eul_wid: aqo-ao

Ἐπίγραμμα
Epigram

Aesop the Fabulist Epigram PDF

book 123.1.1 Πῶς τις ἄνευ θανάτου σε φύγοι, βίε; μυρία γάρ σευ
book 123.1.2 λυγρά, καὶ οὔτε φυγεῖν εὐμαρὲς οὔτε φέρειν.
book 123.1.3 ἡδέα μὲν γάρ σευ τὰ φύσει καλά, γαῖα, θάλασσα,
book 123.1.4 ἄστρα, σεληναίης κύκλα καὶ ἠελίου·
book 123.5 τἆλλα δὲ πάντα φόβοι τε καὶ ἄλγεα· κἤν τι πάθῃ τις
book 123 ἐσθλόν, ἀμοιβαίην ἐκδέχεται νέμεσιν.