔχει γὰρ ἐν ἑαυτῷ τὸ μέν τι γεῶδες, τὸ δὲ οἷον αἰθαλῶδες ἢ λιγνυῶδες. ταυτὶ μὲν οὖν τὰ μόρια λεπτομερῆ τέ ἐστι, καὶ βρεχομένης ὕδατι τέφρας καὶ διηθουμένης συναποφέρεται· ὅσον δὲ ὑπολείπεται γεῶδες ἀσθενὲς καὶ ἄδηκτόν τι γίγνεται, τῷ ὕδατι τὴν θερμὴν δύναμιν ἐντιθέμενον. οὐχ ἅπασα δὲ τέφρα τὴν αὐτὴν ἀκριβῶς ἔχει κρᾶσιν, ἀλλὰ κατὰ τὴν τῆς καυθείσης ὕλης διαφορὰν ὑπαλλάττεται. ἐκ μὲν δὴ τῶν στρυφνῶν ξύλων ἡ τέφρα, ὥσπερ τῶν δρυίνων καὶ τῶν παραπλησίων, στυπτικὸν οὐκ ὀλίγον ἔχει ἐν τῷ γεώδει μέρει· ὅθεν καὶ αἱμορραγίας ἐπέχει. ἡ δὲ συκίνη πολὺ τὸ δριμὺ καὶ καυστικὸν ἔχει ἐν τῷ αἰθαλώδει μέρει, ἐν δὲ τῷ γεώδει τὸ ῥυπτικόν. παραπλησία δὲ καὶ ἡ ἐκ τῶν τιθυμάλλων τέφρα. Τίτανος.[10] |
| 389 | Ἐστὶ δὲ καὶ ἡ τίτανος εἶδος τέφρας, λεπτομερεστέρα οὖσα τῆς ἐκ τῶν ξύλων γιγνομένης. πλυθεῖσα γοῦν ὕδατι ἀκριβῶς τρὶς ἢ τετράκις ἀποχεομένου τοῦ ὕδατος ξηραντικὸν ἀδήκτως γίγνεται φάρμακον, διαφορητικὸν δὲ γίγνεται πλυθεῖσα θαλάσσῃ. Τῆλις. |
| 390 | Θερμὴ μὲν ἐκ τῆς δευτέρας ἐστὶ τάξεως, ξηρὰ δὲ ἐκ τῆς πρώτης· μετέχει δὲ ῥυπτικῆς δυνάμεως, καὶ διὰ τοῦτο τὰς ζεούσας φλεγμονὰς παροξύνει, τὰς δὲ ἧττον θερμὰς καὶ τὰς σκιρρώδεις διαφορεῖ. ἐσθίεται δὲ διαφόρως ἡ τῆλις. κεφαλῆς δὲ ἅπτεται εἰ πλείων ληφθεῖσα, καὶ μᾶλλον εἰ χωρὶς ἄρτου προσενέγκοιτό τις αὐτήν· ἐνίοις δὲ καὶ τὸν στόμαχον ἀνατρέπει. ὁ χυλὸς δὲ ἑψηθείσης τῆς τήλεως μετὰ βραχέος μέλιτος λαμβανόμενος ἐπιτήδειός ἐστιν ὑπάγειν ἅπαντας τοὺς ἐν ἐντέροις μοχθηροὺς χυμούς. ὀλίγον δὲ εἶναι χρὴ τὸ μιγνύμενον αὐτῇ μέλι, μήπως γένηται δακνώδης. ἐπὶ δὲ τῶν κατὰ τὸν θώρακα χρονιζόντων ἀλγημάτων ἄνευ πυρετοῦ συναφεψεῖν δεῖ αὐτῇ λιπαροὺς φοίνικας. ἐκθλίψαντας δὲ τὸν χυλὸν εἶτα μέλι μίξαντας κἄπειθ’ ἑψήσαντας αὖθις ἐπ’ ἀνθράκων ἄχρι πάχους συμμέτρου, χρῆσθαι πρὸ πολλοῦ τῶν σιτίων. φυλάττεσθαι δὲ τὴν τούτου χρῆσιν ἐπὶ τῶν εὐπαθῆ ἐχόντων τὴν κεφαλὴν καὶ γὰρ καὶ οἱ φοίνικες κεφαλῆς ἅπτονται. Τιθύμαλλοι πάντες.[10] |
| 391 | Ἐπικρατοῦσαν μὲν ἔχουσι τὴν δριμεῖάν τε καὶ θερμὴν δύναμιν· ὑπάρχει δὲ αὐτοῖς καὶ πικρότης. ἰσχυρότατος μὲν οὖν ὁ ὀπός, ἐφεξῆς δὲ ὅ τε καρπὸς καὶ τὰ φύλλα, μετέχει δὲ καὶ ἡ ῥίζα τῶν εἰρημένων δυνάμεων ἀλλ’ οὐκ 〈ἐπ’〉 ἴσης. αὕτη μὲν οὖν ἑψομένη σὺν ὄξει τὰ τῶν ὀδόντων ἀλγήματα, καὶ μάλισθ’ ὅσα βεβρωμένοις αὐτοῖς γίγνεται, θεραπεύει. εἰσὶ δὲ οἱ ὀποὶ ἐκ τῆς τετάρτης τάξεως τῶν θερμαινόντων, τῆς καυστικῆς εἰρημένης· διὰ τοῦτο καὶ καταχριόμενοι οἱ ὀποὶ τρίχας ψιλοῦσιν. ἐπεὶ δὲ σφοδρά ἐστιν αὐτῶν ἡ δύναμις, ἐλαίῳ μίγνυνται· καὶ εἰ πολλάκις τοῦτο γίγνοιτο, τελέως αἱ ῥίζαι τῶν τριχῶν ἀπόλλυνται καυθεῖσαι, καὶ ψιλὸν αὐτῶν γίγνεται τὸ σῶμα. ὁμοίως καὶ ἀκροχορδόνας καὶ θύμους ἀφαιροῦσιν· ἀπορρύπτουσι δὲ καὶ λειχῆνας καὶ ψώρας. τοῦ δὲ χαρακίτου λεγομένου ὁ φλοιὸς τῆς ῥίζης ἐν σκιᾷ ξηραινόμενος κοπτόμενός τε καὶ σηθόμενος καθαίρει γενναίως πινόμενος. δεῖ δὲ ἀφ’ ἑσπέρας στήσαντας Γ ρ δ βρέχειν ἐν οἴνῳ γλυκεῖ, ἕωθεν δὲ σειρώσαντας διὰ ῥάκους τὸν οἶνον καὶ χλιαίνοντας διδόναι τὸν οἶνον πίνειν. Τραγάκανθα ὀπός ἐστιν ἀκανθώδους φυτοῦ παραπλησίαν ἔχων τῷ κόμμει δύναμιν, ἐμπλαστικήν τέ τινα καὶ ἀμβλυντικὴν δριμυτήτων.[15] |
| 392 | καὶ δὴ καὶ ξηραίνει παραπλησίως ἐκείνῳ. Τρίβολος ἐξ ὑγρᾶς οὐσίας μετρίως ψυχρᾶς καὶ ξηρᾶς συνέστηκεν. |
| 393 | ἐπικρατεῖ δὲ ἐν μὲν τῷ χερσαίῳ τὸ γεῶδες ψυχρόν, καὶ διὰ τοῦτο στύφει μᾶλλον, ἐν δὲ τῷ ἐνύδρῳ τὸ ὑδατῶδες, καὶ διὰ τοῦτο πρὸς τὰς ζεούσας φλεγμονὰς ἁρμόττουσι. τοῦ δὲ χερσαίου ὁ καρπὸς τοὺς ἐν νεφροῖς λίθους θρύπτει πινόμενος. Τρίφυλλον, οἱ δὲ ἀσφάλτιον, δυνάμεώς ἐστι θερμῆς καὶ ξηρᾶς τῆς τρίτης τάξεως κατὰ τὴν ἄσφαλτον καὶ διὰ τοῦτο πινόμενον καὶ πλευρῶν ἀλγήματα ἐπ’ ἐμφράξεσιν ὀνίνησι καὶ οὖρα κινεῖ καὶ καταμήνια.[5] |
| 395 | Τρύχνον, ἔνιοι δὲ μετὰ τοῦ ς στρύχνον ὀνομάζουσι. τὸ μὲν κηπαῖον στύφει καὶ ψύχει κατὰ τὴν δευτέραν τάξιν, τὸ δὲ ἁλικάκκαβον καλούμενον ἐν τῇ τῶν φύλλων δυνάμει παραπλήσιόν ἐστι τῷ κηπευομένῳ, τὸν δὲ καρπὸν οὐρητικὸν ἔχει. τοῦ δὲ ὑπνωτικοῦ ὁ φλοιὸς τῆς ῥίζης ψύχει παραπλήσιον ὀπῷ μήκωνος, ὡς τῆς τρίτης εἶναι τάξεως τῶν ψυχόντων. τὸ δὲ σπέρμα καὶ τούτου οὐρητικόν. μανιῶδες δὲ γίγνεται πλέον τῶν δώδεκα κορύμβων προσφερόμενον. Ὑάκινθος.[5] |
| 396 | Ὑακίνθου ἡ ῥίζα βολβοειδὴς οὖσα τάξεώς ἐστι τῆς πρώτης μὲν ἐν τῷ ξηραίνειν, τῆς δευτέρας δὲ ἐν τῷ ψύχειν. ἀνήβους δὲ ἐπὶ πλέον τοὺς παῖδας φυλάττειν πεπίστευται μετ’ οἴνου καταπλασσομένη. ὁ δὲ καρπὸς μετρίως ῥύπτει καὶ στύφει, ὅθεν δίδοται ἰκτερικοῖς σὺν οἴνῳ, ξηραίνων μὲν κατὰ τὴν τρίτην τάξιν, θερμότητος δὲ καὶ ψύξεως ἐν τῷ μέσῳ ἐστί. Ὕδνα γεωδεστέραν μὲν οὐσίαν ἐπικρατοῦσαν κέκτηται, βραχέος τινὸς αὐτῇ μιγνυμένου λεπτομεροῦς.[5] |
| 398 | Ὑδροπέπερι. Ἐν ὕδασι φύεται τὸ βοτάνιον ἐοικὸς τοῖς φύλλοις καὶ τοῖς κλωνίοις ἡδυόσμῳ· μεῖζον μέντοι, τῇ δὲ γεύσει δριμύ, παραπλήσιον πεπέρει. σπερμάτια δὲ μικρὰ φέρει καθ’ ἕκαστον τῶν φύλλων. ἐστὶ δὲ θερμὸν μέν, ἀλλ’ οὐκ ἴσον τῷ πεπέρει. καταπλασσόμενον δὲ χλωρὸν ὑπώπια καὶ σκίρρους θεραπεύει. χρῶνται δέ τινες αὐτῷ ἀρτύματι ἀντὶ πεπέρεως. Ὑοσκύαμος ἐπιτηδειότατος πρὸς τὰς ἰάσεις, οὗ καὶ τὸ ἄνθος καὶ τὸ σπέρμα λευκόν, ἐκ τῆς τρίτης που τάξεως ὑπάρχων τῶν ψυχόντων· οἱ δὲ ἄλλοι δηλητηριώδεις.[5] |
| 400 | Ὑπερικὸν θερμαίνει καὶ ξηραίνει λεπτομεροῦς οὐσίας ὑπάρχον, ὡς καταμήνιά τε καὶ οὖρα προκαλεῖσθαι. χρὴ δὲ εἰς ταῦτα λαμβάνειν οὐ τὸ σπέρμα μόνον, ἀλλὰ καὶ τὰ φύλλα. ἐπιπλαττόμενος δὲ χλωρὸς 〈ὁ καρπὸς〉 εἰς οὐλὴν ἄγειν τὰ ἕλκη δύναται, μάλιστα δὲ τὰ πυρίκαυστα. ξηρὰ δὲ λίαν ἐπιπασσόμενα τὰ πλαδαρὰ καὶ σηπεδονώδη τῶν ἑλκῶν ἰᾶται. τινὲς κἀπὶ τῶν ἰσχιαδικῶν αὐτὸ ποτίζουσιν. Ὕσσωπον ἡ πόα.[5] |
| 401 | θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν· ἐστὶ δὲ καὶ λεπτομερές. Φακοί. |
| 402 | Στύφουσι μὲν οὐκ ἰσχυρῶς, θερμότητος δὲ καὶ ψύξεως ἐν τῷ μέσῳ καθεστήκασι. ξηραίνουσι δὲ κατὰ τὴν δευτέραν τάξιν. αὐτὸ μὲν οὖν τὸ σῶμα ξηραίνει τε καὶ ἵστησι γαστέρα, τὸ δὲ ἀφέψημα προτρέπει. διὸ καὶ ἀποχεῖται τὸ πρότερον ὕδωρ, ὅταν ἐπισχέσεως ἕνεκα λαμβάνωνται. Φακὸς ὁ ἐπὶ τῶν τελμάτων ὑγρᾶς καὶ ψυχρᾶς κράσεως, ἐκ τῆς δευτέρας τάξεώς ἐστι.[5] |
| 404 | Περὶ φασήλων καὶ ὤχρων. Μέσα πώς ἐστιν ἐδέσματα ταῦτα τῶν εὐχύμων τε καὶ κακοχύμων, εὐπέπτων τε καὶ δυσπέπτων, βραδυπόρων τε καὶ ταχυπόρων, ἀφύσων τε καὶ φυσωδῶν, ὀλιγοτρόφων τε καὶ πολυτρόφων. Φλόμος διαφορὰς ἔχει τρεῖς· τῶν μὲν οὖν δύο ἡ ῥίζα στρυφνή ἐστιν, ὅθεν καὶ τοῖς ῥοώδεσι πάθεσι ἀρήγει. |
| 405 | διακλύζονται δὲ αὐτήν τινες ἀφέψοντες καὶ πρὸς ὀδόντων ἀλγήματα. τὰ δὲ φύλλα πασῶν διαφορητικῆς καὶ ῥυπτικῆς ἐστι δυνάμεως. τῇ μὲν οὖν ἑτέρᾳ εἰς τοὺς λύχνους χρῶνται καλοῦντες κυρίως θρυαλλίδα. Φοῖνιξ.[5] |
| 406 | Τὸ μὲν δένδρον στυπτικῆς μετέχει δυνάμεως ἐν πᾶσι τοῖς ἑαυτοῦ μέρεσιν. ὁ μὲν οὖν τῶν κλάδων χυλὸς αὐστηρός ἐστιν, ὁμοίως δὲ καὶ ὁ καλούμενος ἐγκέφαλος ὁ ἐδώδιμος. ὁ δὲ καρπὸς αὐτοῦ καὶ μάλισθ’ ὁ γλυκὺς οὐκ ὀλίγης μετέχει θερμότητος, ἐδώδιμος καὶ πολύχρηστος καὶ ἔξωθεν προσφερόμενος καὶ εἴσω τοῦ σώματος λαμβανόμενος, ὅτε τονῶσαί τε καὶ ξηρᾶναι καὶ συναγαγεῖν καὶ πυκνῶσαι καὶ πιλῆσαι χρῄζομεν. ἅπαντες δὲ οἱ φοίνικες δύσπεπτοί τέ εἰσι καὶ κεφαλαλγεῖς πλείονες βρωθέντες. ἔνιοι δὲ καὶ δήξεώς τινος ἔμφασιν ἐμποιοῦσι τῷ στόματι τῆς κοιλίας· οἱ δὲ καὶ μᾶλλόν εἰσι κεφαλαλγεῖς. ὁ δὲ ἐξ αὐτῶν ἀναδιδόμενος εἰς τὸ σῶμα χυμὸς παχύτατός ἐστιν. ἔχει δέ τι καὶ γλίσχρον, ὅταν ὁ φοῖνιξ ᾖ λιπαρός· ὅταν δὲ τῷ παχεῖ καὶ γλίσχρῳ χυμῷ γλυκύτης μιχθῇ, τάχιστα μὲν ὑπ’ αὐτοῦ τὸ ἧπαρ ἐμφράττεται. εἰ δὲ καὶ φλεγμαίνοι ἢ ἐσκιρρωμένον ᾖ, βλάπτεται ἐσχάτως ὑπὸ τῆς ἐδωδῆς αὐτῶν. ἐφεξῆς δὲ τῷ ἥπατι καὶ ὁ σπλὴν ἐμφράττεταί τε καὶ βλάπτεται. πολὺ δὲ δὴ μάλιστα βλάπτουσιν οἱ χλωροὶ φοίνικες εἰς ἅπαντα, βραχεῖ πλέονες βρωθέντες καὶ φύσης ἐμπιμπλᾶσι τὴν γαστέρα καὶ ὠμῶν χυμῶν καὶ ῥίγεσι δυσεκθερμάντοις ἁλίσκονται οἱ τοιοῦτοι. ὃ δὲ καλοῦσιν ἐλάτην, τὸ ἁπαλὸν ἐκβλάστημα, τὴν αὐτὴν τῷ ἐγκεφάλῳ ἔχει δύναμιν· τὸ δὲ οἷον ἀμφίεσμα αὐτοῦ στυπτικὸν μέν, ξηραίνει δὲ μᾶλλον τῶν εἰρημένων. ἐστὶ δὲ καὶ ἡ ῥίζα τοῦ φυτοῦ ξηραντικῆς ἀδήκτου δυνάμεως, μετέχουσα καὶ στύψεως. Φοῦ.[20] |
| 407 | Τούτου ἡ ῥίζα νάρδῳ παραπλησία τὴν δύναμιν, ἀσθενεστέρα μέντοι εἰς τὰ ἄλλα· τὰ δὲ οὖρα προτρέπει μᾶλλον. Φῦκος βρύον ἐστὶ τῆς θαλάσσης. |
| 408 | ἐστὶ δὲ χλωρὸν ἐξαιρούμενον· ψύχει καὶ ξηραίνει κατὰ τὴν δευτέραν ἀπόστασιν. ἔχει δέ τι καὶ στῦφον μετρίως. Χαλβάνη ὀπός ἐστι ναρθηκώδους φυτοῦ, μαλακτικῆς καὶ διαφορητικῆς οὖσα δυνάμεως. |
| 409 | θερμαίνει δὲ κατὰ τὴν τρίτην που τάξιν, ξηραίνει δὲ κατὰ τὴν δευτέραν. Χαμαίδρυς ἐπικρατοῦσαν ἔχει τὴν πικρὰν ποιότητα· ἐστὶ δὲ καὶ δριμεῖά πως, ὅθεν σπλῆνα τήκει καὶ οὖρα καὶ καταμήνια κινεῖ καὶ πάχος χυμῶν τέμνει καὶ τὰς ἐν τοῖς σπλάγχνοις ἐμφράξεις ἐκκαθαίρει. |
| 410 | ἐστὶ δὲ τῆς τρίτης τάξεως κατὰ τὸ θερμαίνειν καὶ ξηραίνειν. τὸ δὲ ἀφέψημα αὐτῆς ἐπὶ πολὺ ἑψομένης πινόμενον συνεχῶς τεταρταίῳ πυρετῷ περιεχομένους ἀπολύει. Χαμελαία τὴν πικρὰν ἐπικρατοῦσαν ἔχει ποιότητα· διὸ καὶ ὅσα τὰς μεγίστας ἐσχάρας ἔχει μετὰ μέλιτος ἀνακαθαίρειν δύναται.[5] |
| 411 | ἐστὶ δὲ καὶ πινομένη τῶν καθαιρόντων. Χαμαιλεύκη θερμὴ τὴν δύναμίν ἐστι κατὰ τὴν τρίτην τάξιν, ξηρὰ δὲ κατὰ τὴν πρώτην· ὅθεν καὶ θυμιωμένη ἐπ’ ἀνθράκων ὀνίνησιν ἐναργῶς τοὺς δυσπνοικούς, δεχομένων αὐτῶν τὸν καπνὸν διὰ χώνης. |
| 413 | Χαμαιλέων. Χαμαιλέοντος ἡ ῥίζα τοῦ μὲν μέλανος ἔχει τι δηλητηριῶδες, ὅθεν ἔξωθεν αὐτῆς ἡ χρῆσίς ἐστι πρός τε ψώρας καὶ λειχῆνας καὶ ἀλφοὺς καὶ ὅλως ὅσα δεῖται ῥύψεως. μετέχει δὲ καὶ μαλακτικῆς τε καὶ διαφορητικῆς δυνάμεως. ξηραίνει δὲ κατὰ τὴν τρίτην τάξιν, θερμαίνει δὲ κατὰ τὴν δευτέραν συμπληρουμένην. ἡ δὲ τοῦ λευκοῦ χαμαιλέοντος ῥίζα πινομένη μετ’ οἴνου αὐστηροῦ ὀξυβάφου πλῆθος πλατεῖαν ἕλμινθα ἐκτινάσσει. διαδιδόασι δὲ αὐτὴν καὶ τοῖς ὑδερικοῖς. Χαμαίπιτυς τῆς τρίτης τάξεώς ἐστι τῶν ξηραινόντων, τῆς δευτέρας δὲ τῶν θερμαινόντων.[5] |
| 414 | πικρὰ δὲ ἰσχυρῶς ὑπάρχουσα ῥύπτει τὰ σπλάγχνα μᾶλλον ἢ θερμαίνει, ὅθεν ἰκτεριῶσι δίδοται καὶ ὅλως οἷς ἐμφράττεται ῥᾳδίως τὸ ἧπαρ ἀγαθόν ἐστι φάρμακον. ἄγει δὲ καὶ καταμήνια πινομένη τε καὶ μετὰ μέλιτος προστιθεμένη. ἐστὶ δὲ καὶ οὐρητική. τινὲς δὲ καὶ ἰσχιαδικοῖς αὐτὴν διδόασιν ἀφεψήσαντες ἐν μελικράτῳ. χλωρὰ δὲ ἡ πόα τὰ μεγάλα τραύματα κολλᾶν δύναται καὶ τὰ σηπεδονώδη τῶν ἑλκῶν ἰᾶσθαι καὶ τὰς ἐν μαστοῖς σκληρότητας διαφορεῖν. Χελιδόνιον ῥυπτικῆς ἱκανῶς καὶ θερμῆς ἐστι δυνάμεως καὶ ὁ χυλὸς ὀξυωπής ἐστιν, ἐφ’ ὧν ἀθροίζεταί τι παχὺ κατὰ τὴν κόρην δυνάμενον διαφορεῖσθαι.[5] |
| 415 | ἐχρήσαντο δέ τινες τῇ ῥίζῃ πρὸς ἰκτερικοὺς τοὺς ἐπ’ ἐμφράξει τοῦ ἥπατος, ἐν οἴνῳ λευκῷ διδόντες πίνειν σὺν ἀνίσῳ. τὸ δὲ μικρὸν χελιδόνιον δριμύτερον τοῦ μείζονος, ὅθεν ἑλκοῖ τὸ δέρμα καταπλασσόμενον καὶ ὄνυχας λεπροὺς ἐκβάλλει. καθαίρει δὲ ὁ χυλὸς διὰ ῥινῶν ἰσχυρῶς. ἐστὶ γὰρ τῆς τετάρτης τάξεως τῶν θερμαινόντων καὶ ξηραινόντων, τὸ δὲ μεῖζον τῆς τρίτης κατ’ ἄμφω. Περὶ χονδρίλλης προείρηται ἐν τῷ περὶ σέρεως τόπῳ, ἐστὶ γὰρ σέρεως εἶδος.[5] |
| 417 | Ψύλλιον. Τούτου τὸ σπέρμα μάλιστά ἐστι χρήσιμον, τῆς δευτέρας δ’ ἐστὶ τάξεως τῶν ψυχόντων· κατὰ δὲ τὸ ξηραίνειν καὶ ὑγραίνειν τῆς μέσης. Ὤκιμον. |
| 418 | Ἐκ τῆς δευτέρας μέν ἐστι τάξεως τῶν θερμαινόντων, ἔχει δὲ ὑγρότητα περιττωματικήν, ὅθεν οὐδὲ χρήσιμόν ἐστιν εἴσω τοῦ σώματος λαμβανόμενον· ἔξωθεν δὲ καταπλαττόμενον εἰς τὸ διαφορεῖν καὶ συμπέττειν ἐστὶ χρήσιμον. τὸ δὲ ἀφέψημα αὐτοῦ ἐπὶ τῶν διὰ πλῆθος παχυτέρας ὕλης μάλιστα ὀφθαλμιώντων καταιονούμενον θερμὸν μεγάλως ὠφελεῖ καὶ μάλιστα τὰ νήπια. —[5] |