eul_wid: skw-am
ΚαλλιγόνηCalligone
Erotic Narrative Anonymous Calligone PDF
| [40] | παντελῶς τὴν γνώμην διασεσεισμένη. ἐλθοῦσα δὴ ἐπὶ σκηνὴν καὶ ῥί̣ψ̣α̣σα ἑαυτὴν ἐπὶ τῆς στιβάδο̣ς̣ ἀνωλόλυξεν μέγα καὶ διωλύγιον, καὶ δάκρυα ἐξέρ̣[ρ]εον ἀθρόα· κατερρήξατό τε τὸν χ̣ι̣τῶνα. ἐπεμελεῖτο δὲ ὁ Εὐβίοτος μηδένα παρεῖναι ἐν τῇ σκηνῇ, ἀλλ’ ἐξήλαυνεν ἅπαντας ὡς ἄ̣ν τινων δυσχερῶν αὐτῇ περὶ Σαυροματῶν ἠγγελμέ̣ν̣ω̣ν̣. ἡ δὲ ἀνωλοφύρετο καὶ ἐκώκυεν καὶ ἐλοιδορεῖτο μὲν ἐκείνῃ τῆι ἡμέρηι, ἐν ᾗ τὸν Ἐρασεῖνον εἶδεν ἐν τῆι θ̣ήρᾳ, ἐλ̣ο̣ι̣δορ̣ε̣ῖ̣τ̣ο̣ δὲ καὶ αὐτὴ τοῖς αὑτῆς ὀφθαλμοῖς· ἐ[μ]έμφετο δὲ [κ]αὶ τὴν [Ἄρ]τεμιν . [ .. ] . μ̣ε̣ [ . ] . [ ............... ]α [ ................. ]υ [ ................ ]ι̣ρ̣[ . ] [ .. ] . καὶ ἐν τοιαύτ[αι]ς ξ[υμ‐] [φο]ραῖς στρεφομένη ἵε̣ι̣ [τὴ]ν χεῖρα ἐπὶ τὸ ἐγχειρίδ̣ι̣ο̣ν̣· ἐτύγχανεν δὲ αὐτὸ [ὁ] Εὐβίοτος ε̣[ὐθ]ὺ̣ κατὰ τὴν [ἔφ]οδ̣ον σπασάμενος ἐκ [το]ῦ κολεοῦ κ̣αὶ̣ λαθών· ἡ δὲ [ἐπ]ιβλέψασα πρὸς αὐτὸν [λέ]γει· “ὦ πάντων ἀνθρώ[π]ων κάκιστε, ὃς ἔτλης [ἅ]ψα[σθ]αι τοῦ ἐμοῦ ξίφους· εἰμὶ [μ]ὲν γὰρ οὐκ Ἀμαζὼν οὐ[δὲ] Θε̣μιστώ, ἀλλ’ Ἑλληνὶς [καὶ] Καλλιγόνη, οὐδεμιᾶς [δὲ] Ἀμαζόνων τὸν θυμὸν [ἀσ]θενεστέρα. ἴθι μοι τὸ ξί[φο]ς κόμιζε, μὴ [κ]α̣ὶ̣ σὲ ταῖς [χε]ρσὶν ἄγχους’ ἀποκτει‐ |