Περὶ προόδου τοῦ Βαβυλωνίων βασιλέως
Τὸ ἅρμα, ἐφʼ ᾧ φέρεται ὁ βασιλεύς, ἅπαν ἐλέφαντός ἐστιν εἰργασμένον ἐγγύτατα ἀπήνης Ἑλληνικῆς· αἱ δὲ ἡνίαι τῶν ἵππων εἰσὶ πορφυραῖ ταινίαι. ἐφέστηκε δὲ ὁ βασιλεὺς σκευὴν ἐσκευασμένος ἐξαίρετον, ἐν ᾗ μήτε θηρᾷ μήτε δικάζει μήτε θύει, ἀλλὰ πομπεύει μόνον. ἔστι δὲ ἁλουργὶς χρυσῆ· ἐξ ἴσου γὰρ ὁ χρυσὸς ὕφανται τῇ πορφύρᾳ. φέρει δὲ καὶ σκῆπτρον ἐλεφάντινον, ᾧ τὴν χεῖρα τὴν δεξιὰν μετέωρον ἐρείδεται.
Ἡγοῦνται δʼ ἱππεῖς σκηπτοῦχοί τε καὶ σατράπαι καὶ ἱππάρχαι καὶ χιλιάρχαι, οἷς τι μέτεστι τοῦ ἔργου· οἱ μὲν πεζοὶ ἀργυράσπιδες, ἔτι δὲ ἀργυροθώρακες καὶ χρυσοθώρακες, ψελλίοις μὲν τὰς χεῖρας, στρεπτοῖς δὲ τοὺς τραχήλους κεκοσμημένοι· περὶ δὲ ταῖς κεφαλαῖς οὐ κράνη περιτίθενται, ἀλλὰ ἐπάλξεων σημεῖα καὶ πύργων στεφανοῦντα τὴν κεφαλὴν καὶ σκέποντα. καὶ ταῦτα μὲν ἀργύρου καὶ χρυσοῦ πεποιημένα· ἔστι δὲ ἄλλα καὶ λιθοκόλλητα τοῖς κρείττοσιν, ὀλίγοι δὲ καὶ στεφάνοις χρυσοῖς ἀναδέδενται, οἷς ἂν ἐκ βασιλέως δοθῇ. οἱ δʼ ἐφʼ ἵππων ἐλαύνουσι Νισαίων, τῶν μὲν τὸν πολεμικὸν τρόπον ἐσκευασμένων προμετωπιδίοις τε καὶ στερνιδίοις καὶ παραπλευριδίοις, τῶν δὲ εἰς πομπὴν ἠσκημένων χρυσοχαλίνων πάντων ὥσπερ εὐδαιμόνων γυναικῶν. ζωστῆρές τε καὶ τελαμῶνες καὶ ἔφιππα οὐδὲν οὐδὲ τούτων ἐστίν, ὃ μὴ χρυσήλατόν ἐστιν ἢ χρυσόπαστον.
Τρίχες δὲ τῶν ἵππων οὐραῖαι διαπλέκονται καθάπερ πλόκαμοι γυναικῶν καὶ διαδοῦνται καὶ περισφίγγονται πορφυραῖς τε καὶ ποικίλαις ζώναις, αἱ δὲ ἐν ταῖς ἱππολοφίαις ἔνθεν τε καὶ ἔνθεν αἰωροῦνται καὶ καθίενται κατὰ τῶν αὐχένων, αἱ μὲν ἁπαλαί, αἱ δὲ ὀρθαί, αἱ δὲ οὖλαι, αἱ μὲν φύσει πεφυκυῖαι, αἱ δὲ διὰ τέχνης ἠναγκασμέναι.
Πλάττουσι δὲ αὐτῶν καὶ βαδίσματα καὶ βλέμματα καὶ νεύματα καὶ φρονήματα, ἐνίων δὲ καὶ τὰ φρυάγματα καὶ χρεμετίσματα. πομπευτὴς γὰρ ἵππος πάντα διδάσκεται. πρῶτον μὲν γὰρ αὐτόματος ἐκτείνας εἰς τὸ ἔδαφος τοὺς πόδας καὶ χαμαιπετὴς γενόμενος ἀναβάτην λαμβάνει καὶ τρυφῶντα καὶ λάμποντα· ὁ δὲ ἐπὶ τὸ σοβαρώτερον πεπαιδευμένος οὐκ εἰς γαστέρα καθίεται, ἀλλʼ εἰς γόνατα πίπτει, ἵνα δοκῇ τὸν ἱππέα δέχεσθαι καὶ προσκυνεῖν· ἔπειτα παρέχει ὑγρὰν τὴν ῥάχιν καὶ κραδαινομένην ἐν τῷ δρόμῳ δίκην ἑρπετοῦ, διδάσκεται δὲ καὶ ῥυθμίζειν ἑαυτὸν καὶ σχηματίζειν καὶ ἀπὸ νεύματος ταῖς ῥισὶν ἐμπνεῖν καὶ τοῖς ὀφθαλμοῖς ἐμβλέπειν καὶ ὑψαυχενεῖν καὶ σοβεῖν καὶ γαυριᾶν καὶ πάντα, ὅσα καὶ ἀθλητὴς ἐπιδείκνυσι τῷ θεάτρῳ. ἐκ δὲ τούτων ὁ μὲν ἵππος εὐειδέστερος φαίνεται, ὁ δὲ ἱππεὺς σοβαρώτερος γίνεται.
Σοῦδα
τὴν γενομένην ἀπόρρησιν τοῦ γάμου.
Σοῦδα
«ἀλλὰ καὶ τῶν Σινωνίδος γάμων προθυσάσθω καὶ προτέλεια τοῦ μοιχοῦ ὁ ἀνὴρ γενέσθω.»
ὅταν ὁ ἔρως ζηλοτυπίαν προσλάβῃ, τύραννος ἐκ βασιλέως γίνεται.
Σοῦδα
ἡ δὲ ἐπὶ τὸ τέγος ἀναβᾶσα ταχέως, ἅτε τῆς ἐπιβάθρας ἐμπείρως ἔχουσα.
Σοῦδα
πρώτη δὲ ἤδη ἀπέβη, οἱονεὶ ἐπιβάθραν αὐτῷ κατασκευάζουσα καὶ κατακόλπισιν.
Σοῦδα
τὴν κεφαλὴν αὐτοῦ ἄξειν, καὶ ὅσοι κοινῶνες αὐτῷ τῆς φυγῆς ἐγένοντο.
Σοῦδα
«ἔναγχος οὖν ποιμέσι τισὶν ὀψοποιουμένοις ἰχθῦς ἀπεδόμην.»
Σοῦδα
ὁ δὲ ἕτερος ταῦρος ἐμυκήσατο, κακὸν φώνημα Γάρμῳ· καὶ ἔδοξε τράγος εἶναι, μὴ ταῦρος ἐκεῖνο τὸ φάσμα.
Σοῦδα
ὁ δὲ τράγος ἐκ τοῦ φρέατος ἀπεπήδησε τὸ αὐτὸ φωνήσας εὐά.
Σοῦδα
ἡ δὲ διῆγεν αὐτοὺς ἐπί τι ὄρυγμα, ὃ διαμπερὲς μὲν ἦν ὀρωρυγμένον ἐπὶ σταδίους λʹ, εἶχε δὲ ἔξοδον ἐπὶ θάτερα τοῦ ὀρύγματος.
Σοῦδα
«ἆρά γε ὀρθῶς ζῶμεν καὶ ὑπὸ φωτὶ δέ, ἢ ἐν ἀσελήνῳ καὶ ἀνάστρῳ πλέομεν;»
Σοῦδα
πῦρ δὲ αὐτοῖς ὑπέφαινεν ἡ Σινωνὶς καὶ περιηγεῖτο.
Σοῦδα
τῶν δὲ περιπόλων τις περιθέων ἀποβάλλει χαλκῆν ἀσπίδα ὕπερθεν τοῦ ὀρύγματος· ἡ δὲ οὖσα μὴ πλατεῖα, ἀλλὰ κυρτή, οὐ στερεὸν ἐκτύπησεν, ἀλλὰ κοῖλον καὶ διάκενον.
Σοῦδα
αἱ δὲ μέλιτται ἐμπεφωλεύκεισαν ὥσπερ ἐν κυψέλῃ τῷ φωλεῷ· τὸ μέλι δὲ ἐλείβετο κατὰ τῶν κεφαλῶν.
Σοῦδα
τὸ δὲ μέλι, ἅτε οὐκ ἀκέραιον οὔτε ἀπὸ ἀκάνθων, ἀλλʼ ἀπὸ ἑρπετῶν τροφῆς συμπεπορισμένον, ἀνέστρεφε τὰ σπλάγχνα.
Σοῦδα Βαθεῖα κόμη; Θυραυλεῖν
ἀπεκείρατο τὴν κόμην· ὡς ἂν θηρώσης κόρης καὶ θυραυλούσης, τρεφομένη μὲν ὄμβροις, τινασσομένη δὲ ἀνέμοις κόμη πολλὴ ἦν καὶ ξανθὴ καὶ βαθεῖα.
Σοῦδα
αὐτὸς δὲ πάλιν ἐκουφίζετο καὶ τὸν Δάμαν ἐπῄνει καὶ προὔπινεν αὐτῷ καὶ μεστὸς ἦν ἐλπίδων ἐρωτικῶν.
Σοῦδα
οἱ δὲ στρατιῶται ἐλθόντες σκοταῖοι εἶδον τὰ σώματα, καὶ νόμῳ τῶν Βαβυλωνίων ἐπέρριψαν αὐτοῖς ὁ μὲν κάνδυν, ὁ δὲ χλαμύδα, ὁ δὲ ψωμούς, ὁ δὲ ἀκρόδρυα· καὶ μέγα κεφάλαιον ἠθροίσθη μικρῶν κερματίων.
Σοῦδα
οἱ δὲ κόρακες περιιπτάμενοι ἄνω καὶ κάτω, θορυβούμενοι καὶ κεκραγότες μετὰ πολλῆς ἀσελγείας, οἷον οἱ κόρακες λαρυγγίζουσι.
Σοῦδα
περιδεεῖς δὲ ἦσαν ὡς ἐν ἐρημίᾳ τά τε ἄλλα καὶ ἄφιπποι γενόμενοι.
Σοῦδα
ὁρῶν δὲ τὸν ἀδελφὸν πάντα δυσωπούμενον καὶ οὐδὲν ὅ, τι τῶν ὄψων οὐχ ὑφορώμενον.
Σοῦδα
εἶχε δὲ ἐν τῇ ζώνῃ ληκύθιον παρηρτημένον, ἐν ᾧ τὸ φάρμακον ἦν τὸ θανάσιμον.
Σοῦδα
εὗρον δὲ τὴν θύραν τοῦ μνήματος ἀραιῶς ἐπικειμένην.
Σοῦδα
ὁρῶσιν ἐν τῇ λάρνακι σώματα ἀλλήλοιν περικείμενα.
Σοῦδα
οἱ δὲ ἀνακλῖναι μὲν τὴν θύραν οὐκ ἐτόλμησαν οὐδʼ εἴσω παρελθεῖν ἴσχυσαν.
Σοῦδα
οὐκ ἔξεστι γὰρ Βαβυλωνίοις ἀωρίᾳ τάφον ὑπερβῆναι.
Σοῦδα
οἱ δὲ ἐπορεύοντο τὴν αὐτὴν τῷ ποταμῷ διὰ τῆς κυματωγῆς βρέχοντες τοὺς πόδας, ὅπου μηδὲ ἴχνος ἔμελλε συμβαίνειν.
Σοῦδα
ἦν γὰρ ἐνταφίων πωλητής.
Σοῦδα
ἀνὴρ ἐπιστάμενος ἥκιστα ψεύδεσθαι, φίλος δὲ εἴπερ τις ἄλλος ἀληθείᾳ.
Σοῦδα Εἴρων
ἥκιστα δʼ ἄν τις αὐτὸν ἐθεάσατο παρεκβαίνοντα τὸ ἀληθὲς ἔργῳ ἢ λόγῳ ποτέ, ἤτοι πρὸς τὸ εἰρωνικώτερον ἢ ἀλαζονέστερον.
Σοῦδα
ὁ δὲ εἶπεν· «ἀλλὰ πιστεύω· πάνυ γάρ σου κλέος ἐπʼ ἀρετῇ διήκει.»
Σοῦδα
«ὄμνυμι τοὺς βασιλείους θεούς· ἦ μὴν ἐγὼ ὑμᾶς σώσω.»
τὰ ἐνύπνια ὑπὸ μὲν τοῦ δαιμονίου πέμπεται, ὑπὸ δὲ τῆς ἑκάστου ψυχῆς τῶν ὁρώντων πλάττεται· καὶ τῆς μὲν φύσεως αὐτῶν ὁ θεός ἐστι χορηγός, τῆς δὲ ἰδέας ἡμεῖς αὐτοὶ δημιουργοί.
Δεσπότης δούλου κατηγορεῖ ἐπὶ μοιχείᾳ τῆς οἰκείας γαμετῆς ἐξηγησαμένης, ὡς ὄναρ τούτῳ ἐν τῷ τῆς Ἀφροδίτης ἱερῷ ἐμίγη.
Ὅτι μὲν οὐδεὶς ἂν ἑκὼν ἐπὶ τοιαύτην δίκην ἔλθοι καὶ ταῦτα σοὶ μέλλων, βασιλεῦ, χρήσεσθαι δικαστῇ, ὃς οὐ μόνον τοὺς τῶν κρινομένων ἐξετάζεις βίους, ἀλλὰ καὶ τοὺς τῶν κατηγορούντων τρόπους, οὐκ ἔστιν ὅστις οὐκ ἂν συνομολογήσειέ μοι. ἔστω δὲ καὶ τοῦτο τεκμήριον τοῦ τὴν κατηγορίαν εἶναι τὴν γινομένην ἀληθῆ, τὸ καὶ τὴν ὑπόθεσιν εἶναι τῷ μέλλοντι κατηγορεῖν ἀηδῆ· τὴν γὰρ τοιαύτην δίκην ἡ νικηθεῖσα μὲν ἀδικεῖ, ἀτυχεῖ δὲ ὁ νικήσας.
Παραιτοῦμαι δὲ συγγνώμην ἔχειν μοι οὐ κατηγορεῖν βεβουλευμένῳ, ἀλλὰ σιγᾶν μὴ δυναμένῳ, οὐ μόνον ὅτι ἀφόρητόν ἐστιν ἀδίκημα μοιχεία, ἀλλὰ καὶ ὅτι τῷ κοινῷ τῆς αὐτῆς ὕβρεως ἴδιόν τι τὸ ταύτης πρόσεστιν. ὁ γὰρ μοιχὸς δοῦλός ἐστι καὶ τὴν ψυχὴν ταπεινός, κἂν ταύτῃ καλὸς εἶναι δοκῇ· δοῦλος δὲ οὐδὲ ἄλλου τινὸς ἀλλʼ ἐμός· ἔδει δὲ καὶ ταύτης δοῦλον αὐτόν, ἀλλὰ μὴ δεσπότην εἶναι. ποιεῖ δὲ τὴν μοιχείαν περιττὴν καὶ μᾶλλον αἰσχρὰν ἄμφω συνελθόντα, ἡ τῆς μεμοιχευμένης δόξα καὶ ἡ τοῦ μοιχεύσαντος ἀδοξία.
Δέομαι δὲ σοῦ, βασιλεῦ, πρὸς ταῦτά μοι βοηθῆσαι ὑπὸ μὲν γυναικὸς ὑβρισμένῳ, ὑπὸ δὲ δούλου παρευδοκιμημένῳ, νεμεσῆσαι δὲ καὶ τούτοις, ἐν μὲν τοῖς ἔργοις λαθεῖν δεδυνημένοις, ὑπὸ δὲ τῶν θεῶν μεμηνυμένοις.
Ἀπορῶ δὲ πότερον αἰτιάσωμαι θατέρῳ σύμβουλον καὶ διδάσκαλον γεγονέναι τῶν ἁμαρτημάτων. οὗτος μὲν γὰρ μειράκιόν ἐστιν· ὁ δὲ τοιοῦτος πεισθῆναι μᾶλλον ἢ πεῖσαι πιθανὸς εἶναι δοκεῖ καὶ διεφθάρθαι μᾶλλον ἢ διεφθαρκέναι· αὕτη δέ ἐστι γυνή· εὐεξαπάτητον δὲ εἶναι δοκεῖ γυνή. ὥστε τῷ μὲν τὸ τῆς ἡλικίας ἀσθενές, τῇ δὲ τὸ τῆς φύσεως τοιοῦτον συναγωνίζεται.
Συνελὼν οὖν λέγω· συναμφότεροι καλοί. δοῦλον δὲ τίς προετίμησεν ἀνδρός; ὡραῖος γάρ ἐστι καὶ καλὸς εἶναι, βασιλεῦ, κἀμοὶ δοκεῖ, καὶ πολλάκις αὐτὸν ὁ μωρὸς πρὸς ταύτην ἐπῄνεσα, ὡς εὖ μὲν τὸ πρόσωπον ἱστάντα, ὑγροῖς δὲ τοῖς ὄμμασιν ἐμβλέποντα. ἐπῄνεσα δὲ αὐτοῦ πολλάκις καὶ χεῖρας ἄκρας ὡς λευκὰς καὶ κόμας ταύτας ὡς ξανθάς. καὶ ταῦτα ἄρα λέγων ἐδίδασκον ταύτην ἐρᾶν. —οἶδας δὲ καὶ σύ, βασιλεῦ, ὡς ἔστι ταῦτα ἀληθῆ. οὐδὲ γὰρ κατέλιπεν αὐτὸν τὸ κάλλος οὐδὲ φοβούμενον, ἀλλʼ ἔλαμψε μὲν ὑπὸ τοῦ δέους ἡ παρειά, τὸ βλέμμα δὲ οὐκ ἀπήνθησεν οὐδὲ λυπουμένου. παρέστηκε δέ σοι δεδεμένος, ἀλλʼ ἐπέπρεψεν αὐτῷ καὶ τὰ δεσμά. φθόνος σοι καταρᾶται, καὶ τῶν κακῶν ὁ κίνδυνός σε κοσμεῖ, πονηρὲ καὶ καλέ. ὀκνῶ, δέσποτα, λέγειν, ὅτι σήμερον καὶ καλλίων ἐγένετο. οὐκ ἐλεεῖς με, βασιλεῦ; μοιχὸν ἀνὴρ ἐπαινῶ, καὶ ταῦτα τῆς μεμοιχευμένης ἀκουούσης. φοβοῦμαι δὲ μὴ καὶ σήμερον τὸ κάλλος αὐτῷ βοηθήσῃ. —ἐπῄνουν αὐτὸν οὕτως. ὑπώπτευον δὲ αὐτοῦ τῶν ὀφθαλμῶν τὴν πλάνην καὶ τὰ πολλὰ κινήματα καὶ τὸ ἀποβλέπειν τῆς κύλικος ἔξω καὶ τὸ τοὺς ὅρους τῶν οἰνοχόων ὑπερβαίνειν. τηρήσας δὲ εἶδον ἀμφοτέρων αὐτῶν νεύματα, τὸ μὲν παρʼ αὐτοῦ πεμπόμενον, τὸ δὲ παρʼ ἐκείνης συναντῶν· πάντα δὲ ὁμοῦ παρῆν ἐπʼ αὐτούς, νεότης, οἶνος, κάλλος. προσῆν δὲ τούτοις ἐγὼ τῆς μοιχείας συναγωγεύς, ὁ τοῦ κάλλους ἑρμηνεύς. Ὤιμην δὲ αὐτοὺς νουθετήσειν τὴν μὲν ἀνυπόδητον ἐκπέμψας, τὸν δὲ πατεῖσθαι καταβαλών. ὁ δέ, ὡς ἔοικεν, οὐκ ἠτιμάσθη πατούμενος, ἀλλʼ ἐπατήθη μᾶλλον ἐλεούμενος ... ....... καὶ γυναικῶν ἐν ὕπνοις ἡ μὲν φίλανδρος οἰκουρεῖ, ἡ δὲ φιλότεκνος ὠδίνει, ἡ δὲ ἔριθος ἐργάζεται, ἡ δὲ ἐρῶσα μοιχεύεται. εἰ δὲ μή γε, ἕκαστος ἡμῶν τῶν ὀνείρων ἑαυτὸν ἀναμνησάτω, τί μὲν ὀνειροπολεῖ τὰ πολλά, τί δʼ ὁρᾷ· τοξότης τόξον, ἱππότης ἵππον, βασιλεὺς θρόνον, αὕτη δὲ μοιχόν. ἑάλωκας, ὦ πανουργοτάτη γυναικῶν· εὕρηκά σε αὐτῷ τῷ μειρακίῳ παρακειμένην. τὰ γὰρ νυκτερινά σου φιλήματα τῶν μεθʼ ἡμέραν ἐστὶν ὑπομνήματα· ἃ ποιεῖς ἐγρηγορυῖα, ταῦτα καθεύδουσα μελετᾷς. ἐνύπνιον γὰρ ἀνθρωπίνης σπουδῆς εἴδωλόν ἐστι. καὶ συγκατάκεισαι μὲν ἐμοί, σχολάζεις δὲ ἐκείνῳ, καὶ παρʼ ἐμοὶ μὲν τὸ σῶμα, παρʼ ἐκείνῳ δὲ ἡ ψυχή· κἀμοὶ μὲν καθεύδεις, ἐκείνῳ δὲ οὔ.
Σοῦδα
οὐκ ὤκνησαν δὲ καὶ δευτέρῳ ἐκμαρτυρίῳ χρήσασθαι.
Σοῦδα
ὁ δὲ τὸ σῶμα τούτου περιστείλας πέπλοις σηρικοῖς καὶ τεκτηνάμενος σῆμα ἐν αὐτῷ κατέθετο.
Σοῦδα
«ὦ μεγίστη θεῶν, καὶ τῶν σῶν κατήκοε θεραπόντων.»
Σοῦδα Ὡς ἂν τηλικούτων
ἀντιλαμβανομένης τῆς γυναικὸς καὶ βοώσης ὡς ἂν ὑπὲρ τηλικούτων.
Σοῦδα
«ἤδη γάρ σε γινώσκω, καὶ ὧν εἶπας ἀκούσασα καὶ τὴν ὄψιν ἰδοῦσα.»
Σοῦδα
οὐκέτι οὖν ἦν ἀμφισβητήσιμα τὸ μὴ οὐ τοῦτον ἐκεῖνον εἶναι τὸν τεθνηκότα.
Σοῦδα Ταινιοῦντος
προσιόντες δὲ αὐτῷ ἐταινίαζον οἱ νησιῶται καὶ ἀνέδουν.
Σοῦδα
«παρʼ ἐμοὶ δειπνήσατε πρότερον ἀμφότεροι· θύων γὰρ τυγχάνω ἱερὰ εὐκταῖα· καὶ τοὺς παῖδας ἄγων ἴθι, καὶ τῶν φίλων οὓς χρῄζεις.»
Σοῦδα
καὶ ἀποδυσάμενον χρίσασθαι κελεύει ἐλαίῳ.
Σοῦδα
οἱ δὲ ἀποπέμπουσι τὸν ἰατρὸν ἐπιθέντες γράμματα πρὸς τὸν τελώνην.
Σοῦδα
«ἐθεραπεύθη δέ», ἔφη, «δαιμονίῳ τρόπῳ.»
Σοῦδα Ἔκπυστα καὶ Ἐκπύστου
ὁ δὲ παραγγείλας τῇ τοῦ ζῆν ἀντιδόσει ἔκπυστον μὴ ποιῆσαι τὴν πρᾶξιν ἀφῆκε πρὸς τὸν στείλαντα φοιτῆσαι.
Σοῦδα
ἄρτι γὰρ αὐτῇ παρεβέβλητο τροφή.
Σοῦδα
οὐδὲ γὰρ πρόσοιτο ἀναβάτην ἡ κάμηλος οὐδένα ὑπʼ αὐθαδείας καὶ ἀσυνηθείας.
Σοῦδα
εἶδε φορτίον χλωρῶν ἀκανθῶν, ἃ καμήλοις ἐστὶ φαγήματα· ἡ δὲ τὴν κεφαλὴν καθῆκε.
Σοῦδα Βορβορυγμός
ἡ μὲν κάμηλος ἐγεύετο τοῦ χιλοῦ, ὁ δὲ ἔπινε ποτὸν τοῦ ποταμοῦ ἀκούσιος, καὶ ἅτε κάτωθεν τοῦ πνεύματος ὠθουμένου, ἄνωθεν δὲ τοῦ ὕδατος ἐπιφερομένου, ἡ φάρυγξ ἐκελάρυζε, καὶ πολὺς ἐν τῷ στόματι ἦν βορβορυγμός.
Σοῦδα
ἡ δὲ κάμηλος ὑφῆκε τὰ κῶλα καὶ ἑαυτὴν ἐκάθισεν εἰς τὰ στέρνα.
Σοῦδα
ὁ δὲ εὑρίσκει τὰ γεγραμμένα, καὶ ἐπιλεξάμενος ἐλέγχει τὸ πᾶν ὡς ἐγένετο.
Σοῦδα
βιαζομένους δὲ τοὺς κολυμβητὰς συμψήσας ὁ ποταμὸς ἔφερε κάτω, καὶ οὐκέτι ἀπενόστησαν.
Σοῦδα
ὁ δὲ ἱερεὺς σκευὴν ἐσκευάζετο τὴν τοῦ δημίου, μεταλαβὼν ἀντὶ τῶν σεμνοτάτων τὰ οἴκτιστα.
Σοῦδα
ἐπεὶ δὲ τοῦτο χαλεπὸν ἦν καὶ σπάνιόν τι τῆς τε οἰκουροῦ φυλαττούσης καὶ ἄβρας τινὸς ἄλλης συμπαρούσης, ἀναπείθει τὴν κόρην λαθοῦσαν τοὺς γονεῖς ἀποδρᾶναι.
Σοῦδα
ἡ δὲ κόρη ὑπακούει προθύμως τε καὶ εὐκαρδίως.
Σοῦδα
ἀποσφαγεῖσαν γὰρ αὐτὴν ὑπὸ ἐραστοῦ δυσέρωτος.
Σοῦδα
τὴν δὲ ἅλυσιν—οὐ γάρ ἐστιν ἡμῖν ἀναγκαία—προσέπεμψά σοι.
ὀξεῖς οἱ τῶν ἐρώντων λογισμοὶ καὶ πρόχειροι ὑποπτεῦσαι, δεινοὶ δὲ εἰκάσαι, ἔνθεοι δὲ μαντεύσασθαι.
… ουν νει … η … σ … και … ειν α … λαν … και … κινδύνους οὐκ ἀναγκαίους ἔξεστι ζῆν, εἰ μὴ φιλεῖς· ἀλλʼ ἴθι μᾶλλον καὶ κάθευδε παρʼ ἐκείνην τὴν ξένην· … σιου κηδεστοῦ … καὶ τὸν χρυσὸν καὶ διδ … ου ξενίας δῶρον. η … σ … μεν εἴτε τυχὸν ἤδη καὶ τὸ πρόσωπον κεκαθαρμένη καὶ κεκοσμημένη τὴν ὀλίγην ἐκείνην κόμην. τί γὰρ ἔτι Σινωνίδος χρῄζεις; ἔχεις κόρην κεκαρμένην ὡς ἐγώ, εὐτυχέστερον δὲ τησ … σ οὐκ ἀνδρὶ χαριζομένη τὴν ἐνεν … ».
Ταῦτα λεγούσης τῆς Σινωνίδος ὁ Ῥοδάνης οὐκ ἀνείχετο, ἀλλʼ ἐνε … ενε … ι … θαμωθεισ … ἡ Σινωνὶς ὀργῆς ἀνεπίμπλατο καὶ τισαπονιτον … το, καὶ χεῖρας ἀντήρατο καὶ πολλὰς ἀπειλὰς ἐνεδατεῖτο καὶ δείξασα τὸ τραῦμα, ὅ ποτε ἔτρωσεν αὑτήν, «ὁρᾷς», ἔφη, «τοῦτο, ὦ … ὁρᾷς, ὅτι τῆς ψυχῆς Σινωνὶς οὐ φείδεται· ἔχεις μεν … δειγματι … ταχυτερα δέ ἐστιν ἐρωτι … ζομενη … μαρτύρομαί σε, Ῥοδάνη, ἄρξεις σήμερον μεγάλου κακοῦ … θυγάτηρ γεωργοῦ αλλο τρι … τικοσ … μ … δειλησ τετρωμενησ … ρ … ωφλ … ζ … με … χνησ … ρω … δειν … τοῦ φόνου τῆς θυγατ … περ … μενη … ἀλλα … μεν ἀριστερασ … ν τὴν δὲ δεξιὰν … ἐφʼ ὅσον … καὶ αιτ … ἐπεὶ δὲ … οντος καὶ λοιδοροῦντος … τατησ … τικῶς ἡ Σινωνὶς ὑπεξέρχεται καὶ δραμοῦσα διὰ τῆς σελήνης ἔθει εὐθὺς τῆς ἐπαύλεως τῆς τοῦ γεωργοῦ, ᾗπερ παρετύγχανεν πρότερον, ἐν νῷ ἔχουσα εἰσδραμεῖν καὶ φονεύειν τοῦ γεωργοῦ τὴν θυγατέρα … ηωεξ … χωραν … ταισ θηραισ εχε και μηγεν …
Ὡς δὲ ἔγνωσαν τὴν διάνοιαν αὐτῆς οἱ περὶ τὸν Ῥοδάνην, «σὺ μέν», εἶπεν ὁ Σόραιχος, «ὦ Ῥοδάνη, κατὰ χώραν μένε καὶ μὴ παρεξέλθης, μὴ καὶ δόξῃς ἐπαμύνειν τὴν ἐρωμένην ῥύσασθαι· ἀλλὰ φυλαξώμεθα κόρην ἐρῶσαν καὶ φονῶσαν· ἐγὼ δὲ ἐκείνην μετελεύσομαι· πείθω δὲ ἐμαυτόν, ὅτι ταχέως αὐτὴν ἐπανάξω· θάρρησον … σε … οἶδα νικᾶν ρ … τοὺς Σινωνίδος θυμούς· τί κλάεις, ὦ Ῥοδάνη; μένε, εἰ Σινωνίδα θέλεις ἀπολαβεῖν, εἰ πιστεύεις Σοραίχῳ τῷ διʼ ὑμᾶς πλανωμένῳ.» τοσαῦτα ὁ Σόραιχος εἰπὼν μόλις ἔπεισε τὸν Ῥοδάνην μένειν, μάλιστα μὲν ὑπὲρ τῆς Σινωνίδος φοβούμενον, ἔμελε δὲ αὐτῷ καὶ τῆς κινδυνευούσης κόρης, μή τι δεινὸν ἀπολήψεται τῆς ζηλοτυπίας.
Καὶ τὸ μὲν οὖν πρῶτον οὐδὲ ἐν καταλήψει τῷ Σοραίχῳ ἡ Σινωνὶς ἐφαίνετο· καὶ γὰρ προεῖχε πολὺ καὶ θεῖν ἦν ὀξυτέρα τοῦ Σοραίχου, ἦν δὲ καὶ ὑπὸ τῆς ὀργῆς ἐλαφροτέρα· τὸ γὰρ τοῦ θυμοῦ τάχος κουφοτέραν αὐτὴν εἰργάζετο τῷ σώματι. ὅμως δὲ συντεινόμενος ὁ Σόραιχος καὶ παρὰ δύναμιν ἁμιλλώμενος ὡς ὁρᾷ τὴν χλαῖναν τῆς Σινωνίδος πόρρωθεν βοᾷ· «μεῖνον Σινωνί· Σόραιχος ἐγὼ μόνος· Ῥοδάνης οὐ πάρεστιν, οὐ μὰ τὸν Βῆλον.»
Ἡ δὲ ἐπέσχε τοῦ δρόμου καὶ τὸν ὅρκον πιστὸν ἡγουμένη καὶ τὸν Σόραιχον αἰδουμένη. ἐπελθὼν δὲ ὁ Σόραιχος πρῶτον αὐτὴν ἐκέλευε προσιέναι καὶ λέγει· «ὦ Σινωνί, ἀμφοτέρους μὲν ὑμᾶς φιλῶ, ἐπείπερ ἀπὸ τῆς τύχης ἐδόθην ὑμῖν πατήρ· σὲ δὲ πρότερον ἢ Ῥοδάνην ἐκτησάμην· ἀλλὰ Ῥοδάνην μὲν οὐκ ἀπολύω τῆς αἰτίας, σὲ δὲ οὐκ ἀξιῶ πάντα τῷ θυμῷ χαρίζεσθαι, οὐδὲ δίκην τοσαύτην λαμβάνειν παρὰ γυναικὸς καὶ ξένης, ἀφʼ ἧς τάχα μὲν καὶ κινδυνεύσομεν, πάντως δὲ εἰς Δία τὸν Ξένιον ἀσεβήσομεν· αὐτὴ γὰρ καὶ τράπεζαν παρέθηκεν ἡμῖν καὶ ξενίοις ὑπεδέξατο· καὶ τάχα μὲν ἐβιάσθη, τάχα δὲ ἐξηπατήθη ἢ ἐψυχαγωγήθη. οὐ σοὶ μόνῃ, τέκνον, Ῥοδάνης ἐστὶ καλός.»
Ἡ δὲ πρὸς αὐτὸ τοῦτο ἀνεφλέχθη καὶ οὐχ ὑπέμεινε τὸν λοιπὸν λόγον, ἀλλʼ εἶπεν· «ὦ Σόραιχε, τοῦτό σοι τὸ δύστηνον πνεῦμα κεχάρισμαι καὶ τότε κακῶς· ὤφελον γὰρ ἀποθανεῖν πρὶν ἀκοῦσαι, ὅτι ἐστὶ καὶ ἄλλῃ τινὶ Ῥοδάνης καλός. μή με κωλύσῃς μηδὲ θελήσῃς φόνου εἴργειν ἐν ἐρημίᾳ. οἶδας δὲ ὅτι οὐ ψεύδομαι· σὲ γὰρ μάρτυρα τῆς τόλμης ἔχω. ὁρᾷς δὲ ὅτι ἔχω μὲν ξίφος, ἔχω δὲ τραῦμα· καὶ Ῥοδάνης μὲν ἀνεσταυρώθη μόνον, ἐγὼ δὲ καὶ ἡψάμην τοῦ θανάτου καὶ πεῖραν ἔλαβον, ὅτι ἀποθνήσκοντες οὐκ ἀλγοῦσιν ἄνθρωποι, οὐδέ ἐστιν ἀηδὴς ὁ θάνατος· τοῖς δὲ ἐρῶσι καὶ ἡδύς ἐστιν. τί μου λαμβάνῃ, Σόραιχε; μαρτύρομαι, Ῥοδάνῃ τὴν ἐρωμένην σῶσαι θέλεις· μηδέ μοι κινδύνους ἀπείλει μηδὲ συλλήψεις μηδὲ τιμωρίαν· οὐδένα φοβοῦμαι ἡ μὴ φοβηθεῖσα νύκτας μηδὲ σταυρούς.
Σοῦδα
ὃς ἐπʼ αἰσχύνης τοῦ πάθους περιρρεόμενος δάκρυσιν ἄναυδος ἦν, ἐξειπεῖν αἰδούμενος τὸ πάθος.
Σοῦδα
ἦν δὲ οἴνου τε ἀκράτωρ καὶ τῶν ἄλλων ἡδονῶν.
Σοῦδα
ἐπείρα χρήματα πέμπων τῆς διαφθορᾶς δέλεαρ.
Σοῦδα
πρὸς τὴν ἐπιπλοκὴν τῆς κόρης ἔχαιρεν ἐκτόπως.
Σοῦδα
αὐτή γε μὴν κλεψιποτοῦσα καὶ σωφρονοῦσα.
Σοῦδα
ὁ δὲ παίεται κοπίδι τὴν κεφαλὴν ὡς οὐ βιωσόμενος.
Σοῦδα
τὸ στόμα τῇ χειρὶ φιμώσασα τοῦ ἐσφαγμένου, μήτινα τῇ ψυχῇ συνεκπέμψειε φωνήν.
Σοῦδα
ἡ δὲ φεύγει, ἐπιθυμοῦσα ἀμείψασθαί ποτε χρηστουργίᾳ τὸν ἄνθρωπον.
Σοῦδα
ἡ δὲ μεστὴ μὲν ἦν καὶ τῆς ἔμπροσθεν ζηλοτυπίας, προσείληφε δὲ καὶ τὴν ἀπὸ τῆς πράξεως εὐτολμίαν· ὡς οὖν ἐλάβετο τῆς ὁδοῦ, «ὁ μὲν πρῶτος ἀγών», ἔφη, «διηγώνισται· ἐχώμεθα δὲ καὶ τοῦ δευτέρου· καὶ γὰρ ἐν καιρῷ γεγυμνάσμεθα.»
Σοῦδα
ὁ δʼ ἐπισυράμενος εὐπρόσωπον λίθον στήλην ἔστησεν.
Σοῦδα
ὁ δὲ λαβὼν τὸ ξίφος πατάσσει τοῦ στέρνου.
Σοῦδα
ὁ δὲ δεύσας τοῦ αἵματος τοὺς δακτύλους προσέγραψεν·
Σοῦδα
ὁ δὲ ἤδη μεμηχανημένος ἀγχόνην, τὸν βρόχον ἐνδεδυμένος.
Σοῦδα
ὁ δὲ ἔκειτο πνευστιῶν ἡμίπνους ὑπὸ τοῦ βρόχου.
Σοῦδα
ὁ δὲ ἐξώρκισεν αὐτήν, εἰ ταῦτα οὕτως ἐγνωκυῖα λέγει ἢ διαπειρωμένη αὐτοῦ. ἡ δὲ ὤμοσεν, ἦ μὴν τῷ ὄντι καὶ φρονεῖν ταῦτα καὶ λέγειν.
Σοῦδα
ὁ δὲ καὶ ἐταινίωσε τὸ τραῦμα τῇ ζώνῃ.
Σοῦδα Σόραιχος
ἄρτι δὲ ἀπηρκότος τοῦ Σοραίχου ἡ Σινωνὶς ἐφίσταται.
Σοῦδα
ὁ δὲ ἄγχων τὴν αὐτῆς δεξιὰν καὶ περιάγων περιαιρεῖται τὸ ξίφος.
Σοῦδα
ὁ δὲ ὀλίγον φθέγγεται πρὸς τὴν κόρην καὶ αἰτεῖ πιεῖν.
Σοῦδα
«ὤμοι τάλαινα, ὡς κακῶς διάκεισαι, γενναιότατος περὶ ἐμὲ γενόμενος καὶ θανάτου με ῥυσάμενος.»
Σοῦδα
«μὴ γὰρ οὕτως ὑφʼ ἡλίῳ δυσκλεὴς εἴην, ὥστε τὸν ἐμὲ σώσαντα μὴ ἀντισῶσαι.»
Σοῦδα
ὁ δὲ ἐλειποψύχησεν· ἀνενεγκόντα δὲ αὐτὸν ἀράμενοι οἱ φύλακες παρὰ τὸν βασιλέα φέρουσιν ἐκ τῆς νόσου περισωθέντα.
Σοῦδα Συχναῖς
καὶ ἅμα τῇ κόρῃ παρεσκεύασε πομπὴν ἐπιφανῆ, ἁρμάμαξάν τε λαμπρὰν καὶ ἐσθῆτα σοβαρὰν καὶ θεραπείαν συχνὴν εὐνούχων τε καὶ θεραπαινίδων.
φιλαίτιοι τὰς φύσεις εἰσὶν οἱ βάρβαροι καὶ πρόχειροι τὰς ὁρμάς, ὀλίγα μὲν χρώμενοι τοῖς λογισμοῖς, τὰ πολλὰ δὲ τοῖς πάθεσιν εἴκοντες.
θανάτου καταφρονήσας ἄνθρωπος δεσπότην οὐκ ἔχει.
Σοῦδα
«κέλευσόν με ἀποθνήσκειν ἐπιτεμόμενος τοῦ σταυροῦ τὴν περίοδον.»
Σοῦδα
οὕτως ἄγαν αὐτοῖς συμβεβήκει τὸν μὲν φονᾶν, τὸν δὲ θανατιᾶν.
Σοῦδα
«ἤδη γὰρ ἐλεῶ σε, ὅτι τὰ αὐτά σοι δυστυχῶ.»
Σοῦδα
ὄντας ὡραίους καὶ καλοὺς τοὺς παῖδας ὁ πατὴρ ὑπεξέπεμψεν εἰς τοὺς ποιμένας φοβούμενος τύραννον ὑβριστήν.
Σοῦδα
ἐπειδὴ διακωδωνίζων ἕκαστον τῶν ποιμένων οὐχ οἷός τε ἦν ἀκοῦσαι καὶ μαθεῖν, οἵτινες ἦσαν οἱ παῖδες.
Σοῦδα
ὁ δὲ ἐμφερεῖς παῖδας τοῖς ἐπιζητηθεῖσι κοσμήσας ὑπὸ πεπλασμένης τιμῆς καὶ σηρικῆς ἐσθῆτος.
Σοῦδα
ἔδωκε τὸν ὅρμον ὁ τελώνης τῷ ἐμπόρῳ. οὐκ ἤδη καὶ λύκοι θήσουσιν ἄρνας ἐκ τῶν στομάτων καὶ λέοντες ἀπὸ τῶν ὀδόντων ἀπολύσουσι νεβροὺς ταῖς μητράσιν, ὁπότε καὶ τελώνης ἀφῆκεν ἄγραν τηλικαύτην;
Σοῦδα
«κἀμοί τι τῶν τελῶν ἐπανεθήσεται καὶ μεγάλα κερδανῶ.»
Σοῦδα
ὁ δὲ τῷ ἱερεῖ ἐπιστολὰς λέγει καθεύδοντι.
πάντας μὲν ἀνθρώπους ἐξίστησιν ἔρως, εὐνούχους δὲ ποιεῖ φονικωτέρους ὥσπερ οἶνος Σκύθας· φονᾷ γὰρ Σκύθης μὲν πιών, εὐνοῦχος δὲ ἐρῶν.
Σοῦδα
περιβαλὼν δὲ περὶ τὰς χεῖρας αὐτοῦ τοὺς τελαμῶνας προσέδησε τῇ κλίνῃ.
Σοῦδα Ἰταμός
ἡ δὲ νῦν μὲν ἐγέλα ἰταμόν τε καὶ ἀκόλαστον γέλωτα, νῦν δὲ ἐφθέγγετο ῥήματα αὐθάδη.
Σοῦδα
«εἶτα ἐάσατε οὕτως ἀπραγμόνως ἀποθανεῖν.»
Σοῦδα
οἱ δὲ Βαβυλώνιοι ἐντιθέντες εἰς σφενδόνας ᾠὰ καὶ περιδινοῦντες ἐν κύκλῳ, ἅτε οὐκ ἄπειροι τῶν αὐτοσχεδίων καὶ κυνηγετικῶν διαιτημάτων, ἀλλὰ μεμελετηκότες τὰ ἐν ἐρημίᾳ μηχανήματα, ἑφθὸν τῇ ῥύμῃ τὸ ᾠὸν κατεσκεύαζον.
Μισθοφόροι τὸν ποταμὸν τοῖς πολεμίοις ἐπήγαγον, καὶ ἀπαιτοῦσι τὸν μισθὸν παρʼ Ἀμφικτύοσι δικαζόμενοι.
Οὐκ ἐπαναλώσαμεν τῷ πολέμῳ χρόνον, ἀλλὰ προσέθεμεν τῇ νίκῃ τάχος· ὑμεῖς δὲ ἀποστερῆσαι τὸν μισθὸν διεγνώκατε, τὸ πλεονέκτημα τῆς εὐτυχίας ἔγκλημα ποιούμενοι, καὶ οὐδὲ ἐκεῖνο συνίετε, ὅτι πολλοὶ συμμαχήσαντες, οὐ μέντοι κρατήσαντες τὰ συνωμολογημένα χρήματα παρὰ τῶν συμμαχίας τυχόντων κομίζονται, διότι τῶν συμμαχούντων ἕκαστος συμβαλλόμενος τὴν γνώμην οὐκ ἐπαγγέλλεται τὴν τύχην.
Ὢ τὸ παράδοξον τοῦτο τόλμημα ἡμῶν. στρατόπεδον ὅλον ποταμῷ βάλλεται καὶ κλύδωνι χερσαίῳ παρασύρεται καὶ χειροποιήτῳ χειμῶνι βαπτίζεται. ὢ μὴ πεζομαχήσαντες ἡμεῖς μόνον, ἀλλὰ καὶ χωρὶς νεῶν ναυμαχήσαντες. αὔτανδρον οἴχεται τὸ τῶν πολεμίων στρατόπεδον, καὶ πάνδημος ἐν ἠπείρῳ μέσῃ τοὺς ἐχθροὺς κατείληφε ναυαγία· κῦμα δεδιδαγμένον ἠγείρετο καὶ ῥοῦς κεκελευσμένος ἐγίνετο καὶ ποταμὸς ἀπὸ συνθήματος ῥεῖν προσετάττετο. ὢ μὴ μόνον ἀνδρῶν, ἀλλὰ καὶ ποταμῶν ἐστρατηγηκότες.
Σοῦδα
ὁ δὲ ἔφη θαυμάζων· «ἐθελήσεις τί μοι μαντεύσασθαι;» «πάνυ γε», ἔφην, «εἴ σοι βουλομένῳ ἐστίν.»
Σοῦδα
ὁ δὲ πρεσβύτης ὢν διῄρει τὰς μοίρας τῶν κρεῶν.
Σοῦδα
ἐν οἷς ἦν καὶ συὸς ἀγρίου μέγα λάχος.
Σοῦδα
ἡ δὲ θεράπαινα ἑώρα τὰ ξίφη εἰρυσμένους, ὡς αὑτοὺς διαχρήσαιντο.
Σοῦδα
ὑπεδέξατο αὐτοὺς ἄγροικος πένης γῄδιον λεπτὸν κακῶς γεωργῶν.
Σοῦδα
«ἀλλʼ οὐκ οἶμαι ζῆν αὐτὴν ἔτι, ἰσχυρὸν τραῦμα λαβοῦσαν ὑπʼ ἐμοῦ.»
Σοῦδα
ὁ δέ τινα τῶν βασιλικῶν παίδων αἰτήσας ἀρτίδιον κατεχρήσατο.
Σοῦδα
ὡς δὲ πόρρω ἦσαν τοῦ πίνειν, τότε δὴ μύρον μέν τις περιήνεγκεν· οἱ δὲ ἐχρίοντο.
Σοῦδα
ἰδὼν αὐτοὺς διακορεῖς μέθης ὄντας.
Σοῦδα
οἱ δὲ ἐγέλων γέλων ἀτηρόν.
Σοῦδα
καὶ οὐκ ἦν ῥᾴδιον μὴ γελᾶν καὶ ὑποβλέπεσθαι τὸ γινόμενον.
Σοῦδα
μεσολαβηθεὶς δʼ ὁ νέος ἐξ ἐχθρῶν ὑπερκειμένων καὶ ἐφέδρων, εἰς τὸ ἄντρον εἰσκριθεὶς ἐπίπονον βίον συνεστήσατο καὶ θηριώδη.
Σοῦδα
ὁ δὲ γυμνὸς ὤν, ὥρᾳ χειμῶνος ἐν ἄντρῳ ἐναυλισάμενος ἐπιπόνως, πρόβατα εὑρὼν ἀνεῖλε καὶ ταῖς δοραῖς αὐτῶν ἠμφιέσθη.
Σοῦδα
ὁ δὲ ἐς ἅμαξαν χόρτου πλήρη ἐκρύφθη καὶ οὕτως ἐς τὸ ἄστυ ἐσεκομίσθη, ἅτε μηδενὸς ἐλπίσαντος ἐνταῦθά τινα κυπτάζειν.
Σοῦδα
ὁ δὲ λανθάνει, τοῦ πνεύματος σφόδρα παταγοῦντος.
Σοῦδα
ὁ δὲ λαβόμενος τῇ λαιᾷ τοῦ στρεπτοῦ, ὃν δὴ χρυσοῦν ἔφερεν ἀμφὶ τῇ δέρῃ.
Σοῦδα
ὁ δὲ ἐκέλευσεν αὐτὸν μαστιγοῦσθαι τῇ μάστιγι τῇ στραγγαλωτῇ· ὁ δὲ ἔξαρνος ἦν μηδὲν εἰρηκέναι.
Σοῦδα
ὁ δὲ κατὰ θυμὸν ἀνεκάγχασεν, ἠγανάκτει δὲ πρὸς τὸν ἀέρα καὶ συνεχῶς ἐβρυχᾶτο.
Σοῦδα
ἐξάκουστος γὰρ αὐτοῖς ἐγένετο ὁ λυκηθμός, καὶ τῷ ταράχῳ ἀνεπήδησαν.
Σοῦδα
ὁ δὲ μόνος ὑφίστατο καὶ ἀπήρυκε τὸ θηρίον.
Σοῦδα
τὸ δὲ πλοῖον ἐπῆρες ἦν, εἰς ὃ τὴν ἄνθρωπον ἐμβάλλουσι, καὶ ἀποπλεῖ.
Σοῦδα
πολλὰ δὲ φυσήματα ἀπροόρατα ἐμπίπτει, πολλοὶ δὲ πρηστῆρες βιαιότατοι καὶ μεγέθη κυμάτων.
Σοῦδα
ὁμοῦ τι τῇ πληγῇ ἡ παῖς ἦν, καὶ ἀπέσφακτο ἄν, εἰ μὴ σκηπτὸς κατηνέχθη ἀμφοῖν μέσος.
Σοῦδα Ἀχανὲς πέλαγος καὶ πεδίον
τέλματα δύσπορα διαδέχεται, καὶ ἐπὶ τούτοις ἀχανὲς καὶ ἀνέξοδον πεδίου βάθος, ἐν ᾧ μυρίκαι τε δένδρων μείζους ἐπεπήγεσαν, καὶ τὸ συνεχὲς τῆς ὕλης φοβερώτατον.
Σοῦδα
σιγὴ δὲ ἦν βαθυτέρα πάσης ἐρημίας.