eul_wid: aqo-aa
DOI 10.5281/zenodo.20335421

Fables of the Anonymous Brancatian Rhetorician by Aesop the Fabulist

Fables of the Anonymous Brancatian Rhetorician is a heading this site attaches to Aesopic μῦθοι under Aesop’s name. The name Aesop is the heading, not a recovered sixth-century hand.

The Brancatian label is a later descriptive name, not an ancient collection-title secured in the Augustana families. The Greek, where the file has it, is short μῦθος. It is later Greek attached to Aesop in this corpus, not a lost autograph found at Brancata.

1 (t) ΜΥΡΜΗΞ ΚΑΙ ΤΕΤΤΙΞ μύρμηξ καὶ τέττιξ ἐν ὥρᾳ θερειτάτῃ ὁ μὲν ἐπόνει, ὁ δὲ ᾖδε. καὶ τοῦ μὲν πονοῦντος μύρμηκος οἱ θῖνες καὶ οἱ σωροὶ καὶ θημῶνες ἑωρῶντο πολλοί, τῷ ψάλλοντι δὲ τέττιγι κενεὸς ἦν ὁ πόνος. ἐπεὶ δὲ χειμὼν ἦν καὶ οὐκ ἦσαν λείρια ἄνθη, προσῆλθεν ὁ τέττιξ τῷ μύρμηκι ζητῶν, ᾧ τραφήσεται. ἤρετο δὲ ὁ μύρμηξ τὸν τέττιγα· „ὦ ἑταῖρε, διατί μὴ ἔχεις, ᾧ τραφήσῃ; οὐκ ἐν θέρει συνηγηχόεις τὸ αὔταρκες;“ ὁ δὲ ἀπελογήσατο· „οὐκοῦν, ὦ ἑταῖρε· ἀπησχόλημαι γὰρ τῷ ᾄδειν.“ ἔφη δ’ ὁ μύρμηξ· „νῦν χόρευε καὶ κρότει.“ ΚΥΩΝ ΚΡΕΑΣ ΦΕΡΩΝ Αἴσωπος ὁ μυθοποιὸς τὴν τῶν πολλῶν ἀπληστίαν ἀνακόπτειν αἱρούμενος τοιοῦτό τι ἀναπλάττει μυθάριον, ὡς κρεωβόρος κύων κρέας ἡρπακὼς καὶ μήπω τοῦτο κατεδηδοκώς, ἀλλὰ τοῖς ὀδοῦσιν ἔχων ἐμπεπηγὸς παρὰ ποταμὸν ᾔει.[5]
2 (t) στὰς δὲ ἐπὶ τῆς ὄχθης καὶ ἐπικύψας τῷ ὕδατι ἕτερον ἔδοξεν ἑωρακέναι κύνα κρέας ὅμοιον καὶ αὐτὸν ἐπὶ τοῦ στόματος φέροντα. παραυτίκα γοῦν τῇ λαιμαργίᾳ νικώμενος κατὰ τῆς φαινομένης σκιᾶς πλατὺ καὶ λάβρον ἐπέχανε. καὶ ὃ μὲν κατεῖχε κρέας εὐθὺς ἀπώλεσεν ἐμπεσὸν εἰς τὸ ῥεῦμα τοῦ ποταμοῦ, τοῦ δὲ φανέντος κρέως οὐχ ἥπτετο, ὅτι οὐδὲ ἦν ἀληθές. ἔχασκεν οὐκοῦν εἰς μάτην οὐδὲν φέρων, βροτοὶ καθάπερ ἅρπαγές τε καὶ φαγοὶ πάντα προσανάλωσαν ἐξ ἀπληστίας. ΕΡΙΦΟΣ ΚΑΙ ΛΥΚΟΣ ΑΥΛΩΝ ἔριφός ποτε τῶν καιρῶν τῆς οἰκείας ποίμνης χωρισθεῖσα ὑπὸ λύκου ὠμηστοῦ ἐδιώκετο.[1]
3 (t) ἐπιστραφεῖσα γοῦν ἡ ἔριφος τῷ λύκῳ φησίν· „ὦ λύκε, ἐπεὶ μέλλω 〈σὸν〉 γενέσθαι βρωτόν, ἵνα μὴ ἀδόξως ἐκλίπω τὸν βίον, αὔλησον, ἵνα ὀρχήσωμαι.“ τοῦ λύκου δὲ αὐλοῦντος καὶ τῆς ἐρίφου ὀρχουμένης οἱ κύνες ἀκούσαντες τὸν λύκον ἐδίωκον. ὁ δὲ φεύγων καὶ οἰμώζων ἔλεγεν· „οὐκ ἔδει με τὸν ταλαίπωρον αὐλητὴν μιμεῖσθαι, ἀλλὰ πέπονθα δίκαι’ ὄντως, ἃ ἐπεπόνθειν. τοῦ γὰρ αὐλεῖν ἔρωτα ἐσχηκὼς νῦν ὑπὸ κυνῶν ἐκδιώκομαι.“[10]