Ἀεὶ τὰ πέρυσι καλά.
Ἑρμηνεία. Ἄρτι τῆς ὥρας τὴν βλάβην ὁ πειραθεὶς Τῆς πρόσθεν οὗτος εὐκλείας μεμνήσεται.
Χωλῷ παροικήσας ὑποσκάζειν μάθοις.
Ἑρμηνεία. Συνὼν πονηροῖς ὅμοιος αὐτοῖς γενήσῃ.
Χρυσὸς Δανάην ἔπεισεν ἐθέλουσαν.
Ἑρμηνεία. Καὶ τὸν σώφρονα χειροῦται τιμάρια, Χρήμασιν ὁπλίζοντα πρὸς ἀσέλγειαν.
Εὐτυχεῖτε καὶ λοιδορεῖτέ με.
Ἑρμηνεία. Γελῶσιν οἱ πλουτοῦντες ἤθη πενήτων· Τὰ ῥάκη γὰρ ὁρῶσιν, οὐχὶ τὴν τόλμαν.
Κροκόδειλος ἔλεγεν ὅτι «εἰς τὴν πόλιν μου ἐλαιοπώλης ἤμην.»
Ἑρμηνεία. Φιλοῦσιν οἱ πονηροὶ καὶ κακότροποι Γένους μεγάλου λέγεσθαι καὶ δόξης καλῆς.
Ὄφις τὸ δέρμα ἀποδύεται, τὴν γνώμην δὲ οὐδαμῶς.
Ἑρμηνεία. Κακοῦργος ἀνήρ, τοὺς τρόπους οὐκ ἀμείβων, Τὸ σχῆμα μεταλλάσσει ἀπάτης χάριν.
Ὄψιν εἶδες, περὶ τῆς γνώμης μὴ ἐξέταζε.
Ἑρμηνεία. Δηλοῖ πολλάκις κακοσύνθετος ὄψις Ψυχῆς διεστραμμένης τὸν σκαιὸν τρόπον.
Οὔτε οὗτος Ἑρμῆς οὔτε οὗτος Ἡρακλῆς.
Ἑρμηνεία. Ὁ φιλοκόμπον ἦθος ἐλέγχων ἀεὶ Γλώττῃ τιτρώσκει τοὺς κακοὺς ἐλευθέρᾳ.
Ὁ ζῶν τοὺς ζῶντας βλέπει.
Ἑρμηνεία. Τοὺς ἐμπνέοντας εἰκὸς ἀλλήλους βλέπειν· Οἱ γὰρ θανόντες τοῖς ζῶσιν ἀθέατοι.
Λόγος καλὸς ὀστοῦν κατεάξει.
Ἑρμηνεία. Ἦθος τὸ πρᾶον καὶ τὸ προσηνὲς ῥῆμα Μαλάττειν οἶδεν καὶ τοὺς ἄγαν λιθώδεις.
Οὐκ ἄξιον τὸ κλέμμα τῆς ἀγρυπνίας.
Ἑρμηνεία. Κόπος οὐκ ἔχων ἰσόρροπον τὸ κέρδος Ἀθυμίαν δίδωσι τοῖς μόχθοις ἀεί.
Ὅλος ὁ βίος ἐλλύχνιον.
Ἑρμηνεία. Ἅπαν τοῦ βίου τὸ περίβλεπτον τύφος Βραχυτάτῳ ῥήματι τὸ πέρας ἔχει.
Ὁ πέπερι ἔχων καὶ εἰς φακὸν βάλλει.
Ἑρμηνεία. Ἀφθονίαν χρημάτων ἄνθρωπος λαχὼν Ἀλλοκότοις κέχρηται παραρτύσεσιν.
Ὁ ἀνάγων τὸν κατάγοντα.
Ἑρμηνεία. Ἤλεγξεν ἡ πενία τὸν πλοῦτόν ποτε Κάτωπον κεκυφότα ψήφῳ τῆς δίκης.
Ὄνος καὶ κοπίδερμος μίαν τύχην ἔχουσιν.
Ἑρμηνεία. Ἀνὴρ ἐκδουλωθεὶς καὶ μᾶλλον οἰκέτου Οἴσει τὴν μοχθηρίαν ἡδονῆς χάριν.
Ἔστω τὰ κρανία, μὴ καὶ τοὺς ἐγκεφάλους ἀπωλέσαμεν.
Ἑρμηνεία. Ὅστις ἀφῃρέθη τὴν ἑαυτοῦ κτῆσιν, Συναφῃρέθη καὶ αὐτὸ τὸ φρονεῖν καλῶς.
Ὁ μηρὸς ἔσωθεν ὄζει.
Ἑρμηνεία. Τὰς συμφορὰς ἔσωθεν τὰ πλεῖστά φημι Διαρρήδην τίκτεσθαι κακούργων γνώμαις.
Ὃ σὺ κρύβεις εἰς τὴν ἀγορὰν κηρύσσεται.
Ἑρμηνεία. Σφάλμα τὸ περίφημον καὶ πᾶσι ῥητὸν Ἀνὴρ κακὸς συγκρύπτειν ἐκβιάζεται.
Πατὴρ μὲν ὁ θρέψας, οὐ μὴν δὲ ὁ γεννήσας.
Ἑρμηνεία. Πατὴρ καλοῖτο ἂν ὁ τὰς τροφὰς διδούς· Ὁ γὰρ φυτεύσας ἡδονῇ δεδούλευκεν.
Πολλοῖς ἀρέσκει τὰ τοῦ βίου χείρονα.
Ἑρμηνεία. Ὀλίγοις ἐσπούδασται τὰ τῆς ἀρετῆς· Οἱ πλεῖστοι γὰρ νεύουσιν εἰς τἀναντία.
Πηγῆς ἐξ ἦς οὐ πίνω ξηρανθείη.
Ἑρμηνεία. Μενέτω κοινά, ἅπερ ἡ Τύχη νέμει· Εἰ δʼ οὐ κοινὸς ὁ πλοῦτος, μηδεὶς τρυφάτω.
Πόδας ἔχων σὺ καὶ ποδάγρας ἔλπιζε.
Ἑρμηνεία. Ἕπεται πάντως τοῖς τερπνοῖς τὰ λυπηρά, Εἰ μή που Τύχη σύμμαχος παραστατεῖ.
Δευτέρα φύσις συνήθεια.
Ἑρμηνεία. Εἰργάσατό τι τῷ χρόνῳ συνήθεια Μιμησαμένη παραδόξως τὴν φύσιν.
Ἰατρὸν κτῶ φίλον, χρείαν δὲ αὐτοῦ μηδʼ ὅλως ἔχῃς.
Ἑρμηνεία. Παντὸς φίλου προτάττων ἰατροὺς σοφοὺς Εὔχου τῆς τέχνης … χρῄζειν μηδέποτε.
Κοχλίας, ἐὰν ὀπτηθῇ, τρύζει.
Ἑρμηνεία. Τοὺς ἐπιεικεῖς ἄνδρας καὶ λίαν πράους Ἐγείρουσιν εἰς ὀργὴν κακούργων τρόποι.
Κωμῳδὸς χαίνων καὶ μὴ δάκνων.
Ἑρμηνεία. Λοιδοροῦσι πένητες πλουτοῦντας μόνον, Δύναμιν οὐκ ἔχοντες ἀλλʼ ἢ τοὺς λόγους.
Κἂν εὐτυχήσας τῆς φακῆς μνημόνευε.
Ἑρμηνεία. Κἂν πλούσιος γέγονας καὶ περίβλεπτος, Πενίας μνημόνευε τῆς σῆς συντρόφου.
Κλείσωμεν τὴν θύραν, τὴν δὲ ἀλήθειαν εἴπωμεν.
Ἑρμηνεία. Ἔνδον ἔχε τὰς μέμψεις τῶν σῶν ἐχθίστων, Ὅταν καλῇ καιρός σε τἀληθῆ λέγειν.
Καὶ τὰ κειμήλια εἰς πρόβατον.
Ἑρμηνεία. Δάκνει πάντως τοῦ σοφοῦ τὴν φρένα, φασί, Τὸ τοὺς ἐναντίους ἀφθόνως ἐντρυφᾶν.
Κακὸν κακοῦ οὐχ ἅπτεται.
Ἑρμηνεία. Ἀγαπῶν τὴν πλάνην φιλοπόνηρος ἀνὴρ Τὸν ὅμοιον τοῖς τρόποις οὐκ ἀμύνεται.
Λύκος γηράσας νόμους ὁρίζει.
Ἑρμηνεία. Νουθετήσει κακοῦργος εἰς γῆρας μολὼν Φεύγειν τοὺς νέους ἅπερ αὐτὸς ἔπραξεν.
Λύκος ἀπὸ ἀριθμοῦ οὐ φοβεῖται λαβεῖν.
Ἑρμηνεία. Τὸ κλεπτικὸν φρόνημα παύσει οὐδέπω Οὐ ψῆφος, οὐ σφραγῖδες, οὐ κλείθρων θέσις.
Πίθηκος ἰδὼν τὰ ἑαυτοῦ τέκνα ἔφη «ταῦτα οὐ καλά.»
Ἑρμηνεία. Εἰς αἴσθησιν καὶ ἄφρων ἐλάσας ποτὲ Ἔγνωσεν ἀδικήσας ἐν οἷς ἔπραξεν.
Ἑρμηνεία. Θρήνων μὲν πόνοι εἰς δακρύων τὴν φοράν, Λιμοῦ δὲ κλαυθμὸς οὐκ αἴρει τὴν μάστιγα.
Σιγηρὸς ποταμὸς κατὰ γῆν βαθύς.
Ἑρμηνεία. Ἀνὴρ κακοῦργος πρᾶος τοῖς πέλας φανεὶς Κεκρυμμένῃ κακίᾳ τοὺς δόλους ἔχει.
Σὺν θεῷ καὶ τὰς χεῖρας κίνει.
Ἑρμηνεία. Τὴν τύχην βλέπων μὴ καθεύδειν ἔθελε· Εὐτυχία γὰρ ἀνδρὶ τὸ ἐν ἔργοις εἶναι.
Στόματος σιγῶντος θεὸς ἔκδικος.
Ἑρμηνεία. Ἐπιείκειαν ὁ τῇ φρονήσει τιμῶν Θεόθεν ἔξει τὴν κατʼ ἐχθρῶν βοήθειαν.
Τιμῶ σε καὶ οὐκ αἰσθάνῃ· ἀτιμάζω σε, ἵνα αἴσθησιν λάβῃς.
Ἑρμηνεία. Καλοῖς εἰ μὴ χαίρουσιν ἄνδρες ἄφρονες, Κακοῖς ἀμείβου τὴν ἀχάριστον γνώμην.
Ἄκερμος ἐν πανηγύρει δαίμων πελαζόμενος.
Ἑρμηνεία. Ὅστις ἐν ἀγορᾷ χρημάτων δίχα φοιτᾷ, Νοσεῖ τὴν φρένα μάτην τοὺς πάντας ὁρῶν.
Ἀπὸ κακοῦ δανειστοῦ κἂν ὀρόβια
Ἑρμηνεία. Ζημίας δήλης ἐν ἅπασι κειμένης, Τοὐλάχιστον εἰ λάβοις ἕρμαιον κάλει.
Εἰκῇ φιλοῦ, μάτην μὴ μισοῦ.
Ἑρμηνεία. Καὶ τοὺς τυχόντας, εἰ δέοι, φίλους ἔχε· Ἐχθροῖς δὲ μὴ χαρίζου τὸ πρὸς σὲ μῖσος.
Ζητούμενος καὶ μὴ μισούμενος.
Ἑρμηνεία. Θαμινὰ φοιτᾶν τοῖς φίλοις οὐκ ἐθέλων Ἀγαπητός, ἀλλʼ οὐ μισητὸς γενήσῃ.
Ὁ κρύβων τὴν ψώραν αὐτοῦ διπλῆν αὐτὴν ποιεῖ.
Ἑρμηνεία. Πολλοῖς ἐμεγάλυνε τὰ συμπτώματα Νοῦς ἄφρων μάτην τὸ λαθεῖν ἐθελήσας.
Ὀφθαλμῶν γενέσια ψυχῆς ὀδύνη.
Ἑρμηνεία. Τέρψις ὀφθαλμῶν ἀλλοτρίας ἑορτῆς Λύπας φέρει τῇ ψυχῇ καὶ θρήνους πολλούς.
Στρεβλέ, ποῦ ἐστι τὸ ὠτίον σου;
Ἑρμηνεία. Οὐδὲν εὐθὲς ἐννοῶν δυσμενὴς ἀνὴρ Καὶ τοῖς φανεροῖς μάχεται παντὶ τρόπῳ.
Σὺ ὑπνοῖς καὶ τὸ πλοῖόν σου περιπατεῖ.
Ἑρμηνεία. Καθεύδουσιν ἡ Τύχη ἀνθρώποις πλοῦτον Διαπεραίνει ἀγρύπνῳ τῇ προνοίᾳ.
Τήρει τὸν υἱόν σου, ἵνα μὴ πέσῃ εἰς τὸ φρέαρ καὶ εἴπῃς ὅτι ὁ θεὸς ἤθελεν.
Ἑρμηνεία. Τὸν νοῦν σου φύλακα δέδωκεν ὁ θεός, Ἵνα σαυτῷ φυλάσσῃς ἃ φρουρεῖν πρέπει.
Τὸ ταχὺ χάριν ἔχει.
Ἑρμηνεία. Εὐχάριστοι γίνονται οἱ φιλόδωροι Ταχυτῆτι στέφοντες ἅπασαν δόσιν.
Σταφυλὴ σταφυλὴν βλέπουσα πεπαίνεται.
Ἑρμηνεία. Εἰς ἀλλήλους βλέποντες οἱ μοχθοῦντές τι Προθύμῳ γνώμῃ τὰ πρακτέα τελοῦσιν.
Ἔσω λέων καὶ ἔξω ἀλώπηξ.
Ἑρμηνεία. Κακουργίαν θρασύτητι μίξας φαίνῃ Δεικνὺς ὃ μὴ εἷς, καὶ κρύπτων ὃ τυγχάνεις.
Τοῦτο τὸ ὠὸν ἀπʼ ἐκείνου τοῦ κόρακος.
Ἑρμηνεία. Δῆλος ἔλεγχος ὁ καρπὸς γενήσεται Παντὸς δένδρου φυέντος ἣν ἔχει φύσιν.
Ἡ ὗς εἰς τοὺς ὀνείρους κριθὰς βλέπει.
Ἑρμηνεία. Ὀνειροπολεῖται ἅπας ἐκεῖνα βλέπων, Εἰς ἅπερ ἔχει τὴν γνῶσιν κεκλιμένην.
Χωρικὸς φαγὼν ἰχθὺν ἐμάνη.
Ἑρμηνεία. Τρυφῶν ἄπειρος, ἣν λάχῃ τρυφήν ποτε, Τὸν νοῦν ἀπολλὺς εἰς ἄγαν φρυάττεται.
Ἵππος εἰς γένος τρέχει.
Ἑρμηνεία. Πρὸς τοὺς ἐξ ὧν ἐγεννήθησαν οἱ μετέπειτα Τὸν τρόπον φυλάττουσιν τῆς συγγενείας.
Ἰδιώτης εἰς πλοῖον φάρμακον.
Ἑρμηνεία. Χαλεπὸν ἀπειρία κἀκεῖσε μᾶλλον, Ἔνθα κῦμα θαλάσσης τυραννεῖ σκάφος.
Ἵππος εὐγενὴς οὐ λακτίζει.
Ἑρμηνεία. Εὐγένειαν ὁ λαχὼν τὴν τῆς φύσεως Ταύτην φυλάττει πραότητι τῶν τρόπων.
Ἰατρῷ καὶ νομικῷ τὴν ἀλήθειαν λέγε.
Ἑρμηνεία. Κρύπτειν οὐ πρέπει οὔτε πάθος σώματος Οὔτε κτῆσιν τὴν οὖσαν ἐν καιρῷ νόσου.
Μετρίου φί …
Ἑρμηνεία. Πλοῦτον τιμῶντες οἱ χρημάτων ἔμπλεοι Τῇ πενίᾳ λέγουσιν χαίρειν εἰς ἀεί.
Ὁ μὴ βλέπων διὰ κοσκίνου τυφλός ἐστιν.
Ἑρμηνεία. Ἀφορμὰς εἰς σύνεσιν εἰληφὼς ἀνήρ, Εἰ μὴ φρονοίη, τυφλώττειν ἐλέγχεται.
Χορδὴ ἅπαξ γελᾶται.
Ἑρμηνεία. Χαριεντισμοῦ λόγος ἀπαιδευσίαν Πρὸς ὀλίγον τέρπει· εἰ δʼ ἐπιμένει λυπεῖ.
Ἔρως εἰς κλιμάκιον οὐκ ἀναβαίνει.
Ἑρμηνεία. Ἡδὺς ὁ πόθος ἐστίν, εἰ δίχα μόχθου Τῶν ποθουμένων ἡ κτῆσις προσγενήσεται.
Εἰ μὴ ἄλλῳ κακός, ἄλλῳ καλὸς οὐ γίνῃ.
Ἑρμηνεία. Ἄλλοις ἀπʼ ἄλλων ἐπιφοιτῶν ὁ χρόνος Τῷ μὲν ἦρε τὸν πλοῦτον, τῷ δʼ ἐνέθηκεν.
Ἔπεσε βοῦς καὶ πάντες τὰ ξίφη αὐτῶν ἦραν.
Ἑρμηνεία. Πλουσίῳ παντὶ δυστυχίαν λαχόντι Ἐπιτίθενται πένητες χαιρέκακοι.
Ἔντερα μάχονται, ἀλλʼ οὐ διασπῶνται.
Ἑρμηνεία. Δίκας κινοῦντες παῖδες πρὸς τοὺς τοκέας, Εὔνοιαν οὐκ ἀλλοιοῦσιν τὴν τῆς φύσεως.
Εὐείμαντος ἔντιμος, ἀνείμαντος ἄτιμος.
Ἑρμηνεία. Εὐσχήμονες ἕξουσιν ἐντεῦθεν γέρας, Οἱ δʼ ἀσχήμονες εἰσκομίζονται ψόγον.
Εἰς τράπεζαν χεῖρες κολοβαὶ οὐκ εἰσίν.
Ἑρμηνεία. Ἀνὴρ φροντίζων ὅπως ἕξει τὸ τρυφᾶν, Στυγεῖ ἁμαρτεῖν τοῖς ἔργοις τείνων χεῖρας.
Κύων σπεύδουσα τυφλὰ γεννᾷ.
Ἑρμηνεία. Φύσις ἤπερ πέφυκεν καὶ καιρῷ νέμει, Ταχυτῆτι δὲ πραττομένη συμφορὰς νέμει.
Καὶ ὧδε οὐδὲν ποιῶ καὶ εἰς τὴν οἰκίαν ζητοῦμαι.
Ἑρμηνεία. Ἀνὴρ ἀφανὴς αὐτὸς ἑαυτῷ γίνεται Ἐπιχειρῶν πράγμασι τοῖς ἀμηχάνοις.
Καλὸν ἀργεῖν ἢ κακῶς ἐργάζεσθαι.
Ἑρμηνεία. Πληροφορίας ἔργον αἱρεῖσθαι μᾶλλον Τοῦ κακῶς τι δρᾶν τὸ μηδὲν ὅλως ποιεῖν.
Κάλλος οἶκον οὐ τρέφει.
Ἑρμηνεία. Λυπεῖ τὸ κάλλος ὅταν χάριν τοῦ καιροῦ Ἡ τῶν πραγμάτων ἐκφορὰ λιμὸν ποιῇ.
Εἰς ἀπορίαν φθόνος.
Ἑρμηνεία. Ἀπλήστῳ βασκανίᾳ λυσσῶντές τινες Καὶ τοῖς πένησι τὸν φθόνον ὁπλίζουσι.
Καλὸν μὴ ποιήσῃς καὶ κακὸν οὐ μὴ ἀπολάβῃς.
Ἑρμηνεία. Κακοὺς εὖ ποιῶν οὔ μοι δόξεις σωφρονεῖν· Οἱ γὰρ κάκιστοι δρῶσιν ἀεί σε κακῶς.
Καιρὸς ἀνάγει καὶ καιρὸς αὖ κατάγει.
Ἑρμηνεία. Χρόνος ἀμφότερα τοῖς βροτοῖς κομίζει, Καὶ πλούτου κτῆσιν καὶ πενίας τὴν νόσον.
Κύων ἀναπεσὼν εἰς φάτνην αὐτός τε οὐκ ἐσθίει τῷ τε ὄνῳ ἐμποδίζει.
Ἑρμηνεία. Πονηρίας ἔνδειξις ἀνδρὸς ἀναιδοῦς Τροφῆς κωλύειν ἄλλον, ἧς οὐχ ἅπτεται.
Λόγοι μὲν ῥήτορος, ἔργα δʼ ἀλέκτορος.
Ἑρμηνεία. Τοῖς κενοῖς λόγοις ἐλέγχονται οἱ ψευδεῖς, Γιγάντων ῥήματα μάτην προφέροντες.
… τῆς καρδίας σου.
Ἑρμηνεία. Ἑκὼν λάνθανε καὶ μὴ παντὶ ἀνθρώπων Τὸ προσεχὲς τῆς φρενὸς ἐπάγειν ἔθελε.
Ἀτυχεῖν ἔξεστιν, ἀμελεῖν οὐκ ἔξεστιν.
Ἑρμηνεία. Ἄνδρα φέροντα τῆς τύχης τὸ σύμπτωμα Τῆς γνώμης τὸ ῥάθυμον ἐκφυγεῖν πρέπει.
Ἑρμηνείς. Ὁ ῥαθυμεῖν ἐθέλων ἐν τοῖς πρακτέοις Σκοτεινὸν ἕξει καὶ λυπηρὸν τὸν βίον.
Ἀγαθῷ θεῷ λίβανος οὐκ ἀναβαίνει.
Ἑρμηνεία. Σύνηθές ἐστι τοῖς κακοῖς οὐκ ἐθέλειν Τοὺς ἀγαθοὺς ἀμείβεσθαι ταῖς θείαις τιμαῖς.
Ἀρχομένους ἀνάστελλε καὶ οὐ μὴ στασιάσουσιν.
Ἑρμηνεία. Ἀρχὴν κακὴν μέλλουσαν εἰδὼς κωλύειν Ταράχου μακρὰν ἔσῃ καὶ κακῆς πλάνης.
Ἀκρότητες ἰσότητες.
Ἑρμηνεία. Πλοῦτος ὁ πολὺς καὶ πενία μεγάλη Ἀνάπαυσιν ἴσην φροντίδων ἔχουσι.
Ἀπαντήσει σοι γραῦς … α
Ἑρμηνεία. Εἰς πτῶμα πεσεῖται καὶ ὁ σοφὸς ἀνὴρ Οὐ κωλύων τὰ ὦτα φληνάφων λόγων.
Ἀνδρὸς χαρακτὴρ ἐκ λόγου γνωρίζεται.
Ἡ ψυχὴ τοῦ στρουθοῦ παρὰ τὴν κέγχρον.
Ἑρμηνεία. Ἐκεῖ τὴν διάνοιαν ἄνθρωπος στρέφει, Ἔνθα καὶ ἡ τῆς ἡδονῆς τρυφὴ κεῖται.
Ἢ λάλει ὡς φρονεῖς ἢ φρόνει ὡς λαλεῖς.
Ἑρμηνεία. Πένης τὴν γλῶτταν καὶ πλούσιος τὴν στολὴν Κόραξ ταῶνός ἐστι τοῖς πτεροῖς κομῶν.
Ἡ κάμηλος ἔλεγε τῇ μητρί «ὀρχήσομαι,» κἀκείνη «τέκνον,» φησί, «καὶ ὁ περίπατός σου καλός ἐστιν.»
Ἑρμηνεία. Οἷς μοχθηρίᾳ τρόπων κωλύζεται τὸ ζῆν, Τούτοις ἀπηγορεύσθω τὸ τέρψει συζῆν.
Σὺ κατὰ τοῦ ὀφθαλμοῦ μου κἀγὼ κατὰ τοῦ νώτου σου.
Ἑρμηνεία. Ἐν οἷς πλήττειν ἐθέλεις οὐ πράττων καλῶς …
Κἀξ καμήλου ἐπιστολὴ Χάρωνος.
Ἑρμηνεία. Ἀνὴρ νοῦν οὐκ ἔχων θυμώδει τῇ πληγῇ Τάφοις παραδίδωσι τοὺς ἐμπίπτοντας.
Ὀρέστα, τίς σε ἀπώλεσεν; «ἡ ἰδία μου συνείδησις.»
Ἑρμηνεία. Ἕκαστον ὑπεύθυνον ὧν πράττει κακῶς Ὁ τρόπος ἀπελέγχει καὶ δῆλον ποιεῖ.
Οὔρει· κατὰ τοῦ δέρματος οὐρεῖς.
Ἑρμηνεία. Ὁ βάλλειν τολμῶν εἰς ὕψος θρασεῖς ψόγους Ἐπὶ κεφαλῆς ἕξει τὴν τιμωρίαν.
Οἶνος οἶνον διαλύει, ἀμφότεροι δὲ τὸν ἄνθρωπον.
Ἑρμηνεία. Κακοῖς κακὰ θέλοντες ἰᾶσθαι βροτοὶ Εἰς κινδύνους πίπτουσι τοὺς θανατώδεις.
Πρὸ ποταμῶν μὴ ἀναστέλλου.
Ἑρμηνεία. Οἷς ἀνήρτηται πράως πρὸς ἀντίδικον, Τούτοις περιττόν σε πρὸ τῆς δίκης κινεῖν.
Περισσὸν φάγε· περιττὸν εἰς τὸν οἶκόν σου μὴ εἰσενέγκῃς.
Ἑρμηνεία. Τῇ γαστρὶ τὸ περισσὸν χαίρων σὺ διδούς, Τὸν περίεργον ἄνδρα ἐκ δόμων σόβει.
Ἵστασαι ἀπὸ ἄμμου σχοινίον πλέξαι.
Ἑρμηνεία. Κακόμαχος ἄνθρωπος ἐξεπαπορῶν Ἐκεῖνα πράττειν ἐθέλει ἃ μὴ δύναται.
Στρεβλὸς ὁ διορθωτής.
Ἑρμηνεία. Μεγίστη ἡ μωρία ὅταν βοηθεῖν Ὑδρωπικὸς σπληνικῷ ἐπαγγέλληται.
Στρογγύλα λάλει, ἵνα κἂν κυλίηται.
Ἑρμηνεία. Εἴπερ τὸ ψεῦδος εἰς ἀεὶ τιμᾶν ἔθου, Κἂν τρεχούσῃ κέχρησο τῇ φλυαρίᾳ.
Σύρος οὐδὲ ἄνεμος ἀγαθός.
Ἑρμηνεία. Ἐλευθέρᾳ τῇ γλώττῃ τοὺς κακοὺς λέγε Κακίστους εἶναι μηδὲν τὸ γένος ὁρῶν.
Ἄρτον τις φαγεῖν οὐκ ἔχων προσφάγιον ἐζήτει.
Ἑρμηνεία. Τροφὴν ὅστις οὐκ ἔχων τὸ τρυφᾶν ζητεῖ, Πᾶσιν ἀνθρώποις καταγέλαστός ἐστιν.
Τὸν κναφέα μὴ ἴδῃς πῶς φορεῖ, ἀλλὰ πόθεν ὢν πῶς ἐκφέρεται.
Ἑρμηνεία. Ἀλλοτρίᾳ τῇ στολῇ ὁ καλλυνόμενος Ἐπʼ ἐκφορᾷ θανάτου γελασθήσεται.
Τὸ οὐκ οἶδα εἰς φυλακὴν οὐ βάλλει.
Ἑρμηνεία. Παντὸς ἄρνησις κακίστου του πράγματος Τὸν βίον ἀκίνδυνον τοῖς ἀνθρώποις τηρεῖ.
Τέχνη νοσεῖ μέν, οὐκ ἀποθνῄσκει δέ.
Ἑρμηνεία. Τύχῃ τὴν τέχνην τοῖς βροτοῖς εἶναί φημι· Πρὸς βραχὺ δὲ πίπτουσα αὖθις ἀνίσταται.
Σὸν φίλον εἰ θέλεις δοκιμάσαι, ἢ μέθυσον ἢ ὕβρισον.
Ἑρμηνεία. Καὶ τὸν οἶνον καὶ τὴν ὕβριν ἴσθι σαφῶς Ἀποκαλύπτειν φίλοις τοὺς φίλων τρόπους.
Πᾶν ἕτοιμον εἰς ἐξουσίαν ἀργὸν εἰς ἐπιθυμίαν.
Ἑρμηνεία. Ἔρως πρὸς τὰ μὴ ὄντα φιλεῖ γίνεσθαι· Τοῖς γὰρ παροῦσιν ὁ πόθος κεκοίμηται.
Τὰ νυκτερινὰ ἔργα ἐν ἡμέρᾳ εὐκαταγέλαστα.
Ἑρμηνεία. Ἅπερ ἐν νυκτὶ τοῖς αἰσχροῖς καλύπτεται, Ταῦτα εἰς φῶς λαληθέντα τὴν ὕβριν φέρει.
Τὸν ἀτυχῆ καὶ τὸ πρόβατον ἔδακεν.
Ἑρμηνεία. Ὃν ἡ Τύχη τέρπεται ἔκδοτον εἶναι, Καὶ παρὰ τῶν ἀγαθῶν μάστιγας κομίζεται.
Τὸ νοοῦν σῶμα, τὸ μὴ νοοῦν πτῶμα.
Ἑρμηνεία. … παραβολὰς ὕβρεων, Ὁ δὲ α … σῶν νεκρὸς κείσεται.
Τὰ λαλοῦντα στρουθία πολλοῦ πωλεῖται.
Ἑρμηνεία. Φλυαροῦντας καὶ τοὺς θορυβοῦντας μάτην Ἐν τιμῇ πολλῇ τάττουσιν ἄνδρες μωροί.
Ἐν καιρῷ ἀνάγκης τὴν λάμιαν μητέρα κάλει.
Ἑρμηνεία. Ἐν ἀνάγκης καιρῷ δυσκαίρῳ ληφθείς, Καὶ τοὺς θηριώδεις ἄνδρας πατέρας κάλει.
Τοὺς φίλους ἔχε μετὰ τῶν ἐλαττωμάτων.
Ἑρμηνεία. Ἔχειν φιλητῶς τοὺς φίλους ψηφιστέον· Φέρειν δὲ τούτων ὀνείδη μαρτύρωμα.
Τύχη τέχνην ἐπανορθοῖ.
Ἑρμηνεία. Συμμαχεῖν εἴπερ ἐθέλει Τύχη βροτοῖς, Τρέπει τὴν δυστυχίαν τῇ εὐτυχίᾳ.
Τὸν κλέπτην δεῖ καὶ μνήμονα εἶναι.
Ἑρμηνεία. Τὴν τοῦ δεινόν τι πράττειν μνήμην ἔχουσιν Ἄνδρες κακοῦργοι συλῶντες τἀλλότρια.
Τὸν θέλοντα βοῦν ἔλαυνε, τὸν μὴ θέλοντα ἔα.
Ἑρμηνεία. Τοὺς φιλομόχθους ἐργάτας σαυτῷ ποιῶν Τοῖς μισοπόνοις λέγε τὸ μακρὰν χαίρειν.
Χρῶμα ἔχεις, χωρίον ἔχεις.
Ἑρμηνεία. Ὁδὸν εἰς εὐπορίαν ἔδειξαν … Τὴν ἀναίδειαν ἄνδρες οἱ ἀνευλαβεῖς.
Φαγέτω μʼ ἡ ἰδία φθεὶρ καὶ μὴ ἡ ἀλλοτρία.
Ἑρμηνεία. Οὐ τοῖς ξένοις τὰς κτήσεις ἀλλὰ τοῖς ἐμοῖς Τηρεῖν, κἂν ἐχθροὶ νομίζωνται, βούλομαι.
Ὡς αὐλεῖς, ὀρχοῦμαί σοι.
Ἑρμηνεία. Πηδήματα σ … χης … σ.
Χωρικοῦ ἐνθύμησις, ἐνιαυτοῦ ζήτημα.
Ἑρμηνεία. Νοῦς ἀπαίδευτος οὐδὲν ῥᾳδίως νοῶν Τὰ τοῦ βίου πράγματα νοεῖ οὐδαμῶς.
Εἷς οὐδείς, δύο πολλοί, τρεῖς ὄχλος, τέσσαρες πανήγυρις.
Ἑρμηνεία. Μόνος ἔρημος, δεύτερος εἰ γένοιτο, Τρίτῳ συμμίξας ἀσφαλῶς βιώσεται.
Ἐμοὶ δὲ οὐδὲ κεράμιον ἀπὸ δώματος.
Ἑρμηνεία. Εὐδαιμονίαν πολλοῖς ἡ Τύχη νέμει· Ἐμοὶ δὲ τῷ ποθοῦντι οὐδὲ τὸν τάφον.
Εἰ μὴ ἀλέκτωρ κοκκύσῃ, τὰς ὥρας ἀγνοοῦμεν.
Ἑρμηνεία. Πείθουσιν ἡμᾶς οἱ ῥήτορες πάντοτε Δίχα τῆς αὐτῶν γλώττης μὴ δύνασθαι ζῆν.
Κατὰ τὸ παλλίον σου τεῖνε καὶ τοὺς πόδας σου.
Ἑρμηνεία. Πρὸς τὴν ὕπαρξιν τὴν χρῆσιν μετρῶν ἀεὶ Ἐν γαλήνῃ βιώσεις φεύγων τοὺς ψόγους.
Κενὰ τῷ ἡνιόχῳ ὅταν μὴ οἶδεν ἀπὸ θυρῶν ποῦ ἀπέρχεται.
Ἑρμηνεία. Μέμψις παντὶ λαχόντι ἀρχικὸν θρόνον, Εἰ μὴ βαδίζοι τῶν νόμων ἐνώπιον.
Ἑρμηνεία. Ἔχειν λογίζου τέρψιν ἐν κακοῖς, ὅταν Κακοὺς κακοὶ κακῶσιν ἐν τοῖς πρακτέοις.
Καὶ καλὸν ποιῶν πρόσεχε.
Ἑρμηνεία. Χρηστοὺς εὖ ποιῶν κακοῖς μὴ δίδου ἔλεον· Κρυπτοῦσι γὰρ τὸν λύκον προβάτου δορᾷ.
Κύψον, πίε, ἔνι· κύψον, φάγε, οὐκ ἔνι.
Ἑρμηνεία. Οὐκ εὐπόριστος ἡ τροφὴ μόχθου δίχα, Κἂν τὸ ποτὸν ἀφθόνως ἡ φύσις ἔχῃ.
Κακῇ κεφαλῇ πολιᾶς δίκη.
Ἑρμηνεία. Νόμοις ὑπάρχων ὑπεύθυνος ὁ νέος Εἰς τὸ γῆρας ἐλάσει τὴν δίκην διδούς.
Κρητίζει.
Οἶδας μέ, καὶ οἶδα σέ.
Ἑρμηνεία. Εἰδὼς εἰδότα με τὴν πρόσθεν σου τύχην, Κάτω τὰς ὄψεις ἔχε, μὴ μέγα φρόνει.
Καὶ τίς λέγει τῷ λέοντι ὅτι «ὄζει τὸ στόμα σου»;
Ἑρμηνεία. Τυραννικὸν φρόνημα οὐκ ἂν δύναιτο Πένης ἐλέγξαι, ἐν οἷς πλημμελεῖν φιλεῖ.
Λύκου καὶ προβάτου ποία συνοδία;
Ἑρμηνεία. Τὸ πρᾶον ἦθος θηριωδίας τρόπῳ Ἀπʼ ἐναντίας ἔχειν ἡ φύσις βοᾷ.
Μὴ τὸ «ταχὺ ἦλθες,» ἀλλὰ «καλῶς ἦλθες.»
Ἑρμηνεία. Ἐν ἔργοις ταχυτῆτα θαυμάζων σκόπει, Εἴ σοι τὰ κατὰ γνώμην τὸ τάχος φέρει.
Ὁ θεὸς εἰδὼς τὸν μύρμηκα εἰς δύο αὐτὸν ἐποίησεν.
Ἑρμηνεία. Τοὺς κακοὺς τῇ προγνώσει τὸ θεῖον σαφῶς Καὶ πρὸ δίκης χειροῦται κολάζον ἀεί.
Ὁ δηχθεὶς ὑπὸ ὄφεως καὶ τὸ σχοινίον φοβεῖται.
Ἑρμηνεία. Τυράννων εἴ τις τῆς πείρας βλάβην ἔχει, Φεύγει φυλαττόμενος καὶ νεκρῶν τάφους.
Ὁ παθὼν ἰατρός.
Ἑρμηνεία. Τὰ πάθη τοῖς ἀνθρώποις οὐκ ἐμπειρία Ἐλάττω διδόασιν ἢ τοῖς τεχνίταις.
Ὁ εὐγνώμων τῶν ἀλλοτρίων κύριος.
Ἑρμηνεία. Εὐγνωμοσύνην ὅστις ἐν βίῳ τιμᾷ, Ὧν ἂν χρημάτων θέλῃ, τὸ κῦρος ἔχει.
Ὁ φιλῶν πλήξει σε, ὁ δὲ μισῶν κολακεύσει σε.
Ἑρμηνεία. Κόλακες ἄνδρες ἀπατῶσι τοὺς νέους, Τοὺς δʼ εὔνοιαν ἔχοντας μισοῦσιν ἀεί.
Ὅπου ἡ βία πάρεστιν οἱ νόμοι ἀσθενοῦσιν.
Ἑρμηνεία. Λήθην τῶν νόμων πᾶς ἄνθρωπος τίθεται Περιστάσει βιασθεὶς τῇ τῶν κακούργων.
Οὐκ ἀεὶ τὸ κεράμιον ὑπάγει εἰς τὴν κρήνην καὶ ἔρχεται στερρόν.
Ἑρμηνεία. Τρεπτὸς ὁ βίος καὶ μὴ θέλων εἰς τέλος Φυλάττειν τοῖς τρυφῶσι τὴν εὐτυχίαν.
Ὅταν ἴδῃς γέροντα τρέχοντα, νόησον ὅτι ὑπὸ παιδίου παίζεται.
Ἑρμηνεία. Δάκνει τὸ γῆρας ἡ πλάνη τῶν νηπίων Ἔχειν τε πείθει τὸν γελώμενον δρόμον.
Ὅπου λείπει, ἐκεῖ περισσεύει.
Ἑρμηνεία. Ἔνδεια φέρει πένησιν εὐπορίαν, Καὶ λιμὸς τοῖς πεινῶσιν τὴν ἀφθονίαν.
Ὁ καεὶς ἔζησεν καὶ ὁ γελῶν ἀπέθανεν.
Ἑρμηνεία. Ὁ πλούσιος τρυφῇ κωμάζων ἔθανεν, Ὁ δὲ πένης πεινῶν εἰς φῶς τὸν βίον ἔχει.
Ὁ Χάρων ἕνα λαμβάνει.
Ἑρμηνεία. Πλέον ἣ ἅπαξ οὐδεὶς ἄνθρωπος θνῄσκει, Ὅπως καὶ αὐτὸς τὴν ἀμετρίαν φεύγοις.
Πάντα ὁ ἄνθρωπος καὶ οὐδὲν ὁ ἄνθρωπος.
Ἑρμηνεία. Ἐράσμιον ἄνθρωπος καὶ ζῷον θεῖον, Αἰφνίδιον δʼ ὄλλυται θανάτῳ δοθείς.
Ποτὲ βοῦς, ποτὲ βοτάνη.
Ἑρμηνεία. Ἐπὶ γῆς ὁ βαδίζων καὶ λαμπρῶς τρυφῶν Εἰς γῆν κεῖται γεωργοῖς τὰς τροφὰς διδούς.
Ἀρχὴ ἀηδίας· «χαῖρε, φαλακρέ.»
Ἄσπορος ἀγρός, ἀμέριμνος οἰκονόμος.
Ἀργῷ μαγείρῳ πάντα ἐκζεστά.
Ἀργὸς ἐκλάσθη καὶ εἶπεν «αἱ εὐχαί μου ἐπληρώθησαν.»
Ἀργὸς ἐργάτης δρέπανον ἀλλάσσει.
Βαλανεῖον ἔχω καὶ οὐ λούει· εἰ εἶχεν, ἔλουε.
Γὺψ κόρακα ἐγγυᾶται.
Γέροντά μοι εἶπας· κακόν μοι εἶπας.
Γραῖα ἰδοῦσα θόρυβον εἶπεν «ἄνδρα μοι δότε.»
Δειλοῦ μήτηρ οὐ κλαίει· ἀλλʼ οὐδὲ χαίρει.
Δῶρα καὶ θεοὺς ἔπεισαν.
Εἰπὲ ἃ θέλεις, καὶ ἄκουε ἃ μὴ θέλεις.
Εὐτυχοῦντι μὴ ἐμπόδιζε· τὰς γὰρ ὥρας ἀπώλεσας.
Ζῆσον πρῶτον, εἶθʼ οὕτως ζήτησον.
Τὰ λαλοῦντα στρουθία πολλοῦ πωλεῖται.
Τῷ τράγῳ ὁ ἔριφος ἔλεγεν· «ὦ πάτερ μου, οἱ μάγειροι ἀπέθανον» κἀκεῖνος εἶπεν «οὐαί σοι, τέκνον, ὅτι εἰς ἰδιώτου χεῖρας μέλλεις ἐμπεσεῖν.»
Τὰ μὴ ὄντα σὰ μὴ χάριζε.
Τίς ποτε ἰδὼν παλάτιον τὸν ἑαυτοῦ οἶκον ἐνέπρησεν.
Τίς ποτε ἐξ ἀνάγκης τὰ ἴδια τέκνα ἐπώλησεν, καὶ ἄλλος ταῦτα ἐν πίστει ἠγόρασεν.
Τὸ ταχὺ καὶ χάριν ἔχει.
Τίς ἑαυτῷ κακὰ ἐπίσταται;
Φαλακρὸς καθήμενος ἀπέναντι κριοῦ ἐνύσταζε.
Τοῦ τρέχοντος τὸ σκέλισμα βλέπε.
Τὰ μεγάλα κέρδη μεγάλας ζημίας προξενοῦσιν.
Ὕβρις ἔρωτα λύει.
Ὕδωρ ἱστάμενον ὄζει.
Φαγέτω με λέων καὶ μὴ ἀλώπηξ.
Φαλακρέ, πῶς κατὰ τρίχα ἐμαδίσθης;
Φίλος βλάπτων οὐ διαφέρει ἐχθροῦ.
Φίλος καὶ ἵππος ἐν ἀνάγκῃ δοκιμάζονται.
Φάγει με ἡ διαφορά, καὶ μὴ ἀλλότριος.
Φίλους κτίζε, καὶ μὴ χρήματα.
Χωλῷ παροικήσας ὑποσκάζειν μαθήσῃ.
Χρεώστης νεῦρα οὐκ ἔχει.
Χωρικοῦ ἐνθύμησις ἐνιαυτοῦ ζήτημα.
Χωρικὸν εὑρηκὼς ὄξος πότισον.
Χορεία κυνός, ὄνομα λέοντος.
Ὦ καιρέ, διὰ τί οὐκ αὐλεῖς;
Ὠμόν, ἀλλʼ ἐμόν.
Ὥρας μιᾶς ἔργον ἐνιαυτοῦ μέριμνα.
Ὦ εἷς πυρετός, καὶ τὰ πάντα κάτω.
Ἄνευ χαλκοῦ Φοῖβος οὐ μαντεύεται: τὴν ἰσχὺν τοῦτο σημαίνει τῶν δωρεῶν.
Ἔνθεν ἐκεῖθεν οὐαί, οἷς περιστοιχίζεται κακά.
Ἔσται καὶ χωλῶν δρόμος: τὸ ἄδηλον δηλοῖ.
Ζητῶν Ἑρμῆν γλύψαι Κέρκωπα ἔγλυψα.
Ἣ Ζεὺς ἢ Χάρων: ἢ εὐδαίμονος βίος ἢ τέλος.
Μακρὰς ἐλπίδας μισῶ.
Ὁ ἐγγὺς Διὸς ἐγγὺς κεραυνοῦ.
Οὐδεὶς κενὸν βαστάσας ἐξέβη κυρτός.
Ποῦ γὰρ ἡ Ἄρτεμις οὐκ ἐχόρευσεν;
Ἐξ ἄμμου σχοινίον πλέκειν.
Στρογγύλα λέγε, ἵνα καὶ κυλίεται.
Τὸν ἀτυχῆ καὶ πρόβατον δάκνει.
Ὃν ἡ Τύχη προπηλακίζει καὶ πάντων πραγμάτων μάστιγας εὑρίσκει.
Τὰ προλήμματα νικήματα.
Φαγέτω με λέων καὶ μὴ ἀλώπηξ.
Δυστυχείτω καὶ λοιδορείτω με.
Ἀνδρὸς γέροντος αἱ γνάθοι βακτηρία.
Πρὸς Κρῆτα κρητίζει.
Ἑρμηνεία. Βροτησίαν κακίαν οὐ θῆρες κακοί, Ἀλλʼ ἄνδρες νικήσουσιν οἱ μᾶλλον κακοί.
Γαστέρα ὄγκον ἔχουσαν Ἡ λεπτὴ χωρεῖν εἴσοδος οὐ δύναται.
Ἑρμηνεία. Γαστρὸς τὸν κόρον οὐκ οἴσει πρᾶος ἀνήρ, Ἡ δὲ κτηνώδης φύσις εἰς ἄγαν φέρει.
Γλαυκοῖσιν ὀφθαλμοῖσιν αἰδὼς οὐκ ἔνι.
Δέδοται καὶ κακοῖς ἄγρα.
Ἑρμηνεία. Δούλῳ γενομένῳ σὺ δουλεύειν φοβοῦ· Ἀμνημονεῖ γὰρ ταῦρος ἀργήσας ζυγοῦ.
Εὐημερῶν μέμνησο καὶ τοῦ θανάτου.
Ἑρμηνεία. Καλοῖς κακὰ συνάπτων ὁ σκαιὸς ἀνὴρ Δῆλος δήπουθέν ἐστιν σφαλερῶς βιῶν.
Ἑρμηνεία. Πένης ὢν ἡσύχαζε, μὴ μέγα φρόνει· Ἐπεὶ σὺ σαυτὸν ἀδικεῖς ἐν οἷς φρονεῖς.