Πρᾶξις· παρεδρικῶς προσγίνεται δαίμων, ὃς τὰ πάντα μηνύσει σοι ῥητῶς καὶ συνόμιλος καὶ συναριστῶν ἔσται σοι καὶ συγκοιμώμενος. λαβὼν οὖν ὁμοῦ δύο σαυτοῦ ὄνυχας καὶ πάσας σου τὰς τρίχας ἀπὸ κεφαλῆς καὶ λαβὼν ἱέρακα κιρκαῖον ἀποθέωσον εἰς γάλα βοὸς μελαίνης συμίξας αὐτῷ μέλι Ἀττικὸν καὶ ἀποθεώσας σύνδησον αὐτὸν ῥάκει ἀχρωτίστῳ, τίθει δὲ πλησίον αὐτοῦ τοὺς ὄνυχάς σου σὺν ταῖς θριξί, καὶ λαβὼν χαρτίον βασίλειον ἐπίγραφε τὰ ὑποκείμενα ζμύρνῃ καὶ τίθει ὡσαύτως σὺν ταῖς θριξὶ καὶ τοῖς ὄνυξι καὶ ἀνάπλασον αὐτὸν λιβάνῳ ἀτμήτῳ καὶ οἴνῳ προπαλαίῳ. ἔστιν οὖν τὰ γραφόμενα ἐν τῷ πιττακίῳ· «α εε ηηη ιιιι οοοοο υυ υυυυ ωωωωωωω.» γράφε δὲ ποιήσας δύο κλίματα· α ωωωωωωω εε υυυυυυ ηηη οοοοο ιιιι ιιιι οοοοο ηηη υυυυυυ εε ωωωωωωω α καὶ λαβὼν τὸ γάλα σὺν τῷ μέλιτι ἀπόπιε πρὶν ἀνατολῆς ἔνθεον ἐν τῇ σῇ καρδίᾳ. καὶ λαβὼν τὸν ἱέρακα ἀνάθου ἐν ναῷ ἀρκευθίνῳ, καὶ στεφανώσας αὐτὸν τὸν ναὸν ποίησον παράθεσιν ἐν ἀψύχοις φαγήμασιν καὶ οἶνον ἔχε προπάλαιον, καὶ πρὶν τοῦ σε ἀναπεσεῖν λέγε ἄντικρυς αὐτοῦ τοῦ πτηνοῦ ποιήσας αὐτῷ θυσίαν, ὡς ἔθος ἔχεις, καὶ λέγε τὸν προκείμενον λόγον· «α εε ηηη ιιιι οοοοο υυυυυυ ωωωωωωω ἧκέ μοι, ἀγαθὲ γεωργέ, Ἀγαθὸς Δαίμων, Ἁρπον κνοῦφι βριντατην σιφρι βρισκυλμα αρουαζαρ βαμεσεν κριφι νιπτουμιχμουμαωφ. ἧκέ μοι, ὁ ἅγιος Ὠρίων, ὁ ἀνακείμενος ἐν τῷ βορείῳ, ἐπικυλινδούμενος τὰ τοῦ Νείλου ῥεύματα καὶ ἐπιμιγνύων τῇ θαλάττῃ καὶ ἀλλοιῶν ζωῇ καθώσπερ ἀνδρὸς ἐπὶ τῆς συνουσίας τὴν σπορὰν, ἐπὶ … βάσει ἀρραίστῳ ἱδρύσας τὸν κόσμον, ὁ πρωίας νεαρὸς καὶ ὀψὲ πρεσβύτης, ὁ τὸν ὑπὸ γῆν διοδεύων πόλον καὶ πυρίπνεος ἀνατέλλων, ὁ τὰ πελάγη διεὶς μηνὶ αʹ, ὁ γονὰς ἱεὶς ἐπὶ τὸ ἱερὸν ἐρινεὸν τῆς Ἡλιουπόλεως διηνεκέως. τοῦτο αὐθεντικόν σου ὄνομα· αρβαθ Ἀβαὼθ βακχαβρη». πεμπόμενος δὲ ἄβλαυτος ἴθι ἀναποδίσας καὶ τίθει σεαυτὸν πρὸς χρῆσιν τῆς βρώσεως καὶ τοῦ δείπνου καὶ τῆς προκειμένης παραθέσεως πελάζων τὸ στόμα πρὸς τὸ στόμα συνόμιλος τῷ θεῷ. εἰλικρίνειαν δὲ ἔχει πᾶσαν ἡ πρᾶξις αὕτη. κρύβε, κρύβε τὴν πρᾶξιν καὶ ἄπεχε σαυτὸν ἐν ἡμέραις ζʹ συνουσιάσαι γυναικί. Πνούθεως ἱερογραμματέως πάρεδρος· … «Πνούθιος Κήρυκι σεβαζομένῳ τὸν θεὸν χαίρειν. εἰδὼς προσέταξά σοι τόνδε τὸν πάρεδρον πρὸς τὸ μὴ διαπίπτειν ἐπιτελοῦντα τήνδε τὴν πρᾶξιν. παρελόμενος τὰ πάντα καταλειπόμενα ἡμῖν ἐν βίβλοις μυρίαις συντάγματα, ἓν πάντων ληα … ὑπηρετοῦντά σοι τόνδε τὸν πάρεδρον ἐπέδειξα ασο … πάρεδρον ἅγιον τόνδε λαμβάνειν ὑμᾶς καὶ μόνον αι … τος, ὦ φίλε ἀερίων πνευμάτων χωρουμένων … με λόγοις θεολογουμένοις πείσαντες εσομ … νῦν δὲ ἀπέπεμψα τήνδε τὴν βίβλον, ἵνʼ ἐκμάθῃς. ἔχει γὰρ δύναμιν Πνούθεως λόγος πείθειν θεοὺς καὶ πάσας τὰς θεάς. συγγράψω δέ σοι ἐντεῦθεν περὶ τῆς παρέδρου λήψεως. ἔστι δὲ ἡ τοῦ παρέδρου παράδοσις· προαγνεύσας καὶ ἀπεχόμενος ἐμψύχου καὶ πάσης ἀκαθαρσίας καὶ ἐν οἵᾳ βούλει νυκτὶ ἀναβὰς ἐπὶ δώματος ὑψηλοῦ, ἐνδεδυμένος καθαρῶς … λέγε τὴν πρώτην σύστασιν ἀπογινομένης τῆς ἡλίου ἑλείας … ἔχων τελαμῶνα ὁλομέλανα Ἰσιακὸν ἐπὶ τοῖς ὀφθαλμοῖς καὶ τῇ μὲν δεξιᾷ χειρὶ κάτεχε ἱέρακος κεφαλὴν καὶ … ἀνατέλλοντος τοῦ ἡλίου χαιρέτιζε κατασείων τὴν κεφαλὴν καὶ … διώκων τόνδε τὸν ἱερὸν λόγον, ἐπιθύων λίβανον ἄτμητον καὶ ῥόδινον ἐπισπένδων, ἐπιθύσας ἐπὶ γηίνου θυμιατηρίου ἐπʼ ἀνθράκων ἀπὸ ἡλιοτροπίου βοτάνης. ἔσται δέ σοι διώκοντι τὸν λόγον σημεῖον τόδε· ἱέραξ καταπτὰς σοῦ ἄντικρυς σταθήσεται καὶ πτερὰ τινάξας ἐν μέσῳ, καθεὶς εὐμήκη λίθον, εὐθὺς ἀναπτήσεται εἰς οὐρανὸν βαίνων. σὺ δὲ βάσταξον τοῦτον τὸν λίθον καὶ λιθουργήσας τάχος γλῦφε ὕστερον· γλυφέντα δὲ διατρυπήσας καὶ διείρας σπάρτῳ περὶ τὸν τράχηλόν σου εἴρησον. ὀψίας δὲ ἀνελθὼν εἰς τὸ δωμάτιόν σου πάλιν καὶ στὰς πρὸς αὐγὴν τῆς θεοῦ ἄντικρυς λέγε τὸν ὑμνικὸν λόγον τόνδε ἐπιθύων πάλιν τρωγλῖτιν ζμύρναν τῷ αὐτῷ σχήματι. πῦρ δὲ ἀνάψας ἔχε μυρσίνης κλάδον … ι … ον σείων καὶ χαιρέτιζε τὴν θεόν. ἔσται δέ σοι σημεῖον ἐν τάχει τοιοῦτο· ἀστὴρ αἴθων κατελθὼν στήσεται εἰς μέσον τοῦ δώματος καὶ κατʼ ὄμμα καταχυθὲν τὸ ἄστρον, ἀθρήσεις, ὃν ἐκάλεσας ἄγγελον πεμφθέντα σοί, θεῶν δὲ βουλὰς συντόμως γνώσῃ. σὺ δὲ μὴ δειλοῦ· πρόσιθι τῷ θεῷ, καὶ χεῖρα αὐτοῦ δεξιὰν λαβὼν κατφίλησον, καὶ λέγε ταῦτα πρὸς τὸν ἄγγελον· λαλήσει γάρ σοι συντόμως, πρὸς ὃ ἐὰν βούλῃ. σὺ δὲ αὐτὸν ἐξόρκιζε τῷδε τῷ ὅρκῳ, ὅπως ἀκίνητός σου τυγχάνων μείνῃ καὶ μὴ προσιγήσῃ μηδὲ παρακούσῃ ὅλως. ἐπὰν δέ σοι τοῦτον τὸν ὅρκον ἀποδῷ ἀσφαλῶς, χειροκρατήσας τὸν θεὸν καταπήδα, καὶ εἰς στενὸν τόπον ἐνεγκών, ὅπου κατοικεῖς, καθίστη. πρῶτον δὲ τὸν οἶκον στρώσας, καθὼς πρέπει, καὶ ἑτοιμάσας παντοῖα φαγήματα οἶνόν τε Μενδήσιον, προανάφερε εἰς τὸν θεόν, ὑπηρετοῦντος παιδὸς ἀφθόρου καὶ σιγὴν ἔχοντος, ἄχρις ἂν ἀπίῃ ὁ ἄγγελος. σὺ δὲ λόγους πρόπεμπε τῷ θεῷ· “ἕξω φίλον σε πάρεδρον, εὐεργέτην θεὸν ὑπηρετοῦντά μοι, ὡς ἂν εἴπω, τάχος, τῇ σῇ δυνάμει ἤδη ἔγγαιος, ναὶ ναί, φαῖνέ μοι, θεέ”. καὶ αὐτὸς σὺ λάλησον, ἀνακείμενος, πρὸς ἃ φράζει, συντόμως. πειρῶ δὲ θεοῦ τὸν ὁρκισμὸν αὐτόν, πρὸς ὃ θέλεις. ἐπὰν δὲ ὧραι γʹ γένωνται, καὶ εὐθὺς ἀναπηδήσει ὁ θεός. κέλευε δὲ τῷ παιδὶ κατὰ τὰς θύρας τρέχειν. λέγε δὲ· “χώρει, κύριε, θεὲ μάκαρ, ὅπου διηνεκῶς σὺ εἶς, ὡς βούλει”, καὶ ἀφανής ἐστιν ὁ θεός.
Αὕτη ἡ ἱερὰ λῆψις τοῦ παρέδρου. γινώσκεται, ὅτι οὗτός ἐστιν ὁ θεός· πνεῦμά ἐστιν ἀέριον, ὃ εἶδες. ἐὰν ἐπιτάξῃς, παραυτὰ τὸ ἔργον ἐπιτελεῖ· ὀνειροπομπεῖ, ἄγει γυναῖκας, ἄνδρας δίχα οὐσίας, ἀναιρεῖ, καταστρέφει, ἀναρίπτει ἀνέμους ἐκ γῆς, βαστάζει χρυσόν, ἄργυρον, χαλκόν, καὶ δίδωσί σοι, ὅταν χρεία γένηται, λύει δὲ ἐκ δεσμῶν ἀλύσεσι φρουρούμενον, θύρας ἀνοίγει, ἀμαυροῖ, ἵνα μηδεὶς καθόλου σε θεωρήσῃ, πυρφορεῖ, ὕδωρ φέρει, οἶνον, ἄρτον καὶ ὃ ἂν ἐθέλῃς ἐκ τῶν ἐδεσμάτων, ἔλαιον, ὄξος, χωρὶς ἰχθύων μόνων, λαχάνων δὲ πλῆθος, ὃ θέλεις, ἄξει, κρέας δὲ χοίρειον—τοῦτο ὅλως μὴ λέξῃς ποτὲ ἐνεγκεῖν. καὶ ὅτε βούλει δεῖπνον ποιῆσαι, λέγε· πᾶν χώρημα εὐπρεπὲς θεωρήσας κέλευε τούτῳ στρῶσαι ταχέως καὶ συντόμως· εὐθὺς περιθήσει χρυσόροφα δώματα, τοίχους τούτοις μαρμαρωθέντας ὄψῃ—καὶ ταῦτα ἡγεῖ τὰ μὲν ἀληθῆ, τὰ δὲ βλέπεσθαι μόνον—οἶνον δὲ πολυτελῆ, καθὼς πρέπει ἐξαρτίσαι τὸ δεῖπνον λαμπρῶς, συντόμως δαίμονας οἴσει καὶ τοὺς ὑπηρετοῦντάς σοι ζωστοὺς κοσμήσει. ταῦτα συντόμως ποιεῖ. καὶ ὁπόταν αὐτὸν κελεύσῃς διακονῆσαι, ποιήσει, καὶ ὄψῃ προτερήσαντα ἄλλοις· ἵστησι πλοῖα καὶ πάλιν ἀπολύει, ἵστησι πονηρὰ δαιμόνια πλεῖστα, θῆρας δὲ παύει καὶ ὀδόντας ῥήξει ἑρπετῶν ἀνημέρων συντόμως, κύνας δὲ κοιμίζει καὶ ἀφώνους ἵστησι, μεταμορφοῖ δὲ εἰς ἣν ἐὰν βούλῃ μορφὴν θηρίου πετηνοῦ, ἐνύδρου, τετραπόδου, ἑρπετοῦ. βαστάξει σε εἰς ἀέρα καὶ πάλιν ῥίψει σε εἰς κλύδωνα ποντίων ποταμῶν καὶ εἰς ῥύακας θαλασσίων, πήξει δὲ ποταμοὺς καὶ θάλασσαν συντόμως καὶ, ὅπως ἐνδιατρέχῃς σταδίως, ὡς βούλει. μάλιστα δὲ καθέξει σοῦ θελήσαντός ποτε τὸν ἀφρὸν ἁλίδρομον, καὶ ὅταν θέλῃς ἄστρα κατενεγκεῖν, ὁπόταν τε θέλῃς τὰ θερμὰ ψυχρὰ ποιῆσαι καὶ τὰ ψυχρὰ θερμά, λύχνους ἀνάψει καὶ κατασβέσει πάλιν, τείχη δὲ σείσει καὶ πυρίφλογα ποιήσει, δουλεύσει σοι ἱκανῶς εἰς ἃ ἂν ἐπινοήσῃς, ὦ μακάριε μύστα τῆς ἱερᾶς μαγείας, καὶ ἐπιτελέσει σοι ὁ κράτιστος πάρεδρος οὗτος, ὁ καὶ μόνος κύριος τοῦ ἀέρος, καὶ συνφωνήσουσι πάντα οἱ θεοί· δίχα γὰρ τούτου οὐδέν ἐστιν. μηδενὶ ἄλλῳ μεταδῷς, ἀλλὰ κρύβε, πρὸς Ἡλίου, ἀξιωθεὶς ὑπὸ τοῦ κυρίου θεοῦ, τὸ μέγα τοῦτο μυστήριον. ἔστιν δὲ ὁ λόγος ὁ λεγόμενος ἑπτάκις ἑπτὰ πρὸς ἥλιον ἐξορκισμὸς τοῦ παρέδρου· “ωρι πι... Ἀμοῦν τε αινθυφ πιχαρουρραιαλ καρφιουθ υμου ροθιρβαν οχαναυ μουναιχαναπταζω· ζων ταζωταζω· πταζω μαυϊας σουωρι σουω ωους σαραπτουμι σαραχθι α. ριχαμχω βιραθαυ ωφαυ φαυω δαυα· αυαντω ζουζω· αρρουζω ζωτουαρ θωμναωρι αυωι πταυχαρηβι αωυοσωβιαυ πταβαϊν ααααααα αεηιουωυωοιηεα χαχαχ χαχαχ χαρχαραχαχ Ἀμοῦν ω· ηϊ ϊαεωβαφρενεμουνοθιλαρικριφιαευεαϊφιρκιραλιθονυομενερφαβωεαϊ χαθαχ φνεσχηρ φιχρο φνυρω φωχωχοχ ϊαρβαθα γραμμη φιβαωχνημεω.” οὗτός ἐστιν ὁ λόγος ὁ λεγόμενος πρὸς ἥλιον ἑπτάκις ἑπτά. ἔστιν δὲ ὁ γλυφόμενος εἰς τὸν λίθον Ἡλίωρος ἀνδριὰς λεοντοπρόσωπος, τῇ μὲν ἀριστερᾷ χειρὶ κρατῶν πόλον καὶ μάστιγα, κύκλῳ δὲ αὐτοῦ δράκοντα οὐροβόρον, ὑπὸ δὲ τὸ ἔδαφος τοῦ λίθου τὸ ὄνομα τοῦτο — κρύβε· “αχα αχαχα χαχ χαρχαρα χαχ.” καὶ διειρήσας σπάρτῳ Ἀνουβιακῷ φόρει περὶ τὸν τράχηλον. λόγος Σελήνῃ· “ϊνουθω πτουαυμι· ανχαριχ· χαραπτουμι· ανοχα αβιθρου αχαραβαυβαυ βαραθιαν ατεβ δουανανου απτυρ πανορ παυραχ· σουμι φορβα· φοριφορβαραβαυ· βωηθ· αζα· φορ· ριμ μιρφαρ· ζαυρα· πταυζου· χωθαρπαραχθιζου· ζαιθ· ατιαυ ϊαβαυ καταντουμι βαθαρα χθιβι ανοχ.” ταῦτα εἰπὼν ὄψει τινὰ ἀστέρα ἐκ τοῦ οὐρανοῦ κατʼ ὀλίγον ἀναλυόμενον καὶ θεοποιούμενον. σὺ δὲ προσιὼν καὶ δεξάμενος τῆς χειρὸς καταφιλῶν λέγε τὸν αὐτὸν λόγον· “ωπταυμι ναφθαυβι μαιουθμου μητροβαλ· ραχηπτουμι αμμωχαρι αυθει· α. ταμαρα· χιωβιταμ· τριβωμις· αραχο ισαρι ραχι· Ἰακουβι ταυραβερωμι ανταβι ταυβι.” ταῦτά σοι εἰπόντι ἀποκριθήσεται, σὺ δὲ αὐτῷ λέγε· “τί ἐστιν τὸ ἔνθεόν σου ὄνομα; μήνυσόν μοι ἀφθόνως, ἵνα ἐπικαλέσωμαι αὐτό”. ἔστιν δὲ γραμμάτων ιεʹ· σουεσολυρ φθη μωθ. ἔστιν δὲ καὶ τὰ ἑξῆς λεγόμενα· “δεῦρό μοι, βασιλεῦ, καλῶ σε θεὸν θεῶν, ἰσχυρὸν, ἀπέραντον, ἀμίαντον, ἀδιήγητον, Αἰῶνα κατεστηριγμένον· ἀκίνητός μου γίνου ἀπὸ τῆς σήμερον ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τῆς ζωῆς μου”. ἔπειτα ἐρώτα αὐτὸν κατὰ τῶν αὐτῶν ὅρκων. ἐὰν τὸ ὄνομά σοι εἴπῃ, σὺ δὲ τῆς χειρὸς αὐτοῦ λαβὼν κάτελθε καὶ κατάκλινον αὐτόν, ὡς προεῖπον, παρατιθῶν αὐτῷ, ἐξ ὧν μεταλαμβάνεις βρωτῶν καὶ ποτῶν. ἐπὰν δὲ ἀπολύσῃς αὐτὸν, μετὰ τὸ ἀποστῆναι ἐπίθυε αὐτῷ τὰ προκείμενα καὶ σπένδε οἶνον, καὶ οὕτως τῷ κραταιῷ ἀγγέλῳ φίλος ἔσει· ἀποδημοῦντί σοι συναποδημήσει, πενομένῳ χρήματα δώσει, ἐρεῖ σοι τὰ μέλλοντα γενέσθαι καὶ πότε καὶ ποίῳ χρόνῳ, νυκτὸς ἢ ἡμέρας. ἐὰν δέ τίς σε ἐρωτήσῃ· “τί κατὰ ψυχὴν ἔχω”; ἢ· “τί μοι ἐγένετο ἤγε μέλλει γενέσθαι;” ἐπερώτα τὸν ἄγγελον, καὶ ἐρεῖ σοι σιωπῇ· σὺ δὲ ὡς ἀπὸ σεαυτοῦ λέγε τῷ ἐπερωτῶντί σε. τελευτήσαντός σου τὸ σῶμα περιστελεῖ, ὡς πρέπον θεῷ, σοῦ δὲ τὸ πνεῦμα βαστάξας εἰς ἀέρα ἄξει σὺν αὑτῷ. εἰς γὰρ Ἅιδην οὐ χωρήσει ἀέριον πνεῦμα συσταθὲν κραταιῷ παρέδρῳ· τούτῳ γὰρ πάντα ὑπόκειται. ὅταν δὲ θέλῃς τι πρᾶξαι, εἰς ἀέρα λέγε τὸ ὄνομα μόνον καὶ· “ἐλθέ”, καὶ ὄψῃ αὐτόν, καὶ ἐγγύς σου ἑστῶτα, καὶ λέγε αὐτῷ· “ποίησον τοῦτο τὸ ἔργον,” καὶ ποιεῖ παραυτὰ καὶ ποιήσας ἐρεῖ σοι· “τί ἄλλο βούλει; σπεύδω γὰρ εἰς οὐρανόν.” ἐὰν δὲ μὴ ἔχῃς παραυτὰ ἐπιτάξαι, λέγε αὐτῷ· “πορεύου, κύριε”, καὶ ἀπελεύσεται. οὕτως οὖν ὁ θεὸς ὑπὸ σοῦ μόνου θεωρηθήσεται, οὐδὲ φωνήν ποτε αὐτοῦ οὐδεὶς ἀκούσει λαλοῦντος, εἰ μὴ σὺ αὐτὸς μόνος. ἐρεῖ δέ σοι περὶ κατακλίσεως ἀνθρώπου, εἰ ζήσεται ἢ τελευτήσει, καὶ ποίᾳ ἡμέρᾳ καὶ ποίᾳ ὥρᾳ νυκτός. δώσει δέ σοι καὶ ἀγρίας βοτάνας καὶ πῶς θεραπεύσεις, καὶ ὡς θεὸς προσκυνηθήσει ἔχων τὸν θεὸν φίλον. ταῦτα εὖ ἀνύσει ὁ κραταιὸς πάρεδρος. ταῦτα οὖν μηδενὶ παραδίδου, εἰ μὴ μόνῳ σου ἰσχινῷ υἱῷ σου ἀξιοῦντι τὰ παρʼ ἡμῶν ῥηθέντα ἐνεργήματα. διευτύχει.» τὸ δὲ λεγόμενον πρὸς ἥλιον οὐδὲν ζητεῖ εἰ μὴ ϊαεωβαφρενεμουν — λόγος — καὶ ιαρβαθα — λόγος. Ἔστιν οὖν τοῦ πρωτοφυοῦς θεοῦ καὶ πρωτογενοῦς ῥυστική· «ἐπικαλοῦμαί σε, κύριε, κλῦθί μου, ὁ ἅγιος θεός, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, ᾧ αἱ Δόξαι παρεστήκασι διηνεκῶς· σὲ ἐπικαλοῦμαι, προπάτωρ, καὶ δέομαί σου, αἰωναῖε, αἰωνακτινοκράτωρ, αἰωνοπολοκράτωρ, ἐπὶ τοῦ ἑπταμερίου σταθείς χαω· χαω·χα·ουφ· χθεθωνϊμεεθηχρινϊα μερουμ ϊ Ἀλδα ζαω βλαθαμμαχωθ φριξα ηκε … φυηϊδρυμηω φερφριθω ϊαχθω ψυχεω φιριθμεω ρωσερωθ θαμαστρα φατιρι ταωχ ϊαλθεμεαχε· ὁ τὸ ῥίζωμα διακατέχων, ὁ τὸ ἰσχυρὸν ὄνομα ἔχων τὸ καθηγιασμένον ὑπὸ πάντων ἀγγέλων· ἐπάκουσόν μου, ὁ κτίσας δεκανοὺς κραταιοὺς καὶ ἀρχαγγέλους, ᾧ παρεστήκασιν μυριάδες ἀγγέλων ἄφατοι· κατʼ οὐρανὸν ἀνυψώθης, καὶ κύριος ἐπεμαρτύρησεν τῇ σοφίᾳ σου καὶ κατηυλόγησέν σου τὴν δύναμιν καὶ εἶπέν σε σθένειν καθʼ ὁμοιότητα αὐτοῦ, ὅσον καὶ αὐτὸς σθένει. ἐπικαλοῦμαί σε, κύριε τῶν πάντων, ἐν ὥρᾳ ἀνάγκης, ἐπάκουσόν μου, ὅτι θλίβεταί μου ἡ ψυχὴ καὶ ἀποροῦμαι ἁπάντων ἄβουλος· διὸ ἐλθέ μοι, ὁ κυριεύων πάντων ἀγγέλων, ὑπεράσπισόν μου πρὸς πᾶσαν ὑπεροχὴν ἐξουσίας δαίμονος ἀερίου καὶ εἱμαρμένης. ναί, κύριε, ὅτι ἐπικαλοῦμαί σου τὸ κρυπτὸν ὄνομα τὸ διῆκον ἀπὸ τοῦ στερεώματος ἐπὶ τὴν γῆν· αθηζοφωιμ ζαδηαγηωβηφιαθεαα Ἀμβραμι Ἀβρααμ θαλχιλθοε ελκωθωωηη αχθωνων σα Ἰσακ χωηϊουρθασιω Ἰωσϊα ϊχημεωωωω αωαεϊ, ἀνάσωσόν με ἐν ὥρᾳ ἀνάγκης». λέγε ἡλίῳ ἢ ὅπου ἐὰν καταληφθῇς. Ἀμαύρωσις ἀναγκαία· λαβὼν στέαρ ἢ ὀφθαλμὸν νυκτίβαυ καὶ κύλισμα κανθάρου καὶ ὀμφακνίνου μύρου λειοτριβήσας πάντα χρῖε ὅλον τὸ σωμάτιόν σου, καὶ πρὸς ἥλιον λέγε· «ἐξορκίζω σε τὸ μέγα ὄνομα βορκη φοιουρ ϊω ζιζια απαρξεουχ θυθη λαιλαμ αααααα ιιιιι ωωωω ϊεω ϊεω ϊεω ϊεω ϊεω ϊεω ϊεω ναυναξ αιαι αεω αεω ηαω» καὶ ὑγρὸν ποίει καὶ ἐπίλεγε· «ἀθεώρητόν με ποίησον, κύριε Ἥλιε, αεω ωαη εϊη ηαω, ἀπέναντι παντὸς ἀνθρώπου ἄχρι δυσμῶν ἡλίου ϊω ϊωω φριξ ριζω εωα.»
Μνημονική· λαβὼν χάρτην ἱερατικὸν γράψον τὰ προκείμενα ὀνόματα ζμυρνομέλανι Ἑρμαϊκῷ καὶ γράψας, ὡς πρόκειται, ἀπόκλυσον ἐς ὕδωρ πηγαῖον ἀπὸ ζʹ πηγῶν καὶ πίε αὐτὸ ἐπὶ ἡμέρας ζʹ νήστης ἐξ ἀνατολῆς οὔσης τῆς σελήνης. πῖνε δὲ τὸ ἀρκοῦν. ἔστιν δὲ τὰ γραφόμενα εἰς τὸ πιττάκιον· «καμβρη χαμβρη· σιξιωφι Ἁρπον Χνουφι βριντατηνωφριβρισκυλμααρουαζαρβαμεσεν κριφι νιπτουμι χμουμαωφ Ἀκτιωφι αρτωσι βιβιου βιβιου σφη σφη νουσι νουσι σιεγω σιεγω νουχα νουχα λινουχα λινουχα χυχβα χυχβα καξιω χυχβα δητοφωθ ιι αα οο υυ ηη εε ωω.» ταῦτα ποιήσας ἀπόκλυσον καὶ πίε, ὡς πρόκειται. ἔστιν δὲ καὶ τοῦ μελανίου ἡ σκευή· τρωγλῖτις ζμύρνα δραχμαὶ δʹ, ἰσχάδας Καρικὰς γʹ, φοινίκων Νικολάων ὀστέα ζʹ, στροβίλια ἄβροχα ζʹ, ἀρτεμισίας μονοκλώνου καρδίας ζʹ, ἴβεως «Ἑρμαϊκῆς πτερὰ ζʹ, ὕδωρ πηγαῖον. ταῦτα καύσας ποίει καὶ γράφε. Ἀμαύρωσις δοκίμη. μέγα ἔργον· λαβὼν πιθήκου ὀφθαλμὸν ἢ νέκυος βιοθανάτου καὶ βοτάνην ἀγλαοφωτίδος — τὸ ῥόδον λέγει — ταῦτα τρίψας σὺν ἐλαίῳ σουσίνῳ, τρίβων δὲ αὐτὰ ἐκ τῶν δεξιῶν εἰς τὰ εὐώνυμα λέγε τὸν λόγον, ὡς ὑπόκειται· ἀνάστηθι, δαίμων καταχθόνιε ιω Ἐρβηθ ιω Φορβηθ ιω Πακερβηθ ιω Ἀπομψ, ὃ ἐὰν ἐπιτάξω ὑμῖν ἐγὼ ὁ δεῖνα, ὅπως ἐπήκοοί μοι γένησθε.» ἐὰν δὲ θελήσῃς ἄφαντος γενέσθαι, χρῖσόν σου τὸ μέτωπον μόνον ἐκ τοῦ συνθέματος, καὶ ἄφαντος ἔσῃ, ἐφʼ ὅσον χρόνον θέλεις. ἐὰν δὲ θελήσῃς ἐμφαίνεσθαι, ἀπὸ δύσεως ἐρχόμενος εἰς ἀνατολὴν λέγε τὸ ὄνομα τοῦτο, καὶ ἔσει δηλωτικὸς καὶ ἔποπτος πᾶσιν ἀνθρώποις. ἔστιν δὲ τὸ ὄνομα· «Μαρμαριαωθ μαρμαριφεγγη, ποιήσατέ με, τὸν δεῖνα, ἔποπτον πᾶσιν ἀνθρώποις ἐν τῇ σήμερον ἡμέρᾳ, ἤδη, ἤδη, ταχύ, ταχύ.» ἔχει λίαν καλῶς.
Ἀπολλωνιακὴ ἐπίκλησις· λαβὼν κλῶνα δάφνης ἑπτάφυλλον ἔχε ἐν τῇ δεξιᾷ χειρὶ καλῶν τοὺς οὐρανίους θεοὺς καὶ χθονίους δαίμονας. γράψον εἰς τὸν κλῶνα τῆς δάφνης τοὺς ζʹ ῥυστικοὺς χαρακτῆρας. εἰσὶν οἱ χαρακτῆρες οἵδε· … τὸν μὲν πρῶτον χαρακτῆρα εἰς τὸ πρῶτον φύλλον, τὸν δεύτερον πάλιν οὕτως εἰς τὸ δεύτερον, ἄχρι λήξεως τῶν ζʹ φύλλων καὶ τῶν ζʹ χαρακτήρων. βλέπε δέ, μὴ ἀπολέσῃς φύλλον καὶ σεαυτὸν βλάψῃς· τοῦτο γὰρ μέγιστον σώματος φυλακτικόν, ἐν ᾧ πάντες ὑποτάσσονται καὶ θάλασσα καὶ πέτραι φρίσσουσι καὶ δαίμονες φυλάσσονται χαρακτήρων τὴν θείαν ἐνέργειαν, ἥνπερ μέλλεις ἔχειν. ἔστιν γὰρ φυλακτήριον μέγιστον τῆς πράξεως, ἵνα μηδὲν πτοηθῇς. ἔστιν δὲ ἡ πρᾶξις· λαβὼν λύχνον ἀμίλτωτον σκεύασον διὰ βυσσίνου ῥάκους καὶ ῥοδίνου ἐλαίου ἢ ναρδίνου καὶ στολίσας σεαυτὸν προφητικῷ σχήματι ἔχε ἐβεννίνην ῥάβδον ἐν τῇ λαιᾷ χειρὶ καὶ τὸ φυλακτήριον ἐν τῇ δεξιᾷ, τουτέστιν τὸν κλῶνα τῆς δάφνης, ἔχε δὲ ἐν ἑτοίμῳ λύκου κεφαλήν, ὅπως ἂν ἐπιθῇς τὸν λύχνον ἐπὶ τῆς κεφαλῆς τοῦ λύκου, καὶ βωμὸν ὠμὸν στησάμενος ἐγγὺς τῆς κεφαλῆς καὶ τοῦ λύχνου, ἵνα ἐπιθύσῃς τῷ θεῷ· καὶ εὐθέως εἰσέρχεται τὸ θεῖον πνεῦμα. ἔστιν δὲ τὸ ἐπίθυμα λύκου ὀφθαλμός, στύραξ, κιννάμωμον, βδέλλα καὶ ὅτι ἔντιμον ἐν τοῖς ἀρώμασι, καὶ σπονδὴν τέλεσον ἀπὸ οἴνου καὶ μέλιτος καὶ γάλακτος καὶ ὀμβρίου ὕδατος καὶ ποίει πλακοῦντας ζʹ καὶ πόπανα ζʹ. ταῦτα μέλλεις ὅλα ποιῆσαι ἐγγὺς τοῦ λύχνου, ἐστολισμένος καὶ ἀπεχόμενος ἀπὸ πάντων μυσαρῶν πραγμάτων καὶ πάσης ἰχθυοφαγίας καὶ πάσης συνουσίας, ὅπως ἂν εἰς μεγίστην ἐπιθυμίαν ἀγάγῃς τὸν θεὸν εἰς σέ. ἔστιν δὲ τὰ ὀνόματα, ἃ μέλλεις γράψαι εἰς τὸ βύσσινον ῥάκος καὶ ἐλλυχνιάσεις εἰς τὸν ἀμίλτωτον λύχνον· «αβεραμενθωουλερθεξ αναξ εθρενλυοω θνεμα ραιβαι· αεμινναε βαρωθερ ρεθωβαβ εανιμεα.» ὅταν τελέσῃς πάντα τὰ προειρημένα, κάλει τῇ ἐπαοιδῇ· «Ἄναξ Ἀπόλλων, ἐλθὲ σὺν Παιήονι, χρημάτισόν μοι, περὶ ὧν ἀξιῶ, κύριε. δέσποτα, λίπε Παρνάσιον ὄρος καὶ Δελφίδα Πυθὼ ἡμετέρων ἱερῶν στομάτων ἄφθεγκτα λαλούντων, ἄγγελε πρῶτε θεοῦ, Ζηνὸς μεγάλοιο, Ἰάω, καὶ σὲ τὸν οὐράνιονκόσμον κατέχοντα, Μιχαήλ, καὶ σὲ καλῶ, Γαβριὴλ πρωτάγγελε·δεῦρʼ ἀπʼ Ὀλύμπου, Ἀβρασάξ, ἀντολίῃς κεχαρημένος,ἵλαος ἔλθοις, ὃς δύσιν ἀντολίηθεν ἐπισκοπιάζεις, Ἀδωναί· πᾶσα φύσις τρομέει σε, πάτερ κόσμοιο, Πακερβηθ. ὁρκίζω κεφαλήν τε θεοῦ, ὅπερ ἐστὶν Ὄλυμπος, ὁρκίζω σφραγῖδα θεοῦ, ὅπερ ἐστὶν ὅρασις, ὁρκίζω χέρα δεξιτερήν, ἣν κόσμῳ ἐπέσχες, ὁρκίζω κρητῆρα θεοῦ πλοῦτον κατέχοντα, ὁρκίζω θεὸν αἰώνιον Αἰῶνά τε πάντων, ὁρκίζω Φύσιν αὐτοφυῆ, κράτιστον Ἀδωναῖον, ὁρκίζω δύνοντα καὶ ἀντέλλοντα Ἐλωαῖον, ὁρκίζω τὰ ἅγια καὶ θεῖα ὀνόματα ταῦτα, ὅπως ἂν πέμψωσί μοι τὸ θεῖον πνεῦμα καὶ τελέσῃ, ἃ ἔχω κατὰ φρένα καὶ κατὰ θυμόν. κλῦθι, μάκαρ, κλῄζω σε, τὸν οὐρανοῦ ἡγεμονῆα καὶ γαίης, χάεός τε καὶ Ἄϊδος, ἔνθα νέμονται … πέμψον δαίμονα τοῦτον ἐμαῖς ἱεραῖς ἐπαοιδαῖς νυκτὸς ἐλαυνόμενον προστάγμασιν σῆς ὑπʼ ἀνάγκης, οὗπερ ἀπὸ σκήνους ἐστὶ τόδε, καὶ φρασάτω μοι, ὅσσα θέλω γνώμῃσιν, ἀληθείην καταλέξας, πρηΰν, μειλίχιον μηδʼ ἀντία μοι φρονέοντα. μηδὲ σὺ μηνίσῃς ἐπʼ ἐμαῖς ἱεραῖς ἐπαοιδαῖς, ἀλλὰ φύλαξον ἅπαν δέμας ἄρτιον ἐς φάος ἐλθεῖν· ταῦτα γὰρ αὐτὸς ἔταξας ἐν ἀνθρώποισι δαῆναι. κλῄζω δʼ οὔνομα σὸν Μοίραις αὐταῖς ἰσάριθμον· αχαϊφω θωθω αϊη ϊαηϊα αϊη αϊη ϊαω θωθω φιαχα.» καὶ ὅταν εἰσέλθῃ, ἐρώτα αὐτόν, περὶ οὗ θέλεις, περὶ μαντείας, περὶ ἐποποιίας, περὶ ὀνειροπομπείας, περὶ ὀνειραιτησίας, περὶ ὀνειροκριτίας, περὶ κατακλίσεως, περὶ πάντων, ὅσων ἐστὶν ἐν τῇ μαγικῇ ἐμπειρίᾳ. στρῶσον δὲ θρόνον καὶ κλιντήριον διὰ βυσσίνων, σὺ δὲ στάθητι θύων διὰ τοῦ προειρημένου ἐπιθύματος. καὶ μετὰ τὴν ἐξέτασιν ἐὰν θέλῃς ἀπολῦσαι αὐτὸν τὸν θεόν, τὴν προειρημένην ἐβεννίνην ῥάβδον, ἣν ἔχεις χειρὶ ἐν τῇ λαιᾷ, μετένεγκον εἰς τὴν δεξιὰν καὶ τὸν κλῶνα τῆς δάφνης, ὃν ἔχεις ἐν τῇ δεξιᾷ χειρί, μετένεγκον εἰς τὴν ἀριστεράν, καὶ σβέσον τὸν καιόμενον λύχνον καὶ χρῶ τοῦ αὐτοῦ ἐπιθύματος λέγων ὅτι· «ἵλαθί μοι, προπάτωρ, προγενέστερε, αὐτογένεθλε· ὁρκίζω τὸ πῦρ τὸ φανὲν πρῶτον ἐν ἀβύσσῳ, ὁρκίζω τὴν σὴν δύναμιν, τὴν πᾶσι μεγίστην, ὁρκίζω τὸν φθείροντα μέχρις Ἄϊδος εἴσω, ἵνα ἀπέλθῃς εἰς τὰ ἴδια πρυμνήσια καὶ μή με βλάψῃς, ἀλλʼ εὐμενὴς γενοῦ διὰ παντός.»
« … ακρακαναρβα· καναρβα· αναρβα· ναρβα· αρβα· ρβα· βα· α.» λέγε ὅλον οὕτως τὸ ὄνομα πτερυγοειδῶς. «Φοῖβε, μαντοσύναισιν ἐπίῤῥοθος ἔρχεο χαίρων, Λητοΐδη, ἑκάεργε, ἀπότροπε, δεῦρʼ ἄγε, δεῦρο· δεῦρʼ ἄγε, θεσπίζων, μαντεύεο νυκτὸς ἐν ὥρῃ. αλλαλαλα· αλλαλαλα· σανταλαλα· ταλαλα.» λέγε τοῦτο τὸ ὄνομα καὶ αὐτὸ ἓν ὑφαιρῶν πτερυγοειδῶς. «εἴ ποτε δὴ φιλόνικον ἔχων κλάδον ἐνθάδε δάφνης σῆς ἱερῆς κορυφῆς ἐφθέγγεο πολλάκις ἐσθλά· καὶ νῦν μοι σπεύσειαςἔχων θεσπίσματʼ ἀληθῆ· λαητωνιον καὶ ταβαραωθʼ· αεω· εω, ἄναξ ἌπολλονΠαιάν, ὁ τὴν νύκτα ταύτην κατέχων καὶ ταύτης δεσποτεύων, ὁ τὴν ὥραντῆς εὐχῆς καὐτῆς κρατῶν. ἄγετε, κραταιοὶ δαίμονες, συνεργήσατέ μοι σήμερονἐπʼ ἀληθείας φθενγόμενοι σὺν τῷ τῆς Λητοῦς καὶ Διὸς υἱῷ.» ἐπίφερε δὲ καὶ τοῦτο, ὅπερ ἐν φύλλοις δάφνης γράφεται, καὶ μετὰ τὰ τοῦ πιττακίου, ὅπου ὁ ἀκέφαλος γράφεται, καὶ τίθεται πρὸς κεφαλῆς συνειλιχθέν. λέγεται δὲ καὶ εἰς τὸν λύχνον μετὰ τοῦ εἰσελθεῖν ἀπὸ τῆς εὐχῆς πρὶν κοιμηθῆναι, λιβάνου χόνδρον ἐπιτιθέντος σου τῇ θρυαλλίδι τοῦ λύχνου· «βοασοχ· ωεαη· ϊαωϊη· ωϊαη· ωϊαη· νιχαρο· πληξ· σθομ· ωθω … υ· ιε· ιω· ηϊ· Ἰαήλ, ιρμουχ· ωνορ· ωευε ϊυω· εαω· Σαβαώθ· θηοτη· παω·μιαχ σϊεου· ϊαω· ϊε· ϊεω … · ϊου ϊεου ϊω ϊηι ηω· ϊηαϊ ϊεωα· αεηϊουω.»
Πρὸς δὲ τὸ μνημνονεύειν τὰ λεγόμενα χρῶ συνθέματι τούτῳ· λαβὼν βοτάνην ἀρτεμισίαν, ἡλιοπάλιον, λίθον πνέοντα, κοκκούφατος καρδίαν τοῦ καὶ γυπαλέκτορος, τρίψας ὁμοῦ πάντα πρόσβαλε μέλιτος τὸ ἀρκοῦν καὶ χρῖέ σου τὰ χείλη, προλιβανωτίσας τὸ στόμα χόνδρῳ λιβάνου. Ποίησις αὕτη· ἑσπέρας μέλλων κοιμᾶσθαι ὀνείῳ γάλακτι καθᾶρόν σου τὴν στρωμνήν, κλάδους δὲ δάφνης ἔχων ἐν χερσίν, ὧν καὶ ποίησις ὑπόκειται, λέγε τὴν ὑποκειμένην ἐπίκλησιν. ἔστω δὲ ἡ στρωμνὴ χαμαὶ ἢ ἐπὶ καθαρῶν θρύων ἢ ἐπὶ ψιάθου, κοιμῶ δὲ ἐπὶ τοῦ δεξιοῦ πλευροῦ χαμαί τε καὶ ἐν ὑπαίθρῳ. ποίει δὲ τὴν ἐπίκλησιν μηδενὶ δοὺς ἀπόκρισιν, ἐπίθυε δὲ ἐπικαλούμενος λίβανον ἄτμητον καὶ στροβίλους δεξιοὺς δώδεκα καὶ ἀλέκτορας ἀσπίλους βʹ, τῷ Ἡλίῳ ἕνα καὶ τῇ Σελήνῃ ἕνα, ἐν τῆ πρώτῃ ἡμέρᾳ, ἐπὶ χαλκοῦ ἢ γηίνου θυμιατηρίου. ἐν δεξιᾷ τὸν χαρακτῆρα τοῦτον γράφε καὶ πρὸς τῇ ὀρθῇ αὐτοῦ ὑπογραμμῇ κοιμῶ. εὐχόμενος δὲ στέφανον ἔχε δάφνινον τοιοῦτον· λαβὼν κλῶνας δάφνης ιβʹ καὶ ποιήσας ἀπὸ μὲν τῶν ζʹ κλάδων στέφανον, τοὺς δὲ λοιποὺς ἄλλους πέντε συνδήσας ἔχε ἐν τῇ χειρὶ τῇ δεξιᾷ εὐχόμενος καὶ μετʼ αὐτῆς κοιμῶ ἐν τῷ αὐτῷ σχήματι, γράφε δὲ σμυρνομέλανι τῷ σοι δηλουμένῳ ἐν πίννῃ λι … καὶ κάτεχε εὐχόμενος μετὰ τῆς δάφνης ὀνόματα, ὧν ἀρχή ἐστιν ἥδε· βολσοχ καὶ τὰ ἑξῆς. τὰ δὲ κατὰ κλάδον εἰς ἕκαστον φύλλον γραφόμενα ὀνόματα· «υεσσεμμιγαδων ορθω· Βαυβώ· νοηρε· σοιρε· σοιρη σανκανθαρα· Ἐρεσχιγάλ. σανκιστη· δωδεκακιστη·ἀκρουροβόρε· κοδηρε.» γράφε ὀνόματα ιβʹ. ἔστιν δὲ τὸ μέλαν τόδε· σμύρναν καὶ πεντεδάκτυλον βοτάνην καὶ ἀρτεμισίαν καύσας ἁγνῶς λειοτρίβησον καὶ χρῶ. λαβὼν κλάδον δάφνης καὶ κύμινον Αἰθιοπικὸν καὶ στρύχνον βοτάνην ὁμοῦ τρῖψον, καὶ ὕδωρ καινοῦ φρέατος ὀρυγέντος πρὸ μηνῶν εʹ ἢ ἐντὸς ἐτῶν εʹ ἢ ὃ ἐὰν καταλάβῃς ἀπὸ πρώτης ἡμέρας τῇς ὀρύξεως, ἐν ἀγγείῳ ὀστρακίνῳ ἀνενεγκὼν καὶ ἐμβαλὼν εἰς τὸ ὕδωρ τὰ τετριμμένα, ἔασον ἐπὶ νύκτας μόνας γʹ καὶ ἐπικαλούμενος εἰς τὸ οὖς σου τὸ δεξιὸν βάλε ὀλίγον. πρὸς δὲ τὸ μνημονεύειν σε εἰς φύλλον πεντεδακτύλου βοτάνης γράψον τὸν ὑποκείμενον χαρακτῆρα καὶ ἔχε ἐν τῷ στόματι κοιμώμενος, γράψας σμυρνομέλανι· ἔστιν δὲ … . ἄρχου δὲ τῆς προκειμένης ἐπικλήσεως ἀπὸ ζʹ τῆς σελήνης, μέχρις ὅταν ὑπακούσῃ καὶ συσταθῇς αὐτῷ. εἰσὶν δὲ καὶ ἄλλοι ἐπάναγκοι· προσφέρονται δὲ πάντες τῇ σελήνῃ μετὰ τὴν αʹ ἡμέραν ἢ δευτέραν. ἐὰν οὖν μὴ φανῇ, ἐπίθυε κριοῦ μέλανος ἐγκέφαλον, τῇ τρίτῃ τὸν ὄνυχα τὸν μικρὸν τοῦ ἐμπροσθιδίου δεξιοῦ ποδός, τὸν ἐπὶ τοῦ σφυροῦ, τῇ τετάρτῃ ἐγκέφαλον ἴβεως, τῇ πέμπτῃ τὸ ὑπογεγραμμένον ζῴδιον εἰς χάρτην γράψας τῷ σμυρνομέλανι, περιειλήσας ῥάκει ἀπὸ βιοθανάτου βάλε εἰς ὑποκαύστραν βαλανείου. ἔνιοι δὲ οὐκ εἰς ὑποκαύστραν· σφοδρὸν γάρ ἐστιν, ἀλλʼ ὑπερκρεμνῶσιν τοῦ λύχνου ἢ ὑποκάτω αὐτὸ τιθέασιν. ἐν ἄλλῳ δὲ οὕτως εὗρον· ἐὰν μὴ οὕτως ὑπακούσῃ, ἐνειλήσας τῷ αὐτῷ ῥάκει τὸ ζῴδιον βάλε εἰς ὑποκαύστραν βαλανείου τῇ πέμπτῃ ἡμέρᾳ, μετὰ τὴν ἐπίκλησιν λέγων· «αβρι· καὶ αβρω· εξαντιαβιλ· θεὲ θεῶν, βασιλεῦ βασιλέων, καὶ νῦν μοι ἐλθεῖν ἀνάγκασον φίλον δαίμονα χρησμῳδόν, ἵνα μὴ εἰς χείρονας βασάνους ἔλθω τὰς κατὰ τῶν πιττακίων.» ἐπὶ δὲ τούτοις ἐὰν μὴ ὑπακούσῃ ἔλαιον καλὸν καθαρὸν ῥαφάνινον ἐπίχεε παιδὶ ἀφθόρῳ γυμναζομένῳ καὶ ἀναλαβὼν σκεύαζε λύχνον ἀμίλτωτον, καὶ κείσθω ἐπὶ λυχνίας πεπλασμένης ἐκ παρθένου γῆς, τινὲς δὲ καὶ τῷ θυμιατηρίῳ ἐπιχέουσι τοῦ ἐλαίου· ἐὰν δὲ αἴσθῃ πληγῆς, μάσησιν τοῦ κυμίνου μετὰ ἀκράτου κατάπιε. τὸ δὲ προκείμενον ζῴδιον, ὡς προγέγραπται, μετὰ τῶν χαρακτήρων καὶ τοῦ ὑποκειμένου λόγου γράφε ζμύρνῃ διπλοῦν εἰς χάρτην ἱερατικόν. καὶ τούτων τὸ μὲν ἓν ἔχων ἐπικαλεῖ, κοιμώμενος ἐν τῇ δεξιᾷ χειρὶ κατέχων καὶ ὑποθεὶς τῇ κεφαλῇ, τὸ δὲ ἕτερον τῆς χρείας τοῦ ἐπανάγκου καλούσης τῷ προειρημένῳ ῥάκει ἐνειλήσας χρήσει, ὡς ὑπόκειται. Ἄλλως ποίησις· λαβὼν κλάδον δάφνης γράφε τὰ βʹ ὀνόματα κατὰ φύλλων, ἕν· «ακρακαναρβα· κρακαναρβα· ρακαναρβα· ακαναρβα· καναρβα· αναρβα· ναρβα· αρβα ρβα βα α·» καὶ τὸ ἕτερον· «σανταλαλα· ανταλαλα· νταλαλα· ταλαλα· αλαλα· λαλα· αλα· λα· α.» λαβὲ δὲ ἄλλον κλάδον δωδεκαφύλλον, ἐφʼ ᾧ ἐπίγραφε τὸ καρδιακὸν ὄνομα τὸ ὑποκείμενον, ἀρξάμενος τοῦτο ἀπὸ ἱερογλώσσου. ἔστιν δὲ τοῦτο· … καὶ τὸν μὲν κλῶνα τὸν ἐγγεγραμμένον τοῖς δύο ὀνόμασι ποίει σεαυτῷ στέφανον, περιπλέξας αὐτῷ στέφος, ὅ ἐστιν λευκὸν ἔριον, ἐκ διαστημάτων δεδεμένον φοινικῷ ἐρίῳ, κατερχέσθω δὲ ἐπὶ τὰς κατακλεῖδας παρειμένον. ἐπαρτήσεις δὲ καὶ τῷ δωδεκαφύλλῳ κλάδῳ ὁμοίως στέφος, συνίστα δὲ σεαυτὸν τῷ θεῷ οὕτως· ἔχων ὁλόλευκον ἀλέκτορα καὶ στρόβιλον, καὶ οἶνον σπένδων αὐτῷ ἄλειψον καὶ περίμενε εὐχόμενος, ἕως ἡ θυσία ἀποσβῇ, σύνχριε δέ σε ὅλον τῷ συνθέματι τούτῳ· δαφνίδας, κύμινον Αἰθιοπικόν, στρύχνον καὶ Ἑρμοῦ δάκτυλον. ἐρεῖς δὲ καὶ πρὸς τὸν λύχνον ταῦτα· «περφαηνω … διαμανθω … λ· διαμενχθωθ· περπερχρη ωανουθ φρουμεν· θορψου.» τὸ δὲ κύριον· «ακτι καρα αβαιωθ· κύριε θεέ, θεοῦ ὑπηρέτα, ἐπέχων τὴν νύκτα ταύτην, παράστα μοι, Ἄπολλον Παιάν.» κοιμῶ τὴν κεφαλὴν ἔχων πρὸς νότον. χρῶ δὲ ἐν τοῖς ἀνατολικοῖς, σελήνης οὔσης ἐν διδύμοις … . — τετάρτη κλῆσις· — «Δάφνη, μαντοσύνης ἱερὸν φυτὸν Ἀπόλλωνος, ἧς ποτε γευσάμενος πετάλων ἀνέφηνεν ἀοιδὰς αὐτὸς ἄναξ σκηπτοῦχος, Ἰήιε, κύδιμε Παιάν, ἐν Κολοφῶνιναίων, ἱερῆς ἐπάκουσον ἀοιδῆς. ἐλθὲ τάχος δʼ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν μοι ὁμιλῶν,ἀμβροσίων στομάτων τε σταθεὶς ἔμπνευσον ἀοιδάς, αὐτός, ἄναξμολπῆς, μόλε, κύδιμε μολπῆς ἀνάκτωρ. κλῦθι, μάκαρ, βαρύμηνι, κραταιόφρων,κλύε, Τιτάν, ἡμετέρης φωνῆς νῦν, ἄφθιτε, μὴ παρακούσῃς. στῆθι, μαντοσύνηνἀπʼ ἀμβροσίου στομάτοιο ἔννεπε τῷ ἱκέτῃ, πανακήρατε, θᾶττον, Ἄπολλον.» — τοῦ ἡλίου ἀνατέλλοντος λέγε· — χαιρετισμός· «χαῖρε, πυρὸς ταμία, τηλεσκόπε κοίρανε κόσμου, Ἠέλιε κλυτόπωλε, Διὸς γαιήοχον ὄμμα, παμφαές, ὑψικέλευθα, διιπετές, οὐρανοφοῖτα, αἰγλήεις, ἀκίχητε,παλαιγενές, ἀστυφέλικτε, χρυσομίτρη, φαλεροῦχε, πυρισθενές, αἰολοθώρηξ, πωτήεις, ἄκαμνε, χρυσήνιε, χρυσοκέλευθα, πάντας δʼ εἰσορόων τε καὶ ἀμφιθέων καὶ ἀκούων· σοὶ φλόγες ὠδίνουσι φεραυγέες ἤματος Ὄρθρον, σοὶ δὲ μεσημβριόωνταπόλον διαμετρήσαντι Ἀντολίη μετόπισθε ῥοδόσφυρος εἰς ἑὸν οἶκον ἀχνυμένη στείχει, πρὸ δέ σου Δύσις ἀντεβόλησεν Ὠκεανῷ κατάγουσα πυριτρεφέωνζυγὰ πώλων, Νὺξ φυγὰς οὐρανόθεν καταπάλλεται, εὖτʼ ἂν ἀκούσῃ πωλικὸν ἀμφὶ τένοντα δεδουπότα ῥοῖζον ἱμάσθλης, ααααααα· εεεεεεε· ηηηηηηη· ιιιιιιι· οοοοοοο· υυυυυυυ· ωωωωωωω· Μουσάων σκηπτοῦχε, φερέσβιε, δεῦρό μοι ἤδη, δεῦρο τάχος δʼ ἐπὶ γαῖαν, Ἰήιε κισσεοχαίτα. μολπὴν ἔννεπε, Φοῖβε, διʼ ἀμβροσίου στομάτοιο· χαῖρε, πυρὸς μεδέων,αραραχχαρα ηφθισικηρε, καὶ Μοῖραι τρισσαὶ Κλωθώ τʼ Ἄτροπός τε Λάχις τε. σὲ καλῶ, τὸν μέγαν ἐν οὐρανῷ, ἀεροειδῆ, αὐτεξούσιον, ᾧ ὑπετάγη πᾶσα φύσις, ὃς κατοικεῖς τὴν ὅλην οἰκουμένην, ὃν δορυφοροῦσιν οἱ δεκαὲξ γίγαντες, ἐπὶ λωτῷκαθήμενος καὶ λαμπυρίζων τὴν ὅλην οἰκουμένην· ὁ καταδείξας ἐπὶ τῆς γῆς ζῶα· σὺ τὸ ἱερὸν ὄρνεον ἔχεις ἐν τῇ στολῇ ἐν τοῖς πρὸς ἀπηλιώτην μέρεσιν τῆς ἐρυθρᾶς θαλάσσης, ὥσπερ ἔχεις ἐν τοῖς πρὸς βορρᾶ μέρεσι μορφὴν νηπίου παιδὸς ἐπὶ λωτῷ καθημένου, ἀντολεῦ, πολυώνυμε,σενσενγεν· βαρφαραγγης· ἐν δὲ τοῖς πρὸς νότον μέρεσι μορφὴν ἔχεις τοῦ ἁγίου ἱέρακος, διʼ ἧς πέμπεις τὴν εἰς ἀέρα πύρωσιν, τὴν γινομένην λερθεξ αναξ· ἐν δὲ τοῖς πρὸς λίβα μέρεσι μορφὴν ἔχεις κορκοδείλου, οὐρὰνὄφεως, ἔνθεν ἀφίων ὑετοὺς καὶ χιόνας· ἐν δὲ τοῖς πρὸς ἀπηλιώτην μέρεσι δράκοντα ἔχεις πτεροφυῆ, βασίλειον ἔχων ἀεροειδῆ, ᾧ κατακρατεῖς τοὺς ὑπʼ οὐρανοῦ καὶ ἐπὶ γῆς ἐρισμούς· θεὸς γὰρ ἐφάνης τῇ ἀληθείᾳ, ιω· ιω Ἐρβηθ Ζάς, Σαβαώθ· σμαρθ Ἀδωναΐ· σουμαρτα ϊαλου· βαβλα· υαμμοληενθιω· πετοτουβιηθ· ιαρμιωθ· λαιλαμψ· χωουχ· Ἁρσενοφρη· ηυ Φθᾶ ηωλι· κλῦθί μοι, μέγιστε θεὲ Κόμμης, τὴν ἡμέραν φωτίζων, ναθμαμεωθ· ὁ νήπιος ἀνατέλλων μαϊραχαχθα· ὁ τὸν πόλον διοδεύων θαρχαχαχαν· ὁ ἑαυτῷ συνγινόμενος καὶ δυναμούμενος, προσαυξητὰ καὶ πολύφωτε, κτίστασεσενγενβαρφαραγγης ὑδάτων, φέριστε θεὲ Κόμμη, Κόμμη ϊασφη· ϊασφη· βιβιου· βιβιου· νουσι· νουσι· σιεθων· σιεθων· Ἁρσαμωσι Ἁρσαμωσι· νουχα· νουχα· η· ηι· ομβριθαμ· βριθιαωθ· αβεραμεν θωουθ λερθεξ αναξ· εθρελυοωθ·νεμαρεβα, ὁ μέγιστος καὶ ἰσχυρὸς θεός· ἐγώ εἰμι ὁ δεῖνα, ὅστις σοι ἀπήντησα, καὶ δῶρόν μοι ἐδωρήσω τὴν τοῦ μεγίστου σου ὀνόματος γνῶσιν, οὗ ἡ ψῆφος θϡϙθʹ· ιη· ιε· ια· ιαη· ιαε … ιευ· ιηα· ιωα· ιευ· ιηι· ηια· εα· εη· ηε· ωη· ηω· εηε· εεη· ηεε· ααω· ωεα· εαω· ωι· ωε· ηω· εη· εαε· ιιι· οοο· υυυ· ωωω· ιυ· ευ. ου· ηεα· ιηεα· εαε· εια· ιαιε· ιηα· ιου· ιωε· ιου· ϊη· ϊη· ϊη· ϊηϊε· Παιάν, Κολοφώνιε Φοῖβε, Παρνήσσιε Φοῖβε, Καστάλιε Φοῖβε· ιηεα· ιη· ιω· ιυ· ιε· ιωα· ιηα· ευα· ωεα· ευηα· ωευα· ευωα· ευιε· ευιαε· ευε· ευη· ευιε· ευω· ϊευαε· ευηαε· ὑμνήσω Μέντορι Φοίβῳ … αρεωθ· ιαεωθ· ιωα· ιωηα· αε· οωε· αηω· ωηα· ηωα· αηε· ιε· ιω· ιωιω· ιεα· ιαη· ιεου· εουω· αα … αηω· εε· εηυ· ηη· εηα· χαβραχ φλιες κηρφι κροφι νυρω φωχω βωχ· σὲ καλῶ, Κλάριε Ἄπολλον εηυ· Καστάλιε· αηα· Πύθιε· ωαε· Μουσῶν Ἄπολλον ιεω … ωεϊ.» Ποίησις τῆς πράξεως· τῇ πρώτῃ ἡμέρᾳ ὄνυχας προβάτου, τῇ δευτέρᾳ αἰγὸς ὄνυχας, τῇ τρίτῃ λύκου τρίχας ἢ ἀστράγαλον. τούτοις τοῖς ἐπιθύμασι χρῶ εἰς τὰς ἄλλας γʹ ἡμέρας· τῇ ἑβδόμῃ, ὅταν μὴ ἔλθῃ, ῥάκος ἀπὸ βιαίου ἐνλύχνιον ποιήσας ἅψον λύχνον ἀπὸ ἐλαίου καθαροῦ καὶ δίωκε τοὺς προκειμένους λόγους ἱκετεύων καὶ παρακαλῶν τὸν θεὸν εἰς εὐμένειαν ἥκειν· ἔστω δέ σου ὁ τόπος ἁγνὸς ἀπὸ παντὸς μυσεροῦ, καὶ ἁγνεύσας καθαρίως προκατάρχου τῆς τοῦ θεοῦ ἱκεσίας· ἔστιν γὰρ μεγίστη καὶ ἀνυπέρβλητος. πρᾶξις· λαβὼν πηλὸν καθᾶρον τὰς φλιὰς τοῦ κοιτῶνος, ἐν ᾧ ἁγνεύεις, καὶ οὕτω πηλώσας ἐπίγραφε τὰ γραφόμενα ταῦτα χαλκῷ γραφείῳ εἰς τὴν δεξιὰν φλιάν· ἔστι δὲ τὰ γραφόμενα Ἁρσαμωσι· νουχα· … υχα· … ηι ηι ια ια ιε ηυ Ἀβρασαξλερθεμινωθ· εἰς δὲ τὴν ἀριστερὰν ὁμοίως φλιάν· ιωε· ηωα· ηιεα· ιαια· ιειαιηεα·Ἁρπον Κνουφι — ὁ λόγος — εἰς τὰ ἐπάνω τῆς θύρας αα εε Μιχαήλ· ηια· ευω· υαε· ευω· ιαε· εἰς δὲ τὴν ὑποκάτω τὸν κάνθαρον, ὡς περιέχει, χρίσας αἷμα αἰγός, ἐκτὸς τοῦ κοιτῶνος· ἔστω δὲ ὁ θρόνος καθαρὸς καὶ ἐπάνω σινδόνιον καὶ ὑποκάτω ὑποπόδιον. ἐπίγραφε δὲ εἰς τὸν θρόνον, εἰς τὰ ὑποκάτω· «ιη· ιεα ιωαυ Δαμναμενεὺς αβραη· αβραω αβραωα· δέσποτα Μουσῶν, ἵλαθί μοι, τῷ σῷ ἱκέτῃ, καὶ ἔσο εὐμενὴς καὶ εὐίλατος, φάνηθί μοι καθαρῷ τῷ προσώπῳ.» ἀκέφαλος Σαβαώθ ιηεα ηωαε ααα αααα εεεε ι εεε ηηηηηηη ιιιιιιι οοοοοοο υυυυυυυ ωωωωωωω υα ια αευ ιε υεα ιη ωω ια ιηα ω α α ιι ιη εε ε α χαμψουρη υεαωα, Δαμναμενευς Σεμεσιλαμ· τοῦτο δὲ τὸ ζῴδιον γράφεται εἰς τὸ ῥάκος τοῦ βιαίου καὶ βάλλεται εἰς λύχνον καθαρόν. σενσενγεν βαρφαραγγης ωηεα ιωαε.
Μαθὼν δὲ ἅπαντα ἀπολύσεις δοξοποιήσας ἀξίως· ῥάνας αἵματι περιστερᾶς καὶ ἐπιθύσας ζμύρναν εἰπέ· «ἄπελθε, δέσποτα, χορμου· χορμου· οζοαμοροιρωχ· κιμνοιε· εποζοι· εποιμαζου· σαρβοενδοβαιαχχα· ϊζομνει προσποι· επιορ χώρει, δέσποτα, εἰς τοὺς σοὺς τόπους, εἰς τὰ σὰ βασίλεια καταλείψας ἡμῖν τὴν ἰσχὺν καὶ τὴν εἰς σὲ εἰσάκουσιν.»
Λαβὼν αἴλουρον ἐκποίησον Ἑσιῆν ἐμβαλὼν τὸ σῶμα ἐς τὸ ὕδωρ· ἐν ᾧ πνίγεις, λέγε εἰς τὸν νῶτον. λόγος ὁ ἐπὶ τῆς πνίξεως· «δεῦρό μοι, ὁ ἐπὶ τῆς μορφῆς τῆς τοῦ Ἡλίου, ὁ αἰλουροπρόσωπος θεός, καὶ ἰδὲ σοῦ τὴν μορφὴν τὴν ἀδικουμένην ὑπὸ τῶν ἀντιδίκων σου, τῶν δεῖνα, ἵνα ἀνταποδῇς αὐτοῖς καὶ καταπράξῃς τὸ δεῖνα πρᾶγμα, ὅτι ἐπικαλοῦμαί σε, ἱερὸν πνεῦμα· ἴσχυσον καὶ εὐτόνησον κατὰ τῶν ἐχθρῶν σου, τῶν δεῖνα, ὅτι ἐξορκίζω σε κατὰ τῶν σῶν ὀνομάτων βαρβαθιαω βαιν χωωωχ νιαβωαιθαβραβ σεσενγεν βαρφαραργησ … φρειμϊ, ἔγειρόν μοι σεαυτόν, αἰλουροπρόσωπος θεός, καὶ ποίησον τὸ δεῖνα πρᾶγμα». κοινά.
λαβὼν δὲ τὸν αἴλουρον ποίησον λάμνας τρεῖς, μίαν μὲν ἐν τῷ πρωκτῷ, μίαν δὲ ἐν τῷ στόματι, μίαν ἐν τῷ λάρυγγι, καὶ τὸν λόγον ὑπὲρ τὸ πρᾶγμα γράψον εἰς χάρτην καθαρὸν κινναβάρει, εἶτα τὰ ἅρματα καὶ τοὺς ἡνιόχους καὶ τοὺς δίφρους καὶ τοὺς μονάτορας, καὶ περιέλιξον εἰς τὸ σῶμα τοῦ αἰλούρου καὶ θάψον καὶ ἅψον λύχνους ἑπτὰ ἐπάνω πλίνθων ζʹ ὠμῶν καὶ θῦσον, αὐτῷ καπνίζων στύρακα καὶ εὐφραίνου. ἔχε σῶμα αὐτοῦ καὶ καταφύλαττε αὐτὸν ἢ ἐν μνήματι ἢ ἐν τῶ τόπῳ τοῦ τάφου δῦσον … ο χρώμασι … . ας καὶ ταφ … θὲς, βλέπων τῷ ἀπηλιώτῃ, χωσ … λέγων· «ἄγγελε … Σημέα χθονία … ονε· δὸς ἀσφα … μητε χθόνιε, τὸν ἵππων δρόμον … ιακτωρη … · ἕχε … · ν κατεχ … φωκ ενσεψευ αρειστα … μοι τὸ πνεῦμα … τόπου δαίμονα … καὶ γενηθήτω μοι τὸ δεῖνα πρᾶγμα ἤδη, ἤδη, ταχύ, ταχύ· ὅτι ὁρκίζω σε τὸν τόπον τοῦτον, τὴν ὥραν ταύτην κατὰ τοῦ ἀπαραιτήτου θεοῦ … θα χωχα ειν χουχεωχ καὶ κατὰ τοῦ μεγάλου χθονίου θεοῦ αριωρ ευωρ καὶ κατὰ τῶν ἐπικειμένων σοι ὀνομάτων· ποίησον τὸ δεῖνα πρᾶγμα.» κοινά. ἄρας δὲ τὸ ὕδωρ τὸ ἀπὸ τῆς πνίξεως ῥᾶνον ἐπὶ τῷ σταδίῳ ἢ ἐν τῷ τόπῳ, ὅπου πράσσεις· λόγος λεγόμενος, ὅτε ῥαίνεις, εἰς τὸ ὕδωρ τῆς πνίξεως, οὗτος· «ἐπικαλοῦμαί σε, τῶν πάντων ἀνθρώπων γενέτειρα, τὴν συναναγκασαμένην τὰ μέλη τοῦ Μελιούχου καὶ αὐτὸν Μελιοῦχον οροβαστρια Νεβουτοσουαληθ, ἀρκυία, νεκυία, Ἑρμῆ, Ἑκάτη, Ἑρμῆ, Ἑρμεκάτη ληθ· αμουμαμουτερμυωρ· ὁρκίζω σε, τὸν ἐν τῷ τόπῳ τούτῳ ἐπηγηρμένον δαίμονα, καὶ σέ, τὸν δαίμονα τοῦ αἰλούρου πνευματωτοῦ· ἐλθέ μοι ἐν τῇ σήμερον ἡμέρᾳ καὶ ἀπὸ τῆς ἄρτι ὥρας καὶ ποίησόν μοι τὸ δεῖνα πρᾶγμα.» κοινά, ὅσα θέλεις. χυχβαχυχ βαχαχυχ βαχαξιχυχ· βαζαβαχυχ· βαιαχαχυχ· βαζητοφωθ βαιν χωωωχ· ανιβωωω χωχε, … φιωχεν γηβρωχθω μυσαγαωθ χεωω … ω Σαβαώθ, ευλαμωσι· ηηλαξιμα … θαχωχαξ ϊν χουχεωχ· ἐν μὲν τῷ αʹ καὶ γʹ πετάλῳ, ἐν ᾧ ὁρκίζεις, ἐστὶν τοῦτο· ϊαεω … αεω βαφρενεμουν οθιλαρικριφθναιυιανθφιρκιραλιθονυομενερ φαβωεα «αβλαναθαναλβα αβλαναθαναλβα.» κ … ἐπὶ δὲ τῷ βʹ πετάλῳ τιθεμένῳ διὰ τῶν καμαρῶν ἐστὶν τοῦτο· «τρεβα αβεραμενθωουθλερα εξαναξεθρελθυοωεθνεμαρεβα». καρδιακῶς, ὡς βότρυς. «Ἰωερβηθ ιωπακερβηθ ιωβολχοσηθ ιωαπομψ ιωπαταθναξ ιωακουβια ιωσηθ φωκενσεψευ αρεκταθουμισακται ποίησον τὸ Δεῖνα πρᾶγμα.» — κοινὰ ὅσα θέλεις —
«ὁρκίζω σε, τὸν ἐν τῷ τόπῳ τούτῳ μὲν ἄγγελον κραταιὸν καὶ ἰσχυρὸν τοῦ ζώου τούτου· ἔγειρόν μοι σεαυτὸν καὶ ποίησον τὸ δεῖνα πρᾶγμα καὶ ἐν τῇ σήμερον ἡμέρᾳ καὶ ἐν πάσῃ ὥρᾳ καὶ ἡμέρᾳ· ἔγειρόν μοι σεαυτὸν κατὰ τῶν ἐχθρῶν μου, τῶν δεῖνα, καὶ ποίησον τὸ δεῖνα πρᾶγμα κοινά, ὅτι ὁρκίζω σε Ἰάω, Σαβαώθ, Ἀδωναί, Ἀβρασὰξ καὶ κατὰ τοῦ μεγάλου θεοῦ Ἰαεω — λόγος — αεηιουω ωυοιηεα χαβραξ φνεσκηρ φιχο φνυροφωχωβωχ αβλαναθαναλβα ακραμμαχαμαρι σεσενγενβαρφαραγγης Μίθρα ναμαζαρ αναμαρια Δαμναμενεῦ, χευχθωνιεθορτοει, ἅγιε βασιλεῦ, ὁ ναυτικός, ὁ τὸν οἴακα κρατῶν κυρίου θεοῦ· ἔγειρόν μοι σεαυτόν, αἰλουροπρόσωπος μέγας, οἴακα κρατῶν θεοῦ, ποίησον τὸ δεῖνα πρᾶγμα — κοινά — ἀπὸ τῆς σήμερον ἡμέρας ἤδη ἤδη, ταχὺ ταχύ. συντέλεσόν μοι τὸ δεῖνα πρᾶγμα, κοινὰ ὅσα θέλεις, κραταιὲ Σὴθ Τυφῶν, καὶ ἀνόμησον τῷ σθένει σου καὶ κατάστρεψον τὸ δεῖνα πρᾶγμα ἐν τῷ τόπῳ τούτῳ … τιοὶρι, ὡς ἂν κελεύσω τῷ εἰδώλῳ σου, ὅτι ὁρκίζω σε Μασκελλι Μασκελλω — λόγος· συντέλεσόν μοι τοῦτο τὸ δεῖνα πρᾶγμα ἐπὶ τῇ μορφῇ σου, αἰλουροπρόσωπος ἄγγελος, συντέλεσόν μοι τὸ δεῖνα πρᾶγμα κοινά καὶ τὰ ἑξῆς γραφόμενα — εἰς ἄλλας χρείας.» ἐλθὼν πρὸς κατάδυσιν τοῦ ἡλίου λέγε κρατῶν τὰς τρίχας τοῦ αἰλούρου τὰς ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τοῦ στόματος αὐτοῦ ὡσεὶ φυλακτήριον. διάνυσον τῷ Ἡλίῳ λέγων τὸν λόγον. λόγος· «στήσατε, στήσατε, κυβερνῆται τοῦ ἱεροῦ πλοίου, τὸ ἱερὸν πλοῖον· ὁρμιῶ καὶ σέ, Μελιοῦχε, ἕως ἐγὼ ἐντύχω τῷ ἱερῷ Ἡλίῳ. ναί, μέγιστε Μίθρα, ναμαζαρ αναμαρια, Δαμναμενεῦ, χευχθωνιε θοντοει, ἅγιε βασιλεῦ, ὁ ναυτικός, ὁ τὸν οἴα κακρατῶν κυρίου θεοῦ θοντοει καθεν και μενωφρισ … κμεβαυ κερ κερυμι, πρὶν δια … ει … εἰς τὸν λίβα τοῦ οὐρανοῦ, πρὶν διαπ … α φεύγων τὰ ὑβρισθέντα· ἐπάκουσον ἐνευχομένου μου, ὅπως ποιήσῃς τὸ δεῖνα πρᾶγμα, ὅτι ἐνεύχομαί σοι κατὰ τῶν σῶν ὀνομάτων βαρβαραθαμ χελουβ … αμ· βαρούχ … σεσενγεν βαρφαραγγης αμφιμιουρι … μιν· ποίησον τὸ δεῖνα πρᾶγμα — κοινά, ὅσα ἂν θέλῃς· αὐτοὶ γὰρ οἱ ἀδικήσαντές σου τὸ ἱερὸν εἴδωλον, αὐτοὶ γὰρ οἱ ἀδικήσαντες τὸ ἱερὸν πλοῖον διʼ ὅπερ ἐμοὶ … ιαλλω … ἵνα ἀνταποδοῖς αὐτοῖς τὸ δεῖνα πρᾶγμα — κοινά —, ὅτι ἐπικαλοῦμαί σε ϊωερβηθ ιω πακερ βηθ ιωβολχοσηθ ϊωαπομψ ιω παταθναξ ιωακουβια ιω αμεραμεν θωουθ λερθεξαναξ εθρελθυοωθ νεμαρεβα ποίησον τὸ δεῖνα πρᾶγμα — κοινά —, ἐξορκίζω σε κατὰ τῆς ἑβραικῆς φωνῆς καὶ κατὰ τῆς Ἀνάγκης τῶν Ἀναγκαίων Μασκελλι, Μασκελλω· συντέλεσόν μοι καὶ ἀπόλεσον καὶ ἀνόμησον ἐν τῇ ἐσομένῃ ἀνατολῇ, καὶ γενέσθω αὐτοῖς τὸ δεῖνα πρᾶγμα — κοινά, ὅσα θέλεις —, ἤδη ἤδη, ταχὺ ταχύ· καλή σου κατάδυσις.» ἐλθὼν δὲ ἐν τῷ τόπῳ, ἐν ᾧ πράσσεις, ἔχων τὰς μεγάλας τρίχας τοῦ αἰλούρου τὰς ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τοῦ στόματος αὐτοῦ ὡσεὶ φυλακτήριον, διάνυσον τῷ Ἡλίῳ ἐν τῇ ἀνατολῇ λέγων τὸν λόγον. λόγος·
«δεῦρό μοι, ὁ μέγιστος ἐν οὐρανῷ, ᾧ ὁ οὐρανὸς ἐγένετο κωμαστήριον, σατις πεφωουθ Ὥρα ἀνάγκῃ ποίησον τὸ δεῖνα πρᾶγμα ηιλαανχυχ· ακαρβην λααρμενθρησεν εβεχυχ ὁ ὢν φιλομαντόσυνος, ὁ χρυσοπρόσωπος, ὁ χρυσαυγής, ὁ πυρὶ καταλάμπων τῆς νυκτός, ἄλκιμος ἄλκιμος κοσμοκράτωρ, ὁ πρωῒ ἐπιλάμπων τῆς ἡμέρας, ὁ δύνων ἐν τῷ λιβιβόρῳ τοῦ οὐρανοῦ, ὁ ἀνατέλλων ἐκ τοῦ ἀπηλιώτου, σλ … ιξ, ὁ γυροειδής, ὁ τρέχων ἕως μεσημβρίας καὶ διατρίβων ἐν τῇ Ἀραβίᾳ μουρωφ ὁ εμφε … ιρ, ὁ ἄγγελος τοῦ ἁγίου φέγγους, ὁ κύκλος ὁ πυροειδὴς περταωμηχ περακωνχμηχ περακομφθω ακ Κμηφ ὁ ἔκλαμπρος Ἥλιος, ὁ αὐγάζων καθʼ ὅλην τὴν οἰκουμένην, ὁ ἐν τῷ ὠκεανῷ ὀχεύων, ψοειω ψοειω πνουτε νεντηρ τηρου· ἐνεύχομαί σοι κατὰ τοῦ ὠοῦ, ἐγώ εἰμι Ἀδὰμ προγενής· ὄνομά μοι Ἀδάμ. ποίησόν μοι τὸ δεῖνα πρᾶγμα, ὅτι ἐνεύχομαί σοι κατὰ θεοῦ Ἰαω, θεοῦ Ἀβαώθ· θεοῦ Ἀδωναί· θεοῦ Μιχαήλ· θεοῦ Σουριήλ· θεοῦ Γαβριήλ· θεοῦ Ῥαφαήλ· θεοῦ Ἀβρασάξ· ἀβλαθαναλβα ακραμμαχαρι· θεοῦ κυρίου Ἰαιωλ· θεοῦ κυρίου λαβα· φνεσκηρ φιχρο φνυρο φωχωβωχ αεηϊουω ωυοιηεα, ὁ τὴν ἡμέραν φωτίζων νεθμομαω· ὁ νήπιος, ὁ ἀνατέλλων οροκοτοθρο, πυρὸς αὐξητὰ καὶ πολλοῦ φωτὸς σεσενγεν βαρφαραγγης, ἧκέ μοι, κλῦθί μοι, τῶν πάντων δικαιότατε, ἀληθείας ταμία, δικαιοσύνης κτίστα· ἐγώ εἰμι, ᾧ ὑπήντησάς τε ἐδωρήσω τὴν τοῦ σοῦ μεγίστου ὀνόματος γνῶσίν τε καὶ ἐκφώνησιν ἱεράν, ᾧ καὶ διακρατεῖς τὴν ὅλην οἰκουμένην, ποίησόν μοι τὸ δεῖνα πρᾶγμα κοινά.» καὶ αὕτη ἐστὶν ἡ πρᾶξις τοῦ αἰλούρου περὶ πάσης πράξεως· κάτοχος ἡνιόχων ἐν ἀγῶνι καὶ ὀνειροπομπὸν καὶ φιλτροκατάδεσμον, διάκοπον καὶ μίσηθρον.
Λαβὼν καρδάμινον ξύλον δακτύλων δʹ ποίησον … νδε … καὶ βουγλώσσου βοτάνης … νη … πλάσον … πιττάκιον, μέσον δὲ αὐτοῦ τοῦ πιττακίου … ἀπόβαλε εἰπὼν τὰ ὀνόματα· «αν … σαω· ιβρ … εισιρο … Οὐσιρεντεχθα … λ, ἐξορκίζω ὑμᾶς, κύριοι θεοὶ … μὴ οὖν παρακούσητε ἐμοῦ· λέγετέ μοι τηλαυγῶς εἰς πάντα, τελέσατε πάντα α τῆς εὐχῆς τῆς ἐμῆς κα … θέλοντος θεοῦ ταύτης τῆς εὐχῆς τοῦ πιττακίου καί μου μεγάλης πράξεως.» χρὴ δέ σε ἐπιθύειν ἐν … τάδε γράφε ἐπὶ χάρτου ἱερατικοῦ ζμυρνομέλανι … ε … ολος δράκων … ωτε … λ … λ ιαμ … γρασωχω … νωψιθερ θερνωψι ... Κομπάνου τὰ ξυρὰ κόψας καὶ μίξας ὁμοῦ ἅμα μέλιτος τῷ αὐτάρκει καὶ λιπαρῷ τῆς φοίνικος καὶ μάγνητον λίθον λειώσας καὶ ἕψησον ὁμοῦ καὶ λείωσον· ποίησον τροχίσκους, ὅσους ἐὰν ἐθέλῃς, ἑκάστου δὲ εἴδους τούτων ἀνὰ οὐγγιῶν δός, καὶ χρῶ οὕτως παιανίζων τὸν θεόν· καὶ ἐλεύσεταί σοι τὸ θεῖον πρὸ αὐτοῦ σείων ὅλον τὸν οἶκον καὶ τὸν τρίποδα, καὶ τότε τέλει τὴν προγνωστικὴν τρανὴς τῇ ὁμιλίᾳ, μέχρι οὗ θέλεις, καὶ τότε ἀπόλυσον εὐχαριστῶν τῷ θεῷ. ὁ δὲ χαρακτὴρ ὁ περὶ τὸν τρίποδα·
Ἔστι δὲ ἡ σύστασις τῆς πράξεως ἥδε πρὸς Ἥλιον γινομένη· «ἥσυχον ἐν στομάτεσσι πάντες κατερύκετε φωνήν· αἰθέρος ἀμφίδρομοι σιγὴν ὄρνιθες ἔχοιτε, σκιρτῶντες, δελφῖνες, ὑπὲρ ἁλίοιο παύεσθε, μείνατέ μοι, ποταμῶν τε ῥοαὶ καὶ νάματα νασμῶν, οἰωνοὶ πτηνοί, νῦν στήσατε πάντα ὑπʼ αἶθραν, ἑρπετὰ φωλειοῖσι βοὴν ἀΐοντα φοβεῖσθε, δαίμονες ἐν φθιμένοις, σιγὴν τρομέοντες ἔχοιτε, ἀρρήτοις ἔπεσιν κόσμος ξεινίζεται αὐτός. Σημέα βασιλεῦ, κόσμου γενέτωρ, ἐμοὶ ἵλαος ἔσσο, κάνθαρε, χρυσοκόμην κλῄζω θεὸν ἀθάνατόν σε, κάνθαρε, πᾶσι θεοῖσι καὶ ἀνθρώποις μέγα θαῦμα, … πο … επισ … ινον πυρεσίθυμε, δέσποτα ἀντολίης, Τίταν, πυροεὶς ἀνατείλας, σὲ κλῄζω, πύρινον Διὸς ἄγγελον, θεῖον Ἰάω, καί σε, τὸν οὐράνιον κόσμον κατέχοντα, Ῥαφαήλ, ἀντολίῃς χαίρων, θεὸς ἵλαος ἔσσο, Ἀβρασάξ, καί σε, αἰθέριε, κλῄζω ἀρωγόν σου Μιχαήλ καὶ σώζοντα βι … οσ … ιδιω … αιρ … ὄμμα τέλειον καὶ φύσιν δείξαντα καὶ ἐκ φύσεως φύσιν αὖθις, καὶ κλῄζω ἀθανάτων … οπασηηπα σεσενγενβαρφαραγγης· παντοκράτωρ θεός ἐστι, σὺ δʼ, ἀθάνατʼ, ἔσσι μέγιστος· ἱκνοῦμαι, νῦν λάμψον, ἄναξ κόσμοιο, Σαβαώθ, ὃς δύσιν ἀντολίῃσιν ἐπισκεπάζεις, Ἀδωναί, κόσμος ἐὼν μοῦνος κόσμον ἀθανάτων ἐφοδεύεις, αὐτομαθής, ἀδίδακτος μέσον κόσμον ἐλαύνων τοῖς νυκτός σʼ αἴρουσι διʼ ἠχοῦς ακραμμαχαρι, κα … κ … χαίρων ἐπίθυμα τὸ δάφνου, καὶ Στυγὸς ἀδμήτοιο πύλας καὶ Κῆρα λύτειραν, ὁρκίζω σε, σφραγῖδα θεοῦ, ὃν πάντες Ὀλύμπου ἀθάνατοι φρίσσουσι θεοὶ καὶ δαίμονες ἔξοχʼ ἄριστοι καὶ πέλαγος σιγᾶν ἐπιτέλλεται, ὁππότʼ ἀκούει· ὅτι ὁρκίζω σε κατὰ τοῦ μεγάλου θεοῦ Ἀπόλλωνος αεηιουω.» λέγε ἕτι τουτο· «πέμψον μοι τὸν δαίμονα χρηματίζοντά μοι πρὸς πάντα, ἅπερ ἐπικελεύομαι αὐτῷ ἐννέπειν,» καὶ ἐκπράξει. ἔστι καὶ ὕμνος· «Μέλπω σε, μακαρ … ώνιε χρησμου … πάνσοφε, Δηλει … ωλετόκτυπε, Δωδώνης μεδέων … ους Παιάν, κλῄζω σε … ολαδοιο … στιβ … σ … ν ἔχων θεω … … αξ … ων … … … αὐτοκράτωρ … … ων κ … ουφασ … δενδ … φοιτα σικαι μη χωσ … μιση … ὦ μύρνης δένδρον … Λυκει … παυσάσθω αὐξηθ … μεῖζον φῶς· μέλλει γὰρ πευ … θείων ἐκ στομάτων τινὰ … ἀνεγεῖραιτῷ πλήκτρῳ τὸν μάντιν … σων … ν … μόλε, δεῦρʼ ἴθι, μάντι, χάρμα φέρων, Σμινθεῦ, χρήσας κλύε, Πύθιε, Παιάν, ὄρπηξ … ε χαίροις, δελ … σὸν γὰρ πρώτη Φοῖβος εκρυ … μεχε εναλιω Μουσῶν δάφνας σὺ κλάδους, Φοῖβε, σίεις ωσκαιλωδ … ν σε τότʼ ἐκ Δελφῶν ὑμνοῦσι θε … ὦ φωναῖς θείαις ὦ χρησ … ωσα α … ειχωχω οὐροδρόμε, σεισίχθων, φώσφωρ, ἐλθὲ ἱλαρὸς καὶ ἐπήκοος τῷ σῷ προφήτῃ.»
Ἀπόλυσις· «σπεύσεις, ὦ ἀεροδρόμε Πύθιε Παιάν, ἀναχώρει εἰς τοὺς σοὺς οὐρανοὺς καταλιπὼν ἡμῖν ὑγίειαν μετὰ πάσης εὐχαριστίας, εὐμενὴς καὶ ἐπήκοος, σαφὴς θώραξ, καὶ ἄπελθε εἰς τοὺς ἰδίους οὐρανοὺς καὶ ἐπενδήμει.» Πρόγνωσις· λαβὼν σεαυτοῦ δάκτυλον ὑπόθες ὑπὸ τὴν γλῶσσάν σου, πρίν τινι λαλήσῃς, καὶ λέγε ταῦτα μετὰ τοῦ μεγάλου ὀνόματος ὅτι· «ποίησόν με προγνῶναι τὰ κατὰ ψυχὴν ἑκάστου, σήμερον, ὅτι ἐγώ εἰμι Τομ … Ἰάω, Σαβαώθ, Ἰάω θηαηηθ … μ Ἀδουναϊ· βαθιαω … ηα θωη ϊαβραβα αρβαθρας … ω· βαθιαωωια ζαγουρη βαρβαθιαω … αηι ααααααα εεεεεεε … ωε … σοεσησισιεθ … Σαβαὼθ ιαεω — λόγος.» ἐὰν ἐθέλῃς, προγνώσῃ πάντα, … τὸν δάκτυλον ἔχων ὑπὸ τὴν γλῶσσάν σου κατʼ ἐπιταγὴν καὶ λέγων πρὸς ἥλιον τοῦτον τὸν λόγον. ἔστιν δὲ ὁ λόγος· «κύριε, εἰ θέλεις με προγνῶναι, καταβάτω ἱέραξ ἐπὶ τὸ δένδρον.» εἰ γὰρ οὐ γίνεται, ἐπίλεγε καὶ τοῦτον τὸν λόγον τοῖς τέσσαρσιν ἀνέμοις κυκλεύων πρὸς ἄνεμον, ὅταν ἐπιλέγῃς τὸν λόγον, καὶ λέγε πρὸς ἥλιον τὸ ὄνομα μέγα « … » καὶ τὸ μέγα ὄνομα « … αωθ Σαβαώθ.» λόγος ἐστίν, ὡς ἐπάνω. Κύκλος· σελήνη ἐν … ἢ παρθένῳ πανάλωτον, ποίει λεκανομαντείαν, ὡς θέλεις, ἐν καρκίνῳ παραιτίαν, ἀερομαντεῖον … ς, ἐν διδύμοις καθάμματα … ἐν ζυγῷ πρόσκλησιν … νων ἀπόλυσιν … νεκυομαντείαν, ἐν ἰχθύσιν … οιω ἢ ἀγώγιμον, ἐν τοξότῃ ἐπιτηδίαν, … ἐν αἰγοκέρῳ ἱκανόν … ἐν … λ … ιω ιασ … ἀψευδ … ν ἀρρήτοις λόγοις … αμέτρῳ … προγνωστικὴ πρᾶξις πᾶσαν ἐνεργίαν ἔχουσα καὶ πάντα τὰ πάθη ποιήσασα κλιτά. ἐν βυθῷ … ποταμοῦ ἢ ἐν τύμβῳ … καταβὰς εἰσανάβαλλε … ραπεια σ … π … μίτω … ω … τὸ πάθος παύεται, καὶ ὅτι ἂν βούλῃ, πεύσει. λέγε δὲ οὕτως· «διατέλει ἀψευδῶς, κύριε, ὕπαρ πάσης πράξεως πρὸς ἐπιταγὴν ἁγίου πνεύματος, ἀγγέλου Φοίβου, χαλίφρων ταύταις ταῖς μολπαῖς καὶ ψαλμοῖς.» ἡ δὲ κατασκευὴ τῆς ἐνεργείας· αὔτοπτον θὲς τρίποδα καὶ τράπεζαν ἐλάϊνον ᾒ ἐκ ξύλου δαφνῶν καὶ χάραξον ἐπὶ τὴν τράπεζαν κύκλῳ τοὺς χαρακτῆρας τούτους· … καὶ σκεπάσας τὸν τρίποδα σινδόνι καθαρᾷ ἐπίθες τῷ τρίποδι θυμιατήριον καλόν. ἔστιν ἐπιθεῖναι τῇ τραπέζῃ ὑπόκενον Ἀπόλλωνα ἐν ξύλω δάφνης ἐγγράψας ἀνὰ λάμναν χρυσῆν ἢ ἀργυρᾶν ἢ κασσιτερίνην τοὺς χαρακτῆρας τούτους· Θ ϛ ☉ … καὶ ὑπόθες τὴν λάμναν ὑπὸ τὸ θυμιατήριον κατὰ ξόανον, ὃ ἔκτιστο ἅμα τοῦ θυμιατηρίου, καὶ παράθες παρὰ τὸν τρίποδα δέπαστρον ἢ κόγχην ἔχουσαν ὕδωρ καθαρὸν καὶ ἐπίγραψον ἐν τῷ ἐδάφει μέσον τοῦ οἴκου περὶ τὸν τρίποδα λευκῇ γραφίδι τὸν ὑποκείμενον χαρακτῆρα … δεῖ προαγνεύειν ἐπὶ ἡμέρας τρεῖς. ἔστω δὲ ὁ οἶκος καὶ ὁ τρίπους ἐνημμένος. ἐὰν ἰδεῖν θέλῃς, ἰδὲ ἔσω· ἔχων ἐσθῆτα λευκὴν καὶ καθαρὰν καὶ ἐστεμμένος δαφνίνῳ στεφάνῳ, ὃν ἐπὶ τῆς κεφαλῆς ἔχει, θεὸς ἱλαρὸς καὶ ἀρτεμισίας μονοκλώνου κλόνον προμαντευόμενος … οσδ … πρὸ τῆς ἀνακλήσεως αὐτῷ ἐπίθυε δάφνην … οσμε … ἐπὶ τοῦ ἐπιθύματος παιανίζων τὸν θεὸν εἰς ἀνατολὴν … σου αἰτοῦ θ … οκ … δετω … καρδάμωμον … το … ἅγιος θεὸς ἄνθος ἀμυγδάλεον αγμα βραθ … ἀπὸ βαλσάμου … ιον κ … νοησ … η … καὶ λαβὼν κρο … ης ζʹ καρ … σιν τῇ ἐπινοίᾳ μου τοῦ δεῖνα … χρυσανθέμου λαβὼν ἀπογεύου ἀνα … τετραπόδων … ἔστι δὲ ὁ λόγος ὁ διωκόμενος … ἐὰν βούλῃ εἰδέναι, λέγε ταύτας τὰς ἐν ταῖς … θεοῦ καὶ πάντων τῶν τοιούτων μαντικῶν … σκώληξ ἐν … ὥστε ἐπὶ ἡμέρας δέκα. μίξασ … τὴν καρδίαν σὺν μέλιτι … κατάλεξον πρὸς ἀνατολὰς ἡλίου λόγον τοῦτον καὶ ἔσῃ καθʼ ὥραν καὶ κατὰ τὴν ἡμέραν ταύτην προγινώσκων. θυσάμενος σπένδε οἴνῳ μέλανι … αμ ειου ιδου μέσον ι … θος λέγε· «ποίησόν με προγινώσκοντα ἑκάστης τῶν οὐσϊ … ἀπὸ πατρειω … η καὶ καταπο … πρὸς ἀνατολὰς ἡλίου πρωὶ γινώσκειν ἕκαστον τῶν ἀνθρώπων καὶ προγνῶναι ἃ κατὰ ψυχὴν ἔχει καὶ οὐσίαν πᾶσαν αὐτῶν.» μονόγονον ἀρτεμισίαν, μονόκλωνον, ἡλιόγονον, σεληνόγονον … ωϊβ … την μ … γιαν, λωτομήτραν, κρινάνθεμον, βούνιον προσδόκησον ἐν τῇ σῇ οἰκίᾳ νήστης ἀνατολὴν ἡλίου. ἀνʼ ὥραν τρίτην δακτύλου … τισον τὸ σὸν πρόσωπον εἰπέ· «Θωούθ πιωπιω αυαψ Θωούθ … αρσ … κενον ωουν παχεν νο … τοου η … τ αρσασωτα υνασπορ … θα π … μνηφιελωκνημεω δός μοι ἐκ τῆς σῆς ἀπορροίας.» εἰς τὴν ἀνατολὴν τῆς Σελήνης τριακονθήμερον λέγε· «ἐλθέ μοι, μέγιστος ἀρχάγγελος, ἐλθέ μοι ξασρ· ξαμ Θωούτ … ἐλθέ μοι, τύραννε τῆς οὐσίας ημι … θη … βα Θωούθ· θεωρει … ενην παυπιου ψιβιοαυ αβλαναθαναλβα … αμοαμμα πρόσθες μοι, τῷ δεῖνα, μνήμην … σω … πάντα ἀναγνῶ καὶ ἐπίστωμαι τὰ ἐπὶ τὸν τησ … » … νην … πρὸς ἡλίου ἀνατολὰς μασησ … λέγων οὕτως· «ἐγώ εἰμι ὁ κύριος τῆς θαλάττης, ποίησον ἅπαντα … κεντρισμα γορθιωοι μέλλοντα πάντα, ἵνα γινώσκω μετὰ πρόγνωσιν· τοῦτο χρηματίσαι καὶ τὰ ἐνθύμια ἁπάντων ἀνθρώπων καὶ τὰ μέλλοντα … τωουτ· ανγ· … σα … ουτ· ανγ· εμ ησ … ομν ανγ· αλαβουλ» … ἀνὰ ὥραν δεκάτην α … ν … ν. ἀτρεκέως … ιε πεκρεν εμ … ονηϊ ε … πο … νγα λ … κορα ἐχοντο … νεωστὶ αι … απο … καὶ ἅμα ἀνατολῇ … τρίτην … να … τὴν ἐπάνω ν … αποπυι … ηλε … δυνη … ἅμα ἀνατολῇ … μον … «χωλωμ χωλ … ητειαστ … τουτ … επιρεν … ς μασκελλι μασκελλω … ιθηχθω … τενιμερ ἄναξ κύριε … » … ἀπὸ της φυ … ἅμα … ἥλιος … οντα α … επακουη … ον καὶ ἐπὶ … κηι … ἀνατολ … λεγε … πετειν … ἔτι ζῶντα … αμ … ε … ἄλειφε … αβλαθαναλβα … τεμ … σομησ … κατὰ βʹ λόγον … ητιω νικα … ἀνατολῆς ἡλίου ζʹ … ειν … αλιου αντ … ε μοι θυμοκα … ἔχεις. ἐὰν δὲ θέλῃς … φάρυγγος ὄνων ισα … τοῦ ζώου κοιν … οὐρᾶς λ … κως πυκνότερον καταλέγων τὸν ἕβδομον λόγον και … ἅπερ ἂν βούλῃ … ἀπὸ κεφαλῆς ἀνθρώπου θ … ησδια τουω … συ ἐκβαλε … τὸν λόγον, οὗ ἡ ἀρχή ἐστιν· «γινώσκειν με ποίει, ἵνα … ε … περιπα … ωρπ … ρα … πάσης τὸ οὖς ὅτι ἐὰν … ἐπὶ γῆς … οὐρανοῦ τὴν ἀρχὴν … τὴν χεῖραν κατὰ … εκοντα ἐν … κασ … ν λόγον. ἐὰν δὲ θέλῃς … ς καὶ ἐπιστολὴν γεγραμμένην κατεσφραγισμένην ἀναγνῶναι … χει … ον ησ … τὸν αὐτὸν ζʹ λόγον· «ποίησόν μοι τὰ γεγραμμένα … ηλυσα … λησ … ου.» εἰς τὴν ἀνάγνωσιν τῶν γεγραμμένων· λαβὼν ἐν ἀνατολῇ τῆς σελήνης ο … ς γλυψας ι … μελικηρίδος τόμους. τούτους συνέμβαλε … λικν … και σαπαιαν πρόσφατος ἡστὸς μακαρίστως ὡς προγνω … ασδενεα … μετὰ τῶν γεγραμμένων μίξας πάνυ· κατὰ πᾶσαν δύναμιν καθʼ ἡμέραν … ων μη ταμελα … λέγῃς πρὸς ἥλιον τρωσαι λέγε καὶ τὸν προκείμενον … λόγον τῆς ἡμέρας τόνδε, καὶ ἐκείνην τὴν ἡμέραν … ἀνὰ ἥμισυ τοῦ ὠοῦ … ετα τοῦ … ἔμβαλε εἰς κωθώνιον καὶ γυψώσας τὰ ὠοῦ ἐν τόπῳ ἢ ἐν ποταμῷ ὅπου ἥλιος ι … τοῖς ἀλόγοις καὶ ἀνθρώποις ἀβάτως γίνεται … λουσάμενος καὶ … ωον θυ … ἐστεμμένος στέφανον ἀνθῶν τῶν τοῦ καιροῦ … αδα … οντ … εἰς βωμόν, ἐπιθύσας ἐπὶ τῷ βωμῷ λαβέ, ὡς οἶδας, γ ἄρτους καθάριος … λιεν τ … ιοις ἔλαιον ὁμοίως ὡραῖον οἶνον ο … ην … ποι καὶ γάλα βοὸς μελαίνης· ἐν ἀρίσταις χλαμύσιν τῶν κυκλοφόρων καὶ δια … ερων … την πρ … ιν … ὑποκείμενον. ψήσας πρότερον … τὸ ἥμισυ τοῦ ὠοῦ πυ … σοι τὸν κύριον μεστο … ρυσον τα … α … ἅπαντα … ον καὶ τὴν οὐσίαν … καὶ εἰπὼν τὸν ὑποκείμενον λόγον τοῦτον τὸν ζʹ πρὸς ἥλιον οὕτως ἀπ … υχο … εἰς κωθώνιον ἱερὸν … αυτο κα … ἀπελθὼν καὶ θυσάμενος πε … μιου … λέγε καὶ πρὸς ἥλιον … προγνωστικὸν λόγον ἢ ὕμνον απας εταιρος μονόκλωνον ἀρτεμισίαν εἰς ν … λέγων ἑπτάκισ … καρδάμωμον λαβὼν καὶ τὰ ὀνόματα ἅγια λέγων ἐπι … » … ἄνακτος ἅπαντα γάρ ἐστι … » ὅταν ὁρκίζῃς τὴν γαῖαν λέγων τὸν ἕβδομον λόγον εἰς τὴν γῆν καὶ ἅπαντας τοὺς θεοὺς ἀθανάτους. λόγος οὗτος· «ἧκέ μοι, κύριε … ἅγιον πνεῦμα» … ὥρᾳ ἐνάτῃ … παντ … το ους μετὰ τοῦτον τὸν λόγον· «ὁρκίζω τοὺς αὐτοκράτορας … καὶ ὁρκίζω τὴν γῆν καὶ τὸν οὐρανὸν καὶ τὸ φῶς καὶ τὸν πάντα κτίσαντα» … λόγος λεγόμενος τοῦ θεοῦ. λέγων λόγον τοῦτον πρὸς ἱερὸν … λαβης ε … λαβης αυ … Γαβριήλ, Μιχαήλ, ζʹ λέγεις εἰσ … λέγειν εἶτα ἅπαξ ἢ γʹ.
Λαβὼν λεπίδαν ἀργυρᾶν ἔνγραψον καταδύντος τοῦ θεοῦ καὶ λαβὼν γάλα βόειον καὶ καταχεάσας καὶ ὑποθεὶς καθαρὸν ἄγγος ὑπόθου τὴν λεπίδα καὶ βάλε κρίθινον ἄλευρον καὶ φύρασον καὶ πλάσον ἄρτον, πέμματα, δώδεκα κόρας καὶ ἐπίλεγε γʹ καὶ φάγε νήστης καὶ γνώσῃ τὴν ἐνέργειαν. ἔστι δέ· «βορκα βορκα φριξ φριξ ριξ ω … αχαχ αμιξαγ ουχ θιπ λαι λαι λαμλαι λαι λαμ μαιλ αααααααα ιιιυ ηι αι ωωωωωωω μουμου ωυιω νακ νακ ναξ λαινλιμμ λαιλαμ αεδα. λαιλαμ αηω ωαη ωαη ηωα αωη νωα ωηα εἴσελθε, δέσποτα, εἰς τὴν ἐμὴν ψυχὴν καὶ μνήμην μοι χάρισαι μ̇μ̇μ̇ η̇η̇η̇ μθφ.» τοῦτο ποίει κατὰ μήνην πρὸς σελήνην ἐν πρώτῃ ἡμέρᾳ. προσκύνει θεᾷ, τὴν δὲ λεπίδα περιθοῦ. ἔστι δὲ τὸ ὄνομα τῆς ψυχῆς τοῦ θεοῦ· «εἶτα αἷμα.» γράψον χαλκῷ γραφείῳ ταῦτα· λέγε εἰς τὴν χεῖραν ἑπτάκις ἀντὶ τοῦ ἡλίου, κατάψησον τὴν ὄψιν, πτύε, μετακίνησον τὸν ἀντίχειρά σου ἀπὸ τῆς ῥινὸς ἄχρις τοῦ μετώπου σου. πρὸς ἥλιον εἰπὲ ἑπτάκις εἰς τὴν χεῖράν σου καὶ πτύσον αʹ καὶ καταψήσας τὸ πρόσωπόν σου πορεύου ἐπὶ πρᾶξιν καὶ χάριν· «σιλιβαναγουναχαουηλ … »
Ἀντίγραφον ἀπὸ ἱερᾶς βίβλου. πρόγνωσις καὶ μνημονική· λαβὼν κάκουφον, ὅ ἐστιν αἰγυπτιστὶ κακκουφατ, ἐξάραξον αὐτῆς τὴν καρδίαν, κατάτρησον καλάμῳ καὶ τὴν καρδίαν καταταμὼν ἐπίβαλε εἰς μέλι Ἀττικὸν πλησιαζούσης τῆς θεοῦ καὶ εἶτα τρίψας τὴν καρδίαν τῇ αʹ τῆς θεοῦ σύμμιξον τῷ μέλιτι καὶ κατάφαγε νήστης λέγων ἑπτάκις, ἅπαξ γευόμενος τῷ λιχανῷ τῷ δακτύλῳ, τοῦτον τὸν λόγον· «ποίησόν με προγνῶναι τὰ μέλλοντα καὶ τὰ προμέλλοντα καὶ πεπραγμένα καὶ πάντα τὰ ἔργα τῇ σήμερον καθάπαξ.» ἑπτάκις τὸ ὄνομα λέγε, αἶψα λέγων κοινά· τῇ τρίτῃ ἀπογευόμενος λέγε τὸ ὄνομα Λαιλαμ σανκανθαρα, κοινά. τῇ σελήνης δʹ τὸ δʹ ὄνομα λέγων επι μνω, τῇ εʹ τὸ εʹ ὄνομα λέγων ἑπτάκις εκενθ … τῇ ϛʹ τὸ ἕκτον ὄνομα Ἀμοῦν Ἀμοῦν, τῇ σελήνης ζʹ τὸ ζʹ ὄνομα … ρα πρεγξιχαροθ. τῇ ηʹ τὸ ηʹ ὄνομα· εἶσι Οὔσιρι Ἀμοῦν Ἀμοῦν, τῇ θʹ τὸ θʹ ὄνομα φορφορβαρζαγρα, τῇ ιʹ τὸ ιʹ ὄνομα ζαζουχωρ δαμνιοτη, τῇ ἑνδεκάτῃ τὸ ἑνδέκατον ὄνομα χρυσα χρυσα ευαε χρυσοες ειρε χρυσοεγεθρελ … ρον, τῇ δωδεκάτῃ τὸ δωδέκατον ὄνομα, δωδεκάκις γευόμενος· αθαβ … ενιγραψαθιρ … ψανο … αση, τῇ ιγʹ τὸ ιγʹ ὄνομα λέγων· Ἄρτεμι Δαμνω δαμνο λύκαινα, τῇ τετάρτῃ καὶ δεκάτῃ τὸ τέταρτον καὶ δέκατον ὄνομα λέγων. τοῦτο τὸ ὄνομα ιδʹ· Ἁρπονχνουφι βριντατηνωφρι βρισκυλμα ορεοβαζαγρα. τῇ πέμπτῃ καὶ δεκάτῃ τὸ πέμπτον καὶ δέκατον ὄνομα· σεσενγεν βαρφαραγγης αγαβ … αεηιουω, κοινά, ὅσα θέλεις, λέγων καθ· ἡμέραν. εἶτα φθινούσης σελήνης λέγε ἐν ἑξαμέτρῳ τόνῳ τὸν λόγον λέγων ἑπτάκις ἕως πάλιν τῇ τετάρτῃ καὶ δεκάτῃ τῆς θεοῦ. ἐφόρα δέ, μὴ συνέλθῃ … ἑκάστην ἡμέραν ταιουλ … αγιον … καὶ λυθῇ πᾶσα σύστασις τῆς ἱερᾶς συνθέσεως. λέγει γὰρ ὁ κύριος θέος. τῆς πράξεως ταύτης μείζων οὐκ ἔστιν. πεπείραται ὑπὸ Μανεθῶνος, ὃς αὐτὴν ἐλάβετο δῶρον ὑπὸ θεοῦ Ὀσίρεως τοῦ μεγίστου. τέλει, τέλει εὐτυχῶς καὶ εὐφήμως. λόγος λεγόμενος … καὶ τελ … τῷ ἡλίῳ· «χαῖρε, αὐτοκράτωρ, χαῖρε, χαῖρε, προπάτωρ … καὶ Δαμναμενεῦ Ἀβρασάξ … κ … ηληλ εἷς ἱερὸς … κ … ς σαβηλε σαβηλε κα προγνως. Μωυσῆς αν … σις καὶ ἀποσ … κ … αι … εἰς μνήμην λέγε τὸν ὑποκείμενον λόγον ἑκάστης ἡμέρας … ιμεα … Ἀβρασάξ, … εἰδέναι οειιαο … κα … Ἰάω Σαβαώθ … μέγας … Ἰαβεζεβυθ Ἀβραξας ταε.» … σι … ν … μ … οὕτως δὲ ζωγράφει παῖδα καὶ σε ὕστερον, καὶ ἀκούσεις τὰ ὄρνεα λαλοῦντα … μαράθου ζʹ καὶ σησάμου, μελανθίου … λαβὼν ταῦτα τρίψας σὺν ὕδατι πηγαίῳ … τῆς σελήνης οὔσης δευτέρας, καὶ ἀκούσεις πάντα … ἐγώ εἰμι ιεη ιοεη ιε Ἰάω Ἶσι τὰ ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων, ὅτι ἐγώ … ἐπεύχου αὐτῷ. ἄλλ … γίνεται δε χελιδὼν τούτου … σου τὸν λόγον τοῦτον ἑπτάκις κατάλεγε … λόγος, ὃν λέγεις· χαῖρε, Ἥλιε Μίθρα λ … ἀποροῦντος, αὐτῷ ἱερῷ ὕδατι ωσε … κατὰ ψυχὴν ἔχει οὗτος … ἐκείνην τὴν ἡμέραν γινώσκεις … παραπτόμενος δὲ ἡμιτριταῖον πυρετὸν ἕξεις.
Μνημονική. λαβὼν πρῶτον μὲν … κυνοκεφάλια β, Ἑρμοῦ δακτύλους … ανα καὶ διακον … γεύου τρὶς λέγων πρὸς Ἥλιον προσκύνησον· «εἴσελθε, μα … α Κμήφ· αρσω αρσω Θούθ … ο τιοι ε … οι πομπομ Φρῆ ιαρβαθα χραμνη … ἐπὶ τὴν ἐμὴν καρδίαν, μνήμην χαρισάμενος τῇ ψυχῇ μου, τοῖς ὄμμασι σαλβαναχαμβρη … τυραννῶν, ὁ κυριεύων πάντων … αβλαν οοοο αδωνιη αηω … ἵνα, ὅσα ἐὰν ἀκούσω ἅπαξ, μνησθῶ ἐπὶ τὸν τῆς ζωῆς μου χρόνον.»
Πρόγνωσις· λαβὼν κυνοκεφάλια υ … λέγε εἰς τὸ ὕψος τοῦ οὐρανοῦ κύκλου· «ὁ φὼρ τῷ … νομυρον, ὁ μόνος μέγας θεός, δεῦρό μοι ἀπὸ συνόδου ἐπὶ ἡμέρας ϛʹ γνωσ … γενέσθαι, Ἥλιε. ἄλλη ἀντιγραφή· … αλα … αανγ· ξιχα μιχα· ανγ· ε … εροτπιτενφητ· νπρωμε ἔχων στέφανον ἐπὶ τῇ κεφαλῇ χρυσοειδῆ, γενοῦ εἰς τὸν φῶρα ἄραντα τὸ δεῖνα, ἀπόλεσον, σχίσον αὐτὸν καὶ κε … διω … δ … ἐὰν δὲ ἀποκεφαλίσῃς … ἄλλη· λαβὼν πτέρυγα τὴν … αωω … εἶτα κατὰ τῆς αὐτῆς … λωφνουκεντ Ἀβαώθ … δο … ωλεαισ … κα … τα κ … »
Σύστασις πρὸς Ἥλιον. περὶ πάσης πράξεως καὶ περὶ πάντων ποίησις, περὶ ὧν ἐὰν θέλῃς, οὕτως ἐπικαλοῦ· «δεῦρο, δεῦρό μοι ἐκ τῶν τεσσάρων ἀνέμων τοῦ κόσμου, ἀεροδρόμον μέγαν θεόν, ἐπάκουσόν μου ἐν παντὶ ᾧ ἐπιτελῶ πράγματι καὶ ποίησον πάντα τὰ τῆς εὐχῆς μου ἐντελέστατα, ὅτι οἶδά σου τὰ σημεῖα καὶ τὰ παράσημα καὶ μορφὰς καὶ καθʼ ὥραν τίς εἶ καὶ τί σου ὄνομα· ὥρᾳ πρώτῃ μορφὴν ἔχεις καὶ τύπον παιδὸς πιθήκου· γεννᾷς δένδρον ἐλάτην, λίθον ἄφανον, ὄρνεον ε … αενο … α, ὄνομά σοι φρουερ· ὥρᾳ δευτέρᾳ μορφὴν ἔχεις μονοκέρου, γεννᾷς δένδρον περσέαν, λίθον κεραμίτην, ὄρνεον ἁλούχακον, ἐπὶ γῆς ἰχνεύμονα, ὄνομά σοι βαζητοφωθ· ὥρᾳ τρίτῃ μορφὴν ἔχεις αἰλούρου, γεννᾷς δένδρον σύκων, λίθον σαμοῦχον, ὄρνεον ψίττακον, ἐπὶ γῆς βάτραχον, ὄνομά σοι Ἀκραμμαχαμαρει· ὥρᾳ τετάρτῃ μορφὴν ἔχεις ταύρου, γεννᾷς δένδρον καὶ λίθον παιδέρωτα, ὄρνεον τρύγονα, ἐπὶ γῆς ταῦρον, ὄνομά σοι Δαμναμενεύς· ὥρᾳ πέμπτῃ μορφὴν ἔχεις λέοντος, γεννᾷς δένδρον ῥάμνον, λίθον μάγνητα, ὄρνεον … , ἐπὶ γῆς κροκόδειλον, ὄνομά σοι φωκενγεψ ευαρεταθου μισον κταικτ ὥρᾳ ἕκτῃ μορφὴν ἔχεις ὄνου, δένδρον γεννᾷς ἄκανθαν, λίθον σάπφειρον, ἐν θαλάσσῃ ὕελον, ἐπὶ γῆς βοῦν λευκομέτωπον, ὄνομά σοι ειαυ· ακρι λυξ· … ὥρᾳ ἑβδόμῃ μορφὴν ἔχεις καμμάρου, γεννᾷς δένδρον … γεννᾷς … προ … λίθον ἡλιοπάλιον, ὄρνεον … ον, ἐπὶ γῆς αἴλουρον, ὄνομά σοι … ὥρᾳ ὀγδόῃ μορφὴν ἔχεις … γεννᾷς δένδρον … ατορον, λίθον ονου ειορ … , ὄρνεον … ἐπὶ γῆς ἱπποπόταμον, ὄνομά σοι … ὥρᾳ ἐνάτῃ μορφὴν ἔχεις ἴβεως, γεννᾷς δένδρον … , … δαλσον, λίθον δοραρ … ην ἐπὶ γῆς χαμαιλέοντα, ὄνομά σοι … ὥρᾳ δεκάτῃ μορφὴν ἔχεις … γεννᾷς δένδρον … ων, λίθον ἱερακίτην, ὄρνεον … αρκων … ν … κέρκωπα … σφωτος γε … εων εχ … ὥρᾳ ιβ μορφὴν ἔχεις … ὄνομά σοι Ἀδωναί … καὶ Γαβριὴλ αλλωεα … ουρηηδυδιε θαραβραχιριγξ ϊαρβαθαχραμνηφιβαωχνυμεω καμπυκριλ … ελαμμαρη· εἴρηκά σου τὰ σημεῖα καὶ τὰ παράσημα· διό, κύριε, ποίησον τὸ δεῖνα πρᾶγμα ἀνάγκῃ, μὴ τὸν οὐρανὸν κινήσω, ποίησον τὸ δεῖνα πρᾶγμα ἐμοί, ὁ τύπος, τὸ σύνολον τοῦ κόσμου, ὃς κατακριθεὶς ἐφύλαξας τοῦ μεγάλου βασιλέως ἱερόν, ποίησον τὸ δεῖνα πρᾶγμα ἐμοί, τῷ κλειδοφύλακι τοῦ τριγώνου παραδείσου τῆς γῆς, τῆς βασιλείας, ποίησον τὸ δεῖνα πρᾶγμα ἐμοί, τῷ τῆς χήρας ὀρφανῷ κατατετιμημένης, βωϊαθυριθ, ἵνα μὴ ἀφέλωσί με τὴν κυριακὴν πατρίδα καὶ πάντα τὰ ἀγαθὰ ἐμπέσῃ κατʼ ἐπιταγὴν φωκεν γεψευ αρετα θουμισον κται κτ μασκελλι μασκελλω φνουκενταβαω αωριω ζαγρα ῥησίχθων ἱππόχθων πυροσπαριπηγανυξ καιλαμ ιαλμιω λιλιμουληαλαβαηνερεδεμου· δεῦρό μοι ἐν τῇ ἁγίᾳ σου περιστροφῇ τοῦ ἁγίου πνεύματος, παντὸς κτίστα, θεῶν θεέ, κοίρανε παντός, διαστήσας τὸν κόσμον τῷ σεαυτοῦ πνεύματι θείῳ· πρῶτος δʼ ἐξεφάνης ἐκ πρωτογόνου, φὺς εὐμεθόδως, ὕδατος βιαίου, ὁ τὰ πάντα κτίσας· ἄβυσσον, γαῖαν, πῦρ, ὕδωρ, ἀέρα καὶ πάλιν αἶθρα καὶ ποταμοὺς κελάδοντας, ὑσγηνοϊδῆ τε σελήνην, ἀστέρας ἀερίους, ἐῴους, περιδινοπλανήτας· αὐταῖς σαῖς βουλαῖς δορυφοροῦσιν ἅπαντα. σὺ ὁ παρακαλῶν … σιν αμοχλ … φοδοφ … μ … αρφθω … ιβκ ψουφιστωμ … οιωθ ωφρουερ χμηιβ Ἁρπονκνουφι βριντατηνωφριβρισκυλμα Ἁρουαρ ζαρβαμεσεγκριφινιγθου μιχμουμαωφ ιαωλι πρὶν ἀστράπτῃς αι χεαοκιρταβαοζααλε ασρισκι … ου, βρίθει στόμα, ἄναξ. δεῦρό μοι, κύριε, ὁ ποτὲ τὸ φῶς ἀνάγων, ποτὲ τὸ σκότος κατάγων κατὰ τὴν σεαυτοῦ δύναμιν, ἐπάκουσόν μου, κύριε, ἐμοῦ, τοῦ δεῖνα, ἵλεως καὶ ἀσμένως καὶ ἐπʼ ἀγαθῷ, ἐκ παντὸς στοιχείου, ἐκ παντὸς ἀνέμου, ἐν τῇ σήμερον ἡμέρᾳ, ἱλαρῷ σου τῷ προσώπῳ, τῇ ἄρτι ὥρᾳ, ὅτι ἐπικαλοῦμαί σου τὸ ἅγιον ὄνομα πάντοθεν, ὁ γεννηθεὶς ἐν παντὶ πλάσματι ἀνθρωπίνῳ· ἐνπνευμάτισον ἡμᾶς. ὄνομά σου ἐκ μὲν δεξιοῦ ἄξονος· “Ἰάω αωι ωαι ωυα ωωωωωω αααααα ιυ … … ωαι,” ἐκ δʼ εὐωνύμων ἄξονος· “Ἰάω αυω ιωαι πιπι ωωω ωω ιιι αυω … ωα ωαι.” ἐλθέ μοι ἱλαρῶ τῷ προσώπῳ ἐπʼ αὐτοθελητῷ κοίτῃ, διδοὺς ἐμοί, τῷ δεῖνα, ζωήν, ὑγείαν, σωτηρίαν, πλοῦτον, εὐτεκνίαν, γνῶσιν, εὐακοΐαν, εὐμένειαν, εὐβουλίαν, εὐδοξίαν, μνήμην, χάριν, μορφήν, κάλλος πρὸς πάντας ἀνθρώπους τοὺς ὁρῶντάς με, ὁ πᾶν ὁτιοῦν ἀκούων μου, τῶν λόγων δὸς πεισμονήν, θεὲ μέγας, τῷ ευαηω ιω ιαω ωαι ωιω ηαυι τας ερχις· αυξαχοχ Ἁρσαμῶσι, λίσσομαι, ἄναξ, πρόσδεξαί μου τὴν λιτανείαν, τὴν πρὸς σὲ ἀναφορὰν προστάξας· ἵνα με νῦν ἐρατῶν πρὸς σὲ τὴν γνῶσιν ἐλλυχνιάσῃς καὶ μετὰ τὴν τοῦ ὑλικοῦ σώματος εὐμενῆ ἀποκατάστασιν, δέομαι, κύριε, πρόσδεξαί μου τήνδε ἀξίωσιν, τὴν λιτανείαν, τὴν προσύστασιν, τὴν ἀναφορὰν τοῦ πνεύματος τοῦ λεκτικοῦ, ὃ καὶ φθασάτω πρὸς σέ, τὸν πάντων δεσπότην, ὅπως ποιήσῃς πάντα τὰ τῆς εὐχῆς μου, θεῶν γενητέ. χάριν σοι οἴδαμεν, ψυχῇ πάσῃ, κατὰ καρδίαν πρὸς σὲ ἀνατεταμένην, ἄφραστον ὄνομα τετιμημένον τῇ τοῦ θεοῦ προσηγορίᾳ καὶ εὐλογούμενον τῇ τοῦ θεοῦ ὁσιότητι, ᾗ πρὸς πάντας καὶ πρὸς πάντα πατρικὴν εὔνοιαν καὶ στοργὴν καὶ φιλίαν καὶ ἐπιγλυκυτάτην ἐνέργειαν ἐνεδείξω, χαρισάμενος ἡμῖν νοῦν, λόγον, γνῶσιν· νοῦν μέν, ἵνα σε νοήσωμεν, λόγον δέ, ἵνα σε ἐπικαλέσωμεν, γνῶσιν, ἵνα σε ἐπιγνώσωμεν. χαίρομεν, ὅτι σεαυτὸν ἡμῖν ἔδειξας, χαίρομεν, ὅτι ἐν πλάσμασιν ἡμᾶς ὄντας ἀπεθέωσας τῇ σεαυτοῦ γνώσει. χάρις ἀνθρώπου πρὸς σὲ μία· τὸ μέγεθος γνωρίσαι. ἐγνωρίσαμεν, ὦ τῆς ἀνθρωπίνης ζωῆς ζωή, ἐγνωρίσαμεν, μήτρα πάσης γνώσεως, ἐγνωρίσαμεν, ὦ μήτρα κυηφόρε ἐν πατρὸς φυτείᾳ, ἐγνωρίσαμεν, ὦ πατρὸς κυηφοροῦντος αἰώνιος διαμονή· οὗ τοσοῦτον ἀγαθὸν προσκυνήσαντες μηδεμίαν ᾐτήσαμεν λιτήν, πλὴν θέλησον ἡμᾶς διατηρηθῆναι ἐν τῇ σῇ γνώσει, τάδε τηρήσαντας τὸ μὴ σφαλῆναι τοῦ τοιούτου βίου τούτου … βλιον μετισαγωκην ἔχει πρ … πα … οικουντα θεῷ. μὴ δʼ ἐν παρέργῳ … ον … μετὰ εʹ ἡμέρας … νιουον.»
Θυσάμενος ἄλευρα καὶ ὥριμα συκάμινα καὶ σήσαμον ἀνέκχυτον καὶ θρίον ἄπυρον, ἐν ᾧ χεόμενος σεῦτλον τεύξῃ τῆς ἰδίας σκιᾶ … ὥστε σοι αὐτὴν ὑπηρετήσειν. ἐλθὲ ὥρᾳ ἕκτῃ τῆς ἡμέρας πρὸς ἀνατολὴν ἐν ἐρήμῳ τόπῳ περιεζωσμένος νέον ἐβέννινον ἄρριχον καὶ ἐν τῇ κεφαλῇ στροφεῖον σφενδόνης κόκκινον καὶ ἐπὶ τοῦ δεξιοῦ ὠτίου πτερὰν ἱέρακος, ἐπὶ δὲ τοῦ εὐωνύμου ἴβεως. πατῶν ἐν τῲ τόπῳ προσκύνει ἀνατείνας τὰς χεῖρας καὶ λέγε τοῦτον τὸν λόγον, ὅτι «ποίησόν μοι ὑπηρετήσειν νῦν τὴν σκιάν μου, ὅτι οἶδά σου τὰ ἅγια ὀνόματα καὶ τὰ σημεῖα· καὶ τὰ παράσημα καὶ τίς εἶ καθʼ ὥραν καὶ τί σοι ὄνομα.» ταῦτα εἰπὼν λέγε αὖθις τὸν λόγον τὸν ἐπάνω, καὶ ὅταν μὴ ἀκούσῃ, λέγε· «εἴρηκά σου τὰ ἅγια ὀνόματα καὶ τὰ σημεῖά σου καὶ τὰ παράσημα. διό, κύριε, ποίησον ὑπηρετεῖν μοι τὴν ἐμὴν σκιάν.» καὶ ὥρᾳ ἑβδόμῃ ἐλεύσεταί σοι ἔξαντά σου, καὶ λέγων αὐτῇ εἰπέ· «ἀκολούθει μοι πανταχῆ.» σὺ δὲ ὅρα, μή σε καταλείψῃ. ὡς ἂν θέλεις μετὰ … ονη … τὸν λόγον ὡς ἐὰν ἐθέλεις ὡς θέλεις τὴν ἡμέραν ταύτην … ιζο … ανκ … ανια λέγε πρὸς Ἥλιον αιζ περ … λειμητ … γαρ … ἐν τῇ τρίτῃ ἡμέρᾳ καὶ εἰς Σελήνην … τριταίαν εἴσοδον τῆς θεοῦ ἐλθὼν ἐπὶ ποταμὸν ἀέναον στρ … ενος λουσάμενος ἐλθὼν ἐν ἱματίοις καθαροῖς ει … τ … πιόμενον ονκ … ι … αρμενον … τόπον ἔρημον, ἔχων πρὸς ἥλιον ἀνίσχοντα ἀλεκτρυόνα λευκὸν ἄσπιλον καὶ στροβίλους δεξιοὺς δώδεκα ἐπίθυε γάλα, οἶνον λευκὸν σπένδων, λέγε τοὺς ἀνακειμένους ἑπτὰ λόγους ἑπτάκις αἰτῶν σύστασιν τὴν τοῦ θεοῦ … σεαυτὸν δείξει … οικητω ἐπὶ τῶν ἑπτὰ ἡμερῶν ποίει ἑστάναι … ο … ης πρὸς Σελήνην καθαρός, καὶ ὅταν ἴδῃς τὸν θεὸν ἐν τούτῳ τῷ τόπῳ ε … εδες εὐωχοῦ· ὅταν οὖν συσταθῇς τῷ θεῷ, λέγε λόγον αὔτοπτον καὶ αἴτησαι παρὰ τοῦ δεσπότου προγνῶναι. κατελθὼν ἐπὶ τόπον καθαρὸν καὶ ἱερούμενον καὶ θυσίαν πάλιν ποιήσας ἀλεκτρυόνα καὶ τὰ ἄλλα ἃ χρὴ σύμβολα μυστικῶς ἐν καθαροῖς ἱματίοις κρατῶν … θεοῦ τριταίας ἔχων ἐν τῇ δεξιᾷ ἀρτεμισίαν μονόκλωνον, ἐν τῇ εὐωνύμῳ γῆρας ὄφεως, καὶ δίωκε τοὺς λόγους ἐπικειμένους καὶ ὅτι βούλει, καὶ ἔσται. πολλάκις δὲ δίωκε … ἀπογεγραμμεν … εις μαθεῖν τι, λέγεταί σοι ὑπὸ τοῦ θεοῦ. ἐὰν δὲ … α … α … ποι της ανε … γράψας κα … ιωδι … σ … σινδονίσας δὲ ἀπὸ κεφαλῆς μέχρι ποδῶν … ηκει καὶ γράψας ἐπὶ τῆς γῆς Ἁρποκράτην ἔχοντα ἐπὶ στόματος … λιον, τῇ δὲ εὐωνύμῳ ς κῦτος δεδραγμένον καὶ ἅρπην ἐν … ου ἔπειτα ἀβλανα θαναλβα, ἐν πτέρυγι Ἀβρασαξ, ὑπὸ νῶτον ωηαυα … ντον καὶ στήσας τὸν παῖδα ἐπʼ αὐτοῦ καὶ γράφε τὸν εʹ λόγον αὐτὸν … θεραπεύεις πολλάκις καὶ τόδε· ἀφελὼν … ἀντʼ αὐτοῦ τὴν σινδόνα, θεωρείτω καὶ ὄψεται· σὺ δὲ ἐρώτα αὐτόν … ἐπὶ δεκάτῃ ἡμέρᾳ ορ … πρωὶ τὸν πρῶτον, εἶτα τὸν πρῶτον δεύτερον πρωὶ τῶν … ιωντι … ι … τάδε ἔστω … ε … στησ … δύο πλίνθων ε … απ … αλ … σ … τε στηκ … ως ὑπὸ χάρτην ἀντι … ον ταυρων … α … ωα … θ … ε … δ κεφαλῆς ηδια … υ … ε … νω … τ … ντηκ … κατάδυσιν τ … ἐπι … εκ … και … α … ἔχε ἐν ταῖς χερσὶν … εραν … ταύτη … καὶ λέγε τοὺς πρ … τὸν παι … ἐν ἑκατερ … ὡς ἂν δ … ομηκ … ησπουδε … ὀλίγον δυσ … ετα παντα … ποτ … ετωσυ … ιανεσ … ἐπὶ ταῦτα τοισ … μεγάλων ει … δηλων και … τασκ … καιε … βοθρον ε … ω … σον ἀμφοτερ … στατον καὶ τε … λόγων πρὸς τ … τοῖς ποσσικλ … λόγους σὺν ταῖς … ν … ω … καὶ πάντ … οντα καὶ το … τα βόθρον εστα … σου … ρευανυ … κοντα ποιεῖς … μα … την … ἐπίλεγε τὸν … αν τοῦ ἐλαίου ἀποτ … καθαρὸς ποιη … ερχε … ἀνα …
ὁ μεγαδαίμων καὶ ὁ ἀπαραίτητος ἡμέρᾳ Διὸς ὥρᾳ αʹ, ἐπὶ δὲ ῥυστικῆς ὥρᾳ εʹ αἴλουρος … , ηʹ αἴλουρος.
Τελετή· προαγνεύσας ζʹ ἡμέρας ἐλθὼν τῇ τρίτῃ τῆς σελήνης εἰς τόπον ἀπογυμνωθέντα νεωστὶ ἀπὸ τοῦ Νείλου, πρὶν ἐπιβῇ τις αὐτοῦ τὸ περίρυτον, ποίησον ἐπὶ δύο πλίνθων ἐπὶ κροτάφων ἑστηκυϊῶν ἐκ ξύλων ἐλαΐνων, τουτέστιν κληματίδος, πυρὰν ἀνίσχοντος κατὰ τὸ ἥμισυ τοῦ ἡλίου, πρότερον πρὶν ἀνατείλῃ ὁ ἥλιος, περιγυρεύσας τὸν βωμόν, πλήρους δὲ ἀνελθόντος τοῦ ἡλιοδίσκου ἀποτεμὼν τὴν κεφαλὴν ἀλεκτρυόνος τελείου ὁλολεύκου, ὃν ἐν τῇ ἀριστερᾷ ἀγκάλῃ ἔχεις, περιγυρεύεις, πρότερον πρὶν ἥλιος ἀνατείλῃ, τὸν βωμόν. ἀποτέμνεις δὲ τὸν ἀλεκτρυόνα τοῖς γόνασι συλλαβὼν μηδενὸς ἄλλου αὐτὸν κατέχοντος· τὴν μὲν κεφαλὴν εἰς τὸν ποταμὸν ῥῖψον, τὸ δὲ αἷμα ἀποδεξάμενος τῇ δεξιᾷ χειρὶ ἔκπιε, τὸ λοιπὸν σῶμα τῷ ἡμμένῳ βωμῷ ἐπιθείς, καὶ ἐνάλλου τῷ ποταμῷ· μεθʼ ἧς ἔχεις ἐσθῆτος βαπτισάμενος ἀναποδίζων ἄνελθε καὶ μεθαμφιεσάμενος καινὰ ἄπιθι ἀνεπιστρεπτί. λαβὼν δὲ μετὰ ταῦτα νυκτικόρακος χολήν, ἀπʼ αὐτῆς ἐγχρίου πτερῷ ἴβεως τοὺς ὀφθαλμούς σου, καὶ ἔσει τετελεσμένος. ἐὰν δὲ ἀπορῇς τοῦ νυκτικόρακος, χρῶ ὠῷ ἴβεως, πτερῷ δὲ ἱέρακος· τρήσας τὸ ὠὸν καὶ ἐνεὶς τὸ πτερὸν κατάρρηξον οὕτω ἐγχρισάμενος.
Προαγνεύσας ζʹ ἡμέρας τοῦ τὴν σελήνην πανσέληνον γενέσθαι ἐναίμων καὶ ἀνεψετῶν ἀπεχόμενος, ἀφʼ ὧν ἐσθίεις, μέρος ἥμισυ κατὰ ἴσον καταλιμπάνων ἐπὶ τὰς προκειμένας ἡμέρας ἐν ἀγγείῳ καλλαΐνῳ, ἐφʼ οὗ καὶ σὺ ἐσθίεις, οἴνου ἀπεχόμενος, σελήνης δὲ πληρωθείσης ἐλθὼν εἰς τὰ ἀπηλιωτικὰ μέρη τῆς πόλεως ἢ κώμης ἢ τῆς οἰκίας μονήρης ἐν ἀγροῖς ἀπόρριψον τὰ καταλειφθέντα μέρη καὶ οὕτως ὀξέως ἐπάνελθε ἐπὶ τὸν τόπον σου καὶ ἀπόκλεισον σεαυτόν, μή σε προλάβῃ· ἐὰν γὰρ προλημφθῇς, ἀποκλείῃ ὑπʼ αὐτοῦ. πρὶν ἐκρίψῃς δὲ τὰ μερίδια, κάλαμον χωρικὸν ὡς πηχῶν δύο πήξας ἐν τῇ γῇ ὀλίγον ἐπικεκλιμένον καὶ ἐξαρτήσας αὐτοῦ θριξὶ ἵππου ἄρσενος κάνθαρον τὸν ταυρόμορφον κατὰ τὸ μέσον δεδεμένον, ὑπόθες αὐτῷ ἐν λεκάνῃ καινῇ ὀστρακίνῃ λύχνον καινὸν ἐξημμένον, ὡς τὴν ἀτμίδα τοῦ λύχνου ἐφικέσθαι ὀλίγον τοῦ κανθάρου. στῆθι μετὰ τὸ ἐκρῖψαι τὰ μέρη καὶ εἰσελθεῖν καὶ ἀποκλεῖσαι ἀτάραχος. ἐπιστήσεται γὰρ ὁ κληθεὶς καὶ ἀναγκάσει σε ἀπειλῶν ἔνοπλος ἀπολῦσαι τὸν κάνθαρον. σὺ δὲ μὴ ταραχθῇς μηδὲ ἀπολύσῃς, ἔστʼ ἂν χρηματίσῃ σοι, καὶ οὕτω ταχέως αὐτὸν ἀπόλυσον. ὅταν δὲ μέλλῃς καθʼ ἡμέραν ἐν τῇ ἁγνείᾳ ἐσθίειν καὶ κοιμᾶσθαι, εἰπὲ τὸν λόγον πρὸς σελήνην ζʹ, ὅνπερ μετὰ τὸ ἐκρῖψαι ἐπανελθὼν πάλιν ἐρεῖς.
φυλακτήριον τοῦ προκειμένου· γράψον εἰς χάρτην καθαρὸν αἵματι ἀπὸ χειρὸς ἢ ποδὸς γυναικὸς ἐγκύου τὸ προϋποκείμενον ὄνομα καὶ φόρει περὶ τὸν ἀριστερὸν βραχίονα λίνῳ δήσας. ἔστιν δὲ τὰ γραφόμενα·
ἀπόλυσις· ἀπολύσας τὸν κάνθαρον εἰπέ· φύλαττε τάδε σφόδρα. ἡ πρᾶξις· κρόμμυον.
Φυλακτήριον πρὸς δαιμόνια· ἀπάλλαξον — κοινά —
Ἄλλη πρὸς ἥλιον· σινδονιάσας κατὰ κεφαλῆς μέχρι ποδῶν γυμνὸν κρότα καὶ προκωδωνίσας παῖδα στῆσον καταντικρὺ τοῦ ἡλίου καὶ λέγε τὸν λόγον κατόπιν αὐτοῦ στάς· σοῦ λέγοντος ἐὰν σίελος πολὺς ἐν τῷ στόματι γένηται, νόει, ὅτι νοσεῖ καὶ βούλεταί σοι λαλῆσαι· ἐὰν χασμήσῃ πλειστάκις, βούλεται πρός σε ἐλθεῖν. ἐὰν δὲ πταρῇς δὶς ἢ καὶ πρός, ὁλοκληρεῖ καὶ ἀνέρχεται, ὅθεν ἐστίν· ἐὰν κεφαλαργήσῃς καὶ δακρύσῃς, νοσεῖ ἢ καὶ τελευτᾷ. ταῦτα ὑπὲρ γυναικῶν. ὅταν δὲ κατὰ γυναικῶν, λέγε ἐναλλὰξ τὰς θηλείας ἐγείρων ἐπὶ τοὺς ἄρρενας·
Νεφώτης Ψαμμητίχῳ, βασιλεῖ Αἰγύπτου αἰωνοβίῳ, χαίρειν· ἐπεί σε ὁ μέγας θεὸς ἀπεκατέστησεν βασιλέα αἰωνόβιον, ἡ δὲ φύσις κατέστησεν ἄριστον σοφιστήν, καὶ ἐγώ σοι βουλόμενος ἐπιδείξασθαι τὴν ἐν ἐμοὶ φιλοπονίαν ἀπέστειλά σοι τήνδε τὴν πρᾶξιν ἐν πάσῃ εὐκοπίᾳ ἱερὰν ἐπιτελουμένην ἐνέργειαν, ἣν καὶ σὺ δοκιμάσας θαυμάσεις τὸ παράδοξον τῆς οἰκονομίας ταύτης· σκέψῃ διὰ λεκάνης αὐτόπτου ἐν ᾗ βούλει ἡμέρᾳ ἢ νυκτί, ἐν ᾧ βούλει τόπῳ, θεωρῶν τὸν θεὸν ἐν τῷ ὕδατι καὶ φωνὴν λαμβάνων ἐν στίχοις παρὰ τοῦ θεοῦ, οἷς βούλει· οἴσεις καὶ τὸν κοσμοκράτορα καὶ εἴ τι ἂν προσθῇς, ἐρεῖ δὲ καὶ περὶ ἄλλων, ὧν ἐπερωτήσεις. ἐπιτεύξει χρησάμενος οὕτως, πρῶτα μὲν συσταθεὶς πρὸς τὸν Ἥλιον τρόπῳ τούτῳ· οἵᾳ βούλει ἀνατολῇ τριταίας οὔσης τῆς σελήνης ἐπὶ δώματος ὑψηλοτάτου ἀνελθὼν στρῶσον ἐπὶ τῆς γῆς σινδόνιον καθαρόν. ποίει σὺν μυσταγωγῷ. σὺ δὲ αὐτὸς στεψάμενος κισσῷ μέλανι μεσουρανέοντος τοῦ ἡλίου ὥρᾳ πέμπτῃ κατακλίθητι ἄνω βλέπων ἐπὶ τὴν σινδόνα γυμνὸς καὶ κέλευέ σου περικαλύπτεσθαι τοὺς ὀφθαλμοὺς τελαμῶνι μέλανι καὶ περιστείλας σεαυτὸν νεκρικῷ τρόπῳ καμμύων τοὺς ὀφθαλμούς, τὸ νεῦμα ἔχων πρὸς τῷ ἡλίῳ κατάρχου λόγων τῶνδε. λόγος· «Κραταιὲ Τυφῶν, τῆς ἄνω σκηπτουχίας σκηπτοῦχε καὶ δυνάστα, θεὲ θεῶν, ἄναξ αβεραμενθωου — λόγος —, γνοφεντινάκτα, βρονταγωγέ, λαιλαπετέ, νυκταστράπτα, ψυχροθερμοφύσησε, πετρεντινάκτα, τειχοσεισμοποιέ, κοχλαζοκύμων, βυθοταραξοκίνησε, Ἰωερβήτ αυ ταυϊ μηνι· ἐγώ εἰμι ὁ σύν σοι τὴν ὅλην οἰκουμένην ἀνασκαλεύσας καὶ ἐξευρὼν τὸν μέγαν Ὄσιριν, ὅν σοι δέσμιον προσήνεγκα. ἐγώ εἰμι ὁ σύν σοι συμμαχήσας τοῖς θεοῖς· ἐγώ εἰμι ὁ κλείσας οὐρανοῦ δισσὰς πτύχας καὶ κοιμίσας δράκοντα τὸν ἀθεώρητον, στήσας θάλασσαν, ῥεῖθρα, ποταμῶν νάματα, ἄχρις οὗ κυριεύσῃς τῆσδε τῆς σκηπτουχίας. ὁ σὸς στρατιώτης ὑπὸ θεῶν νενίκημαι, πρηνὴς ῥέριμμαι μηνίδος εἵνεκεν κενῆς. ἔγειρον, ἱκετῶ, τὸν σόν, ἱκνοῦμαι, φίλον καὶ μή με ῥίψῃς χθονοριφῆ, ἄναξ θεῶν αεμιναεβαρωθερρεθωραβεανιμεα. δυνάμωσον, ἱκετῶ, δός τε μοι ταύτην τὴν χάριν, ἵνʼ, ὅταν τινὰ αὐτῶν τῶν θεῶν φράσω μολεῖν, ἐμαῖς ἀοιδαῖς θᾷττον ὀφθῇ μοι μολών. ναϊνε βασαναπτατου εαπτου μηνωφαεσμη παπτου μηνωφ· αεσιμη· τραυαπτι· πευχρη· τραυαρα· πτουμηφ· μουραι· ανχουχαφαπτα· μουρσα· αραμει· Ἰάω· αθθαραυϊ μηνοκερ· βορο πτουμηθ· ατ ταυϊ μηνι χαρχαρα· πτουμαυ· λαλαψα· τραυϊ τραυεψε μαμω φορτουχα· αεηιο ϊου οηωα· εαϊ αεηι ωι ιαω αηι αι ιαω.» ταῦτά σου εἰπόντος τρὶς σημεῖον ἔσται τῆς συστάσεως τόδε, σὺ δὲ μαγικὴν ψυχὴν ἔχων ὁπλισθεὶς μὴ θαμβηθῇς· ἱέραξ γὰρ πελάγιος καταπτὰς τύπτει σε ταῖς πτέρυξιν εἰς τὸ πλάσμα σου ταῦτα αὐτὰ δηλῶν ἐξαναστῆναί σε. σὺ δὲ ἀναστὰς ἀμφιέσθητι λευκοῖς εἵμασιν καὶ ἐπίθυε ἐπὶ θυμιατηρίου γεΐνου ἄτμητον λίβανον σταγονιαῖον λέγων τάδε· «συνεστάθην σου τῇ ἱερᾷ μορφῇ, ἐδυναμώθην τῷ ἱερῷ σου ὀνόματι, ἐπέτυχόν σου τῆς ἀπορροίας τῶν ἀγαθῶν, κύριε, θεὲ θεῶν, ἄναξ, δαῖμον αθθουϊν θουθουϊ ταυαντι· λαω απτατω.» ταῦτα ποιῆσας κάτελθε ἰσοθέου φύσεως κυριεύσας τῆς διὰ ταύτης τῆς συστάσεως ἐπιτελουμένης αὐθοπτικῆς λεκανομαντείας ἅμα καὶ νεκυοαγωγῆς. σκέψις· ἐπειδάν ποτε βούλει σκέψασθαι περὶ πραγμάτων, λαβὼν ἄγγος χαλκοῦν, ἢ λεκάνην ἢ φιάλην, οἵαν ἐὰν βούλῃ, βάλε ὕδωρ —ἐὰν μὲν τοὺς ἐπουρανίους θεοὺς κλῄζῃ, ζήνιον, ἐὰν δὲ τοὺς ἐπιγείους, θαλάσσιον, ἐὰν δὲ Ὄσιριν ἢ τὸν Σάραπιν, ποτάμιον, ἐὰν δὲ νέκυας, πηγαῖον—κατέχων ἐπὶ τοῖς γόνασι σκεῦος, ἐπιβαλὼν ἔλαιον ὀμφάκινον καὶ σὺ αὐτὸς ἐπικύπτων ἐν τῷ σκεύει λέγε τὸν λόγον τὸν ὑποκείμενον καὶ προσκαλοῦ, ὃν βούλει θεόν, καὶ ἐπερώτα, περὶ οὗ θέλεις, καὶ ἀποκριθήσεταί σοι καὶ ἐρεῖ σοι περὶ πάντων. ἐὰν δὲ εἴπῃ, ἀπόλυε αὐτὸν τῇ ἀπολύσει, ὃς τῷδε αὐτῷ λόγῳ χρώμενος θαυμάσεις. λόγος λεγόμενος ἐπὶ τοῦ σκεύους· «Ἀμοῦν αυανταυ λαϊμουταυ ριπτου μανταυι ιμαντου λαντου λαπτουμι· ανχωμαχ· αραπτουμι· δεῦρό μοι, ὅ τις θεός, ὄφθητί μοι ἐν τῇ ἄρτι ὥρᾳ καὶ μή μου θαμβήσῃς τοὺς ὀφθαλμούς. δεῦρό μοι, ὅ τις θεός, ἐπήκοός μοι γενοῦ, ὅτι τοῦτο θέλει καὶ ἐπιτάσσει αχχωρ αχχωρ· αχαχαχ πτουμι χαχχω χαραχωχ· χαπτουμη· χωραχαραχωχ· απτουμι· μηχωχαπτου· χαραχπτου· χαχχω χαραχω· πτεναχωχευ» — γράμματα ἑκατόν.
οὐκ ἀγνοεῖς δέ, βασιλεῦ μέγιστε καὶ μάγων καθηγεμών, ὅτι τοῦτό ἐστιν τὸ πρωτεῦον ὄνομα τοῦ Τυφῶνος, ὃν τρέμει γῆ, βυθός, Ἅιδης, οὐρανός, ἥλιος, σελήνη, χορὸς ἄστρων ἐπιφανής, σύμπας κόσμος, ὅπερ ὄνομα ῥηθὲν θεοὺς καὶ δαίμονας ἐπʼ αὐτὸ βίᾳ φέρει. ἔστιν δὲ γραμμάτων ρʹ τοῦτο τὸ ὄνομα. ἐν ὑστέρῳ σοῦ φωνήσαντος φανήσεται, ὃν φωνεῖς, θεὸς ἢ νέκυς, καὶ ἀποκριθήσεται περὶ ὧν ἐπερωτᾷς πάντων. ἐπὰν δὲ ἐκμάθῃς, ἀπόλυε τὸν θεὸν μόνον τῷ ἰσχυρῷ ὀνόματι τῷ τῶν ἑκατὸν γραμμάτων λέγων· «ἄπιθι, δέσποτα. τοῦτο γὰρ θέλει καὶ ἐπιτάσσει σοὶ ὁ μέγας θεός, τις.» λέγε τὸ ὄνομα, καὶ ἀπελεύσεται. αὕτη ἡ πραγματεία, βασιλεῦ μέγιστε, εἰς σὲ μόνον χωρησάτω, φυλασσομένη ἀπό σου ἀμετάδοτος. ἔστιν δὲ αὐτὸ τὸ φυλακτήριον, ὃ φορεῖς καὶ ἱστανόμενος πράσσων· εἰς λεπίδα ἀργυρᾶν αὐτὸ τὸ ὄνομα γραμμάτων ρʹ ἐπίγραψον χαλκῷ γραφείῳ καὶ φόρει εἴρας ἱμάντι ὄνου. σύστασις τῆς πράξεως· πρὸς ἀνατολὴν τοῦ ἡλίου λέγε· «σὲ καλῶ, τὸν πρῶτα θεῶν ὅπλον διέποντα, σὲ τὸν ἐπʼ οὐρανίων σκῆπτρονβασίλειον ἔχοντα, σὲ τὸν ἄνω μέσον τῶν ἄστρων Τυφῶνα δυνάστην, σὲ τὸν ἐπὶ τῷ στερεώματι δεινὸν ἄνακτα, σὲ τὸν φοβερὸνκαὶ τρομερὸν καὶ φρικτὸν ἐόντα, σὲ τὸν δῆλον, ἀμήχανον, μισοπόνηρον, σὲ καλέω,Τυφῶνʼ, ὥραις ἀνόμοις, ἀμετρήτοις, σὲ τὸν ἐπʼ ἀσβέστῳ βεβηκότα πυρὶ λιγείῳ, σὲ τὸν ἄνω χιόνων, κάτω δὲ πάγους σκοτεινοῦ, σὲ τὸν ἐπʼ εὐκταίων Μοιρῶν βασίλειον ἔχοντα κλῄζω, παντοκράτωρ, ἵνα μοι ποιήσῃς, ἅ σε ἐρωτῶ, καὶ εὐθὺς ἐπινεύσῃς μοι ἐπιτρέψῃς τε γενέσθαι — κοινά —, ὅτι σὲ ἐξορκίζω γαρ θαλα· βαυζαυ· θωρθωρ καθαυκαθ· ϊαθιν· να βορκακαρ· βορβα· καρβορβοχ· μω ζαυ ουζωνζ· ων· υαβιθ· Τυφῶν μέγιστε, ἄκουσόν μου, τοῦ δεῖνα, καὶ ποίησόν μοι τὸ δεῖνα πρᾶγμα· λέγω γάρ σου τὰ ἀληθινὰ ὀνόματα· Ἰωερβήθ· Ἰωπακερβήθ· Ἰωβολχοσήθ· οεν Τυφῶν· ασβαραβω· βιεαιση· με νερω· μαραμω· ταυηρ· χθενθωνιε· αλαμ βητωρ· μενκεχρα· σαυειωρ ρησειοδωτα· αβρησιοα· φωθηρ· θερθωναξ· νερδωμευ· αμωρης· μεεμε· ωιης· συσχιε· ανθωνιε· Φρᾶ· εἰσάκουσόν μου καὶ ποίησον τὸ δεῖνα πρᾶγμα.»
Βοτανήαρσις· χρῶ πρὸ ἡλίου. λόγος λεγόμενος· «αἴρω σε, ἥ τις βοτάνη, χειρὶ πενταδακτύλῳ, ἐγὼ ὁ δεῖνα, καὶ φέρω παρʼ ἐμαυτόν, ἵνα μοι ἐνεργήσῃς εἰς τήν τινα χρείαν. ὁρκίζω σε κατὰ τοῦ ἀμιάντου ὀνόματος τοῦ θεοῦ· ἐὰν παρακούσῃς, ἥ σε τεκοῦσα γαῖά σε οὐκέτι βρεχήσεται πώποτε ἐν βίῳ πάλιν, ἐὰν ἀπορηθῶ τῆσδε τῆς οἰκονομίας μουθαβαρ· ναχ βαρναχωχα· βραεω μενδαλαυβραασσε· φασφα βενδεω· τελέσατέ μοι τὴν τελείαν ἐπαοιδήν.»
Φιλτροκατάδεσμος θαυμαστός· λαβὼν κηρὸν ἢ πηλὸν ἀπὸ τροχοῦ κεραμικοῦ πλάσον ζῴδια δύο, ἀρρενικὸν καὶ θηλυκόν· τὸν μὲν ἄρσενα ὡς Ἄρεα καθωπλισμένον ποίησον τῇ ἀριστερᾷ χειρὶ κρατοῦντα ξίφος, καταπλήσσοντα αὐτῆς εἰς τὴν κατακλεῖδα τὴν δεξιάν, αὐτὴν δὲ ὀπισθάγγωνα καὶ ἐπὶ τὰ γόνατα καθημένην, καὶ τὴν οὐσίαν ἐπὶ τῆς κεφαλῆς ἅψεις ἢ ἐπὶ τοῦ τραχήλου. γράψον δὲ εἰς τὸ πλάσμα τῆς ἀγομένης· ἐπὶ μὲν τῆς κεφαλῆς· «ϊσεη Ἰάω ιθι ουνε βριδω λωθιων νεβουτοσουαληθ·» ἐπὶ δὲ τῆς δεξιᾶς ἀκοῆς· «ουερ μηχαν·» ἐπὶ δὲ τῆς εὐωνύμου· «λιβαβα ωϊμαθοθο», ἐπὶ δὲ τῆς ὁράσεως· «ἀμουναβρεω·» ἐπὶ δὲ τοῦ δεξιοῦ ὀφθαλμοῦ· «ωρορμοθιο αηθ·» ἐπὶ δὲ τοῦ ἄλλου· «χοβουε·» ἐπὶ δὲ τῆς δεξιᾶς κλειδός· «αδετα μερου·» ἐπὶ δὲ τοῦ δεξιοῦ βραχίονος· «ενε ψα ενεσγαφ·» ἐπὶ δὲ τοῦ ἄλλου· «μελχιου μελχιεδια», ἐπὶ δὲ τῶν χειρῶν· «μελχαμελχου αηλ·» ἐπὶ δὲ τοῦ στήθους τὸ ὄνομα τῆς ἀγομένης μητρόθεν, ἐπὶ δὲ τῆς καρδίας· «βαλαμιν Θωούθ·» καὶ ὑπὸ τὸ ὑπογάστριον· «αοβης αωβαρ·» ἐπὶ δὲ τῆς φύσεως· «βλιχιανεοι ουωϊα», ἐπὶ δὲ τῆς πυγῆς· «πισσαδαρα·» ἐπὶ δὲ τῶν πελμάτων τοῦ μὲν δεξιοῦ· «ελω·» τοῦ δὲ ἄλλου· «ελωαιοε», καὶ λαβὼν δεκατρεῖς βελόνας χαλκᾶς πῆξον αʹ ἐπὶ τοῦ ἐγκεφάλου λέγων· «περονῶ σου, ἡ δεῖνα, τὸν ἐγκέφαλον», καὶ βʹ εἰς τὰς ἀκοὰς καὶ βʹ εἰς τοὺς ὀφθαλμοὺς καὶ αʹ εἰς τὸ στόμα καὶ βʹ εἰς τὰ ὑποχόνδρια καὶ αʹ εἰς τὰς χεῖρας καὶ βʹ εἰς τὰς φύσεις καὶ βʹ εἰς τὰ πέλματα καθʼ ἅπαξ λέγων· «περονῶ τὸ ποιὸν μέλος τῆς δεῖνα, ὅπως μηδενὸς μνησθῇ πλὴν ἐμοῦ μόνου, τοῦ δεῖνα.» καὶ λαβὼν πλάτυμμα μολυβοῦν γράψον τὸν λόγον τὸν αὐτὸν καὶ δίωκε καὶ συνδήσας τὸ πέταλον τοῖς ζῳδίοις μίτῳ ἀπὸ ἱστοῦ ποιήσας ἅμματα τξε, λέγων, ὡς οἶδας· «Ἀβρασάξ, κατάσχες,» τίθεσαι ἡλίου δύνοντος παρὰ ἀώρου ἢ βιαίου θήκην, παρατιθῶν αὐτῷ καὶ τὰ τοῦ καιροῦ ἄνθη. λόγος ὁ γραφόμενος καὶ διωκόμενος· «παρακατατίθεμαι ὑμῖν τοῦτον τὸν κατάδεσμον, θεοῖς χθονίοις Υεσεμιγαδων καὶ Κούρῃ Περσεφόνῃ Ἐρεσχιγὰλ καὶ Ἀδώνιδι τῷ Βαρβαριθα, Ἑρμῇ καταχθονίῳ Θωούθ φωκενταζεψευ αερχθαθου μισονκται καλβαναχαμβρη καὶ Ἀνούβιδι κραταιῷ ψιρινθ, τῷ τὰς κλεῖδας ἔχοντι τῶν καθʼ Ἅιδου, θεοῖς καὶ δαίμοσι καταχθονίοις, ἀώροις τε καὶ ἀώραις, μέλλαξί τε καὶ παρθένοις, ἐνιαυτοὺς ἐξ ἐνιαυτῶν, μῆνας ἐκ μηνῶν, ἡμέρας ἐξ ἡμερῶν, ὥρας ἐξ ὡρῶν. ὁρκίζω πάντας δαίμονας τοὺς ἐν τῷ τόπῳ τούτῳ συνπαρασταθῆναι τῷ δαίμονι τούτῳ· καὶ ἀνέγειρέ μοι σαυτόν, ὅστις ποτʼ εἶ, εἴτε ἄρρην, εἴτε θῆλυς, καὶ ὕπαγε εἰς πάντα τόπον καὶ εἰς πᾶν ἄμφοδον καὶ εἰς πᾶσαν οἰκίαν καὶ ἄξον καὶ κατάδησον· ἄξον τὴν δεῖνα, ἣν δεῖνα, ἧς ἔχεις τὴν οὐσίαν, φιλοῦσάν με τὸν δεῖνα, ὃν ἔτεκεν ἡ δεῖνα· μὴ βινηθήτω, μὴ πυγισθήτω μηδὲ πρὸς ἡδονὴν ποιήσῃ μετʼ ἄλλου ἀνδρός, εἰ μὴ μετʼ ἐμοῦ μόνου, τοῦ δεῖνα, ἵνα μὴ δυνηθῇ ἡ δεῖνα μήτε πεῖν μήτε φαγεῖν, μὴ στέργειν, μὴ καρτερεῖν, μὴ εὐσταθῆσαι, μὴ ὕπνου τυχεῖν ἡ δεῖνα ἐκτὸς ἐμοῦ, τοῦ δεῖνα, ὅτι σε ἐξορκίζω κατὰ τοῦ ὀνόματος τοῦ φοβεροῦ καὶ τρομεροῦ, οὗ ἡ γῆ ἀκούσασα τοῦ ὀνόματος ἀνοιγήσεται, οὗ οἱ δαίμονες ἀκούσαντες τοῦ ὀνόματος ἐνφόβου φοβηθήσονται, οὗ οἱ ποταμοὶ καὶ αἱ πέτραι ἀκούσαντες τὸ ὄνομα ῥήσσονται. ὁρκίζω σε, νεκύδαιμον, εἴτε ἄρρης, εἴτε θῆλυς, κατὰ τοῦ Βαρβαριθα χενμβρα βαρουχαμβρα καὶ κατὰ τοῦ Ἀβρατ Ἀβρασὰξ σεσενγεν βαρφαραγγης καὶ κατὰ τοῦ αωια μαρι ἐνδόξου καὶ κατὰ τοῦ Μαρμαρεωθ Μαρμαραυωθ Μαρμαραωθ μαρεχθανα αμαρζα· μαριβεωθ· μή μου παρακούσῃς, νεκύδαιμον, τῶν ἐντολῶν καὶ τῶν ὀνομάτων, ἀλλʼ ἔγειρον μόνον σεαυτὸν ἀπὸ τῆς ἐχούσης σε ἀναπαύσεως, ὅστις ποτὲ εἶ, εἴτε ἄρρης, εἴτε θῆλυς, καὶ ὕπαγε εἰς πάντα τόπον, εἰς πᾶν ἄμφοδον, εἰς πᾶσαν οἰκίαν καὶ ἔνεγκόν μοι τὴν δεῖνα, καὶ κατάσχες αὐτῆς τὴν βρῶσιν καὶ τὴν πόσιν, καὶ μὴ ἐάσῃς τὴν δεῖνα ἄλλου ἀνδρὸς πεῖραν λαβεῖν πρὸς ἡδονήν, μηδὲ ἰδίου ἀνδρός, εἰ μὴ ἐμοῦ μόνου, τοῦ δεῖνα, ἀλλʼ ἕλκε τὴν δεῖνα τῶν τριχῶν, τῶν σπλάγχνων, τῆς ψυχῆς πρὸς ἐμέ, τὸν δεῖνα, πάσῃ ὥρᾳ τοῦ αἰῶνος, νυκτὸς καὶ ἡμέρας, μέχρι οὗ ἔλθῃ πρὸς ἐμέ, τὸν δεῖνα, καὶ ἀχώριστός μου μείνῃ ἡ δεῖνα. ποίησον, κατάδησον εἰς τὸν ἅπαντα χρόνον τῆς ζωῆς μου καὶ συνανάγκασον τὴν δεῖνα ὑπουργὸν εἶναί μοι, τῷ δεῖνα, καὶ μὴ ἀποσκιρτάτω ἀπʼ ἐμοῦ ὥραν μίαν τοῦ αἰῶνος. ἐάν μοι τοῦτο τελέσῃς, ἀναπαύσω σε ταχέως· ἐγὼ γάρ εἰμι Βαρβαρ Ἀδωναί, ὁ τὰ ἄστρα κρύβων, ὁ λαμπροφεγγὴς οὐρανοῦ κρατῶν, ὁ κύριος κόσμου αθθουϊν ϊαθουϊν σελβιουωθ· Ἀὼθ σαρβαθιουθ ιαθθιεραθ Ἀδωναὶ ϊα ρουρα βια βι βιοθη αθωθ Σαβαὼθ ηα νιαφα αμαραχθι· σαταμα· ζαυαθθειη σερφω ϊαλαδα ϊαλη σβησι· ιαθθα· μαραδθα· αχιλθθεε χοωω οη ηαχω· κανσαοσα· αλκμουρι· θυρ· θαωος· σιεχη· εἰμὶ Θὼθ οσωμαι· ἄξον, κατάδησον τὴν δεῖνα φιλοῦσαν, ἐρῶσαν, τὸν δεῖνα ποθοῦσαν — κοινόν —, ὅτι ὁρκίζω σε, νεκύδαιμον, κατὰ τοῦ φοβεροῦ, μεγάλου ϊαεω βαφρενεμουν οθι λαρικριφια ευεαϊ φιρκιραλιθον υομεν ερ φαβωεαι, ἵνα μοι ἄξῃς τὴν δεῖνα καὶ κεφαλὴν κεφαλῇ κολλήσῃ καὶ χείλεα χείλεσι συνάψῃ καὶ γαστέρα γαστρὶ κολλήσῃ καὶ μηρὸν μηρῷ πελάσῃ καὶ τὸ μέλαν τῷ μέλανι συναρμόσῃ καὶ τὰ ἀφροδισιακὰ ἑαυτῆς ἐκτελέσῃ ἡ δεῖνα μετʼ ἐμοῦ, τοῦ δεῖνα, εἰς τὸν ἅπαντα χρόνον τοῦ αἰῶνος.» εἶτα γράψον εἰς ἕτερον μέρος τοῦ πλατύματος τὴν καρδίαν καὶ τοὺς χαρακτῆρας, ὡς ὑπόκειται· ιαεωβαφρενεμουνοθιλαρικριφιαευεαιφιρκι ιαεωβαφρενεμουνοθιλαρικριφιαευεαιφιρκιραλιθονυομενερφαβωεαι αεωβαφρενεμουνοθιλαρικριφιαευεαιφιρκιραλιθονυομενερφαβωεα αω εωβαφρενεμουνοθιλαρικριφιαευεαιφιρκιραλιθονυομενερφαβωε ιιι εα ωβαφρενεμουνοθιλαρικριφιαευεαιφιρκιραλιθονυομενερφαβω οεω ιω βαφρενεμουνοθιλαρικριφιαευεαιφιρκιραλιθονυομενερφαβ οϊεε υο αφρενεμουνοθιλαρικριφιαευεαιφιρκιραλιθονυομενερφα οεϋϊ ιο φρενεμουνοθιλαρικριφιαευεαιφιρκιραλιθονυομενερφ οευυ οε ιαυυ ιωαε υυαα εοηι οιιι υαου υαεε ιαωϊ εωαυ αηαη οουϊ ηϊοϊ ηηεα ωϊυα ααϊα αωοε ιιιω υϊωη εεαω εοαωα ηηαω υαυα ηϊηε ιοηιιη οαηϊ ιαωι ηϊυϊ αοαο ηηοϊ υυοι υααι ηιια ααωω
ἐξαίτησις τῆς πράξεως· πρὸς ἡλίου δυσμάς, ἔχων οὐσίαν τοῦ μνημείου, λέγε· «ἀεροφοιτήτων ἀνέμων ἐποχούμενος αὔραις, Ἥλιε χρυσοκόμα, διέπων φλογὸς ἀκάματον πῦρ, αἰθερίαισι τριβαῖς μέγαν πόλον ἀμφιελίσσων, γεννῶν αὐτὸς ἅπαντα, ἅπερ πάλιν ἐξαναλύεις· ἐξ οὗ γὰρ στοιχεῖα πάντα τεταγμένα σοῖσι νόμοισι, κόσμον ἅπαντα τρέφουσιν τετράτροπον εἰς ἐνιαυτόν. κλῦθι, μάκαρ· σὲ γὰρ κλῄζω, τὸν οὐρανοῦ ἡγεμονῆα, γαίης τε χάοιο καὶ Ἅιδαο, ἔνθα νέμονται δαίμονες ἀνθρώπων οἱ πρὶν φάος εἰσορόωντες. καὶ δὴ νῦν λίτομαί σε, μάκαρ, ἄφθιτε, δέσποτα κόσμου· ἢν γαίης κευθμῶνα μόλῃς νεκύων ἐπὶ χῶρον, πέμψον δαίμονα τοῦτον τῇ δεῖνα μεσάταισι ὥραις, οὗπερ ἀπὸ σκήνους κατέχω τόδε λείψανον ἐν χερσὶν ἐμαῖς, νυκτός, ἐλευσόμενον προστάγμασι σῆς ὑπʼ ἀνάγκης, ἵνʼ, ὅσα θέλω ἐν φρεσὶ ἐμαῖς, πάντα μοι ἐκτελέσῃ, πραΰν, μειλίχιον μηδʼ ἀντία μοι φρονέοντα. μηδὲ σὺ μηνίσῃς κρατεραῖς ἐπʼ ἐμαῖς ἐπαοιδαῖς· ταῦτα γὰρ αὐτὸς ἔταξας ἐν ἀνθρώποισι δαῆναι νήματα Μοιράων, καὶ σαῖς ὑποθημοσύνῃσι. κλῄζω δʼ οὔνομα σόν, Ὧρʼ, ὂν Μοιρῶν ἰσάριθμον· αχαϊφω θωθω φιαχα αϊη ηϊα ιαη· ηϊα θωθω φιαχα· ἵλαθί μοι, προπάτωρ, κόσμου θάλος, αὐτολόχευτε, πυρφόρε, χρυσοφαῆ, φαεσίμβροτε, δέσποτα κόσμου, δαῖμον ἀκοιμήτου πυρός, ἄφθιτε, χρυσεόκυκλε, φέγγος ἀπʼ ἀκτίνων καθαρὸν πέμπων ἐπὶ γαῖαν· πέμψον τὸν δαίμονα, ὅνπερ ἐξῃτησάμην, τῇ δεῖνα — κοινόν.» ἄλλως τὸ ὄνομα· αχαϊ φωθωθω αϊη· ηϊα· ιαη· ηϊω θω θω φιαχα· ἄλλως· αχαϊ φωθωθω αϊη ϊηα ηαϊ ιαη· αηϊ ηϊα ωθωθω φιαχα· Θυμοκάτοχον· «τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι;» Πρὸς φίλους· «αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν»
«ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους»
«ἄνδρας τʼ ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσι»
«αὐτοὶ δʼ ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ»«τλῆ μὲν Ἄρης, ὅτε μιν Ὦτος κρατερός τʼ Ἐπιάλτης.»
Ἵλαθί μοι, Πρόνοια καὶ Ψυχή, τάδε γράφοντι τὰ ἄπρατα, παραδοτὰ μυστήρια, μόνῳ δὲ τέκνῳ ἀθανασίαν ἀξιῶ, μύσται τῆς ἡμετέρας δυνάμεως ταύτης — χρὴ οὖν σε, ὦ θύγατερ, λαμβάνειν χυλοὺς βοτανῶν καὶ εἰδῶν τῶν μελλόντων σοι μηνυθήσεσθαι ἐν τῷ τέλει τοῦ ἱεροῦ μου συντάγματος —, ἣν ὁ μέγας θεὸς Ἥλιος Μίθρας ἐκέλευσέν μοι μεταδοθῆναι ὑπὸ τοῦ ἀρχαγγέλου αὐτοῦ, ὅπως ἐγὼ μόνος αἰτητὴς οὐρανὸν βαίνω καὶ κατοπτεύω πάντα. ἔστιν δὲ τοῦ λόγου ἥδε ἡ κλῆσις·
«Γένεσις πρώτη τῆς ἐμῆς γενέσεως· αεηιουω, ἀρχὴ τῆς ἐμῆς ἀρχῆς πρώτη π̇π̇π̇ ς̇ς̇σ̇ φ̇ρ̇ … , πνεῦμα πνεύματος, τοῦ ἐν ἐμοὶ πνεύματος πρῶτον μ̇μ̇μ̇, πῦρ, τὸ εἰς ἐμὴν κρᾶσιν τῶν ἐν ἐμοὶ κράσεων θεοδώρητον, τοῦ ἐν ἐμοὶ πυρὸς πρῶτον ηυ ηια εη, ὕδωρ ὕδατος, τοῦ ἐν ἐμοὶ ὕδατος πρῶτον ωωω ααα εεε, οὐσία γεώδης τῆς ἐν ἐμοὶ οὐσίας γεώδους πρώτη υη υωη, σῶμα τέλειον ἐμοῦ τοῦ δεῖνα τῆς δεῖνα, διαπεπλασμένον ὑπὸ βραχίονος ἐντίμου καὶ δεξιᾶς χειρὸς ἀφθάρτου ἐν ἀφωτίστῳ καὶ διαυγεῖ κόσμῳ, ἔν τε ἀψύχῳ καὶ ἐψυχωμένῳ υηι αυι ευωιε. ἐὰν δὲ ὑμῖν δόξῃ μετερτα φωθ· ϊερεζαθ μεταπαραδῶναί με τῇ ἀθανάτῳ γενέσει, ἐχομένως τῇ ὑποκειμένῃ μου φύσει· ἵνα μετὰ τὴν ἐνεστῶσαν καὶ σφόδρα κατεπείγουσάν με χρείαν ἐποπτεύσω τὴν ἀθάνατον ἀρχὴν τῷ ἀθανάτῳ πνεύματι ανχρεφρενεσουφιριγχ· τῷ ἀθανάτῳ ὕδατι ερονουϊ παρακουνηθ, τῷ στερεωτάτῳ ἀέρι εϊοαη ψεναβωθ, ἵνα νοήματι μεταγεννηθῶ κραοχραξ ρ οϊμ εναρχομαι, καὶ πνεύσῃ ἐν ἐμοὶ τὸ ἱερὸν πνεῦμα νεχθεν αποτου νεχθιν αρπι ηθ, ἵνα θαυμάσω τὸ ἱερὸν πῦρ κυφε, ἵνα θεάσωμαι τὸ ἄβυσσον τῆς ἀνατολῆς φρικτὸν ὕδωρ νυω θεσω εχω ουχιεχωα, καὶ ἀκούσῃ μου ὁ ζωογόνος καὶ περικεχυμένος αἰθήρ αρνομηθφ, ἐπεὶ μέλλω κατοπτεύειν σήμερον τοῖς ἀθανάτοις ὄμμασι, θνητὸς γεννηθεὶς ἐκ θνητῆς ὑστέρας, βεβελτιωμένος ὑπὸ κράτους μεγαλοδυνάμου καὶ δεξιᾶς χειρὸς ἀφθάρτου, ἀθανάτῳ πνεύματι τὸν ἀθάνατον Αἰῶνα καὶ δεσπότην τῶν πυρίνων διαδημάτων, ἁγίοις ἁγιασθεὶς ἁγιάσμασι, ἁγίας ὑφεστώσης μου πρὸς ὀλίγον τῆς ἀνθρωπίνης μου ψυχικῆς δυνάμεως, ἣν ἐγὼ πάλιν μεταπαραλήμψομαι μετὰ τὴν ἐνεστῶσαν καὶ κατεπείγουσάν με πικρὰν ἀνάγκην ἀχρεοκόπητον, ἐγὼ ὁ δεῖνα, ὃν ἡ δεῖνα, κατὰ δόγμα θεοῦ ἀμετάθετον ευη υϊα εηι αω εϊαυ ϊυα ϊεω. ἐπεὶ οὐκ ἔστιν μοι ἐφικτὸν θνητὸν γεγῶτα συνανιέναι ταῖς χρυσοειδέσιν μαρμαρυγαῖς τῆς ἀθανάτου λαμπηδόνος ωηυ αεω ηυα εωη υαε ωιαε, ἕσταθι, φθαρτὴ βροτῶν φύσι, καὶ αὐτίκα ἀνάλαβέ με ὑγιῆ μετὰ τὴν ἀπαραίτητον καὶ κατεπείγουσαν χρείαν. ἐγὼ γάρ εἰμι ὁ υἱὸς ψυχων δεμου προχω πρωα, ἐγώ εἰμι μαχαρφ … ν μου πρωψυχων πρωε.» ἕλκε ἀπὸ τῶν ἀκτίνων πνεῦμα γʹ ἀνασπῶν, ὃ δύνασαι, καὶ ὄψῃ σεαυτὸν ἀνακουφιζόμενον καὶ ὑπερβαίνοντα εἰς ὕψος, ὥστε σε δοκεῖν μέσον τοῦ ἀέρος εἶναι. οὐδενὸς δὲ ἀκούσει οὔτε ἀνθρώπου οὔτε ζῴου ἄλλου, οὐδὲ ὄψῃ οὐδὲν τῶν ἐπὶ γῆς θνητῶν ἐν ἐκείνῃ τῇ ὥρᾳ, πάντα δὲ ὄψῃ ἀθάνατα· ὄψῃ γὰρ ἐκείνης τῆς ἡμέρας καὶ τῆς ὥρας θείαν θέσιν, τοὺς πολεύοντας ἀναβαίνοντας εἰς οὐρανὸν θεούς, ἄλλους δὲ καταβαίνοντας. ἡ δὲ πορεία τῶν ὁρωμένων θεῶν διὰ τοῦ δίσκου, πατρός μου, θεοῦ, φανήσεται, ὁμοίως δὲ καὶ ὁ καλούμενος αὐλός, ἡ ἀρχὴ τοῦ λειτουργοῦντος ἀνέμου· ὄψῃ γὰρ ἀπὸ τοῦ δίσκου ὡς αὐλὸν κρεμάμενον. εἰς δὲ τὰ μέρη τὰ πρὸς λίβα ἀπέραντον οἷον ἀπηλιώτην, ἐὰν ᾖ κεκληρωμένος εἰς τὰ μέρη τοῦ ἀπηλιώτου, καὶ ὁ ἕτερος ὁμοίως εἰς τὰ μέρη τὰ ἐκείνου, ὄψῃ τὴν ἀποφορὰν τοῦ ὁράματος· ὄψῃ δὲ ἀτενίζοντάς σοι τοὺς θεοὺς καὶ ἐπί σε ὁρμωμένους. σὺ δὲ εὐθέως ἐπίθες δεξιὸν δάκτυλον ἐπὶ τὸ στόμα καὶ λέγε· «σιγή, σιγή, σιγή, σύμβολον θεοῦ ζῶντος ἀφθάρτου· φύλαξόν με, σιγή νεχθειρ θανμελου», ἔπειτα σύρισον μακρὸν συριγμόν, ἔπειτα πόππυσον λέγων· «προπροφεγγῆ μοριος προφυρ προφεγγῆ νεμεθιρε αρψεντεν πιτητμι μεωυ εναρθ φυρκεχω ψυριδαριω τυρη φιλβα» καὶ τότε ὄψῃ τοὺς θεούς σοι εὐμενῶς ἐμβλέποντας καὶ μηκέτι ἐπί σε ὁρμωμένους, ἀλλὰ πορευομένους ἐπὶ τὴν ἰδίαν τάξιν τῶν πραγμάτων. ὅταν οὖν ἴδῃς τὸν ἄνω κόσμον καθαρὸν καὶ δονούμενον καὶ μηδένα τῶν θεῶν ἢ ἀγγέλων ὁρμώμενον, προσδόκα βροντῆς μεγάλης ἀκούσεσθαι κτύπον, ὥστε σε ἐκπλαγῆναι. σὺ δὲ πάλιν λέγε· «σιγή, σιγή λόγος, ἐγώ εἰμι σύμπλανος ὑμῖν ἀστήρ, καὶ ἐκ τοῦ βάθους ἀναλάμπων οξυ ο ξερθευθ.» ταῦτά σου εἰπόντος εὐθέως ὁ δίσκος ἁπλωθήσεται. μετὰ δὲ τὸ εἰπεῖν σε τὸν βʹ λόγον, ὅπου «σιγή, σιγή» καὶ τὰ ἀκόλουθα, σύρισον βʹ καὶ πόππυσον βʹ, καὶ εὐθέως ὄψῃ ἀπὸ τοῦ δίσκου ἀστέρας προσερχομένους πενταδακτυλιαίους πλείστους καὶ πιπλῶντας ὅλον τὸν ἀέρα. σὺ δὲ πάλιν λέγε· «σιγή, σιγή.» καὶ τοῦ δίσκου ἀνυγέντος ὄψῃ ἄπυρον κύκλωμα καὶ θύρας πυρίνας ἀποκεκλεισμένας. σὺ δὲ εὐθέως δίωκε τὸν ὑποκείμενον λόγον καμμύων σου τοὺς ὀφθαλμούς. λόγος γʹ· «ἐπάκουσόν μου, ἄκουσόν μου τοῦ δεῖνα τῆς δεῖνα, κύριε, ὁ συνδήσας πνεύματι τὰ πύρινα κλῆθρα τοῦ τετραλιζώματος, πυρίπολε, πεντιτερουνι, φωτὸς κτίστα Σεμεσιλαμ, πυρίπνοε ψυρινφευ, πυρίθυμε Ἰάω, πνευματόφως ωαϊ, πυριχαρῆ ἔλουρε, καλλίφως αζαϊ, Αἰών αχβα, φωτοκράτωρ πεππερ πρεπεμπιπι, πυρισώματε φνουηνιοχ, φωτοδῶτα, πυρισπόρε αρει εϊκιτα, πυρικλόνε γαλλαβαλβα, φωτοβίαιε αιω, πυριδῖνα πυριχι βοοσηια, φωτοκινῆτα σανχερωβ, κεραυνοκλόνε ιη ωη ιωηιω, φωτὸς κλέος βεεγένητε, αὐξησίφως σουσινεφιεν, πυρισχησίφως σουσϊνεφι αρενβαραζει μαρμαρεντευ ἀστροδάμα· ἄνοιξόν μοι, προπροφεγγή, εμεθειρε μοριομοτυρηφιλβα, ὅτι ἐπικαλοῦμαι ἕνεκα τῆς κατεπειγούσης καὶ πικρᾶς καὶ ἀπαραιτήτου ἀνάγκης τὰ μηδέπω χωρήσαντα εἰς θνητὴν φύσιν μηδὲ φρασθέντα ἐν διαρθρώσει ὑπὸ ἀνθρωπίνης γλώσσης ἢ θνητοῦ φθόγγου ἢ θνητῆς φωνῆς ἀθάνατα ζῶντα καὶ ἔντιμα ὀνόματα· ηεω οηεω ιωω οη ηεω ηεω οη εω ιωω οηηε ωηε ωοη ιη ηω οω οη ιεω οη ωοη ιεω οη ιεεω εη ιω οη ιοη ωηω εοη οεω ωιη ωιη εω οι ιιι ηοη ωυη ηωοηε εω ηια αηα εηα ηεεη εεη εεη ιεω ηεω οηεεοη ηεω ηυω οη εϊω ηω ωη ωη εε οοο υιωη.» ταῦτα πάντα λέγε μετὰ πυρὸς καὶ πνεύματος τὸ πρῶτον ἀποτελῶν, εἶτα ὁμοίως τὸ δεύτερον ἀρχόμενος, ἕως ἐκτελέσῃς τοὺς ζʹ ἀθανάτους θεοὺς τοῦ κόσμου. ταῦτά σου εἰ πόντος ἀκούσει βροντῆς καὶ κλόνου τοῦ περιέχοντος. ὁμοίως δὲ σεαυτὸν αἰσθηθήσει ταρασσόμενον. σὺ δὲ πάλιν λέγε· «σιγή» λόγος, εἶτα ἄνοιξον τοὺς ὀφθαλμοὺς καὶ ὄψῃ ἀνεῳγυΐας τὰς θύρας καὶ τὸν κόσμον τῶν θεῶν, ὅς ἐστιν ἐντὸς τῶν θυρῶν, ὥστε ἀπὸ τῆς τοῦ θεάματος ἡδονῆς καὶ τῆς χαρᾶς τὸ πνεῦμά σου συντρέχειν καὶ ἀναβαίνειν. στὰς οὖν εὐθέως ἕλκε ἀπὸ τοῦ θείου ἀτενίζων εἰς σεαυτὸν τὸ πνεῦμα. ὅταν οὖν ἀποκατασταθῇ σου ἡ ψυχή, λέγε· «πρόσελθε, κύριε, αρχανδαρα φωταζα πυριφωτα ζαβυθιξ ετιμενμερο φοραθην εριη προθρι φοραθι.» τοῦτο εἰπόντος στραφήσονται ἐπί σε αἱ ἀκτῖνες· ἔσιδε αὐτῶν μέσον. ὅταν οὖν τοῦτο ποιήσῃς, ὄψῃ θεὸν νεώτερον, εὐειδῆ, πυρινότριχα, ἐν χιτῶνι λευκῷ καὶ χλαμύδι κοκκίνῃ ἔχοντα πύρινον στέφανον. εὐθέως ἄσπασαι αὐτὸν τῷ πυρίνῳ ἀσπαστικῷ·
«κύριε, χαῖρε, μεγαλοδύναμε, μεγαλοκράτωρ, βασιλεῦ, μέγιστε θεῶν, Ἥλιε, ὁ κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς, θεὲ θεῶν, ἰσχύει σου ἡ πνοιή, ἰσχύει σου ἡ δύναμις, κύριε· ἐάν σοι δόξῃ, ἄγγειλόν με τῷ μεγίστῳ θεῷ, τῷ σε γεννήσαντι καὶ ποιήσαντι, ὅτι ἄνθρωπος, ἐγὼ ὁ δεῖνα τῆς δεῖνα, γενόμενος ἐκ θνητῆς ὑστέρας τῆς δεῖνα καὶ ἰχῶρος σπερματικοῦ καὶ, σήμερον τούτου ὑπό σου μεταγεννηθέντος, ἐκ τοσούτων μυριάδων ἀπαθανατισθεὶς ἐν ταύτῃ τῇ ὥρᾳ κατὰ δόκησιν θεοῦ, ὑπερβαλλόντως ἀγαθοῦ, προσκυνῆσαί σε ἀξιοῖ καὶ δέεται κατὰ δύναμιν ἀνθρωπίνην ἵνα συνπαραλάβῃς τὸν τῆς σήμερον ἡμέρας καὶ ὥρας ὡρονόμον, ᾦ ὄνομα θραψιαρι· μοριροκ, ἵνα φανεὶς χρηματίσῃ ἐν ταῖς ἀγαθαῖς ὥραις· εωρω ρωρε ωρρι ωριωρ ρωρ ρωι ωρ ρεωρωρι εωρ εωρ εωρ εωρε». ταῦτά σου εἰπόντος ἐλεύσεται εἰς τὸν πόλον, καὶ ὄψῃ αὐτὸν περιπατοῦντα ὡς ἐν ὁδῷ. σὺ δὲ ἀτενίζων καὶ μύκωμα μακρὸν κερατοειδῶς, ὅλον ἀποδιδοὺς τὸ πνεῦμα, βασανίζων τὴν λαγόνα, μυκῶ καὶ καταφίλει τὰ φυλακτήρια καὶ λέγε, πρῶτον εἰς τὸ δεξιόν· «φύλαξόν με προσυμηρι.» ταῦτα εἰπὼν ὄψῃ θύρας ἀνοιγομένας καὶ ἐρχομένας ἐκ τοῦ βάθους ζʹ παρθένους ἐν βυσσίνοις, ἀσπίδων πρόσωπα ἐχούσας. αὗται καλοῦνται οὐρανοῦ Τύχαι, κρατοῦσαι χρύσεα βραβεῖα. ταῦτα ἰδὼν ἀσπάζου οὕτως· «χαίρετε, αἱ ζʹ Τύχαι τοῦ οὐρανοῦ, σεμναὶ καὶ ἀγαθαὶ παρθένοι, ἱεραὶ καὶ ὁμοδίαιτοι τοῦ μινιμιρροφορ, αἱ ἁγιώταται φυλάκισσαι τῶν τεσσάρων στυλίσκων. χαῖρε, ἡ πρώτη, χρεψενθαης, χαῖρε, ἡ βʹ, μενεσχεης, χαῖρε, ἡ γʹ, μεχραν, χαῖρε ἡ δʹ, αραρμαχης, χαῖρε, ἡ εʹ, εχομμιη, χαῖρε, ἡ ϛʹ, τιχνονδαης, χαῖρε, ἡ ζʹ, Ἐρού, ρομβριης.» προέρχονται δὲ καὶ ἕτεροι ζʹ θεοὶ ταύρων μελάνων πρόσωπα ἔχοντες ἐν περιζώμασιν λινοῖς κατέχοντες ζʹ διαδήματα χρύσεα. οὗτοί εἰσιν οἱ καλούμενοι πολοκράτορες τοῦ οὐρανοῦ, οὓς δεῖ σε ἀσπάσασθαι ὁμοίως ἕκαστον τῷ ἰδίῳ αὐτῶν ὀνόματι· «χαίρετε, οἱ κνωδακοφύλακες, οἱ ἱεροὶ καὶ ἄλκιμοι νεανίαι, οἱ στρέφοντες ὑπὸ ἓν κέλευσμα τὸν περιδίνητον τοῦ κύκλου ἄξονα τοῦ οὐρανοῦ καὶ βροντὰς καὶ ἀστραπὰς καὶ σεισμῶν καὶ κεραυνῶν βολὰς ἀφιέντες εἰς δυσσεβῶν φῦλα, ἐμοὶ δὲ εὐσεβεῖ καὶ θεοσεβεῖ ὄντι ὑγείαν καὶ σώματος ὁλοκληρίαν, ἀκοῆς τε καὶ ὁράσεως εὐτονίαν, ἀταραξίαν ἐν ταῖς ἐνεστώσαις τῆς σήμερον ἡμέρας ἀγαθαῖς ὥραις, οἱ κύριοί μου καὶ μεγαλοκράτορες θεοί· χαῖρε, ὁ πρῶτος, αϊερωνθι, χαῖρε, ὁ βʹ, μερχειμερος, χαῖρε, ὁ γʹ, αχριχιουρ, χαῖρε, ὁ δʹ, μεσαργιλτω, χαῖρε, ὁ εʹ, χιχρωαλιθω, χαῖρε, ὁ ϛʹ, ερμιχθαθωψ, χαῖρε, ὁ ζʹ, εορασιχη.» ὅταν δὲ ἐνστῶσιν ἔνθα καὶ ἔνθα τῇ τάξει, ἀτένιζε τῷ ἀέρι καὶ ὄψῃ κατερχομένας ἀστραπὰς καὶ φῶτα μαρμαίροντα καὶ σειομένην τὴν γῆν καὶ κατερχόμενον θεὸν ὑπερμεγέθη, φωτινὴν ἔχοντα τὴν ὄψιν, νεώτερον, χρυσοκόμαν, ἐν χιτῶνι λευκῷ καὶ χρυσῷ στεφάνῳ καὶ ἀναξυρίσι, κατέχοντα τῇ δεξιᾷ χειρὶ μόσχου ὦμον χρύσεον, ὅς ἐστιν Ἄρκτος ἡ κινοῦσα καὶ ἀντιστρέφουσα τὸν οὐρανόν, κατὰ ὥραν ἀναπολεύουσα καὶ καταπολεύουσα. ἔπειτα ὄψῃ αὐτοῦ ἐκ τῶν ὀμμάτων ἀστραπὰς καὶ ἐκ τοῦ σώματος ἀστέρας ἁλλομένους. σὺ δὲ εὐθέως μύκωμα μακρόν, βασανίζων τὴν γαστέρα, ἵνα συνκινήσῃς τὰς πέντε αἰσθήσεις, μακρὸν εἰς ἀπόθεσιν, μυκῶ καταφιλῶν πάλιν τὰ φυλακτήρια καὶ λέγων· «μοκριμο φεριμοφερερι ζωή μου, τοῦ δεῖνα, μένε σύ, νέμε ἐν τῇ ψυχῇ μου, μή με καταλείψῃς, ὅτι κελεύει σοι ενθο φενεν θροπιωθ.» καὶ ἀτένιζε τῷ θεῷ μακρὸν μυκώμενος καὶ ἀσπάζου οὕτως· «κύριε, χαῖρε, δέσποτα ὕδατος, χαῖρε, κατάρχα γῆς, χαῖρε, δυνάστα πνεύματος, λαμπροφεγγῆ, προπροφεγγῆ, εμεθιρι αρτεντεπι· θηθ· μιμεω υεναρω φυρχεχω ψηρι δαριω· Φρῆ Φρηλβα· χρημάτισον, κύριε, περὶ τοῦ δεῖνα πράγματος. κύριε, παλινγενόμενος ἀπογίγνομαι, αὐξόμενος καὶ αὐξηθεὶς τελευτῶ, ἀπὸ γενέσεως ζωογόνου γενόμενος, εἰς ἀπογενεσίαν ἀναλυθεὶς πορεύομαι, ὡς σὺ ἔκτισας, ὡς σὺ ἐνομοθέτησας καὶ ἐποίησας μυστήριον. ἐγώ εἰμι φερουρα μιουρι.» ταῦτά σου εἰπόντος εὐθέως χρησμῳδήσει. ὑπέκλυτος δὲ ἔσει τῇ ψυχῇ καὶ οὐκ ἐν σεαυτῷ ἔσει, ὅταν σοι ἀποκρίνηται. λέγει δέ σοι διὰ στίχων τὸν χρησμὸν καὶ εἰπὼν ἀπελεύσεται, σὺ δὲ στήκεις ἐνεός, ὡς ταῦτα πάντα χωρήσεις αὐτομάτως, καὶ τότε μνημονεύσεις ἀπαραβάτως τὰ ὑπὸ τοῦ μεγάλου θεοῦ ῥηθέντα, κἂν ἦν μυρίων στίχων ὁ χρησμός. ἐὰν δὲ θέλῃς καὶ συνμύστῃ χρήσασθαι ὥστε τὰ λεγόμενα ἐκεῖνον μόνον σύν σοι ἀκούειν, συναγνευέτω σοι ζʹ ἡμέρας καὶ ἀποσχέσθω ἐμψύχων καὶ βαλανείου. ἐὰν δὲ καὶ μόνος ᾖς καὶ ἐγχειρῇς τὰ ὑπὸ τοῦ θεοῦ εἰρημένα, λέγεις ὡς ἐν ἐκστάσει ἀποφοιβώμενος. ἐὰν δὲ καὶ δεῖξαι αὐτῷ θέλῃς, κρίνας, εἰ ἄξιός ἐστιν ἀσφαλῶς ὡς ἄνθρωπος, χρησάμενος τῷ τρόπῳ, ὡς ὑπὲρ αὐτοῦ κρινόμενος ἐν τῷ ἀπαθανατισμῷ, τὸν πρῶτον ὑπόβαλε αὐτῷ λόγον, οὗ ἡ ἀρχή· «γένεσις πρώτη τῆς ἐμῆς γενέσεως αεηιουω.» τὰ δὲ ἑξῆς ὡς μύστης λέγε αὐτοῦ ἐπὶ τῆς κεφαλῆς ἀτόνῳ φθόγγῳ, ἵνα μὴ ἀκούσῃ, χρίων αὐτοῦ τὴν ὄψιν τῷ μυστηρίῳ. γίγνεται δὲ ὁ ἀπαθανατισμὸς οὗτος τρὶς τοῦ ἐνιαυτοῦ. ἐὰν δὲ βουληθῇ τις, ὦ τέκνον, μετὰ τὸ παράγγελμα παρακοῦσαι, τῷ οὐκέτι ὑπάρξει. Διδασκαλία τῆς πράξεως· λαβὼν κάνθαρον ἡλιακὸν τὸν τὰς ιβ ἀκτῖνας ἔχοντα ποίησον εἰς βησίον καλλάϊνον βαθὺ ἐν ἁρπαγῇ τῆς σελήνης βληθῆναι, συνεμβαλὼν αὐτῷ λωτομήτρας σπέρμα καὶ μέλι λειώσας ποίησον μαζίον, καὶ εὐθέως αὐτὸν ὄψῃ προσερχόμενον καὶ ἐσθίοντα, καὶ ὅταν φάγῃ, εὐθέως θνῄσκει. τοῦτον ἀνελόμενος βάλε εἰς ἀγγεῖον ὑελοῦν μύρου ῥοδίνου καλλίστου, ὅσον βούλει, καὶ στρώσας καθαρείως ἄμμον ἱερὰν ἐπίθες τὸ ἀγγεῖον καὶ λέγε τὸ ὄνομα ἐπὶ τοῦ ἄγγους ἐπὶ ἡμέρας ζʹ ἡλίου μεσουρανοῦντος· «ἐγώ σε ἐτέλεσα, ἵνα μοι ἥ σου οὐσία γένῃ χρήσιμος, τῷ δεῖνα μόνῳ ιε ια η εη ου εια· ἐμοὶ μόνῳ χρησιμεύσῃς· ἐγὼ γάρ εἰμι φωρ φορα φως φοτιζαας.» τῇ δὲ ζʹ ἡμέρᾳ βαστάξας τὸν κάνθαρον, θάψας ζμύρνῃ καὶ οἴνῳ Μενδησίῳ καὶ βυσσίνῳ ἀπόθου ἐν κυαμῶνι ζωοφυτοῦντι. τὸ δὲ χρῖσμα ἑστιάσας καὶ συνευωχηθεὶς ἀπόθου καθαρείως εἰς τὸν ἀπαθανατισμόν. ἐὰν δὲ ἄλλῳ θέλῃς δεικνύειν, ἔχε τῆς καλουμένης βοτάνης κεντρίτιδος χυλὸν περιχρίων τὴν ὄψιν, οὗ βούλει, μετὰ ῥοδίνου, καὶ ὄψεται δηλαυγῶς ὥστε σε θαυμάζειν. τούτου μείζονʼ οὐχ εὗρον ἐν τῷ κόσμῳ πραγματείαν. αἰτοῦ δέ, ἃ βούλει, τὸν θεόν, καὶ δώσει σοι. ἡ δὲ τοῦ μεγάλου θεοῦ σύστασίς ἐστιν ἥδε· βαστάξας κεντρῖτιν τὴν προκειμένην βοτάνην τῇ συνόδῳ τῇ γενομένῃ λέοντι ἆρον τὸν χυλὸν καὶ μίξας μέλιτι καὶ ζμύρνῃ γράψον ἐπὶ φύλλου περσέας τὸ ὀκταγράμματον ὄνομα, ὡς ὑπόκειται, καὶ πρὸ γʹ ἡμερῶν ἁγνεύσας ἐλθὲ πρωίας πρὸς ἀνατολάς, ἀπόλειχε τὸ φύλλον δεικνύων ἡλίῳ, καὶ οὕτως ἐπακούσεται τελείως. ἄρχου δὲ αὐτὸν τελεῖν τῇ ἐν λέοντι κατὰ θεὸν νουμηνίᾳ. τὸ δὲ ὄνομά ἐστιν τοῦτο· ϊ εε οο ϊαϊ. τοῦτο ἔκλειχε, ἵνα φυλακτηριασθῇς, καὶ τὸ φύλλον ἑλίξας ἔμβαλε εἰς τὸ ῥόδινον. πολλάκις δὲ τῇ πραγματείᾳ χρησάμενος ὑπερεθαύμασα. εἶπεν δέ μοι ὁ θεός· «μηκέτι χρῶ τῷ συγχρίσματι, ἀλλὰ ῥίψαντα εἰς ποταμὸν χρὴ χρᾶσθαι φοροῦντα τὸ μέγα μυστήριον τοῦ κανθάρου τοῦ ἀναζωπυρηθέντος διὰ τῶν κε ζῴων ὄρνεων, χρᾶσθαι ἅπαξ τοῦ μηνὸς, ἀντὶ τοῦ κατὰ ἔτος γʹ, κατὰ πανσέληνον.» ἡ δὲ κεντρῖτις βοτάνη φύεται ἀπὸ μηνὸς Παϋνὶ ἐν τοῖς μέρεσι τῆς μελάνης γῆς, ὁμοία δέ ἐστιν τῷ ὀρθῷ περιστερεῶνι. ἡ δὲ γνῶσις αὐτῆς οὕτως γίγνεται· ἴβεως πτερὸν χρίεται τὸ ἀκρομέλαν χαλασθὲν τῷ χυλῷ καὶ ἅμα τῷ θιγεῖν ἀποπίπτει τὰ πτερά. τοῦτο τοῦ κυρίου ὑποδείξαντος εὑρέθη ἐν τῷ Μενελαΐτῃ ἐν τῇ Φαλαγρὺ πρὸς ταῖς ἀναβολαῖς πλησίον τοῦ Βησάδος βοτάνης. ἔστιν δὲ μονόκλωνον καὶ πυρρὸν ἄχρι τῆς ῥίζης καὶ τὰ φύλλα οὐλότερα καὶ τὸν καρπὸν ἔχοντα ὅμοιον τῷ κορύμβῳ ἀσπαράγου ἀγρίου. ἔστιν δὲ παραπλήσιον τῷ καλουμένῳ ταλάπῃ, ὡς τὸ ἄγριον σεῦτλον. τὰ δὲ φυλακτήρια ἔχει τὸν τρόπον τοῦτον· τὸ μὲν δεξιὸν γράψον εἰς ὑμένα προβάτου μέλανος ζμυρνομέλανι, τὸ δὲ αὐτὸ δήσας νεύροις τοῦ αὐτοῦ ζώου περίαψαι, τὸ δὲ εὐώνυμον εἰς ὑμένα λευκοῦ προβάτου καὶ χρῶ τῷ αὐτῷ τρόπῳ. εὐώνυμον τοῦ «προσθυμηρι» πληρέστατον καὶ τὸ ὑπόμνημα ἔχει·
«ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους·»
«ἄνδρας τʼ ἀσπαίροντας ἐν ἀργαλέοισι φόνοισι»
«αὐτοὶ δʼ ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ·»«τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι.» ἀνέβη Ζεὺς εἰς ὄρος χρυσοῦν μόσχον ἔχων καὶ μάχαιραν ἀργυρέαν· πᾶσιν μέρος ἐπέδωκεν, Ἀμάρᾳ μόνον οὐκ ἔδωκεν, εἶπεν δέ· «ἔξαφες, ὃ ἔχεις, καὶ τότε λήψει ψινωθερ νωψιθερ θερνωψι» — κοινόν. «τλῆ μὲν Ἄρης, ὅτε μιν Ὦτος κρατερός τʼ Ἐπιάλτης.» Θυμοκάτοχον· «τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι.» Πρὸς φίλους· «αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν.»
Ἀπὸ ἐτῶν νγ καὶ μηνῶν θʹ ἔλαβεν τοὺς χρόνους Ἑρμῆς ἐπὶ ἔτη ιʹ καὶ μῆνας θʹ, ἀφʼ ὧν ἑαυτῷ ἐπιμερίζει μῆνας κʹ, ὡς εἶναι ἔτη νε μῆνας εʹ, εἶτα Ἀφροδίτῃ μῆνας ηʹ, ὡς εἶναι καὶ ὧδε ἔτη νϛ μῆνα αʹ, εἶτα Ἡλίῳ μῆνας ιθ, ὡς εἶναι ἔτη νζ μῆνας ηʹ. ἐν τούτοις ἐπιμεριζομένοις Ἡλίῳ χρόνοις, τοῦτʼ ἔστιν τοῖς ιθ μησίν, ἐπιβαλοῦ, εἰς ὃ ζητεῖς. μετὰ τοῦτο ἐπιμερίζει Ἄρεϊ μῆνας ιε, ὡς εἶναι ἔτη νη μῆνας ια. οὗτοι ἐναντίοι χρόνοι. εἶτα Σελήνῃ μῆνας κε, ὡς εἶναι ἔτη ξα. οὗτοι καλοί. εἶτα Διῒ μῆνας ιβ, ὡς εἶναι ἔτη ξβ. οὗτοι καλοί. εἶτα Κρόνῳ μῆνας λʹ, ὡς εἶναι ἔτη ξδϛ. οὗτοι σωματικῶς φαῦλοι, ἐν οἷς καὶ κλιμακτῆρες.
Σολομῶνος κατάπτωσις, καὶ ἐπὶ παίδων καὶ τελείων ποιοῦσα· ὄμνυμί σοι θεούς τε ἁγίους καὶ θεοὺς οὐρανίους μηδενὶ μεταδοῦναι τὴν Σολομῶνος πραγματείαν μηδὲ μὴν ἐπί του εὐχεροῦς πράττειν, εἰ μή σε πρᾶγμα ἀναγκαῖον ἐπείξῃ, μή πώς σοι μῆνις τηρηθείη. λόγος λεγόμενος· «Οὐριωρ· Ἀμήν ιμ ταρ χωβ· κλαμφωβ· Φρῆ· φρωρ· Πταρ· Οὔσιρι· σαϊωβ· τηλω καβη· μαναταθωρ· ασιωρικωρ· βηεινωρ· Ἀμοῦν ωμ· μηνιχθα· μαχθα· χθαρα· αμαχθα αου· αλακαμβωτ· βησινωρ· αφησιωρ· φρηφ ἀμηϊ ουρ· λαμασιρ· χηριωβ· πιτρημ· φηωφ· νιριν· αλλανναθαθ· χηριωχ· ωνη· Βούσιρι· νινουνο· αμαναλ· γαγωσαριηρ μηνιαμ· τληρ· οοο αα· ετνη· Οὔσιρι· Οὔσιρι ουρισι· ουρισι· μηνημβ μνημ· Βραβηλ·τνηκαιωβ. ἐπάκουσόν μου, τῆς ἁγίας μου φωνῆς, ὅτι ἐπικαλοῦμαί σου τὰ ἅγια ὀνόματα, καὶ δήλωσόν μοι, περὶ οὗ θέλω πράγματος, διὰ τοῦ δεῖνα ἀνθρώπου ἢ παιδίου, ἐπεὶ οὐκ ἀρκέσομαί σου τὰ ἅγια καὶ ἀμίαντα ὀνόματα. ἐλθέ μοι, ὁ γενάμενος Ἑσιης καὶ ποταμοφόρητος, ἔμπνευσον τῷ δεῖνα ἀνθρώπῳ ἢ παιδί, περὶ οὗ σου πυνθάνομαι· Βαρβήθ· μνωρ· αραριακ· ταρηριμ· ωαρ· τηρωκ· σανιωρ μηνικ· φαυεκ· δαφοριουμιν· λαριωρ· ητνιαμιμ· κνως· χαλακθιρ· κρωφηρ· φησιμωτ· πρηβιβ· κναλα· ηριβητιμ· γνωρι· δεῦρό μοι διὰ τοῦ δεῖνα ἀνθρώπου ἢ παιδίου καὶ ἐξήγησόν μοι μετὰ ἀκριβείας, ἐπεί σου λέγω τὰ ὀνόματα, ἃ ἔγραψεν ἐν Ἡλιουπόλει ὁ τρισμέγιστος Ἑρμῆς ἱερογλυφικοῖς γράμμασι· ἁρβακωριφ· μηνιαμ· ωβαωβ· αβνιωβ· μηριμ· βαϊαξ· χενωρ· φηνιμ· ωρα· ωρησιου· Οὔσιρι· Πνιαμούσιρι· Φρηούσιρι· Ὡριούσιρι· Ναειωρούσιρι· Μηνιμούσιρι· Μνηκούσιρι· Φληκούσιρι· Πηληλούσιρι· ωνιω· Ῥαβκούσιρι· Ἀνιωβούσιρι· Ἀμηαούσιρι Ἀνωρούσιρι· Ἀμηνηφηούσιρι· Ἀμηνιούσιρι·ξωνιωρ· Ἠουρούσιρι· δήλωσόν μοι περὶ τοῦ δεῖνα πράγματος εἰσβὰς εἰς αὐτόν.» τὸν δεῖνα ἄνθρωπον ἁγνίσας ἀπὸ συνουσίας ἐπὶ ἡμέρας γʹ καὶ σὺ ἅμʼ αὐτῷ ἁγνὸς εἴσελθε, καὶ ἄρας αὐτὸν εἰς ὕπαιθρον τόπον κάθισον αὐτὸν εἰς πλίνθους ὠμὰς καὶ στολίσας αὐτὸν δὸς αὐτῷ ἀνουβιάδα τὸν στάχυν καὶ ἱερακῖτιν τὴν βοτάνην εἰς τὸ φυλαχθῆναι αὐτόν. καὶ σὺ δὲ περίζωσαι σεβενίνῳ ἀρσενικοῦ φοίνικος καὶ τὰς χεῖρας ἀνατείνας εἰς οὐρανὸν πρὸς τὰς τοῦ ἡλίου ἀκτῖνας λέγε τὸν λόγον ζʹ, εἶτα ἐπίθυε λίβανον ἀρσενικόν, εἰς ἀμπέλινα ξύλα σπείσας οἶνον ἢ ζύτον ἢ μέλι ἢ γάλα βοὸς μελαίνης, εἶτα οὕτως εἰς τὸ οὖς τοῦ δεῖνα ἀνθρώπου ἢ παιδίου ἐπίλεγε ζʹ τὸν λόγον, καὶ εὐθέως πεσεῖται. σὺ δὲ καθέζου ἐπὶ ταῖς πλίνθοις καὶ πυνθάνου, καὶ πάντα ἀληθῆ διηγεῖται. χρὴ δὲ στεφανῶσαι αὐτὸν στεφάνῳ ἀρτεμισίας χλωρικῆς, αὐτόν τε καί σε· ἥδεται δὲ ὁ θεὸς τῇ βοτάνῃ. ἀπόλυσις τοῦ κυριακοῦ· εἰς τὸ οὖς τοῦ δεῖνα· «ανανακ· αρβεουηρι· αεηιουω.» ἐὰν δὲ βραδύνῃ, ἐπίθυε εἰς τοὺς ἄνθρακας τοὺς ἀμπελίνους σήσαμον καὶ μελάνθιον λέγων· «ανανακ· ωρβεουσιρι· αεηιουω, χώρει, κύριε, εἰς τοὺς οἰκείους σου θρόνους καὶ διαφύλαξον τὸν δεῖνα ἀπὸ πάσης κακίας.» τελείως ἔμαθες· κρύβε. ἡ ἐξήχησίς ἐστιν ἥδε· στῆκε ἀπὸ μακρόθεν τοῦ παιδὸς ἢ τοῦ ἀνθρώπου ἔχων τὰς χεῖρας ἐπὶ τῶν γλουτῶν ἐκτεταμένας, κεκολλημένους ἔχων τοὺς πόδας ἐπὶ τῆς γῆς δίωκε πολλάκις, ἕως κινηθῇ ἤτοι ἐπὶ τὰ δεξιὰ ἢ ἐπὶ τὰ ἀριστερά· «Ἀμοῦν ηει αβριαθ· κιχωπ ωτεμ· πιθ.» εἶτα ὡς κύων.
Αὔτοπτος. σύστασις, ἣν πρῶτον λέγεις πρὸς ἀνατολὴν ἡλίου, εἶτα ἐπὶ τοῦ λύχνου ὁ αὐτὸς λόγος λεγόμενος πρῶτος, ὅταν μαντεύῃ, ἠμφιεσμένος προφητικῷ σχήματι, κούκινα ὑποδεδεμένος καὶ ἐστεμμένος τὴν κεφαλήν σου κλωνὶ ἐλαίας—ἐχέτω δὲ ὁ κλὼν ἐν μέσῳ σκόρδον μονογενὲς περιδεδεμένον—κρατῶν ψῆφον γχξγ ἐπὶ μασθούς, καὶ οὕτως κάλει. λόγος· «χαῖρε, δράκων ἀκμαῖέ τε λέων, φυσικαὶ πυρὸς ἀρχαί, χαῖρε δέ, λευκὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον καὶ χρυσοῦ κυαμῶνος ἀναθροΐσκων μελίλωτον, καὶ καθαρῶν στομάτων ἀφρὸν ἥμερον ἐξαναβλύζων, κάνθαρε, κύκλον ἄγων σπορίμου πυρός, αὐτογένεθλε, ὅτι δισύλλαβος εἶ, ΑΗ, καὶ πρωτοφανὴς εἶ, νεῦσον ἐμοί, λίτομαι, ὅτι σύμβολα μυστικὰ φράζω· ηω αι ου αμερρ οουωθ· ιυϊωη· Μαρμαραυώθ· Λαϊλαμ· σουμαρτα· ἵλαθί μοι, προπάτωρ, καί μοι σθένος αὐτὸς ὀπάζοις. ἔχε συνεστάμενον, κύριε, καὶ ἐπήκοός μοι γενοῦ, διʼ ἧς πράσσω σήμερον αὐθοψίας, καὶ χρημάτισόν μοι, περὶ ὧν ἀξιῶ σε, διὰ τῆς αὐτόπτου λυχνομαντίας, διʼ ἧς πράσσω σήμερον ἐγώ, ὁ δεῖνα, ιυ ευη οω αεη ιαεη αιαη· ε αι ευ ηιε ωωωωω ευ ηω ϊαωαι.» φωταγωγία· στεψάμενος τὴν κεφαλήν σου τῷ αὐτῷ κλῶνι, σταθεὶς τῷ αὐτῷ σχήματι ἐναντίον τοῦ λύχνου καμμύσας δίωκε τὸν λόγον τοῦτον ζʹ. λόγος· «ἐπικαλοῦμαί σε, τὸν θεὸν τὸν ζῶντα, πυριφεγγῆ, ἀόρατον φωτὸς γεννήτορα Ἰαήλ· πειπτα φως ζα παι φθενθα φωσζα πυρι βελια Ἰάω ιαο ευω οεη· α· ωυ εοι· α· ε· η· ϊ· ο· υ·· ω· δός σου τὸ σθένος καὶ διέγειρόν σου τὸν δαίμονα καὶ εἴσελθε ἐν τῷ πυρὶ τούτῳ καὶ ἐνπνευμάτωσον αὐτὸν θείου πνεύματος καὶ δεῖξόν μοί σου τὴν ἀλκὴν, καὶ ἀνοιγήτω μοι ὁ οἶκος τοῦ παντοκράτορος θεοῦ Αλβαλαλ, ὁ ἐν τῷ φωτὶ τούτῳ, καὶ γενέσθω φῶς πλάτος, βάθος, μῆκος, ὕψος, αὐγή, καὶ διαλαμψάτω ὁ ἔσωθεν, ὁ κύριος Βουήλ· Φθᾶ Φθᾶ Φθαήλ· Φθᾶ αβαϊ· Βαϊνχωωωχ, ἄρτι ἄρτι, ἤδη ἤδη, ταχὺ ταχύ.» κάτοχος τοῦ φωτὸς ἅπαξ λεγόμενος, ὅπως παραμείνῃ σοι ἡ φωταγωγία· ἐνίοτε γάρ σου καλοῦντος τὸν θεαγωγὸν λόγον σκοτία γίνεται. χρὴ οὖν σε ὁρκίζειν οὕτως· λόγος· «ὁρκίζω σέ, ἱερὸν φῶς, ἱερὰ αὐγή, πλάτος, βάθος, μῆκος, ὕψος, αὐγή, κατὰ τῶν ἁγίων ὀνομάτων, τῶν εἴρηκα καὶ νῦν μέλλω λέγειν. κατὰ τοῦ Ἰάω· Σαβαὼθ Ἀρβαθιάω σεσενγενβαρφαραγγης αβλαναθαναλβα ακραμμαχαμαρι αϊ αϊ ιαο αξ· αξ· ϊναξ· παράμεινόν μοι ἐν τῇ ἄρτι ὥρᾳ, ἄχρις ἂν δεηθῶ τοῦ θεοῦ καὶ μάθω, περὶ ὧν βούλομαι.» θεαγωγὸς λόγος γʹ λεγόμενος ἀνεωγότων σου τῶν ὀφθαλμῶν· «ἐπικαλοῦμαί σε, τὸν μέγιστον θεόν, δυνάστην Ὧρον Ἁρποκράτην Αλκιβ Ἁρσαμωσι· ιωαϊ δαγεννουθ· ραραχαραι· Ἀβραϊαωθ· τὸν τὰ πάντα φωτίζοντα καὶ διαυγάζοντα τῇ ἰδίᾳ δυνάμει τὸν σύμπαντα κόσμον, θεὲ θεῶν, εὐεργέτα, αο· Ἰάω· εαηυ· ὁ διέπων νύκτα καὶ ἡμέραν αϊ αω· ἡνιοχῶν καὶ κυβερνῶν οἴακα, κατέχων δράκοντα, Ἀγαθὸν ἱερὸν Δαίμονα, ᾧ ὄνομα Ἁρβαθανωψ· ιαοαϊ, ὃν ἀνατολαὶ καὶ δύσεις ὑμνοῦσι ἀνατέλλοντα καὶ δύνοντα· εὐλόγητος ἐν θεοῖς πᾶσι καὶ ἀγγέλοις καὶ δαίμοσι, ἐλθὲ καὶ φάνηθί μοι, θεὲ θεῶν, Ὧρε Ἁρποκράτα, Αλκιβ· Ἁρσαμωσι· Ἰάω αϊ δαγεννουθ ραραχαραι Ἀβραιαωθ· εἴσελθε, φάνηθί μοι, κύριε, ὅτι ἐπικαλοῦμαι, ὡς ἐπικαλοῦνταί σε οἱ τρεῖς κυνοκέφαλοι, οἵτινες συμβολικῷ σχήματι ὀνομάζουσίν σου τὸ ἅγιον ὄνομα α εε ηηη ιιιι οοοοο υυυυυυ ωωωωωωω. — λέγε ὡς κυνοκέφαλος. — εἴσελθε, φάνηθί μοι, κύριε· ὀνομάζω γάρ σου τὰ μέγιστα ὀνόματα· βαρβαραϊ· βαρβαραωθ· αρεμψους· περταωμηχ· περακωνηθχ Ἰάω· Βάλ Βήλ· Βολ βε σρω· ιαοηϊ· ουεηϊ· εηϊ· εουηϊ· αηϊ· ηϊ· ιαο ηϊ· ὁ ἐπὶ τῆς τοῦ κόσμου κεφαλῆς καθήμενος καὶ κρίνων τὰ πάντα, περιβεβλημένος τῷ τῆς ἀληθείας καὶ πίστεως κύκλῳ ιυαη ιωαι, εἴσελθε, φάνηθί μοι, κύριε, τῷ πρὸ πυρὸς καὶ χιόνος προόντι καὶ μετόντι, ὅτι ὄνομά μοι Βαϊνχωωωχ· ἐγώ εἰμι ὁ πεφυκὼς ἐκ τοῦ οὐρανοῦ, ὄνομά μοι Βαλσάμης· εἴσελθε, φάνη θίμοι, κύριε, μεγαλώνυμε, ὃν πάντες κατὰ θυμὸν ἔχομεν, ὄνομά σοι Βαρφαννηθ ραλφαι· νινθερ· χουχαι· ὁ διαῤῥήσσων πέτρας καὶ κινῶν ὀνόματα θεῶν, εἴσελθε, φάνηθί μοι, κύριε, ὁ ἐν πυρὶ τὴν δύναμιν καὶ τὴν ἰσχὺν ἔχων σεσενγεν βαρφαραγγης, ὁ ἐντὸς τῶν ζʹ πόλων καθήμενος αεηιουω, ὁ ἔχων ἐπὶ τῆς κεφαλῆς στέφανον χρύσεον, ἐν δὲ τῇ χειρὶ ἑαυτοῦ ῥάβδον Μεμνοΐνην, διʼ ἧς ἀποστέλλεις τοὺς θεούς, ὄνομά σοι· Βαρβαριήλ· Βαρβαραϊήλ· θεὸς Βαρβαραήλ· Βήλ· Βουήλ· εἴσελθε, κύριε, καὶ ἀποκρίθητί μοι διὰ τῆς ἱερᾶς σου φωνῆς, ἵνα ἀκούσω δηλαυγῶς καὶ ἀψεύστως περὶ τοῦ δεῖνα πράγματος· ιυευη· οωαεη — λόγος — ϊαεν· αιαη· εαι· ευηϊε· ωωωωω ιυηω· Ἰάω· αϊ.» ἐπάναγκος· ἐάν πως βραδύνῃ, συνεπίλεγε τὸν λόγον τοῦτον ὕστερον τῆς θεολογίας, λέγων ἅπαξ ἢ γʹ τὸν λόγον· «ἐπιτάσσει σοι ὁ μέγας ζῶν θεός, ὁ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὁ συνσείων, ὁ βροντάζων, ὁ πᾶσαν ψυχὴν καὶ γένεσιν κτίσας· Ἰάω αωϊ ωϊα αϊω· ϊωα· ωαϊ· εἴσελθε, φάνηθί μοι, κύριε, ἱλαρός, εὐμενής, πραΰς, ἐπίδοξος, ἀμήνιτος, ὅτι σε ἐφορκίζω κατὰ τοῦ κυρίου Ἰάω αωι ωια αιω ιωα· ωαι απτα φωϊρα ζαζου χαμη· εἴσελθε, κύριε, φάνηθί μοι ἱλαρός, εὐμενής, πραΰς, ἐπίδοξος, ἀμήνιτος.» χαιρετισμός, αʹ λεγόμενος τοῦ θεοῦ εἰσελθόντος. κατέχων τὴν ψῆφον λέγε· «κύριε, χαῖρε, θεὲ θεῶν, εὐεργέτα, Ὧρε, Ἁρποκράτα· Αλκιβ, Ἁρσαμωσι, Ἰάω αι· δαγεννουθ· ραραχαραϊ· Ἀβραϊάω· χαιρέτωσάν σου αἱ Ὧραι, ἐν αἷς διϊππεύεις, χαιρέτωσάν σου αἱ Δόξαι εἰς αἰῶνα, κύριε.» κάτοχος τοῦ θεοῦ· εἰσελθόντος αὐτοῦ μετὰ τὸ χαιρετίσαι τῇ ἀριστερᾷ πτέρνῃ πάτει τὸν μέγαν δάκτυλον τοῦ δεξιοῦ ποδός, καὶ οὐ μὴ ἀποχωρήσει, μὴ βαστάξας τὴν πτέρναν ἀπὸ τοῦ δακτύλου, ἅμα εὐθὺ λέγων ἀπόλυσιν. ἀπόλυσις· καμμύσας ἀπόλυσον τὴν ψῆφον, ἣν κρατεῖς, καὶ βαστάξας τὸ στεφάνιον ἀπὸ τῆς κεφαλῆς σου καὶ τὴν πτέρναν ἀπὸ τοῦ δακτύλου λέγε γʹ καμμύων· «εὐχαριστῶ σοι, κύριε Βαϊνχωωωχ, ὁ ὢν Βαλσάμης· χώρει, χώρει, κύριε, εἰς ἰδίους οὐρανούς, εἰς τὰ ἴδια βασίλεια, εἰς ἴδιον δρόμημα συντηρήσας με ὑγιῆ, ἀσινῆ, ἀνειδωλόπληκτον, ἄπληγον, ἀθάμβητον, ἐπακούων μοι ἐπὶ τὸν τῆς ζωῆς μου χρόνον.» τῆς αὐγῆς ἀπόλυσις· «χωω· χωω· ωχωωχ· ἱερὰ αὐγή,»—ἵνα καὶ ἡ αὐγὴ ἀπέλθῃ—«χώρει, ἱερὰ αὐγή, χώρει, καλὸν καὶ ἱερὸν φῶς τοῦ ὑψίστου θεοῦ αϊαωνα.» ἅπαξ λέγε καμμύων, ἐγχρίου στίμι κοπτικόν, ἐγχρίου μήλῃ χρυσῇ. φυλακτήριον τῆς πράξεως, ὃ δεῖ σε φορεῖν ἐπιβαλλόμενον πρὸς φύλαξίν σου ὅλου τοῦ σώματος· ῥάκους ἀπὸ ὀθονίου ἀρθέντος ἀπὸ Ἁρποκράτου ψηφίνου ὄντος ἐν ἱερῷ οἵῳ δήποτε γράψον ἐπʼ αὐτοῦ ζμύρνῃ ταῦτα· «ἐγώ εἰμι Ὧρος Ἀλκιβ· Ἁρσαμωσις Ἰάω αϊ· δαγεννουθ· ραραχαραϊ Ἀβραϊαωθ· υἱὸς Ἴσιδος αθθα· βαθθα· καὶ Ὀσίρεως Ὀσοροννωφρεως· διαφύλαξόν με ὑγιῆ, ἀσινῆ, ἀνειδωλόπληκτον, ἀθάμβητον, ἐπὶ τὸν τῆς ζωῆς μου χρόνον.» καὶ βαλὼν ἔσωθεν τοῦ ῥάκους αἴζωον βοτάνην, ἑλίξας δῆσον ζʹ λιναρίοις ἀνουβιακοῖς καὶ φόρει περὶ τὸν τράχηλον, ἐὰν πράσσῃς. ποίησις· λαβὼν σπάρτας βιβλίνας πλατείας ἀπόδησον εἰς τὰς δʹ γωνίας τοῦ χωρήματος, ὡς γενέσθαι αὐτὰς Χ, ἐν δὲ τῷ μέσῳ τοῦ Χ ἀπόδησον σπειρίον ἐξ ἀρτεμισίας μονοκλώνου, καὶ ἐλλυχνιάσας λύχνον καλλάϊνον ἐν ἐλλυχνίῳ τῷ καλουμένῳ ἄχι χρῖσον αὐτὸ τὸ ἐλλύχνιον λίπει κριοῦ μέλανος ἄρρενος πρωτοτόκου καὶ πρωτοτρόφου καὶ πλήσας τὸν λύχνον χρηστοῦ ἐλαίου ἐπίθες ἐν μέσῳ ἐπὶ τὸ σπειρίον καὶ ἅψας στὰς τῷ σχήματι τῷ προγεγραμμένῳ, περὶ τὴν ἀνατολὴν ἔχων σου τὸ πρόσωπον πάντοτε πράσσων, ἀδιαφόρως ἔχων τὰς ἡμέρας· προάγνευε δὲ πρὸ ἡμερῶν γʹ ἀπὸ παντός. πρόχρισον δὲ τὸ ἄχι λίπει κριοῦ μέλανος ἄρρενος πρωτοτόκου καὶ πρωτοτρόφου. σημεῖα τοῦ λύχνου· μετὰ τὸ εἰπεῖν τὴν φωταγωγίαν ἄνυξον τοὺς ὀφθαλμοὺς καὶ ὄψῃ τὸ φῶς τοῦ λύχνου καμοροειδὲς γινόμενον· εἶτα κλειόμενος λέγε ἄλλως· γʹ ... μετὰ τὸ εἰπεῖν γʹ, καὶ ἀνοίξας ὄψῃ πάντα ἀχανῆ καὶ μεγίστην αὐγὴν ἔσω, τὸν δὲ λύχνον οὐδαμοῦ φαινόμενον. τὸν δὲ θεὸν ὄψῃ ἐπὶ κιβωρίου καθήμενον, ἀκτινωτόν, τὴν δεξιὰν ἀνατεταμένην ἀσπαζόμενον, τῇ δὲ ἀριστερᾷ κρατοῦντα σκῦτος, βασταζόμενον ὑπὸ βʹ ἀγγέλων ταῖς χερσὶν καὶ κύκλῳ αὐτῶν ἀκτῖνας ιβ.
Στήλη ἀπόκρυφος· «χαῖρε, τὸ πᾶν σύστημα τοῦ ἀερίου πνεύματος φωγαλωα· χαῖρε, τὸ πνεῦμα τὸ διῆκον ἀπὸ οὐρανοῦ ἐπὶ γῆν ερδηνευ καὶ ἀπὸ γῆς τῆς ἐν μέσῳ κύτει τοῦ κόσμου ἄχρι τῶν περάτων τῆς ἀβύσσου μερεμωγγα· χαῖρε, τὸ εἰσερχόμενόν με καὶ ἀντισπώμενόν μου καὶ χωριζόμενόν μου κατὰ θεοῦ βούλησιν ἐν χρηστότητι πνεῦμα ϊωη ζανωφιε· χαῖρε, ἀρχὴ καὶ τέλος τῆς ἀκινήτου φύσεως δωρυγλαοφων· χαῖρε, στοιχείων ἀκοπιάτου λειτουργίας δίνησις ρωγυευ αναμι πεληγεων αδαρα ειωφ· χαῖρε, ἡλιακῆς ἀκτῖνος ὑπηρετικὸν κόσμου καταύγασμα ιεο υηω· ιαη αϊ ηωυ οει, χαῖρε, νυκτιφαοῦς μήνης ἀνισολαμπὴς κύκλος αιω ρημα ρωδουωπια, χαίρετε, τὰ πάντα ἀερίων εἰδώλων πνεύματα ρωμιδουη· αγανασου· ωθαυα· χαίρετε, οἷς τὸ χαίρειν ἐν εὐλογίᾳ δίδοται, ἀδελφοῖς καὶ ἀδελφαῖς, ὁσίοις καὶ ὁσίαις· ὦ μέγα, μέγιστον, ἐγκύκλιον, ἀπερινόητον σχῆμα κόσμου· οὐράνιον ενρωχεσυηλ ἐνουράνιον πεληθευ· αἰθέριον ιωγαραα ἐναιθέριον θωπυλεο δαρδυ ὑδατῶδες ϊωηδες γαιῶδες περηφια πυρῶδες αφθαλυα· ἀνεμῶδες ϊωϊε ηω αυα φωτοειδές αλαπιε· σκοτοειδές ϊεψερια· ἀστροφεγγές αδαμαλωρ· ὑγροπυρινοψυχρὸν πνεῦμα· αἰνῶ σε, ὁ θεὸς τῶν θεῶν, ὁ τὸν κόσμον καταρτισάμενος αρεω πιευα, ὁ τὴν ἄβυσσον θησαυρίσας ἀοράτῳ θέσεως ἑδράσματι περω Μυσὴλ ο πεντωναξ, ὁ διαστήσας οὐρανὸν καὶ γῆν καὶ τὸν μὲν οὐρανὸν πτέρυξιν χρυσείαις αἰωνίαις σκεπάσας ρωδηρυ ουωα, τὴν δὲ γῆν ἑδράσμασιν αἰωνίοις στηρίσας αληιοωα, ὁ τὸν αἰθέρα ἀνακρεμάσας μετεώρῳ ὑψώματι αϊεωη ϊουα, ὁ τὸν ἀέρα διασκεδάσας πνοαῖς αὐτοκινήτοις ωϊε ουω, ὁ τὸ ὕδωρ κυκλοτερὲς περιενέγκας ωρηπηλυα, ὁ τοὺς πρηστῆρας ἀνάγων ωρισθαυα, ὁ βροντάζων θεφιχυωνηλ, ὁ ἀστράπτων ουρηνες, ὁ βρέχων οσιωρνι φευγαλγα, ὁ σείων περατωνηλ, ὁ ζωογονῶν αρησιγυλωα, ὁ θεὸς τῶν Αἰώνων· μέγας εἶ, κύριε, θεέ, δέσποτα τοῦ παντός αρχιζω νυον θηναρ μεθωρ παρυ φηζωρ θαψαμυδω· μαρωμι χηλωψα:»
Στήλη πρὸς πάντα εὔχρηστος, ῥύεται καὶ ἐκ θανάτου. μὴ ἐξέταζε τὸ ἐν αὐτῇ. λόγος· «σέ, τὸν ἕνα καὶ μάκαρα τῶν Αἰώνων πατέρα τε κόσμου, κοσμικαῖς κλῄζω λιταῖς. δεῦρό μοι, ὁ ἐνφυσήσας τὸν σύμπαντα κόσμον, ὁ τὸ πῦρ κρεμάσας ἐκ τοῦ ὕδατος καὶ τὴν γῆν χωρίσας ἀπὸ τοῦ ὕδατος, πρόσεχε, μορφὴ καὶ πνεῦμα καὶ γῆ καὶ θάλασσα, ῥῆμα τοῦ σοφοῦ θείας Ἀνάγκης, καὶ πρόσδεξαί μου τοὺς λόγους ὡς βέλη πυρός, ὅτι ἐγώ εἰμι ἄνθρωπος, θεοῦ τοῦ ἐν οὐρανῷ πλάσμα κάλλιστον, γενόμενον ἐκ πνεύματος καὶ δρόσου καὶ γῆς. ἀνοίγηθι, οὐρανέ, δέξαι μου τὰ φθέγματα, ἄκουε, Ἥλιε, πάτερ κόσμου· ἐπικαλοῦμαί σε τῷ ὀνόματί σου αω ευ ηοϊ αιοη· υεωα· ουορζαρα· λαμανθαθρη· κανθιοπερ γαρψαρθρη· μενλαρδαπα κενθηρ δρυομεν θρανδρηθρη· ϊαβε ζελανθι βερ ζαθρη· ζακεντι βιολλϊθρη αηω· ουω· ηω· οω· ραμιαθα· αηω ωυω· ουω· ωαυω: ὁ μόνος τὸ ῥίζωμα ἔχων, σὺ εἶ τὸ ὄνομα τὸ ἅγιον καὶ τὸ ἰσχυρόν, τὸ καθηγιασμένον ὑπὸ τῶν ἀγγέλων πάντων, διαφύλαξόν με τόνδε ἀπὸ πάσης ὑπεροχῆς ἐξουσίας καὶ πάσης ὕβρεως· ἦ ποίησον τόδε, κύριε, θεὲ θεῶν, ϊαλδαζαω βλαθαμ μαχωρ· φριξ αη κεωφ· εηα· δυμεω· φερφριθω· ιαχθω· ψυχεω· φιριθμεω· ρωσερωθ· θαμαστραφατι ριμψαωχ ιαλθε· μεαχι αρβαθανωψ, κόσμου κτίστα, τὰ πάντα κτίστα, κύριε, θεὲ θεῶν, Μαρμαριώ, Ἰάω· ἐφώνησά σου τὴν ἀνυπέρβλητον Δόξαν, ὁ κτίσας θεοὺς καὶ ἀρχαγγέλους καὶ δεκανούς. αἱ μυριάδες τῶν ἀγγέλων παρεστήκασί σοι καὶ ὕψωσαν τὸν οὐρανόν, καὶ ὁ κύριος ἐπεμαρτύρησέ σου τῇ Σοφίᾳ, ὅ ἐστιν Αἰών ιεουηωη ιαηαιηωηυοεϊ, καὶ εἶπέν σε σθένειν, ὅσον καὶ αὐτὸς σθένει. ἐπικαλοῦμαί σου τὸ ἑκατονταγράμματον ὄνομα τὸ διῆκον ἀπὸ τοῦ στερεώματος μέχρις τοῦ βάθους τῆς γῆς· σῶ σόν με, αἰεὶ γὰρ πάντοτε χαίρεις τοὺς σοὺς σώζων αθηζε φωϊ ααα δαϊαγθι θηοβις· φιαθ· θαμβραμι Ἀβραώθ· χθολχιλ θοε· οελχωθ· θιοωημχ χοομχ σαησι· ϊσαχχοη· ϊερουθρα· οοοοο αιωαϊ — γράμματα ρʹ. ἐπικαλοῦμαί σε τὸν ἐν τῷ χρυσῷ πετάλῳ, ᾧ ὁ ἄσβεστος λύχνος διηνεκῶς παρακάεται, ὁ μέγας θεός, ὁ φανεὶς ἐν ὅλῳ τῷ κόσμῳ, κατὰ Ἱερουσαλὴμ μαρμαίρων, κύριε Ἰάω αιη ιωη ωιη ωιη ιη αιωαι αι ουω αωη ηει ιεω ηυω αηι αω αωα αεηι υω ειη αηω ιευ αεη ιαια Ἰάω ευ αευ ιαη ει ααα ιιι ηηη ϊω ιωη Ἰάω — γράμματα ρʹ —, ἐπʼ ἀγαθῷ, κύριε.»
Πρᾶξις γενναία ἐκβάλλουσα δαίμονας· λόγος λεγόμενος ἐπὶ τῆς κεφαλῆς αὐτοῦ. βάλε ἔμπροσθεν αὐτοῦ κλῶνας ἐλαίας καὶ ὄπισθεν αὐτοῦ σταθεὶς λέγεις· «ἐξορκίζω σε, δαῖμον, ὅστις ποτʼ οὖν εἶ, κατὰ τούτου τοῦ θεοῦ σαβαρβαρβαθιωθ σαβαρβαρβαθιουθ· σαβαρβαρβαθιωνηθ σαβαρβαρβαφαϊ· ἔξελθε, δαῖμον, ὅστις ποτʼ οὖν εἶ, καὶ ἀπόστηθι ἀπὸ τοῦ δεῖνα, ἄρτι, ἄρτι, ἤδη, ἤδη. ἔξελθε, δαῖμον, ἐπεί σε δεσμεύω δεσμοῖς ἀδαμαντίνοις ἀλύτοις, καὶ παραδίδωμί σε εἰς τὸ μέλαν χάος ἐν ταῖς ἀπωλείαις.» ποίησις· ζʹ κλῶνας ἐλαίας ἄρας τοὺς μὲν ἓξ δῆσον οὐρὰν καὶ κεφαλήν, ἓν καθʼ ἕν, τῷ δὲ ἑνὶ δέρε ἐξορκίζων. κρύβε. ἐπράχθη. ἐκβαλὼν περίαπτε τῷ δεῖνα φυλακτήριον, ὃ περιτίθησιν ὁ κάμνων μετὰ τὸ ἐκβαλεῖν τὸν δαίμονα ἐπὶ κασσιτερίνου πετάλου ταῦτα· «βωρ φωρ φορβα φορ φορβα: βες Χάριν Βαυβώ τε Φωρ βωρφορβα φορβαβορ βαφορβα φαβραιη φωρβα φαρβα φωρφωρ φορβα βωφορ φορβα φορφορ φορβα βωβορβορβα παμφορβα φωρφωρφωρβα, φύλαξον τὸν δεῖνα.» καὶ ἄλλο ἔχει φυλακτήριον, ὅπου τὸ σημεῖον τοῦτο … .
Ἀφροδίτης ὄνομα τὸ μηδενὶ ταχέως γινωσκόμενον· «Νεφεριηρι»—τοῦτο τὸ ὄνομα. ἐὰν γυναικὸς ἐπιτυχεῖν θέλῃς εὐσχήμονος, καθαρὸς γενόμενος ἐπὶ ἡμέρας γʹ, ἐπιθύσας λίβανον, τοῦτο τὸ ὄνομα ἐπικαλεσάμενος αὐτῷ καὶ εἰσελθὼν πρὸς τὴν γυναῖκα ἑπτάκις ἐρεῖς αὐτὸ κατὰ ψυχὴν βλέπων αὐτῇ, καὶ οὕτως ἐξήξει. τοῦτο δὲ ποίει ἐπὶ ἡμέρας ζʹ.
Ἀρκτικὴ πάντα ποιοῦσα. λόγος· «ἐπικαλοῦμαί σε, τὴν μεγίστην δύναμιν τὴν ἐν τῷ οὐρανῷ ὑπὸ κυρίου θεοῦ τεταγμένην ἐπὶ τῷ στρέφειν κραταιᾷ χειρὶ τὸν ἱερὸν πόλον, νικαροπληξ· ἐπάκουσόν μοι, Ἥλιε Φρῆ, τὸν ἱερὸν λόγον, ὁ τὰ ὅλα συνέχων καὶ ζωογονῶν τὸν σύμπαντα κόσμον, θωζοπιθη ευχανδαμα ωχριενθηρ ομνυωδης χημιοχυνγης ϊεωυ — ἐπίθυε — θερμουθερ ψιφιριξ φροσαλι κανθιμεω ζενζεμια ωπερ περομενης ρωθιευ ηνινδευ κορκουνθο ευμεν μενι … κηδευα κηψηοι.» κοινόν. ἐξαίτησις πρὸς ἥλιον κατὰ δύσιν. λόγος· «θηνωρ Ἥλιε σανθηνωρ, παρακαλῶ, κύριε· ἐμοὶ σχολασάτω ὁ τῆς ἄρκτου τόπος καὶ κύριος.» καὶ ἐπίθυε ἐξαιτούμενος ἄρμαρα, ποίει πρὸς δύσιν ἡλίου. ἐπάναγκος τῆς γʹ ἡμέρας· «αντεβερωυρτωρ ερεμνεθηχωρ χνυχιροαντωρ μενελεοχευ· ηεσσιπο δωτήρ ευαρητω γου πι φυλακὴ ωμαλαμινγορ μαντατονχα ποίησον τὸ δεῖνα πρᾶγμα.» ἄλλως ὁ πρῶτος λόγος· «θωζοπιθη ἄρκτε, θεὰ μεγίστη, ἄρχουσα οὐρανοῦ, βασιλεύουσα πόλου ἀστέρων, ὑπερτάτη, καλλιφεγγὴς θεά, στοιχεῖον ἄφθαρτον, σύστημα τοῦ παντός, πανφεγγής, ἁρμονία τῶν ὅλων αεηιουω πλινθίον, ἡ ἐπὶ τοῦ πόλου ἐφεστῶσα, ἣν ὁ κύριος θεὸς ἔταξε κραταιᾷ χειρὶ στρέφειν τὸν ἱερὸν πόλον· θωζοπιθη — λόγος.» ἐπίθυμα τῆς πράξεως· λιβάνου δραχμαὶ δʹ, ζμύρνης δραχμαὶ δʹ, κασίας φύλλου, πεπέρεως λευκοῦ ἀνὰ οὐγκίας βʹ, βδελλίου δραχμὴν αʹ, ἀνθερίκου σπέρματος δραχμὴν αʹ, ἀμώμου, κρόκου, στύρακος τερεβινθίνης ἀνὰ δραχμὰς βʹ, ἀρτεμισίας δραχμὴν αʹ, κατανάγκης βοτάνης … , κῦφι ἱερατικόν, ἐγκέφαλος κριοῦ μέλανος ὅλος. οἴνῳ λευκῷ μενδησίῳ καὶ μέλιτι ἀναλάμβανε καὶ ποίει κολλούρια. φυλακτήριον τῆς πράξεως· λύκου ἀστράγαλον περιάπτου, μίσγε δὲ τῷ θυμιατηρίῳ χυλὸν κατανάγκης καὶ ποταμογείτονος, γράψον μέσον τοῦ θυμιατηρίου τὸ ὄνομα τοῦτο· «θερμουθερεψιφιριφιπισαλι» — γράμματα κδ —, καὶ οὕτως ἐπίθυε. ἄλλο· «κομφθο κομασιθ κομνουν ὁ σείσας καὶ σείων τὴν οἰκουμένην, ὁ καταπεπωκὼς τὸν ἀείζωον ὄφιν καὶ καθʼ ἡμέραν ἐξαιρῶν τὸν κύκλον τοῦ ἡλίου καὶ τῆς σελήνης, ᾧ ὄνομα ιθιοω ηϊ Ἀρβαθιάω η, ἀνάπεμψόν μοι, τῷ δεῖνα, νυκτὸς τὸν δαίμονα ταύτης τῆς νυκτὸς χρηματίσαι μοι περὶ τοῦ δεῖνα πράγματος.»
Ἀρκτικὴ δύναμις πάντα ποιοῦσα. λαβὼν ὄνου μέλανος στέαρ καὶ αἰγὸς ποικίλης στέαρ καὶ ταύρου μέλανος στέαρ καὶ κύμινον αἰθιοπικὸν ἀμφότερα μῖξον καὶ ἐπίθυε πρὸς ἄρκτον, ἔχων φυλακτήριον τῶν αὐτῶν ζῴων τρίχας, πλοκίσας σειράν, ἥνπερ ὡς διάδημα φόρει περὶ τὴν κεφαλήν· χρίου δέ σου τὰ χείλη τοῖς στέασι, τὸ δὲ σῶμα συνάλειψαι στυρακίνῳ ἐλαίῳ καὶ ἐντύγχανε κρατῶν κρόμμυον μονογενὲς αἰγύπτιον καὶ λέγε, περὶ οὗ θέλεις. περιζωσάμενος σεβένινον ἀρρενικοῦ φοίνικος καὶ καθίσας ἐπὶ γόνατα λέγε τὸν ὑποκείμενον λόγον· «ἐπικαλοῦμαι ὑμᾶς, ἁγίους, μεγαλοδυνάμους, μεγαλοδόξους, μεγασθενεῖς, ἁγίους, αὐτόχθονας, παρέδρους τοῦ μεγάλου θεοῦ, τοὺς κραταιοὺς ἀρχιδαίμονας, οἵτινές ἐστε χάους, ἐρέβους, ἀβύσσου, βυθοῦ, γαίης οἰκήτορες, οὐρανοκευθμωνοδιαίτους, ἐνδομύχους, κελαινεφεῖς, ἀθεωρήτων ἐνεφόπτας, κρυφίμων φύλακας, καταχθονίων ἡγεμόνας, ἀπειροδιοικητάς, κραταιόχθονας, κινησιγαίους, στηριγμοθέτας, χασματυπουργούς, φρικτοπαλαίμονας, φοβεροδιακράτορας, στρεψηλακάτους, χιονοβροχοπαγεῖς, ἀεροδρόμους, θεροκαυσώδεις, ἀνεμοεπάκτας, κοιρανομοίρους, σκοτιοερέβους, ἀναγκεπάκτας, πυροπεμψιφλόγους, χιονοδροσοφερεῖς, ἀνεμαφέτας, βυθοκλόνους, γαληνοβάτας, ἀλκιμοβρίθους, ἀλγεσιθύμους, ὀβριμοδυνάστας, κρημνοβάμονας, βαρυδαίμονας, σιδηροψύχους, ἀγριοθύμους, ἀνυποτάκτους, ταρταροφρούρους, πλανησιμοίρους, παντεπόπτας, πανθυπακουστάς, πανθυποτακτικούς, οὐρανοφοίτους, πνευματοδώτας, ἀφελοζώους, κινησιπόλους, φρενογηθεῖς, θανατοσυναρτάς, ἀγγελοδείκτας, ἐκδικοφῶτας, ἀνηλιοδείκτας, δαιμονοτάκτας, ἀεροδρόμους, παντοκράτορας, ἁγίους, ἀκαταμαχήτους Ἀώθ· Ἀβαώθ· βασυμ· Ἰσάκ· Σαβαώθ· Ἰάω· Ἰακώπ· μαναρα· σκορτουρι· μορτρουμ· εφραυλα θρεερσα· ποίησον τὸ δεῖνα πρᾶγμα.» τὸ δὲ ἑκατονταγράμματον τοῦ Τυφῶνος γράφε εἰς χάρτην ὡς ἀστέρα στρογγυλοῦν καὶ ἔνδησον ἀνὰ μέσον τῆς σειρᾶς τῶν γραμμάτων ἔξω βλεπόντων. ἔστιν δὲ τὸ ὄνομα τοῦτο· αχχωρ αχχωρ αχαχαχπτουμι χαχχω χαραχωχ χαπτουμη· χωρα χωχ απτουμιμη χωχαπτου χαραχπτου· χαχχω χαρα· χωχ πτεναχωχεου.
Ἀγωγὴ ἐπὶ ἡρώων ἢ μονομάχων ἢ βιαίων. καταλιπὼν ἀπὸ τοῦ ἄρτου, οὗ ἐσθίεις, ὀλίγον καὶ κλάσας ποίησον εἰς ἑπτὰ ψωμοὺς καὶ ἐλθών, ὅπου ἥρωες ἐσφάγησαν καὶ μονομάχοι καὶ βίαιοι, λέγε τὸν λόγον εἰς τοὺς ψωμοὺς καὶ ῥῖπτε, καὶ ἄρας κόπρια ἀπὸ τοῦ τόπου, ὅπου πράσσεις, βάλε ἔσω παρʼ αὐτήν, ἧς ποθεῖς, καὶ πορευθεὶς κοιμῶ. ἔστιν ὁ λόγος ὁ λεγόμενος εἰς τοὺς ψωμούς· «Μοίραις, Ἀνάγκαις, Βασκοσύναις, Λοιμῷ, Φθόνῳ καὶ φθιμένοιςἀώροις, βιομόροις πέμπω τροφάς·τρικάρανε, νυχία, βορβοροφόρβα, Παρθένε, κλειδοῦχε Περσέφασσα, Ταρτάρου Κόρη, γοργῶπι, δεινή, πυριδρακοντόζωνεπαῖ· ὁ δεῖνα ἐκ τῆς τροφῆς ἑαυτοῦ καταλείψανα δάκρυσιν ἔμιξεν καὶ στενάγμασιν πικροῖς, ὅπως αὐτὸν καρπίσησθε βασάνοις ἐχόμενον, ἥρωες ἀτυχεῖς, οἳ ἐν τῷ δεῖνα τόπῳ συνέχεσθε, λειψίφωτες ἀλλοιόμοροι· τὸν δεῖνα καρπίσασθε τὸν πονοῦντα καρδίαν, ἕνεκεν τῆς δεῖνα, τῆς ἀσεβοῦς καὶ ἀνοσίας. ἄξατε οὖν αὐτὴν βασανιζομένην, διὰ τάχους ειουτ Ἀβαώθ· ψακερβα· Ἀρβαθιάω· λαλαοϊθ· ιωσαχωτου· αλλαλεθω· καὶ σὺ, κυρία βορφοροφόρβα· συνατρακαβι βαυβαραβας ενφνουν· Μορκα· Ἐρεσχιγὰλ νεβουτοσουαληθ· πέμψον δὲ Ἐρινύν, Ὀργογοργονιοτριαν, ψυχὰς καμόντων ἐξεγείρουσαν πυρί, ἥρωες ἀτυχεῖς ἡρωίδες τε δυστυχεῖς, οἱ ἐν τούτῳ τῷ τῷ τόπῳ, οἱ ἐν ταύτῃ τῇ ἡμέρᾳ, οἱ ἐν ταύτῃ τῇ ὥρᾳ, οἱ ἐπὶ ταῖς μυρίναις σοροῖς· ἐπακούσατέ μου καὶ ἐξεγείρατε τὴν δεῖνα ἐν τῇ νυκτὶ ταύτῃ καὶ ἀφέλεσθε αὐτῆς τὸν ἡδὺν ὕπνον ἀπὸ τῶν βλεφάρων καὶ δότε αὐτῇ στυγερὰν μέριμναν, φοβερὰν λύπην καὶ μεταζήτησιν τῶν ἐμῶν τύπων καὶ θέλησιν τῶν ἐμῶν θελημάτων, ἄχρις ἂν ποιήσῃ τὰ ἐπιτασσόμενα αὐτῇ ὑπʼ ἐμοῦ. κυρία Ἑκάτη Φορβα φορβωβαρ βαρω φωρφωρ φωρβαϊ, εἰνοδία, κύων μέλαινα.» ἐπὰν δὲ ταῦτα ποιήσας ἐπὶ γʹ ἡμέρας μηδὲν τελῇς, τότε τῷ ἐπανάγκῳ χρῶ τούτῳ· ἐλθὼν γὰρ εἰς τὸν αὐτὸν τόπον καὶ ποιήσας πάλιν τὸ τῶν ψωμῶν, τότε ἐπίθυε ἐπὶ ἀνθράκων καλπασίνων βόλβιθον βοὸς μελαίνης καὶ λέγε ταῦτα, καὶ πάλιν ἄρας τὰ κόπρια ῥῖπτε, ὡς οἶδες. ἔστι δὲ τὰ λεγόμενα ἐπὶ ἐπιθύματος ταῦτα· «Ἑρμῆ χθόνιε καὶ Ἑκάτη χθονία καὶ Ἀχέρων χθόνιε καὶ ὠμοφάγοι χθόνιοι καὶ θεὲ χθόνιε καὶ ἥρωες χθόνιοι καὶ Ἀμφιάραε χθόνιε καὶ ἀμφίπολοι χθόνιοι καὶ πνεύματα χθόνια καὶ Ἁμαρτίαι χθόνιαι καὶ Ὄνειροι χθόνιοι καὶ Ὅρκοι χθόνιοι καὶ Ἀρίστη χθονία καὶ Τάρταρε χθόνιε καὶ Βασκανία χθονία, Χάρων χθόνιε καὶ ὀπάονες χθόνιοι καὶ νέκυες καὶ οἱ δαίμονες καὶ ψυχαὶ ἀνθρώπων πάντων· ἔρχεσθε σήμερον, Μοῖραι καὶ Ἀνάγκη, τελέσατε τὰ γινόμενα ἐπὶ τῆς ἀγωγῆς ταύτης, ὅπως ἄξητέ μοι τὴν δεῖνα τῆς δεῖνα, ἐμοί, τῷ δεῖνα τῆς δεῖνα — κοινόν —, ὅτι ἐπικαλοῦμαι· Χάος ἀρχέγονον, Ἔρεβος, φρικτὸν Στυγὸς ὕδωρ, νάματα Λήθης Ἀχερουσίατε λίμνη Ἅιδου, Ἑκάτη καὶ Πλουτεῦ καὶ Κούρα, Ἑρμῆ χθόνιε, Μοῖραι καὶ Ποιναί, Ἀχέρων τε καὶ Αἴακε, πυλωρὲ κλείθρων τῶν ἀϊδίων, θᾶττον ἄνοιξον, κλειδοῦχέ τε Ἄνουβι φύλαξ. ἀναπέμψατέ μοι τῶν νεκύων τούτων εἴδωλα πρὸς ὑπηρεσίαν ἐν τῇ ἄρτι ὥρᾳ ἀνυπερθέτως, ἵνα πορευθέντες ἄξωσί μοι, τῷ δεῖνα, τὴν δεῖνα τῆς δεῖνα. κοινόν. ἡ Ἶσις ἔβη συνόμευνον ἀδελφὸν ἔχουσα ἐν ὤμοις, Ζεὺς δὲ κατελθὼν ἀπʼ Οὐλύμπου ἕστηκε μένων τὰ εἴδωλα τῶν νεκύων ὑπάγοντα πρὸς τὴν δεῖνα καὶ ποιοῦντα τὸ δεῖνα πρᾶγμα. κοινόν. ἦλθον πάντες θεοὶ ἀθάνατοι καὶ πᾶσαι θεαὶ ἰδεῖν τὰ εἴδωλα τῶν νεκύων τούτων. μὴ μέλλετε οὖν μηδὲ βραδύνητε, ἀλλʼ ἀποπέμπετε, θεοί, τὰ εἴδωλα τῶν νεκύων τούτων, ὅπως ἀπελθόντα πρὸς τὴν δεῖνα ποιήσωσι τὸ δεῖνα πρᾶγμα, κοινόν, ὅτι ὑμᾶς ἐξορκίζω κατὰ τοῦ Ἰάω καὶ τοῦ Σαβαὼθ καὶ Ἀδωναὶ πατραξιλυτρα· βουρρεφαωμι ασσαλκη αϊδουναξ σεσενγεν — λόγος — βαλιαβα ερεχχαρνοι· αβεριδουμα· σαλβαχθι εισερσε ραθω· εισερδα ωμι σισιφνα· σισαεδουβε· αχχαριτωνη αβεριφνουβα ιαβαλ δεναθιϊθρουφι· ἀναπέμψατε τὰ εἴδωλα τῶν νεκύων τῶνδε πρὸς τὴν δεῖνα τῆς δεῖνα, ὅπως ποιήσωσιν τὸ δεῖνα πρᾶγμα.» κοινόν.
Ἀγωγὴ ἐπὶ ζμύρνης ἐπιθυομένης· ἐπιθύων ἐπὶ ἀνθράκων δίωκε τὸν λόγον. λόγος· «σὺ εἶ ἡ Ζμύρνα, ἡ πικρά, ἡ χαλεπή, ἡ καταλλάσσουσα τοὺς μαχομένους, ἡ φρύγουσα καὶ ἀναγκάζουσα φιλεῖν τοὺς μὴ προσποιουμένους τὸν Ἔρωτα. πάντες σε λέγουσιν Ζμύρναν, ἐγὼ δὲ λέγω σε σαρκοφάγον καὶ φλογικὴν τῆς καρδίας. οὐ πέμπω σε μακρὰν εἰς τὴν Ἀραβίαν, οὐ πέμπω σε εἰς Βαβυλῶνα, ἀλλὰ πέμπω σε πρὸς τὴν δεῖνα τῆς δεῖνα, ἵνα μοι διακονήσῃς πρὸς αὐτήν, ἵνα μοι ἄξῃς αὐτήν. εἰ κάθηται, μὴ καθήσθω, εἰ λαλεῖ πρός τινα, μὴ λαλείτω, εἰ ἐμβλέπει τινί, μὴ ἐμβλεπέτω, εἰ προσέρχεταί τινι, μὴ προσερχέσθω, εἰ περιπατεῖ, μὴ περιπατείτω, εἰ πίνει, μὴ πινέτω, εἰ ἐσθίει, μὴ ἐσθιέτω, εἰ καταφιλεῖ τινα, μὴ καταφιλείτω, εἰ τέρπεταί τινι ἡδονῇ, μὴ τερπέσθω, εἰ κοιμᾶται, μὴ κοιμάσθω, ἀλλʼ ἐμὲ μόνον, τὸν δεῖνα, κατὰ νοῦν ἐχέτω, ἐμοῦ μόνου ἐπιθυμείτω, ἐμὲ μόνον στεργέτω, τὰ ἐμὰ θελήματα πάντα ποιείτω. μὴ εἰσέλθῃς αὐτῆς διὰ τῶν ὀμμάτων, μὴ διὰ τῶν πλευρῶν, μὴ διὰ τῶν ὀνύχων μηδὲ διὰ τοῦ ὀμφαλοῦ μηδὲ διὰ τῶν μελῶν, ἀλλὰ διὰ τῆς ψυχῆς, καὶ ἔμμεινον αὐτῆς ἐν τῇ καρδίᾳ καὶ καῦσον αὐτῆς τὰ σπλάγχνα, τὸ στῆθος, τὸ ἧπαρ, τὸ πνεῦμα, τὰ ὀστᾶ, τοὺς μυελούς, ἕως ἔλθῃ πρὸς ἐμέ, τὸν δεῖνα, φιλοῦσά με καὶ ποιήσῃ πάντα τὰ θελήματά μου, ὅτι ἐξορκίζω σε, Ζμύρνα, κατὰ τῶν τριῶν ὀνομάτων Ἀνοχω, Ἀβρασάξ, Τρω καὶ τῶν ἐπακολουθοτέρων καὶ τῶν ἰσχυροτέρων Κορμειωθ, Ἰάω, Σαβαώθ, Ἀδωναί, ἵνα μοι τὰς ἐντολὰς ἐπιτελέσῃς, Ζμύρνα· ὡς ἐγώ σε κατακάω καὶ δυνατὴ εἶ, οὕτω ἧς φιλῶ, τῆς δεῖνα, κατάκαυσον τὸν ἐγκέφαλον, ἔκκαυσον καὶ ἔκστρεψον αὐτῆς τὰ σπλάγχνα, ἔκσταξον αὐτῆς τὸ αἷμα, ἕως ἔλθῃ πρὸς ἐμέ, τὸν δεῖνα τῆς δεῖνα. ὁρκίζω σε κατὰ τοῦ μαρπαρκουριθ· νασααρι· ναιεμαρε παιπαρι νεκουρι. βάλλω σε εἰς τὸ πῦρ τὸ καόμενον καὶ ὁρκίζω σε κατὰ τοῦ παντοκράτορος θεοῦ ζῶντος ἀεί· ὁρκίσας σε καὶ νῦν ὁρκίζω σε Ἀδωναί· Βαρβαρ Ἰάω· Ζαγουρη· Ἁρσαμωσι· αλαους·καὶ σαλαως· ὁρκίζω σε τὸν στηρίζοντα ἄνθρωπον εἰς ζωήν· ἄκουε, ἄκουε, ὁ μέγας θεός, Ἀδωναῖε εθυια, αὐτογενέτωρ, ἀείζων θεέ, ειωη· Ἰάω αϊω αιω φνεως σφιντης Ἀρβαθιάω Ἰάω ιαη ιωα αι ὁ ὢν Οὐὴρ γονθιαωρ Ῥαραηλ· αβρα· βραχα· σοροορμερφεργαρ· μαρβαφριουϊριγξἸάω Σαβαώθ, Μασκελλι Μασκελλω — ὁ λόγος — αμονσωε· Ἀνοχ· ριγχ· φνουκενταβαωθ· σουσαε φινφεσηχ· μαφιραρ· ανουριν· Ἰβαναωθ· Ἁρουὴρ· Χνουφ· Ἀνοχ· βαθι· ουχ Ἰάρβας· βαβαυβαρ· Ἐλωαί· ἄγε μοι τὴν δεῖνα τῆς δεῖνα πρὸς ἐμέ, τὸν δεῖνα τῆς δεῖνα, ἐν τῇ σήμερον ἡμέρᾳ, ἐν τῇ νυκτὶ ταύτῃ, ἐν τῇ ἄρτι ὥρᾳ μουλωθ· φοφιθ· φθωιθ· Φθωύθ· πενιων· ἐπικαλοῦμαι καὶ σέ, τὸν τὸ πῦρ κρατοῦντα Φθαν Ἀνοχ, εἰσάκουσόν μου, ὁ εἷς, μονογενὴς μανεβια βαϊβαϊ· χυριρωου· θαδειν, Ἀδωναί· Ἐροὺ νουνι μιωωνχ· χουτιαι Μαρμαραυώθ· ἄξον τὴν δεῖνα τῆς δεῖνα πρὸς ἐμέ, τὸν δεῖνα τῆς δεῖνα, ἄρτι, ἄρτι, ἤδη, ἤδη, ταχύ, ταχύ.» λέγε δὲ καὶ τὸν κατὰ πάντων λόγον.
Ἔστιν δὲ ἡ κατὰ πάντων τελετὴ ἥδε. πρὸς Ἥλιον λόγος· «ἐπικαλοῦμαί σε, τὸν μέγιστον θεόν, ἀέναον κύριον, κοσμοκράτορα, τὸν ἐπὶ τὸν κόσμον καὶ ὑπὸ τὸν κόσμον, ἄλκιμον θαλασσοκράτορα, ὀρθινὸν ἐπιλάμποντα, ἀπὸ τοῦ ἀπηλιώτου ἀνατέλλοντα τῷ σύμπαντι κόσμῳ, δύνοντα τῷ λιβί. δεῦρό μοι, ὁ ἀνατέλλων ἐκ τῶν τεσσάρων ἀνέμων, ὁ ἱλαρὸς Ἀγαθὸς Δαίμων, ᾧ οὐρανὸς ἐγένετο κωμαστήριον. ἐπικαλοῦμαί σου τὰ ἱερὰ καὶ μεγάλα καὶ κρυπτὰ ὀνόματα, οἷς χαίρεις ἀκούων. ἀνέθαλεν ἡ γῆ σοῦ ἐπιλάμψαντος καὶ ἐκαρποφόρησεν τὰ φυτὰ σοῦ γελάσαντος, ἐζωογόνησε τὰ ζῶα σοῦ ἐπιτρέψαντος. δὸς δόξαν καὶ τιμὴν καὶ χάριν καὶ τύχην καὶ δύναμιν, ᾧ ἐπιτελοῦμαι σήμερον τῷ δεῖνα λίθῳ — ἢ· φυλακτηρίῳ τελουμένῳ — πρὸς τὸν δεῖνα. ἐπικαλοῦμαί σε τὸν μέγαν ἐν οὐρανῷ ηι· λανχυχ· ακαρην· Βάλ μισθρην· μαρταμαθαθ· λαϊλαμ· μουσουθι· σιεθω· βαθαβαθι· ιατμων· αλεϊ· ιαβαθ Ἀβαώθ· Σαβαώθ· Ἀδωναί, ὁ θεὸς ὁ μέγας, Ορσενοφρη· οργεατης· τοθορνατησα κριθι· βιωθι· ϊαδμω· ιατμωμι· μεθιηϊ· λονχοω· ακαρη· Βάλ μινθρη· βανεβαιχχυχχουφρι· νοθεουσι θραϊ αρσιουθ· ερωνερθερ· ὁ λαμπρὸς Ἥλιος, αὐγάζων καθʼ ὅλην τὴν οἰκουμένην· σὺ εἶ ὁ μέγας Ὄφις, ἡγούμενος τούτων τῶν θεῶν, ὁ τὴν ἀρχὴν τῆς Αἰγύπτου ἔχων καὶ τὴν τελευτὴν τῆς ὅλης οἰκουμένης, ὁ ἐν τῷ ὠκεανῷ ὀχεύων, Ψοϊ φνουθι νινθηρ· σὺ εἶ ὁ καθʼ ἡμέραν καταφανὴς γινόμενος καὶ δύνων ἐν τῷ βορολίβᾳ τοῦ οὐρανοῦ, ἀνατέλλων ἐν τῷ νοταπηλιώτῃ. ὥρᾳ αʹ μορφὴν ἔχεις αἰλούρου, ὄνομά σοι Φαρακουνηθ· δὸς δόξαν καὶ χάριν τῷ φυλακτηρίῳ τούτῳ. ὥρᾳ βʹ μορφὴν ἔχεις κυνός, ὄνομά σοι Σουφι· δὸς ἰσχὺν καὶ τιμὴν τῷ φυλακτηρίῳ τούτῳ, τῷ λίθῳ τούτῳ καὶ τῷ δεῖνα. ὥρᾳ γʹ μορφὴν ἔχεις ὄφεως, ὄνομά σοι Αμεκρανεβεχεο Θωύθ· δὸς τιμὴν τῷ θεῷ τῷ δεῖνα. ὥρᾳ δʹ μορφὴν ἔχεις κανθάρου, ὄνομά σοι Σενθενιψ· συνεπίσχυσον τῷ φυλακτηρίῳ τούτῳ ἐν τῇ νυκτὶ ταύτῃ, εἰς ὃ τελεῖται πρᾶγμα. ὥρᾳ εʹ μορφὴν ἔχεις ὄνου. ὄνομά σοι Ενφαν χουφ· δὸς ἰσχὺν καὶ θάρσος καὶ δύναμιν τῷ θεῷ τῷ δεῖνα. ὥρᾳ ϛʹ μορφὴν ἔχεις λέοντος. ὄνομα δέ σοι Βαϊ σολβαϊ· ὁ κυριεύων χρόνου· δὸς ἐπιτυχίαν τῷ φυλακτηρίῳ τούτῳ καὶ νίκην καλήν. ὥρᾳ ζʹ μορφὴν ἔχεις τράγου. ὄνομά σοι Ουμεσθωθ· δὸς ἐπαφροδισίαν τῷ δακτυλίῳ τούτῳ — ἢ· τῷ φυλακτηρίῳ τούτῳ ἢ τῇ γλυφῇ ταύτῃ. ὥρᾳ ηʹ μορφὴν ἔχεις ταύρου, ὄνομά σοι Διατιφη. ὁ ἀναφανὴς γενόμενος· τελεσθήτω πάντα τὰ διὰ τῆς χρείας τοῦ λίθου τούτου. ὥρᾳ θʹ μορφὴν ἔχεις ἱέρακος, ὄνομά σοι Φηους φωουθ· ὁ λωτὸς πεφυκὼς ἐκ τοῦ βυθοῦ· δὸς ἐπιτυχίαν καὶ καιρὸν καλὸν τῷ φυλακτηρίῳ τούτῳ. ὥρᾳ ιʹ μορφὴν ἔχεις κυνοκεφάλου, ὄνομά σοι Βεσβυκι· ὥρᾳ ια μορφὴν ἔχεις ἴβεως, ὄνομά σοι Μου ρωφ· τέλει τὸ μέγα φυλακτήριον ἐπʼ ἀγαθῷ τῷ δεῖνα ἀπὸ τῆς σήμερον ἡμέρας εἰς τὸν ἅπαντα χρόνον. ὥρᾳ ιβ μορφὴν ἔχεις κροκοδείλου, ὄνομά σοι Αερθοη. δὺς ὀψὲ γέρων, ὁ ἐπὶ τοῦ κόσμου καὶ ὑπὸ τὸν κόσμον, ἄλκιμε θαλασσοκράτωρ· εἰσάκουσόν μου τῆς φωνῆς ἐν τῇ σήμερον ἡμέρᾳ, ἐν τῇ νυκτὶ ταύτῃ, ἐν ταῖς ἁγίαις ὥραις ταύταις, καὶ τελεσθήτω πάντα τὰ διὰ τοῦ λίθου τούτου, διὰ τοῦ φυλακτηρίου τούτου, τὸ δεῖνα πρᾶγμα, ἐφʼ ᾧ αὐτὸ τελῶ. ναί, κύριε Κμήφ· λουθεουθ· ορφοιχε· ορτιλιβεχουχ· ιερχε· ρουμ ιπεριταω υαϊ. ὁρκίζω γῆν καὶ οὐρανὸν καὶ φῶς καὶ σκότος καὶ τὸν πάντα κτίσαντα θεὸν μέγαν Σαρουσιν , σέ, τὸ παρεστὸς Ἀγαθὸν Δαιμόνιον, πάντα μοι τελέσαι διὰ τῆς χρείας τοῦ δακτυλίου τούτου ἢ λίθου.» ἐὰν τελῇς, λέγε· «εἷς Ζεὺς Σάραπις.»
Ξίφος Δαρδάνου· πρᾶξις ἡ καλουμένη ξίφος, ἧς οὐδέν ἐστιν ἶσον διὰ τὴν ἐνέργειαν· κλίνει γὰρ καὶ ἄγει ψυχὴν ἄντικρυς, οὗ ἂν θέλῃς, λέγων τὸν λόγον καὶ ὅτι· «κλίνω τὴν ψυχὴν τοῦ δεῖνα.» λαβὼν λίθον μάγνητα τὸν πνέοντα γλύψον Ἀφροδίτην ἱππιστὶ καθημένην ἐπὶ Ψυχῆς, τῇ ἀριστερᾷ χειρὶ κρατοῦσαν, τοὺς βοστρύχους ἀναδεσμευομένην, καὶ ἐπάνω τῆς κεφαλῆς αὐτῆς· αχμαγε ραρπεψει· ὑποκάτω δὲ τῆς Ἀφροδίτης καὶ τῆς Ψυχῆς Ἔρωτα ἐπὶ πόλου ἑστῶτα, λαμπάδα κρατοῦντα καομένην, φλέγοντα τὴν Ψυχήν. ὑποκάτω δὲ τοῦ Ἔρωτος τὰ ὀνόματα ταῦτα· αχαπα Ἀδωναῖε βασμα χαρακω Ἰακὼβ Ἰάω η· φαρφαρηϊ· εἰς δὲ τὸ ἕτερον μέρος τοῦ λίθου Ψυχὴν καὶ Ἔρωτα περιπεπλεγμένους ἑαυτοῖς καὶ ὑπὸ τοὺς πόδας τοῦ Ἔρωτος ταῦτα· σσσσσσσς, ὑποκάτω δὲ τῆς Ψυχῆς· ηηηηηηηη· γλυφέντι δὲ τῷ λίθῳ καὶ τελεσθέντι χρῶ οὕτως· λαβὼν αὐτὸν ὑπὸ τὴν γλῶσσάν σου στρέφε, εἰς ὃ θέλεις, λέγε τὸν λόγον τοῦτον· «ἐπικαλοῦμαί σε, τὸν ἀρχηγέτην πάσης γενέσεως, τὸν διατείναντα τὰς ἑαυτοῦ πτέρυγας εἰς τὸν σύμπαντα κόσμον, σὲ τὸν ἄπλατον καὶ ἀμέτρητον, εἰς τὰς ψυχὰς πάσας ζωογόνον ἐμπνέοντα λογισμόν, τὸν συναρμοσάμενον τὰ πάντα τῇ ἑαυτοῦ δυνάμει, πρωτόγονε, παντὸς κτίστα, χρυσοπτέρυγε, μελαμφαῆ, ὁ τοὺς σώφρονας λογισμοὺς ἐπικαλύπτων καὶ σκοτεινὸν ἐμπνέων οἶστρον, ὁ κρύφιμος καὶ λάθρᾳ ἐπινεμόμενος πάσαις ψυχαῖς· πῦρ ἀθεώρητον γεννᾷς βαστάζων τὰ πάντα ἔμψυχα οὐ κοπιῶν αὐτὰ βασανίζων, ἀλλὰ μεθʼ ἡδονῆς ὀδυνηρᾷ τέρψει, ἐξ οὗ τὰ πάντα συνέστηκεν. σὺ καὶ ἐντυγχανόμενος λύπην φέρεις ποτὲ μὲν σώφρων, ποτὲ δὲ ἀλόγιστος, διʼ ὃν ὑπὲρ τὸ καθῆκον τολμῶντες οἱ ἄνθρωποι ἐπὶ τὸν μελανφαῆ σε καταφεύγουσιν. νεώτατε, ἄνομε, ἀνίλαστε, ἀλιτάνευτε, ἀϊδῆ, ἀσώματε, οἰστρογενέτωρ, τοξότα, λαμπαδοῦχε, πάσης πνευματικῆς αἰσθήσεως, κρυφίων πάντων ἄναξ, ταμία λήθης, γενάρχα σιγῆς, διʼ ὃν τὸ φῶς καὶ εἰς ὃν τὸ φῶς χωρεῖ, νήπιε, ὅταν γεννηθῇς ἐνκάρδιος, πρεσβύτατε, ὅταν ἐπιτευχθῇς· ἐπικαλοῦμαί σε, τὸν ἀπαραίτητον, τῷ μεγάλῳ σου ὀνόματι· αζαραχθαραζα λαθα ιαθαλ· υυυ λαθαϊ· αθαλλαλαφ· ιοιοιο· αϊ αϊ· αϊ· αϊ ουεριευ· οιαϊ· λεγετα· ραμαϊ· αμα· ραταγελ·πρωτοφανῆ, νυκτιφανῆ, νυκτιχαρῆ, νυκτιγενέτωρ, ἐπήκοε, ερηκισιθφη αραραχαραρα ηφθισικηρε Ἰαβεζεβυθ ἰὼ βύθιε· βεριαμβω βεριαμβεβω· πελάγιε μερμεργου· κρύφιε καὶ πρεσβύτατε αχαπα· Ἀδωναῖε· βασμα· χαρακω· Ἰακώβ· Ἰάω· Χαρουήρ· Ἁρουήρ· Λαϊλαμ· Σεμεσιλάμ· σουμαρτα· μαρβα· καρβα· μεναβωθ· ηιια· ἐπίστρεψον τὴν ψυχὴν τῆς δεῖνα εἰς ἐμὲ τὸν δεῖνα, ἵνα με φιλῇ, ἵνα μου ἐρᾷ, ἵνα μοι δοῖ τὰ ἐν ταῖς χερσὶν ἑαυτῆς. λεγέτω μοι τὰ ἐν τῇ ψυχῇ ἑαυτῆς, ὅτι ἐπικέκλημαι τὸ μέγα σου ὄνομα.» εἰς δὲ πέταλον χρυσοῦν τὸ ξίφος τοῦτο γράφε· «εἷς Θουριήλ· Μιχαήλ· Γαβριήλ· Οὐριήλ· Μισαήλ· Ἰρραήλ· Ἰστραήλ· ἀγαθὴ ἡμέρα γένοιτο τῷ ὀνόματι, καὶ ἐμοί, τῷ εἰδότι αὐτὸ καὶ περικειμένῳ, τὴν ἀθάνατον καὶ ἄπτωτον ἰσχὺν τοῦ θεοῦ παρακαλῶ. δὸς δέ μοι πάσης ψυχῆς ὑποταγήν, ἧς ἂν ἐπικαλέσωμαι.» καὶ δὸς τὸ πέταλον καταπεῖν πέρδικι καὶ σφάξον αὐτὸν καὶ ἀνελόμενος φόρει περὶ τὸν τράχηλον ἐνθεὶς εἰς τὴν λεπίδα παιδέρωτα βοτάνην. ἔστιν τὸ ἐπίθυμα τὸ ἐμψυχοῦν τὸν Ἔρωτα καὶ ὅλην τὴν πρᾶξιν· μάννης δραχμαὶ δʹ, στύρακος δραχμαὶ δʹ, ὀπίου δραχμαὶ δʹ, ζμύρνης δραχμαὶ δʹ, λίβανος, κρόκος, βδέλλα ἀνὰ ἡμίδραχμον. ἰσχάδα λιπαρὰν μίξας ἀναλάμβανε οἴνῳ εὐώδει πάντα ἴσα καὶ χρῶ εἰς τὴν χρῆσιν. ἐν δὲ χρήσει πρῶτον ἐπίθυε, καὶ οὕτως χρῶ. ἔχει δὲ καὶ πρᾶξιν πάρεδρος, ὃς γίνεται ἐκ μορέας ξύλου· γίνεται δὲ Ἔρως πτερωτὸς χλαμύδα ἔχων, προβεβληκὼς τὸν δεξιὸν πόδα, κοῖλον ἔχων τὸν νῶτον. εἰς δὲ τὸ κοίλωμα βάλε χρυσοῦν πέταλον κυπρίῳ γραφείῳ γράψας ψυχρηλάτῳ τινὸς τὸ ὄνομα· «Μαρσαβουταρθε—γενοῦ μοι πάρεδρος καὶ παραστάτης καὶ ὀνειροπομπός.» καὶ ἐλθὼν ὀψὲ εἰς τὴν οἰκίαν, ἧς βούλει, κροῦε τὴν θύραν αὐτῆς τῷ Ἔρωτι καὶ λέγε· «ἰδέ, ὧδε μένει ἡ δεῖνα, ὅπως παρασταθεὶς αὐτῇ εἴπῃς, ἃ προαιροῦμαι, ὁμοιωθεὶς ᾧ σέβεται θεῷ ἢ δαίμονι.» καὶ ἐλθών σου εἰς τὸν οἶκον θὲς τράπεζαν καὶ ὑποστρώσας σινδόνα καθαρὰν καὶ ἄνθη τὰ τοῦ καιροῦ θὲς ἐπάνω τὸ ζῴδιον, εἶτα ἐπίθυε αὐτῷ καὶ λέγε τὸν λόγον συνεχῶς τὸν τῆς ἐπικλήσεως καὶ πέμπε, καὶ ποιήσει ἀπαραβάτως. ὅταν δὲ κλίνῃς τῷ λίθῳ, ἐκείνῃ τῇ νυκτὶ ὀνειροπομπεῖ· ἄλλῃ γὰρ ἄλλων ἔχεται. … Μηδένα δίδασκε. ἔστιν γὰρ καρτερὸν λίαν καὶ ἀνυπέρβλητον, ποιοῦν πρὸς πάντας αὐθήμερον, ἁπλῶς ἐσχημένως, λίαν καρτερώτατον. ἔστι δέ· λαβὼν κηροῦ οὐγκίας δʹ, ἄγνου καρποῦ οὐγκίας ηʹ, μάννης δραχμὰς δʹ. ταῦτα λειώσας χωρὶς ἔκαστον, μίσγε τῇ πίσσῃ καὶ τῷ κηρῷ καὶ πλάσον κύνα δακτύλων ὀκτώ, χάσκοντα. ἐνθήσεις δὲ εἰς τὸ στόμα τοῦ κυνὸς ἀπὸ ἀνθρώπου κεφαλῆς βιαίου ὀστέον καὶ ἐπίγραψον εἰς τὰς πλευρὰς τοῦ κυνὸς τοὺς χαρακτῆρας τούτους· ΧΖΟΠ … ΨΧ … Ψ καὶ θήσεις ἐπὶ τρίποδα τὸν κύνα. ἐχέτω δὲ ὁ κύων τὸν πόδα ἐπηρμένον τὸν δεξιόν. γράφε δὲ εἰς τὸ πιττάκιον ταῦτα τὰ ὀνόματα καὶ ἃ θέλεις· «Ἰάω αστω ιωφη» καὶ θήσεις ἐπὶ τὸν τρίποδα τὸ πιττάκιον καὶ ἐπάνω τοῦ πιττακίου στήσεις τὸν κύνα καὶ λέγε ταῦτα πολλάκις τὰ ὀνόματα. καὶ εἰπόντος σοῦ τὸν λόγον ὁ κύων συρίζει. καὶ ἐὰν συρίσειεν, οὐκ ἔρχεται. ἐπίλεγε οὖν πάλιν τὸν λόγον, κἂν ὑλακτήσῃ, ἄγει. εἶτα ἀνοίξας τὴν θύραν εὑρήσεις παρὰ ταῖς θύραις, ἣν θέλεις. παρακείσθω δὲ τῷ κυνὶ θυμιατήριον, εἰς ὃ ἐπικείσθω λίβανος, λέγων τὸν λόγον. λόγος· «βαυκύων, ἐξορκίζω σε, Κέρβερε, κατὰ τῶν ἀπαγξαμένων καὶ τῶν νεκρῶν καὶ τῶν βιαίως τεθνηκότων· ἄξον μοι τὴν δεῖνα τῆς δεῖνα, ἐμοὶ τῷ δεῖνα τῆς δεῖνα. ἐξορκίζω σε, Κέρβερε, κατὰ τῆς ἱερᾶς κεφαλῆς τῶν καταχθονίων θεῶν· ἄγε μοι τὴν δεῖνα τῆς δεῖνα ζουχ ζουκι το παρυ· υφηβαρμω ενωρ· σεκεμι· κριουδασεφη· τριβεψι· ἄγε μοι τὴν δεῖνα τῆς δεῖνα, ἐμοί, τῷ δεῖνα, ἤδη ἤδη, ταχὺ ταχύ.» ἐρεῖς δὲ καὶ τὸν κατὰ πάντων λόγον. ταῦτα δὲ ἐν ἐπιπέδῳ ποιήσεις, καθαρῷ τόπῳ.
Ἀγωγὴ Πίτυος βασιλέως ἐπὶ παντὸς σκύφου. τούτου ἐντυχία πρὸς Ἥλιον ἐξαιτήσεως· στὰς πρὸς ἀνατολὴν λέγε οὕτως· «ἐπικαλοῦμαί σε, κύριε Ἥλιε, καὶ τοὺς ἁγίους σου ἀγγέλους ἐν τῇ σήμερον ἡμέρᾳ, ἐν τῇ ἄρτι ὥρᾳ· διάσωσόν με τὸν δεῖνα· ἐγὼ γάρ εἰμι θηνωρ, ὑμεῖς δέ ἐστε ἅγιοι ἄγγελοι, φύλακες τοῦ Αρδιμαλεχα· καὶ Οραρω μισρην· νεφω· Ἀδωναί· αυεβωθι· αβαθαραϊ· θωβευα· σουλμαϊ σουλμαϊθ· ρουτρερουτην· ωφρεωφρι· ωλχαμαωθ· ουτε σουτηαθ· μοντρο· ελατ· χουμιοι· λαθωθ· ωθεθ· δέομαι, δέσποτα Ἥλιε, ἐπάκουσόν μου τοῦ δεῖνα καὶ δός μοι τὴν κατεξουσίαν τούτου τοῦ βιοθανάτου πνεύματος, οὗπερ ἀπὸ σκήνους κατέχω τόδε, ἵνʼ ἔχω αὐτὸν μετʼ ἐμοῦ, τοῦ δεῖνα, βοηθὸν καὶ ἔκδικον, ἐφʼ αἷς ἐὰν χρῄζω πραγματείαις.» ἐπὶ τῆς καταδύσεως τοῦ αὐτοῦ πρὸς Ἥλιον λόγος· «ἀεροφοιτήτων ἀνέμων ἐποχούμενος αὔραις, Ἥλιε χρυσοκόμα, διέπων φλογὸς ἀκάματον πῦρ, αἰθερίοισι τρίβοισι μέγαν πόλον ἀμφιελίσσων, γεννῶν αὐτὸς ἅπαντʼ, ἅπερ πάλιν ἐξαναλύεις. ἐκ σοῦ γὰρ στοιχεῖʼ, ἃ τεταγμένα σοῖσι νόμοισι κόσμον ἅπαντα τρέπουσιν τετράτροπον εἰς ἐνιαυτόν. κλῦθι, μάκαρ· κλῄζω σε, τὸν οὐρανοῦ ἡγεμονῆα γαίης τε χάεός τε καὶ Ἄϊδος, ἔνθα νέμονται δαίμονες ἀνθρώπων, οἱ πρὶν φάος εἰσορόωντες. καὶ νῦν δή σε λιτάζομαι, μάκαρ, ἄφθιτε, δέσποτα κόσμου· ἢν γαίης κευθμῶνα μόλῃς νεκύων τʼ ἐπὶ χῶρον, πέμψον δαίμονα τοῦτον ὅπως μεσάταισιν ἐν ὥραις νυκτὸς ἐλευσόμενον προστάγμασι σοῖς, ὑπʼ ἀνάγκης, οὗπερ ἀπὸ — κεφαλῆς — σκήνους κατέχω τόδε· πάντα μοι ἐκτελέσῃ καὶ φρασάτω μοι, τῷ δεῖνα, ὅσα θέλω γνώμαισιν, ἀληθείῃ καταλέξῃ πραΰς, μειλίχιοςμηδʼ ἀντία μοι φρονέοιτο. μηδὲ σὺ μηνίσῃς ἐπʼ ἐμαῖς ἱεραῖσιν ἐπῳδαῖς. ἀλλὰ φύλαξον ἅπαν δέμας ἄρτιον εἰς φάος ἐλθεῖν. καί μοι μηνυσάτω ὁ δεῖνα τὸ τί ἢ πόθεν, ᾗ δύναται μοι νῦν εἰς ὑπηρεσίαν, καὶ τὸν χρόνον, ὃν παρεδρεύει. ταῦτα γὰρ αὐτὸς ἔδωκας, ἄναξ, ἐν ἀνθρώποισι δαῆναι· ὅτι ἐπικαλοῦμαιτετραμερές σου τοὔνομα· χθεθω: νι λαϊλαμ· Ἰάω· ζουχε πιπτοη: κλῄζω δʼ οὔνομα σόν, Ὧρʼ, ὂν Μοιρῶν ἰσάριθμον· αχαϊ φωθωθω· αιη· ιαη· αϊ· ιαη· αϊη· Ἰάω· θωθω φιαχα· — γράμματα λϛʹ. ἵλαθί μοι, προπάτωρ, κόσμου πάτερ αὐτογένεθλε.» ἐπιθύσας ἄρμαρα καὶ λίβανον ἄτμητον ἀναχώρει. ἀνάκρισις· ὁ κισσὸς φύλλων ιγ. ἄρξαι ἀπὸ τοῦ εὐωνύμου μέρους κατὰ ἓν γράφων ζμύρνῃ καὶ στεφανώσας ἐπίλεγε τὰ αὐτὰ ὀνόματα καὶ ἐπὶ σκύφου· τὸ αὐτὸ γράμμα ἐν τῷ βρέγματι σὺν τοῖς οἰκείοις· «σοιθερχαλβαν· οφρουρορ· ερηκισιθφη — λόγος· Ἰαβε Ζεβυθ· λεγεμας· θμεστας· μεσμυρα· βαυανεχθεν και λοφωτω βρηλαχ· Ἁρχεντεχθα· αψοιερ χαλβαν.»τὸ δὲ μέλαν· αἷμα δρακόντειον καὶ αἰθάλη χρυσοχοϊκή.
Πίτυος ἀγωγή. «βασιλεῖ Ὀστάνῃ Πίτυς χαίρειν. ἐπειδή μοι παρʼ ἕκαστα γράφεις περὶ τῆς τῶν σκύφων ἀνακρίσεως, ἀναγκαῖον ἡγησάμην σοι ἐπιστεῖλαι τήνδε τὴν οἰκονομίαν ὡς οὖσαν ἀξιέραστον καὶ δυναμένην σοι ὑπεραρέσκειν. καί σοι ὑποτάξω ἀπεντεῦθεν τὴν οἰκονομίαν, ἐν ὑστέρῳ δέ σοι αὐτῶν τὰ μελάνια δηλωθήσεται. λαβὼν ὑμένα ὄνειον καὶ ἀποξηράνας ἐν σκιᾷ ἐπίγραφε ἐπʼ αὐτοῦ τὸ ζῴδιον τὸ μηνυθησόμενον καὶ κύκλῳ τὸν λόγον τοῦτον· «ααμασι· νουθι· αφθεχενβωχ· πουπαϊειχνερι· τα λουθιανι· σερανομηγρεντι· ει βιλ· λονουχιχ· ειτα φορ· χορτομνουθι· θραχ· φιβωβι· αντερω· ποχορθαροχ· εβοχ· λεσανουαχ· φεορωβις· τραϊον· κωβι· ινουνια· σαφωβι· χιμνουθι· ασρω· χνουφνεν· φαρμι· Βολχοσήθ· εφουκτερω· αβδιδανπιτααυ· εαε· βολ· σαχυ· αχχεριμα· εμιντο· ρωωρια· εν Ἀμοῦν ακρεμφθο· ουτραυνιελ· λαβοχ· φεραχι αμενβολ· βηχ· οσταουα βελθω· ἐξορκίζω σε, νεκύδαιμον, κατὰ τοῦ ἰσχυροῦ καὶ ἀπαραιτήτου θεοῦ καὶ κατὰ τῶν ἁγίων αὐτοῦ ὀνομάτων, παρασταθῆναί μοι ἐν τῇ ἐρχομένῃ νυκτί, οἵᾳ εἶχες μορφῇ, καὶ χρηματίσαι μοι, εἰ δυνατὸς εἶ ἐπιτελέσαι τὸ δεῖνα πρᾶγμα· ἤδη, ἤδη, ταχύ, ταχύ.» εἶτα ἐλθών, ὅπου κεῖταί τις, ὠκέως, ἢ ὅπου τι ἀπορέριπται, εἰ κείμενον μὴ ἔχοις, ὑπόστρωσον τὸν ὑμένα πρὸς καταφορὰν τοῦ ἡλίου. ἄπιθι εἰς οἴκους, καὶ πάντως παρέσται καὶ παρασταθήσεταί σοι ἐν ἐκείνῃ τῇ νυκτί. ἀπαγγέλλει δέ σοι, πῶς ἐτελεύτησεν, καὶ ἐρεῖ σοι πρότερον, εἰ σθένει τι πρᾶξαι ἢ διακονῆσαι. καὶ λαβὼν καλπάσου φύλλον ζωγράφησον τῷ μηνυθησομένῳ σοι μέλανι τὴν θεὸν τήν σοι μηνυθησομένην καὶ κύκλῳ τὸν λόγον τοῦτον — καὶ θὲς αὐτοῦ ἐπὶ τῆς κεφαλῆς ἐκτεταμένον τὸ φύλλον καὶ ἐπιστεφάνου αὐτὸν τῷ κισσῷ τῷ μέλανι, καὶ πάντως σοι παρασταθήσεται διὰ νυκτὸς διʼ ὀνείρων καὶ δεηθήσεταί σου λέγων· «ὃ θέλεις, ἐπίταξον, καὶ ποιῶ.»· «φουβελ· ταυθυ Ἀλδε· μινωουριθι· σενεχω· χεληθιχιτιαθ· μου χω αριαντα· ναραχι μασκελλι — λόγος. αεβιθω· αχαϊλ· χαωσουνισου· σουνιαρτενωφ· αρχερεφθουμι· βολφαϊ· αρωχω· αβμενθω· φορφορβα· χνουχιοχοιμε· ἐξορκίζω σε, νεκύδαιμον, κατὰ τῆς Ἀνάγκης τῶν Ἀναγκῶν παραγενέσθαι πρὸς ἐμέ, τὸν δεῖνα, ἐν τῇ σήμερον ἡμέρᾳ, ἐν τῇ σήμερον νυκτί, καὶ συνθέσθαι μοι τὸ διακονῆσαι. εἰ δὲ μή, ἑτέρας κολάσεις προσδόκα.» ἐπὰν δὲ συνθῆται, εὐθέως ἀναστὰς καὶ λαβὼν ἱερατικὸν κόλλημα γράψον ἐπʼ αὐτοῦ τῷ σοι μηνυθησομένῳ μέλανι τὸ ζῴδιον τὸ μηνυθησόμενον καὶ κύκλῳ τὸν λόγον τοῦτον καὶ ὑπόθες αὐτῷ, καὶ παραυτὰ ἄξει καί, ἐὰν ᾖ ἄσχετος, ἀνυπερθέτως, μίαν ἡμέραν μὴ ὑπερθέμενος. πολλάκις δὲ οὐκ ἔσται τοῦ φύλλου τοῦ καλπάσσου χρεία, ἀλλʼ ἐν δευτέρῳ τὸ πιττάκιον τεθήσεται ἐπεντειλαμένου σου τὸ διακονῆσαί σοι. ἄγει δὲ καὶ κατακλίνει καὶ ὀνειροπομπεῖ καὶ κατέχει καὶ ὀνειραιτητεῖ ἅμα. ταῦτά ἐστιν, τὰ ἐπιτελεῖ ἡ μόνη πραγματεία· πρὸς τό, τὸ πράσσεις, τὰς κοινολογίας μόνας μετάστρεφε. πλεῖστοι δὲ τῶν μάγων παρʼ ἑαυτοῖς τὰ σκεύη βαστάξαντες καὶ ἀποθέμενοι ἐχρήσαντο αὐτῷ παρέδρῳ καὶ τὰ προκείμενα διὰ πάσης ὀξύτητος ἐπετέλεσαν· ἔστιν γὰρ ἄνευ πάσης λεσχολογίας, ἐν εὐκοπίᾳ δὲ τῇ πάσῃ εὐθέως τὰ προκείμενα ἐκτελῶν. λόγος. «σοὶ λέγω, τῷ καταχθονίῳ δαίμονι, τῷ ἡ οὐσία τῆσδε τοῦδε ἐσωματίσθη ἐν τῇδε τῇ νυκτί· πορεύου, ὅπου κατοικεῖ ἥδε — ἢ ὅσδε —, καὶ ἄξον αὐτὴν πρὸς ἐμὲ τὸν δεῖνα ἢ διὰ μέσης νυκτὸς ἢ διὰ τάχους. ποίησον τὸ δεῖνα πρᾶγμα, ὅτι τοῦτο θέλει καὶ ἐπιτάσσει σοι ὁ ἅγιος θεὸς Ὄσιρις Κμῆφι σρω. τέλεσον, δαῖμον, τὰ ἐνθάδε γεγραμμένα. τελέσαντι δέ σοι θυσίαν ἀποδώσω, βραδύναντι δέ σοι κολάσεις ἐπενεγκῶ, ἃς οὐ δύνασαι ἐνεγκεῖν, καὶ διατέλεσόν μοι τὸ δεῖνα πρᾶγμα, ἤδη, ἤδη, ταχύ, ταχύ.» ἔστιν δὲ τὰ μελάνια τῆς πραγματείας τάδε· καταγράφεται δὲ ὁ μὲν ὑμὴν αἵματι ὀνείῳ ἀπὸ καρδίας ἐσφαγμένου, ᾧ συμμίσγεται αἰθάλη χαλκέως. τὸ δὲ τῆς καλπάσσου φύλλον αἵματι ἱερακείῳ, ᾧ συμμίσγεται αἰθάλη χρυσοχόου. τὸ δὲ τοῦ ἱερατικοῦ χάρτου αἵματι ἐνχέλεως, ᾧ συμμίσγεται ἀκακία. ταῦτα μὲν οὖν οὕτω ποίει καὶ διεκτελέσας γνοίης, πόσης φύσεως ἔχεται ἡ οἰκονομία αὕτη ἐν τῇ πάσῃ εὐκοπίᾳ πάρεδρον οἰομένη τὰ σκεύη. φύλασσε δὲ σεαυτόν, οἵῳ βούλει φυλάγματι. ἔστι δὲ τὸ εἰς τὸν ὑμένα γραφόμενον ζῴδιον· ἀνδριὰς λεοντοπρόσωπος περιεζωσμένος, κρατῶν τῇ δεξιᾷ ῥάβδον, ἐφʼ ᾗ ἔστω δράκων, τῇ δὲ ἀριστερᾷ χειρὶ αὐτοῦ ὅλῃ ἀσπίς τις περιειλίχθω, ἐκ δὲ τοῦ στόματος τοῦ λέοντος πῦρ πνεέτω. τὸ δὲ εἰς φύλλον τῆς καλπάσου ἐστὶν ζῴδιον τοῦτο· Ἑκάτη τριπρόσωπος ἑξάχειρ κρατοῦσα ἐν ταῖς χερσὶν λαμπάδας, ἐκ δεξιῶν μερῶν τῆς ὄψεως ἔχουσα βοὸς κεφαλὴν, ἐκ δὲ τῶν ἀριστερῶν κυνός, ἡ δὲ μέση παρθένου, σάνδαλα ὑποδεδεμένη. τὸ δὲ εἰς τὸ χάρτιον· Ὄσιρις ἐστολισμένος, ὡς Αἰγύπτιοι μηνύουσιν. κάτοχος σφραγὶς πρὸς τοὺς ἀκαταλλήλους τῶν σκύφων, ἔτι δὲ καὶ τὸ μὴ λέγειν μηδὲ ἓν πάνυ ποιεῖν τούτων· σφράγιζε τὸ στόμα τοῦ σκύφου ἀπὸ ῥύπου θυρῶν Ὀσίρεως καὶ θηκῶν χώματος. λαβὼν σίδηρον ἀπὸ ἀναγκοπέδης ψυχρηλατήσας ποίησον δάκτυλον, ἐφʼ ᾧ γεγλύφθω λέων ἀκέφαλος, ἀντὶ δὲ τῆς κεφαλῆς ἐχέτω βασίλειον Ἴσιδος, πατείτω δὲ τοῖς ποσὶ σκελετόν — ἵνα ὁ δεξιὸς ποὺς πατῇ τὸ κρανίον τοῦ σκελετοῦ —, μέσον δὲ τούτων γλαυκῶπιν αἴλουρον τὸ γοργόνειον ἐνδεδραγμένην κάρα, κύκλῳ τὰ ὀνόματα ταῦτα· ϊαδωρ ινβα νιχαιοπληξ βριθ.
Πίτυος Θεσσαλοῦ ἀνάκρισις σκήνους. γράφε εἰς φύλλον καλπάσου ταῦτα· αζηλ βαλεμαχω — γράμματα ιβʹ. μέλαν· μίλτου καὶ ζμύρνης κεκαυμένης καὶ ὠμῆς χυλὸς ἀρτεμισίας καὶ ἀειζώου καὶ καλπάσου. γράψον καὶ ἐνστόμισον.
Τρίστιχος Ὁμήρου πάρεδρος· «ὧς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους» «ἄνδρας τʼ ἀσπαίροντας ἐν ἀργαλέοισι φόνοισιν» «αὐτοὶ δʼ ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ.» τούτους τοὺς στίχους ἐάν τις ἀποδράσας φορῇ ἐν σιδηρᾷ λάμνῃ, οὐδέποτε εὑρεθήσεται. ὁμοίως τὴν αὐτὴν λάμναν περίαπτε τῷ μέλλοντι ἀποθνήσκειν, καὶ πάντα ἀκούσει, ἃ ἐπερωτᾷς. ἐπειδάν τις καταδεδέσθαι νομίζῃ, ἐπιλεγέτω ὕδατι θαλασσίῳ ῥαίνων … τε πρὸς ἐπιπομπάς. ἀθλητὴς δὲ ἔχων τὴν λεπίδα ἄλειπτος μένει, ὁμοίως δὲ καὶ ἡνίοχος φορῶν τὴν λεπίδα σὺν λίθῳ μάγνητι. καὶ ἐν δικαστηρίῳ ὡσαύτως. καὶ μονομάχος δὲ ταῦτα φορείτω. καταδίκῳ δὲ σφαγέντι ἁψάμενος εἰπὲ εἰς τὸ οὖς τοὺς στίχους, καὶ ὅσα θέλεις, πάντα σοι ἐρεῖ· σὺ δὲ βαστάξας τὴν λάμναν εἰς τὴν πληγὴν ἕξεις μέγα ἀγαθὸν πρός τε ὑπερέχοντας ἢ δεσπότας ἢ ἑτέρους τινάς· ἔσῃ γὰρ ἔνδοξος, πιστικός· καὶ δαίμονας καὶ θῆρας ἀποπέμπει. φοβηθήσεταί σε πᾶς, ἐν πολέμῳ ἄτρωτος ἔσῃ, αἰτήσας λήμψει, ἐπιχαρὴς ἔσῃ, ἀλλαχθήσῃ, ἧς δʼ ἂν παράψῃ γυναικὸς ἢ ἀνδρός, φιληθήσει· ἔνδοξος, μακάριος ἔσει, κληρονομίας ἕξεις, εὐτυχήσεις, φάρμακα νικήσεις, καταδέσμους ἀναλύσεις καὶ ἐχθροὺς νικήσεις. ἔστιν δὲ ὁ λόγος ὁ λεγόμενος, ὅταν βάψῃς τὴν λάμναν. λόγος· «ὁ δεῖνα, λείπας τὸ γλυκὺ φῶς· καὶ ὑπηρέτει μοι, εἰς ὃ ἂν χρείαν σου ἔχω, ὅταν σε καλέσω — κοινόν —, ὅτι ἐξορκίζω σε κατὰ τῶν χθονίων θεῶν γογγυλόρυγχε, ὀμβρολίγματε, θοηρυσηρις· ὑπηρέτει μοι, εἰς ὃ ἐάν σε ἐπικαλέσωμαι.» λέγε τὸν κατὰ πάντων λόγον. καθιέρωσις τῆς πλακός· ἐλθὼν οὖν εἰς οἶκον καθαρὸν θήσεις τράπεζαν, ἐν ᾗ ἤτω σινδὼν καθαρὰ καὶ ἄνθη τὰ τοῦ καιροῦ, καὶ θύσεις ἀλέκτορα λευκόν. παρακείσθω δὲ αὐτῷ πόπανα ζʹ, πλακοῦντες ζʹ, λύχνοι ζʹ. σπένδε γάλα, μέλι, οἶνον, ἔλαιον. ἔστιν δὲ ὁ λόγος ὁ λεγόμενος, ὅταν ἀφιεροῖς τὴν πλάκα· «ἧκέ μοι, ὁ ὑπὲρ γῆς καὶ ὑπὸ γῆν δεσπότης ὑπάρχων, δύσιν καὶ ἀνατολὴν ἐφορῶν καὶ μεσημβρίαν καὶ ἄρκτον ἀποβλέπων, ὁ τῶν ὅλων δεσπότης, ὁ Αἰὼν τῶν Αἰώνων· σὺ εἶ ὁ κοσμοκράτωρ, Ῥᾶ, Πᾶν αρ· πενχνουβι· βριντατηνωφρι· βρισκυλμα· αρουζαρβα· μεσενκριφι· νιπτουμι· χμουμαωφι· ϊα· ιου· ιυω· αιι· ουω αεηιουω Βαυβώ, Βαυβώ, Φόρβα, Φόρβα Ὀρεοβαζάγρα ωυοιηεα ερ.» τὸν δὲ λόγον κατὰ τῆς Ἀνάγκης· μασκελλι — λόγος — ιαρχθα· εχθαβα· χοϊξ· ϊαβουχ· ιαβωχʼ καὶ τὸν κατὰ πάντων λέγε. ἡ μὲν τελετὴ αὕτη, αἱ δὲ πράξεις αἵδε· ἐπὶ χρηματισμοῦ· εἰς φύλλον δάφνης ἐπίγραψον ζμύρνᾳ μετὰ αἵματος βιαίου καὶ ὑπόθες ὑπὸ τὴν λάμναν· «Ἀβραά, σὺ εἶ ὁ τὰ πάντα προμηνύων μαριαφραξ.» ἐπὶ δὲ ἁρματορακτῶν· ἐπίθυε μονόσκορδον καὶ ὄφεως γῆρας, γράφε δὲ ἐπὶ πλακὶ κασσιτερίνῃ· «νεβουτοσουαληθ βευ Ἐρβηθ Πακερβηθ καὶ ωνουφ· κατάστρεψον τὸν δεῖνα καὶ τοὺς σὺν αὐτῷ.» κατορύξεις δὲ ἐπὶ ἀώρου θήκην τὴν λεπίδα ἐπὶ ἡμέρας γʹ· εἰς ὃν κεῖται, ἐκεῖνος διημερεύσει. ἐπὶ δὲ κατόχων· εἰς τὸ ὄστρακον ἀπὸ θαλάσσης γράφε ἐκ τοῦ ὑποκειμένου μέλανος προσβαλὼν μιλτάριον Τυφῶνος καὶ καταχώσεις εἰς ἀώρου μνῆμα σελήνης οὔσης διαμέτρου ἡλίου. ἔστιν δὲ τὰ προσγραφόμενα οἱ στίχοι οἱ γʹ καὶ ὑποκάτω· Ἰὼ Βολχοσήθ, Ἰακούβ ιαι Ἰὼ Παταθναξ Ἐρβηθ Ἰὼ Πακερβηθ. κρεμάσθω δὲ ἡ λάμνα ὡς ἐν πρώτοις. ἐπὶ δὲ χαριτησίων καὶ φίλτρων· ἐν χρυσῇ λεπίδι γράψον «μυρι μυρι νες μαχεσνων.» προϋπόθες δὲ τῇ σιδηρᾷ ἡμέρας γʹ καὶ ἄρας καθαρίως φόρει. ἐπὶ δὲ ἀγωγίμων ἐπίθυε ῥόδα καὶ ῥοῦν καὶ λαβὼν φύλλα μυρσίνης ἐπίγραφε τῷ μέλανι· «σθενεπιω αρρωριφρασις υυυυ ιιιι, ἄξον τὴν δεῖνα τῷ δεῖνα.» καὶ δίωκε τὸν λόγον καὶ τὴν οὐσίαν ὑπόθες αὐτῆς. προσβάλλεις δὲ τῷ ζμυρνομέλανι ἀρτεμισίας μονοκλώνου. κρεμασθήτω δὲ ἡ λάμνα ἐκ ταινίου, ἐκ τῶν τόπων ἄρας, ὅθεν ἐργάζονται οἱ τὰ ἔρια ποιοῦντες.
Δέλτος ἀποκρουστικὴ πρὸς Σελήνην. λόγος· «χαῖρε, ἱερὸν φῶς, ταρταροῦχε, φωτοπλήξ, χαῖρε, ἱερὰ αὐγὴ ἐκ σκότους εἰλημμένη, ἀναστατοῦσα πάντα βουλαῖς ἀστόχοις· καλέσω, καὶ ἀκούσῃ μου τῶν ἱερῶν λόγων φρικτῆς Ἀνάγκης πάντοτέ σοι ὑπεστρωμένης. δεθεῖσα τρὶς λύθητι, ἐλθέ, βρίμασον τὸν δεῖνα· Κλωθὼ γὰρ ἐπικλώσει σοι λίνα. νεῦσον, μάκαιρα, πρὶν στυγνήν σε καταλάβω, πρὶν τοὺς ξιφήρεις ἀναλάβῃς σου κονδύλους, πρινή τε λυσσῇς, ἰσοπάρθενος κύων. τὸ δεῖνα ποιήσεις, κἂν θέλῃς κἂν μὴ θέλῃς, ὅτι οἶδά σου τὰ φῶτα πρὸς στιγμῆς μέτρον καὶ τῶν καλῶν σου μυσταγωγὸς πραγμάτων ὑπουργός εἰμι καὶ συνίστωρ, παρθένε. τὸ δεῖ γενέσθαι, τοῦτʼ οὐκ ἔξεστι φυγεῖν. τὸ δεῖνα ποιήσεις, κἂν θέλῃς κἂν μὴ θέλῃς. ἐνεύχομαί σοι τήνδε νύκτα κυρίαν, ἐν ᾗ τὸ σὸν φῶς ὕστατον χωρίζεται, ἐν ᾗ κύων κέχηνε καὶ οὐ κλείει στόμα, ἐν ᾗ τὸ κλεῖθρον ἠνέῳγε Ταρτάρου, ἐν ᾗ προλυσσᾷ Κέρβερος κεραύνοπλος· ἔγειρε σεαυτὴν, ἡλιωτίδος τροφοῦ χρῄζουσα Μήνη, νερτέρων ἐπίσκοπε, ἐνεύχομαί σοι, Ξείνη τʼ Αὔγη, παρθένε, ἐνεύχομαί σοι, δαιδάλη καἰπή, θοή, λοφαίη, ὁλκῖτι φασγάνων, θυμάνδρεια, παιωνία, προμηθική, πολυκλείτη, νύσσα, ποδάρκη, ἀλκίμη, πορφυρέη, σκοτείη, Βριμώ, ἄμβροτε, ἐπήκοε, Περσία, νομαῖε, Ἀλκυόνη, χρυσοστεφή, πρέσβειρα, φαεννώ, πελαγίη, εἰδωλίη, ἰνδαλίμη, δείχτειρα, βαριδοῦχε, εὔστοχε, αὐτοφυής, μιτρίη, ἀνδρείη, στρατηλατί, Δωδωνίη, Ἰδαῖα, νεοπενθής, λυκώ, στηλῖτι, οὐλοή, ἀκρίη, χαροπή, ὀξυβόη, Θασία, Μήνη, πύματʼ, ἠγκαλισμένη ἀκτῖνας, ἡ σώτειρα, πανγαίη, κυνώ, Κλωθαίη, πανδώτειρα, δολίχη, κυδίμη, ἄνασσα, ἀρηγέ, ἀγλαή, εὐρύστοχε, αἰζηίη, ἁγία, ἡμέρη, ἀφθίτη, λιγεῖα, λιπαροπλόκαμε, θαλία, ζαθείη, χρυσῶπι, τερψίμβροτε, Μινῴα, λοχιάς, Θηβαία, τλητή, δολόεσσα, ἀτασθάλη, ἀκτινοχαῖτι, ἰοχέαιρα, παρθένε· δόλου γέμουσαν καὶ φόβου σωτηρίην ἦ σʼ οἶδα, πάντων ὡς μάγων ἀρχηγέτης, Ἑρμῆς ὁ πρέσβυς, Ἴσιδος πατὴρ ἐγώ. ἄκουσον, ηω Φορβα Βριμω Σαχμι· νεβουτοσουαληθ· τοῦτο γάρ σου σύμβολον, τὸ σάνδαλόν σου ἔκρυψα καὶ κλεῖδα κρατῶ. ἤνοιξα ταρταρούχου κλεῖθρα Κερβέρου καὶ νύκτα τὴν ἄωρον παρέδωκα σκότει. ῥόμβον στρέφω σοι, κυμβάλων οὐχ ἅπτομαι, ἄθρησον εἴς σε· Νειλωίτιδος χάριν κάτοπτρον, ἢν ἰδοῦσα σαυτὴν, θαυμάσεις, πρὶν ἢ μέλαν φῶς ἐκπτύσῃς ἀπʼ ὀμμάτων. ὃ δεῖ σε ποιῆσαι, τοῦτο δεῖ σε μὴ φυγεῖν· τὸ δεῖ μοι ποιήσεις, κἂν θέλῃς, κἂν μὴ θέλῃς· ἵππος, κόρη, δράκαινα, λαμπάς, ἀστραπή, ἀστήρ, λέων, λύκαινα, αηω· ηη· σκεῦος παλαιόν, κόσκινόν μου σύμβολον, καὶ ψωμὸς εἷς, κόραλλος, αἷμα τρυγόνος, ὄνυξ καμήλου καὶ βοὸς θρὶξ παρθένου, Πανὸς γόνος, πῦρ ἡλιωτίδος βολῆς, χαμαίλυκον, νήθουσα, παιδέρως, ἄρις, γλαυκῆς γυναικὸς σῶμα διεσκελισμένον, σφιγγὸς μελαίνης ἡ φύσις τορουμένη· ἅπαντα ταῦτα σύμβολόν μου πνεύματος. ὅλης ἀνάγκης δεσμὰ συνραγήσεται, καὶ κρύψει σὸν φῶς Ἥλιος πρὸς τὸν νότον, Τηθύς τε τὴν σὴν κουφίσει οἰκουμένην, Αἰὼν κραδαίνει, κινηθήσεται οὐρανός, Κρόνος φοβηθεὶς τὸν βεβιασμένον σου νοῦν πέφευγε εἰς Ἅιδην, νερτέρων ἐπίσκοπος. Μοῖραί σου τὸν ἀνέκλειπτον ῥίπτουσι μίτον, ἂν μὴ μαγείης τῆς ἐμῆς ἀναγκάσῃς βέλος πετηνὸν ταχύτατον τέλος δραμεῖν. οὐ γὰρ φυγεῖν ἔξεστι μοῖράν μου λόγων, ὃ δεῖ γενέσθαι· μὴ σαυτὴν ἀναγκάσῃς ἄνωθεν εἰς ἄνω τʼ ἀκούειν συμβόλων. τὸ δεῖ, ποιήσεις, κἂν θέλῃς κἂν μὴ θέλῃς· ἀχρείου φωτὸς πρίν σε μοῖρα καταλάβῃ, ποίησον, ὃ λέγω, ταρταροῦχε παρθένε. ἔδησα δεσμοῖς τοῖς Κρόνου τὸν σὸν πόλον καὶ ὀπιδνῇ ἀνάγκῃ ἀντίχειρά σου κρατῶ. οὐ γίνεται αὔριον, εἰ μὴ γένηται, ὃ βούλομαι. ἔνευσας Ἑρμῇ, τῷ θεῶν ἀρχηγέτῃ, εἰς τήνδε τὴν πρᾶξιν συμβαλεῖν· σʼ ἦ μὴν ἔχω. ἄκουσον, ἡ θεωροῦσα καὶ θεωρουμένη· βλέπω σε, καὶ βλέπεις με, εἶτα κἀγώ σοι σημεῖον ἐρῶ· χάλκεον τὸ σάνδαλον τῆς ταρταρούχου, στέμμα, κλείς, κηρύκιον, ῥόμβος σιδηροῦς καὶ κύων κυάνεος, κλεῖθρον τρίχωρον, ἐσχάρα πυρουμένη, σκότος, βυθός, φλόξ· Ταρτάρου σημάντρια φοβοῦσα Ἐρινῦς δαίμονας τεραστίους, εἰσῆλθας; ἥκεις; ὀργίσθητι, παρθένε, τῷ δεῖνα, ἐχθρῷ τῶν ἐν οὐρανῷ θεῶν, Ἡλίου Ὀσίριδος καὶ συνεύνου Ἴσιδος. οἷον λέγω σοι, εἴσβαλε εἰς τοῦτον κακόν, ὅτι οἶδα σὰ τὰ καλὰ καὶ μεγάλα, Κόρη, ὀνόματα σεμνά, οἷς φωτίζεται οὐρανὸς καὶ γαῖα πίνει τὴν δρόσον καὶ κυοφορεῖ, ἐξ ὧν ὁ κόσμος αὔξεται καὶ λείπεται. Ευφορβα φορβα· φορβορεου· φορβα φορβορ φορβορ φορβορ· βορβορφα· ηρφορ· φορβαϊω· φορβορ φορβορ βοροφ· φορφορ βορ· φορβορ· αω· ιωη· φορβορφορ· ευφορ βοφορ· ευοιεω φωθ· ιωφωθ ιωφωθ φωθιωφ· αωωωθω ωαϊ ιω εωωιω ἁἁἁ εε ηη ιουυ ωωω ουυυυ αεηιουω υυυ ἄνασσα, Ἁρκεντεχθα, τῷ κυρίῳ Ὀσίριδι ὁ παραφαίνων θεός, τέλει μοι, Μιχαήλ, ἀγγέλων ἀρχάγγελε». φυλακτήριον τῆς πράξεως· ...
Πρακτικόν· λαβὼν κιρρὸν κηρὸν καὶ χυλοὺς ἀερίας καὶ σεληνίτιδος μῖξον καὶ πλάσον Ἑρμῆν ὑπόκενον, τῇ εὐωνύμῳ κρατοῦντα κηρύκιον καὶ τῇ δεξιᾷ μαρσίππιον. γράφε εἰς χάρτην ἱερατικὸν τὰ ὀνόματα ταῦτα, καὶ θεωρήσεις ἀκατάπαυστον· «χαϊωχεν ουτιβιλμεμνουωθ· ατραυϊχ· δὸς πόρον καὶ πρᾶξιν τῷ τόπῳ τούτῳ, ὅτι Ψεντεβηθ ἔνθαδε κατοικεῖ.» καὶ ἐνθεὶς ἀνάπλασον τῷ ὁμοίῳ κηρῷ, κατάθου δὲ αὐτὸ εἰς τοῖχον, ἀθεώρητον, στέφε δὲ αὐτὸν τῇ ἔξω καὶ ἐπίθυσον αὐτῷ ἀλέκτορα σπείσας οἶνον Αἰγύπτιον, κάε δὲ αὐτῷ λύχνον ἀμίλτωτον.
Καταπρακτικὸν καὶ κατακλητικόν ἐργαστηρίου ἢ οἰκίας ἢ ὅπου ἐὰν αὐτὸ ἱδρύσῃς· ἔχων αὐτὸ πλουτήσεις, ἐπιτεύξῃ· τοῦτο γὰρ ἐποίησεν Ἑρμῆς Ἴσιδι πλαζομένῃ, καὶ ἔστιν μὲν θαυμαστόν, καλεῖται δὲ ἐπαιτητάριον. λαβὼν κηρὸν ἄπυρον, τὸν λεγόμενον πρόπολιν, πλάσον ἄνθρωπον ἔχοντα τὴν δεξιὰν χεῖρα ἐπαιτοῦσαν καὶ εἰς τὴν εὐώνυμον πήραν καὶ βακτηρίαν. ἔστω δὲ περὶ τὴν βακτηρίαν δράκων εἰλιγμένος, καὶ αὐτὸς ἐν περιζώματι καὶ ἐπὶ πόλον ἑστὼς ἔχοντα εἱλιγμένον δράκοντα, ὡς ἡ Ἶσις. στήσεις δὲ αὐτὸ ἱδρύσας εἰς μονόξυλον ἀρκεύθινον, ὀρυκτὸν ἔχων θέρμουθιν καὶ κάλαθον ἐπάνω κεκρυμμένον· πλάσσε δὲ αὐτὸν κατὰ θεὸν νουμηνίαν καὶ τέλει εὐφραινόμενος καὶ τὸν ἐπὶ μελῶν αὐτοῦ λόγον ἐπανάγνωθι, αὐτὸν γʹ ἀποδιαστήσας, ἀνὰ τετράκις· γράφε δὲ κατὰ μέρος πιττάκια ἱερατικῷ χάρτῃ κινναβάρει καὶ χυλῷ ἀρτεμισίας καὶ ζμύρνᾳ. ὅταν δὲ αὐτὸ ὑψώσῃς εἰς ὃν αἱρῇ τόπον, θύε αὐτῷ λευκομέτωπον ὀνάγριον καὶ ὁλοκαυστήσας ἰδὲ τὰ σπλάγχνα ἀποπυρίσας ἐπὶ ξύλοις ἰτεΐνοις οὕτω κατάφαγε. ἔστιν δὲ τὰ ἐν ἑκάστῳ τῷ πιττακίῳ γραφόμενα· λόγος εἰς τὴν πήραν· «εφʼ ερουχιω χωραι δαριδα μηθευει αβαχθιε· εμεσιε εχενη ιαε ϊεν εβαψ· φνεωα· ενθωνιχαενθα· τρομοχμουσω θεραωχειν σασι σαμαχιωθ· ουασα· αμακαραλα καιως λασοι:» ἐπὶ δὲ τῆς κεφαλῆς· «ωαι ιη ηιω ναω· ουλαβεθεν· θερμαθ· ενεσιε·» εἰς δὲ τὸν τράχηλον· «θαλαα μεμαραχω χεθ· θρου φεν φθαι·» εἰς δὲ τὸν δεξιὸν ὦμον· «ημαα χνα θουε βωλερι·» εἰς δὲ τὸν εὐώνυμον· «αριαω ιηε συψο ϊθεν· βαχθιφηρψοϊ· θενιβον·» εἰς δὲ τὴν κοιλίαν· «αμαμαμαρ αιιι ου μαμω μου ομβα·» ἐπὶ ἱερῷ ὀστέῳ· «ιανοα φθουθο οθομ· μαθαθου·» εἰς δὲ τὸν δεξιὸν μηρόν· «αριν θεα· ραγνι· μηθεθιω· χρη· ιη· ιη· ερε·» εἰς δὲ τὸν εὐώνυμον μηρόν· «ηϊ· ηιν· υεαϊω· ερενψ· τεφητ· παραου· ανηι·» εἰς δὲ τὸ μόριον· «ηερωθησονηεν· θνιβιθ· ευεχεν·» εἰς δὲ τὴν δεξιὰν κνήμην· «μιανικουηι βιους·» εἰς δὲ τὴν εὐώνυμον· «χνου τουωυμουχος ονιω.» ὑπὸ τὸ πέλμα τὸ δεξιόν· «οὐράνιον.» εἰς δὲ τὸ εὐώνυμον· «ανουψιε.» εἰς δὲ τὸν νῶτον μέχρι τῶν γλουτῶν· «ετεμψις ψφοψ ιαιαηηιοο.» εἰς δὲ τὸν δράκοντα τὸ ὄνομα τοῦ Ἀγαθοῦ Δαίμονος, ὅ ἐστιν, ὡς λέγει Ἐπαφρόδιτος, τὸ ὑποκείμενον· «Φρὴ ανωϊ φωρχω φυυυυ ρορψις οροχωωϊ», ὡς δὲ ἐν τῷ χάρτῃ, ᾧ εὗρον, μετεβλήθη τὸ πραγματικόν, οὕτως· «Αρπονκνουφι» λόγος. ὁ λόγος οὗτος τῆς πράξεως· «λαμβάνω σε παρὰ βουκόλον τὸν ἔχοντα τὴν ἔπαυλιν πρὸς λίβα, λαμβάνω σε τῇ χήρᾳ καὶ τῷ ὀρφόντῃ. δός μοι οὖν χάριν, ἐργασίαν εἰς ταύτην μου τὴν πρᾶξιν, φέρε μοι ἀργύρια, χρυσόν, ἱματισμόν, πλοῦτον πολύολβον ἐπʼ ἀγαθῷ.»
Ἀγωγή· σκευὴ ἐπιθύματος σεληνιακοῦ ἄγουσα ἀσχέτους καὶ ἀνουσιάστους μονοημέρους, κατακλίνει γενναίως καὶ ἀναιρεῖ ἰσχυρῶς, ὀνειροπομπεῖ καλλίστως, ὀνειραιτητεῖ θαυμαστῶς καὶ ἐν πλείσταις ἀποδείξεσιν ἐθαυμάσθη οὐδεμίαν ἔγκλισιν ἔχουσα τούτων. ἐπίθυμα· ἐπεδείξατο Παχράτης, ὁ προφήτης Ἡλιουπόλεως, Ἁδριανῷ βασιλεῖ ἐπιδεικνύμενος τὴν δύναμιν τῆς θείας αὑτοῦ μαγείας. ἦξεν γὰρ μονόωρον, κατέκλινεν ἐν ὥραις βʹ, ἀνεῖλεν ἐν ὥραις ζʹ, ὀνειροπόμπησεν δὲ αὐτὸν βασιλέα ἐκδοκιμάζοντος αὐτοῦ τὴν ὅλην ἀλήθειαν τῆς περὶ αὐτὸν μαγείας· καὶ θαυμάσας τὸν προφήτην διπλᾶ ὀψώνια αὐτῷ ἐκέλευσεν δίδοσθαι. λαβὼν μυγαλὸν ἐκθέωσον πηγαίῳ ὕδατι καὶ λαβὼν κανθάρους σεληνιακοὺς δύο ἐκθέωσον ὕδατι ποταμίῳ καὶ καρκίνον ποτάμιον καὶ στῆρ ποικίλης αἰγὸς παρθένου καὶ κυνοκεφάλου κόπρον, ἴβεως ὠὰ δύο, στύρακος δραχμὰς βʹ, ζμύρνης δραχμὰς βʹ, κρόκου δραχμὰς βʹ, κυπέρεως Ἰταλικῆς δραχμὰς δʹ, λιβάνου ἀτμήτου δραχμὰς δʹ, μονογενὲς κρόμμυον· ταῦτα πάντα βάλε εἰς ὅλμον σὺν τῷ μυγαλῷ καὶ τοῖς λοιποῖς καὶ κόψας καλλίστως ἔχε ἐπὶ τῶν χρειῶν ἀποθέμενος εἰς πυξίδα μολιβῆν. καὶ ὅταν βούλῃ πράττειν, ἀνελόμενος ὀλίγον καὶ ποιήσας ἀνθρακιὰν ἀναβὰς ἐπὶ δώματος ὑψηλοῦ ἐπίθυε λέγων τὸν λόγον τοῦτον ἀνατολῆς οὔσης, καὶ παραχρῆμα ἥξει. λόγος· «διασταλήτω μοι πᾶσα νεφῶν σκοτία, καὶ ἐπιλαμψάτω μοι ἡ θεὸς Ἀκτιῶφις καὶ ἀκουσάτω μου τῆς ἱερᾶς φωνῆς· βαίνω γὰρ καταγγέλλων τὴν διαβολὴν τῆς μιαρᾶς καὶ ἀνοσίας, τῆς δεῖνα· διέβαλεν γάρ σου τὰ ἱερὰ μυστήρια ἀνθρώποις εἰς γνῶσιν. ἡ δεῖνά ἐστιν ἡ εἰποῦσα ὅτι—“οὐκ ἐγώ εἰμι εἰποῦσα ὅτι· ἐγὼ ἴδον τὴν μεγίστην θεὸν καταλιποῦσαν τὸν πόλον τὸν οὐράνιον, ἐπὶ γῆς γυμνοσάνδαλον, ξιφηφόρον, ἄτοπον ὄνομα ὀνομάσασαν”. ἡ δεῖνά ἐστιν ἡ εἰποῦσα· “ἐγὼ τὴν θεὸν αἷμα πίνουσαν.” ἡ δεῖνα εἶπεν, οὐκ ἐγώ, Ἀκτιῶφι Ἐρεσχιγὰλ Νεβουτοσουαληθ· φορφορβα· Σατραπάμμων. χοιριξιη· σαρκοβόρα· βάδισον πρὸς τὴν δεῖνα καὶ βάσταξον αὐτῆς τὸν ὕπνον καὶ δὸς αὐτῇ καῦσιν ψυχῆς, κόλασιν φρενῶν καὶ παροίστρησιν, καὶ ἐκδιώξασα αὐτὴν ἀπὸ παντὸς τόπου καὶ πάσης οἰκίας ἄξον αὐτὴν ὧδε, πρὸς ἐμέ, τὸν δεῖνα.» ταῦτα εἰπὼν θῦσον καὶ ἀναστενάξας ἀναποδίζων κατάβηθι, καὶ παραχρῆμα ἐλεύσεται· ἔπεχε δὲ τῇ ἀγομένῃ, ὅπως ἀνοίξῃς αὐτῇ, εἰ δὲ μή, τελευτήσει. ἐπὶ κατακλίσεως τούτοις χρῆσαι τοῖς λόγοις προστιθεὶς ὅτι· «κατάκλινον τὴν δεῖνα, ἣν δεῖνα.» ἐπὶ δὲ ἀναιρέσεως λέγε· «ἀνάσπασον αὐτῆς τὸ πνεῦμα, κυρία, τῶν μυκτήρων τῆς δεῖνα.» ἐπὶ δὲ ὀνειροπομπῶν· «ὁμοιωθεῖσα, ᾧ σέβεται θεῷ.» ἐπὶ δὲ ὀνειραιτητοῦ λέγε· «παραστάθητί μοι, κυρία, καὶ χρημάτισόν μοι περὶ τοῦ δεῖνα πράγματος.» καὶ παρασταθήσεταί σοι καὶ ἅπαντα ἐρεῖ ἀψευδῶς. μὴ οὖν εὐχερῶς πράσσῃς, εἰ μὴ ἀνάγκη σοι γένηται. ἔχει δὲ φυλακτήριον πρὸς τὸ μή σε καταπεσεῖν· εἴωθεν γὰρ ἡ θεὸς τοὺς ἀφυλακτηριαστοὺς τοῦτο πράσσοντας ἀεροφερεῖς ποιεῖν καὶ ἀπὸ τοῦ ὕψους ἐπὶ τὴν γῆν ῥῖψαι. διὸ οὖν ἀναγκαῖον ἡγησάμην καὶ τοῦ φυλακτηρίου τὴν πρόνοιαν ποιήσασθαι, ὅπως ἀδιστάκτως πράσσῃς. κρύβε. λαβὼν ἱερατικὸν κόλλημα φόρει περὶ τὸν δεξιὸν βραχίονά σου, ἐν ᾧ ἐπιθύσεις. ἔστι δὲ τὰ γραφόμενα ταῦτα· «μουλαθι· χερνουθ· αμαρω· μουλιανδρον· διαφύλαξόν με ἀπὸ πονηροῦ παντὸς δαίμονος, ἤτοι ἀρσενικοῦ πονηροῦ ἢ θηλυκοῦ.» κρύβε, υἱέ. δεύτερος λόγος μετὰ τὸ θῦσαί σε πρῶτον· κάλλιον δέ σέ ἐστιν εἰπεῖν πρὸ τοῦ σε ἐπιθῦσαι. ἔστιν δὲ λόγος συνάψας τῷ πρώτῳ· «θύω σοι τόδʼ ἄρωμα,Διὸς τέκος, ἰοχέαιρα, Ἄρτεμι, Περσεφόνη, ἐλαφηβόλε, νυκτοφάνεια, τρίκτυπε, τρίφθογγε, τρικάρανε Σελήνη, θρινακία, τριπρόσωπε, τριαύχενε καὶ τριοδῖτι, ἣ τρισσοῖς. ταλάροισιν ἔχεις φλογὸς ἀκάματον πῦρ καὶ τρίοδον μεθέπεις τρισσῶν δεκάδων τε ἀνάσσεις καὶ τρισὶ μορφαῖσι καὶ φλέγμασι καὶ σκυλάκεσσι. δεινὴν ἐξ ἀτόνων πέμπεις ὀξεῖαν ἰωήν, φρικτὸν ἀναυδήσασα θεὰ τρισσοῖς στομάτεσσι. κλαγγῆς σῆς ἀκούοντα τὰ κοσμικὰ πάντα δονεῖται, νερτέριαί τε πύλαι καὶ Λήθης ἱερὸν ὕδωρ καὶ Χάος ἀρχαίτατον καὶ Ταρτάρουχάσμα φαεινόν· ἣν πάντες ἀθάνατοι,ἥν τε θνητοὶ ἄνθρωποι, οὔρεά τε ἀστερόεντα, νάπαι καὶ δένδρεα πάντα καὶ ποταμοὶ κελαδοῦντες ἰδʼ ἀτρύγετός τε θάλασσα, ἠχὼ ἐρημαίη καὶ δαίμονες οἱ κατὰ κόσμον φρίσσουσί σε, μάκαιρα, ἀκούοντες ὄπα δεινήν. δεῦρʼ ἴθι μοι, νυχία, θηροκτόνε, δεῦρʼ ἐπʼ ἀγωγῆς, ἥσυχε καὶ δασπλῆτι, τάφοις ἔνι δαῖταν ἔχουσα, εὐχαῖσιν ἐπάκουσον ἐμαῖς, πολυώδυνε Σελήνη, ἡ νυκταιροδύτειρα, τρικάρανε, τριώνυμε Μήνη, Μαρζουνη, φοβερὰ καὶ ἁβρονόη καὶ Πειθώ, δεῦρʼ ἴθι μοι, κερατῶπι, φαεσφόρε, ταυρεόμορφε,ἱπποπρόσωπε θεά, κυνολύγματε, δεῦρο, λύκαινα, καὶ μόλε νῦν, νυχία, χθονία,ἁγία, μελανείμων, ἣν ἀνακυκλεῖται κόσμου φύσις ἀστερόφοιτος, ἡνίκʼ ἄγαν αὔξῃς. σὺ τὰ κοσμικὰ πάντα τέθεικας· γεννᾷς γὰρ σὺ πάντα ἐπὶ χθονὸς ἠδʼ ἀπὸ πόντου καὶ πτηνῶν δʼ ἑξῆς παντοῖα γένη παλίνεδρα, πανγεννήτειρα καὶ ἐρωτοτόκεια Ἀφροδίτη, λαμπαδία,φαέθουσα καὶ αὐγάζουσα Σελήνη· ἀστροδία καὶ οὐρανία, δᾳδοῦχε, πυρίπνου, τετραπροσωπεινή, τετραώνυμε, τετραοδῖτι· χαῖρε, θεά, καὶ σαῖσιν ἐπωνυμίαιςἐπάκουσον, οὐρανία, λιμενῖτι,ὀρίπλανε εἰνοδία τε, νερτερία, βυθία, αἰωνία σκοτία τε· ἐλθʼ ἐπʼ ἐμαῖς θυσίαις καί μοι τόδε πρᾶγμα τέλεσσον εὐχομένῳ τε ἐπάκουσον ἐμοί, λίτομαί σε, ἄνασσα.» τούτῳ ἐπὶ τῶν ἐπαναγκαστικῶνχρῶ· δύναται γὰρ πάντα ἐπιτελεῖν, μηδὲ πυκνῶς δὲ ποίει πρὸς Σελήνην, εἰ μὴ, ὃ ἐπάξιον ἦν ἐνεργείας, πράσσεις. ἐπὶ δὲ τῶν ἐναντίων ἐπιθυμάτων ἐνδιαβόλων ὄντων χρῶ τῇ ὑποκειμένῃστήλῃ λέγων οὕτως. ἔστιν δὲ ἐπάναγκος λόγος γʹ. «ἡ δεῖνά σοι θύει, θεά, δεινόν τι θυμίασμα· αἰγός τε ποικίλης στέαρ καὶ αἷμα καὶ μύσαγμα, ἰχῶρα παρθένου νεκρᾶς καὶ καρδίαν ἀώρου καὶ οὐσίαν νεκροῦ κυνὸς καὶ ἔμβρυον γυναικὸς καὶ λεπτὰ πίτυρατῶν πυρῶν καὶ λύματα ὀξυόεντα,ἅλα, στέαρ ἐλάφου νεκρᾶς σχῖνόν τε μυρσίνην τε, δάφνην ἄτεφρον,ἄλφιτα καὶ καρκίνοιο χηλάς, σφάγνον, ῥόδα, πυρῆνά τε καὶ κρόμμυοντὸ μόνον, σκόρδον τε, σύκων ἄλφιτον, κόπρον κυνοκεφάλοιο ὠόν τε ἴβεως νεᾶς—ἃ μὴ θέμις—τοῖς σοῖς ἔθηκε βωμοῖς, ξύλοις τε τοῖς ἀρκευθίνοιςφλόγας πυρὸς βαλοῦσα ἱέρακα τὸν πελαγοδρόμον καὶ γῦπά σοι σφαγιάζει καὶ μυγαλόν, τὸ σόν, θεά, μυστήριον μέγιστον. ἔλεξε δʼ ἄλγη ταῦτά σε δεδρακέναι ἀπηνῶς· κτανεῖν γὰρ ἄνθρωπόν σε ἔφη, πιεῖν τὸ δʼ αἷμα τούτου, σάρκας φαγεῖν, μιτρήν τε σὴν εἶναι τὰ ἔντερα αὐτοῦ, καὶ δέρμα ἔχειν δορῆς ἅπαν κεἰς τὴν φύσιν σου θεῖναι, πεῖν αἷμα ἱέρακος πελαγίου, τροφήν τε κάνθαρόν σοι. ὁ Πὰν δὲ σῶν κατʼ ὀμμάτων γονὴν ἀθέμιτον ὦρσε· ἐκγίνεται κυνοκέφαλος, ὅταν αἱ μηνιαῖαι καθάρσεις· σὺ δʼ, Ἀκτιῶφι, κοίρανε, μόνη τύραννε, κραιπνὴ Τύχη θεῶν καὶ δαιμόνωννεβουτοσουαληθ· ιωϊ· λοιμου λαλον Συριστί· ηταρονκον βυθου πνουσαν· καθινβεραο· εστοχεθ· ορενθα· αμελχεριβιουθ·σφνουθι· στίξον πικραῖς τιμωρίαις τὴν δεῖνα τὴν ἄθεσμον, ἣν πάλιν ἐγώ σοι κατάτροπονἐναντίως ἐλέγξω. καλῶ σε, τριπρόσωπονθεάν, Μήνην, ἐράσμιον φῶς, Ἑρμῆν τε καὶ Ἑκάτην ὁμοῦ, ἀρσενόθηλυν ἔρνος, μουφωρ· Φόρβα, βασίλεια Βριμώ, δεινὴ καὶ θεσμία καὶ Δαρδανία, πανοπαῖα, δεῦρο, ιωιη, παρθένε, εἰνοδία καὶ ταυροδράκαινασύ, Νύμφη καὶ ἱπποκύων καὶ νευσίκρανεκαὶ Μινώη τε κραταιή· εαλανινδω,δεῦρο, ατεης ενιδελιδιμα ἄνασσα φαιαρα· μηδιξα εμιθηνϊω, μόλε μοι, ϊνδεομη, δεῦρο, Μεγαφθη, δεῦρο ἥξει, ἄγε μοι τὴν δεῖνα τάχιστα, τὴν πάντασαφῶς, θεά, αὐτὸς ἐλέγξω, ὅσα σοὶ θύουσαδέδορκεν.» Διαβολὴ πρὸς Σελήνην ποιοῦσα πρὸς πάντακαὶ πρὸς πᾶσαν πρᾶξιν· ἄγει γὰρ μονοώρους,ὀνειροπομπεῖ, κατακλίνει, ὀνειροθαυπτεῖ, ἀναιρεῖ ἐχθροὺς μεταστρέφοντόςσου τὸν λόγον, ὡς ἐὰν θέλῃς. ἴσθι δὲ πεφυλακτηριασμένος πρὸ πάντων καὶ μὴ ἀτάκτως τῇ πραγματείᾳ προσερχόμενος· εἰ δὲ μήγε, μηνίει ἡ θεός. σκευὴ φυλακτηρίου τῆς πραγματείας· λαβὼν μάγνητα τὸν πνέοντα ποίησον ὡς καρδίαν, καὶ ἐνγεγλύφθω Ἑκάτη περικειμένη καρδίᾳ ὡς μηνίσκια. εἶτα τὸ εἰκοσαγράμματον τὸ φωνᾶεν χάραξον,καὶ φόρει περὶ τὸ σῶμα. ἔστιν δὲ τὸ ὑποκείμενονὄνομα τὸ γραφόμενον· «αευω ηιε· ωα· εωη· εωα· ωι· εωϊ.» πάντα γὰρ δύναται ἐπιτελουμένως οὗτος ὁ λόγος. ἁγνῶς μέντοι γε, μὴ πυκνῶς δὲ ποίει ἢ παρέργως μάλιστα πρὸς τὴν Σελήνην. ἐπίθυε δὲ μᾶλλον ἐπὶ ξύλων ἀρκευθίνων στύρακα Κρητικὸν καὶ κατάρχου τοῦ λόγου. λόγος ὁ λεγόμενος· «ἡ δεῖνά σοι ἐπιθύει, θεά, ἐχθρόν τι θυμίασμα·αἰγὸς στέαρ τῆς ποικίλης καὶ αἷμα καὶ μύσαγμα, κύνειον ἔμβρυον καὶ ἰχῶρα παρθένου ἀώρου καὶ καρδίαν παιδὸς νέου σὺν ἀλφίτοις μετʼ ὄξους, ἅλας τε καὶ ἐλάφου κέρας,σχῖνόν τε μυρσίνην τε δάφνην ἄτεφρον, εὐχερῶς, καὶ καρκίνοιο χηλάς, σφάγνον, ῥόδον, πυρῆνά σοι καὶ κρόμμυον τὸ μοῦνον, σκόρδον τε μυγαλοῦ κόπρον, κυνοκεφάλειοναἷμα, ὦόν τε ἴβεως νεᾶς —ὃ μὴ θέμις γενέσθαι—ἐν σοῖς ἔθηκε βωμίοιςξύλοις ἀρκευθίνοισιν. ἡ δεῖνά σε δεδρακέναι τὸ πρᾶγμα τοῦτʼ ἔλεξεν· κτανεῖν γὰρ ἄνθρωπόν σε ἔφη, πιεῖν δὲ αἷμα τούτου, σάρκας φαγεῖν, μίτρην δὲ σὴν λέγει τὰ ἔντερα αὐτοῦ καὶ δέρμα ἑλεῖν δορῆς ἅπαν καὶ εἰς τὴν φύσιν σου θεῖναι, πεῖν ἱέρακος αἷμα πελαγίου, τροφὴν δὲ κάνθαρονσήν. ὁ Πὰν δὲ σῶν κατʼ ὀμμάτων γονὴν οὐ θεμιτὸν ὦσεν, ἐκγίνεται κυνοκέφαλοςὅλῃ τῇ μηνιαίᾳ καθάρσει. σὺ δʼ, Ἀκτιῶφι κοίρανε, μόνη τύραννε, Σελήνη,Τύχη θεῶν καὶ δαιμόνων, Νεβουτοσουαληθ·ϊω ιμι· βουλλον· ενουρτιλαιη — ἄλλως· “νουμιλλον· εσορτιλης βαθυπνου σανκανθαρα· μιβεραθ· εντοχε· θω ρενθα· ϊμουη· σορενθα.” τεῦξον πικραῖς τιμωρίαις τὴν δεῖνα, τὴν ἄθεσμον, ἣν πάλιν ἐγώ σοι κατάτροπον ἐναντίως ἐλέγξω — ὅσα δὲ βούλει, κοινά, ἃ λέγει πρὸς τὴν θεὸν ἄθεσμα· ἀναγκάσει γὰρ τῷ λόγῳ καὶ τὰς πέτρας ῥαγῆναι.» ἔστιν οὖν τὸ ἐπίθυμα τὸ ἀγαθοποιόν, ὃ θύεις πρώτῃ καὶ δευτεραίᾳἡμέρᾳ — τῇ δὲ τριταίᾳ μετὰ τοῦ ἐπανάγκουκαὶ τὸ ἐπίθυμα τὸ ἐπαναγκαστικόν—, ἔστι οὖν τὸ ἀγαθοποιόν· λίβανος ἄτμητος, δάφνη, μυρσίνη, πυρήν, σταφὶςἀγρία, μαλάβαθρον, κόστος. κόψας ὁμοῦ πάντα ἀναλάμβανε οἴνῳ Μενδησίῳκαὶ μέλιτι καὶ ποίει κολλύρια κυάμοις ἴσα. ἐπίθυμα ἀναγκαστικόν· ὅτε καὶ τὸν ἐπάναγκον τὸν προκείμενον λέγεις τῇ τριταίᾳ, καὶ ἐπίθυε. ἔστι δὲ μυγαλός, αἰγὸς ποικίλης παρθένου στέαρ, κυνοκεφάλου οὐσία, ἴβεως ὠόν, καρκίνος ποτάμιος, κάνθαρος τέλειος σεληνιακός, ἀρτεμισίαμονόκλων, ᾐρμένη ἀνατολῇ, κυνὸς οὐσία, σκόρδον μονογενές. ἀνάλαβε ὄξει. ποιήσαςκολλούρια σφράγιζε δακτυλίῳ ὁλοσιδήρῳ,ὁλοστόμῳ, ἔχοντι Ἑκάτην καὶ κύκλῳ τὸ ὄνομα «Βαρζου φερβα.» τὸ δὲ φυλακτήριον, ὃ δεῖ σε φορεῖν· εἰς φιλύρινον γράψον κινναβάρει τὸ ὄνομα τοῦτο· «εποκωπτ· κωπτο βαϊ βαιτοκαρακωπτο καρακω πτο χιλοκωπτο βαϊ — γράμματα νʹ — φύλαξόν με ἀπὸ παντὸς δαίμονος ἀερίου καὶ ἐπιγείου καὶ ὑπογείου καὶ παντὸς ἀγγέλου καὶ φαντάσματος καὶ σκιασμοῦ καὶ ἐπιπομπῆς, ἐμέ, τὸν δεῖνα.» καὶ εἰλήσαςφοινικίνῳ δέρματι καὶ ἀπαρτήσαςφόρει περὶ τὸν τράχηλον. φυλακτήριον εἰς πέταλον ἀργυροῦν· … … ε … π … Ἄλλη ἀγωγή· λαβὼν κύμινον Αἰθιοπικὸνκαὶ αἰγὸς ποικίλης παρθένου στέαρ καὶ ὁμοῦ ποιήσας ἐπίθυμα ἐπίθυε πρὸς Σελήνην ιγ, ιδ, ἐπὶ γεΐνου θυμιατηρίου, ἐπὶ δώματος ὑψηλοῦ, ἐπὶ ἀνθράκων. λόγος· «δεῦρʼ, Ἑκάτη, γιγάεσσα, Διώνης ἡ μεδέουσα, Περσία, Βαυβώ, Φρούνη,ἰοχέαιρα, ἀδμήτη, Λυδή, ἀδαμάστωρ, εὐπατόρεια, δᾳδοῦχε, ἡγεμόνη, κατακαμψυψαύχενε,Κούρη· κλῦθι, διαζεύξασα πύλας ἀλύτου ἀδάμαντος, Ἄρτεμι,ἣ καὶ πρόσθεν ἐπίσκοπος ἦσθα, μεγίστη, πότνια, ῥηξίχθων, σκυλακάγεια,πανδαμάτειρα, εἰνοδία, τρικάρανε, φαεσφόρε, παρθένε σεμνή· σὲ καλῶ, ἐλλοφόνα, δολόεσσα, Ἀυδναία, πολύμορφε· δεῦρʼ, Ἑκάτη, τριοδῖτι, πυρίπνοα φάσματʼ ἔχουσα χἀτʼ ἔλαχες δεινὰς μὲν ὁδούς, χαλεπὰς δʼ ἐπιπομπάς·τὰν Ἑκάταν σε καλῶ σὺν ἀποφθιμένοισιν ἀώροις, κεἴ τινες ἡρώων ἔθανον ἀγύναιοίτε ἄπαιδες, ἄγρια συρίζοντες, ἐπὶ φρεσὶ θυμὸν ἔδοντες, — οἱ δέ· ἀνέμων εἴδωλον ἔχοντες· στάντες ὑπὲρ κεφαλῆς τῆς δεῖνα ἀφέλεσθεαὐτῆς τὸν γλυκὺν ὕπνον, μηδέποτε βλέφαρον βλεφάρῳ κολλητὸνἐπέλθοι, τειρέσθω δʼ ἐπʼ ἐμαῖςφιλαγρύπνοισι μερίμναις. εἰ δέ τινʼ ἄλλον ἔχουσʼ ἐν κόλποις κατάκειται, κεῖνον ἀπωσάσθω, ἐμὲ δʼ ἐν φρεσὶν ἐνκαταθέσθωκαὶ προλιποῦσα τάχιστα ἐπʼ ἐμοῖς προθύροισι παρέστω, δαμνομένηψυχῇ ἐπʼ ἐμῇ φιλότητι καὶ εὐνῇ. ἀλλὰ σύ, ὦ Ἑκάτη, πολυώνυμε, παρθένε,Κούρα, ἐλθέ, θεά, κέλομαι, ἅλωος φυλακὰκαὶ ἰωγή, Περσεφόνα, τρικάρανε,πυρίφοιτε, βοῶπι, βουορφορβη, πανφόρβα, φορβαρα· Ἀκτιωφι, ἘρεσχιγάλΝεβουτοσουαληθ· παρὰ θυραῖς πυπυληδεδεζωῥηξιπύλη τε. δεῦρʼ Ἑκάτη,πυρίβουλε, καλῶ σε ἐπʼ ἐμαῖς ἐπαοιδαῖς·μασκελλι μασκελλω· φνουκενταβαωθ· ὀρεοβαζάγρα ῥηξίχθων ϊπποχθων· ὀρεοπηγανύξ· μορμοροντοκουμβαι — κοινόν· μαινομένη ἡ δεῖνα ἥκοι ἐπʼ ἐμαῖσι θύραισι τάχιστα, ληθομένητέκνων συνηθείης τε τοκήωνκαὶ στυγέουσα τὸ πᾶν ἀνδρῶν γένος ἠδὲ γυναικῶν ἐκτὸς ἐμοῦ, τοῦ δεῖνα, μόνον με δʼ ἔχουσα παρέστω, ἐν φρεσὶ δαμνομένη κρατερῆς ὑπʼ ἔρωτος ἀνάγκης. θενωβ· τιθεληβ· ηνωρ· τενθηνωρ· πολυώνυμε, κυζαλεουσα παζαους. διὸ καλλιδηχμα καὶ σαβʹ φλέξον ἀκοιμήτῳ πυρὶ τὴν ψυχὴν τῆς δεῖνα. καὶ Ὠρίων καὶ ὁ ἐπάνω καθήμενοςΜιχαήλ· ἑπτὰ ὑδάτων κρατεῖς καὶ γῆς, κατέχων, ὃν καλέουσιδράκοντα μέγαν ακροκοδηρε μουϊσρω Χαρχαρ Ἀδωναί, Ζεῦ δη Δαμναμενεῦ κυνοβιου εζαγρα· κοινόν. Ἰὼ πασικράτεια καὶ Ἰὼ πασιμεδέουσα· Ἰὼ παντρεφέουσα Ζηλαχνα· καὶ σααδ· σαβιωθη· νουμιλλον· ναθομεινα· ἀεὶ κεινηθ· ἄλκιμος Θησεὺς ονυξ, περίφρον Δαμναμενεύς, ἀμυναμένη, αλκυια θεά, νέκυια, Περσία σεβαρα, ακρα. σπεῦδε τάχιστα, ἤδη ἐπʼ ἐμαῖσι θύραισι παρέστω» — κοινόν. Εὐχὴ πρὸς Σελήνην ἐπὶ πάσης πράξεως· «ἐλθέ μοι, ὦ δέσποινα φίλη, τριπρόσωπεΣελήνη, εὐμενίῃ δʼ ἐπάκουσονἐμῶν ἱερῶν ἐπαοιδῶν· νυκτὸς ἄγαλμα, νέα, φαεσίμβροτε, ἠριγένεια, ἡ χαροποῖς ταύροισιν ἐφεζομένη, βασίλεια, Ἠελίου δρόμον ἶσον ἐν ἅρμασιν ἱππεύουσα,ἣ Χαρίτων τρισσῶν τρισσαῖς μορφαῖσι χορεύεις ἀστράσιν κωμάζουσα,Δίκη καὶ νήματα Μοιρῶν, Κλωθὼ καὶ Λάχεσις ἠδʼ Ἄτροπος εἶ, τρικάρανε, Περσεφόνη τε Μέγαιρα καὶ Ἀλληκτώ, πολύμορφε, ἡ χέρας ὁπλίζουσα κελαιναῖς λαμπάσι δειναῖς, ἡ φοβερῶνὀφίων χαίτην σείουσα μετώποις,ἡ ταύρων μύκημα κατὰ στομάτωνἀνιεῖσα, ἡ νηδὺν φολίσινπεπυκασμένη ἑρπυστήρων, ἰοβόλοις ταρσοῖσιν κατωμαδίοισι δρακόντων, σφιγγομένη κατὰ νῶτα παλαμναίοις ὑπὸ δεσμοῖς, νυκτιβόη, ταυρῶπι, φιλήρεμε, ταυροκάρηνε,ὄμμα δέ σοι ταυρωπόν, ἔχεις σκυλακώδεα φωνήν,μορφὰς δʼ ἐν κνήμαισιν ὑποσκεπάουσα λεόντων. μορφόλυκονσφυρόν ἐστιν, κύνες φίλοι ἀγριόθυμοι· τοὔνεκά σε κλῄζουσι Ἑκάτην, πολυώνυμε, Μήνην, ἀέρα μὲν τέμνουσαν, ἅτʼ Ἄρτεμιν ἰοχέαιραν, τετραπρόσωπε θεά, τετραώνυμε, τετραοδῖτι, Ἄρτεμι,Περσεφόνη, ἐλαφηβόλε, νυκτοφάνεια,τρίκτυπε, τρίφθογγε, τρικάρανε, τριώνυμε Σελήνη, θρινακία, τριπρόσωπε, τριαύχενεκαὶ τριοδῖτι, ἣ τρισσοῖς ταλάροισινἔχεις φλογὸς ἀκάματον πῦρ καὶ τριόδων μεδέεις τρισσῶν δεκάδωντε ἀνάσσεις· ἵλαθί μοι καλέοντικαὶ εὐμενέως εἰσάκουσον, ἡ πολυχώρητον κόσμον νυκτὸς ἀμφιέπουσα, δαίμονες ἣν φρίσσουσινκαὶ ἀθάνατοι τρομέουσιν, κυδιάνειρα θεά, πολυώνυμε, καλλιγένεια,ταυρῶπι, κερόεσσα, θεῶν γενέτειρα καὶ ἀνδρῶν καὶ Φύσι παμμήτωρ· σὺ γὰρ φοιτᾷς ἐν Ὀλύμπῳ,εὐρεῖαν δέ τʼ ἄβυσσον ἀπείριτον ἀμφιπολεύεις. ἀρχὴ καὶ τέλος εἶ, πάντων δὲ σὺ μούνη ἀνάσσεις· ἐκ σέο γὰρ πάντʼ ἐστὶ καὶ εἴς σʼ, αἰώνιε, πάντα τελευτᾷ. ἀέναονδιάδημα ἑοῖς φορέεις κροτάφοισιν,δεσμοὺς ἀρρήκτους, ἀλύτουςμεγάλοιο Κρόνοιο καὶ χρύσεονσκῆπτρον ἑαῖς κατέχεις παλάμαισιν.γράμματα σῷ σκήπτρῳ αὐτὸς Κρόνος ἀμφεχάραξεν, δῶκεδέ σοι φορέειν, ὄφρʼ ἔμπεδα πάνταμένοιεν· “Δαμνώ, Δαμνομένεια·Δαμασάνδρα· Δαμνοδαμία.” σὺ δὲ χάους μεδέεις αραραχαραρα ηφθισικηρε. χαῖρε, θεά, καὶ σαῖσιν ἐπωνυμίαις ἐπάκουσον. θύω σοι τόδʼ ἄρωμα, Διὸς τέκος, ἰοχέαιρα, οὐρανία, λιμενῖτι, ὀρίπλανε εἰνοδία τε, νερτερία νυχία τε, ἀϊδωναία σκοτία τε, ἥσυχε καὶ δασπλῆτι, τάφοις ἔνι δαῖτα ἔχουσα, Νύξ, Ἔρεβος, Χάος εὐρύ· σὺ γὰρ δυσάλυκτος Ἀνάγκη, Μοῖρα δʼ ἔφυς, σύ τʼ Ἐρινύς, βάσανος, ὀλέτις σύ, Δίκη σύ. Κέρβερον ἐν δεσμοῖσιν ἔχεις, φολίσιν σὺ δρακόντων κυανέα, ὀφεοπλόκαμε καὶ ζωνοδράκοντι· αἱμοπότι, θανατηγέ, φθορηγενές, καρδιόδαιτε,σαρκοφάγε καὶ ἀωροβόρε, καπετόκτυπε, οἰστροπλάνεια· ἐλθὲ ἐπʼ ἐμαῖς θυσίαις καί μοι τόδε πρᾶγμα ποίησον.»
ἐπίθυμα τῆς πράξεως· ἐπὶ μὲν τῶν ἀγαθοποιῶν ἐπίθυε στύρακα, ζμύρναν, σφάγνον, λίβανον, πυρῆνα, ἐπὶ δὲ τῶν κακοποιῶν οὐσίαν κυνὸς καὶ αἰγὸς ποικίλης, ὁμοίως καὶ παρθένου ἀώρου. φυλακτήριον τῆς πράξεως· λαβὼν λίθον σιδηρίτην, ἐν ᾧ ἐνγεγλύφθω Ἑκάτη τριπρόσωπος, καὶ τὸ μὲν μέσον πρόσωπον ἤτω κερασφόρου παρθένου, τὸ δὲ εὐώνυμον κυνός, τὸ δὲ ἀπὸ δεξιῶν αἰγός. μετὰ δὲ τὸ γλυφῆναι πλύνας αὐτὸ νίτρῳ καὶ ὕδατι χάλασον αὐτὸ εἰς βιαίου αἷμα, εἶτα παράθεσιν αὐτῷ ποιήσας τὸν αὐτὸν λόγον λέγε ἐπὶ τῆς τελετῆς.
Ἀγωγή. πρὸς τὸν ἀστέρα τῆς Ἀφροδίτης ἐπίθυμα· περιστερᾶς λευκῆς αἷμα καὶ στέαρ, ζμύρνα ὠμὴ καὶ ὀπτὴ ἀρτεμισία, ὁμοῦ ποίει κολλούρια καὶ ἐπίθυε πρὸς τὸν ἀστέρα ἐπὶ ἀμπελίνων ξύλων ἢ ἀνθράκων. ἔχε δὲ καὶ ἐγκέφαλον γυπὸς εἰς τὸν ἐπάναγκον, ἵνα ἐπιθύῃς, ἔχε δὲ καὶ φυλακτήριον θηλείας ὄνου ὀδόντα τῶν ἄνωθεν δεξιοῦ σιαγονίου ἢ μόσχου πυρροῦ ἱεροθύτου, ἀριστερῷ βραχίονι ἀνουβιακῷ ἐνδεδεμένον. ἐπάναγκος τῆς πράξεως· «εἰ δὲ καθὼς θεὸς οὖσα μακρόψυχόν τι ποιήσῃς, οὐκ ὄψῃ τὸν Ἄδωνιν ἀνερχόμενον Ἀΐδαο. εὐθὺ δραμὼν ἤδη τοῦτον ἐγὼ δήσω δεσμοῖς ἀδάμασιν· φρουρήσας σφίγξω Ἰξιόνιον τροχὸν ἄλλον, κοὐκέτι πρὸς φάος ἥξει, κολαζόμενοςδὲ δαμεῖται· διὸ ποίησον, ἄνασσα, ἱκετῶ· ἄξον τὴν δεῖνα, ἣν δεῖνα, τάχιστα μολοῦσαν ἐλθεῖν ἐν προθύροισιν ἐμοῦ τοῦ δεῖνος, οὗ ἡ δεῖνα, φιλότητι καὶ εὐνῇ, οἴστρῳ ἐλαυνομένην, κέντροισι βιαίοις ὑπʼ ἀνάγκῃ, σήμερον, ἄρτι, ταχύ. ὁρκίζω γάρ σε, Κυθήρη· νουμιλλον βιομβιλλον· Ἀκτιωφι Ἐρεσχιγάλ· Νεβουτοσουαληθ· φρουρηξια θερμιδοχη βαρεωνη».ἐπάναγκος· «ἀφρογενὴς Κυθέρεια, θεῶν γενέτειρα καὶ ἀνδρῶν, αἰθερία, χθονία,Φύσι παμμήτωρ, ἀδάμαστε, ἀλληλοῦχε,πυρὸς μεγάλου περιδινήτειρα, ἡ τὸν ἀεικίνητον ἔχεις περιδινέα Βαρζαν ἄρρηκτον· σὺ δὲ πάντα τελεῖς, κεφαλήν τε πόδας τε, σαῖς τε θελημοσύναις περιμίγνυται ἱερὸν ὕδωρ, ἡνίκα κινήσεις τὸν ἐν ἄστροις χείρεσιῬουζω, ὀμφαλὸν ὃν κατέχεις, κόσμου. κινεῖς δὲ τὸν ἁγνὸν ἵμερον εἰς ἀνδρῶν ψυχάς,ἐπὶ δʼ ἄνδρα γυναῖκας· κἀνδρὶ γυναῖκα τίθησι ἐράσμιαν ἤματα πάντα. ἡμετέρη βασίλεια, θεά, μόλε ταῖσδʼ ἐπαοιδαῖς, πότνιαἈρρωριφρασι, Γωθητινι, Κυπρογένεια, σουϊ ης θνοβοχου· θοριθε σθενεπιω ἄνασσα σερθενεβηηϊ, καὶ τῇ δεῖνι, ἣν δεῖνα, βάλε πυρσὸν ἔρωτα, ὥστʼ ἐπʼ ἐμοῦ τοῦ δεῖνος, οὗ ἡ δεῖνα, φιλότητι τακῆναιἤματα πάντα. σὺ δέ, μάκαρ, Ῥουζω, τάδε νεῦσον ἐμοί, τῷ δεῖνι, ὡς σὸν ἐν ἄστροις ἐς χορὸν οὐκ ἐθέλοντα ἦξας ἐπὶ λέκτρα μιγῆναι,ἀχθεὶς δʼ ἐξαπίνης καὶ τὸν μέγαν ἔστρεφε Βαρζαν, στρεφθείς τʼ οὐκ ἀνεπαύσατʼ ἐλισσόμενός τε δονεῖται … διὸ ἄξον μοι τὴν δεῖνα, ἣν δεῖνα, φιλότητι καὶ εὐνῇ· σὺ δέ, Κυπρογένεια θεά, τέλει τελέαν ἐπαοιδήν.» ἐὰν ἴδῃς τὸν ἀστέρα λαμπυρίζοντα, σημεῖον, ὅτι ἐκρούσθη, ἐὰν δὲ σπινθηροβολοῦντα, ἐν τῇ ὁδῷ ἦλθεν, ἐὰν δὲ παραμήκην ὡς λαμπάδα, ἤδη ἦξεν.
Ἀγωγὴ ἀγρυπνητική. λαβὼν νυκτερίδος ὀφθαλμοὺς ζῶσαν αὐτὴν ἀπόλυσον καὶ λαβὼν σταίτιον ὠμὸν ἢ κηρὸν ἄπυρον πλάσον κυνάριον καὶ τὸν δεξιὸν ὀφθαλμὸν τῆς νυκτερίδος εἰς τὸν δεξιὸν ὀφθαλμὸν τοῦ κυναρίου ἐνθὲς καὶ τὸν εὐώνυμον ὁμοίως εἰς τὸν εὐώνυμον. καὶ λαβὼν βελόνην διείρων τὴν οὐσίαν εἰς αὐτὴν τὴν βελόνην, διεῖρον διὰ τῶν ὀφθαλμῶν τοῦ κυναρίου, ἵνα ἡ οὐσία φαίνηται, καὶ βάλε αὐτὸ εἰς κωθώνιον καινὸν καὶ πιττακίσας αὐτὸ σφράγισον αὐτὸ ἰδίῳ δακτυλίῳ ἔχοντι κορκοδείλους ἀντικεφάλους αὑτοῖς καὶ κατάθου αὐτὸ εἰς τρίοδον σημειωσάμενος, ἵνα, ἂν θέλῃς αὐτὸ ἀρεῖν, εὕρῃς. λόγος ὁ γραφόμενος εἰς τὸ πιττάκιον· «ἐξορκίζω σὲ τρὶς κατὰ τῆς Ἑκάτης Φορφορβα βαιβω φωρβωρβα, ἵνα ἀποβάληται τὸ πυρινὸν ἡ δεῖνα ἐν τῷ ὀφθαλμῷ ἢ καὶ ἀγρυπνῇ κατὰ νοῦν μηδένα ἔχουσα, εἰ μὴ ἐμὲ τὸν δεῖνα μόνον. ἐξορκίζω σὲ κατὰ τῆς Κόρης Τριοδίτιδος γενομένης, ἥτʼ ἔστιν ἀληθὴς ἡ μήτηρ τ· … — τοὺς θέλεις — φορβεα Βριμω νηρηατο δαμων· Βριμων σεδνα· δαρδαρ· πανοπαῖα, ϊωπη· ποίησον τὴν δεῖνα ἀγρυπνοῦσάν μοι διὰ παντὸς αἰῶνος.»
Παρʼ Αἰγυπτίοις ἀεὶ βοτάναι λαμβάνονται οὕτως· ὁ ῥιζοτόμος καθαίρει πρότερον τὸ ἴδιον σῶμα, πρότερον νίτρῳ περιρράνας καὶ τὴν βοτάνην θυμιάσας ῥητίνῃ ἐκ πίτυος εἰς γʹ περιενέγκας τὸν τόπον, εἶτα κῦρι θυμιάσας καὶ τὴν διὰ τοῦ γάλακτος σπονδὴν χεάμενος μετʼ εὐχῶν ἀνασπᾷ τὸ φυτὸν ἐξ ὀνόματος ἐπικαλούμενος τὸν δαίμονα, ᾧ ἡ βοτάνη ἀνιέρωται, πρὸς ἣν λαμβάνεται χρείαν, παρακαλῶν ἐνεργεστέραν γενέσθαι πρὸς αὐτήν. ἐπίκλησις δʼ αὐτῷ ἐπὶ πάσης βοτάνης καθʼ ὅλον ἐν ἄρσει, ἣν λέγει, ἐστὶν ἥδε· «ἐσπάρης ὑπὸ τοῦ Κρόνου, συνελήμφθης ὑπὸ τῆς Ἥρας, διετηρήθης ὑπὸ τοῦ Ἄμμωνος, ἐτέχθης ὑπὸ τῆς Ἴσιδος, ἐτράφης ὑπʼ ὀμβρίου Διός, ηὐξήθης ὑπὸ τοῦ Ἡλίου καὶ τῆς δρόσου. σὺ εἶ ἡ δρόσος ἡ τῶν θεῶν πάντων, σὺ εἶ ἡ καρδία τοῦ Ἑρμοῦ, σὺ εἶ τὸ σπέρμα τῶν προγόνων θεῶν, σὺ εἶ ὁ ὀφθαλμὸς τοῦ Ἡλίου, σὺ εἶ τὸ φῶς τῆς Σελήνης, σὺ εἶ ἡ σπουδὴ τοῦ Ὀσίρεως, σὺ εἶ τὸ κάλλος καὶ ἡ δόξα τοῦ Οὐρανοῦ, σὺ εἶ ἡ ψυχὴ τοῦ δαίμονος τοῦ Ὀσίρεως, ἡ κωμάζουσα ἐν παντὶ τόπῳ, σὺ εἶ τὸ πνεῦμα τοῦ Ἄμμωνος. ὡς τὸν Ὄσιριν ὕψωσας, οὕτως ὕψωσον σεαυτὴν καὶ ἀνατεῖλον, ὡς καὶ ὁ Ἥλιος ἀνατέλλει καθʼ ἑκάστην ἡμέραν· τὸ μῆκός σου ἴσον ἐστὶ τῷ τοῦ Ἡλίου μεσουρανήματι, αἱ δὲ ῥίζαι τοῦ βυθοῦ, αἱ δὲ δυνάμεις σου ἐν τῇ καρδίᾳ τοῦ Ἑρμοῦ εἰσιν, τὰ ξύλα σου τὰ ὀστέα τοῦ Μνεύεως, καί σου τὰ ἄνθη ἐστὶν ὁ ὀφθαλμὸς τοῦ Ὥρου, τὸ σὸν σπέρμα τοῦ Πᾶνός ἐστι σπέρμα. ἐγὼ νίζω σε ῥητίνῃ ὡς καὶ τοὺς θεούς, καὶ ἐπὶ ὑγείᾳ ἐμαυτοῦ, καὶ συναγνίσθητι ἐπευχῇ καὶ δὸς ἡμῖν δύναμιν ὡς ὁ Ἄρης καὶ ἡ Ἀθηνᾶ. ἐγώ εἰμι Ἑρμῆς. λαμβάνω σε σὺν Ἀγαθῇ Τύχῃ καὶ Ἀγαθῷ Δαίμονι καὶ ἐν καλῇ ὥρᾳ καὶ ἐν καλῇ ἡμέρᾳ καὶ ἐπιτευκτικῇ πρὸς πάντα». ταῦτʼ εἰπὼν τὴν μὲν τρυγηθεῖσαν πόαν εἰς καθαρὸν ἑλίσσει ὀθόνιον — τῆς δὲ ῥίζης εἰς τὸν τόπον ἑπτὰ μὲν πυροῦ κόκκους, τοὺς δὲ ἴσους κριθῆς μέλιτι δεύσαντες ἐνέβαλον — καὶ τὴν ἀνασκαφεῖσαν γῆν ἐνχώσας ἀπαλλάσσεται.
Πρὸς δαιμονιαζομένους Πιβήχεως δόκιμον. λαβὼν ἔλαιον ὀμφακίζοντα μετὰ βοτάνης μαστιγίας καὶ λωτομήτρας ἕψει μετὰ σαμψούχου ἀχρωτίστου λέγων· «Ἰωηλ· ως σαρθιωμι· εμωρι· θεωχιψοϊθ· σιθεμεωχ· σωθη· ιωη· μιμιψωθιωωφ· φερσωθι αεηιουω ιωη· εω Χαρι Φθᾶ. ἔξελθε ἀπὸ τοῦ δεῖνος.» κοινόν. τὸ δὲ φυλακτήριον ἐπὶ λαμνίῳ κασσιτερίνῳ γράφε· «ϊαηω· Ἀβραωθιωχ· Φθᾶ μεσενψινιαω· φεωχ· ιαηω· χαρσοκ,» καὶ περίαπτε τὸν πάσχοντα· παντὸς δαίμονος φρικτόν, ὃ φοβεῖται. στήσας ἄντικρυς ὅρκιζε. ἔστιν δὲ ὁ ὁρκισμὸς οὗτος· «ὁρκίζω σε κατὰ τοῦ θεοῦ τῶν Ἑβραίων Ἰησοῦ· ιαβα· ιαη· Ἀβραώθ· αϊα. Θώθ· ελε· ελω· αηω· εου· ιιιβαεχ· αβαρμας· ϊαβαραου· αβελβελ· λωνα· αβρα· μαροια· βρακιων, πυριφανῆ, ὁ ἐν μέσῃ ἀρούρης καὶ χιόνος καὶ ὁμίχλης· Ταννητις καταβάτω σου ὁ ἄγγελος, ὁ ἀπαραίτητος, καὶ εἰσκρινέτω τὸν περιπτάμενον δαίμονα τοῦ πλάσματος τούτου, ὃ ἔπλασεν ὁ θεὸς ἐν τῷ ἁγίῳ ἑαυτοῦ παραδείσῳ, ὅτι ἐπεύχομαι ἅγιον θεὸν ἐπὶ Ἄμμων ιψεντανχω — λόγος. ὁρκίζω σε, λαβρια Ἰακούθ· αβλαναθαναλβα· ακραμμ· — λόγος — Ἀώθ· ιαθαβαθρα· χαχθαβραθα· χαμυν χελ· αβρωωθ· ουαβρασιλωθ· ἁλληλοῦ· ϊελωσαϊ Ἰαήλ. ὁρκίζω σε τὸν ὀπτανθέντα τῷ Ὀσραὴλ ἐν στύλῳ φωτινῷ καὶ νεφέλῃ ἡμερινῇ καὶ ῥυσάμενον αὐτοῦ τὸν λαὸν ἐκ τοῦ Φαραὼ καὶ ἐπενέγκαντα ἐπὶ Φαραὼ τὴν δεκάπληγον διὰ τὸ παρακούειν αὐτόν. ὁρκίζω σε, πᾶν πνεῦμα δαιμόνιον, λαλῆσαι, ὁποῖον καὶ ἂν ᾖς, ὅτι ὁρκίζω σε κατὰ τῆς σφραγῖδος, ἧς ἔθετο Σολομὼν ἐπὶ τὴν γλῶσσαν τοῦ Ἰηρεμίου, καὶ ἐλάλησεν. καὶ σὺ λάλησον, ὁποῖον ἐὰν ᾖς, ἐπουράνιον ἢ ἀέριον, εἴτε ἐπίγειον εἴτε ὑπόγειον ἢ καταχθόνιον ἢ Ἐβουσαῖον ἢ Χερσαῖον ἢ Φαρισαῖον, λάλησον, ὁποῖον ἐὰν ᾖς, ὅτι ὁρκίζω σε θεὸν φωσφόρον, ἀδάμαστον, τὰ ἐν καρδίᾳ πάσης ζωῆς ἐπιστάμενον, τὸν χουοπλάστην τοῦ γένους τῶν ἀνθρώπων, τὸν ἐξαγαγόντα ἐξ ἀδήλων καὶ πυκνοῦντα τὰ νέφη καὶ ὑετίζοντα τὴν γῆν καὶ εὐλογοῦντα τοὺς καρποὺς αὐτῆς, ὃν εὐλογεῖ πᾶσα ἐνουράνιος δύναμις ἀγγέλων, ἀρχαγγέλων. ὁρκίζω σε μέγαν θεὸν Σαβαώθ, διʼ ὃν ὁ Ἰορδάνης ποταμὸς ἀνεχώρησεν εἰς τὰ ὀπίσω καὶ Ἐρυθρὰ θάλασσα, ἣν ὥδευσεν Ἰσραήλ, κατέστη ἀνόδευτος· ὅτι ὁρκίζω σε τὸν καταδείξαντα τὰς ἑκατὸν τεσσεράκοντα γλώσσας καὶ διαμερίσαντα τῷ ἰδίῳ προστάγματι. ὁρκίζω σε τὸν τῶν αὐχενίων γιγάντων τοῖς πρηστῆρσι καταφλέξαντα, ὃν ὑμνεῖ ὁ οὐρανὸς τῶν οὐρανῶν, ὃν ὑμνοῦσι τὰ πτερυγώματα τοῦ χερουβίν. ὁρκίζω σε τὸν περιθέντα ὄρη τῇ θαλάσσῃ ἢ τεῖχος ἐξ ἄμμου, καὶ ἐπιτάξαντα αὐτῇ μὴ ὑπερβῆναι. καὶ ἐπήκουσεν ἡ ἄβυσσος· καὶ σὺ ἐπάκουσον, πᾶν πνεῦμα δαιμόνιον, ὅτι ὁρκίζω σε τὸν συνσείοντα τοὺς τέσσαρας ἀνέμους ἀπὸ τῶν ἱερῶν αἰώνων, οὐρανοειδῆ, θαλασσοειδῆ, νεφελοειδῆ, φωσφόρον, ἀδάμαστον. ὁρκίζω σε τὸν ἐν τῇ καθαρᾷ Ἱεροσολύμῳ, ᾧ τὸ ἄσβεστον πῦρ διὰ παντὸς αἰῶνος προσπαρακάεται, τῷ ὀνόματι αὐτοῦ τῷ ἁγίῳ· ἰαεω βαφρενεμουν — λόγος —, ὃν τρέμει γέννα πυρὸς καὶ φλόγες περιφλογίζουσι καὶ σίδηρος λακᾷ καὶ πᾶν ὄρος ἐκ θεμελίου φοβεῖται. ὁρκίζω σε, πᾶν πνεῦμα δαιμόνιον, τὸν ἐφορῶντα ἐπὶ γῆς καὶ ποιοῦντα ἔκτρομα τὰ θεμείλια αὐτῆς καὶ ποιήσαντα τὰ πάντα ἐξ ὧν οὐκ ὄντων εἰς τὸ εἶναι.» ὁρκίζω δέ σε, τὸν παραλαμβάνοντα τὸν ὁρκισμὸν τοῦτον, χοίριον μὴ φαγεῖν, καὶ ὑποταγήσεταί σοι πᾶν πνεῦμα καὶ δαιμόνιον, ὁποῖον ἐὰν ἦν. ὁρκίζων δὲ φύσα αʹ ἀπὸ τῶν ἄκρων τῶν ποδῶν ἀφαίρων τὸ φύσημα ἕως τοῦ προσώπου, καὶ εἰς κριθήσεται. φύλασσε καθαρός· ὁ γὰρ λόγος ἐστὶν Ἑβραϊκὸς καὶ φυλασσόμενος παρὰ καθαροῖς ἀνδράσιν. Μαντία Κρονικὴ ζητουμένη, καλουμένη μυλάριον. λαβὼν ἁλὸς χοίνικας δύο ἄληθε τῷ χειρομυλίῳ λέγων τὸν λόγον πολλάκις, ἕως ὁ θεός σοι ὀφθῇ. πράσσε δὲ νυκτὸς ἐν τόπῳ, ὅπου χόρτος φύει. ἐὰν δὲ λέγων τινὸς ἀκούσῃς βάτην βαρείας καὶ σύγκρουσιν σιδήρου, ὁ θεὸς ἔρχεται ἀλύσεσι πεφρουρημένος, ἅρπην κρατῶν. σὺ δὲ μὴ πτοηθῇς, φυλασσόμενος τῷ φυλακτηρίῳ τῷ σοι δηλωθησομένῳ. ἴσθι δὲ σινδόνα καθαρὰν περιβεβλημένος Ἰσιακῷ σχήματι. ἐπίθυε δὲ τῷ θεῷ σφάγνον μετὰ αἰλούρου καρδίας καὶ κόπρου ἱππίας. ὁ δὲ λόγος ὁ λεγόμενος ἀλήθοντός σοῦ ἐστιν οὗτος. λόγος· «σὲ καλῶ τὸν μέγαν, ἅγιον, τὸν κτίσαντα τὴν σύμπασαν οἰκουμένην, ᾧ τὸ ἀνόμημα ἐγένετο ὑπὸ τοῦ ἰδίου τέκνου, ὃν ὁ Ἥλιος ἀδαμαντίνοις κατέδησε δεσμοῖς, ἵνα μὴ τὸ πᾶν συγχυθῇ, ἀρσενόθηλυ, βροντοκεραυνοπάτωρ, ὃς καὶ τῶν ὑπὸ γῆν κατέχεις, αϊε οι παιδαλις, φρενοτειχειδω: στυγαρδης: σανκλεον· γενεχρονα· κοιραψαϊ· κηριδευ· θαλαμνια· οχοτα· ανεδεϊ, ἐλθέ, δέσποτα, θεέ, καὶ λέγε μοι ἐν ἀνάγκῃ περὶ τοῦ δεῖνος πράγματος· ἐγὼ γάρ εἰμι ὁ ἀποσταθείς σοι, παιδολις· μαινολις· μαινολιευς.» ταῦτά ἐστιν τὰ λεγόμενα τοῦ ἁλὸς ἀληθομένου. ἔστιν δὲ αὐτοῦ ὁ ἐπάναγκος λόγος· «κυδοβρις· κοδηρϊευς· ανκυριευς: ξαντομουλις.» ταῦτα λέγεις, ὅταν ἀπειλῶν εἰσέρχηται, ἵνα πραϋνθῇ καὶ εἴπῃ, περὶ ὧν ἐπερωτᾷς. τὸ δὲ φυλακτήριον τὸ ζητούμενον αὐτοῦ· εἰς χοιρίαν σπάθην γλῦφε Δία ἅρπην κρατοῦντα καὶ τὸ ὄνομα τοῦτο· «χθουμιλον.» ἤτω δὲ ἡ σπάθη ἀπὸ συὸς μέλανος, λεπροῦ, ἐκτομιαίου. ἀπόλυσις· «αναεα· οχετα· θαλαμνια· κηριδευ· κοιραψα· γενεχρονα· σανηλον· στυγαρδης· χλειδω· φραινολε· παιδολις· ιαει, ἄπελθε, δέσποτα κόσμου, προπατήρ, καὶ χώρησον εἰς τοὺς ἰδίους τόπους, ἵνα συντηρηθῇ τὸ πᾶν. ἵλεως ἡμῖν, κύριε.»
Ἐπὰν δέ ποτε θέλῃς τόπον εὐπορεῖσθαι με γάλως, ὥστε θαυμάσαι τοὺς ἐπὶ τῷ τόπῳ ἢ τῷ ἱερῷ, ὅπου ὑπόκειται τὸ φυλακτήριον· ὅπου γὰρ ἐὰν τοῦτο τεθῇ, ἐὰν μὲν ἐν ἱερῷ, ἔσται τὸ ἱερὸν λαλητὸν καθʼ ὅλην τὴν οἰκουμένην, ἐὰν δὲ ἐν ἄλλῳ τόπῳ, μεγάλως πράξει—ἔστιν οὖν ἡ ποίησις αὐτοῦ αὕτη· λαβὼν κηρὸν Τυρρηνικὸν πλάσον ἀνδριάντα παλαιστῶν γʹ. ἤτω δὲ τρικέφαλος· ἡ μέση κεφαλὴ ἤτω ἱέρακος πελαγίου, ἡ δὲ δεξιὰ κυνοκεφάλου, ἡ δὲ ἀριστερὰ ἴβεως. ἐχέτω δὲ ἐξηπλωμένα πτερὰ τέσσαρα, ἐκτεταμένας τὰς δύο χεῖρας ἐπὶ τῷ στήθει, ἐν αἷς κρατείτω Κράτος. αὐτὸς δὲ ἔστω περιεσταλμένος ὡς Ὄσιρις. ἐχέτω δὲ ὁ μὲν ἱέραξ βασίλειον Ὥρου, ὁ δὲ κυνοκέφαλος βασίλειον Ἑρμανούβιδος, ἡ δὲ ἴβις ἐχέτω βασίλειον Ἴσιδος. βάλε δὲ ἐν τῇ κοιλίᾳ αὐτοῦ καρδίαν μαγνητίνην, καὶ εἰς πιττάκιον ἱερατικὸν γράφε τὰ ὀνόματα ταῦτα καὶ ἔνθες αὐτοῦ εἰς τὴν κοιλίαν, καὶ ποιήσας αὐτῷ βάσιν σιδηρᾶν στῆσον αὐτὸν ἐπὶ τῆς βάσεως καὶ ἔνθες αὐτὸ εἰς ναϊσκάριον ἀρκεύθινον ἐν ἀνατολῇ τριταίας οὔσης τῆς θεοῦ, καὶ καθιδρύσας αὐτό, εἰς ὃν προαιρῇ τόπον, θύε αὐτῷ λευκομέτωπον ὀνάγριον καὶ ὁλοκαυστοῦ. σπένδε δὲ αὐτῷ γάλα βοὸς μελαίνης πρωτοτόκου καὶ πρωτοτρόφου καὶ συνευωχοῦ αὐτῷ ἐπᾴδων αὐτῷ διʼ ὅλης νυκτὸς τὰ ἐν τῷ πιττακίῳ ἐγγεγραμμένα ὀνόματα, τῷ ἐν τῇ κοιλίᾳ κατατιθεμένῳ. στεφανοῦ δὲ τὸ ναϊσκάριον ἐλαΐνῳ, καὶ οὕτω εὐπορήσεις διὰ βίου. τὸν δὲ λόγον πάλιν τὸν αὐτὸν πρωῒ ἐγερθείς, πρὶν ἀνοίξῃς, ἔπᾳδε. ἔστιν οὖν τὰ γραφόμενα ὀνόματα ταῦτα καὶ διωκόμενα· «βιχω μουρ σουμαρτα βιχωβι σουρφεω ακημορθωουθ χωβιβευ μουρηθ ανιμι νασσουναϊνθι ανιμοκεω μιμνουηρ νουναϊθ αρπαηρ ιηρι σανι ανιμι μιμνιμευ δός μοι πᾶσαν χάριν, πᾶσαν πρᾶξιν· μετʼ ἐσοῦ γάρ ἐστιν ὁ ἀγαθοφόρος ἄγγελος παρεστὼς τῇ Τύχῃ. διὸ δὸς πόρον, πρᾶξιν τούτῳ τῷ οἴκῳ· ναί, κυριεύων ἐλπίδος, πλουτοδότα Αἰών, ἱερὲ Ἀγαθὲ Δαίμων, τέλει πάσας χάριτας καὶ τὰς σὰς ἐνθέους φήμας.» εἶτα ἄνοιγε, καὶ θαυμάσεις τὴν ἀνυπέρβλητον ἱερὰν δύναμιν.
Ὀνειροθαυπτάνη τρικαλαμαία. ἔστιν ἡ ἄρσις τῶν καλάμων πρὸ ἡλίου ἀνατολῆς· μετὰ δυσμὰς ἀνασπῶν τὸν πρῶτον βλέπων πρὸς ἀπηλιώτην λέγε τρίς· «μασκελλι μασκελλω φνουκενταβαω ὀρεοβαζάγρα, ῥηξίχθων, ϊπποχθων, πυριπηγανύξ· αεηϊουω λεπεταν αζαραχθαρω, αἴρω σε, ἵνα μοι ὀνειροθαυπτήσῃς.» καὶ τὸν δεύτερον ἀνασπῶν τῷ νότῳ πάλιν λέγε τὸν «μασκελλι» λόγον καὶ τὰ φωνάεντα καὶ «θρωβεια», καὶ κρατῶν τὸν κάλαμον περιστρέφου· πρὸς τὸν βορρᾶ καὶ τὸν λίβα βλέπων τρὶς τὰ αὐτὰ ὀνόματα λέγε, τὰ τοῦ δευτέρου καλάμου. καὶ τὸν τρίτον ἀνασπῶν λέγε τὰ αὐτὰ ὀνόματα καὶ ταῦτα· «ιη ιη, αἴρω σε ἐπὶ ποιὰν πρᾶξιν.» ἔστιν δὲ καὶ τὰ γραφόμενα ἐπὶ τοῖς καλάμοις. ἐπὶ μὲν τοῦ πρώτου· «αζαραχθαρω,» ἐπὶ δὲ τοῦ δευτέρου· «θρωβεια,» ἐπὶ δὲ τοῦ τρίτου· «ιη ιη.» εἶτα λαβὼν λύχνον ἀμίλτωτον γέμισον ἐλαίῳ καθαρῷ, καὶ λαβὼν ῥάκος καθαρὸν κατάγραφε τὰ ὀνόματα ὅλα. τὰ αὐτὰ ἐπίλεγε πρὸς τὸν λύχνον ἑπτάκις. ἤτω δὲ ὁ λύχνος τῇ ἀνατολῇ βλέπων, παρακείσθω δὲ θυμιατήριον, ἐν ᾧ ἐπιθύσεις λίβανον ἄτμητον, καὶ ποιήσας τοὺς καλάμους, δήσας αὐτοὺς ἐφʼ ἓν νεύροις φοίνικος, ποιήσας αὐτοὺς εἰς τύπον τρίποδος, ἐπίθες τὸν λύχνον. ἐστέφθω δὲ ἡ κεφαλὴ τοῦ πράττοντος ἐλαΐνοις. σκευὴ μέλανος, ἐν ᾧ δεῖ γράφειν τοὺς καλάμους καὶ τὸ ἐλλύχνιον· ἀρτεμισία μονόκλωνος, κατανάγκη, ὀστᾶ φοινίκων Νικολάων γʹ, Καρικαὶ ἰσχάδες γʹ, αἰθάλη χρυσοχοϊκή, θαλλοὶ φοίνικος ἀρσενικοῦ γʹ, ἀφρὸς θαλάσσης. ἔστιν δὲ καὶ τὰ γραφόμενα καὶ διωκόμενα ταῦτα· «ὁρκίζω σὲ τὸν ὑπναφέτην, ὅτι ἐγώ σε θέλω εἰσπορευθῆναι εἰς ἐμὲ καὶ δεῖξαί μοι περὶ τοῦ δεῖνος πράγματος, ιερωρϊεθεδιεν θρου· χαωρα· αρπεβω· ενδαληλα.»
Ἀφροδίτης φιαλομαντεῖον. ἁγνεύσας ἡμέρας ζʹ καὶ λαβὼν φιάλην λευκὴν πλῆσον ὕδατος καὶ ἐλαίου, πρότερον γράψας εἰς τὸν πυθμένα ζμυρνομέλανι· «ηιοχ χιφα· ελαμψηρ ζηλ αεηϊουω» — γράμματα κε —, ὑπὸ τὸν πυθμένα δὲ ἔξωθεν· «Ταχιήλ, χθονίη, δραξω» — γράμματα ιη —, καὶ κήρωσον λευκῷ κηρῷ. εἰς δὲ τὸν κύκλον ἔξωθεν τὸν ἄνω· «ϊερμι, φιλω ϛ ερικωμα δερκω μαλωκ γαυλη Ἀφρϊήλ ἐρωτῶ.» λέγε γʹ. κείσθω δὲ ἐπὶ τοῦ ἐδάφους καὶ ἀτενίζων λέγε· «ἐπικαλοῦμαί σε, τὴν μητέρα καὶ δέσποιναν νυμφῶν, Ιλαουχ οβριη λουχ τλορ, εἴσελθε, φῶς ἱερόν, καὶ δὸς ἀπόκρισιν δείξασα τὴν καλήν σου μορφήν.» εἶτα ἀτένιζε εἰς τὴν φιάλην. ἐπὰν ἴδῃς, ἄσπασαι καὶ λέγε· «χαῖρε, θεὰ μεγαλόδοξε Ιλαρα ουχ, καὶ εἴ μοι χρηματίζεις, ἔκτεινόν σου τὴν χεῖρα.» ἐπὰν ἐκτείνῃ, ἀξιοῦ πρὸς τὰ ἐπερωτήματα. ἐπὰν δὲ μὴ ἐπακούσῃ, λέγε· «ἐπικαλοῦμαι τὴν Ιλαουχ, Ἵμερον γεννήσασαν, Ὥρας ἀγαθάς τε ὑμᾶς Χάριτας, ἐπικαλοῦμαι καὶ τὴν τῶν ἁπάντων διογενῆ Φύσιν, δίμορφον, ἀμερείην, εὐθείην, ἀφρωραίαν Ἀφροδίτην, δεῖξαί μοι τὸ καλόν σου φῶς καὶ τὸ καλόν σου πρόσωπον τῆς κυρίας Ιλαουχ. ἐξορκίζω σε, πυριδώρα, ελγιναλ, καὶ μεγάλα ὀνόματα· οβριητυχ· κερδυνουχιληψιν νιου ναυνιν ιουθου θριγξ· τατιουθ γερτιαθ· γεργερις· γεργεριηθειθι». ἀξιώσῃς καὶ κατὰ τῶν παντεράτων ὀνομάτων· οισια ει ει αω ηυ ααω ϊωϊαϊαϊω σωθου βερβροϊ· ἀκτεροβόρε, γεριη ιηουα· «ἄξον μοι φῶς καὶ τὸ καλόν σου πρόσωπον καὶ ἀληθῆ τὴν φιαλομαντείαν, πυριλαμπῆ, ἀμφιπυριφερῆ, ἑκηστασίχθων, ϊω ϊω φθαιη θουθοι φαεφι. ποίει.» ποίησις· καθαρεύσας, ὡς ἔμαθες, καὶ λαβὼν ποτήριον χάλκεον γράψον διὰ ζμυρνομέλανος τὴν προγεγραμμένην στήλην ἐπικαλουμένην Ἀφροδίτην καὶ χρῆσαι ἐλαίῳ ἀναπτικῷ καὶ ὕδατι ποταμίῳ καθαρῷ. θὲς δὲ τὸ ποτήριον ἐπὶ τὰ γόνατά σου καὶ ἐπίλεγε τὴν στήλην τὴν προκειμένην, καὶ φανήσεταί σοι ἡ θεὸς καὶ χρηματίζει, περὶ ὧν θέλεις.
Λαβὼν πλινθίον ὠμὸν χαλκῷ γραφείῳ χάραξον ὄνον τρέχοντα καὶ ἐπὶ τοῦ μετώπου· «ϊαωϊω», ἐπὶ δὲ τοῦ τραχήλου ὡς κωδώνιον· «ηοηοη», ἐπὶ δὲ τοῦ νώτου· «λερθεμινω» καὶ ἐπὶ τοῦ στήθους· «Σαβαώθ», ὑπὸ δὲ τοὺς πόδας· «Ἀβρασάξ.» χρῖσον αὐτὸ αἵματι Τυφῶνος καὶ χοιρίου καὶ χυλῷ κρομβύου. ἔστιν δὲ ὁ καταγραφόμενος λόγος τοῦ πλινθίου οὗτος· «Ἰωερβηθ, ᾿Ϊωπακερβηθ, ᾿Ϊωβολχοσηθ, Ἰωβολχοσηθ· Σαβαουμ κοκλοτομ· παταθναξ· ὁ σείων Ἰωερβηθ ἀπομψ Ἰαωθ Ἰαβαωθ· σεισαω· πευκρη· σὺ εὐτυχής· τεσχω πατονακ· φενδεμιεφεορ· αβιρβολονχιθι ρωφθη· απερμα· παλελωψ, ὁ σείσας τὸν κόσμον, ἐπικαλοῦμαί σε, τὸν μέγαν Τυφῶνα Ιωερβηθ· Ιωπακερβηθ· Ἰωβολχοσηθ, ὅτι ἐγώ εἰμι ὁ δεῖνα· ἐπάκουσόν μου, ἐν ᾧ ἐπιτελῶ πράγματι λερθεμινω· αρουζορον βαθου χηασμηφις· ὁ μέγας μέγας Τυφῶν λερθεμινω, συνεπίστησον τῇ πραγματείᾳ ταύτῃ, ᾗ ἐπιτελῶ, ὅτι σου λέγω καὶ γράφω τὸ μέγα καὶ ἔντιμον ὄνομα· αβεραμενθωου — λόγος.» ὑποκάτω τοῦ ὄνου· «δὸς αὐτῇ τὴν κίνησιν τῆς θαλάσσης, παναγρυπνίαν τοῦ Μένδητος, καὶ δὸς αὐτῇ τὰς τιμωρίας.»
Μαντεῖον Σαραπιακὸν ἐπὶ παιδός, ἐπὶ λύχνου καὶ φιάλης καὶ βάθρου· «ἐπικαλοῦμαί σε, Ζεῦ, Ἥλιε, Μίθρα, Σάραπι, ἀνίκητε, Μελιοῦχε, Μελικέρτα, Μελιγενέτωρ, αβρααλ βαχαμβηχι· βαιβειζωθ· — ηβαι βεβοθ — σεριαβεβωθ αμελχιψιθιουθιπο̇θ̇ο̇ι̇ο̇ πνουτε νινθηρτηρου· ιὑευ ἡὁὡ· αιηια· εηοια· ηεαι· ευηιε· ωωωωω· ευηω ιαωαι· βακαξιχυχ· βοσιψετηθ· φοβηβιβωθ·ὁ μέγας, μέγας Σάραπις σαμασφρηθ· ἄλλως ἄνω ο δαργαζας· ο δαρμαγας· ο δαφαρ· υακιαβωθ· εφια· ζελεαρθαρ· — ακραβαεωεφιαζαλε αρβαμενοθιηω σαμας φρητι — μεθομηως λαμαρμερα· οπτηβι· πτηβι· μαριανου· — ακραβαεω εφιαζηλε αρβαμενοθι ηω ναμισφρητι —, ἀναφάνηθι καὶ δὸς ἐντροπὴν τῷ φανέντι πρὸ πυρὸς καὶ χιόνος Βαϊνχωωωχ· σὺ γὰρ εἶ ὁ καταδείξας φῶς καὶ χιόνα, φριξωποβρονταξαστράπτα, κυποδωκτε· πιντουχε ετωμ. Θοούτ· θασιναηακ αρουρονγοα Παφθᾶ· ενωσαδε· Ιαη· Ιαω αι· αοιαω· εοηυ» — ἐννεαγράμματον· τὸ αʹ ἀνεῳγμένῳ τῷ στόματι, κυματούμενον, τὸ οʹ ἐν συστροφῇ πρὸς πνευματικὴν ἀπειλήν, τὸ ιαω γῇ, ἀέρι, οὐρανῷ, τὸ εʹ κυνοκεφαλιστί, τὸ οʹ ὁμοίως, ὡς πρόκειται, τὸ ηʹ μεθʼ ἡδονῆς δασύνων, τὸ υʹ ποιμενικῶς, μακρόν. ἐὰν εἴπῃ, ὅτι «χρηματίζω», λέγε· «εἰσερχέσθω ὁ θρόνος τοῦ θεοῦ θρονουζατερα κυμα· κυμα· λυαγευ· αψιταδρυς· γη μολιανδρον· βονβλιλον· πευχρη· εἰσενεχθήτω ὁ θρόνος.» ἐὰν οὖν ὑπὸ δʹ ἀνδρῶν βαστάζηται, σὺ ἐρώτα· «τί ἐστεφανωμένοι εἰσὶ καὶ τί προάγει τοῦ θρόνου;» ἐὰν λέγῃ· «ἐλαίαις ἐστεφανωμένοι εἰσὶ καὶ θυμιατήριον προάγει», ἀληθεύει ὁ παῖς. ἀπόλυσις· «χώρει, κύριε, εἰς τὸν ἴδιον κόσμον καὶ εἰς τοὺς ἰδίους θρόνους, εἰς τὰς ἰδίας ἀψῖδας, καὶ διατήρησόν με καὶ τὸν παῖδα τοῦτον ἀπημάντους, ἐν ὀνόματι τοῦ ὑψίστου θεοῦ, σαμας φρηθ.» ποίει σελήνης οὔσης ἐν στερεῷ ζωδίῳ μετὰ ἀγαθοποιῶν ἢ ἐν ὁρίοις ἀγαθοῖς ὑπαρχούσης, μὴ πληθούσης. ἔστι γὰρ ἄμεινον, καὶ οὕτως ἡ μαντεία εὔτακτος ἀπεργάζεται. ἐν δὲ ἄλλοις ἀντιγράφοις ἐγέγραπτο ὅτι «πληθούσης».
Αὔτοπτος λόγος· «εειμ· το· ειμ· αλαληπ· βαρβαριαθ· μενεβρειο· Αρβαθιαωθ· Ἰουήλ· Ἰαήλ, ουηνηιιε· μεσομμιας· ἐρχέσθω ὁ θεὸς ὁ χρηματίζων μοι καὶ μὴ ἀπερχέσθω, ἄχρις ἂν ἀπολύσω αὐτόν. ουρναουρ· σουλ· ζασουλ· ουγοτ· νοουμβιαου· θαβρατ· βεριαου· αχθιρι· μαραϊ· ελφεων· ταβαωθ· κιρασινα· λαμψουρη· Ἰαβοε· αβλαμαθαναλβα· ακραμμαχαμαρει.» ἐν ποτηρίῳ χαλκῷ ἐπὶ ἐλαίου. ἔνχρισον δὲ τὸν δεξιὸν ὀφθαλμὸν μεθʼ ὕδατος πλοίου νεναυαγηκότος καὶ τὸν εὐώνυμον στίμι Κοπτιτικὸν μετὰ τοῦ αὐτοῦ ὕδατος. ἐὰν δὲ μὴ εὕρῃς ὕδωρ ἀπὸ νεναυαγηκότος πλοίου, ἀπὸ πακτῶνος βεβαπτισμένου.
Λαβὼν βοτάνην χελκβει καὶ βούγλωσσον ὕλισον καὶ τὰ ἐκπιάσματα καῦσον καὶ μεῖξον τῷ χυλῷ χρηστῶς καὶ γράψον εἰς τοῖχον χοω ἐν αὐτοῖς καὶ λαβὼν πανουργικὸν ξύλον γλύψον σφῦραν καὶ ἐν ταύτῃ κροῦε εἰς τὸ οὐτάτιον λέγων τὸν λόγον· «ἐξορκίζω σε κατὰ τῶν ἁγίων ὀνομάτων· παράδος τὸν κλέπτην τὸν ἄραντά τι, χαλχακ χαλκουμ χιαμ χαρχρουμ ζβαρ βηρι ζβαρκομ χρη καριωβ φαριβου, καὶ κατὰ τῶν φρικτῶν ὀνομάτων· α εε ηηη ιιιι οοοοο υυυυυυ ωωωωωωω α ω ε ε υ υ η η η ι ι ι ι ι ι ι ι η η η η η η η η η η ε ε ε ε ε ε ε ε ε ε ε ε
α α α α α α α α α α α α α α ι α ω ω ι α ι ω α α η ω η ω α ω α η παράδος τὸν κλέπτην τὸν κλέψαντά τι. ὅσον κρούω τὸ οὐτάτιον σφύρῃ ταύτῃ, ὁ τοῦ κλέπτου ὀφθαλμὸς κρουέσθω καὶ φλεγμαινέσθω, ἄχρι οὗ αὑτὸν μηνύσῃ.» λέγων ταῦτα κροῦε τῇ σφύρῃ.
Στήλη τοῦ Ἰέου τοῦ ζωγράφου εἰς τὴν ἐπιστολήν· «σὲ καλῶ τὸν ἀκέφαλον, τὸν κτίσαντα γῆν καὶ οὐρανόν, τὸν κτίσαντα νύκτα καὶ ἡμέραν, σὲ τὸν κτίσαντα φῶς καὶ σκότος. σὺ εἶ Ὀσοροννωφρις, ὃν οὐδεὶς εἶδε πώποτε, σὺ εἶ Ἰαβας, σὺ εἶ Ἰαπως, σὺ διέκρινας τὸ δίκαιον καὶ τὸ ἄδικον, σὺ ἐποίησας θῆλυ καὶ ἄρρεν, σὺ ἔδειξας σπορὰν καὶ καρπούς, σὺ ἐποίησας τοὺς ἀνθρώπους ἀλληλοφιλεῖν καὶ ἀλληλομισεῖν. ἐγώ εἰμι Μοϋσῆς ὁ προφήτης σου, ᾧ παρέδωκας τὰ μυστήριά σου τὰ συντελούμενα Ἰστραήλ, σὺ ἔδειξας ὑγρὸν καὶ ξηρὸν καὶ πᾶσαν τροφήν· ἐπάκουσόν μου. ἐγώ εἰμι ἄγγελος τοῦ Φαπρω Ὀσοροννωφρις. τοῦτό ἐστιν σοῦ τὸ ὄνομα τὸ ἀληθινὸν τὸ παραδιδόμενον τοῖς προφήταις Ἰστραήλ· ἐπάκουσόν μου, Αρβαθιαω ρειβετ … αθελεβερσηθ … αρα βλαθα, αλβευ· εβενφχι· χιτασγοη· Ἰβαὼθ Ἰάω· εἰσάκουσόν μου καὶ ἀπόστρεψον τὸ δαιμόνιον τοῦτο. ἐπικαλοῦμαί σε, τὸν ἐν τῷ κενῷ πνεύματι δεινὸν καὶ ἀόρατον θεόν· αρογογοροβραω· σοχου· μοδοριω· φαλαρχαω· οοο, ἅγιε Ἀκέφαλε, ἀπάλλαξον τὸν δεῖνα ἀπὸ τοῦ συνέχοντος αὐτὸν δαίμονος, ρουβριαω μαρι ωδαμ· βααβναβαωθ· ασς Ἀδωναί· αφνιαω· ιθωληθ· Ἀβρασάξ· αηοωϋ, ἰσχυρὲ Ἀκέφαλε, ἀπάλλαξον τὸν δεῖνα ἀπὸ τοῦ συνέχοντος αὐτὸν δαίμονος, μαβαρραϊω Ἰωὴλ κοθα αθορηβαλω· Ἀβραώθ· ἀπάλλαξον τὸν δεῖνα, Ἀώθ· Ἀβαώθ, βασυμ Ἰσάκ, Σαβαώθ, Ἰάω. οὗτός ἐστιν ὁ κύριος τῶν θεῶν, οὗτός ἐστιν ὁ κύριος τῆς οἰκουμένης, οὗτός ἐστιν, ὃν οἱ ἄνεμοι φοβοῦνται, οὗτός ἐστιν ὁ ποιήσας φωνῆς προστάγματι ἑαυτοῦ πάντα. κύριε, βασιλεῦ, δυνάστα, βοηθέ· σῶσον ψυχὴν Ἰεου, πυρ ιου, πυρ Ἰαώτ ιαηω ιοου Ἀβρασάξ σαβριαμ οο υυ ευ οο υυ Ἀδωναῖε ηδε εδε, εὐάγγελος τοῦ θεοῦ ανλαλα λαϊ γαϊα απα διαχαννα χορυν. ἐγώ εἰμι ὁ ἀκέφαλος δαίμων ἐν τοῖς ποσὶν ἔχων τὴν ὅρασιν, ἰσχυρός, ὁ ἔχων τὸ πῦρ τὸ ἀθάνατον. ἐγώ εἰμι ἡ ἀλήθεια, ὁ μισῶν ἀδικήματα γίνεσθαι ἐν τῷ κόσμῳ. ἐγώ εἰμι ὁ ἀστράπτων καὶ βροντῶν. ἐγώ εἰμι, οὗ ἐστιν ὁ ἱδρὼς ὄμβρος ἐπιπίπτων ἐπὶ τὴν γῆν, ἵνα ὀχεύῃ. ἐγώ εἰμι, οὗ τὸ στόμα καίεται διʼ ὅλου. ἐγώ εἰμι ὁ γεννῶν καὶ ἀπογεννῶν. ἐγώ εἰμι ἡ Χάρις τοῦ Αἰῶνος, ὄνομά μοι καρδία περιεζωσμένη ὄφιν. ἔξελθε καὶ ἀκολούθησον.» τελετὴ τῆς προκειμένης ποιήσεως· γράψας τὸ ὄνομα εἰς καινὸν χαρτάριον καὶ διατείνας ἀπὸ κροτάφου εἰς κρόταφον σεαυτοῦ ἐντύγχανε πρὸς βορέαν τοῖς ϛʹ ὀνόμασι λέγων· «ὑπόταξόν μοι πάντα τὰ δαιμόνια, ἵνα μοι ἦν ὑπήκοος πᾶς δαίμων οὐράνιος καὶ αἰθέριος καὶ ἐπίγειος καὶ ὑπόγειος καὶ χερσαῖος καὶ ἔνυδρος καὶ πᾶσα ἐπιπομπὴ καὶ μάστιξ ἡ θεοῦ.» καὶ ἔσται σοι τὰ δαιμόνια πάντα ὑπήκοα. ἔστιν δὲ τὸ ἀγαθὸν ζῴδιον· … Ἄλλως· «κλέπτην πιάσαι, Ἑρμῆν σὲ καλῶ, θεὸν ἀθάνατον,ὃς κατʼ Ὄλυμπον αὔλακα τέμνεις,βᾶρίν θʼ ἱερήν, φωσφόρʼ Ἰάω, ὁ μέγας αἰωνόβιος, φρικτὸς μὲν ἰδεῖν, φρικτὸς δὲ ἀκροᾶσθαι· παράδος φῶρʼ, ὃν ζητῶ αβεραμενθωουλερθε ξεναξ σονελυσωθνεμαρεβα.» οὗτος ὁ λόγος ἐπὶ τοῦ καθαρμοῦ λέγεται βʹ. λόγος τοῦ ἀρτοτύρου· «ἔρχου μοι λισσοιν ματερνα μαυερτη πρεπτεκτιουν ιντικιους ολοκοτους περικλυσαι, τὸ ἀπολόμενον ἀγάγῃς μοι καὶ τὸν κλέπτην ἐμφανῆ ποίησαι ἐν τῇ σήμερον ἡμέρᾳ. ἐπικαλοῦμαι δὲ Ἑρμῆν, κλεπτῶν εὑρετήν, καὶ Ἥλιον καὶ Ἡλίου κόρας, ἀθεμίστων πραγμάτων δύο φωταγωγούς, καὶ Θέμιν καὶ Ἐρινὺν καὶ Ἄμμωνα καὶ Παράμμωνα ἐπικρατῆσαι τὴν τοῦ φωρὸς κατάποσιν καὶ ἐμφανῆ θεῖναι ἐν τῇ σήμερον ἡμέρᾳ, ἐν τῇ ἄρτι ὥρᾳ.» ποίησις· ὁ αὐτὸς λόγος ἐπὶ τοῦ καθαρμοῦ. λαβὼν ἄγγος καλλάϊνον βάλε ὕδωρ καὶ ζμύρναν καὶ κυνοκεφάλιον βοτάνην καὶ ἐμβρέχων κλάδον δάφνης ῥαῖνε, ἕνα ἕκαστον ἀποκαθαίρων. λαβὼν τρίποδα ἐπίθες ἐπὶ βωμὸν γήϊνον, ἐπίθυε ζμύρναν καὶ λίβανον καὶ γλῶτταν βατράχου, καὶ λαβὼν σελίγνιον ἄναλον καὶ τυρὸν αἴγειον δίδου ἑκάστῳ σελιγνίου δραχμὰς ηʹ, τυροῦ δραχμὰς ηʹ ἐπιλέγων τὸν ἑξῆς λόγον. ἐπίγραφε δὲ τοῦτο τὸ ὄνομα καὶ ὑποκόλλησον τῷ τρίποδι· «δέσποτα Ἰάω, φωσφόρε, παράδος φῶρʼ, ὃν ζητῶ». ἐὰν δέ τις αὐτῶν μὴ καταπίῃ τὸ δοθὲν αὐτῷ, αὐτός ἐστιν ὁ κλέψας.
Ἑρμοῦ δακτύλιος. κανθάρου ποίησις· λαβὼν κάνθαρον γεγλυμμένον, ὡς ὑπογέγραπται, ἐπὶ παπυρίνης τραπέζης θὲς καὶ ὑπόθες ὑπὸ τὴν τράπεζαν σινδόνα καθαρὰν καὶ ἐλάϊνα ὑποστρώσας, καὶ εἰς τὸ μέσον τῆς τραπέζης μικρὸν θυμιατήριον, ἐπιθύσας ζμύρναν καὶ κοῖφι. ἔστω δέ σοι παρεσκευασμένον σκευάριον καλλάϊνον μικρόν, εἰς ὃ ἐνέστω μύρον κρίνινον ἢ ζμύρνινον ἢ κιναμώμινον, καὶ λαβὼν τὸν δακτύλιον θὲς εἰς τὸ μύρον προαγνεύσας ἀπὸ πάντων καὶ ἐπιθύσας τῷ θυμιατηρίῳ τὸ κοῖφι καὶ ζμύρναν ἔασον ἡμέρας γʹ καὶ λαβὼν ἀπόθου ἐν τόπῳ καθαρῷ. παρακείσθωσαν ἐπὶ τῆς τελετῆς ἄρτοι καθάρειοι καὶ ὅσα ἀκμάζει τῶν ὀπωρῶν. ποιήσας δὲ ἄλλην θυσίαν ἐπὶ ξύλων ἀμπελίνων περὶ τὴν θυσίαν ἔπαρον τὸν δακτύλιον ἀπὸ τοῦ μύρου καὶ περιτίθεσο. τὸ δὲ χρῖμα τὸ ἀπʼ αὐτοῦ χρίου κατὰ πρωῒ καὶ στὰς πρὸς ἀνατολὰς ἡλίου λέγε τὰ ὑπογεγραμμένα. γλύμμα κανθάρου· εἰς λίθον σμάραγδον πολυτελῆ γλύψον κάνθαρον καὶ τρήσας δίειρον χρυσῷ, εἰς δὲ τὸ ὑποκάτω τοῦ κανθάρου γλύψον Ἶσιν ἱερὰν καὶ τελέσας, ὡς προγέγραπται, χρῶ. ἡμέραι, ἐν αἷς δεῖ ποιεῖν ἀπὸ ἀνατολῆς· ζʹ, θʹ, ιʹ, ιβ, ιδ, ιϛ, κα, κδ, κε. ταῖς δὲ ἄλλαις ἔπεχε. λόγος λεγόμενος πρὸς ἥλιον· «ἐγώ εἰμι Θωύθ, φαρμάκων καὶ γραμμάτων εὑρετὴς καὶ κτίστης· ἐλθέ μοι, ὁ ὑπὸ γῆν, ἔγειρέ μοι σαυτόν, ὁ μέγας δαίμων, ὁ Φνουν, ὁ χθόνιος — ἢ οἱ Νουν, οἱ χθόνιοι. ἐγώ εἰμι Ἥρων ἔνδοξος, ὠὸν ἴβεως, ὠὸν ἱέρακος, ὠὸν Φοίνικος ἀεροφοιτήτου, ἔχων ὑπὸ τὴν γλῶσσαν τὸ τέλμα τοῦ Ἐμ, τὴν δορὰν τοῦ Κεφ περιβέβλημαι. ἐὰν μὴ γνῶ τὰ ἐν ταῖς ψυχαῖς ἁπάντων, Αἰγυπτίων, Ἑλλήνων, Σύρων, Αἰθιόπων, παντός τε γένους καὶ παντὸς ἔθνους, ἐὰν μὴ γνῶ τὰ γεγονότα καὶ τὰ μέλλοντα ἔσεσθαι, ἐὰν μὴ γνῶ τὰς τέχνας αὐτῶν καὶ τὰ ἐπιτηδεύματα καὶ τὰς ἐργασίας καὶ τοὺς βίους καὶ τὰ ὀνόματα αὐτῶν καὶ πατέρων αὐτῶν καὶ μητέρων καὶ ἀδελφῶν καὶ φίλων καὶ τῶν τετελευτηκότων, κατασπείσω τὸ αἷμα τοῦ μέλανος κυνώπου εἰς καινὴν κύθραν ἀσινῆ καὶ ἐπιθήσω ἐπὶ καινὸν κυθρόποδα καὶ ὑποκαύσω ὀστᾶ Ἑσιηους καὶ κεκράξομαι ἐν τῷ Βουσῖρι ὅρμῳ τόνδε ἐν ποταμῷ μείναντα ἡμέρας γʹ, νύκτας γʹ, τὸν Ἑσιη, τὸν ἐνεχθέντα ἐν τῷ ῥεύματι τοῦ ποταμοῦ εἰς τὴν θάλασσαν, τὸν περιεχόμενον ὑπὸ τῶν τῆς θαλάσσης κυμάτων καὶ ὑπὸ τῆς τοῦ ἀέρος νεφέλης. ὑπὸ τῶν ἰχθύων σοῦ ἡ κοιλία κατέσθεται, καὶ τὸ σῶμα οὐ μὴ παύσω τοὺς ἰχθύας τοῖς στόμασι μασωμένους, οὐδὲ μὴν κλείσουσι οἱ ἰχθύες τὸ στόμα. ἀφελοῦμαι τὸν ἀπάτορα ἀπὸ τῆς μητρός, κατενεχθήσεται ὁ πόλος, καὶ τὰ δύο ὄρη ἓν ἔσται. ἐπαφήσω ἄνοιξιν ἐφʼ ὑμᾶς, καὶ ὃ θέλει, ποιήσει. οὐ μὴ ἐάσω θεὸν οὔτε θεὰν χρηματίζειν, ἕως ὅτε ἐγὼ, ὁ δεῖνα, διαγνῶ τὰ ἐν ταῖς ψυχαῖς ἁπάντων ἀνθρώπων, Αἰγυπτίων, Σύρων, Ἑλλήνων, Αἰθιόπων, παντὸς γένους καὶ ἔθνους, τῶν ἐπερωτώντων με καὶ κατʼ ὄψιν μοι ἐρχομένων καὶ λαλούντων καὶ σιωπώντων, ὅπως αὐτοῖς ἐξαγγείλω τὰ προγεγονότα αὐτοῖς καὶ ἐνεστῶτα καὶ τὰ μέλλοντα αὐτοῖς ἔσεσθαι, καὶ γνῶ τὰς τέχνας αὐτῶν καὶ τοὺς βίους καὶ τὰ ἐπιτηδεύματα καὶ τὰ ἔργα καὶ τὰ ὀνόματα αὐτῶν καὶ τῶν τεθνεώτων καὶ πάντων, καὶ ἀναγνῶ ἐπιστολὴν ἐσφραγισμένην καὶ ἀπαγγείλω αὐτοῖς πάντα ἐξ ἀληθείας.»
Λαβὼν χάρτην ἱερατικὸν ἢ μολυβοῦν πέταλον καὶ σιδηροῦν κρίκον θὲς ἐπὶ τὸν χάρτην τὸν κρίκον καὶ ἔσωθεν καὶ ἔξωθεν αἶρε τύπον τοῦ κρίκου τῷ καλάμῳ, εἶτα ζμύρνισον τὴν περιφέρειαν, εἶτα γράψον εἰς τὴν περιφέρειαν τοῦ κρίκου, εἰς τὸν χάρτην ἐπιγράφων, τὸ ὄνομα, τοὺς δὲ χαρακτῆρας ἔξωθεν, εἶτα ἔσωθεν, ὃ θέλεις μὴ γενέσθαι, καὶ ὅτι «καταδεθήτω αὐτοῦ ἡ φρόνησις ἐπὶ τῷ μὴ ποιῆσαι τὸ δεῖνα πρᾶγμα», εἶτα θεὶς τὸν κρίκον ἐπὶ τὴν αὑτοῦ περιφέρειαν, ἣν ἐποίησας, καὶ ἀνελόμενος τὰ ἔξω τῆς περιφερείας κατάραπτε τὸν κρίκον, ἕως κατακαλυφῇ. κεντῶν κατὰ τῶν χαρακτήρων τῷ καλάμῳ καὶ δεσμεύων λέγε· «καταδεσμεύω τὸν δεῖνα πρὸς τὸ δεῖνα· μὴ λαλησάτω, μὴ ἀντισπασάτω, μὴ ἀντειπάτω, μή μοι δύναιτο ἀντιβλέψαι ἢ ἀντιλαλῆσαι, ὑποτεταγμένος δέ μοι ἤτω, ἐφʼ ὅσον οὗτος ὁ κρίκος κέχωσται. καταδεσμεύω δὲ αὐτοῦ τὸν νοῦν καὶ τὰς φρένας, τὴν ἐνθύμησιν, τὰς πράξεις, ὅπως νωχελὴς ᾖ πρὸς πάντας ἀνθρώπους.» ἐὰν δὲ γυναῖκα· «ὅπως μὴ γαμήσῃ τὸν δεῖνα ἡ δεῖνα» — κοινά. εἶτα ἀπενέγκας αὐτὸ εἰς ἀώρου μνῆμα ὄρυξον ἐπὶ δʹ δακτύλους καὶ ἔνθες καὶ λέγε· «νεκυδαίμων, ὅστις ποτʼ οὖν εἶ, παραδίδωμί σοι τὸν δεῖνα, ὅπως μὴ ποιήσῃ τὸ δεῖνα πρᾶγμα.» εἶτα χώσας ἀπέρχου. κρεῖσσον δὲ ποιεῖς σελήνης μειουμένης· ἔστιν δὲ τὰ γραφόμενα εἰς τὸν κύκλον ταῦτα· «αροα μαθρα· Ἐρεσχιγάλχ· εδαντα· Ιαβου νη· ακη· Ἰάω· δαρυνκω· Μανιήλ, μὴ πραχθήτω τὸ δεῖνα πρᾶγμα, ἐφʼ ὅσον χρόνον κέχωσται ὁ κρίκος οὗτος.» κατάδησον δεσμοῖς ποιήσας σπάρτα καὶ οὕτω κατάθου. ὁ δὲ κρίκος καὶ εἰς φρέαρ βάλλεται ἀχρημάτιστον ἢ παρὰ ἄωρον. μετὰ δὲ τοὺς χαρακτῆρας γράφε καὶ ταῦτα ὑποκάτω τοῦ κρίκου ὡς πλινθίον· «αρχοολ· Λαιλαμ· Σεμεσιλαμφ· αμμοφοριων· ιωαη· φθουθ· εω Φρῆ, ὁ μέγιστος δαίμων, Ἰάω, Σαβαώθ, Ἀρβαθιάω, Λαιλαμ, Ὀσορνωφρι, Ἐμ Φρῆ Φρῆ, Φθᾶ χρωιω Ἰάω βαβουρη θιμαμ εν Φρῆ ρενουσι Σαβαὼθ Βαρβαθιάω θαχρα ουχεεθ Εσορνωφρι», καὶ τὸν νθ ὅλον — ἄνω —, ὃν καὶ ἔσω ποιεῖς. ἡ δὲ αὐτὴ οἰκονομία γράφεται ἐπὶ μολυβοῦ πετάλου καὶ ἐνθεὶς τὸν κρίκον περιπτύξας γύψισον. μετὰ δὲ τὸ ὑποκάτω πλινθίον καὶ τὸ Ἰαεω — λόγος — καὶ ταῦτα· «βακαξιχυχ μενεβαϊχυχ Ἀβρασὰξ αω, κατάσχες τὸ δεῖνα πρᾶγμα.» ὡς δὲ ἐν τῷ αὐθεντικῷ εὑρέθη τὰ ὀνόματα· «αρφοολ Λαιλαμ Σεμεσιλαμ Ἰαεω — λόγος — βακαξιχυχ Ἀβρασὰξ αω αρχωμιλακ μενεσιλαμ Ἰαεω ουω βακαξιχυχ Ἀβρασὰξ ωιι, κατάσχες τὸ δεῖνα πρᾶγμα.»
Λαβὼν φύλλα δάφνης ἐνκαρδίου κη καὶ γῆς παρθενικῆς καὶ ἀρτεμισίας σπέρματος, ἀλεύρου καὶ κυνοκεφαλίου τοῦ χόρτου — ἀκήκοα δὲ παρὰ Ἡρακλεοπολιτικοῦ τινος, ὅτι λαμβάνει ἀπὸ ἐλαίας ἀρτίβλαστα, τοῦ δένδρου κομισθέντος, τοῦ ὀνομαστοῦ, κη —, ὑπὸ παιδὸς ἀφθόρου βαστάζεται· συνλειοῦται τοῖς προκειμένοις καὶ ὑγρὸν ὠοῦ ἴβεως εἰς ὅλον τὸ φύραμα καὶ πλάσμα Ἑρμοῦ χλαμυδηφόρου σελήνης οὔσης ἀνατολικῆς ἐν κριῷ ἢ λέοντι ἢ παρθένῳ ἢ τοξότῃ. κατεχέτω δὲ ὁ Ἑρμῆς κηρύκειον. καὶ γράψον τὸν λόγον εἰς χάρτην ἱερατικὸν καὶ εἰς φῦσαν χήνειαν — καθὼς πάλιν παρὰ τοῦ Ἡρακλεοπολιτικοῦ — καὶ ἔνθες εἰς τὸ ζῴδιον ἐνπνευματώσεως εἵνεκεν, καὶ ὅταν βούλῃ χρᾶσθαι, λαβὼν χάρτην γράψον τὸν λόγον καὶ τὸ πρᾶγμα καὶ ἀποκειράμενος ἐκ τῆς κεφαλῆς σου τρίχα συνέλιξον τῷ χάρτῃ δήσας ἅμματι φοινικίνῳ καὶ ἔξωθεν αὐτοῦ κλάδον ἐλαίας καὶ θὲς πρὸς τοὺς πόδας τοῦ Ἑρμοῦ — οἱ δὲ λέγουσι· αὐτῷ ἐπίθες. κείσθω δὲ τὸ ζῴδιον ἐν ναῷ φιλυρίνῳ. ὅταν δὲ βούλῃ χρᾶσθαι, πρὸς κεφαλῆς σου τίθει τὸν ναὸν σὺν τῷ θεῷ καὶ δίωκε ἐπιθύων λίβανον ἐπὶ βωμοῦ καὶ γῆν ἀπὸ σιτοφόρου χωρίου καὶ βῶλον ἁλὸς ἀμμωνιακοῦ αʹ. κείσθω πρὸς κεφαλήν σου, καὶ κοιμῶ μετὰ τὸ εἰπεῖν μηδενὶ δοὺς ἀπόκρισιν. «Ἑρμῆ κοσμοκράτωρ, ἐνκάρδιε, κύκλεσελήνης, στρονγύλε καὶ τετράγωνε,λόγων ἀρχηγέτα γλώσσης, πειθοδικαιόσυνε, χλαμυδηφόρε, πτηνοπέδιλε, αἰθέριον δρόμον εἱλίσσων ὑπὸ τάρταρα γαίης, πνεύματος ἡνίοχε, Ἡλίου ὀφθαλμέ, μέγιστε, παμφώνου γλώττης ἀρχηγέτα, λαμπάσι τέρπων τοὺς ὑπὸ τάρταραγαίης τε βροτοὺς βίον ἐκτελέσαντας·μοιρῶν προγνώστης σὺ λέγῃ καὶ θεῖος Ὄνειρος, ἡμερινοὺς καὶ νυκτερινοὺς χρησμοὺς ἐπιπέμπων.ἰᾶσαι πάντα βροτῶν ἀλγήματασαῖς θεραπείαις. δεῦρο, μάκαρ, Μνήμηςτελεσίφρονος υἱὲ μέγιστε. σῇ μορφῇ ἱλαρός τε φάνηθι ἱλαρός τʼ ἐπίτειλονἀνθρώπῳ ὁσίῳ μορφήν θʼ ἱλαρὰνἐπίτειλον ἐμοί, τῷ δεῖνα, ὄφρα σε μαντοσύναις, ταῖς σαῖς ἀρεταῖσι, λάβοιμι. δέομαι, κύριε· ἵλεώς μοι γενοῦ καὶ ἀψευδῶς μοι φανεὶς χρημάτισον.» δίωκε καὶ πρὸς ἀνατολὰς ἡλίου καὶ σελήνης. στήλη ἐν τοῖς χάρτεσι γραφομένη τοῦ ζῳδίου· «Υεσεννιγαδων Ὀρθὼ Βαυβὼ νοηρε κοδηρε σοιρε σοιρε σανκανθαρα Ἐρεσχιγὰλ σανκιστη δωδεκακιστη ἀκρουροβόρε κοδηρε Σημέα κεντευ κοντευ κεντευ κηριδευ δαρυγκω λυκυνξυντα καμπυχρη ϊρινωτον λουμανατα … ιον κομανδρον χρειβαχα νουβαχα νουμιλλον ερουφι τετρουφι λιβινου νουμιλλον χανδαρα τον φερφερευ δρουηρ μαρουηρ.» γʹ, εἶτα ὁ κοινὸς λόγος. ἐπάναγκος· «ουκρα νουκρα πετιρινοδε τμαισια, φοβερόμματε δρυσαλπιψ βλεμεννιθεν βανδυοδμα τριψαδα αριβα … τα κραταρνα.» εἶτα τὸ ἑκατογράμματον Ἑρμοῦ ὄνομα· … Ἄλλη· «ϊουκραιωνιου» — πρὸς τὸν λύχνον λεγομένη· — «ωχμαρμαχω τοννουραϊ χρημιλλον δερκυων νια Ἰάω σουμψηφισον σουμψηνις σιασιας Ἰάω, ὁ σείσας τὴν οἰκουμένην, εἴσελθε καὶ χρημάτισον περὶ τοῦ δεῖνα πράγματος, θοις κοτοθ φθουφνουν νουεβουη.»
Ἐπʼ ἰασπαχάτου λίθου γλύψον Σάραπιν προκαθήμενον ἔχοντα βασίλειον σκῆπτρον Αἰγύπτιον καὶ ἐπὶ τοῦ σκήπτρου ἶβιν, ὄπισθε τοῦ λίθου τὸ ὄνομα, καὶ κατακλείσας ἔχε. ἐπὶ μὲν τῆς χρείας κράτει τῇ ἀριστερᾷ σου τὸν δακτύλιον, τῇ δὲ δεξιᾷ σου κλάδον ἐλαίας καὶ δάφνης κατασείων τῷ λύχνῳ, ἅμα λέγων τὸν λόγον ζʹ καὶ εἴρας αὐτὸν εἰς τὸν ἰδαῖον τῆς ἀριστερᾶς σου χειρὸς δάκτυλον ἔσω βλέποντα καὶ οὕτως κολλήσας τὸν λίθον τῷ ἀριστερῷ σου ὠτίῳ κοιμῶ ἀναπόκριτος ἀπεχόμενος.
Ἄλλως. «ἐπικαλοῦμαί σε τὸν κτίσαντα γῆν καὶ ὀστᾶ καὶ πᾶσαν σάρκα καὶ πᾶν πνεῦμα καὶ τὸν στήσαντα τὴν θάλασσαν καὶ πασσαλεύσαντα τὸν οὐρανόν, ὁ χωρίσας τὸ φῶς ἀπὸ τοῦ σκότους, ὁ μέγας Νοῦς, ἔννομος τὸ πᾶν διοικῶν, αἰωνόφθαλμος, δαίμων δαιμόνων, θεὸς θεῶν, ὁ κύριος τῶν πνευμάτων, ὁ ἀπλάνητος Αἰὼν Ἰάω ουηι· εἰσάκουσόν μου τῆς φωνῆς. ἐπικαλοῦμαί σε, τὸν δυνάστην τῶν θεῶν, ὑψιβρεμέτα Ζεῦ, Ζεῦ τύραννε, Ἀδωναί, κύριε Ἰάω ουηε· ἐγώ εἰμι ὁ ἐπικαλούμενός σε Συριστὶ θεὸν μέγαν ζααλαηριφφου. καὶ σὺ μὴ παρακούσῃς τῆς φωνῆς.» Ἑβραϊστί· «αβλαναθαναλβα αβρασιλωα». «ἐγὼ γάρ εἰμι Σιλθαχωουχ Λαιλαμ βλασαλωθ Ἰάω ιεω νεβουθ σαβιοθ Ἀρβὼθ Ἀρβαθιάω, Ἰαὼθ Σαβαώθ, Πατουρη, Ζαγουρη, βαρουχ Ἀδωναΐ, Ἐλωαὶ Ἀβραάμ, βαρβαρυω ναυσιφ ὑψηλόφρονε, αἰωνόβιε, κόσμου τὸ διάδημα παντὸς κατέχων, σιεπη σακτιετη βιου βιου σφη σφη νουσι νουσι σιεθο σιεθο χθεθωνι ριγχ ωηα η ηωα αωη Ἰάω ασιαλ Σάραπι ολσω εθμουρησινι σεμ λαυ λου λουριγχ.» πέδας λύει, ἀμαυροῖ, ὀνειροπομπεῖ, χαριτήσιον. κοινά, ἐφʼ ὃ θέλεις.
«Ἥλιε βερβελωχ χθωθωμι αχ σανδουμ εχνιν Ζαγουήλ, ἔχε με συνιστάμενον.» κοινά, καὶ τότε ἐγχρίου, καὶ αὐτοπτήσεις.
… Γίνεται ἡ μὲν σύστασις αὐτοῦ πρὸς Ἥλιον βʹ, ἡ δὲ κλῆσις αὐτὴ λέγεται σελήνης πληθούσης. ἄμεινον δὲ ἐν τῇ ἀνατολῇ τῇ τοῦ ἡλίου τὴν σύστασιν ποιήσεις τῇ δʹ τῆς θεοῦ προσθέσεως ἐξ οἴκου ἐπιπέδου. λέγε οὖν πρὸς ἥλιον ἀνατέλλοντα τὴν ὑποκειμένην εὐχήν· «δάφνη, μαντοσύνης ἱερὸν φυτὸν Ἀπόλλωνος, —Φοῖβος στεφθείς τε κλάδοισι … κεφαλὴν κομόωσαν ἐθείραις —σκῆπτρον ἑαῖς παλάμαισι τινάσσων —ἐν κορυφῇσι πολυπτύχου, ὑψηλοῖο … ἑοῖς, θέσπιζε βροτοῖσιν … λόστονος αὐτὸς Ἀπόλλων … η παρθένε δεινή —ἱεμένῳ ἱεροῖσι πεδίλοις —δάφνης θαλλὸν ἐμαῖς μετὰ χερσὶν ἔχοντι —πέμψον μάντευμά τε σεμνόν —αι σαφηνέσι φοιβήσασα … ν τε καὶ ὣς τετελεσμένον ἔσται, … ἵνʼ ἔχων περὶ παντὸς ἐτάζω —δαμάσανδρα μ … ανδρα … φες … —πανυπέρτατʼ, ἐμοὶ ἐπάρηξον … ω … μα ϊεω επι Παιάν … ϊοευηϊη … η, πολυώνυμε, ϊοαυ … ακρακαναρβα, Φοῖβε, μαντοσύναισιν ἐπίρροθε, Φοῖβε Ἀπόλλον, Λητοΐδη ἑκάεργε, θεοπρόπε, δεῦρʼ ἄγε, δεῦρο, δεῦρʼ ἄγε, θεσπίζων, μαντεύεο νυκτὸς ἐν ὥρῃ.» εἶτα λέγε μελετῶν τοῦτο· «εη· ϊε ϊε ηϊ ϊω … ϊαωιη· ϊυη· ϊα ϊαω· ϊαω η.....ουω.» εἶτα πρὸς κατάδυσιν ἡλίου ἐξαιτοῦ πάλιν· «κλῦθί μευ, ἀργυρότοξε, ὃς Χρύσην ἀμφιβέβηκας Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις», χρυσοφαῆ, λαῖλαψ καὶ Πυθολέτα μεσεγκριφι, Λατῶε σιαωθʼ Σαβαώθ, Μελιοῦχε, τύραννε, πευχρη, νυκτερόφοιτε σεσεγγενβαρφαραγης καὶ αρβεθʼ, ωπολλορφε, φιλαίματε, Ἀρβαθιαω, «Σμινθεῦ, εἴ ποτέ τοι χαρίεντʼ ἐπὶ βωμὸν ἔρεψα, ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρίʼ ἔκηα ταύρων ἠδʼ αἰγῶν, τόδε μοι κρήηνον ἐέλδωρ.» ὁμοίως καὶ πρὸς Σελήνην ἐστὶν αὐτοῦ σύστασις ἥδε· «δάφνη, μαντοσύνης ἱερὸν φυτὸν Ἀπόλλωνος, Δάφνη παρθενική, Δάφνη, Φοίβοιο ἑταίρη, Σαβαώθ, ϊαωαωο ϊαγχωθιπυλα μουσιάρχα οτονυπον, δεῦρό μοι, ἔρχεο θᾷσσον, ἔπειγέ μοι ἀείσασθαι “θεσμοὺς θεσπεσίους, νυκτὶ δʼ ἐνὶ δνοφερῇ” ρησαβααν· ααν … ανα· αανανααναναλααα· ααα· ααα.» ἔστι δέ τοι τῷ Δηλίῳ, τῷ Νομίῳ, τῷ τῆς Λητοῦς καὶ Διός, χρησμῷ δεῖν πειστικὰ διὰ νυκτὸς ἀληθῆ διηγουμένῳ διὰ μαντικῆς ὀνειράτων.
Ὁμηρομαντεῖον·ααα ἀλλʼ ἕνεκ οὐλομένης γαστρὸς κακὰ κήδεʼ ἔχουσιν ααβ οὔτʼ εὐνὰς βαλέειν οὔτε πρυμνήσια λῦσαι ααγ ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι ὕδωρ ααδ … υσον … υμει … ααε ἔστη σκῆπτρον ἔχων· τὸ μὲν Ἥφαιστος κάμε τεύχων ααϛ … αβα ἂψ ἐθέλω ἀρέσαι δόμεναί τʼ ἀπερείσιʼ ἄποιμνα αββ ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί αβγ … αβδ … αβε κείσθω ἐνὶ μεγάρῳ· σὺ δέ μοι χαίρων ἀφίκοιο αβϛ … ωκε τον αγα … φ αγβ αγγ ἀλλʼ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ αγδ καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη αγε τῷ κέ τοι ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας αγϛ ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει, γύναι· ἀλλὰ μάλʼ αἰνῶς αδα … ενω σʼ ἔτι θυμὸν ι … αδβ ἔσθλʼ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον αδγ οὔτοι ἀπόβλητʼ ἐστὶ θεῶν ἐρυκυδέα δῶρα αδδ … αιν … αδε αδϛ ἔσται ταῦτα, Σκάμανδρε διοτρεφές, ὡς σὺ κελεύεις αεα δυσμενέσσιν μὲν χάρμα, κατηφείην δέ σοι αὐτῷ; αεβ τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς αεγ οὐδέν σοι γʼ ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς αεδ τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθʼ ἕποιτο αεε οὐκ ἀγαθὸν πολυκοιρανίη· εἶς κοίρανος ἔστω αεϛ εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή αϛα ἠράμεθα μέγα κῦδος· ἐπέφνομεν Ἕκτορα δῖον αϛβ τίς κεν ἐμοὶ τόδε ἔργον ὑποσχόμενος τελέσειεν αϛγ οὐδʼ εἴ μοι τόσα δοίη, ὅσα ψάμαθός τε κόνις τε αϛδ … αὐτός τε αϛε αϛϛ ινη βαα οὐ γάρ τις νήσων ἱππήλατος, οὔτʼ ἐυλείμων βαβ ὑμετέρων τὸ πρόσθεν ἀκούετε παῖδες ἐόντες βαγ ιν μʼ ἐρυς βαδ βαε βαϛ ἐχθρὰ δέ μοι τοῦ δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ ββα μοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσιν βββ ββγ ββδ … τουσ … ββε ὧς οἱ μὲν περὶ κεῖνον ὁμίλεον ἀγχίμολον δέ ββϛ ψεύδεά τʼ ἀρτύνοντας, ὅθεν κέ τις οὐδὲ ἴδοιτο βγα ἄλκιμος ἔσσʼ ἵνα τις σε καὶ ὀψιγόνων ἔυ εἴπῃ βγβ στήλῃ κεκλιμενός ἀνδροκμήτῳ ἐπὶ τύμβῳ βγγ ἔρχεο· πάρ τοι ὁδός, νῆες δέ τοι ἄγχι θαλάσσης βγδ ψευστήσεις, οὐδʼ αὖτε τέλος μύθῳ ἐπιθήσεις βγε μήτηρ δʼ αὖ δʼ ἑτέρωθεν ὀδύρετο δάκρυ χέουσα βγϛ οὐδʼ εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων βδα ὦς φάτο, καὶ Παιήονʼ ἀνώγειν ἰήσασθαι βδβ ταῦτά τοι, ὧ δύστηνε, τελευτήσω τε καὶ ἔρξω βδγ πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδʼ ἀτέλεστον βδδ ὄψιμον ὀψιτέλεστον ὅου κλέος οὔποτʼ ὀλεῖται βδε πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο βδϛ ἐλθεῖν, ὄφρʼ ἔνθεν θυμοφθόρα φάρμακʼ ἐνείκῃ βεα ἆνερ, ἀπʼ αἰῶνος νέος ὤλεο, κὰδ δέ με χήρην βεβ ἦε πᾶν δὴ κρανέω τε καὶ ὦς τετελεσμένον ἔσται βεγ μή μοι οἶνον ἄειρε μελίφρονα, πότνια μήτηρ βεδ ιθ βεε βεϛ μὴ παῖδʼ ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα
βϛα ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν βϛβ οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα βϛγ δαιμόνιʼ, οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο θυμῷ βϛδ τίς δʼ οἶδʼ εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθών βϛε ἄξομαι ἀμφοτέροις· ἀλόχους καὶ κτήματʼ ὀπάσσω βϛϛ τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον γαα οὐ γάρ τις νέμεσις φυγέειν κακὸν οὐδʼ ἀνὰ νύκτα γαβ παντοίης ἀρετῆς μιμνήσκεο· νῦν σε μάλα χρή γαγ χήρην δʼ ἐν μεγάροισι πάις δέ τις νήπιος αὔτως γαδ ἀλλὰ σὺ μὲν μή πως καταδύσεο μῶλον Ἄρηος γαε αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσι γαϛ … γβα … γββ οὐκ ἔσθʼ οὖτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται γβγ ναὶ δὴ ταῦτά γε, τέκνον, ἐτήτυμον· οὐ κακόν ἐστι γβδ οὔ οἱ νῦν ἔτι γʼ ἔστι πεφυγμένον ἄμμι γενέσθαι γβε χαλκοῦ τε χρυσοῦ τʼ ἀπολύσομεθʼ, ἔστι γὰρ ἔνδον γβϛ πῖνέ τε, μηδʼ ἐρίδαινε μετʼ ἀνδράσι κουροτέροισιν γγα πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ γγβ αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη γγγ οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει γγδ ἀλλʼ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ γγε νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδʼ ἀπολέσθαι γγϛ μηδʼ ὄφελες λίσσεσθε ἀμύμονα Πηλεΐωνα γδα οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους γδβ ἔρξον, ὅπῃ δή τοι νόος ἔπλετο μηδέ τʼ ἐρώει γδγ ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι γδδ βάλλʼ οὕτως, αἴ κέν τι φόως Δαναοῖσι γένηαι γδε ὡς οὐκ ἔσθʼ, ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι γδϛ οὐ μέν με κτενέεις, ἐπεὶ οὔτοι μόρσιμός εἰμι γεα ἐνθάδε κʼ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις γεβ εἶκε γέρον προθύρου, μὴ δὴ τάχα καὶ ποδὸς ἕλκῃ γεγ βέλτερον, ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ γεδ μηδέ τω ἐκφάσθαι μήτʼ ἀνδρῶν μήτε γυναικῶν γεε πυρῶν ἢ κριθῶν τὰ δὲ δράγματα ταρφέα πίπτει γεϛ ὁπποῖόν κʼ εἴπῃσθα ἔπος, τοῖόν κʼ ἐπακούσαις γϛα οὐκ εἴασχʼ Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ γϛβ ἦ τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν γϛγ αὐτὰρ ἔγωγε μὲν οὔ ποτʼ ἀπίστεον. ἀλλʼ ἐνὶ θυμῷ γϛδ Εὐρύμαχʼ, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός γϛε ἆ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδʼ ἡβαιαί γϛϛ τῷ δʼ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δʼ ἀνένευσε δαα ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σαυτῆς ἔργα κόμιζε δαβ τῷ νῦν μηδὲ σὺ ταῦτα τεῇ εἴπῃσθα γυναικί δαγ λάινον ἕσσο χιτῶνα κακῶν ἕνεχʼ, ὅσσα ἔοργας δαδ ἠρῶ ἀθανάτοισι γενειήσοντα ἰδέσθαι δαε εὔχεο δʼ Ἀπόλλωνι λυκηγενέϊ κλυτοτόξῳ δαϛ οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν δβα ἀλλʼ ἦτοι μὲν ταῦτα ἐπείξομεν ἀλλήλοισιν δββ ἐν δʼ Ἔρις, ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δʼ ὀλοὴ Κήρ δβγ εσοθ ιωντο δβδ ἀλλʼ ὄρσευ πολεμόνδʼ οἶος πάρος εὔχεαι εἶναι δβε ουδε … αρι … ον οπ ς δβϛ νηπύτιε, τί νυ τόξον ἔχεις ἀνεμώλιον αὔτως δγα καὶ γάρ τʼ ἠύκομος Νιόβη ἐμνήσατο σίτου δγβ χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες δγγ οὔτοι ἔπειθʼ ἁλίη ὁδὸς ἔσσεται οὐδʼ ἀτέλεστος δγδ εἷς οἰωνὸς ἄριστος, ἀμύνασθαι περὶ πάτρης δγε τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας δγϛ πᾶσι δέ κεν Τρώεσσι χάριν καὶ κῦδος ἄροιο δδα νῆα κατισχέμεναι, ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν δδβ οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι δδγ αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ δδδ καί οἱ σημαίνειν· ὁ δὲ πείσεται εἰς ἀγαθόν περ δδε εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ δδϛ νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηήσασθαι δεα ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ καὶ κεκρυμμένον εἶναι δεβ Ζεὺς δʼ ἐπὶ γεινομένοισιν ἵει κακότητα βαρεῖαν δεγ οἴῳ πεπνῦσθαι, τοὶ δὲ σκιαὶ ἀίσσουσιν δεδ εἴξας ᾦ θυμῷ· τῷ δʼ οὐκέτι δῶρα τέλεσσαν δεε χαίρω σεῦ, Λαερτιάδη, τὸν μῦθον ἀκούσας δεϛ Ζεὺς δʼ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε δϛα δεινὸς ἀνήρ· τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο δϛβ πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν δϛγ τέτλαθι δή, κραδίη, καὶ κύντερον ἄλλο ποτʼ ἔτλης δϛδ δαιμόνιʼ, ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε δϛε μηνιθμὸν μὲν ἀπορρῖψαι, φιλότητα δʼ ἑλέσθαι δϛϛ ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι εαα τῆ τότε δὴ κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι εαβ οὐχʼ ὁσίη κταμένοισιν ἐπʼ ἀνδράσιν εὐχεταᾶσθαι εαγ νύκτα διʼ ἀμβροσίην ὅτε θʼ εὕδουσιν βροτοὶ ἄλλοι εαδ πῶς ἂν ἔπειθʼ Ὀδυσσῆος ἐγὼ θείοιο λαθοίμην εαε ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή εαϛ ὧς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός εβα μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν εββ ἄνδρʼ ἐπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ εβγ οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παμπάζουσιν εβδ ἔνδον μὲν δὴ ὅδʼ αὐτὸς ἐγώ· καὶ πολλὰ μογήσας εβε μηδʼ οὕτως ἀγόρευε· πάρος δʼ οὐκ ἔσσεται ἄλλως εβϛ μιμνέτω αὐτόθι τεῖός περ ἐπειγόμενός περ Ἄρηος εγα μηδʼ ἐπαγαλλόμενος πολέμῳ καὶ δηιοτῆτι εγβ μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι εγγ χείλεα μέν τʼ ἐδίην· ὑπερῴην δʼ οὐκ ἐδίηνεν εγδ θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων εγε τοῦτον δʼ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα εγϛ τέττα, σιωπῇ ἧσο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ εδα οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν εδβ κλήϊσσαν μεγάροιο θύρας πυκινῶς ἀραρυίας εδγ ἆ δεῖλʼ, οὐδέ τι τοι θάνατος καταθύμιός ἐστιν εδδ ἦλθʼ Ὀδυσσεὺς καὶ οἶκον ἱκάνεται ὀψέ περ ἐλθών εδε ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτισεν εδϛ ἐν δʼ ἔρις, ἐν δʼ ἀλκή, ἐν δὲ κρυόεσσα ἰωκή εεα λοιμῷ δʼ ὀίκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν εεβ κείσομʼ, ἐπεί κε θάνω· νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην εεγ ἀλλʼ ὄρσευ πολεμόνδʼ, οἶος πάρος εὔχεαι εἶναι εεδ οὔ τί σε λωβεύω, τέκνον φίλον, οὐδʼ ἀπαφίσκω εεε Ἀλκμήνης δʼ ἀνέπαυσε τόκον, σχέθε δʼ εἰλειθυΐης εεϛ ἀλλʼ ἴθι, ταῦτα δʼ ὄπισθεν ἀρεσσόμεθʼ, εἴ τι κακὸν νῦν εϛα πῇ μέματον; τί σφῶιν ἐνὶ φρεσὶ μαίνεται ἦτορ εϛβ μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω εϛγ ἀλλʼ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν εϛδ μὴ δʼ οὕτως ἀγόρευε· πάρος δʼ οὐκ ἔσσεται ἄλλως εϛε ὦς ἔφατʼ, οὐδὲ Διὸς πεῖθεν φρένα ταῦτʼ ἀγορεύων εϛϛ ἀλλʼ Ὀδυσσεὺς ἀνένευε· καὶ ἔσχεθεν ἱέμενόν περ ϛαα πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος ϛαβ νυμφίον ἐν μεγάρῳ μίαν οἴην παῖδα λιπόντα ϛαγ ἀχλὺν δʼ αὖ τοι ἀπʼ ὀφθαλμῶν ἕλον, ἢ πρὶν ἐπῆεν ϛαδ τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον ϛαε γινώσκω δʼ ὡς σφῶιν ἐελδομένοισιν ἱκάνω ϛαϛ ἕσσω μὲν χλαῖνά τε χιτῶνά τε εἵματα καλά ϛβα ἁψαμένη βρόγχον αἰπὺν ἀφʼ ὑψηλοῖο μελάθρου ϛββ ἡμετέρης ἀρετῆς μεμνημένος οἷα καὶ ἡμεῖς ϛβγ λαῖτμα μέγʼ ἐκπερῶσιν, ἐπεί σφισι δῶκʼ ἐνοσίχθων ϛβδ ἀλλὰ πρόσω φέρε τόξα· τάχʼ οὐκ ἐὺ πᾶσι πιθήσεις ϛβε ἀλλʼ ὄρσευ πολεμόνδε καὶ ἄλλους ὄρνυε λαούς ϛβϛ οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα ϛγα ἂψ ἐθέλω ἀρέσαι δόμεναί τʼ ἀπερείσιʼ ἄποινα ϛγβ ὀμνυέτω δέ τοι ὅρκον, ἐν Ἀργείοισιν ἀναστάς ϛγγ ἐγγὺς ἀνήρ, οὐ δηθὰ ματεύσομεν, αἴ κʼ ἐθέλητε ϛγδ οὐδὲ μάλʼ ἐξαπίνης καί τις θεὸς αὐτὸς ἐνείκαι ϛγε ἤτοι ταῦτά γʼ ἑτοῖμα τετεύχαται οὐδέ κεν ἄλλως ϛγϛ ἀλλʼ ἐφομαρτεῖτε· πλεόνων δέ τοι ἔργον ἄμεινον ϛδα ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί ϛδβ θάρσει, μηδέ τί τοι θάνατος καταθύμιος ἔστω ϛδγ ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ ϛδδ ἀλλʼ ἴθι σιγῇ τοῖον, ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω ϛδε οὔατʼ ἀκουέμεν ἔστι, νόος δʼ ἀπόλωλε καὶ αἰδώς ϛδϛ γηράς· ἀλλʼ οὐχʼ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα ϛεα οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἧμαρ ἰδέσθαι ϛεβ τὸν μὲν ἄκουρον ἐόντα βάλʼ ἀργυρότοξος Ἀπόλλων ϛεγ ἐλπωρή τοι ἔπειτα φίλους δʼ ἰδέειν καὶ ἱκέσθαι ϛεδ σφῶιν δʼ, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω ϛεε ὦδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται ϛεϛ πέμψω δʼ, ὅππῃ μιν κραδίη θυμός τε κελεύει ϛϛα πλαγκτέ; τάχʼ αὖ δὲ κύνες ταχέες κατέδονται ϛϛβ γνοίης χʼ, οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται ϛϛγ οὔ τί σε τῶδʼ ἄξεσθαι ὀΐομαι οὐδὲ ἔοικε ϛϛδ ἐνθάδʼ ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα ϛϛε κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ νυ πώ μοι ϛϛϛ μὴ δή μοι φύξιν γε, Δόλων, ἐμβάλεο θυμῷ
τέλος ἔχει τῶν ἐπῶν Ὁμηρομαντείου ἐπʼ ἀγαθῷ. Κόριας ἐν οἰκίᾳ μὴ εἶναι· χολὴν αἴγειαν μετὰ ὕδατος μεταμείξας σκόρπισον. Ψύλλους ἐν οἰκίᾳ μὴ εἶναι· ῥοδοδάφνην μετʼ ἅλμης βρέξας καὶ τρίψας ῥᾶνον. Ἡμερομαντίαι καὶ ὧραι. αʹ ἕωθεν ιγʹ διʼ ὅλης ἡμέρας κδʹ ἕωθεν βʹ μεσημβρίας ιδʹ ἕωθεν κεʹ μὴ χρῶ γʹ μὴ χρῶ ιεʹ διʼ ὅλης ἡμέρας κϛʹ δείλης δʹ ἕωθεν ιϛʹ μὴ χρῶ κζʹ διʼ ὅλης ἡμέρας εʹ ἕωθεν ιζʹ μὴ χρῶ κηʹ διʼ ὅλης ἡμέρας ϛʹ μὴ χρῶ ιηʹ ἕωθεν καὶ δείλης κθʹ διʼ ὅλης ἡμέρας ζʹ μεσημβρίας ιθʹ ἕωθεν λʹ δείλης ηʹ διʼ ὅλης ἡμέρας κʹ ἕωθεν θʹ μὴ χρῶ καʹ δείλης ιʹ διʼ ὅλης ἡμέρας κβʹ δείλης ιαʹ δείλης κγʹ ἕωθεν ιβʹ διʼ ὅλης ἡμέρας Δημοκρίτου παίγνια· Τὰ χαλκᾶ χρυσᾶ ποιῆσαι φαίνεσθαι· θεῖον ἄπυρον μετὰ γῆς κρητηρίας μείξας ἔκμασσε. Ὠὸν ὅμοιον μήλων γενέσθαι· ζέσας τὸ ὠὸν χρεῖε κρόκῳ μείξας μετʼ οἴνου. Μάγειρον μὴ δύνασθαι τὴν πυρὰν ἀνάψαι· βοτάνην ἀείζωον θὲς αὐτοῦ εἰς τὴν ἑστίαν. Φαγόντα σκόρδον μὴ ὄζειν· ῥίζας σεύτλου ὀπτήσας φάγε. Γραῦν μήτε πολλὰ λαλεῖν μήτε πολλὰ πίνειν· πίτυν κόψας βάλε αὐτῆς εἰς τὸ κράμμα. Μονομάχας ἐζωγραφημένους μάχεσθαι· ὑποκάτω αὐτῶν κάπνισον λαγοῦ κεφαλήν. Ψυχρὰ τρώγοντα κατακαίεσθαι· σκίλλαν εἰς ὕδωρ χλιαρὸν βρέξας δὸς αὐτῷ νίψασθαι. λύσις ἐλαίῳ. Τοὺς μεμειγμένους μόγις εὖ ποιεῖν· κόμι μετὰ οἴνου καὶ μέλιτος δὸς εἰς τὴν ὄψιν μυρίσασθαι. Πολλὰ πίνοντα καὶ μὴ μεθύειν· χοιραῖον πνεύμονα ὀπτήσας φάγε. Ὁδοιποροῦντα μὴ διψᾶν· ὠὸν εἰς οἶνον ἀνακόψας ῥόφα. Πολλὰ βινεῖν δύνασθαι· στροβίλια πεντήκοντα μετὰ δύο κυάθων γλυκέος καὶ κόκκους πεπέρεως τρίψας πίε. Στύειν, ὅτε θέλεις· πέπερι μετὰ μέλιτος τρίψας χρῖέ σου τὸ πρᾶγμα.
Χαριτήσιον καὶ νικητικόν· λαβὼν καλαβοῦτιν ἰχωροφαγόντα, ἐν τοῖς μνημείοις εὑρισκόμενον, ἄρας αὐτοῦ τὴν δεξιὰν χεῖραν ἐν καλάμῳ κόψας ἔασον αὐτὸν εἰς τὸν ἴδιον τόπον αὐτοῦ ἀπελθεῖν ζῶντα καὶ ἀσφαλίσας τὴν χεῖραν τοῦ ζῴου φόρει εἰς τὸ ὑποκάλυμμα τῶν ἱματίων σου.
Φιλτοκατάδεσμος αἰώνιος· χολῆς κάπρου, ἁλὸς ἀμμωνιακοῦ, μέλιτος Ἀττικοῦ ὁμοῦ τρίψον καὶ χρῖσόν σου τὴν βάλανον.
Πρὸς σκορπίου πληγήν· ἐν χάρτῃ καθαρῷ τοὺς χαρακτῆρας ἐπίγραψον, ἐπίθες ἐν τῷ τόπῳ, ἐν ᾧ ἡ πληγή, καὶ ἐπίδησον τὸν χάρτην, καὶ ἔσται ἄπονος πάραυτα. ἔστι δὲ οἱ χαρακτῆρες· … γίνονται χαρακτῆρες ιαʹ.
Πρὸς ῥεῦμα ὀφθαλμῶν· ἐπίγραφε εἰς χάρτην καὶ περίαπτε· «ρουραρβισαρουρββαριασφρην».
Πρὸς ἡμικράνιον· λαβὼν ἔλαιον εἰς τὰς χεῖράς σου εἰπὲ λόγον· «ὁ Ζεὺς ἔσπειρεν λίθον ῥαγός· σχίζει τὴν γῆν. οὐ σπείρει· οὐκ ἀναβαίνει.» Ἄλλο· εἰς δέρμα κόκκινον ἐπίγραψον τάδε· «Ἀβρασάξ … « καὶ τὰ κοινά. ἐμπλάσας ἐπίθες τῷ κροτάφῳ.
Πρὸς βῆκα· ἐπὶ δέρμα ὑαίνης ἐπίγραψον μέλανι· «θαψατε σθραιτω — ὡς εὗρον ἐν ἄλλῳ· “τευθραιω θραιτευ θραιτω θαβαρβαωρι ⊗ λικραλιρητα” — ἀπάλλαξον τὸν δεῖνα ἀπὸ τῆς συνεχούσης αὐτὸν βηκός.»
Ἄλλο· εἰς δέρμα ὑαίνης ἐπίγραψον τοὺς χαρακτῆρας· ΤΚΛ Γυ … ⊗ΑΚΨΑ ΤΘΥΤΕΘΡΩΙ, περίαψον εἰς τὸν τράχηλον καὶ ἄβροχον φορείτω.
Πρὸς μασθῶν σκληρίαν· λαβὼν βύσσινον ῥάκος ἐπίγραψον μέλανι· ⊗ΕΡΤ⊗ΑΡ⊗ … . Πρὸς βουβῶνα· λαβὼν σπάρτον ἀπὸ βαλαντίου κατὰ ἅμμα λέγε ἅπαξ· «Κάστωρ», δίς· «θαβ».
Πρὸς ῥιγοπυρέτιον· λαβὼν ἔλαιον εἰς τὰς χεῖράς σου λέγε ζʹ «Σαβαώθ», δὶς κοινά, καὶ ἄλειφε ἀπὸ τοῦ ἱεροοστέου μέχρι τῶν ποδῶν.
Πρὸς καθημερινόν, νυκτερινόν· εἰς φύλλον ἐλαίας εἰς τὸ λευκὸν ἐπίγραψον ☉, εἰς τὸ μέλαν ἐπίγραψον ☾ καὶ περίαπτε.
Ἀφροδίτης στήλη, πρὸς φιλίαν καὶ χάριν καὶ πρᾶξιν καὶ φίλους· λαβὼν πέταλον κασσιτερινὸν χάραξον χαλκῷ γραφείῳ, καὶ φορουμένη καθαῥῶς ἔστω
Φυλακτήριον πρὸς ῥιγοπυρέτιον καθημερινόν· γράψον εἰς χάρτην καθαρὸν καὶ περίαψον·
Ἰάω Σαβαὼθ Ἀδωναὶ ἀκραμμαχαμμαρει — καθυφαιρῶν — αω Σαβαὼθ Ἀδωναὶ ἀκραμμαχαμμαρει ω Σαβαὼθ Ἀδωναὶ ἀκραμμαχαμμαρει Ἀβρασάξ.
Ὀνειραιτητὸν Βησᾶς. λαβὼν μίλτον καὶ αἷμα περιστερᾶς λευκῆς, ὅμοιον καὶ κορώνης καὶ γάλα συκαμίνου καὶ χυλὸν ἀρτεμισίας μονοκλώνου καὶ κιννάβαρι καὶ ὕδωρ ὄμβριμον καὶ πάντα λειώσας ἀπόθου καὶ ἐν αὐτῷ γράφε μετὰ μέλανος γραφικοῦ καὶ δίωκε τὸν λόγον ὀψὲ πρὸς τὸν λύχνον καὶ λαβὼν μέλαν Ἰσιακὸν περίβαλε τὴν χεῖράν σου, καὶ σχεδόν σου ἐγρηγοροῦντος ἥξει ὁ θεὸς καὶ λέξει σοι καὶ οὐκ ἀποχωρήσει, εἰ μὴ ἐξαλείψῃς τὴν χεῖράν σου νάρδῳ ἢ ῥοδίνῳ καὶ ἐμμάξῃς τὴν ζωγραφίαν τῷ Ἰσιακῷ μέλανι. τὸ δὲ ῥάκος περίθου περὶ τὸν τράχηλον, ἵνα μή σε πλήξῃ. λόγος ὁ λεγόμενος ἐπὶ τὸν λύχνον· «Ἐπικαλοῦμαί σε τὸν ἀκέφαλον θεόν, τὸν ἐπὶ τοῖς ποσὶν ἔχοντα τὴν ὅρασιν· ὁ ἀστράπτων, ὁ βροντάζων, σὺ εἶ, οὗ τὸ στόμα διὰ παντὸς προσχέεται, σὺ εἶ ὁ ἐπὶ τῆς Ἀνάγκης Αρβαθιαω, σὺ εἶ ὁ ἐπὶ σορῷ κατακείμενος καὶ πρὸς κεφαλῆς ἔχων ὑπαγκώνιον ῥητίνης καὶ ἀσφάλτου, ὃν λέγουσιν Ἀνούθ. ἀνάστα, δαίμων· οὐκ εἶ δαίμων, ἀλλὰ τὸ αἷμα τῶν βʹ ἱεράκων τῶν πρὸς κεφαλῆς τοῦ Οὐρανοῦ λαλούντων καὶ ἀγρυπνούντων. ἔγειρόν σου τὴν νυκτερινὴν μορφήν, ἐν ᾗ πάντα ἀναγορεύεις. ὁρκίζω σέ, δαίμων, κατὰ τῶν βʹ ὀνομάτων σου Ἀνούθ, Ἀνούθ: σὺ εἶ ὁ ἀκέφαλος θεός, ὁ ἐν τοῖς ποσὶν ἔχων κεφαλὴν καὶ τὴν ὅρασιν, Βησᾶς ἀμβλυωπός. οὐκ ἀγνοοῦμεν· σὺ εἶ, οὗ τὸ στόμα διὰ παντὸς καίεται· ὁρκίζω σὲ κατὰ τῶν βʹ ὀνομάτων σου Ἀνούθ: Ἀνούθ: μ … ορα φησαρα η … ἐλθέ, κύριε, χρημάτισόν μοι περὶ τοῦ δεῖνα πράγματος ἀψεύστως, ἀσκανδαλίστως, ἤδη, ἤδη, ταχύ, ταχύ.» τὸ δὲ ζῴδιον γέγραπται ἐν τῇ ἀρχῇ τῆς βίβλου.
Ὀνειραιτητόν, ὃ ἀεὶ κέχρηται. λόγος ὁ λεγόμενος πρὸς τὸν καθημερινὸν λύχνον· «ναιενχρη, ναιενχρη, μήτηρ πυρὸς καὶ ὕδατος· σὺ εἶ ὁ προανατέλλων Ἁρχεντεχθα· χρημάτισόν μοι περὶ τοῦ δεῖνα πράγματος. ἐὰν ναί, δεῖξόν μοι φυτὸν καὶ ὕδωρ, εἰ δὲ μήγε, πῦρ καὶ σίδηρον, ἤδη ἤδη, ταχὺ ταχύ.»
Ἄλλο πρὸς τὸν αὐτὸν λύχνον· «κύριε, ὑγίαινε, λύχνε, ὁ παρεμφαίνων τῷ Ὀσίριδι καὶ παρεμφαίνων τῷ Ὀσιρχεντεχθα καὶ τῷ κυρίῳ μου, τῷ ἀρχαγγέλῳ Μιχαήλ. εἰ συμφέρει μοι τοῦτο ποιῆσαι, δεῖξόν μοι φυτὸν καὶ ὕδωρ, εἰ δὲ μήγε, πῦρ καὶ σίδηρον, ἤδη, ἤδη, ταχὺ ταχύ.»
Πρὸς μήτρας ἀναδρομήν· «ἐξορκίζω σε, μήτραν κατὰ τοῦ κατασταθέντος ἐπὶ τῆς ἀβύσσου πρὶν γενέσθαι οὐρανὸν ἢ γῆν ἢ θάλασσαν ἢ φῶς ἢ σκότος, τὸν κτίσαντα ἀγγέλους, ὧν πρῶτος Ἀμιχαμχου καὶ χουχαω χηρωει ουειαχω οδου προσειογγης, καὶ ἐπὶ χερουβὶν καθήμενον, βαστάζοντα τὸν θρόνον τὸν ἴδιον· ἀποκατασταθῆναι ἐν τῇ ἕδρᾳ μηδὲ κλιθῆναι εἰς τὸ δεξιὸν πλευρῶν μέρος μηδὲ εἰς τὸ ἀριστερὸν πλευρῶν μέρος μηδὲ ἀποδήξῃς εἰς τὴν καρδίαν ὡς κύων, ἀλλὰ στάθητι καὶ μένοις ἐν χώροις ἰδίοις, μηδὲν μεμασημένη, ἔστε ἐξορκίζω σε τὸν ἀρχῇ ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτῇ. ἁλληλουια, ἀμήν.» γράφε ἐν λεπίδι κασσιτερίνῃ καὶ ἔνδυνε ἐν χρώμασι ζʹ. θωθ· αʹ, δʹ, ιβʹ, ιγʹ, κβʹ. Φαωφι· βʹ, δʹ, ιʹ, ιθʹ, κʹ. Ἀθυρ· ζʹ, ηʹ, θʹ, ιζʹ, ιηʹ, κγʹ, κζʹ. Χοιακ· εʹ, ϛʹ, ιγʹ, ιεʹ, ιϛʹ, κδʹ, κεʹ. Τυβι· γʹ, δʹ, ιβʹ, κδʹ, κϛʹ. Μεχειρ· αʹ, βʹ, τʹ, ιδʹ, ιθʹ. Φαμενωθ· ζʹ, ηʹ, θʹ. Φαρμουθι· εʹ, ϛʹ, ιδʹ, ιεʹ, κʹ. Παχων· γʹ, δʹ, ιβʹ, ιγʹ, καʹ, κϛʹ, κηʹ. Παϋνι· αʹ, βʹ, ιʹ, ιαʹ, ιεʹ, κʹ. Ἐπειφ· ζʹ, ηʹ, θʹ, ιδʹ, ιηʹ, ιθʹ, κβʹ. Μεσορη· ιʹ, ιδʹ, κʹ, κγʹ, κδʹ, κεʹ.
Κύκλος σελήνης· σελήνη ἐν παρθένῳ· πανάλωτον πεποιημένον. ζυγῷ· νεκυομαντεία. σκορπίῳ· πανκακώσιμον· τοξότῃ· πρὸς ἥλιον καὶ σελήνην ἐπίκλησιν ἤτοι ἐπιλαλήματα. αἰγοκέρῳ· ὅσα θέλεις, λέγεις ἐπὶ κάλλιστον. ὑδρηχόῳ· εἰς φίλτρον. ἰχθῦς· εἰς πρόγνωσιν. κριῷ· ἔμπυρον ἤτοι ἀγώγιμον. ταύρῳ· εἰς λύχνον ἐπιλάλημα. δίδυμοι· χαριτήσιον. καρκίνῳ· φυλακτήρια. λέων· κίρκα ἤτοι καταδέσματα. «Σαχμουοζοζο, ὁ βροντῶν, ὁ σείων τὸν οὐρανὸν καὶ τὴν γῆν, ὁ καταπεπωκὼς τὸν ὄφιν καὶ καθʼ ὥραν ἐξαίρων τὸν κύκλον τοῦ ἡλίου καὶ τὴν σελήνην ἐμπεριλαμβάνων Χωνσου οχχα ενσου ο βιβεροησος.» γράφε εἰς τὴν εὐώνυμόν σου χεῖρα διὰ ζμυρνομέλανος ἀκόλουθα τοῦ ἴβεως.
Ἀγώγιμον αὔθωρον· λαβὼν ὄστρακον θαλάσσιον γράφε τὰ ἅγια ὀνόματα διὰ αἵματος ὀνίου μελάνου. λόγος· «ἐξορκίζω σε, ὄστρακε, κατὰ τῆς πικρᾶς Ἀνάγκης — μασκελλι—λόγος — καὶ κατὰ τῶν ἐπὶ τῶν Τιμωριῶν τεταγμένων λακι λακιω λακιμου μουκιλα κιλαμου ιωρ μουωρ μουδρα μαξθα μουσαθα· ἄξον τὴν δεῖνα τῆς δεῖνα—κοινόν, ὅτι θέλεις—μὴ παραμείνατε, ἀλλʼ ἄξον αὐτὴν ουχ ουχ χαυνα μουχλιμαλχα μαντωρ μουρκανα μουλιθα· μαλθαλι μουι ηιηι υυυ αη αιη υοω αηι αηι αηι αωα αωα αωα ιαω ωαι ωαι αιω ωια ιωα ιαω ωαι, ἄξον τὴν δεῖνα» — κοινά. σελήνης αὐξανομένης ἐν κριῷ ἢ ταύρῳ.
Φυλακτήριον· «Ἰάω Σαβαώθ, Ἀδωνάι αβλαναθαναλβα ακραμμαχαμαρει σεσενγεν βαρφαρανγης πεφραζαωθʼ ζωθ μενε Βαινχωωωχ: φυλάξατε τὸν δεῖνα, ὃν δεῖνα, ἀπὸ πάσης ἐπηρείας ὀνείρου τε φρικτοῦ καὶ πάντων ἀερίων, διὰ τὸ μέγα, ἔνδοξον ὄνομα· Ἀβραὰμ εμεινα αεουβαωθ: βαιθω βεσια Ἰαβαώθ αγραμα κραμαρι ψινωθ: βερ ωων ἰασωπ β … πνουτε». ὄνομα καὶ κοινά, ὅσα θέλεις.
Ἄλλο φυλακτήριον, πρὸς σελήνην· «Αχθιωφιφ Ἐρεσχιγάλ· νεβουγοσουαληθ: σαθωθ: Σαβαώθ, σαβρωθ». κοινά, ὅσα θέλεις.
Αὔτοπτος· λαβὼν ἀγγεῖον χαλκοῦν καὶ βαλὼν εἰς αὐτὸ ὕδωρ ὄμβριμον ἐπίθυε λίβανον ἀρσενικόν. λόγος· «ἠρεμείτω γαῖα, καὶ ἀὴρ ἠρεμείτω, καὶ θάλασσα ἠρεμείτω· ἠρεμείτωσαν καὶ οἱ ἄνεμοι, καὶ μή μου ἐμποδίζεσθε εἰς τὴν μαντείαν μου ταύτην, μὴ φωνή, μὴ ὀλολυγμός, μὴ συριγμός. ἐγὼ γάρ εἰμι προφήτης καὶ μέλλοντος φωνεῖν δεινὸν ὄνομα φοβερὸν “κολλα ολφιλογεμαλα αχερωιω”, ἄνοιγε τὸν ναὸν ἅγιον, τὸν ἐπὶ γῆς ἱδρυμένον κόσμον, καὶ δέξαι τὸν Ὄσιριν, ὅτι ἐγώ εἰμι μανχνωβις χολχοβη μαλασητʼ ιατʼ θαννουιτα κερτωμενου πακερβαω κραμμασιρατʼ μομομο μελασουτʼ πευ Φρῆ· ἄνοιξόν μου τὰ ὦτα, ἵνα μοι χρηματίσῃς, περὶ ὧν σε ἀξιῶ, ἵνα ἀποκριθῇς μοι, ἄγε, ἄγε, ἤδη ἤδη, ταχὺ ταχύ, καὶ λέγε, περὶ ὧν σε ἐξετάζω. φάνηθί μοι, κύριε Ἄνουβι, ἐπιτάσσω σοι· ἐγὼ γάρ εἰμι Ἰεω βελφενω, σκεπτόμενος περὶ τούτου τοῦ πράγματος.» ἀπόλυσις. λέγε· «χώριζε, Ἄνουβι, ἐπὶ ὑγείᾳ καὶ σωτηρίᾳ μου εἰς τοὺς ἰδίους σου θρόνους.» ἁγνεύσας ἡμέρας γʹ χρῶ.
Αὐτοπτική· ἐὰν βούλῃ σὲ αὐτὸν ἰδεῖν, λαβὼν μυῖαν καὶ στίμιν Κοπτικὸν τρῖψον, ἔνχριε τοὺς ὀφθαλμούς σου. καὶ λαβὼν πτερὸν ἴβεως δακτύλων ιδʹ, χρίσας ῥοδίνῳ μύρῳ ἢ κρινίνῳ, περιελίξας ὀθονίῳ βυσσίνῳ, ὡς βιβλίον ἔχε μετὰ χεῖρας. λέγε δέ, τῷ ἀριστερῷ ὀφθαλμῷ παρεμβλέπων, οὕτως. λόγος· «μουν ειποσις ηυ Φθα νουθι θιε σημι νουει νηιθι χρεχρεω σινινωρψ μουχ ορωου ενθερινι εωη μουνιαχ νεσωι μουνεσωχ μουνηι ενιμε χρεμου ρενενε σον σνηι ως μουχορωου. ενθερινι ανοκʼ Σῶς ερμαϊχω εντευμουτοιχνη χρεμου τη … βας πνητε κυφοχʼ εμμ ιεβοχνης τχηνη φιμου χνου νυοιχωωιμ σεουνευμοι ινονρι:»
Μαντεῖον ἐπὶ παιδός. κατακλίνας ἐπὶ τὸ ἔδαφος λέγε, καὶ φανήσεται αὐτῷ παιδίον μελάνχρουν. λόγος· «ἐπικαλοῦμαι ὑμᾶς, χάους καὶ ἐρέβους, βυθοῦ, γαίας οἰκήτορας, οὐρανοῦ, σκότους ἐπόπτας, ἀθεωρήτων δεσπότας, κρυφίμων φύλακας, χθονίων ἡγεμόνας, ἀπείρων διοικητάς, κραταιόχθονας, χασμαθυπουργούς, φρικτοπαλαίμονας, φοβοδιάκτορας, σκοτιοερέβους, ἀναγκεπόπτας, κρημνοκράτορας, ἀλγεσιθύμους, βαρυδαίμονας, σιδηροψύχους, βιθουραρα ασουημαρα … οτρουρ μουρρουρ αφλαυ μανδραρουρου σου μαραρου, χρηματίσατε, περὶ οὗ σκέπτομαι πράγματος.» κοινόν.
Ὀνειραιτητόν· λαβὼν ῥάκος λινοῦν καθαρὸν γράφε εἰς αὐτὸ τὸ ὑποκάτω ὄνομα καὶ ἑλίξας καὶ ποιήσας ἐλλύχνιον ἄναψον ἐπιβαλὼν ἔλαιον καθαρόν. λόγος ὁ γραφόμενος οὗτος· Ἁρμιουθ· Λαϊλαμ χωουχ Ἀρσενοφρῆ, Φρῆυ Φθᾶ Ἁρχεντεχθα. ἑσπέρας οὖν, ὁπόταν μέλλῃς κοιμᾶσθαι, καθαρὸς ἀπὸ παντός, τόδε ποίει· προσελθὼν τῷ λύχνῳ λέγε ζʹ τὸν ὑποκείμενον λόγον καὶ σβέσας αὐτὸν κοιμοῦ. λόγος λεγόμενος οὕτως· «σαχμουνε παημαλιγοτηρηηνχ· ὁ σείων, ὁ βροντῶν, ὁ καταπεπωκὼς τὸν ὄφιν καὶ τὴν σελήνην ἐμπεριλαμβάνων καὶ καθʼ ὥραν ἐξαιρῶν τὸν κύκλον τοῦ ἡλίου, “Χθεθωνι” ὄνομά σοι. ἀξιῶ ὑμᾶς, τοὺς κυρίους τῶν θεῶν, Σήθ: Χρηψ· χρηματίσατέ μοι, περὶ ὧν βούλομαι.»
Πρὸς πᾶν θηρίον καὶ ἔνυδρον καὶ λῃστάς· ἐξάψας κράσπεδον τοῦ ἱματίου σου λέγε· «λωμα ζαθ Αἰὼν αχθασε μα … ζαλ Βαλαμαων ηιεου, φύλαξόν με, τὸν δεῖνα, ἐν τῇ ἄρτι ὥρᾳ, ἤδη ἤδη, ταχὺ ταχύ».
Ἀγρυπνητικόν· λαβὼν ὄστρακον ἀπὸ θαλάσσης γράψον· «ιψαη ιαωαι ἀγρυπνείτω μοι ἡ δεῖνα τῆς δεῖνα.» ἐκείνῃ τῇ νυκτὶ ἀγρυπνήσει. Ἄλλο· λυχνίον λαβὼν ἐλλυχνίασον καὶ πρὸς αὐτὸν λέγε· «ἐξορκίζω σέ, λύχνε, κατὰ τῆς μητρός σου, Ἑστίας Μηραλληλ — βʹ —, καὶ κατὰ τοῦ πατρός σου, Ἡφαίστου Μελιβου Μελιβαυ Μελιβαυβαυ· ἀγρυπνείτω» καὶ κοινά. τὰ δὲ γράμματα εἰς τὸ ἐλλύχνιον γράφε· « … χιιιιιιι» καὶ οὐσιάσας δίωκε τὸν ἐπάνω λόγον. ποίει δὲ καὶ σιδήρου πέταλον. ὁ λόγος· «ψύγητι, σίδηρε, καὶ χιὼν γενοῦ· ἐγὼ γάρ εἰμι Μελιβου Μελιβαυ Μελιβαυβαυ» καὶ κοινά.
Ποτήριον καλόν. ἐπὶ ποτηρίου λέγε ζʹ· «Κανωπῖτι προιη ρωδοχ … φ καλυψας ερεκιν ποθηξας ερατευν μορφυς Χάρις Φαφιετι Εἶσι ω Βούβαστι Ποθωπι, ἐξορκίζω ὑμᾶς, ἅγια ὀνόματα τῆς Κύπριδος, ὅπως, ἐὰν καταβᾶτε εἰς τὰ σπλάγχνα τῆς δεῖνα, ἣν ἡ δεῖνα, ποιῆσαι φιλεῖν.» κοινά.
Νικητικὸν δρομέως. γράψον ἐπὶ τοὺς μεγάλους ὄνυχας αὐτοῦ γράφων χαλκῷ γραφείῳ τοὺς χαρακτῆρας τούτους· … , γράφε· «δός μοι ἐπιτυχίαν, ἐπαφροδισίαν, δόξαν, χάριν ἐν τῷ σταδίῳ.» καὶ τὰ κοινά, ὅσα θέλεις.
Κατόχων ἐπαναγκαστικοί· «σφεδεμουρ· βιρβια· ηχι· ερωφθι· αταρμετρα· χηλωωψ.» κοινά.
Φιμωτικὸν καὶ ὑποτακτικὸν γενναῖον καὶ κάτοχος. λαβὼν μόλιβον ἀπὸ ψυχροφόρου σωλῆνος ποίησον λάμναν καὶ ἐπίγραφε χαλκῷ γραφείῳ, ὡς ὑπόκειται, καὶ θὲς παρὰ ἄωρον· « … ⊗ … Βαχυχ … ααλουγικι Ἐλωαί, Βαινχωωωχ· … Χ … Ι … εὐλαμω φνουβενε ειζοχορ μοβορ φω χορβα ζαχει αναχια … Κ … Β Φωρφορβα Φωρβορβα Σεμεσιλάμ, Ἁρχεντεχθα Ἀσχελιδονήλ· κατάσχε». κοινά, ὡς ἂν βούλῃ.
Φίλτρον. ἐπὶ φιλίας καταφιλῶν λέγε· «ανοκʼ θα … ι·ν επιβαθα χεουχ· χα ανοκ ανοχʼ χαριεμουθ· Λαϊλαμ.» κοινά.
Ἐάν τινι ἐθέλῃς ἐμφανῆναι διὰ νυκτὸς ἐν ὀνείροις, λέγε πρὸς τὸν λύχνον τὸν καθημερινόν, λέγε πολλάκις· «χειαμωψει: ερπεβωθ: ἰδέτω με ἡ δεῖνα, ἣν ἡ δεῖνα, ἐν τοῖς ὕπνοις, ἤδη ἤδη, ταχὺ ταχύ.» καὶ κοινά, ὅσʼ ἂν βούλῃ.
Νυκτολάλημα. λαβὼν κοκκοφαδίου τὴν καρδίαν βάλε εἰς ζμύρναν καὶ γράφε εἰς πιττάκιον ἱερατικὸν τὰ ὀνόματα καὶ τοὺς χαρακτῆρας καὶ ἕλιξον τὴν καρδίαν εἰς τὸ πιττάκιον καὶ ἐπίθες ἐπὶ τὴν ψυχὴν αὐτῆς καὶ ἐπερώτα· καὶ πάντα σοι ἐξομολογήσει· «δαρυγκω· ιαυ· ιαυ· ⊗⊗ … Χ̇ΨΒ ΛΘΛΘΛΔⲀⲀΒΖⲀΤΙΖΒ». κοινά, ὅσʼ ἂν βούλῃ.
Κάτοχος. γράφε εἰς πέταλον κασσιτέρινον χαλκῷ γραφείῳ πρὶν ἡλίου ἀνατολῆς τὰ ὀνόματα· «χρημιλλονʼ Μουλοχ· καμπυ· χρη ωφθω· Μασκελλι—λόγος, Ἐρηκισιφθη Ἰαβεζεβυθ.» ἔπειτα βάλε εἰς ποταμόν, εἰς θάλασσαν πρὶν ἡλίου ἀνατολῆς. συνεπίγραφε καὶ τούτους τοὺς χαρακτῆρας· «⊗ … Ε θεοὶ κραταιοί, κατέχετε». κοινά, ὅσʼ ἂν θέλεις.
Κυβεύοντα νικᾶν· «Θερθενιθωρ· δυαγωθερε· θερθενιθωρ· συαποθερευο· κωδοχωρ, ποίησόν με κυβεύοντα νικῆσαι, κρατῶν Ἀδριήλ.» ἐν τῇ χειρὶ λέγε· «μηδʼ εἷς ἴσος ἤτω ἐμοί· ἐγὼ γάρ εἰμι Θερθενιθωρ· ηρωθωρθιν· δολοθορ, καὶ βάλλω, ὃ θέλω.» καὶ συνεχέστερον λέγε, καὶ βάλλεις. ἄλλως δὲ δεῖ σὲ λέγειν· «μηδʼ εἷς ὧδε τῶν παιζόντων μετʼ ἐμοῦ ἴσος ἤτω, καὶ βάλλω, ὅσα θέλω.»
Κάτοχος παντὸς πράγματος καὶ ἐπὶ ἁρμάτων ποιῶν. ἐστὶ δὲ καὶ διάκοπος καὶ κατακλιτικὸν καὶ κατακοπτικὸν καὶ ἀναιρετικὸν καὶ ἀναστρεφόμενον, πρὸς ἃ θέλεις. ὁ δὲ λόγος λεγόμενος ὁρκίζει δαίμονας καὶ εἰσκρίνει. πλάκαν ἐς μολιβῆν ἀπὸ ψυχροφόρου τόπου ἐνχάραξον, ὃ βούλει γενέσθαι, καὶ τελέσας ἐν ἀρώμασιν φαιοῖς οἷον ζμύρνᾳ, βδέλλῃ, στύρακι καὶ ἀλοῇ καὶ θύμῳ μετὰ ἰλῦος παρὰ ποταμοῦ, ὀψὲ ἢ μέσης νυκτός, ὅπου ῥοῦς ἐστιν ἢ παραρέον βαλανείου, δήσας αὐτὴν σπάρτῳ, βάλε φέρεσθαι εἰς τὸν ῥοῦν — ἢ εἰς θάλασσαν —, ἵνα, ὅτε θέλεις, ἐκλύσῃς. ἐὰν δὲ θέλῃς ἀπολῦσαι, λῦσον τὸ πλάτυμμα, δίωκε τὸν λόγον ζʹ, καὶ ὄψει πρᾶγμα θαυμαστόν. πορεύου δὲ ἀνεπιστρεπτὶ μηδενὶ δοὺς ἀπόκρισιν, καὶ λουσάμενος καὶ βαπτισάμενος ἀνάβα παρὰ σαυτὸν καὶ ἡσύχασον ἀψύχοις τροφαῖς χρώμενος. γράφε δὲ χαλκῇ βελόνῃ ἀκεφάλῳ. ἔστι δὲ τὰ γραφόμενα· «ὁρκίζω σέ, δέσποτα Ὄσιρι, κατὰ τῶν σῶν ἁγίων ὀνομάτων· ουχιωχ: ουσεναραναθ: Οὔσιρει: Οὐσερραννουφθι· Ὀσορνουφη: Οὐσερ Μνευειί Οὐσερσετεμενθ: Ἀμαρα μαχι: χωμασω εμ μαϊ: σερβωνι εμερ Ἶσι· αρατωφι· εραχαξ· εσεοιωθ· αρβιωθι· αμενχουμ· μονμοντ ουζαθι· πηρ Οὑννεφερ εν ωωω, παραδίδωμί σοι, δέσποτα Ὄσιρι, καὶ παρακατατίθεμαί σοι τήνδε τὴν πρᾶξιν». — κοινόν. — Ἐὰν δὲ κατορυκτικὸν ποιῇς, ἢ εἰς ποταμὸν ἢ γῆν ἢ θάλασσαν ἢ ῥοῦν ἢ θήκην ἢ εἰς φρέαρ, γράφε τὸν λόγον τὸν Ὀρφαϊκόν· «ασκει καὶ τασκει» λέγων, καὶ λαβὼν μίτον μέλανα βάλε ἅμματα τξεʹ καὶ ἔξωθεν περίδησον, λέγων πάλιν τὸν αὐτὸν λόγον καὶ ὅτι· «διατήρησον τὸν κάτοχον» ἢ κατάδεσμον, ἢ ὃ ἂν ποιῇς, καὶ οὕτως κατατίθεται. ἡ γὰρ σελήνη τὸ ὑπόγειον διοδεύουσα, ὃ ἐὰν εὕρῃ, λύει. τούτου δὲ γενομένου διαμένει ἅμα ἐπιλέγοντός σου καθʼ ἡμέραν ἐπὶ τῷ τόπῳ τούτῳ. μὴ ταχὺ μεταδίδου τινί· εὑρήσεις γὰρ μετὰ πολλοῦ καμάτου.
Φίλτρον κάλλιστον. ἐπίγραψον ἐπὶ λάμνας κασσιτερίνης χαράξας. γράψον καὶ θὲς ὑπερπατῶν. καὶ τὰ γραφόμενά ἐστιν ταῦτα· «ἐξορκίζω σε κατὰ τοῦ ἐνδόξου ὀνόματος Βακχίου» — καὶ κοινά, ὅσʼ ἂν θέλῃς.
Φίλτρον κάλλιστον. ἐπίγραψον ἐπὶ λάμνας κασσιτερίνης τοὺς χαρακτῆρας καὶ τὰ ὀνόματα καὶ οὐσιάσας οἵᾳ δήποτε οὐσίᾳ ἕλιξον καὶ βάλε εἰς θάλασσαν. οἱ δὲ χαρακτῆρες οἵδε· « … Ζ … ΙΟΖ … ΙΟ … ιχαναρμενθω· χασαρ· ποιήσατε τὴν δεῖνα φιλεῖν ἐμέ» — κοινά. γράφε ἐν ἥλῳ κυπρίνῳ ἀπὸ πλοίου νεναυαγηκότος.
Λαβὼν ὄστρακον ἀπὸ θαλάσσης ζωγράφησον εἰς αὐτὸ ζμυρνομέλανι τὸ ὑποκείμενον ζῴδιον Τυφωνιακὸν καὶ κύκλῳ αὐτοῦ τὰ ὀνόματα καὶ βάλε εἰς ὑποκαυστήριον βαλανείου. ὅταν δὲ βάλῃς, δίωκε λέγων ταῦτα τὰ ἐν τῷ κύκλῳ ἐγγεγραμμένα καὶ ὅτι· «ἄγε μοι τὴν δεῖνα, ἣν δεῖνα, ἐν τῇ σήμερον ἡμέρᾳ ἀπὸ τῆς ἄρτι ὥρας καιομένην τὴν ψυχὴν καὶ τὴν καρδίαν, ταχὺ ταχύ, ἤδη ἤδη.» ἔστι δὲ τὸ θεώρημα τὸ ὑποκείμενον. διώκων δὲ τὸν λόγον λέγε τὴν ἀρχήν· «θεὸς οὗτος Ἀναγκῶν, ωκηση: εηρινιαρεμιν: εντηνταιν: φοου τωνκτω· μνη σιεθων: Ὄσιρι: εναβωθ: ψανου: Λαμψουωρ: Ἰεου: ιω: ιω: αι: ηι: ει: αι: ει: αω: ἄγαγέ μοι τὴν δεῖνα τῆς δεῖνα» καὶ τὰ λοιπά. ἐστὶν δὲ τὸ ζῴδιον.
«Ἔρως, Ἐρωτύλλε πασσαλεον ητ, ἀπόστειλόν μοι τὸν ἴδιον ἄγγελον τῇ νυκτὶ ταύτῃ δηλοῦντά μοι περὶ τοῦ τινος πράγματος. τοῦτο γὰρ ἐποίησα κατʼ ἐπιταγὴν Πανχουχι: θασσου: ἄφʼ οὗ ἐπιτασσόμενος ποιήσεις, ὅτι ἐξορκίζω σε κατὰ τῶν τεσσάρων κλιμάτων τοῦ κόσμου· Ἀψαγαήλ: χαχου: μεριουτ: μερμεριουτ: καὶ κατὰ τοῦ ἐπάνω τῶν τεσσάρων κλιμάτων τοῦ κόσμου: κιχ: μερμεριουθ:» — κοινόν. — ἐπίθυμα τοῦτο· λαβὼν ῥύπου ἀπὸ σανδαλίου σου καὶ ῥητίνης καὶ κόπρου περιστερᾶς λευκῆς ἴσα ἰσῶν ἐπίθυε πρὸς τὴν ἄρκτον λέγων. φυλακτήριον τούτου· γράψον τὰ ὀνόματα ταῦτα εἰς πέταλον κασσιτερινόν· «Ἀχαχαήλ: χαχου: μαρμαριουτι·» καὶ φόρει περὶ τὸν τράχηλον. μετεπικαλέσας εἴσελθε παρὰ σεαυτῷ, κοίμισον τὸν λύχνον καὶ κοιμῶ ἐπὶ ψιάθου κλίνῃ καινῇ. Φυλακτήριον. λαβὼν θεῖον καὶ νειλοκαλάμης σπέρμα ἐπίθυε πρὸς τὴν σελήνην καὶ λέγε· «ἐπικαλοῦμαί σε, κυρία Ἶσι, ᾗ συνεχώρησεν ὁ Ἀγαθὸς Δαίμων βασιλεύειν ἐν τῷ τελείῳ μέλανι, τὸ ὄνομά σου· λου: λουλου: βαθαρθαρ· θαρησιβαθ: ἀθερνεκλησιχ ἀθερνεβουνι: ηιχομω: χομωθι: Ἶσι Σῶθι: σουηρι· Βούβαστις· ευρελιβατʼ: χαμαρι: Νεβουτος: Ουηρι: αϊη: ηοα· ωαι: διαφυλάξατέ με, τὰ μεγάλα καὶ θαυμαστὰ ὀνόματα τοῦ θεοῦ», κοινόν, «ὅτι ἐγώ εἰμι ὁ ἐν τῷ Πηλουσίῳ καθιδρυμένος σερφουθ: μουϊσρω στρομμω: μολωθ: μολονθηρ: φον Θώθ: διαφυλάξατέ με, τὰ μεγάλα καὶ θαυμαστὰ ὀνόματα τοῦ μεγάλου θεοῦ — κοινόν — ασαω: εϊω: νισαωθ: κυρία Ἶσις, Νέμεσις, Ἀδράστεια· πολυώνυμε, πολύμορφε, δόξασόν με, ὡς ἐδόξασα τὸ ὄνομα τοῦ υἱοῦ σου Ὧρος». κοινόν.
Σύστασις ἰδίου δαίμονος. «χαίρετε, Τύχη καὶ δαῖμον τοῦ τόπου τούτου καὶ ἐνεστῶσα ὥρα καὶ ἡ ἐνεστῶσα ἡμέρα καὶ πᾶσα ἡμέρα. χαῖρε, τὸ περιέχον, ὅ ἐστιν γῆ καὶ οὐρανός. χαῖρε, Ἥλιε· σὺ γὰρ εἶ ὁ ἐπὶ τοῦ ἁγίου στηρίγματος σεαυτὸν ἱδρύσας ἀοράτῳ φάει Ορκορηθαρα. σὺ εἶ ὁ πατὴρ τοῦ παλινγενοῦς Αἰῶνος Ζαραχθω: σὺ εἶ ὁ πατὴρ τῆς ἀπλάτου Φύσεως σὺ εἶ ὁ ἔχων ἐν σεαυτῷ τὴν τῆς κοσμικῆς φύσεως σύγκρασιν καὶ γεννήσας τοὺς εʹ πλανήτας ἀστέρας, οἵ εἰσιν οὐρανοῦ σπλάγχνα καὶ γῆς ἔντερα καὶ ὕδατος χύσις καὶ πυρὸς θράσος: αζαμαχαρ: αναφανδαω: ερευα· ανερευα· φενφενσω: ϊγραα: σὺ εἶ ὁ νέος, εὐγενής, ἔγγονος ὁ τοῦ ἁγίου ναοῦ, ὁ συγγενὴς τῇ ἱερᾷ λίμνῃ, τῇ καλουμένῃ ἀβύσσῳ, παρεστώσῃ ταῖς δυσὶ βάσεσιν σκιαθι: καὶ μαντω· καὶ ἐκινήθη τῆς γῆς τὰ δʹ θεμείλια, ὁ τῶν ὅλων δεσπότης, ἅγιε κάνθαρε: αω· σαθρεν Ἀβρασάξ: ιαωαι αεω· ηωα: ωαη: Ἰάω: ιηο: ευ: αη: ευ: ιε: ιαωαι.» τὸ ὄνομα γράφε ζμυρνομέλανι εἰς ὠὰ δύο ἀρρενικά· καὶ τῷ μὲν ἑνὶ περικαθαίρεις σεαυτὸν καὶ ἐκλείξας τὸ ὄνομα ἔκβαλε κατάξας. τὸ δʼ ἕτερον κράτει τῇ δεξιᾷ χειρὶ παρανεῳγμένῃ δεικνύων τῷ ἡλίῳ πρὸς ἀνατολὰς καὶ ἐστεμμένος ἐλαίας κλάδους. ἔπαιρε δέ σου τὴν χεῖραν τὴν δεξιὰν τῇ εὐωνύμῳ ὑποβαστάξας τὸν ἀγκῶνα καὶ εἰπὼν τὸν λόγον ζʹ καὶ ἀπολέψας ῥόφησον. ποίει ἐπὶ ἡμέρας ζʹ πρὸς ἀνατολὴν καὶ δύσιν διώκων τὸν λόγον. Νικητικόν· «Ἥλιε, Ἥλιε, εἰσάκουσόν μου, τοῦ δεῖνα, Ἥλιε, κύριε, θεὲ μέγιστε, ὁ τὰ ὅλα συνέχων καὶ ζῳογονῶν καὶ συνκρατῶν τὸν κόσμον, εἰς ὃν τὰ πάντα χωρεῖ, ἀφʼ οὗ καὶ ἐγένετο, ἀκάματε, ηιε: εληιε· Ἰεωα· ῥουβα· ἀναμαω: μερμαω: χαδαμαθα ἀρδαμαθα πεφρε ἀναμαλαζω φηχεινδευ· ενεδερευ· σιματοι· μερμερεω αμαλαξιφια· μερσιφια· ερεμε· θαστευ· Πάπιε· φερεδωναξ ἀναϊε γελεω· ἀμαρα ματωρ· μωρμαρησιο … νεουθων: αλαω· αγελαω: ἀμαρ: αματωρ: μωρμασι: σουθων: ἀναμαω: γαλαμαραρμα· εἰσάκουσόν μου, κύριε Ἥλιε, καὶ γενέσθω τὸ δεῖνα πρᾶγμα ἔνωρον». λέγε ἐπιθύων ἐπʼ ἀνθράκων δρυίνων κοῖφι ἱερατικόν, ᾧ μεμίχθω κριοῦ ὁλομέλανος ἐγκέφαλος καὶ κατανάγκης ἄλευρα.
Λυχνομαντεῖον. σιδηρᾶν λυχνίαν θὲς ἐπὶ τοῦ ἀπηλιωτικοῦ μέρους ἐν οἴκῳ καθαρῷ καὶ ἐπιθεὶς λύχνον ἀμίλτωτον ἅψον. ἤτω δὲ τὸ ἐλλύχνιον ἀπὸ λίνου καινοῦ, ἅπτε δὲ λιβανωτόν. εἶτα ἐπίθυε λίβανον ἐπὶ ξύλων ἀμπελίνων. ὁ δὲ παῖς ἔστω ἄφθορος, καθαρός. λόγος· «Φισιο: Ἰάω: αγεανουμα: σκαβαρω σκασαβρωσου ασαβρω ὅτι δέομαι ὑμῶν ἐν τῇ σήμερον ἡμέρᾳ, ἐν τῇ ἄρτι ὥρᾳ φανῆναι τῷ παιδὶ τούτῳ τὸ φῶς καὶ τὸν ἥλιον, Μανε Οὔσειρι, Μανε Ἶσι, τὸν Ἄνουβιν, τὸν πάντων θεῶν ὑπηρέτην, καὶ ποίησον τὸν παῖδα κατασπασθῆναι καὶ ἰδεῖν τοὺς θεοὺς τοὺς εἰς τὴν μαντείαν παραγινομένους πάντας. φάνηθί μοι ἐν τῇ μαντείᾳ, ὁ μεγαλόφρων θεός, τρισμέγας Ἑρμῆς, φανήτω ὁ ποιήσας τὰ τέσσαρα μέρη τοῦ οὐρανοῦ καὶ τὰ τέσσαρα θεμείλια τῆς γῆς ῥεσεννηεθω: βασενεραιπαν: θαλθαχθαχωθχ· χινεβωθ: χινεχωθ: μιμυλωθ: μασυντορι· ἀστοβι, ἧκέ μοι, ὁ ἐν τῷ οὐρανῷ, ἧκέ μοι, ὁ ἐκ τοῦ ὠοῦ· ὁρκίζω ὑμᾶς κατὰ τοῦ εντω ταψατι λεγηνισθω ηλεγη Σερφουα: μουϊσρω: λεγε, φανέντων καὶ οἱ δύο θεοὶ οἱ περὶ σέ, Θαθ. καλεῖται ὁ εἷς θεὸς Σω, ὁ ἕτερος Ἀφ, καλου καγωηι σεσοφηϊ: Βαϊνχωωωχ». ὁ λόγος ὁ λεγόμενος· ἧκέ μοι, τὸ πνεῦμα τὸ ἀεροπετές, καλούμενον συμβόλοις καὶ ὀνόμασιν ἀφθέγκτοις, ἐπὶ τὴν λυχνομαντείαν ταύτην, ἣν ποιῶ, καὶ ἔμβηθι αὐτοῦ εἰς τὴν ψυχήν, ἵνα τυπώσηται τὴν ἀθάνατον μορφὴν ἐν φωτὶ κραταιῷ καὶ ἀφθάρτῳ, ὅτι ᾄδων καλῶ· «Ἰάω Ἐλωαὶ μαρμαχαδα· μενεφω· μερμαι ιηωρ αιεω: ηρεφιε: φερεφιω· χανδουχ Ἀμων ερεπνευ· ζωνωρ· ακλευα μενηθωνι· καδαλαπευ ιωπλαιτινε· ῥε Ἀώθ: ιηϊ· ωηϊ· αεηφ: μεδχηνωρ αλαχαλ· Περεχαηλ· σερενωφ: δουναξ· ἀναξιβοα· Ἔρεβε βω· βεβωβια· ανησιοδευ· ιαωα· ενιωεαλ εμερω· μασαιανδα. δεῦρό μοι, κύριε, ἐπὶ τῷ ἀχράντῳ φωτὶ ὀχούμενος, ἀψευδὴς καὶ ἀμήνιτος, ἐμοὶ καὶ τῷ ἐπόπτῃ σου παιδί, Μαρμαριαυ· ἀναψιχαλαω: πεοε νιψεουα: αιετυ Ἁρεννωθης ανερωφης ϊθυαμαρεμ· ωσιηρ: ἀναψιχυων ψυελημιχαλης, φάνηθι». λέγε γʹ. ἐὰν εἴπῃ· «ὁρῶ τὸν κύριόν σου ἐν τῷ φωτί», λέγε· «ἅγιε υμερι: ειγεσου· εντω τηριουα· μενη σομιωω· αλαμαωρ· χωχενεμητωρ,» καὶ οὕτως ἀποκρίνεται. ἐρώτα· «αρσερετωθι· οὐημαντουρ.»
Φυλακτήριον σωματοφύλαξ πρὸς δαίμονας, πρὸς φαντάσματα, πρὸς πᾶσαν νόσον καὶ πάθος· ἐπιγραφόμενον ἐπὶ χρυσέου πετάλου ἢ ἀργυρέου ἢ κασσιτερίνου ἢ εἰς ἱερατικὸν χάρτην φορούμενον σφραγιστικῶς ἐστιν. ἔστιν γὰρ δυνάμεως ὄνομα τοῦ μεγάλου θεοῦ καὶ σφραγίς. ἔστιν δέ, ὡς ὑπόκειται· Κμῆφις· χφυρις· ἰαεω Ἰάω αεη Ἰάω οω Αἰών, ἰαεω βαφρενεμουν οθιλαρικριφιαευεαι φιρκιρα λιθανυομε νερφαβωεαι. ταῦτα τὰ ὀνόματα, τὸν δὲ χαρακτῆρα οὕτως· ἔστω ὁ δράκων οὐροβόρος, τὰ δὲ ὀνόματα μέσον τοῦ δράκοντος καὶ οἱ χαρακτῆρες οὕτως, ὡς ὑπόκειται· … . τὸ δὲ σχῆμα ὅλον οὕτως, ὡς ὑπόκειται, ὅτι· «διαφύλασσέ μου τὸ σῶμα, τὴν ψυχὴν ὁλόκληρον ἐμοῦ, τοῦ δεῖνα.» καὶ τελέσας φόρει. «διαφύλασσέ μου τὸ σῶμα, τὴν ψυχὴν ὁλόκληρον ἐμοῦ τοῦ δεῖνα». κοινά.
«Ἐλθέ μοι, ἀκοὴ οὐρανοῦ, ἐλθέ μοι, ἀκοὴ ἀέρων, ἐλθέ μοι, ἀκοὴ γῆς», καὶ τὰ λοιπά, ὡς ὑποδείκνυται.
Ἀγωγὴ ἀσχέτου· λαβὼν λύχνον ἑπτάμυξον ἀμίλτωτον ποίησον ἐλλύχνιον ἀπὸ πλοίου νεναυαγηκότος καὶ ἐπὶ μὲν τοῦ αʹ ἐλλυχνίου γράφε ζμύρνῃ Ἰάω:, ἐπὶ τοῦ βʹ Ἀδωνάι, ἐπὶ τοῦ γʹ Σαβαώθ:, ἐπὶ τοῦ δʹ Παγουρη, ἐπὶ τοῦ εʹ Μαρμορουθ:, ἐπὶ τοῦ ϛʹ Ἰαεω, ἐπὶ τοῦ ζʹ Μιχαήλ, καὶ βαλὼν ἔλαιον εἰς τὸν λύχνον θὲς ἐπὶ θυρίδα τῷ νότῳ βλέπουσαν. ἤτω δὲ καὶ ἀρτεμισίας σπεῖρα ἐπὶ τὸν λύχνον — κατὰ περιφορὰν λύχνου —, καὶ δίωκε τὸν λόγον· «ἐπικαλοῦμαι ὑμᾶς, τοὺς δυνάστας, μεγάλους θεούς, τοὺς λαμπυριζομένους ἐν τῇ ἄρτι ὥρᾳ, ἐν τῇ σήμερον ἡμέρᾳ, χάριν τῆς ἀσεβοῦς δεῖνα. αὕτη γὰρ εἴρηκεν, ὅτι ὁ Ἰάω πλευρὰς οὐκ ἔχει, ἡ δεῖνα εἴρηκεν, ὅτι Ἀδωναὶ ἐπὶ χόλῳ βίᾳ ἐβλήθη. ἡ δεῖνα εἴρηκεν, ὅτι Σαβαὼθ ἔβαλεν τὰς τρεῖς κραυγάς. ἡ δεῖνα εἴρηκεν ὅτι· “ὁ Παγουρη ἀρσενόθηλυς ἔφυ”. ἡ δεῖνα εἴρηκεν ὅτι· “ὁ Μαρμορουθ ἀπεκάπη”. ἡ δεῖνα εἴρηκεν ὅτι· “ὁ Ἰάεω οὐκ ἐπιστεύθη τὴν λάρνακα”. ἡ δεῖνα εἴρηκεν ὅτι· “ὁ Μιχαὴλ ἀρσενόθηλυς ἔφυ”. οὐκ ἐγώ εἰμι ὁ λέγων, δέσποτα, ἀλλʼ ἡ ἀσεβὴς δεῖνα. διὸ ἄξατέ μοι αὐτὴν φλεγομένην, ὑποτασσομένην, ὕπνου μὴ τυχεῖν, μέχρις ἔλθῃ πρὸς ἐμέ». λέγε ζʹ. ἐὰν μὲν ὁ πρῶτος λύχνος πταρῇ, γνῶ, ὅτι εἴλημπται ὑπὸ τοῦ δαίμονος. ἐὰν δὲ ὁ βʹ, ἐξῆλθεν. ἐὰν δὲ ὁ γʹ, περιπατεῖ. ἐὰν δὲ ὁ δʹ, ἥκει, ἐὰν δὲ ὁ εʹ, ἥκει εἰς τὸν πυλῶνα. ὁ ϛʹ, εἰς τὸν πεσσόν. ὁ ζʹ, ἥκει εἰς τὴν οἰκίαν. ἄγει δὲ καὶ διαποντίους· ἵνα αὐτὸν τὸν λύχνον ἐνθῇς ἐν ὑδατίῳ ὑπαιθρίῳ, ἤτω δὲ κάτω τοῦ λύχνου βᾶρις παπυρίνη, καὶ δίωκε τὸν λόγον ϛʹ. Ἐκ τοῦ Διαδήματος Μουσέως. κυνοκεφαλίδιον βοτάνην λαβὼν κείμενος ἔχε ὑπὸ τὴν γλῶττάν σου καὶ πρωὶ ἀναστάς, πρὶν λαλῇς, ἐπίλεγε τὰ ὀνόματα, καὶ ἀθεώρητος ἔσει πρὸς πάντας. ἐπὰν δὲ ἐπὶ ποτήρια εἴπῃς καὶ δώσῃς γυναικί, φιλήσει σε, ὡς ἔστιν ἐπὶ πάντων λόγος οὗτος· «αρεσκιλλιους: θουδαλεσαι κραμμασι χαμμαρ μουλαβωθ … λαυαβαρ: χουφαρ: φορ: φωρβαω: σαχι Ἁρβαχ: μαχιμασω Ἰάω, Σαβαώθ, Ἀδωναί». πρὸς ὃ θέλεις, λέγε. «ποίησον τὴν δεῖνα πρὸς τὸν δεῖνα». κοινά, ὅσα θέλεις.
Λαβὼν καλαβώτην ἀπʼ ἀγροῦ ἔασον αὐτὸν εἰς κρίνινον, ἕως ἂν ἀποθεωθῇ. ἔπειτα γλύψον τὸν ἐν Μέμφει Ἀσκληπιὸν ἐπὶ δακτυλίου σιδηροῦ ἀπὸ ἀναγκοπέδης καὶ βάλε εἰς κρίνινον ἔλαιον, καὶ ὅτε χρῄζῃ, λαβὼν τὸν δακτύλιον δεῖξον τῇ Ἄρκτῳ λέγων τὸν λόγον ζʹ. «Μενωφρι, ὁ ἐπὶ τὰ Χερουβὶν καθήμενος· πέμψον μοι τὸν ἀληθινὸν Ἀσκληπιὸν δίχα τινὸς ἀντιθέου πλανοδαίμονος.» εἶτα ἔνεγκον τὸ θυμιατήριον, ὅπου μέλλεις κοιμᾶσθαι, καὶ θῦσον λιβάνου κόκκους γʹ καὶ περιένεγκον τὸν δακτύλιον ἐπὶ τῆς ἀτμίδος τοῦ λιβάνου λέγων ζʹ τὸν λόγον· «χαυαψ: ωαειαψ: ωαις Λυσίφθα: κύριε Ἀσκληπιέ, φάνηθι.» καὶ φόρει τὸν δακτύλιον εἰς τὴν δεξιὰν χεῖρα ἐν τῷ λιχανῷ.
Ποτήριον, λίαν θαυμαστόν. λόγον λεγόμενον εἰς τὸ ποτήριον λέγε ζʹ. «σὺ εἶ οἶνος, οὐκ εἶ οἶνος, ἀλλʼ ἡ κεφαλὴ τῆς Ἀθηνᾶς. σὺ εἶ οἶνος, οὐκ εἶ οἶνος, ἀλλὰ τὰ σπλάγχνα τοῦ Ὀσίρεως, τὰ σπλάγχνα τοῦ Ἰάω, Πακερβηθ: Σεμεσιλάμ ωωω η παταχνα ιααα.» — κατʼ ἀνάγκας· «ἀβλαναθαναλβα ἀκραμμαχαμαρει εεε, ὁ ἐπὶ τῆς ἀνάγκης τεταγμένος, Ἰακοὺβ Ἰα Ἰάω, Σαβαώθ, Ἀδωνάϊ, Ἀβρασάξ». «ἐφʼ ἧς ὥρας ἐὰν καταβῇς εἰς τὰ σπλάγχνα τῆς δεῖνα, φιλησάτω με, τὸν δεῖνα, εἰς τὸν ἅπαντα τῆς ζωῆς αὐτῆς χρόνον.»
Ἀγρυπνητικὸν διὰ νυκτερίδος. λαβὼν αἷμα μελάνης βοὸς ἢ αἰγὸς ἢ Τυφωνίου, ἐξαιρέτως δὲ αἰγός, γράφε ἐπὶ τῆς δεξιᾶς πτέρυγος· «βωρφωρ φορβα φορφαρβα φωρβωρφορβα· φορβα φορβα φορβα: βαφαιη: φωρβαφωρ: βαρβα:» ἓν ὑπὸ τὸ ἓν τιθεὶς ὡς πλινθίον καὶ κοινά, ὅσα βούλει. ἐπὶ δὲ τῆς εὐωνύμου πτέρυγος γράφε τάδε τῷ αὐτῷ τύπῳ· «φορφωρ: φορβα: βορφορ: φορβα· βορφορ: φορβα φορφορ: φορβαβωρ· βορβορβα: φωρφωρ φορβα,» ὁμοίως κοινά, ὡς βούλει.
Φίλτρον. ἐπὶ λαλήματος καταφιλῶν λέγε· «ανοκ: θαρενεπιβαθα: χεουχχα ανοα ανοκ χαριεμοχθ Λαϊλαμ.»
Ὀνειραιτητόν. λαβὼν βύσσινον ῥάκος, εἰς ὃ γράφεις ζμύρνῃ τὸ πρᾶγμα, καὶ εἰλήσας κλῶνα ἐλαίας θὲς πρὸς κεφαλήν σου, ὑπὸ τὸ ἀριστερὸν μέρος τῆς κεφαλῆς, καὶ κοιμῶ ἁγνὸς εἰς ψίαθον χαμαί, λέγων τὸν λόγον ζʹ πρὸς τὸν λύχνον· «Ἑρμῆ, παντοκράτωρ, ἐνκάρδιε,κύκλε Σελήνης, στρογγύλε, τετράγωνε, λόγωνἀρχηγέτα γλώσσης, πειθοδικαιόσυνε, χλαμυδηφόρε,χρυσοπέδιλε, αἰθέριον δρόμον εἱλίσσωνὑπὸ τάρταρα γαίης, πνεύματος, ἠελίου ἡνίοχε, ἀθανάτων τε λαμπάσι τέρπων τοὺς ὑπὸ τάρταρα γαίης βροτοὺς βίον ἐκτελέσαντας, Μοιρῶν τε κλωστὴρ σὺ λέγῃ καὶ θεῖος Ὄνειρος, ἡμερινοὺς καὶ νυκτερινοὺς χρησμοὺς ἐπιπέμπων. ἰᾶσαι πάντων βροτῶν ἀλγήματα σαῖς θεραπείαις· δεῦρο, μάκαρ, θεῆς τελεσίφρονος υἱὲ μέγιστε, σῇ μορφῇ ἱλαρῷ τε νοῷ· δεῖγμʼ ἀνθεὶς δὲ ἀφθάρτῳ κούρῳ μαντοσύνην τὴν σὴν ἔκπεμψον ἀληθῆ. Οιοσενμιγαδων: Ὀρθώ: Βαυβώ: νιοηρε: κοδηρεθ δοσηρε: συρε: συροε: σανκιστη: δωδεκακιστη: ἀκρουροβόρε: κοδηρε: ρινωτον: κουμετανα: ρουβιθα: νουμιλα· περφερου: Ἁρουωρηρ: Ἁρουηρ:» λέγε ἑπτάκις καὶ κοινά, ὅσα θέλεις.
Ἀρκτική. «Ἄρκτε, Ἄρκτε, ἄρχουσα τοῦ οὐρανοῦ καὶ τῶν ἄστρων καὶ τοῦ σύνπαντος κόσμου, ἡ στρέφουσα τὸν ἄξονα καὶ κρατοῦσα τοῦ ὅλου συστήματος βίᾳ καὶ ἀνάγκῃ· ἐντυγχάνω σοι, δεόμενος καὶ ἱκετεύων, ὅπως ποιήσῃς τὸ δεῖνα, ὅτι ἐπικαλοῦμαί σε τοῖς ἁγίοις σου ὀνόμασιν, οἷς χαίρει σοῦ ἡ θειότης, ὧν οὐ δύνῃ παρακοῦσαι· Βριμώ, ῥηξίχθων: προκυνη Βαυβώ λ … ι: αυμωρ: αμωρ: αμωρ … ιηα: ἐλαφηβόλε αμαμαμαρ Ἀφρου … μα: πασιδάμεια, βουλοδάμεια, αμαμα· εὐναία, Δαρδανία, πανοπαία· νυκτοδρόμα, βιάσανδρα, δαμάσανδρα, καλέσανδρα, κατανίκανδρα, λιχρισσα, φάεσσα, ἰὼ ἀερία, ἰὼ Ἐρυμναία, ἰὼ μολπή, φυλακή, πρόσκοπε, Χάρις, τρυφερά, πρόστατις, ἀδαμάντα, ἀδαμάντειρα, ἰὼ δαμναμένεια, βρεξερικανδαρα, πανυπάτα, ταυριατα, ἄφθεγκτε, πυροσώματε, προφαίδιμε, καρχάροπλε, ποίησον τάδε.» κοινά.
Ὀνειραιτητόν· γράφε ζμύρνῃ ἐν χάρτῃ καθαρῷ· «σε καλῶ, τὸν καταλάμποντα τὴν ὅλην οἰκουμένην καὶ τὴν ἀοίκητον, οὗ ἐστιν τὸ ὄνομα γραμμάτων λʹ, ἐν ᾧ ἐστιν τὰ ἑπτὰ φωνάεντα, διʼ ὧν τὸ πᾶν ὀνομάζετε, θεοὶ κύριοι· ραραπαε: αβραϊη ιραρα παυουω ἀραωαχ — γράμματα λʹ — ιεωυωη αιη ιαωη υωει· χρηματίσατέ μοι, κύριοι, περὶ τοῦ δεῖνα πράγματος βεβαίως καὶ διὰ μνήμης, ψιχομ μοραιουχ: ψιχομ: ἀρασκελλιθ: ηχομμορακαυψ ψιχομμο ἀρατοποθ: κύριοι δόξης, χρηματίσατέ μοι περὶ τοῦ δεῖνα πράγματος ἐν ταύτῃ τῇ νυκτί, Θωούθ, φευβη χαρφραυθι φρε». κοινά, ὅσα θέλεις, καὶ τὸ μὲν ὄνομα τῶν λʹ γραμμάτων γράψον βʹ πτερύγια οὕτως· ραραπαεαβραϊηϊραραπαουωαβραωαχ ραραπαεαβραϊη ιραρα παουω αβραωαχ: ωα χαωαρβαωυοαπαραριηιαρβαεαπαραρ ραρ α α ρ ρ ω ω ρ ϊεωυωηαιηιαωηυωεϊ ε ε γράψον, ὡς ὑπόκειται, καὶ τὴν καρδίαν, εἰ θέλεις, καὶ ὑποθεὶς ὑπὸ τὸν λύχνον τὸ πιττάκιον ἁγνὸς ὢν κοιμῶ. μηδενὶ δὸς ἀπόκρισιν ἐντ … θλχ.
Ἀπόλλωνος αὔτοπτος. ἐν οἴκῳ ἐπιπέδῳ χωρὶς φωτὸς στεφανωσάμενος σαμψουχίνῳ στεφάνῳ, ὑποδησάμενος λύκεια ὑποδήματα δίωκε τὸν λόγον τοῦτον. λόγος· «Ἥλιε φεγγάρχα: μερ … ειφιρα: γαργερι Φθᾶ: ερ … οιε: … : γερλυχα: μερ … οφορ ιθαρα: φερξει: αρχ … ειδ … φωριθαρζει: ερφιβιλχιε: ζειραβελβη: βιχα: αρθια: μηλιχια: ἐργα: γερφι: ἰὼ χερφει: καργωοαρα εαρμιλιχα: ἀθερθαφθω αθθερθαφι: ἀρναχερββι». ταῦτα εἰπόντος ἐλεύσεται ὁ θεὸς Ἀπόλλων, σπονδεῖον ἔχων. σὺ δὲ πυθοῦ, περὶ οὗ θέλεις. μνήμης δίδουσιν, ἐὰν ἐθέλῃς, καὶ ἐὰν αἰτήσῃς, δώσει σοι ἀπὸ τοῦ σπονδείου πεῖν. ἀπόλυσις· «ερκικχι: βελτηαμιλιχα: αρχαρζειρ: φιζωρ: γειρφει.»
Ὀνειραιτητόν. γράψον εἰς πτύχιον κασσιτέρινον καὶ ἐπιστεφανώσας μύρτοις τὸ πτύχιον θὲς τὸ θυμιατήριον. ἐπίθυε δὲ λίβανον καὶ περιένεγκον λέγων περὶ τὴν ἀτμίδα τὸ πέταλον· «κύριοι θεοί, χρηματίσατέ μοι περὶ τοῦ δεῖνα πράγματος ταύτῃ τῇ νυκτί, ταῖς ἐπερχομέναις ὥραις. πάντως δέομαι, ἱκετεύω, δοῦλος ὑμέτερος καὶ τεθρονισμένος ὑμῖν.» ἔπειτα θεὶς ὑπὸ τὸ προκεφάλαιον τὸ πτύχιν κοιμῶ, μηδενὶ δοὺς ἀπόκρισιν, ἁγνεύσας ἡμέρας γʹ. λόγος ὁ γραφόμενος· «μου αμου: αυ Ἰάω αβαρβαρασα αϊω βαωα χφηνουρις αωβ: αμο Ἀδωνάϊ: ωιγ ιιιι οθθουω αορχα αρορχα χαξυννηρε θιραρι οθω χοωθ ερρε: οχω ανα ηεφρορε: χειρ ηϊν· ιηιω ωωααμαδαα οοο ωωω ωωα.» γράψον χαλκῷ γραφείῳ.
εὐχή. «ἐπικαλοῦμαί σε, πάνμορφον καὶ πολυώνυμον δικέρατον θεὰν Μήνην, ἧς τὴν μορφὴν οὐδὲ εἷς ἐπίσταται πλὴν ὁ ποιήσας τὸν σύμπαντα κόσμον, Ἰάω, ὁ σχηματίσας σε εἰς τὰ εἴκοσι καὶ ὀκτὼ σχήματα τοῦ κόσμου, ἵνα πᾶσαν ἰδέαν ἀποτελέσῃς καὶ πνεῦμα ἑκάστῳ ζώῳ καὶ φυτῷ νέμῃς, ἵνʼ εὐερνὲς ᾖ, ἐξ ἀφανοῦς ἡ εἰς φῶς αὐξανομένη καὶ ἀπὸ φωτὸς εἰς σκότος ἀπολήγουσα — εἰς μείωσιν ἄρχουσα ἀπολήγειν. καὶ ἔστιν σου ὁ αʹ σύντροφος τοῦ ὀνόματος σιγή, ὁ βʹ ποππυσμός, ὁ γʹ στεναγμός, ὁ δʹ συριγμός, ὁ εʹ ὀλολυγμός, ὁ ϛʹ μυγμός, ὁ ζʹ ὑλαγμός, ὁ ηʹ μυκηθμός, ὁ θʹ χρεμετισμός, ὁ ιʹ φθόγγος ἐναρμόνιος, ὁ ιαʹ πνεῦμα φωνᾶεν, ὁ ιβʹ ἦχος ἀνεμοποιός, ὁ ιγʹ φθόγγος ἀναγκαστικός, ὁ ιδʹ τελειότητος ἀναγκαστικὴ ἀπόρροια. Βοῦς, γύψ, ταῦρος, κάνθαρος, ἱέραξ, καρκίνος, κύων, λύκος, δράκων, ἵππος, χίμαιρα, θέρμουθις, αἴξ, τράγος, κυνοκέφαλος, αἴλουρος, λέων, πάρδαλις, μυγαλός, ἔλαφος, πολύμορφος, παρθένος, λαμπάς, ἀστραπή, στέλμα, κηρύκειον, παῖς, κλείς.
εἴρηκά σου τὰ σημεῖα καὶ τὰ σύμβολα τοῦ ὀνόματος, ἵνα μοι ἐπακούσῃς, ὅτι σοι ἐπεύχομαι, τῇ δεσποίνῃ τοῦ παντὸς κόσμου. ἐπάκουσόν μου, ἡ μόνιμος, ἡ κραταιά, αφειβοηω μιντηρ οχαω πιζεφυδωρ χανθαρ χαδηροζο: μοχθιον εοτνευ φηρζον αινδης λαχαβοω πιττω ριφθαμερ ζμομοχωλειε τιηδραντεια οισοζοχαβηδωφρα.» κοινόν.
Ὀνειραιτητὸν Πυθαγόρου καὶ Δημοκρίτου ὀνειρόμαντις μαθηματικός. ὁ εἰσερχόμενος ἄγγελος ἡλίῳ ὑποτέτακται καὶ ὡς ὑποτεταγμένος ἡλίῳ εἰσέρχεται, οὕτως ἐν φίλου σου, οὗ γνωρίζεις, σχήματι εἰσέρχεται, ἔχων ἀστέρα ἔκλαμπρον ἐπὶ τῆς κεφαλῆς, ποτὲ δὲ καὶ πύρινον εἰσέρχεται ἔχων ἀστέραν. λαβὼν οὖν κλάδον δάφνης ἐπίγραψον εἰς ἕκαστον φύλλον ζῴδιον κινναβάρει — καὶ τὸ ὄνομα αὐτοῦ τοῦ ζῳδίου προσυπογράφων —, ἐστεμμένος. καὶ αὕτη ἡ πρᾶξις ἔνθεος· διὸ ἐν στέρνοις ἔχων τὰ ὑπʼ ἐμοῦ σοι δηλωθέντα καὶ μετὰ τὴν ἀπόλυσιν τοῦ βίου τοῦ ἐμοῦ ὁσίως πράξας ἐπιτεύξῃ. ἔστιν δὲ κριοῦ Ἁρ Μονθ Ἁρ θω χε αʹ ταύρου νεοφοβωθα θοψ … Β διδύμων αρισταναβα ζαω … Γ καρκίνου πχορβαζαναχαυ … λέοντος ζαλαμοιρλαλιθ … παρθένου ειλεσιλαρμου φαι … ζυγοῦ ταντινουραχθ σκορπίου χορχορναθι … τοξότου φανθενφυφλια … αἰγοκέρως αζαζαεισθαιλιχ … ὑδρηχόου μεννυ Θύθ, Ἰάω … ἰχθῦς σερυχαρραλμιω … ΙΒ
λαβὼν καὶ ἕτερον φύλλον δάφνης βασιλικῆς ἐπίγραψον κινναβάρει θεοῦ ζῶντος ὄνομα τοῦτο· «χαλχανα φοε κοσκιανω· ιθʹ αλημονταλλ … ασειχ.» ἐπιγράψας δὲ ἐπὶ ἡμέρας γʹ τόδε ποίει· ἐντύλισσε τὰ φύλλα ἐν σουδαρίῳ καινῷ καὶ τίθει ὑπὸ τὴν κεφαλήν σου. ἐλθὼν ἀέρος δυσμικοῦ ἐπιθύων λίβανον λέγε τὸν λόγον· «Ἐπικαλοῦμαί σε, ἅγιε ἄγγελε Ζιζαυβιω ἀπὸ τῆς Πλειάδος τάξεως, ᾗ ὑποτέταξαι καὶ δουλεύεις εἰς ἅπαντα καὶ εἰς ὃ ἄν σε κελεύσει, σὺ μέγας, ἄφθαρτος, πυρίπνους, εἳς τὴν οὐρανοῦ σειράν, διʼ ἧς τὰ πάντα στρέφουσιν ἐπὶ γῆν, καὶ ὑμᾶς δὲ αὐτούς, ὅσοι ἐστὲ ἄγγελοι ὑπὸ τὴν δύναμιν αὐτοῦ τεταγμένοι· διὸ παρακαλῶ, ἵνα τάχει ἔλθητε ἐν τῇ νυκτὶ ταύτῃ καὶ δηλώσητέ μοι, περὶ ὧν θέλω, σαφῶς καὶ βεβαίως. ἐξορκίζω σέ, κύριε ἀνατέλλων κατὰ γαῖαν τόπου ὅλου κοσμικοῦ, κατὰ τοῦ κυριεύοντος τὴν ὅλην οἰκουμένην καὶ εὐεργετοῦντος τὰ πάντα, διὸ παρακαλῶ σε ἐν ταύτῃ τῇ νυκτί, καὶ πάντα μοι δηλώσῃς κατὰ τοὺς ὕπνους ἐπʼ ἀκριβείας, ἄγγελε Ζιζαυβιω.» ἐλθὼν πρὸς ἑαυτὸν καὶ λιβανωτίσας τὸν κλάδον θὲς πρὸς κεφαλήν σου καὶ κοιμῶ ἁγνός. σχεδὸν δὲ ὁ τόπος, οὗ ποιεῖς, ἤτω παναγνός. τὸ δὲ φυλακτήριον, ὅπου τὸ ὄνομα ἐγγέγραφας, θὲς πρὸς κεφαλήν σου, τὸν δὲ κλάδον στέφου.
Εἰς τὸν ἥλιον σκιά· λέγε ἁγνεύσας πρὸς τὸν ἥλιον ἐλθών, ἐστεμμένος οὐρὰν αἰλούρου ἐπὶ ὥρας εʹ· «ερβεθ βιο … φ … φ … λλ … ιιι αναχ αβαρειρ λατωρωχ· ερβεβριθα: αμβριθηρα· ωρυκισταρ Λαϊλαμ: αωρ ξαρξι θαδαρι ησυρφα φωρφι αγηρωχη βεβαθα· βαρα λιρυπω φερχη αμιαρθ θερθι γωρη αμιναχαρφα ιργιραμου θαρφι θειριωρυς· φερια φορφοροφι»: ταῦτα εἰπὼν ὄψῃ σκιὰν ἐν ἡλίῳ καὶ καμμύσας ἀναβλέψας ὄψῃ ἔμπροσθέν σου σκιὰν ἑστῶσαν, καὶ πυνθάνου, ὃ θέλεις. «ερβαιγωρυθαρφθειρ:» φυλακτήριον· ἡ οὐρὰ καὶ οἱ χαρακτῆρες σὺν τῷ κύκλῳ, ᾧ ἐφεστήξει, γράψας κρήτῃ.
οἱ δὲ χαρακτῆρές εἰσιν οἵδε· …
Κλαυδιανοῦ σεληνιακὸν καὶ οὐρανοῦ καὶ ἄρκτου τελετὴ ἐπὶ σεληνιακῶν. ἡ βίβλος ἥδʼ αὐτή, δώδεκα ἰδία θεῶν, ηὑρέθη ἐν Ἀφροδιτοπόλει παρὰ τῇ θεᾷ μεγίστῃ Ἀφροδίτῃ Οὐρανίᾳ, ἥτις τὰ πάντα περιέχει. ἔστιν δὲ ἡ κατασκευὴ τῆς κυρίας Σελήνης οὕτω γινομένη· λαβὼν πηλὸν ἀπὸ τροχοῦ κεραμικοῦ μῖξον μίγματος τοῦ θείου καὶ πρόσβαλε αἰγὸς ποικίλης αἷμα καὶ πλάσον κυρίαν Σελήνην Αἰγυπτίαν, ὡς ὑπόκειται, σχηματιζομένην παντόμορφον, καὶ ποίησον ναὸν ἐλάινον, καὶ πρὸς τὸν ἥλιον μὴ θεωρησάτω τὸ σύνολον. καὶ τελέσας αὐτὴν τῇ κατὰ πάντων τελετῇ ἀπόθου, καὶ ἔσται προτετελεσμένη. χρίσῃ δὲ αὐτὴν καὶ τῷ σεληνιακῷ χρίσματι καὶ στεφανώσεις καὶ ὀψέ, ὥρᾳ εʹ νυκτός, ἀπόθου αὐτὴν πρὸς σελήνην ἐν οἴκῳ καθαρῷ. ἐπίθυε δὲ καὶ τὸ σεληνιακὸν ἐπίθυμα, καὶ διώκων τὸ ὑποκείμενον ἑξῆς ὀνειροπομπήσεις, καταδήσεις· ποιεῖ γὰρ μεγάλως πρὸς Σελήνην ἡ κλῆσις. προχρισάμενος δὲ μετὰ τοῦ χρίσματος ἐντεύξῃ. καὶ ἔστιν ὁ λόγος σεληνιακός· «ἐπικαλοῦμαί σε, δέσποινα τοῦ σύνπαντος κόσμου, καθηγουμένη συστήματος τοῦ σύμπαντος, θεὰ μεγαλοδύναμε, δαίμων ἱλαρῶπι, νυχία, ἠροδία, φεροφορη αναθρα … ουθρα ἐξακούσασα τὰ ἱερά σου σύμβολα δὸς ῥοῖζον καὶ δὸς ἱερὸν ἄγγελον ἢ πάρεδρον ὅσιον διακονήσοντα τῇ σήμερον νυκτί, ἐν τῇ ἄρτι ὥρᾳ προκυνη Βαυβὼ φοβειος μηε, καὶ κέλευσον ἀγγέλῳ ἀπελθεῖν πρὸς τὴν δεῖνα, ἄξαι αὐτὴν τῶν τριχῶν, τῶν ποδῶν· φοβουμένη, φανταζομένη, ἀγρυπνοῦσα ἐπὶ τῷ ἔρωτί μου καὶ τῇ ἐμοῦ φιλίᾳ, τοῦ δεῖνα, ἥκοι σηκῷ.» ὧδε ἡ ᾠδή ἐστιν. ὅταν δὲ ἴδῃς τὴν θεὰν πυρρὰν γινομένην, γίνωσκε, ὅτι ἄγει ἤδη, καὶ τότε λέγε· «δέσποτι, ἔκπεμψον ἄγγελόν σου ἐκ τῶν παρεδρευόντων σοι, καθηγούμενον τῆς νυκτός, ὅτι ἐξορκίζω σε τοῖς μεγάλοις ὀνόμασίν σου, ἃ οὐ δύναταί σοι παρακοῦσαι οὔτε ἀέριος οὔτε ὑπόγειος μεσουρφαβαβορ: βραλ ιηω: Ἶσι η: πρόσελθέ μοι, καθὼς ἐπικέκλημαί σε· Ὀρθὼ Βαυβὼ νοηρε· κοδηρε σοιρε σοιρε Ἐρεσχιγάλ: σανκιστη δωδεκακιστη ἀκρουροβόρε: κοδηρε: σαμψει: ἄκουσόν μου τῶν λόγων καὶ ἔκπεμψόν σου τὸν ἄγγελον τὸν ἐπὶ τῆς αʹ ὥρας διατάσσοντα, Μενεβαιν, καὶ τὸν ἐπὶ τῆς βʹ ὥρας, Νεβουν, καὶ τὸν ἐπὶ τῆς γʹ ὥρας, Λημνει, καὶ τὸν ἐπὶ τῆς δʹ ὥρας Μορμοθ, καὶ τὸν ἐπὶ τῆς εʹ ὥρας, Νουφιηρ, καὶ τὸν ἐπὶ τῆς ϛʹ ὥρας, Χορβορβαθ, καὶ τὸν ἐπὶ τῆς ζʹ ὥρας, Ὁρβεηθ, καὶ τὸν ἐπὶ τῆς ηʹ ὥρας, Πανμωθ, καὶ τὸν ἐπὶ τῆς θʹ ὥρας, Θυμενφρι, καὶ τὸν ἐπὶ τῆς ιʹ ὥρας, Σαρνοχοιβαλ, καὶ τὸν ἐπὶ τῆς ιαʹ ὥρας, Βαθιαβηλ, καὶ τὸν ἐπὶ τῆς ιβʹ ὥρας, Ἀβραθιαβρι, ἵνα μοι ποιήσῃς τόδε· ἄξῃς, δαμάσῃς ἐν τῇ σήμερον ἡμέρᾳ, ἐν τῇ σήμερον νυκτί, καὶ μὴ δυνηθῇ ἡ δεῖνα — ἢ ὁ δεῖνα — ἐπιτυχεῖν, ἕως ἐλθοῦσα πρὸς ἐμέ, τὸν δεῖνα, διαμείνῃ πληροφοροῦσα, ἀγαπῶσα, στέργουσα ἐμέ, τὸν δεῖνα, καὶ μὴ δυνασθῇ ἄλλῳ ἀνδρὶ συνμιγῆναι, εἰ μὴ ἐμοὶ μόνῳ.» πολλάκις δὲ δίωκε τὸν λόγον, καὶ ἄξει καὶ καταδεσμεύσει, καὶ ἐρασθήσεταί σου εἰς τὸν τῆς ζωῆς χρόνον. ὅταν δὲ ἄξῃς καὶ συνγένηταί σοι, τότε ἄρας ἀπόθου τὴν θεάν, οὐσίαν αὐτῇ δούς, καὶ ἡλίῳ μὴ δείξῃς, καὶ οὐ καταπαύσεται ἐρχομένη, ἐρῶσα. ἐπὶ δὲ ὀνειροπομποῦ ὡσαύτως ποιήσεις, ἕως οὗ ἀπαρτίσῃς, ἃ βούλῃ. ἔστιν δὲ ἰσχυρὰ ἡ δύναμις. ὑπόκειται τὸ ζῴδιον.
Νικητικὸν θαυμαστὸν τοῦ Ἑρμοῦ, ὃ ἔχε ἐν τοῖς πεδίλοις. λαβὼν λεπίδα ἡλιακὴν γράψον χαλκῷ γραφείῳ καὶ περίθου, ᾧ ἂν βούλῃ, καὶ ὅρα, τί ποιεῖ πλοίῳ, ἵππῳ, καὶ ἐκπλαγήσει. εἰσὶν δὲ οἱ χαρακτῆρες· « … Θωούθ, δὸς νίκην, ἰσχύν, δύναμιν τῷ φοροῦντι».
Ἄλλο, καὶ ὑποτακτικόν. λαβὼν λεπίδα μολιβῆν ἀπὸ ζυγοῦ μούλων καὶ γράψον χαλκῷ γραφείῳ τὰ ὑποκείμενα ὀνόματα καὶ τοὺς χαρακτῆρας καὶ θὲς ὑπὸ τὸ πέλμα σου τοῦ εὐωνύμου ποδὸς λιβανωτίσας ἐπιμελῶς. εἰσὶν δέ· … Ρ … … νολεανουν … Γ εβρεβα … ολοθιερον ΟΠ δενδενξουν ϛ Ζ τουβαντωνι κάτεχε … τὴν ὀργὴν τοῦ δεῖνα καὶ πάντων τὸν θυμὸν καὶ τάς γλώσσας, ἵνα … μὴ δυνηθῶσιν λαλεῖν τῷ δεῖνα. Ν Π … Ω …
Θυμοκάτοχον καὶ ὑποτακτικόν· εἰς χάρτην καθαρὸν διὰ ζμυρνομέλανος καθαροῦ γράφε τὰ ὀνόματα ταῦτα σὺν τῇ στήλῃ· ϊωερβηθ ιωπακερβηθ ΐωερβη ωπακερβηθ ϊωερβ πακερβηθ ϊωερ ακερβηθ ϊωε κερβηθ ϊω ερβηθ ϊ ρβηθ βηθ ηθ θ ιωσεσεσρω
ωσεσεσρω σεσεσρω ιωπημψ εσεσρω ωπημψ σεσρω πημψ εσρω ημψ σρω μψ ρω ψ ω
«Δεῦρό μοι, ὁ ἐν τῷ στερεῷ πνεύματι, ἀόρατος, παντοκράτωρ, κτίστης τῶν θεῶν· δεῦρό μοι, ὁ ἀκαταμάχητος δαίμων. δεῦρό μοι, ὁ τὸν ἴδιον ἀδελφὸν μὴ λυπήσας, Σήθ· δεῦρό μοι, πυριλαμπὲς πνεῦμα· δεῦρό μοι, ὁ ἀκαταφρόνητος θεός, δαίμων, καὶ φίμωσον, ὑπόταξον, καταδούλωσον τὸν δεῖνα τῷ δεῖνα καὶ ποίησον αὐτόν, ὑπὸ τοὺς πόδας μοι ἔλθῃ».
Πότισμα καλόν· λαβὼν χαρτίον ἱερατικὸν ἐπίγραφε· «Ιάω ω εσταβισαση τουρεωσαν αθιαχνιωουηνου αχημαχου. φιλείτω με ἡ δεῖνα τῆς δεῖνα ἐμέ, τὸν δεῖνα, πιοῦσα τὸ ποτόν.»
Ἀγώγιμον παράψιμον. λαβὼν κάνθαρον ἡλιακὸν ζέσον μύρῳ καλῷ καὶ λαβὼν τὸν κάνθαρον τρίψον μετὰ κατανάγκης βοτάνης καὶ βάλε εἰς βησίον ὑελοῦν καὶ λέγε τὸν λόγον τὸν ὑποκείμενον βʹ· «θωβαρραβαυ, Μιχαὴλ Μιχαήλ· Οὔσιρι φορ· φορβα, Ἀβριήλ· σεσεγγεν βαρφαραγγης, Ἰάω, Σαβαώθ, Ἀδωναῖε, Λαϊλαμ, ἐπαναγκάσατε τὴν δεῖνα τῆς δεῖνα, ἐὰν ἅψαιμι, ἐπακολουθῆσαι».
Ἀγώγιμον. ἀπὸ πάντων σαυτὸν ἁγνίσας ἡμέρας … λέγε τὸν λόγον τοῦτον σὺν ἀνατολῇ· «Ἥλιε … ε, ἀλλὰ δεῦρό μοι, κυρία Ἀκτιῶφι, Ἐρεσχιγὰλ Περσεφόνη· ἄγε μοι καὶ κατάδησον τὴν δεῖνʼ, ἣν δεῖνα, εἰς τὸν ἐπʼ ἔρωτι αὐτῆς τηκόμενον, τὸν ἄρτι χρόνον, καῖε ἐκπληρώσουσαν τοῦ δεῖνα, ὃν ἔτεκε δεῖνα, τὰ νυκτερινὰ καταθύμια, ναί, κύριε Νεθμομαω Ἥλιε· εἴσβηθι τῆς δεῖνα, ἣν ἡ δεῖνα, ἐπὶ τὴν ψυχὴν καὶ καῦσον τὴν καρδίαν, τὰ σπλάγχνα, τὸ ἧπαρ, τὸ πνεῦμα, τὰ ὀστᾶ. καλῶς μοι τέλει ταύτην τὴν ἐπαοιδήν, ἤδη, ἤδη, ταχύ, ταχύ». Προσβλέπων τὰ ἀπηλιωτικὰ μέρη λέγε· «σὺ εἶ ὁ βροντῶν, ὁ βρέχων καὶ ἀστράπτων κατὰ τὸν καιρὸν καὶ καταξηράνας ὡσαύτως. δεῦρό μοι, χρημάτισον». κοινὰ ἢ ὅτι ἂν θέλῃς γράφων, χεῖρα ὑπόχρισον. σκευὴ μέλανος· ἰσχάδας γʹ, φοίνικος ὀστᾶ γʹ Νικολάου καὶ ἀρτεμισίας ἄγματα γʹ καὶ ζμύρνης χόνδρους γʹ, ὁμοῦ ποίησον, εἶτα λειώσας ἐπίγραφε τὸν ὑποκείμενον λόγον. ἐπεῖπεν αὐτὸν καὶ ἐνέγραψεν ἡ Ἶσις, ὅτε τὸν Ὄσιριν ὑπολαβοῦσα τὰ μέλη μελισθέντα συνήρμοζεν· ὁ Ἀσκληπιὸς ἰδὼν αὐτὸν ἐξωμολόγησεν μὴ σὺν Ἥβῃ ἤ τινι ἄλλῳ συναρμόσαι τὸν θανόντα. ἔστι δὲ ὁ λόγος· «δεῦρό μοι, σεσεγγενβαρφαραγγης Σαβαώθ· ἐξορκίζω γάρ σε, νεκύδαιμον, κατὰ τῆς πικρᾶς Ἀνάγκης· ἄνοιξόν σου τὰ ὦτα καὶ τῶν ἱερῶν λόγων ἄκουσον». καὶ λέγε πολλάκις τὴν ὑποκειμένην στήλην. Ὀνειρομαντεῖον· ἐπίλεγε ἐπὶ τὴν … δίπτυχον ἐπι … καὶ τρίψον σου τὴν κεφαλὴν καὶ καταβὰς κοιμῶ μηδενὶ δοὺς ἀπόκρισιν. «ἐπικαλοῦμαί σε, Σαβαὼθ καὶ Μιχαὴλ καὶ Ῥαφαὴλ καὶ σέ, δυνατὲ ἀρχάγγελε Γαβριήλ· μὴ ἁπλῶς με παρέλθατε, φαντάσματα ἄγοντες, ἀλλὰ εἷς ἐξ ὑμῶν εἰσερχέσθω καὶ χρηματισάτω μοι περὶ τοῦ δεῖνα πράγματος αιαι αχηνη Ἰάω». ταῦτα γράφε εἰς φύλλα … δάφνης καὶ τίθει πρὸς κεφαλήν.
«Χαῖρε Ἥλιε, χαῖρε Ἥλιε, χαῖρε Γαβριήλ, χαῖρε Ῥαφαήλ, χαῖρε Μιχαήλ, χαῖρε σύμπαντα· δός μοι τὴν ἐξουσίαν καὶ τὴν δύναμιν τοῦ Σαβαώθ, τὸ κράτος τοῦ Ἰάω καὶ τὴν ἐπιτυχίαν τοῦ Ἀβλαναθαναλβα καὶ τὴν ἰσχὺν τοῦ Ἀκραμμαχαμαρεί· δός μοι τὴν νίκην προσκτήσασθαι, ὡς ἐκάλεσά σε». εἶτα σὺ γράψον γράμματα νθʹ, ἰαεω—λόγον. «δὸς νίκην, ὅτι οἶδα τὰ ὀνόματα τοῦ Ἀγαθοῦ Δαίμονος· Ἁρπον χνουφι βριντατην ωφριβρισαρουαζαρβασεν κριφινιπιουμιχμουμαωφι» — κοινά — «καὶ τέλεσόν μοι τοῦτο». λάλει μηδενί.
Φιλτροκατάδεσμος Ἀστραψοίκου. λόγος. «ἐλθέ μοι, κύριε Ἑρμῆ, ὡς τὰ βρέφη εἰς τὰς κοιλίας τῶν γυναικῶν. ἐλθέ μοι, κύριε Ἑρμῆ, συνάγων τὰς τροφὰς τῶν θεῶν καὶ ἀνθρώπων, ἐλθέ μοι, τῷ δεῖνα, κύριε Ἑρμῆ, καὶ δός μοι χάριν, τροφήν, νίκην, εὐημερίαν, ἐπαφροδισίαν, προσώπου εἶδος, ἀλκὴν ἁπάντων καὶ πασῶν. ὀνόματά σοι ἐν οὐρανῷ· “Λαμφθεν Οὐωθι: Οὐασθεν Οὐωθι: Ὀαμενώθ: Ἐνθομουχ:” ταῦτά εἰσιν τὰ ἐν ταῖς δʹ γωνίαις τοῦ οὐρανοῦ ὀνόματα. οἶδά σου καὶ τὰς μορφάς, αἵ εἰσι· ἐν τῷ ἀπηλιώτῃ μορφὴν ἔχεις ἴβεως, ἐν τῷ λιβὶ μορφὴν ἔχεις κυνοκεφάλου, ἐν τῷ βορέᾳ μορφὴν ἔχεις ὄφεως, ἐν δὲ τῷ νότῳ μορφὴν ἔχεις λύκου. ἡ βοτάνη σου ηλολλα: ετεβεν θωητ: οἶδά σου καὶ τὸ ξύλον· τὸ ἐβεννίνου. οἶδά σε, Ἑρμῆ, τίς εἶ καὶ πόθεν εἶ, καὶ τίς ἡ πόλις σου· Ἑρμούπολις. ἐλθέ μοι, κύριʼ Ἑρμῆ, πολυώνυμε, εἰδὼς τὰ κρύφιμα τὰ ὑπὸ τὸν πόλον καὶ τὴν γῆν. ἐλθέ μοι, κύριʼ Ἑρμῆ, τῷ δεῖνα, εὐεργέτησον, ἀγαθοποιὲ τῆς οἰκουμένης. ἐπάκουσόν μου καὶ χάρισόν με πρὸς πάντα τὰ κατὰ τὴν γῆν οἰκουμένην εἴδη. ἀνοίξας μοι τὰς χεῖρας πάντων συνδωροδοκούντων, ἐπανάγκασον αὐτοὺς δοῦναί μοι, ἃ ἔχουσιν ἐν ταῖς χερσίν. οἶδά σου καὶ τὰ βαρβαρικὰ ὀνόματα· “Φαρναθαρ: Βαραχήλ: Χθα:” ταῦτά σοί ἐστιν τὰ βαρβαρικὰ ὀνόματα.
Ἐὰν ἐπεκαλέσατό σε Ἶσις, μεγίστη τῶν θεῶν ἁπάντων, ἐν πάσῃ κρίσει, ἐν παντὶ τόπῳ πρὸς θεοὺς καὶ ἀνθρώπους καὶ δαίμονας καὶ ἔνυδρα ζῷα καὶ ἐπίγεια καὶ ἔσχεν τὴν χάριν, τὸ νῖκος πρὸς θεοὺς καὶ ἀνθρώπους καὶ παρὰ πᾶσι τοῖς ὑπὸ τὸν κόσμον ζῴοις, οὕτως κἀγώ, ὁ δεῖνα, ἐπικαλοῦμαί σε. διὸ δός μοι τὴν χάριν, μορφήν, κάλλος· ἐπάκουσόν μου, Ἑρμῆ, εὐεργέτα, φαρμάκων εὑρετά, εὐδιάλεκτος γενοῦ καὶ ἐπάκουσον, καθὼς ἐποίησας πάντα τῷ Αἰθιοπικῷ κυνοκεφάλῳ σου, τῷ κυρίῳ τῶν χθονίων. πράϋνε πάντας καὶ δός μοι ἀλκήν, μορφήν — κοινόν —, καὶ δότωσάν μοι χρυσὸν καὶ ἄργυρον καὶ τροφὴν πᾶσαν ἀδιάλειπτον. διάσωσόν με πάντοτε εἰς τὸν αἰῶνα ἀπὸ φαρμάκων καὶ δολίων καὶ βασκοσύνης πάσης καὶ γλωττῶν πονηρῶν, ἀπὸ πάσης συνοχῆς, ἀπὸ παντὸς μίσους θεῶν τε καὶ ἀνθρώπων. δότωσάν μοι χάριν καὶ νίκην καὶ πρᾶξιν καὶ εὐπορίαν. σὺ γὰρ ἐγὼ καὶ ἐγὼ σύ, τὸ σὸν ὄνομα ἐμὸν καὶ τὸ ἐμὸν σόν· ἐγὼ γάρ εἰμι τὸ εἴδωλόν σου. ἐπάν τί μοι συββῇ τούτῳ τῷ ἐνιαυτῷ ἢ τούτῳ τῷ μηνὶ ἢ ταύτῃ τῇ ἡμέρᾳ ἢ ταύτῃ τῇ ὥρᾳ, συββήσεται τῷ μεγάλῳ θεῷ Αχχεμεν: εστροφ: τῷ ἐπεγραμμένῳ ἐπὶ τῆς πρώρης τοῦ ἱεροῦ πλοίου. τὸ δὲ ἀληθινὸν ὄνομά σου ἐπεγραμμένον ἐστὶ τῇ ἱερᾷ στήλῃ ἐν τῷ ἀδύτῳ ἐν Ἑρμουπόλει, οὗ ἐστιν ἡ γένεσίς σου. ὄνομά σου ἀληθινόν· Οσεργαριαχ: νομαφι: τοῦτό ἐστίν σου τὸ ὄνομα τὸ πεντεκαιδεκαγράμματον ἔχον ἀριθμὸν γραμμάτων πρὸς τὰς ἡμέρας τῆς ἀνατολῆς τῆς σελήνης, τὸ δὲ δεύτερον ὄνομα ἔχον ἀριθμὸν ζʹ τῶν κυριευόντων τοῦ κόσμου, τὴν ψῆφον ἔχον τξεʹ πρὸς τὰς ἡμέρας τοῦ ἐνιαυτοῦ. ἀληθῶς· Ἀβρασάξ. οἶδά σε, Ἑρμῆ, καὶ σὺ ἐμέ. ἐγώ εἰμι σὺ καὶ σὺ ἐγώ. καὶ πρᾶξόν μοι πάντα καὶ συνρέποις σὺν Ἀγαθῇ Τύχῃ καὶ Ἀγαθῷ Δαίμονι, ἤδη, ἤδη, ταχύ, ταχύ.»
Λαβὼν ξύλον ἐλάϊνον ποίησον κυνοκεφάλιον καθήμενον, ἔχοντα τὴν τοῦ Ἑρμοῦ περικεφαλαίαν πτερωτὴν καὶ ἐκ τοῦ νώτου γλωσσόκομον καὶ ἐπίγραφε τὸ ὄνομα τοῦ Ἑρμοῦ εἰς χάρτην καὶ ἐπιτίθει εἰς τὸ γλωσσόκομον. γράφε ζμύρνῃ ἐπευξάμενος, ὃ ποιεῖς ἢ ὃ θέλεις, καὶ πωμάσας ἐπίθυε λιβανωτὸν καὶ τίθει, ὅπου θέλεις ἐν ἐργαστηρίῳ μέσον. ἔστι δὲ τὸ ὄνομα τὸ γραφόμενον· «φθορον, φθιονη Θωύθ:» προσέτι γράφε καὶ τὰ μεγάλα ὀνόματα ταῦτα· «Ἰάω: Σαβαώθ: Ἀδωναῖε ἀβλαναθαναλβα ἀκραμμαχαμαρει, τξεʹ, δὸς τῷ ἐργαστηρίῳ τὴν πρᾶξιν, τὴν χάριν, τὴν εὐπορίαν, ἐπαφροδισίαν, αὐτῷ τῷ δεῖνα καὶ τῷ ἐργαστηρίῳ, ἤδη, ἤδη, ταχύ, ταχύ.»
Ὀνειραιτητὸν τοῦ Βησᾶ· οὕτω ζωγράφησον εἰς τὴν εὐώνυμόν σου χεῖραν τὸν Βησᾶν, ὡς ὑποδείκνυταί σοι, καὶ περίβαλε τὴν χεῖρά σου μέλανι ῥάκκει Ἰσιακῷ καὶ κοιμῶ μηδενὶ δοὺς ἀπόκρισιν, ἑλίξας τὸ ὑπόλοιπον τοῦ ῥάκους περὶ τὸν τράχηλόν σου. ἔστι δὲ τὸ μέλαν, ἐν ᾧ γράφεις· αἷμα κορώνης, αἷμα περιστερᾶς λευκῆς, λίβανος ἄτμητος καὶ ζμύρνα καὶ μέλαν γραφικὸν καὶ κιννάβαρις καὶ ὀπὸς συκαμίνου καὶ ὕδωρ ὄμβριον καὶ χυλὸς ἀρτεμισίας μονοκλώνου καὶ κατανάγκης. ἐν τούτῳ γράφε. ἐξήγησις αὐτοῦ πρὸς ἥλιον δύνοντα· «Ἀεροφοιτάτων ἀνέμων ἐποχούμενος αὔραις, Ἥλιε χρυσοκόμα, διέπων φλογὸς ἀκάματον φῶς, αἰθερίαις τροπαῖς μέγαν πόλον ἀμφὶς ἐλάων, γεννῶν αὐτὸς ἅπαντα, ἅπερ πάλιν ἐξαναλύεις· ἐξ οὗ γὰρ πέφυκε στοιχεῖα τεταγμένα σοῖσι νόμοισι, κόσμον ἅπαντα τρέπουσι τετράτροπον εἰς ἐνιαυτόν. ἢν γαίης κευθμῶνα μόλῃς, νεκύων ἐνὶ χώρῳ, πέμψον μάντιν ἐξ ἀδύτων τὸν ἀληθέα, λίτομαί σε λαμψουηρ: σουμαρτα: βαριβας: δαρδαλαμ: φορβηξ, κύριε, ἔκπεμψον τὸν ἱερὸν δαίμονα Ἀνούθ: Ἀνούθ: σαλβανα χαμβρη: βρηιθ: ἤδη, ἤδη, ταχύ, ταχύ· ἐν τῇ νυκτὶ ταύτῃ ἐλθέ».
ἐὰν θέλῃς καὶ αὔτοπτον αὐτὸν καλέσαι, λαβὲ βύσσινον ῥάκος καὶ βρέξας εἰς σησάμινον ἔλαιον μετὰ κινναβάρεως λειώσας καὶ ἐνλυχνιάσας λύχνον ἀμίλτωτον καιέσθω σησαμίνῳ ἐλαίῳ τὸ λύχνον καὶ θὲς ἄντικρύς σου λέγων τὸν λόγον, καὶ ἐλεύσεται πρὸς σέ. ἔχε ἔγγιστά σου πινακίδα, ἵνα ὅσα λέγει γράψῃς, ἵνα μὴ κοιμηθεὶς ληθαργήσῃς. «ἐπικαλοῦμαί σε, τὸν ἀκέφαλον θεόν, σοῖς παρὰ τοῖς ποσὶν ἔχοντα τὴν ὅρασιν, τὸν ἀστράπτοντα καὶ βροντάζοντα. σὺ εἶ, οὗ τὸ στόμα διὰ παντὸς πυρὸς γέμει, ὁ ἐπὶ τῆς Ἀνάγκης τεταγμένος. ἐπικαλοῦμαί σε, τὸν ἐπὶ τῆς Ἀνάγκης τεταγμένον θεὸν Ἰαεω· Σαβαώθ: Ἀδωναί: Ζαβαρβαθιάω: σὺ εἶ ὁ ἐπὶ τῇ ζμυρνίνῃ σορῷ κατακείμενος, ἔχων ὑπαγκώνιον ῥητίνην καὶ ἄσφαλτον, ὃν λέγουσιν· Ἀνούθ: Ἀνούθ: ἀνάστα, δαίμων· οὐκ εἶ δαίμων, ἀλλὰ τὸ αἷμα τῶν δύο ἱεράκων τῶν πρὸς κεφαλῆς τοῦ Ὀσίρεως λαλούντων καὶ ἀγρυπνούντων. σὺ εἶ ὁ χρησμῳδὸς θεὸς Σαλβαναχαμβρη: Ἀνούθ: Ἀνούθ: Σαβαώθ: Ἀδωναί: ιη ιε ιη ιε — κοινόν.» κοιμῶ δὲ ἐπὶ θρυΐνης ψιάθου ἔχων πρὸς κεφαλῆς σου πλίνθον ὠμήν. ἔστιν δὲ ὃ γράφεις, τοιοῦτο· ἄνθρωπος γυμνός, ἑστώς, ἔχων βασίλειον ἐπὶ τῆς κεφαλῆς, ἐν δὲ τῇ δεξιᾷ χειρὶ ξίφος καμπῇ ἐπὶ τὸν τράχηλον κείμενον καὶ ἐν τῇ εὐωνύμῳ ῥάβδον. ἐὰν δὲ χρηματίσῃ σοι, ῥοδίνῳ μύρῳ ἀπάλειψόν σου τὴν χεῖραν. ἔστι δὲ ζῴδιον τῆς πράξεως·
«Θυμοῦ σε παύσω καί σε πραΰνω χολῆς. ἐλθέ, κύριε Βαινχωωωχ, σὺν τῷ πατρί σου Ἀνιβαινχωωωχ, σὺν τῇ μητρί σου Χεχφιω, σὺν τοῖς δυσὶ δορυφόροις Χενγηβιωχθω: μυσαγωθ: εχε ωω μυσαγωθ: αχφιφιω: Ἰαια ωχ: σεβαυ Φρῆ, Ἰώ, ῥηξίχθων: υωηω αεαεηιουω: χυχβαχυχ βαυαχυχ βακαξιχυχ βαζαβαχυχ μενεβαχυχ βαδηδοφω Βαϊνχωωωχ: καθυπόταξον, φίμωσον, καταδούλωσον πᾶν γένος ἀνθρώπων, ἀρρένων τε καὶ θηλυκῶν, παντοίων θυμῶν, τοὺς ὑπὸ τὴν κτίσιν ὑπὸ τοὺς πόδας τοῦ δεῖνα, μάλιστα τόνδε — κοινά, ὡς θέλεις· ὑφιεῖς γὰρ ὑπὸ τοὺς πόδας μου, ὡς περιβόλαιόν μου, τὴν καρδίαν τοῦ Σαβαώθ.» ἐπὶ δὲ ὄπιθεν τῆς λάμνης· «ευλαμω σισιρβαβαιηρσεσι φερμου χνουωρ Ἀβρασάξ· κατυπόταξον, καταδούλωσον, φίμωσον τὴν ψυχήν, τὸν θυμὸν τοῦ δεῖνα, ὅτι ἐξορκίζω σε κατὰ τῆς φρικτῆς Ἀνάγκης Μασκελλι Μασκελλω Φμουκενταβαωθ ὀρεοβαζάγρα ῥηξίχθων ἱππόχθων πυριπηγανυξ λεπεταν λεπεταν φνουνοβοη.» καὶ εἰς τὸ μέτωπον τὸ ὄνομα αὐτοῦ. πρόλογος τῆς πράξεως· «θυμοῦ σε παύσω καί σε πραΰνω χολῆς. ἐλθὲ καὶ διακράτει σιγῇ σιγὴν φέρων τε παῦσιν καὶ θυμοὺς στῆσον ψυχῶν πάντων ὀργάς τε πάσας σβέσον, φρένας ὁρκίσας, ὅτι ἐπικαλοῦμαι τὸ αὐθεντικόν σου ὄνομα, Βαινχωωωχ:» εἰπὲ δὲ τοῦτο τὸ ὄνομα ἐπάνω τοῦ πετάλου· «Ἰαωμορμοροτοκονβαι.»
Κατὰ πότιμον καὶ βρώσιμον λαβὼν μερίδια τὰ πρῶτα βάλλε εἰς παραψίδιον ναοῦ λέγων οὕτως· «ὁ δεῖνα, ἀπεσταλμένος μοι ᾖς ὑπηρέτης καὶ ἐπὶ τὰ παρὰ τοῦ θεοῦ ἐπιδράμῃς καὶ τελέσῃς. τὸ ὄνομά μοι· ωϊ … Ἰάω Σαβαὼθ Ζαβαρβαθιάω Ἀδωναί … , φιλείτω με ἡ δεῖνα, τὸν δεῖνα, θεῖον ἔρωτα καὶ ἀνεξαλείπτως.»
Λόγος λεγόμενος· «ὁρκίζω σὲ καὶ τὸ περί σε ἔχον πνεῦμα· λέγει σοι ὁ μέγας καὶ ἰσχυρὸς θεὸς Σαθις πεφωουθ μουρωφ Ἀνουρ ουφιριγχ· ἡ δεῖνα, εὔστρεπτος οὖσα ἐμοί, ἰδέ με καὶ ἰδοῦσα ἐράσθητί μου, δυνήσεται δʼ οὐδεὶς ἀντιλέγειν φθοροχηβ: αθα … ν θαραμηχι· εοψηριψου: αχορσωθια … θιε η νουσου φθαπα απουοροθ … η χοαδουστρω πρωθιαψιωρ· … ς χομαρχωχ χαναχουωρρηλουκουμφα».
ἄλλως ὁ λόγος· «ἡ δεῖνά με ἰδοῦσα ἐρασθῇ μου, ἀντερίσῃ δὲ μήποτʼ ἐμοί, ὁ μέγας καὶ ἰσχυρὸς θεός, διʼ αἰδοῦς». ἰδὼν δὲ τὴν δεῖνα τρὶς φύσημα ποίει μακρὸν εἰς αὐτὴν ἀτενίζων, καὶ προσγελᾷ αὐτὴ τότε. σημεῖον γὰρ τῆς φιλίας ἐστὶ τοῦτο.
Θυμοκάτοχον, πρὸς πάντας ποιῶν· ποιεῖ γὰρ πρὸς ἐχθροὺς καὶ κατηγόρας καὶ λῃστὰς καὶ φόβους καὶ φαντασμοὺς ὀνείρων. λαβὼν λάμναν χρυσᾶν ἢ ἀργυρᾶν χάραξον ἐπʼ αὐτῆς τοὺς χαρακτῆρας καὶ τὰ ὀνόματα καὶ τελέσας φόρει καθαρίως. ἔστι δέ· αβλαναθαναλβα ακραμμαχαμαρει αι αη λαιλεμ ταεω ωαωαιιωαιι αιηιουωωυοιηεα
Ἄλλως· ὑποτακτικὸν Ἀπόλλωνος. λαβὼν λάμναν ἢ πέταλον μολιβοῦν ἀπὸ ἡμιόνων γράφε τὰ ὑποκείμενα ὀνόματα καὶ βάλλε εἰς αὐτὸ γλῶσσαν βατράκου. λόγος, ὅταν κατατιθῆται τὸ πέταλον σὺν τῷ βαθράκῳ εἰς τὸ δεξιόν σου σανδάλιον· «ὡς ταῦτα τὰ ἅγια ὀνόματα πατεῖται, οὕτως καὶ ὁ δεῖνα — κοινόν —, ὁ ἐπέχων.» Ἀβρασάξ ιωχχ αεηιουω χυχ Μιχαήλ νυσευ εηιουωα χυβαχυχ Ῥαφαήλ νυχιευ ηιουωαε βαχαχυχ Γαβριήλ αωχη ιουωαεη βακαξιχυχ Σουριήλ μεχευ ουωαεηι βαζαβαχυχ Ζαζιήλ Ἰάω υωαεηιο βαδητοφωθ Βαδακιήλ Σαβαώθ ωαεηιου Βαϊνχωωωχ Συλιήλ Ἀδωναί … Ἀβρασάξ … … Ζ … ὑπόταξόν μοι τὸν δεῖνα. ἤδη, ἤδη, ταχύ, ταχύ.
Γραῦς Ἀπολλωνίου Τυανέως ὑπηρετίς· λαβὼν Τυφῶνος κρανίον κατάγραφε τοὺς χαρακτῆρας τούτους αἵματι κυνὸς μέλανος· « … σαβερρα.» ἐλθὼν δὲ ἐπὶ τὸν τόπον παρὰ ποταμόν, θάλασσαν, ἢ τριόδου νυκτὸς μέσης θὲς τὸ κρανίον χαμαὶ καὶ ἱστὰς ὑπὸ τῷ ἀριστερῷ ποδὶ λέγε τάδε. λόγος· «Ἐριθυῖα Μερόπη γεργιρω χηθιρα αναπερουχ … λυρωφια γηγεθιρα λολυν γουγωγη αμβραχα βι … αεβιλη μαριθαια μπρουχε Ἀβὴλ εθιραω απ … ωχοριηλα μωρηθιρα φεχιρω ωσρι φοιρα αμερι … φη … ουθηρα γαργεργιω τιθεμυμη μηραψηχιρ αωριλ· ἐλθέ, φάνηθι, ἡ θεὸς ἡ καλουμένη οἰκουρός.»
ταῦτα εἰπὼν ὄψῃ γυναῖκαν ἐπʼ ὄνου καθιζομένην, εὔμορφον λίαν εἰς ὑπερβολήν, οὐράνιόν τι κάλλος ἔχουσαν, ἀδιηγήτως ὡραίαν καὶ νέαν, ἣν ἰδὼν σὺ εὐθέως προσκύνησον λέγων· «εὐχαριστῶ σοι, κυρία, ὅτι μοι ἐφάνθης. ἄξιόν μέ σου κρῖνον, εὐμενὴς ἐμοὶ γενέσθω ἡ ἁβρότης σου, καὶ ποίησον, περὶ οὗ σοι χρήσομαι.» ἐρεῖ δέ σοι ἡ θεός· «τίνος διάνοιαν ἔχεις;» σὺ λέγε· «παρά σού μοι χρεία ἐστὶν εἰς τὰς τοῦ βίου ὑπηρεσίας.» ἡ δὲ εὐθέως καταβήσεται ἀπὸ τοῦ ὄνου καὶ ἀποδύσεται τὸ κάλλος καὶ ἔσται γραῦς. καὶ ἐρεῖ σοι ἡ γραῦς· «ἐγώ σοι ὑπηρετήσω καὶ παρεδρεύσω.» τοῦτο δέ σοι εἰποῦσα, πάλιν θεὸς ἐνδεδύσεται τὸ ἑαυτῆς κάλλος, ὅπερ ἐξεδύσατο, καὶ παραιτήσεται. σὺ δὲ λέγε τῇ θεῷ· «κυρία, μή σαυτῇ χρήσομαι, ἕως κατάσχω αὐτήν.» ἡ δὲ θεὸς ἀκούσασα εὐθέως προσελεύσεται τῇ γραΐδι καὶ λήμψεται αὐτῆς τὸν γομφίον καὶ τοῦ ὄνου μύλην καὶ δίδωσί σοι ἀμφότερα καὶ ἐξ ἐκείνου ἀχωρίστως σου ἦται ἡ γραῦς, εἰ μὴ τάχα σὺ αὐτὴν θέλεις ἀπολῦσαι· ἀπὸ δὲ ἐκείνης τῆς ὥρας ἕξεις μεγάλων ἀγαθῶν δωρεάν· πάντα γάρ σοι, ὅσα τῇ ψυχῇ ἐνθυμῇ, διʼ αὐτῆς καταπραχθήσεται, καὶ τάδε σοι φυλάξει καὶ ὡς μάλιστα νοήσει σοι, ὅτι ποτʼ ἄν τις ἐνθυμῆται κατά σου. αὐτὴ γὰρ πάντα ἐρεῖ σοι καὶ οὐδέποτέ σε καταλείψει. οὕτως τὴν εἴς σε εὔνοιαν ἐντίθεται. ἐὰν δὲ θελήσῃς ποτέ, ἀπολύσεις αὐτήν — ὅπερ μηδέποτε ποιήσῃς· λαβὼν τὸν γομφίον καὶ τὴν μύλην καὶ πυρὰν ποιήσας ἀκόντισον εἰς τὸ πῦρ, καὶ ὀλολύξασα ἡ γραῦς φεύξεται ὅλως. μὴ εὐκόλως αὐτὴν ἀπολύσῃς· ἀμετάληπτος γάρ σοι ἔσται. τὴν δὲ θεὸν ἀπολύσεις, ὅταν μάθῃς, ὅπως σοι ὑπηρετήσει ἡ γραῦς, λέγων οὕτως· «μενερφερ φιη πραχηρα λυλωρι μηλιχαρη νηχιρα.» ταῦτα ἀκούσασα ἡ γραῦς θεὸς ἀναβήσεται ἐπὶ τὸν ὄνον καὶ ἀπελεύσεται.
φυλακτήριον παρὰ τὴν πρᾶξιν· τὸ κρανίον τοῦ ὄνου. τὴν δὲ μύλην τοῦ ὄνου δήσας ἀργύρῳ καὶ τὸν γομφίον τῆς γραΐδος χρυσῷ περίεχε ἀεί. οὕτως γάρ σου ἀχώριστος ἔσται ἡ γραῦς. ἡ πρᾶξις δεδοκίμασται.
Ἀνθρώπους πίνοντας ἐν συμποσίῳ πρόσωθεν τοῖς ἔξωθεν ὀνορύγχους φαίνεσθαι … εβειβακοτος τὸ δρ … λλον ἀπὸ τοῦ λύθρου αἵματι ὀνείῳ αἱμάξαι καὶ ποιῆσαι ἐλλύχνι καινὸν εἰς λύχνον καινὸν καὶ ἅψαι τοῖς πίνουσι.
Τοῦτο γράφεις εἰς ἱερατικὸν βιβλίον καὶ θὲς … ἐξορκίζω σε τὸν Ἰαβω θεόν· στρέψον τὴν καρδίαν τῆς δεῖνα, ἧς ἔτεκεν ἡ δεῖνα, πρὸς τὸν δεῖνα, ὃν ἔτεκεν ἡ δεῖνα, κατʼ ἐπιταγὴν τοῦ Ἰαβω, Μασκελλει Μασκελλω, Φαινουκενταβαω, ποίησον ἐπιτυχεῖν τῆς συνουσίας τὸν δεῖνα, ἐμέ, Ἀβλαναθαναλβα βλαθαναβα ναθανδα αναθανα ναβαναει αβθωωθ βαρβαχα Ἀβρασάξ αωιαμαρι σερφουθει ε ει ει η ι η ι ααααααα ιιιιιιι θεὲ ὁ Βαρβαραι, ὑπʼ ἐμὸν ὄροφον ἐλθέτω ἡ δεῖνα, ἣν ἔτεκεν ἡ δεῖνα, καὶ φιλείτω ἐμὲ τὸν δεῖνα, ὃν ἔτεκεν ἡ δεῖνα, εἰς τὸν ἅπαντα χρόνον τῆς ζωῆς αὐτῆς ἐραμένη μου ἔρωτι αἰωνίῳ ἤδη ἤδη, ταχὺ ταχύ.
Πρᾶξις· ἔχων κτέρεα, ἀνελίττων νυκτός, καὶ λαβὼν ξίφος λέγε· «θερμοχ χθαβοι αχαφ μαρμιλυχα βερθιωχ χαρηλ … βαιοχ … θαχ δηρφο φιρβ … σωθωραι φαυξαι ιωα μειλιχ Ἰαβαί εια καρσε ρευθρα ενρουχ ζερφρηχ ψερφερχω θνερβηχ χαρχερβερ υειχ φχυαρ πα … χα μιλχιθερ χληλωρ φαχιλερ μαζ μαχαιριωχ». ταῦτά σου εἰπόντος ἐλεύσεται Κόρη λαμπάδας ἔχουσα. σὺ λέγε· «φερθελιλωχ πειυ … ,» καὶ σβεσθήσονται αὐτῆς αἱ δᾷδες, καὶ παραστήσεταί σοι λυπουμένη καὶ μεμφομένη. σὺ λέγε: «ποίησον τόδε, καὶ ἅψω σου τὰς λαμπάδας.» εἰ δὲ ὀνειροπομπεῖ, ἀνάψεις, καὶ πέτεται. ἂν ἐπὶ φόνον πέμπῃς, δὸς αὐτῇ τὸ ξίφος, καὶ δώσει σοι τὰς λαμπάδας καὶ ἐλεύσεται ᾑμαγμένον ἔχουσα τὸ ξίφος. σὺ εἰπὲ αὐτῇ προσκεῖσθαι τὰς λαμπάδας, καὶ ἀναφθήσονται, καὶ φεύξεται. ποιῶν τάδε λέγε· «μωζηρφερ ταχχαψ.» φυλακτήριον οἴσεις ἅψας δεξιᾷ χειρὶ καὶ ἀριστερᾷ χειρὶ νυκτός.
Πάρεδρος Ἔρως· Ἔρωτος τελετή, καὶ ἀφιέρωσις καὶ κατασκευή· ποιεῖ δὲ πράξεις ταύτας καὶ ὀνειροπομπείαν, ἀγρυπνίαν ποιεῖ καὶ διαλλάσσει κακοδαίμονος, ἐὰν ὀρθῶς αὐτῷ χρήσῃ καὶ ἁγνῶς. ἔστιν γὰρ ἔχων πᾶσαν πρᾶξιν. λαβὼν κηρὸν τυρρηνικὸν μεῖξον αὐτῷ πᾶν γένος ἀρωμάτων καὶ ποίησον Ἔρωτα δακτύλων ὀκτὼ μῆκος λαμπαδηφόρον, ἔχοντα βάσιν μακράν, ἔκδεξιν τῶνδε. ἡ δʼ ἀριστερὰ χεὶρ κρατείτω τόξον καὶ βέλος. καὶ Ψυχὴν τέλεσον ταὐτὸν ὡς Ἔρωτα. πάντα ταῦτα ἀποτελέσας ἀφιέρωσον ἡμέρας γʹ. παραθήσεις δὲ αὐτῷ παντοῖα γένη καρπῶν νέων πόπανά τε ζʹ, στροβίλους ζʹ, τραγημάτων πᾶν γένος, λύχνους ἀμιλτώτους ζʹ καὶ τρία μικρὰ δίπαλτα, πινακίδας, τόξα, μῆλα φοινίκια, κρατῆρα κεκραμένον οἰνομέλιτι. εἶτα ταῦτα ποιήσας καὶ παραθείς, ὡς ὑπόκειται, ποιήσεις τὸν Ἔρωτα ἐπὶ τραπέζης πανκάρπου ἐχούσης τοὺς ζʹ λύχνους καιομένους λευκῷ ἐλαίῳ καὶ ὅσα προσγέγραπται, ὥστε πείθειν τὸν θαυμαστὸν Ἔρωτα. πρώτῃ μὲν ἡμέρᾳ ἐπιθέντος σου αὐτὸν ἐπὶ τὴν τράπεζαν καὶ κοσμήσαντος, ὡς προγέγραπται—γράφω δέ σοι κατʼ εἰδὸς ἀφθόνως, ἵνʼ εἰδῇς καὶ μηδὲν ἐπιζητῇς—ποίησον βωμὸν καθαρόν—τοῦτʼ ἔστιν, πλίνθους ὠμὰς δύο λαβὼν ποίησον κέρατα δʹ, ἐφʼ οἷς ἐπιτίθης ξύλα κάρπιμα— καὶ λαβὼν τῇ πρώτῃ ἡμέρᾳ ἀπόπνιξον ζῷα ζʹ· ἕνα ἀλεκτρυόνα, ὄρτυγα, βασίλισκον, περιστεράν, τρυγόνα καὶ τὰ ἐνπεσόντα σοι νεοσσὰ δύο. ταῦτα δὲ πάντα μὴ θύε, ἀλλὰ κατέχων εἰς τὴν χεῖραν ἀποπνίξεις ἅμα προσφέρων τῷ Ἔρωτι, μέχρις οὗ ἕκαστον τῶν ζῴων ἀποπνιγῇ καὶ τὸ πνεῦμα αὐτῶν εἰς αὐτὸν ἔλθῃ, καὶ τότε ἐπιτίθει εἰς τὸν βωμὸν τὰ ἀποπνιγέντα σὺν ἀρώμασιν παντοίοις. τῇ δὲ δευτέρᾳ ἡμέρᾳ νοσσάκιον ἀρρενικὸν πρὸς τὸν Ἔρωτα ἀπόπνιγε καὶ ὁλοκαύστει, τῇ δὲ γʹ ἡμέρᾳ ἕτερον νοσσάκιον βωμῷ εἰσθές. ποιῶν τὴν τελετὴν κατάφαγε τὸν νεοσσὸν μόνος, ἄλλος δὲ μηδεὶς συνέστω. ταῦτʼ οὖν ποιήσας ἁγνῶς καὶ καθαρῶς, ἁπάντων ἐπιτεύξῃ. λόγος πρῶτος λεγόμενος σὺν τῇ θυσίᾳ·
«Ἐπικαλοῦμαί σε, τὸν ἐν τῇ καλῇ κοίτῃ, τὸν ἐν τῷ ποθεινῷ οἴκῳ· διακόνησόν μοι καὶ ἀπάγγειλον ἀεί, ὅτι ἄν σοι εἴπω, καὶ ὅπου ἂν ἀποστέλλω, παρομοιούμενος θεῷ — ἢ θεᾷ —, οἵῳ ἂν σέβωνται οἱ ἄνδρες καὶ αἱ γυναῖκες, λέγων πάντα τὰ ὑπογραφόμενα ἢ λεγόμενα καὶ παρατιθέμενά σοι ταχύ. ἔφθασε τὸ πῦρ ἐπὶ τὰ εἴδωλα τὰ μέγιστα, καὶ κατέπιεν ὁ οὐρανὸς τὸν κύκλον μὴ γινώσκων τοῦ ἁγίου κανθάρου λεγομένου Φωρει. κάνθαρος, ὁ πτεροφυὴς μεσουρανῶν τύρραννος, ἀπεκεφαλίσθη, ἐμελίσθη, τὸ μέγιστον καὶ ἔνδοξον αὐτοῦ κατεχρειώσατο, καὶ δεσπότην τοῦ οὐρανοῦ συνκατακλείσαντες ἤλλαξαν· ὣς σὺ διακονήσεις μοι, πρὸς οὓς θέλω ἄνδρας καὶ γυναῖκας. ἧκέ μοι, ὁ δεσπότης τοῦ οὐρανοῦ, ἐπιλάμπων τῇ οἰκουμένῃ, διακόνησόν μοι εἴτε πρὸς ἄνδρας καὶ γυναῖκας, μικρούς τε καὶ μεγάλους, καὶ ἐπαναγκάσῃς ἀεὶ αὐτοὺς ποιεῖν πάντα τὰ γεγραμμένα ὑπʼ ἐμοῦ. ἧκέ μοι, ὁ δεσπότης τῶν μορφῶν, καὶ διέγειρόν μοι ἄνδρας καὶ γυναῖκας, ἀνάγκασον αὐτοὺς ποιῆσαι τῇ σῇ ἀεὶ ἰσχυρᾷ καὶ κραταιᾷ δυνάμει πάντα τὰ ὑπʼ ἐμοῦ γραφόμενά τε καὶ λεγόμενα: εισαφσαντα φουρει αρναι· συσυν φρεω ριωβαιοσοι σὺ εἶ ατεφθο αωρελ Ἀδωναί, καὶ ποίησον αὐτοὺς ἐνφόβους, ἐντρόμους, ἐπτοημένους, τὰς φρένας ἐνοχλήσας διὰ τὸν φόβον σου, καὶ ποίει τῷ δεῖνα ἅπαντα τὰ προγεγραμμένα. ἐὰν δέ μου παρακούσῃς, κατακαήσεται ὁ κύκλος, καὶ σκότος ἔσται καθʼ ὅλην τὴν οἰκουμένην, καὶ ὁ κάνθαρος καταβήσεται, ἕως ποιήσεις μοι πάντα, ὅσα γράφω ἢ λέγω, ἀπαραβάτως· ἤδη ἤδη, ταχὺ ταχύ.» λόγος δεύτερος, λεγόμενος ἐπὶ τῆς θυσίας· «ἐξορκίζω σε κατὰ τοῦ κατέχοντος τὸν κόσμον καὶ ποιήσαντος τὰ τέσσαρα θεμέλια καὶ μίξαντος τοὺς δʹ ἀνέμους. σὺ εἶ ὁ ἀστράπτων, σὺ εἶ ὁ βροντῶν, σὺ εἶ ὁ σείων, σὺ εἶ ὁ πάντα στρέψας καὶ ἐπανορθώσας πάλιν. ποίησον στρέφεσθαι πάντας ἀνθρώπους τε καὶ πάσας γυναῖκας ἐπὶ ἔρωτά μου, τοῦ δεῖνα — ἢ τῆς δεῖνα —, ἀφʼ ἧς ἂν παραιτῶ ὥρας ἐν τούτῳ τῷ παραφίμῳ, κατʼ ἐπιταγὴν τοῦ ὑψίστου θεοῦ Ἰάω Ἀδωνεαὶ αβλαναθαναλβα· σὺ εἶ ὁ περιέχων τὰς Χάριτας ἐν τῇ κορυφῇ λαμψρη, σὺ εἶ ὁ ἔχων ἐν τῇ δεξιᾷ τὴν Ἀνάγκην βελτεπιαχ, σὺ εἶ ὁ διαλύων καὶ δεσμεύων σεμεσιελαμπεκριφ· ἐπάκουσόν μου ἀπὸ τῆς σήμερον ἡμέρας καὶ εἰς τὸν ἅπαντα χρόνον.» λόγος γʹ ἐπὶ τῆς αὐτῆς θυσίας·
«ἐπικαλοῦμαι ὑμᾶς, θεοὶ οὐράνιοι καὶ ἐπίγειοι καὶ ἀέριοι καὶ ἐπιχθόνιοι, καὶ ἐξορκίζω κατὰ τοῦ κατέχοντος τὰ δʹ θεμέλια ἐπιτελέσαι μοι, τῷ δεῖνα — ἢ τῇ δεῖνα —, τόδε πρᾶγμα καὶ δοῦναί μοι χάριν, ἡδυγλωσσίαν, ἐπαφροδισίαν πρὸς πάντας ἀνθρώπους καὶ πάσας γυναῖκας τὰς ὑπὸ τὴν κτίσιν, ἵνα μοι ὦσι ὑποτεταγμένοι εἰς πάντα, ὅσα ἐὰν θέλω, ὅτι δοῦλός εἰμι τοῦ ὑψίστου θεοῦ τοῦ κατέχοντος τὸν κόσμον καὶ παντοκράτορος Μαρμαριὼθ λασιμιωληθ αραασ … σ … Σηβαρβαώθ νοω αωι ωιηρ. — ἄρτυμα. — ααααα ηηηηηηη ωωωωωωω. παραγγέλλω τῷ ἐπὶ τούτων τῶν τεταγμένων λεγομένῳ Ἔρωτι, ὅτι ἐγώ εἰμι θεὸς θεῶν ἁπάντων Ἰάων Σαβαὼθ Ἀδωναὶ Ἀβρασὰξ Ἰαραββαι θωυριω θανακερμηφ πανχοναψ.» Οὗτοι οἱ λόγοι γίνωνται καὶ λέγωνται ἐπὶ τὰς γʹ ἡμέρας, ἵνα ἀποδοῖς τὴν πρᾶξιν τελέως. ὅταν δὲ πέμπεις, εἰς ἃ χρῄζεις, λέγε μόνον τοῦτον τὸν λόγον, ἄρας τὸν Ἔρωτα ἀπὸ τῆς τραπέζης καὶ τὰ παρακείμενα αὐτῷ, καὶ γράφε ἐν πιττακιδίῳ, περὶ ὧν χρῄζεις. λόγος γραφόμενος ἐν τῷ πιττακίῳ· «Σὺ εἶ ὁ νήπιος, ὁ ζῶν θεός, ὁ ἔχων μορφὴν … Σαμμὼθ Σαβαὼθ Ταβαὼθ σορφη σεουρφουθ μουι σι σρω Σαλαμα γωυθ εθειμηους Οὔσειρι Ἑσειῆ ε Φθᾶ Νούθ σαθαη Ἶσις αχθι εφανουν, βιβιου βιβιου, σφη σφη, ασηηαηι, πορευθεὶς εἰς πάντα τόπον καὶ πᾶσαν οἰκίαν, ὅπου σε πέμπω, πρὸς τὸν δεῖνα τῆς δεῖνα — ἢ τὴν δεῖνα τῆς δεῖνα —, παρομοιωθείς, ᾧ σέβεται θεῷ — ἢ θεᾷ —, ἀνάγκασον αὐτὸν ποιῆσαι τόδε πρᾶγμα—ὅσα θέλεις, γράφε εἰς τὸ πιττάκιον σὺν τῷ λόγῳ—, ἐγερθείς, ἔκθαμβος. ὁρκίζω σε κατὰ τοῦ ἁγίου καὶ κατʼ ἐπιτίμου ὀνόματος, ᾧ ἡ πᾶσα κτίσις ὑπόκειται· πασιχθων ιβαρβου θαρακτιθεανω βαβουθα κωχεδ Ἀμήν· γενέσθω τόδε πρᾶγμα ἤδη ἤδη. … ἐρυθρᾶς θαλάσσης, ὁ ἐκ τῶν δʹ μερῶν τοὺς ἀνέμους συνσείων, ὁ ἐπὶ τοῦ λωτοῦ καθήμενος καὶ λαμπυρίδων τὴν ὅλην οἰκουμένην· καθέζῃ γὰρ κορκοδειλοειδής· ἐν δὲ τοῖς πρὸς νότον μέρεσιν δράκων εἶ πτεροειδής· ὣς γὰρ ἔφυς τῇ ἀληθείᾳ· ιωιω βαρβαρ Ἀδωναὶ κομβαλιωψ θωβ ιαρμιωουθ· ἧκέ μοι, κλῦθί μου ἐπὶ τήνδε τὴν χρείαν, ἐπὶ τήνδε τὴν πρᾶξιν, μέγιστε Ἁρσαμῶσι μουχα λινουχα ἅρπαξ Ἀδωνεαί. ἐγώ εἰμι, ᾧ συνήντησας ὑπὸ τὸ ἱερὸν ὄρος καὶ ἐδωρήσω τὴν τοῦ μεγίστου ὀνόματός σου γνῶσιν, ἣν καὶ τηρήσω ἁγνῶς μηδενὶ μεταδιδούς, εἰ μὴ τοῖς σοῖς συνμύσταις εἰς τὰς σὰς ἱερὰς τελετάς ιαρβαθατρα μνηψιβαω χνημεωψ· ἐλθὲ καὶ παράστα εἰς τήνδε τὴν χρείαν καὶ συνέργησον.» Τὰ παρὰ Ἡμερίου·
Τυφωνίου μέλανος γραφή· ἀνεμώνης, φλωγίτιδος, χυλοῦ κινάρας, σπέρματος ἀκάνθης Αἰγυπτίας, μίλτου Τυφῶνος, ἀσβέστου, κονίας, ἀρτεμισίας μονοκλώνου, κόμεως, ὀμβρίου. Ἐργαστήριον εὖ πράσσειν· ἐπὶ ὠοῦ ὄρνιθος ἀρσενικοῦ ἐπίγραφε καὶ κατόρυξον πρὸς τὸν οὐδόν, ὅπου εἶ, τὸ ὠόν· «χφυρις, ὠόν, ὅ ἐστιν χορβαι σαναχαρσω Ἀμοῦν … σφη σφη γακνεφη σιεθω … νουσι νουσι, σὺ εἶ τὸ ὠὸν τὸ ἅγιον ἀπὸ λοχίας, ὅ ἐστιν σελβιους βαθινι φνιηιαηο αωη αωη αωι αωι α φιαεα Θωύθ, Ἰάω σελετηα θεωηφ οξυμβρη ηηη ιιι.» ἡ δὲ εὐχὴ τοῦ ὠοῦ· «ὁ μέγας θεός, δὸς ἐμοὶ χάριν, πρᾶξιν, καὶ τόπῳ τούτῳ, ὅπου κεῖται τὸ ὠόν, ἐν ᾧ οἴκῳ πραγματεύομαι ἐγὼ ὅδε, Σελεπηλ θεωηφ καὶ Δαίμων Ἀγαθός, ἐπαπόστειλον τῷδε τῷ τόπῳ πᾶσαν πρᾶξιν καὶ εὐπορίαν καθημερινήν. σὺ εἶ ἡ ἐργασία μου, σὺ εἶ ὁ μέγας Ἄμμων, ὁ ἐν οὐρανῷ ναίων, ἐλθέ, βοήθησόν μοι.» Ὀνειροπομπὸς Ἀγαθοκλεύς·
Λαβὼν αἴλουρον ὁλομέλανα βιοθάνατον, ποιήσας πιττάκιον καὶ ἐνγράψας ζμύρνῃ τὰ ὑποκείμενα καὶ ὃν θέλεις ὀνειροπομπεῦσαι, καὶ ἔνθες εἰς τὸ στόμα τοῦ αἰλούρου·
«κεῖμαι, κεῖμαι, ἐγώ εἰμι ὁ μέγας, ὁ ἐν στόματι κείμενος μομμου Θώθ, νανουμβρη χαριχα κενυρω πααρμιαθ, ᾧ ὄνομα τὸ ἅγιον· Ἰαου ιεη Ἰεου αηωι, ὁ ὢν ἐπάνω τοῦ οὐρανοῦ, ἄνεχε υμευ νεννανα σεννανα ἀβλαναθαναλβα ἀκραμμαχαμαρι ἀβρασιλουα λαμψωρει εει ειει αωηηω Θήουρις ωα επειδευ επεργα βριων Ἀμήν. χρημάτισον τῷ δεῖνα περὶ τοῦδε.» ὁ δὲ ἐπάναγκος· «δεῦρό μοι, δεῖνα, ὁ πήξας τὸν … ὑπὸ τῇ σεαυτοῦ δυνάμει, ὁ κυριεύων τοῦ παντὸς κόσμου, ὁ πύρινος θεός, χρημάτισον τῷ δεῖνα θαρθαρ θαμαρ ἀθαθα μομμομ θαναβωθ ἀπρανου βαμβαληα χρηθ Ναβουσουληθ ρομβρου Θαραὴλ ἀλβανα βρωχρηξ ἀβρανα Ζουχήλ· ἐπάκουσόν μου, ὅτι μέλλω τὸ μέγα ὄνομα λέγειν· Ἀώθ, ὃν πᾶς θεὸς προσκυνεῖ καὶ πᾶς δαίμων φρίσσει, ᾧ πᾶς ἄγγελος τὰ ἐπιτασσόμενα ἀποτελεῖ. θεῖον ὄνομά σοι τὸ κατὰ τῶν ζʹ· αεηιουω Ἰαυωη εαωουεηωια. εἴρηκά σου τὸ ὄνομα ἔνδοξον, ὄνομα τὸ κατὰ πάντων τῶν χρειῶν. χρημάτισον τῷ δεῖνα, κύριε θεέ.» τὸ ὄνομα τοῦτο. τούτῳ καὶ Ἀπολλώβηξ ἐχρᾶτο. Ὀνειροπομπὸς Ζμίνιος Τεντυρίτου· Λαβὼν ὀθόνιον καθαρὸν καὶ—κατὰ Ὀστάνην—ζμύρνῃ γράψον εἰς αὐτὸ ἀνθρωποειδὲς ζῴδιον καὶ πτερὰ δʹ καὶ τὴν μὲν λαιὰν χεῖρα ἐκτετακότα σὺν τοῖς ἀριστεροῖς πτεροῖς βʹ, τὴν δὲ ἑτέραν κεκαμμένην ἔχοντα καὶ τοὺς δακτύλους κεκαμμένους· ἐπὶ δὲ τῆς κεφαλῆς βασίλειον καὶ ἱμάτιον περὶ τὸν πῆχυν καὶ βʹ ἕλικας ἐν τῷ ἱματίῳ, ἐπάνω δὲ τῆς κεφαλῆς κέρατα ταύρου, πρὸς δὲ τοῖς γλουτοῖς πυγὴν ὀρνέου πτερωτήν. ἔστω δὲ ἡ χεὶρ δεξιὰ προσέχουσα τῷ στομάχῳ, κεκλεισμένη, ἐφʼ ἑκατέρου δὲ τοῦ σφυροῦ ξίφος ἐκτεταγμένον. ἔνγραφε εἰς τὸ ῥάκος καὶ τὰ ἑξῆς ὀνόματα τοῦ θεοῦ καὶ ὅσα θέλεις ἰδεῖν τὸν δεῖνα καὶ ὡς· «χαλαμανδριωφ ιλεαρζωθρεδαφνιω ερθιβελνινρυθαδνικωψαμμεριχ, ὑμῖν λέγω καὶ σοί, μέγα δυναμένῳ δαίμονι· πορεύθητι εἰς τὸν τοῦδε οἶκον καὶ λέγε αὐτῷ τάδε.» εἶτα λαβὼν ἀμίλτωτον λύχνον ἄγραφον ἐνλυχνιάσας πλῆσον κεδρίᾳ, ἅψας δὲ ἐπίλεγε τὰ ὑποκείμενα ὀνόματα γʹ θεοῦ· «χαλαμανδριωφ ιδεαρυωθ θρεδαφνιω ερθαβεανιγ ρυθανικω ψαμμοριχ, τὰ ἅγια τοῦ θεοῦ ὀνόματα, ἐπακούσατέ μου καὶ σύ, Ἀγαθὲ Δαίμων, οὗ κράτος μέγιστόν ἐστιν ἐν θεοῖς, ἐπάκουσόν μου πορευθεὶς πρὸς τὸν δεῖνα εἰς τὸν οἶκον αὐτοῦ, ὅπου κοιμᾶται, εἰς τὸν κοιτῶνα αὐτοῦ, καὶ παραστάθητι αὐτῷ φοβερός, τρομερὸς μετὰ τῶν τοῦ θεοῦ μεγάλων καὶ κραταιῶν ὀνομάτων, καὶ λέγε αὐτῷ τάδε. ἐξορκίζω σε τὴν δύναμίν σου, τὸν μέγαν θεὸν Σηίθ, τὴν ὥραν, ἐν ᾗ ἐτέχθης μέγας θεός, τὸν χρηματίσοντα τὸ νῦν θεόν, τὰ τξεʹ ὀνόματα τοῦ μεγάλου θεοῦ, πορευθῆναι πρὸς τὸν δεῖνα ἐν τῇ ἄρτι ὥρᾳ, ἐν τῇ ἄρτι νυκτὶ καὶ λέγειν αὐτῷ κατʼ ὄναρ τάδε. ἐάν με παρακούσῃς καὶ μὴ πορευθῇς πρὸς τὸν δεῖνα, ἐρῶ τῷ μεγάλῳ θεῷ· καὶ τρήσας σε κατακόψει μελεϊστὶ καὶ τὰ κρέατά σου δώσει φαγεῖν τῷ ψωριῶντι κυνὶ τῷ ἐν ταῖς κοπρίαις καθημένῳ. διὰ τοῦτο ἐπάκουσόν μου ἤδη ἤδη, ταχὺ ταχύ, ἵνα μὴ ἀναγκασθῶ ταῦτα ἐκ δευτέρου λέγειν.» Ὀνείρου αἴτησις·
Ἀκριβὴς εἰς πάντα γράψον εἰς βύσσινον ῥάκος αἵματι ὀρτυγίου θεὸν Ἑρμῆν ὀρθόν, ἰβιοπρόσωπον, ἔπειτα ζμύρνῃ ἐπίγραψον καὶ τὸ ὄνομα καὶ ἐπίλεγε τὸν λόγον·
«ἔρχου μοι ὡδὶ αἶψα, ὁ ἔχων τὴν ἐξουσίαν. ἐπικαλοῦμαί σε τὸν ἐπὶ τῶν πνευμάτων τεταγμένον θεὸν θεῶν, δεῖξαί μοι καθʼ ὕπνους τόδε. ἐξορκίζω σε κατὰ τοῦ πατρός σου Ὀσίριδος καὶ Ἴσιδος, τῆς μητρός σου, δεῖξαί μοί τινα μορφήν σου, καὶ περὶ ὧν θέλω, χρημάτισον. ὄνομά σοι· “ηιιουαθι, ψρηπνουα νερτηρ, διοχασβαρα, Ζαραχω”, ὃν καλοῦσι Βαλχάμ· χρημάτισον περὶ τοῦδε, περὶ πάντων, ὧν πυνθάνω.»
Θεομαντεῖον. ὄνομα μέγα ἐπικαλέσῃ ἐπὶ μεγάλης ἀνάγκης, ἐπὶ κεφαλικῶν καὶ ἀναγκαίων πραγμάτων, εἰ μή, σεαυτὸν αἰτιάσεις. προσεπίλεγε γʹ τὸ Ἰάω, εἶτα τοῦ θεοῦ ὄνομα τὸ μέγα· «ἐπικαλοῦμαί σε, Φθᾶ Ῥᾶ Φθᾶ ιη Φθᾶ ουν εμηχα ερωχθ Βαρωχ θορχθα θωμ χαιεουχ ἀρχανδαβαρ ωεαεω υνηωχ ηρα ων ηλωφ βομ Φθᾶ ἀθαβρασια Ἀβριασωθ βαρβαρβελωχα βαρβαιαωχ· γενέσθω βάθος, πλάτος, μῆκος, αὐγή· ἀβλαναθαναλβα ἀβρασιαουα ἀκραμμαχαμαρει, Θώθ, Ὧρ αθωωπω. εἴσελθε, κύριε, καὶ χρημάτισον.»
εἰσελεύσεται θεὸς ὀφεοπρόσωπος καὶ ἀποκριθήσεταί σοι. ὅταν δὲ ἀπολύσῃς, ἐπίθυε γῆρας ὄφεως. Δεσμόλυτον· ἐὰν δὲ θέλῃς δεικτικόν τι ποιῆσαι καὶ αὐτὸς ἀπολυθῆναι κινδύνου, στὰς πρὸς τῇ θύρᾳ λέγε τὸν λόγον, καὶ εἰπὼν ἐκπορεύσῃ, προσθείς· «λυθήτωσαν οἱ δεσμοὶ τοῦ δεῖνα, καὶ ἀνοιγήτωσαν αὐτῷ αἱ θύραι, καὶ μηδεὶς αὐτὸν θεασάσθω.» τεκμηριοῖς δέ, ὅτι γείνεται· δήσας δέ τινα πανδέτην ἔνκλεισον εἰς οἶκον, καὶ ἔξω στὰς λέγε τὸν λόγον ἑξάκις ἢ ἑπτάκις οὕτως· «ἐπικαλοῦμαι ὑμᾶς τοὺς μεγάλους θεοὺς τῇ μεγάλῃ φωνῇ, αισαρ Αἰώθ ουαιγνωρ Μαρσαβωουτωρθε λαβαθ ερμου χοωρθεν μαναχθωρφ πεχρηφ ταωφπωθθωχο θαρωχ βαλεθαν χεβρωουθαστ, Ἀδωναί, Ἁρμιωθ.» ἐπὰν τοῦτον τὸν λόγον εἴπῃς καὶ λυθῇ, ἐπίλεγε ταῦτα, ἵνα αἱ θύραι ἀνοιγῶσιν· «ὀχλοβαραχω, Λαϊλάμ, δαριδαμ δαρδαμ δαρδαραμπτου ιαρθα ιερβα διερβα βαρωθα θιαρβα αρβιθω … ω μααρ Σεμεσιλάμ, μαρμαραχνευ, Μανε Θώθ, ἅγιε, εἴσελθε καὶ λῦσον τὸν δεῖνα καὶ δὸς αὐτῷ ὁδὸν ἐξόδου, σεσενγεν βαρφαραγγης, ὁ διαλύων πάντα τὰ δεσμὰ καὶ διαλύων τὸν περικείμενον σίδηρον τῷ δεῖνα, ὅτι ἐπιτάσσει σοι ὁ μέγας καὶ ἄρρητος καὶ ὅσιος καὶ δίκαιος καὶ φρικτὸς καὶ ἰσχυρὸς καὶ ἄφθενκτος καὶ φοβερὸς καὶ ἀκαταφρόνητος τοῦ μεγάλου θεοῦ δαίμων, σοροερμερ φεργαρ βαξ μαμφρι ουριξγ.» ὅταν δὲ ῥαγῇ τὰ δεσμά, λέγε· «εὐχαριστῶ σοι, κύριε, ὅτι με ἔλυσεν τὸ ἅγιον πνεῦμα, τὸ μονογενές, τὸ ζῶν.» καὶ πάλιν λέγε τὸν λόγον· «ἀστροθετῶν θεέ, κεραυνομεγακλονοζηνπερατοκοσμολαμπροβελοπλουτοδότα δαίμων, ἀεροδιαφρίξ, ἀκτινοποιῶν, διατοροφρήν, ὁ δολοποιῶν.» τέλει δὲ καὶ τὸ τοῦ Ἡλίου ὄνομα πρὸς πάντα· «αἴθων, ηφαιη, Ἥφαιστε, πυριφαῆ, λαμπροφοῖτα, ανανωχα, αμαρζα, μαρμαραμω.»
Ἐὰν βούλῃ τινὰ ὀργιζόμενόν σοι καταπαῦσαι, γράψας εἰς βύσσον ζμύρνισον τὸ τῆς ὀργῆς ὄνομα τοῦτο· «χνεωμ» καὶ κράτει τῇ εὐωνύμῳ χειρὶ καὶ λέγε· «κατέχω τὴν ὀργὴν πάντων, μάλιστα τοῦ δεῖνα, ἥ ἐστιν χνεωμ.»
«Κύριε, χαῖρε, τὸ χαριτήσιον τοῦ κόσμου καὶ τῆς οἰκουμένης· οὐρανὸς ἐγένετο κωμαστήριον Ἁρσενοφρη, ὁ βασιλεὺς τῶν οὐρανίων θεῶν, Ἀβλαναθαναλβα, ὁ τὸ δίκαιον ἔχων, Ἀκραμμαχαμαρει, ὁ ἐπίχαρις θεός, σανκανθαρα, ὁ τῆς φύσεως ἡγεμών, σατραπερκμηφ, ἡ γένεσις τοῦ οὐρανίου κόσμου, ἀθθαννου ἀθθαννου, ἀστραφαι, ἰαστραφαι, πακεπτωθ, πα … ηριντασκλιουθ ηφιω, Μαρμαραώθ. ἡ παρρησία μου μή με ἐνκαταλειπέτω, ἀλλʼ ἀκουσάτω μοι πᾶσα γλῶσσα καὶ πᾶσα φωνή, ὅτι ἐγώ εἰμι Περταω μηχ χαχ μνηχ σακμηφ Ἰαωουεη ωηω ωηω ιεουωηιηιαηα ιηωυοει, δός μοι εὐμενῶς, ὃ ἐὰν βούλῃ.»
Ὀνειραιτητὸν λεγόμενον πρὸς Ἄρκτον, ἐκ καθαροῦ ἐπὶ τῆς ἀριστερᾶς χειρὸς ἔλαιον λαβὼν ἐπίλεγε τὰ ὀνόματα, εἶτα βρέξαι καὶ κοιμῶ πρὸς ἀνατολὰς ἔχων τὴν κεφαλήν· «Ἰησοῦς ἀνουι … ι … δ … »
Ἴωσις χρυσοῦ. λαβὼν ὄξος δριμὺ στύψον καὶ ἔχε τὸ ἅμα ἁλὸς κοινοῦ 𐅵 ηʹ, στυπτηρίας σχιστῆς 𐅵 βʹ, λιθαργύρου 𐅵 δʹ, συνλείου τῷ ὄξει καθʼ ἡμέρας γʹ καὶ ἀποσειρώσας χρῶ. εἶτα πρόσβαλε τῷ ὄξει χαλκάνθου 𐅵 αʹ, μίσυος ἡμιοβέλιον, χαλκίτεως ηʹ, σώρεως ὀβολὸν ἡμιοβέλιον, ἁλὸς κοινοῦ κεράτιον, καππαδοκικοῦ κεράτια βʹ. ποιήσας πέταλον ἔχον τετάρτας βʹ, πυρώσας βάπτε τρίς, ἕως λακηθῇ τὸ πέταλον· εἶτα ἄρας τὰ λακήματα ἔχε ὡς ἐξίωσιν τοῦ χρυσοῦ.
Ὀζεία. λαβὼν χρυσοῦ τετάρτας βʹ ποίησον πέταλον καὶ πυρώσας βάψον εἰς χάλκανθον τετριμμένην μετʼ ὕδατος καὶ ἄλλην ξηρὰν κόψας καὶ βάπτων τῷ ὀξηρῷ — ἄλλο δέ· τῷ μεμιγμένῳ — ἀπόχυε τὸν ἰὸν καὶ βάλε εἴσω. … Δακτυλίδιον πρὸς πᾶσαν πρᾶξιν καὶ ἐπιτυχίαν. μετίασιν βασιλεῖς καὶ ἡγεμόνες. λίαν ἐνεργές. λαβὼν ἴασπιν ἀερίζοντα ἐπίγραψον δράκοντα, κυκλοτερῶς τὴν οὐρὰν ἔχοντα ἐν τῷ στόματι, καὶ ἔτι μέσον τοῦ δράκοντος Σελήνην δύο ἀστέρας ἔχουσαν ἐπὶ τῶν δύο κεράτων καὶ ἐπάνω τούτων ἥλιον, ᾧ ἐγγεγλύφθω «Ἀβρασάξ», καὶ ὄπισθεν τῆς γλυφῆς τοῦ λίθου τὸ αὐτὸ ὄνομα «Ἀβρασάξ» καὶ κατὰ τοῦ περιζώματος ἐπιγράψεις τὸ μέγα καὶ ἅγιον καὶ κατὰ πάντων, τὸ ὄνομα Ἰάω, Σαβαώθ. καὶ τελέσσας τὸν λίθον ἐν χρυσῷ δακτυλίῳ φόρει, ὁπόταν ᾖ σοι χρεία, ἁγνὸς ὤν, καὶ ἐπιτεύξῃ πάντων, ὅσων προαιρῇ. τελέσεις δὲ τὸ δακτυλίδιον ἅμα τῇ ψήφῳ τῇ κατὰ πάντων τελετῇ. ὁμοίως δὲ καὶ ἐν χρυσῷ γλυφέντα τὴν αὐτὴν ἐνέργειαν ἔχει. τελετὴ δὲ ἡ κατασκευὴ ἡ ὑπογεγραμμένη· ποιήσας βόθρον ἐν ἡγνισμένῳ τόπῳ ὑπαίθρῳ, εἰ δὲ μή, ἐν σήματι καθαρῷ ἡγνισμένῳ, βλέποντι πρὸς ἀνατολήν, καὶ ποιήσας ἐπὶ τῷ βόθρῳ βωμὸν ἐκ ξύλων καρπίμων καὶ ἐπιθύσας χῆνα ἄσπιλον καὶ ἀλεκτρυόνας γʹ καὶ περιστεροὺς γʹ καὶ ἀρώματα παντοδαπὰ ἐπίθυε ὁλοκαυστῶν σὺν τοῖς ὀρνέοις καὶ ἐγγὺς σταθεὶς τοῦ βόθρου βλέπε πρὸς ἀνατολὴν καὶ ἐπισπένδων οἶνον, μέλι, γάλα, κρόκον εὐχόμενος καὶ κρατῶν λίθον, ἐν ᾧ αἱ γραφαί εἰσιν ἐνκεχαραγμέναι, ὑπὲρ τὸν ἀτμὸν λέγε· «ἐπικαλοῦμαι καὶ εὔχομαι τὴν τελετήν, ὦ θεοὶ οὐράνιοι, ὦ θεοὶ ὑπὸ γῆν, ὦ θεοὶ ἐν μέσῳ μέρει κυκλούμενοι, τρεῖς ἥλιοι Ἀνοχ Μανε Βαρχυχ, κατὰ αʹ μέρος ἐκ αʹ κοιλίας ἐκπορευόμενοι καθʼ ἡμέραν, ὦ τῶν πάντων ζῴων τε καὶ τεθνηκότων κραταιοί, ὦ τῶν ἐπὶ πολλαῖς ἀνάγκαις θεῶν τε καὶ ἀνθρώπων διακουσταί, ὦ τῶν φανερῶν καλυπταί, ὦ τῶν Νεμέσεων τῶν σὺν ὑμῖν διατριβουσῶν τὴν πᾶσαν ὥραν κυβερνῆται, ὦ τῆς Μοίρας τῆς ἅπαντα περιϊππαζομένης ἐπιπομποί, ὦ τῶν ὑπερεχόντων ἐπιτάκται, ὦ τῶν ὑποτεταγμένων ὑψωταί, ὦ τῶν ἀποκεκρυμμένων φανερωταί, ὦ τῶν ἀνέμων ὁδηγοί, ὦ τῶν κυμάτων ἐξεγερταί, ὦ πυρὸς κομισταὶ — κατά τινα καιρόν —, ὦ πάσης γέννης κτισταὶ καὶ εὐεργέται, ὦ πάσης γέννης τροφοί, ὦ βασιλέων κύριοι καὶ κρατισταί, ἔλθατε εὐμενεῖς, ἐφʼ ὃ ὑμᾶς ἐπικαλοῦμαι, ἐπὶ τῷ συμφέροντί μοι πράγματι εὐμενεῖς παραστάται. ἐγὼ φυτὸν ὄνομα βαΐς, ἐγὼ ἀπόρροια αἵματος ἀπὸ τῆς τοῦ μεγάλου ταφῆς τῶν βαΐων, ἐγὼ ἡ Πίστις εἰς ἀνθρώπους εὑρεθεῖσα καὶ προφήτης τῶν ἁγίων ὀνομάτων εἰμί, ὁ ἀεὶ ἴσος, ὁ ἐκπεφυκὼς ἐκ τοῦ Βυθοῦ, ἐγώ εἰμι ὁ Χράτης ὁ πεφυκὼς ἐκ τοῦ οὐατίου, ἐγώ εἰμι ὁ θεός, ὃν οὐδεὶς ὁρᾷ οὐδὲ προπετῶς ὀνομάζει, ἐγώ εἰμι τὸ ἱερὸν ὄρνεον Φοῖνιξ, ἐγώ εἰμι ὁ Κράτης, ὁ ἅγιος, προσαγορευόμενος Μαρμαραυώθ, ἐγώ εἰμι ὁ Ἥλιος ὁ δεδειχὼς φῶς, ἐγώ εἰμι Ἀφροδείτη προσαγορευομένη Τῦφι, ἐγώ εἰμι ὁ ἅγιος ἐπίβολος ἀνέμων, ἐγώ εἰμι Κρόνος ὁ δεδειχὼς φῶς, ἐγώ εἰμι μήτηρ θεῶν ἡ καλουμένη οὐρανός, ἐγώ εἰμι Ὄσιρις ὁ καλούμενος ὕδωρ, ἐγώ εἰμι Ἶσις ἡ καλουμένη δρόσος, ἐγώ εἰμι Ἠσενεφυς, ἡ καλουμένη ἔαρ, ἐγώ εἰμι Εἴδωλος τοῖς κατὰ ἀλήθειαν εἰδώλοις ὡμοιωμένος, ἐγώ εἰμι Σοῦχος ὡμοιωμένος κορκοδείλῳ. διὸ δέομαι· ἔλθατέ μοι συνεργοί, ὅτι μέλλω ἐπικαλεῖσθαι τὸ κρυπτὸν καὶ ἄρρητον ὄνομα, τὸν προπάτορα θεῶν, πάντων ἐπόπτην καὶ κύριον. δεῦρό μοι, ὁ ἐκ τῶν δʹ ἀνέμων, ὁ παντοκράτωρ θεός, ὁ ἐνφυσήσας πνεύματα ἀνθρώποις εἰς ζωήν, δέσποτα τῶν ἐν κόσμῳ καλῶν, ἐπάκουσόν μου, κύριε, οὗ ἐστιν τὸ κρυπτὸν ὄνομα ἄρρητον, ὃ οἱ δαίμωνες ἀκούσαντες πτοοῦνται, οὗ καὶ ὁ ἥλιος — βαρβαρειχ αρσεμφεμφρωθου τὸ ὄνομα —, οὗ ἡ γῆ ἀκούσασα ἑλίσσεται, ὁ Ἅιδης ἀκούων ταράσσεται, ποταμοί, θάλασσα, λίμναι, πηγαὶ ἀκούουσαι πήγυνται, αἱ πέτραι ἀκούσασαι ῥήγυνται, καὶ οὐρανὸς μὲν κεφαλή, αἰθὴρ δὲ σῶμα, γῆ πόδες, τὸ δὲ περί σε ὕδωρ, ὠκεανός, Ἀγαθὸς Δαίμων. σὺ εἶ κύριος ὁ γεννῶν καὶ τρέφων καὶ αὔξων τὰ πάντα. τίς μορφὰς ζώων ἔπλασε, τίς δὲ εὗρε κελεύθους; τίς καρπῶν γεννητής, τίς δʼ οὔρεα ὑψόσʼ ἐγείρει; τίς δὲ ἀνέμους ἐκέλευσεν ἔχειν ἐνιαύσια ἔργα; τίς δὲ Αἰὼν Αἰῶνα τρέφων Αἰῶσιν ἀνάσσει; εἷς θεὸς ἀθάνατος· πάντων γεννήτωρ σὺ πέφυκας καὶ πᾶσιν ψυχὰς σὺ νέμεις καὶ πάντα κρατύνεις, Αἰώνων βασιλεῦ καὶ κύριε, ὃν καὶ τρέμουσιν οὔρεα σὺν πεδίοις, πηγῶν ποταμῶν τε τὰ ῥεῖθρα καὶ βῆσσαι γαίης καὶ πνεύματα, πάντα τὰ φύντα. οὐρανὸς ὑψιφαής σε τρέμει καὶ πᾶσα θάλασσα, κύριε, παντοκράτωρ ἅγιε καὶ δέσποτα πάντων. σῇ δυνάμει στοιχεῖα πέλει καὶ φύεται πάντα, ἠελίου μήνης τε δρόμος νυκτός τε καὶ ἠοῦς, ἀέρι καὶ γαίᾳ καὶ ὕδατι καὶ πυρὸς ἀτμῷ. σοῦ δὲ τὸ ἀένναον κωμαστήριον, ἐν ᾧ ἀφίδρυται τὸ ὄνομά σου τὸ ἑπταγράμματον πρὸς ἁρμονίαν τῶν ἑπτὰ φθόγγων ἐχόντων φωνὰς πρὸς τὰ κηʹ φῶτα τῆς σελήνης· σοῦ αἱ ἀγαθαὶ ἀπόρροιαι τῶν ἀστέρων εἰσίν, δαίμονες καὶ Τύχαι καὶ Μοῖραι. σὺ δίδεις πλοῦτον, εὐγηρασίαν, εὐτεκνίαν, ἰσχύν, τροφάς. σὺ δέ, κύριε τῆς ζωῆς, βασιλεύων τῆς ἄνω καὶ κάτω χώρας, οὗ ἡ δικαιοσύνη οὐκ ἀποκλείεται, οὗ τὸ ὄνομα τὸ ἔνδοξον οἱ ἄγγελοι ὑμνοῦσιν, ὁ ἔχων τὴν ἄψευστον ἀλήθειαν, ἐπάκουσόν μου καὶ τέλεσόν μοι τήνδε τὴν πρᾶξιν ἐπὶ τῷ φοροῦντί μοι τήνδε τὴν δύναμιν ἐν παντὶ τόπῳ, ἐν παντὶ χρόνῳ ἄπληκτον, ἀκαταπόνητον, ἄσπιλον ἀπὸ παντὸς κινδύνου τηρηθῆναι, φοροῦντί μοι ταύτην δύναμιν. ναί, κύριε, σοὶ γὰρ πάντα ὑποτέτακται τῷ ἐν οὐρανῷ θεῷ, καὶ μηδεὶς δαιμόνων ἢ πνευμάτων ἐναντιωθήσεταί μοι, ὅτι σου ἐπὶ τῇ τελετῇ τὸ μέγα ὄνομα ἐπεκαλεσάμην καὶ πάλιν ἐπικαλοῦμαί σε κατὰ μὲν Αἰγυπτίους· “Φνω εαι Ἰαβωκ”, κατὰ δʼ Ἰουδαίους· “Ἀδωναῖε Σαβαώθ”, κατὰ Ἕλληνας· “ὁ πάντων μόναρχος βασιλεύς”, κατὰ δὲ τοὺς ἀρχιερεῖς· “κρυπτέ, ἀόρατε, πάντας ἐφορῶν”, κατὰ δὲ Πάρθους· “Οὐερτω παντοδυνάστα.” τέλεσόν μοι καὶ δυνάμωσόν μοι τοῦτο πρᾶγμα εἰς ἅπαντα τὸν τῆς ζωῆς μου καὶ ἔνδοξον χρόνον.» τὰ δὲ ὄπισθεν ὀνόματα τοῦ λίθου ἐπιγεγλυμμένα ἐστὶν τάδε· «Ἰάω Σαβαὼθ Ἀβρασάξ». …
Δακτυλίδιον πρὸς ἐπίτευξιν καὶ χάριν καὶ νίκην. ἐνδόξους ποιεῖ καὶ μεγέλους καὶ θαυμαστοὺς καὶ πλουσίους κατὰ δύναμιν ἢ τοιούτων φιλίας παρέχει. ἔστι σοι κατὰ πάντα δικαίως καὶ εὐπροφόρως ἀδιάλειπτος ὁ κύκλος. ὄνομα περιέχει κάλλιστον. ἥλοις γλύφεται ἐπὶ λίθου ἡλιοτροπίου τὸν τρόπον τοῦτον· δράκων ἔστω ἐνκύμων, στεφάνου σχήματι οὐρὰν ἐν τῷ στόματι ἔχων. ἔστω δὲ ἐντὸς τοῦ δράκοντος κάνθαρος ἀκτινωτὸς ἱερός. τὸ δὲ ὄνομα ἐκ τῶν ὄπισθε μερῶν τοῦ λίθου γλύψεις ἱερογλυφικῶς, ὡς προφῆται λέγουσιν, καὶ τελέσας φόρει καθαρείως. τούτου μεῖζον οὐδὲν ἔσχεν ὁ κόσμος· ἔχων γὰρ αὐτὸ μεθʼ ἑαυτοῦ, ὃ ἂν παρά τινος αἰτήσῃς, πάντως λήμψει. ἔτι δὲ βασιλέων ὀργὰς καὶ δεσποτῶν παύει. φορῶν αὐτό, ὃ ἄν τινι εἴπῃς, πισθευθήσῃ ἐπίχαρίς τε πᾶσιν ἔσει. ἀνοίξει δὲ θύρας καὶ δεσμὰ διαρρήξει καὶ λίθους ὁ προσάγων τὸν λίθον, τοῦτʼ ἔστιν ψῆφον, καὶ λέγων τὸ ὄνομα τὸ ὑπογεγραμμένον. ποιεῖ δὲ καὶ πρὸς δαιμονοπλήκτους· δὸς γὰρ φορεῖν αὐτό, καὶ παραυτὰ φεύξεται τὸ δαιμόνιον. πρωΐας δὲ σταθεὶς κατέναντι τοῦ ἡλίου, κρατῶν τὸν λίθον τὸν εὔμετρον, τὸν καλοποιόν, τὸν θεῖον, τὸν ἁγνόν, τὸν χρήσιμον, τὸν φειδωλόν, τὸν εὔσπλανχνον, τὸν τὰς χρήσεις μεταδιδόντα, τὸν ἐμμελῆ, τὸν εὐπρεπῆ, λέγε· «Θεὲ μέγιστε, ὃς ὑπερβάλλεις τὴν πᾶσαν δύναμιν, ἐπικαλοῦμαί σε, τὸν Ἰάω, τὸν Σαβαώθ, τὸν Ἀδωναί, τὸν Εἰλωείν, τὸν Σεβωείν, τὸν Ταλλαμ, τὸν Χαυναων Σαγηναμ Ἐλεμμεδωρ Χαψουθι, τὸν Σεττωρα τὸν Σαφθα, τὸν Νουχιθα, τὸν Ἀβραάν, τὸν Ἰσάκ, τὸν Ἰακκωβι, τὸν Χαθαθιχ, τὸν Ζευπειν, τὸν Νηφυγορ, Ἀσταφαῖον, τὸν Κατακερκνηφ, τὸν Κοντεον, τὸν Κατουτ, τὸν Κηριδευ, τὸν Μαρμαριώθ, τὸν Λικύξαντα, τὸν Βεσσουμ, τὸν Συμεκοντευ, τὸν κατὰ τοῦ Θωιθ, τὸν Μασκελλει, τὸν Μασκελλωθ, τὸν Φνου, τὸν Κενταβαωθ, τὸν Ὀρεοβαζαγρα, τὸν Ἱππόχθων, τὸν Ῥησίχθων, τὸν Πυριπηγανυξ Νυξιω, τὸν Ἀβρωροκορε, τὸν Κοδηρε, τὸν Μουισδρω, τὸν ἄναξ, τὸν Θαθ, τὸν Φαθ, τὸν Χαθ, τὸν Ξευζην, τὸν Ζευζει, τὸν Σουσηνη, τὸν Ελαθαθ, τὸν Μελασιω, τὸν Κουκωρ, τὸν Νευσωω, τὸν Παχιω, τὸν Ξιφνω, τὸν Θεμελ, τὸν Ναυθ, τὸν Βιοκληθ, τὸν Σεσσωρ, τὸν Χαμελ, τὸν Χασινευ, τὸν Ξωχω, τὸν Ἰαλλινωι, τὸν Σεισενγφαραγγης, τὸν Μασιχιωρ, τὸν Ἰωταβαας, τὸν Χενουχι, τὸν Χααμ, τὸν Φαχιαραθ, τὸν Νεεγωθαρα, τὸν Ἰαμ, τὸν Ζεωχ, τὸν Ἀκραμμαχαμαρει, τὸν Χερουβεί, τὸν Βαϊνχωωχ, τὸν Εἰοφαλεον, τὸν Ἰχανωθ, τὸν Πωε, τὸν Ξεφιθώθ, τὸν Ξουθούθ, τὸν Θοωθιου, τὸν Ξεριφωναρ, τὸν Ἐφιναρασωρ, τὸν Χανιζαρα, τὸν Ἀναμεγαρ, τὸν Ἰωο, τὸν Ξτουροριαμ, τὸν Ἰωκ, τὸν Νιωρ, τὸν Χετταῖον, τὸν Ἐλουμαῖον, τὸν Νωιω, τὸν Δαμναμενεῦ, τὸν Ἀξιωθωφ, τὸν Ψεθαιακκλωψ, τὸν Σισαγέτα, τὸν Νεοριφρωρ, τὸν Ἱπποκελεφοκλωψ, τὸν Ζειναχα, τὸν Ἰαφεθανα, αʹ εʹ ηʹ ιʹ οʹ υʹ ωʹ. ἐπεκαλεσάμην σέ, θεὲ μέγιστε, καὶ διά σου τὰ πάντα, ὅπως δῷς θείαν καὶ μεγίστην δύναμιν τούτῳ τῷ ξοάνῳ καὶ ποιήσῃς αὐτὸ δύνασθαι καὶ ἰσχύειν κατὰ πάντων καὶ χωρεῖν ψυχὰς μετατρέπειν, πνεύματα κινεῖν, ἀντιδίκους ὑποτάσσειν, φιλίας στηρίζειν, πόρους πάντας περιποιεῖν, ὀνείρους ἐπιφέρειν, χρησμοδοτεῖν, πάθη τε ψυχικὰ καὶ σωματικὰ καὶ ἀσθένειαν ἐμποδισμόν τε ποιεῖν, φίλτρα ἐρωτικὰ πάντα ἀποτελεῖν. ναί, δέσποτα, δέσποτα, τέλει τελείαν τελετήν.» ὅταν δὲ τὸν λόγον τοῦτον τελῇς, ἑκάστης ἡμέρας μὲν λέγε τρίς, ὥρᾳ γʹ, ϛʹ, θʹ, τοῦτο δὲ ἐπὶ ἡμέρας ιδʹ, ἀρξάμενος ἀπὸ τῆς σελήνης γʹ. πειρῶ δὲ εἶναι τὴν θεὸν ἤτε ἐν ταύρῳ ἢ παρθένῳ ἢ σκορπίῳ ἢ ἐν ὑδρηχόῳ ἢ ἐν ἰχθύσι. τελοῦντος δέ σου καθʼ ἑκάστην κλῆσιν ἐπίσπενδε τὰ προκείμενα καὶ μύρων παντοδαπῶν χωρὶς λιβάνου. ἐκτελέσαντος δὲ τὴν τελετὴν, καθὼς προσήκει, ἔχε ἀλέκτορα δίλοφον, ἤτοι λευκὸν ἢ ξανθόν, ἀπέχου δὲ μέλανος, καὶ μετὰ τὴν τελετὴν ζῶντα τὸν ἀλέκτορα ἀνάπτυζε καὶ ἔνβαλε τὸ ζῳδάριον ἔσω εἰς τὰ σπλάγχνα τοῦ ἀλεκτόρου φιλοτιμούμενος, ὅπως μὴ διαρραγῇ τὰ ἔνκατα τοῦ ζῴου· ἔασον δὲ ἡμέραν αʹ, νυκτὸς δὲ ὥρας θʹ ἆρον καὶ ἀπόθου ἐν τόπῳ ἱερῷ, καὶ χρῶ ὡς καλλίστῳ.
ὁσάκις ἂν βούλει ἐπιτάσσειν τῷ θεῷ, τὸν μέγιστον Οὐφωρα εἰπὼν ἐπίτασσε, καὶ τελεῖ· ἔχεις τὴν τελετὴν τοῦ μεγίστου καὶ θείου ἐνεργήματος. ὁ δὲ Οὐφωρ οὗτός ἐστιν, ᾧ Οὐρβικὸς ἐχρᾶτο. τὸ ἱερὸν Ὀὐφωρ, τὸ ἀληθές, διὰ πάσης συντομίας ἀληθῶς ἀναγέγραπται, διʼ οὗ ζωπυρεῖται πάντα πλάσματα καὶ γλυφαὶ καὶ ξόανα· τοῦτο γάρ ἐστιν τὸ ἀληθές, τὰ δὲ ἄλλα, ὅσα φέρεται διὰ μακρῶν, ἐψευδηγόρηται μῆκος εἰκαῖον περιέχοντα. ὃ καὶ ἔχε ἐν ἀποκρύφῳ ὡς μεγαλομυστήριον. κρύβε, κρύβε. ἔστιν δὲ ἀρχή·
«Ἠνοίγησαν αἱ πύλαι τοῦ οὐρανοῦ, ἠνοίγησαν αἱ πύλαι τῆς γῆς. ἠνοίγη ἡ ὅδευσις τῆς θαλάσσης, ἠνοίγη ἡ ὅδευσις τῶν ποταμῶν, ἠκούσθη μου τὸ πνεῦμα ὑπὸ πάντων θεῶν καὶ δαιμόνων, ἠκούσθη μου τὸ πνεῦμα ὑπὸ πνεύματος οὐρανοῦ, ἠκούσθη μου τὸ πνεῦμα ὑπὸ πνεύματος ἐπιγείου, ἠκούσθη μου τὸ πνεῦμα ὑπὸ πνεύματος θαλασσίου, ἠκούσθη μου τὸ πνεῦμα ὑπὸ πνεύματος ποταμίου. δότε οὖν πνεῦμα τῷ ὑπʼ ἐμοῦ κατεσκευασμένῳ μυστηρίῳ, θεοί, οὓς ὠνόμασα καὶ ἐπικέκλημαι. δότε πνοὴν τῷ ὑπʼ ἐμοῦ κατεσκευασμένῳ μυστηρίῳ.» κρύβε, κρύβε τὸ ἀληθινὸν Οὐφωρ ἐν συντομίᾳ περιέχον τὴν ἀλήθειαν. ἐπίκλησις Οὐφωρος· ηι ιεου μαρειθ ηι ιεου μονθεαθι μονγιθ ηι ιεου Χαρεὼθ μονκηβ ηι ιεου σωχου σωρσωη ηι ιεου τιωτιω Οὐιήρ, ηι ιεου χαρωχσι Χαρμιώθ ηι ιεου σαθιμωουεηου ηι ιεου ραιραι Μουριραι ηι ιεου Ἀμοῦν ηει Οὐσῖρι ηι ιεου φιριμνουν ηι ιεου ανμορχαθι Οὐήρ ηι ιεου ανχερεφρενεψουφιριγχ ηι ιεου ορχιμορωιπουγθ ηι ιεου μαχψαχαθανθ ηι ιεου μοροθ
Δημοκρίτου Σφαῖρα. προγνωστικὸν ζωῆς καὶ θανάτου. γνῶθι, πρὸς τὴν σελήνην ἀνέπεσε νοσῶν καὶ τὸ ὄνομα τὸ ἐκ γενετῆς συνψήφισον τῇ σελήνῃ καὶ βλέπε, πόσαι τριακάδες γίνονται, καὶ τὰ περιλειπόμενα τοῦ ἀριθμοῦ κατανόησον εἰς τὴν «σφαῖραν», καὶ ἂν ᾖ ἄνω ἡ ψῆφος, ζήσει, ἐὰν δὲ κάτω, τελευτήσει. α ι ιθ β ια κ γ ιγ κγ δ ιδ κε ζ ιϛ κϛ θ ιζ κζ ε ιε κβ ϛ ιη κη η κα κθ ιβ κδ λ
Διακοπός. εἰς ταρίχου ὄστρακον ἐπίγραψον χαλκῷ γραφείῳ λόγον καὶ ἐπιδίωκε καὶ θές, ὅπου εἰσίν, ὅπου ὑποστρέφονται, ἐπιλέγων ἅμα καὶ τὸν λόγον· «ἐπικαλοῦμαί σε τὸν ἐπὶ κενῷ πνεύματι δεινόν, ἀόρατον, μέγαν θεόν, τὸν πατάξαντα γῆν καὶ σείοντα τὸν κόσμον, ὁ φιλῶν ταραχὰς καὶ μισῶν εὐσταθείας καὶ σκορπίζων τὰς νεφέλας ἀπʼ ἀλλήλων, Ἰαια Ἰακούβ ιαι, Ἰὼ Ἐρβήθ, Ἰὼ Πακερβήθ, Ἰὼ Βολχοσήθ, βασδουμα, Παταθνάξ, αποψς οσεσρω αταφ θαβραου ηω θαθθαβρα βωραρα αροβρειθα, Βολχοσήθ, κοκκολοιπτολη ραμβιθνιψ, δότε τῷ δεῖνα τῆς δεῖνα μάχην, πόλεμον, καὶ τῷ δεῖνα τῆς δεῖνα ἀηδίαν, ἔχθραν, ὡς εἶχον Τυφῶν καὶ Ὄσιρις. — εἰ δὲ ἀνήρ ἐστιν καὶ γυνή· “ὡς εἶχον Τυφῶν καὶ Ἶσις”. — ἰσχυρὲ Τυφῶν, μεγαλοδύναμε, τὰς σὰς δυνάμεις ἀποτέλει.»
Ἀγρυπνητικόν. λαβὼν νυκτερίδαν ζῶσαν ἐπὶ τῆς δεξιᾶς πτέρυγος ζωγράφησον ζμύρνῃ τὸ ὑποκείμενον ζῴδιον, ἐπὶ τῆς ἀριστερᾶς τὰ ζʹ ὀνόματα κατάγραψον θεοῦ καὶ ὅτι· «ἀγρυπνείτω ἡ δεῖνα, ἣν δεῖνα, ἕως συνφωνήσῃ.» καὶ οὕτως αὖ αὐτὴν ἀπόλυσον. ἐν ἀποκρούσει δὲ αὐτὸ ἀποτέλει τριταίας οὔσης τῆς θεοῦ, καὶ ἄυπνος τελευτήσει μὴ διαμηκύνασα ἡμέρας ζʹ. λύσιν οὐκ ἔχει τοῦτο οὐδεπώποτε. ἐὰν δὲ βουλεύῃ ποτέ, μὴ ἀπόλυε αὐτήν, ἀλλʼ ἔχε τηρουμένην αὐτήν, καὶ τὸ αὐτὸ ποιεῖ. ὅτε δὲ βούλει λῦσαι, ἐξαλείψας πηγαίῳ ὕδατι τὰ ἐπὶ τῶν πτερύγων καταγραφέντα ἀπόλυσον τὸ ὀρνύφιν. τοῦτο δὲ μὴ πράττε, εἰ μὴ ἐπὶ μεγάλης ἐπιβουλῆς. ἔστιν οὖν τὸ ζῴδιον τόδε. τὰ δὲ ὀνόματα ἐπὶ τῆς ἀριστερᾶς πτέρυγος καταγραφόμενά εἰσιν ταῦτα· «ἐπικαλοῦμαί σε, τὴν μεγίστην θεόν, θαθαβαθαθ πετενναβουθι πεπτου Βαστ Εἰησοῦς Οὐαιρ Ἀμοῦν ουθι ασχελιδονηθ βαθαριβαθ. ἀγρυπνείτω ἡ δεῖνα διʼ ὅλης νυκτός τε καὶ ἡμέρας, ἕως θάνῃ, ἤδη ἤδη, ταχὺ ταχύ.»
Πρὸς ἐπιχάρειαν καὶ φιλίαν διὰ παντός· λαβὼν ῥίζαν πασιθέαν ἢ ἀρτεμισίαν ἐπίγραφε τὸ ὄνομα τοῦτο ἁγνῶς … καὶ φόρει, καὶ ἔσῃ καὶ ἐπίχαρις καὶ προσφιλὴς καὶ θαυμαστὸς τοῖς ὁρῶσί σε. ἡ ἀναγραφή· ζμύρνης δραχμὴ αʹ, μίσυος δραχμαὶ δʹ, χαλκάνθου δραχμαὶ βʹ, κηκίδων δραχμαὶ βʹ, κόμεως δραχμαὶ γʹ.
Ἑρμηνεύματα ἐκ τῶν ἱερῶν μεθηρμηνευμένα, οἷς ἐχρῶντο οἱ ἱερογραμματεῖς. διὰ τὴν τῶν πολλῶν περιεργίαν τὰς βοτάνας καὶ τὰ ἄλλα, οἷς ἐχρῶντο, εἰς θεῶν εἴδωλα ἐπέγραψαν, ὅπως μὴ εὐλαβούμενοι περιεργάζωνται μηδὲν διὰ τὴν ἐξακολούθησιν τῆς ἁμαρτίας. ἡμεῖς δὲ τὰς λύσεις ἠγάγομεν ἐκ τῶν πολλῶν ἀντιγράφων καὶ κρυφίμων πάντων. ἔστι δέ· κεφαλὴ ὄφεως· βδέλλα. ἀγαθὶς ὄφεως· κηρίτην λέγει. αἷμα ὄφεως· αἱματίτης λίθος. ὀστοῦν ἴβεως· ῥάμνος ἐστίν. αἷμα χοιρογρύλλου· ἀληθῶς χοιρογρύλλου. δάκρυα κυνοκεφάλου· χυλὸς ἀννήθου. ἀφόδευμα κορκοδείλου· Αἰθιοπικὴν γῆν. αἷμα κυνοκεφάλου· αἷμα καλαβώτου. λέοντος γόνος· ἀνθρώπου γόνος. αἷμα Ἡφαίστου· ἀρτεμισία. τρίχες κυνοκεφάλου· ἀννήθου σπέρμα. γόνος Ἑρμοῦ· ἄννηθον. αἷμα Ἄρεως· ἀνδράχνη. αἷμα ὀφθαλμοῦ· ἀκακαλλίδα. αἷμα ἀπʼ ὤμου· ἄκανθις. ἀπʼ ὀσφύος· ἀνθέμιον. χολὴ ἀνθρώπου· βύνεως χυλός. οὐρὰ χοίρου· σκορπίουρον. ὀστοῦν ἰατροῦ· ἀμμίτην λίθον. Ἑστίας αἷμα· ἀνθέμιον. ἀετόν· ὁ σελεγβεί. αἷμα χηναλώπεκος· γάλα συκαμίνης. ἄρωμα Κρόνου· γάλα χοιριδίου. τρίχες λέοντος· βύνεως γλῶσσα. αἷμα Κρόνου· κεδρίας … γόνος Ἡλίου· ἐλλέβορος λευκός. γόνος Ἡρακλέους· εὔζωμον λέγει. αἷμα ἀπὸ Τιτᾶνος· θρίδαξ ἀγρία. αἷμα ἀπὸ κεφαλῆς· θέρμος. γόνος ταύρου· ὠὸν κανθάρου. καρδία ἱέρακος· ἀρτεμισίας καρδία. γόνος Ἡφαίστου· κόνυζαν λέγει. γόνος Ἄμμωνος· κρινάνθεμον. γόνος Ἄρεως· τρίφυλλον. στῆρ ἀπὸ κεφαλῆς· τιθύμαλλον. ἀπὸ κοιλίας· χαμαίμηλον. ἀπὸ ποδός· χρυσόσπερμον.
θης οχβολ ηθ η Ἰω Ἐρβηθ ξανθ θβηχερ ιωοσεσρωι … ρηε … ανεμεηλ υηοτ … οαχωι ωσπερθναξ βραχ κραβ βραχ βασφυχθωι βι ανοιχ Ἰω Ἐρβηθ ἀπωψι παταθνακ αἰθρουφ Ἰω Πακερβηθ Ἰωβολχοσηθ θαλακα ξανθαπ … Ἐπικαλοῦμαί σε τὸν ἐν τῷ κενῷ πνεύματι, δεινόν, ἀόρατον θεὸν φθοροποιὸν καὶ ἐρημοποιόν, μισοῦντα οἰκίαν εὐσταθοῦσαν καὶ ἄοπον πράσσοντα· ἐπικαλοῦμαί σου τὸ μέγα ὄνομα· ποίησον τὸν δεῖνα διαχωρισθῆναι ἀπὸ τοῦ δεῖνα, ϊω ϊω ϊωβραχ κραβρουκριου βατριου απομψ στρουτελιψ Ἰακουβ … Ἰὼ πακερβηθ πακερβηθ θεοῦ αιη θεὸν θεῶν … εκαρως ἐπὶ τῆς πύλης τοῦ Ἰάω· διάκοψον τὸν δεῖνα ἀπὸ τοῦ δεῖνα, ὅτι ἐγώ εἰμι ὁ Ξανθις δαίμων ουβαθ … ε … τεβερετερρι … ει … διάκοψον τὸν δεῖνα ἀπὸ τοῦ δεῖνα. ιαι ιωβιαι Ἰωβολχοσηθ Ἰω Ἐρβηθ απομψ παταθναξ βασυμ ἔγειρέ σε ἀποβαίνων, ἐπὶ ἐνχειρήσεως εἶργε ἀπαντήσεις θωῆς ἑκάστης. αμεσωρ αλβαναχαμβρη … αειν αθρου αθροηρ ιαβαωθ … αιδιω ωριχ θαμβιτω Ἀβρααμ ὁ ἐπι … πλανοιεγχιβιωθ μου ρου ὅλην τε τὴν ψυχὴν τῇ δεῖνα, ἣν δεῖνα, καὶ τὸ γυναικεῖον σῶμα τῆς δεῖνα, ἣν δεῖνα· ἐξορκίζω ὑμᾶς κατὰ τοῦ … καὶ ἐκπυρῶσαι τὴν δεῖνα, ἣν δεῖνα.
αλλανθ βιρειβα μετιρα εμεθιρε θαραβλαθ φνουθε θουχαρα ωσουχαρι σαβαχαρ …
καῦσον τὴν δεῖνα, ἕως ἔλθῃ πρὸς ἐμὲ τὸν δεῖνα, ἤδη ἤδη, ταχὺ ταχύ. ἐξορκίζω ὑμᾶς, νεκυδαίμωνας, κατὰ νεκύων καὶ τοῦ δαίμωνος τοῦ Βαλσάμου καὶ τοῦ θεοῦ κυνοπροσώπου καὶ τῶν σὺν αὐτῷ θεῶν …
ΘΕΟΣ ΘΕΟΙ
Βίβλος ἱερὰ ἐπικαλουμένη Μονὰς ἢ Ὀγδόη Μοϋσέως περὶ τοῦ ὀνόματος τοῦ ἁγίου. περιέχει δὲ οὕτως· ἁγνὸς μεῖνον ἡμέρας μαʹ προψηφίσας, ἵνα εἰς τὴν σύνοδον τὴν ἐν κριῷ καταντήσῃ. ἔχε δὲ οἶκον ἐπίπεδον, ὃπου πρὸ ἐνιαυτοῦ οὐδεὶς ἐτελεύτησε, —ἔστω δὲ ἡ θύρα πρὸς δυσμὰς βλέπουσα—καὶ ἀναπήξας μέσον τοῦ οἴκου βωμὸν γέϊνον καὶ ξύλα κυπαρίσσινα, στροβίλους δεξιοὺς δέκα, ἀλέκτορας δύο λευκούς, ἀσινεῖς τελείους, καὶ λύχνους δύο τεταρτημορίους πληρώσας ἐλαίου χρηστοῦ. καὶ μηκέτι ἐπιχέῃς· εἰσελθόντος γὰρ τοῦ θεοῦ περισσότερον ἐξαφθήσονται. ἀπηρτίσθω δὲ ἡ τράπεζα τοῖς ἐπιθύμασι τούτοις, συνγενικοῖς οὖσι τοῦ θεοῦ—ἐκ δὲ ταύτης τῆς βίβλου Ἑρμῆς κλέψας τὰ ἐπιθύματα ζʹ προσεφώνησεν ἐν ἑαυτοῦ ἱερᾷ βύβλῳ ἐπικαλουμένῃ «Πτέρυγι»—τοῦ μὲν Κρόνου στύραξ — ἔστιν γὰρ βαρὺς καὶ εὐώδης —, τοῦ δὲ Διὸς μαλάβαθρον, τοῦ δὲ Ἄρεως κόστος, τοῦ δὲ Ἡλίου λίβανον, τῆς δὲ Ἀφροδίτης νάρδος Ἰνδικός, τοῦ δὲ Ἑρμοῦ κασία, τῆς δὲ Σελήνης ζμύρνα. ταῦτά ἐστιν τὰ ἀπόκρυφα ἐπιθύματα. ὃ δὲ λέγει ἐν τῇ «Κλειδί» Μουσῆς· «σκευάσεις ἐπὶ παντὸς ὄροβον ἡλιακόν», κύαμον Αἰγύπτιον τούτοις λέγει. καὶ—ταῦτα δὲ ὁ Μανεθὼς ἔλεγε ἐν ἰδίᾳ βίβλῳ—ἐντεῦθεν βαστάσας τὰ ζʹ ἄνθη τῶν ζʹ ἀστέρων, ἅ ἐστι σαμψούχινον, κρίνινον, λώτινον, ἑρεφύλλινον, ναρκίσσινον, λευκόϊνον, ῥόδον. ταῦτα τὰ ἄνθη πρὸ εἴκοσι μιᾶς ἡμέρας τῆς τελετῆς λειοτρίβησον εἰς λευκὴν θυίαν καὶ ξήρανον ἐν σκιᾷ καὶ ἔχε αὐτὰ ἕτοιμα εἰς τὴν ἡμέραν ἐκείνην. πρότερον δὲ συνιστάνου οἵᾳ δήποτʼ οὖν νεομηνίᾳ κατὰ θεὸν τοῖς ὡρογενέσιν θεοῖς, οἷς ἔχεις ἐν τῇ «Κλειδί». τελεσθήσῃ δὲ αὐτοῖς οὕτως· ποίησον ἐκ σεμιδάλεως ζῴδια γʹ· ταυροπρόσωπον, τραγοπρόσωπον, κριοπρόσωπον, ἓν ἕκαστον αὐτῶν ἐπὶ πόλου ἑστῶτα, μάστιγας ἔχοντα Αἰγυπτίας, καὶ περικαπνίσας κατάφαγε λέγων τὸν λόγον τῶν ὡρογενῶν, τὸν ἐν τῇ «Κλειδί», καὶ τὸν ἐπάναγκον αὐτῶν καὶ τοὺς ἐφεβδοματικοὺς τεταγμένους, καὶ ἔσῃ τετελεσμένος αὐτοῖς. εἶτα τῇ καθολικῇ συστάσει ἔχε νίτρον τετράγωνον, εἰς ὃ γράψεις τὸ μέγα ὄνομα ταῖς ἑπτὰ φωναῖς. ἀντὶ δὲ τοῦ ποππυσμοῦ καὶ τοῦ συριγμοῦ γράψον εἰς τὸ ἓν μέρος τοῦ νίτρου κορκόδειλον ἱερακοπρόσωπον καὶ αὐτῷ ἐφεστῶτα τὸν ἐννεάμορφον· αὐτὸς γὰρ ὁ ἱερακοπρόσωπος κορκόδειλος εἰς τὰς δʹ τροπὰς τὸν θεὸν ἀσπάζεται τῷ ποππυσμῷ· ἀναπνεύσας γὰρ ποππύζει ἐκ τοῦ βυθοῦ, καὶ ἀντιφωνεῖ αὐτῷ ὁ τὰς θʹ μορφὰς ἔχων. διὸ ἀντὶ τοῦ ποππυσμοῦ τὸν ἱερακοπρόσωπον κορκόδειλον γράφε· ἔστιν γὰρ ἡ πρώτη κεραία τοῦ ὀνόματος ὁ ποππυσμός. δεύτερον συριγμός· ἀντὶ δὲ τοῦ συριγμοῦ δράκοντα δάκνοντα τὴν οὐράν, ὥστε εἶναι τὰ δύο, ποππυσμὸν καὶ συριγμόν, ἱερακοπρόσωπον κορκόδειλον καὶ ἐννεάμορφον ἐπάνω ἑστῶτα καὶ κύκλῳ τούτων δράκοντα καὶ τὰς ἑπτὰ φωνάς. ἔστιν δὲ ὀνόματα θʹ, ὧν πρόλεγε τοὺς ὡρογενεῖς σὺν τῇ στήλῃ καὶ τοὺς ἡμερεσίους καὶ τοὺς ἐφεβδοματικοὺς τεταγμένους καὶ τούτων τὸν ἐπάναγκον. ἄτερ γὰρ τούτων ὁ θεὸς οὐκ ἐπακούσεται, ἀλλʼ ὡς ἀμυστηρίαστον οὐ παραδέξεταί σε, εἰ μὴ τὸν κύριον τῆς ἡμέρας προείπῃς καὶ τῆς ὥρας πυκνότερον, ἣν εὑρήσεις ἐπὶ τέλους διδαχήν. ἄτερ γὰρ αὐτῶν οὐδὲ ἓν ἀπεργάσει, ἐν οἷς ἔχεις ἐν τῇ «Κλειδί». ἔστιν δὲ ἡ ἱερὰ στήλη ἡ ἐν τῷ νίτρῳ γραφομένη·
«ἐπικαλοῦμαί σε τὸν πάντων μείζονα, τὸν πάντα κτίσαντα, σὲ τὸν αὐτογέννητον, τὸν πάντα ὁρῶντα καὶ μὴ ὁρώμενον· σὺ γὰρ ἔδωκας ἡλίῳ τὴν δόξαν καὶ τὴν δύναμιν ἅπασαν, σελήνην αὔξειν καὶ ἀπολήγειν καὶ δρόμους ἔχειν τακτούς, μηδὲν ἀφαιρήσας τοῦ προγενεστέρου σκότους, ἀλλʼ ἰσότητα αὐτῶν ἐμέρισας· σοῦ γὰρ φανέντος καὶ κόσμος ἐγένετο καὶ φῶς ἐφάνη. σοὶ πάντα ὑποτέτακται, οὗ οὐδεὶς θεῶν δύναται ἰδεῖν τὴν ἀληθινὴν μορφήν. ὁ μεταμορφούμενος εἰς πάντας, ἀόρατος εἶ Αἰὼν Αἰῶνος. ἐπικαλοῦμαί σε, κύριε, ἵνα μοι φανῇς ἀγαθῇ μορφῇ, ὅτι δουλεύω ὑπὸ τὸν σὸν κόσμον τῷ σῷ ἀγγέλῳ, Βιαθιαρβαρ βερβιρ σχιλατουρ βουφρουμτρωμ, καὶ τῷ σῷ Φόβῳ, Δανουφ Χρατορ Βελβαλι Βαλβιθ, Ἰάω. διὰ σὲ συνέστηκεν ὁ πόλος καὶ ἡ γῆ. ἐπικαλοῦμαί σε, κύριε, ὡς οἱ ὑπό σου θεοὶ φανέντες, ἵνα δύναμιν ἔχωσιν Ἐχεβυκρωμ Ἡλίου, οὗ ἡ δόξα· “ααα ηηη ωωω ιιι ααα ωωω Σαβαώθ, Αρβαθιαω. Ζαγουρη, ὁ θεὸς Αραθυ Ἀδωναῖε.” ἐπικαλοῦμαί σε, κύριε, ὀρνεογλυφιστί· “ἀραί”, ἱερογλυφιστί· “λαϊλαμ”, ἁβραϊστί· “ἀνοχ Βιαθιαρβαθ βερβιρ εχιλατουρ βουφρουμτρομ”, αἰγυπτιστί· “Ἀλδαβαειμ”, κυνοκεφαλιστί· “Ἀβρασάξ”. ἱερακιστί· “χι χι χι χι χι χι χι τιφ τιφ τιφ”, ἱερατιστί· “μενεφωϊφωθ· χα χα χα χα χα χα χα”.
εἶτα κρότησον γʹ, πόππυσον μακρόν, σύρισον ἐπὶ μῆκος. “ἧκέ μοι, κύριε, ἀμώμητος καὶ ἀπήμαντος, ὁ μηδένα τόπον μιαίνων, ὅτι τετέλεσμαί σου τὸ ὄνομα.”
ἔχε δὲ πινακίδα, εἰς ἣν μέλλεις γράφειν, ὅσα σοι λέγει, καὶ μαχαῖριν ὁλοσίδηρον δίστομον, ἵνʼ ἐὰν τὰ θύματα θύῃς, καθαρὸς ἀπὸ πάντων, καὶ σπονδήν, οἴνου κεράμιον καὶ ἀγγεῖον μέλιτος μεστόν, ἵνα ἂν σπείσῃς. πάντα δέ σοι παρακείσθω ἕτοιμα. σὺ δὲ ἐν λίνοις ἴσθι καθαροῖς ἐστεμμένος ἐλαΐνῳ στεφάνῳ, ποιήσας τὸν πέτασον οὕτως· λαβὼν σινδόνα καθαρὰν ἔνγραψον κροσῷ τοὺς τξεʹ θεούς, ποίησον καλύβην, ὑφʼ ἣν ἴθι τελούμενος. ἔχε δὲ καὶ κατὰ τοῦ τραχήλου κιννάμμωμον· αὐτῷ γὰρ ἥδεται τὸ θεῖον καὶ τὴν δύναμιν παρέσχετο. ἔχε δὲ καὶ ἐκ ῥίζης δάφνης τὸν συνεργοῦντα Ἀπόλλωνα γεγλυμμένον, ᾧ παρέστηκεν τρίπους καὶ Πύθιος δράκων. γλύψον δὲ περὶ τὸν Ἀπόλλωνα τὸ μέγα ὄνομα Αἰγυπτιακῷ σχήματι· ἐπὶ τοῦ στήθους ἀναγραμματιζόμενον τὸ “Βαϊνχωωωχωωωχνϊαβ” καὶ κατὰ τοῦ νώτου τοῦ ζῳδίου τὸ ὄνομα τοῦτο “ϊλϊλλου· ϊλϊλλου· ϊλϊλλου”. περὶ δὲ τὸν Πύθιον δράκοντα καὶ τὸν τρίποδα· “ιθωρ μαρμαραυγὴ φωχω ·φωβωχ.” ἔχε δὲ τοῦτο κατὰ τοῦ τραχήλου τελέσας συνεργὸν ὂν τῶν πάντων μετὰ τοῦ κινναμμώμου. προαγνεύσας οὖν, ὡς προεῖπον, πρὸ ἑπτὰ ἡμερῶν σελήνης λειπούσης, κατὰ τὴν σύνοδον χαμαικοιτῶν ἐπὶ ψιάθου θρυΐνης, κατὰ πρωὶ ἀνιστανόμενος τὸν ἥλιον χαιρέτισον ἐπὶ ἑπτὰ ἡμέρας καθʼ ἡμέραν λέγων τοὺς ὡρογενεῖς θεοὺς πρῶτον, εἶτα τοὺς ἐφεβδοματικοὺς τεταγμένους. μαθὼν δὲ τὸν κύριον τῆς ἡμέρας ἐκεῖνον ἐνόχλει λέγων· “κύριε, τῇ πόστῃ καλῶ τὸν θεὸν εἰς τὰς ἱερὰς θυσίας,” οὕτω ποιῶν ἄχρι τῆς ὀγδόης ἡμέρας. ἐλθὼν οὖν ἐπὶ τὴν ἡμέραν τὸ μεσονύκτιον ὥρᾳ πέμπτῃ, ὅταν ἡσυχία γένηται, ἀνάψας τὸν βωμὸν ἔχε παρεστῶτας τοὺς δύο ἀλεκτρυόνας καὶ τοὺς δύο λύχνους —ἤτωσαν δὲ οἱ λύχνοι τεταρτημόριοι—ἡμμένους, οἷς οὐκέτι ἐπιβαλεῖς ἔλαιον. ἄρξαι λέγειν τὴν στήλην καὶ τὸ μυστήριον τοῦ θεοῦ, ὅ ἐστιν κάνθαρος. ἔχε δὲ κρατῆρα παρακείμενον ἔχοντα γάλα μελαίνης βοὸς καὶ οἶνον ἀθάλασσον. ἔστιν γὰρ ἀρχὴ καὶ τέλος. γράψας οὖν εἰς τὰ δύο μέρη τοῦ νίτρου τὴν στήλην, ἀπόλειξον τὸ ἓν μέρος καὶ τὸ ἕτερον βρέξας εἰς τὸν κρατῆρα ἀπόπλυνε. γραφέσθω δὲ τὸ νίτρον ἐξ ἀμφοτέρων, τῶν ἐπιθυμάτων καὶ τῶν ἀνθέων. πρὸ τοῦ δέ σε ἀποροφᾶν τὸ γάλα καὶ τὸν οἶνον ἐπερεῖς τὴν ἐντυχίαν ταύτην, καὶ εἰπὼν κατάκου ἐπὶ τῶν στρωμάτων κατέχων καὶ τὴν πινακίδα καὶ τὸ γραφεῖον καὶ λέγε. Ἑρμαϊκός· “ἐπικαλοῦμαί σε, τὸν τὰ πάντα περιέχοντα, πάσῃ φωνῇ καὶ πάσῃ διαλέκτῳ, ὡς πρώτως ὕμνησέ σε ὁ ὑπό σου ταχθεὶς καὶ πάντα πιστευθεὶς τὰ αὐθεντικά, Ἥλιος Ἀχεβυκρωμ — ἣ μηνύει τοῦ δίσκου τὴν φλόγα καὶ τὴν ἀκτῖνα —, οὗ ἡ δόξα· ααα· ηηη· ωωω, ὅτι διὰ σὲ ἐνεδοξάσθη ἀέρας, εἶθʼ ὡσαύτως ἀγλαομορφουμένους τοὺς ἀστέρας ἱστὰς καὶ τῷ φωτὶ τῷ ἐνθέῳ κτίζων τὸν κόσμον ιιι· ααα ωωω, ἐν ᾦ διέστησας τὰ πάντα, Σαβαώθ· Ἀρβαθιάω· Ζαγουρη. οὗτοί εἰσιν οἱ πρῶτοι φανέντες ἄγγελοι· Ἀραθ· Ἀδωναῖε· Βασημμ Ἰάω. ὁ δὲ πρῶτος ἄγγελος φωνεῖ ὀρνεογλυφιστί· «ἀραί,» ὅ ἐστιν «οὐαὶ τῷ ἐχθρῷ μου,» καὶ ἔταξας αὐτὸν ἐπὶ τῶν Τιμωριῶν. ὁ δὲ Ἥλιος ὑμνεῖ σε ἱερογλυφιστί· «Λαϊλαμ», ἁβραϊστὶ δὲ διὰ τοῦ αὐτοῦ ὀνόματος· «ἀνοκ Βιαθιαρβαρβερβιρσχι λατουρβουφρουμτρωμ» — γράμματα λϛʹ — λέγων· «προάγω σου, κύριε, ἐγὼ ἐπὶ τῆς βάρεως ἀνατέλλων, ὁ δίσκος, διά σε.» τὸ δὲ φυσικόν σου ὄνομα αἰγυπτιστί· «Ἀλδαβιαειμ» — γράμματα θʹ, κάτω. ἔστιν δὲ ὁ ἐπὶ τῆς βάρεως φανεὶς συνανατέλλων κυνοκεφαλοκέρδων. ἰδίᾳ διαλέκτῳ ἀσπάζεταί σε λέγων· «σὺ εἶ ὁ ἀριθμὸς τοῦ ἐνιαυτοῦ· Ἀβρασάξ.» ὁ δὲ ἐπὶ τοῦ ἑτέρου μέρους ἱέραξ ἰδίᾳ φωνῇ ἀσπάζεταί σε καὶ ἐπιβοᾶται, ἵνα λάβῃ τροφήν· χι· χι· χι· χι· χι· χι· χι: τιπ· τιπ· τιπ· τιπ· τιπ· τιπ· τιπ:” ὁ δὲ ἐννεάμορφος ἀσπάζεταί σε ἱερατιστί· “Μενεφωϊφωθ”, λέγων μηνύει ὅτι· “προάγω σου, κύριε”.» εἰπὼν ἐκρότησε γʹ, καὶ ἐγέλασεν ὁ θεὸς ζʹ· «χα χα χα χα χα χα χα.» γελάσαντος δὲ τοῦ θεοῦ ἐγεννήθησαν θεοὶ ζʹ, οἵτινες τὸν κόσμον περιέχουσιν. — ἄνω. — οὗτοι γάρ εἰσιν οἱ προφανέντες. κακχάσαντος πρῶτον αὐτοῦ ἐφάνη Φῶς — Αὐγή — καὶ διηύγασεν τὰ πάντα. ἐγένετο δὲ θεὸς ἐπὶ τοῦ κόσμου καὶ τοῦ πυρός, Βεσσυν βεριθεν βεριο. ἐκάχασεν δὲ βʹ· ἦν πάντα ὕδωρ. ἀκούσασα ἡ Γῆ ἤχους ἐξεβόησεν καὶ ἐκύρτανεν, καὶ ἐγένετο τὸ ὕδωρ τριμερές. ἐφάνη θεός, ἐτάγη ἐπὶ τῆς ἀβύσσου· χωρὶς γὰρ αὐτοῦ οὔτε αὔξει τὸ ὑγρὸν οὔτε ἀπολήγει. ἔστιν δὲ αὐτοῦ τὸ ὄνομα· «Ἐσχακλεω. σὺ γὰρ εἶ· ωηαι, εἶ ὢν βεθελλε.» βουλομένου δὲ τὸ γʹ κακχάσαι ἐφάνη διὰ τῆς πικρίας τοῦ θεοῦ Νοῦς — ἢ Φρένες — κατέχων καρδίαν· ἐκλήθη Ἑρμῆς, ἐκλήθη Σεμεσιλάμ. ἐκάχασε τὸ τέταρτον ὁ θεός, καὶ ἐφάνη Γέννα κρατοῦσα σποράν. ἐκλήθη δὲ Βαδητοφωθ Ζωθαξαθωζ. ἐγέλασε τὸ πέμπτον καὶ γελῶν ἐστύγνασε, καὶ ἐφάνη Μοῖρα κατέχουσα ζυγόν, μηνύουσα ἐν ἑαυτῇ τὸ δίκαιον εἶναι. ὁ δὲ Ἑρμῆς συνηρίσθη αὐτῇ λέγων· «ἐν ἐμοί ἐστι τὸ δίκαιον.» — ἄνω. — τῶν δὲ μαχομένων ὁ θεὸς ἔφη· «ἐξ ἀμφοτέρων τὸ δίκαιον φανήσεται, πάντα δὲ ὑπὸ σὲ ἔσται τὰ ἐν κόσμῳ.» καὶ πρώτη τὸ σκῆπτρον ἔλαβε τοῦ κόσμου, ἧς τὸ ὄνομα ἀναγραμματιζόμενον μέγα ἐστὶν καὶ ἅγιον καὶ ἔνδοξον. ἔστι δὲ τοῦτο· «θοριοβριτιταμμα ωρραγγαδωιωδαγγαρρωαμματιτιρβοιροθ» — γράμματα μθʹ. ἐκάκχασε τὸ ἕκτον καὶ ἱλαρύνθη πολύ. καὶ ἐφάνη Καιρὸς κατέχων σκῆπτρον, μηνύων βασιλείαν, καὶ ἐπέδωκεν τῷ θεῷ τῷ πρωτοκτιστῷ τὸ σκῆπτρον, καὶ λαβὼν ἔφη· «σὺ τὴν δόξαν τοῦ Φωτὸς περιθέμενος, ἔσῃ μετʼ ἐμέ» .... «ἀνοχ Βιαθιαρ βαρβερβιρ σιλατουρβου φρουμτρωμ» — γράμματα λϛʹ. ἕβδομον κακχάσαντος τοῦ θεοῦ ἐγένετο Ψυχή, καὶ κακχάζων ἐδάκρυσε. ἰδὼν τὴν Ψυχὴν ἐσύρισε, καὶ ἐκύρτανε ἡ γῆ καὶ ἐγέννησε Πύθιον δράκοντα, ὃς τὰ πάντα προῄδει. ἐπεκάλεσε δὲ αὐτὸν ὁ θεός· «Ἰλιλλου· ἰλιλλου· ἰλιλλου· ἰλιλλου· Ἰθωρ, μαρμαραυγή, φωχω φωβωχ.» ἰδὼν τὸν δράκοντα ὁ θεὸς ἐθαμβήθη καὶ ἐπόππυσε. ποππύσαντος τοῦ θεοῦ ἐφάνη ἔνοπλός τις, ὃς καλεῖται· «Δανουπ Χρατορ Βερβαλι Βαρβιθ.» ἰδὼν ὁ θεὸς πάλιν ἐπτοήθη, ὡς ἰσχυρότερον θεωρήσας, μήποτε ἡ γῆ ἐξέβρασε θεόν. βλέπων κάτω εἰς τὴν γῆν ἔφη· «Ἰαω». ἐγεννήθη θεὸς ἐκ τοῦ ἤχους, ὃς πάντων ἐστὶν κύριος. ἤρισεν αὐτῷ ὁ πρότερος λέγων· «ἐγὼ τούτου ἰσχυρότερός εἰμι». ὁ θεὸς ἔφη τῷ ἰσχυρῷ· «σὺ μὲν ἀπὸ ποππυσμοῦ τυνχάνεις, οὗτος δὲ ἐξ ἤχους. ἔσεσθε ἀμφότεροι ἐπὶ πάσης ἀνάγκης.» ἐκλήθη δὲ ἔκτοτε «Δανουπ Χρατορ Βερβαλι Βαλβιθ, Ἰάω.» κύριε, ἀπομιμοῦμαι ταῖς ζʹ φωναῖς, εἴσελθε καὶ ἐπάκουσόν μοι· «α εε ηηη ιιιι οοοοο υυυυυυ ωωωωωωω, αβρωχ· βραωχ χραμμαωθ· προαρβαθω· Ἰάω ουαεηϊουω.»
ἐπὰν εἰσέλθῃ ὁ θεός, κάτω βλέπε καὶ γράφε τὰ λεγόμενα καὶ ἣν δίδωσίν σοι αὑτοῦ ὀνομασίαν. μὴ ἐξέλθῃ δὲ ἐκ τῆς σκηνῆς σου, ἄχρι σοι καὶ τὰ περί σε εἴπῃ ἀκριβῶς. ἡ δὲ τοῦ πολεύοντος πῆξις περιέχει οὕτως· γνῶθι, τέκνον, τίνος ἡμέρα εἰς τὸ Ἑλληνικόν, καὶ ἐλθὼν εἰς τὴν ἑπτάζωνον μέτρει ἀποκάτωθεν καὶ εὑρήσεις. ἐὰν γὰρ ἡμέρα Ἡλίου εἰς τὸ Ἑλληνικόν, Σελήνη πολεύει, οὕτως καὶ οἱ ὕστεροι, οἷον Ἑλληνικόν· ἑπτάζωνος·
Ἥλιος Κρόνος
Σελήνη Ζεύς
Ἄρης Ἄρης
Ἑρμῆς Ἥλιος
Ζεύς Ἀφροδίτη
Ἀφροδίτη Ἑρμῆς
Κρόνος Σελήνη
τούτων τὴν ἀκάματον λύσιν καὶ θεοφιλῆ προσεφώνησά σοι, τέκνον, ἣν οὐδὲ βασιλεῖς ἴσχυσαν καταλαβέσθαι.
ἐπιγράψεις δὲ τὸ νίτρον τῷ μέλανι τῷ διὰ τῶν ἀνθέων τῶν ζʹ ἀστέρων καὶ ἀρωμάτων. ὁμοίως καὶ ποιήσεις τὸν ὄροβον, ὃν ἀλληγορικῶς ἐν τῇ «Κλειδί» μου εἶπον, ἐκ τῶν ἀνθέων καὶ τῶν ἐπιθυμάτων,
πλήρης ἡ τελετὴ τῆς Μονάδος προσεφωνήθη σοι, τέκνον. ὑποτάξω δέ σοι, τέκνον, καὶ τὰς χρείας τῆς ἱερᾶς βίβλου, ἃς πάντες οἱ σοφισταὶ ἐτέλησαν ἀπὸ ταύτης τῆς ἱερᾶς καὶ μακάριδος βίβλου. ὡς ἐξώρκισά σε, τέκνον, ἐν τῷ ἱερῷ τῷ ἐν Ἱερωσολύμῳ· πλησθεὶς τῆς θεοσοφίας ἀνεύρετον ποίησον τὴν βίβλον. ἔστιν οὖν πρώτη ἡ θαυμάσιος ἀμαυρά. λαβὼν ὠὸν ἱέρακος τὸ ἥμισυ αὐτοῦ χρύσωσον, τὸ δὲ ἄλλο ἥμισυ χρῖσον κινναβάρει. τοῦτο φορῶν ἀθεώρητος ἔσῃ ἐπιλέγων τὸ ὄνομα. ἐπὶ δὲ ἀγωγῆς πρὸς τὸν ἥλιον εἰπὲ γʹ τὸ ὄνομα· ἄγει γυναῖκα ἀνδρὶ καὶ ἄνδρα γυναικὶ ὥστε θαυμάσαι. ἐάν τινα θέλῃς μυρικῶσαι πρὸς ἄνδρα γυναῖκα ἢ ἄνδρα πρὸς γυναῖκα, λαβὼν ἀνφώδευμα κυνὸς βάλε κατὰ τοῦ στροφέως τῆς θύρας αὐτῶν εἰπὼν τὸ ὄνομα γʹ, λέγων· «διακόπτω τὸν δεῖνα ἀπὸ τοῦ δεῖνα.» ἐὰν δαιμονιζομένῳ εἴπῃς τὸ ὄνομα προσάγων τῇ ῥινὶ αὐτοῦ θεῖον καὶ ἄσφαλτον, εὐθέως λαλήσει, καὶ ἀπελεύσεται. ἐὰν εἴπῃς ἐπὶ ἐρυσιπέλατος, χρίσας αὐτὸ κορκοδείλου ἀφοδεύματι, εὐθέως ἀπαλλαγήσεται. ἐὰν εἴπῃς ἐπὶ σπάσματος ἢ συντρίμματος τὸ ὄνομα γʹ, καταχρίσας γῆν μετὰ ὄξους, ἀπαλλάξεις. ἐὰν ἐπείπῃς ἐπὶ παντὸς πετεινοῦ εἰς τὸ ὠτίον, τελευτήσει.
ἐὰν ἴδῃς ἀσπίδα καὶ θέλῃς αὐτὴν στῆσαι, λέγε στρεφόμενος ὅτι «στῆθι.» λέγεται τὰ ὀνόματα, καὶ στήσεται. θυμοκάτοχον· πρὸς βασιλέα ἢ μεγιστᾶνα εἴσαγε, τὰς χεῖρας ἐντὸς ἔχων λέγε τὸ ὄνομα τὸ δίσκου, βαλὼν ἅμμα τοῦ παλλίου σου ἢ τοῦ ἐπικαρσίου, καὶ θαυμάσεις.
ἐὰν πρὸς λύσιν φαρμάκων· εἰς ἱερατικὸν κόλλημα γράψας τὸ ὄνομα φόρει. Ἡλίου δεῖξις. λέγε πρὸς ἀνατολάς· «ἐγώ εἰμι ὁ ἐπὶ τῶν δύο χερουβείν, ἀνὰ μέσον τῶν δύο φύσεων, οὐρανοῦ καὶ γῆς, ἡλίου τε καὶ σελήνης, φωτὸς καὶ σκότους, νυκτὸς καὶ ἡμέρας, ποταμῶν καὶ θαλάσσης· φάνηθί μοι, ὁ ἀρχάγγελος τῶν ὑπὸ τὸν κόσμον, αὐθέντα Ἥλιε, ὁ ὑπʼ αὐτὸν τὸν ἕνα καὶ μόνον τεταγμένος· προστάσσει σοι ὁ ἀεὶ καὶ μόνος.» λέγε τὸ ὄνομα. ἐὰν δὲ σκυθρωπὸς φανῇ, λέγε· «δὸς ἡμέραν, δὸς ὥραν, δὸς μῆνα, δὸς ἐνιαυτόν, κύριε τῆς ζωᾶς.» λέγε τὸ ὄνομα. ἐὰν θέλῃς ὄφιν ἀποκτεῖναι, λέγε· «στῆθι, ὅτι σὺ εἶ ὁ Ἀφυφις» καὶ λαβὼν βάϊν χλωρὰν καὶ τῆς καρδίας κρατήσας σχίσον εἰς δύο ἐπιλέγων τὸ ὄνομα ζʹ, καὶ εὐθέως σχισθήσεται ἢ ῥαγήσεται. πρόγνωσις ἥδε τῇ προειρημένῃ πράξει γίνεται, τῇ διὰ τοῦ νίτρου, καὶ ὡς θεῷ διαλαλήσει σοι· σοῦ γὰρ παρόντος πολλάκις ἐποίησα τὴν πρᾶξιν. ἀβλεψίας δὲ οὕτως· «δεῦρό μοι, τὸ πρωτοφαὲς σκότος, καὶ κρύψον με προστάγματι τοῦ ὄντος ἐν οὐρανῷ αὐτογενέτορος, τὸν δεῖνα.» λέγε τὸ ὄνομα.
ἄλλως· «σὲ μόνον ἐπικαλοῦμαι, τὸν μόνον ἐν κόσμῳ διατάξαντα θεοῖς καὶ ἀνθρώποις, τὸν ἑαυτὸν ἀλλάξαντα μορφαῖς ἁγίαις καὶ ἐκ μὴ ὄντων εἶναι ποιήσαντα καὶ ἐξ ὄντων μὴ εἶναι, Θαῢθ ἅγιος, οὗ οὐδεὶς ὑποφέρει θεῶν τὴν ἀληθινὴν ὄψιν ἰδεῖν τοῦ προσώπου. ποίησόν με γενέσθαι ἐν ὄμμασι πάντων κτισμάτων λύκον, κύνα, λέοντα, πῦρ, δένδρον, γῦπα, τεῖχος, ὕδωρ — ἢ ὃ θέλεις —, ὅτι δυνατὸς εἶ.» λέγε τὸ ὄνομα. ἔγερσις σώματος νεκροῦ· «ὁρκίζω σε, πνεῦμα ἐν ἀέρι φοιτώμενον, εἴσελθε, ἐνπνευμάτωσον, δυνάμωσον, διαέγειρον τῇ δυνάμει τοῦ αἰωνίου θεοῦ τόδε τὸ σῶμα, καὶ περιπατείτω ἐπὶ τόνδε τὸν τόπον, ὅτι ἐγώ εἰμι ὁ ποιῶν τῇ δυνάμει τοῦ Θαΰθ, ἁγίου θεοῦ.» λέγε τὸ ὄνομα. ἐὰν θέλῃς ἐπάνω κορκοδείλου διαβαίνειν, καθίσας λέγε· «ἄκουέ μου, ὁ ἐν τῷ ὑγρῷ τὴν διατριβὴν ποιούμενος· ἐγώ εἰμι ὁ ἐν οὐρανῷ σχολὴν ἔχων φοιτώμενός τε ἐν ὕδατι καὶ ἐν πυρὶ καὶ ἐν ἀέρι καὶ γῇ. ἀπόδος χαριστήριον τῆς ἡμέρας ἐκείνης, ὅτε σε ἐποίησα καὶ ᾐτήσω με τὴν αἰτησίαν. διαπεράσεις εἰς τὸ πέρα, ὅτι ἐγώ εἰμί τις.» λέγε τὸ ὄνομα. Δεσμόλυτον. λέγε· «κλῦθί μοι, ὁ Χριστός, ἐν βασάνοις, βοήθησον ἐν ἀνάγκαις, ἐλεήμων ἐν ὥραις βιαίοις, πολὺ δυνάμενος ἐν κόσμῳ, ὁ κτίσας τὴν Ἀνάγκην καὶ Τιμωρίαν καὶ τὴν Βάσανον.» ιβʹ ἡμέρας συρίσας τρὶς ὀκτάκις λέγε τοῦ Ἡλίου τὸ ὄνομα ὅλον ἀπὸ τοῦ Ἀχεβυκρωμ.
«λυθήτω πᾶς δεσμός, πᾶσα βία, ῥαγήτω πᾶς σίδηρος, πᾶν σχοινίον ἢ πᾶς ἱμάς, πᾶν ἅμμα, πᾶσα ἅλυσις ἀνοιχθήτω, καὶ μηδείς με καταβιάσαιτο, ὅτι ἐγώ εἰμι» — λέγε τὸ ὄνομα.
πῦρ σβέσαι. «ἄκουε, πῦρ, ἔργον ἔργων εὑρήματος θεοῦ, δόξα τοῦ ἐντίμου φωστῆρος, σβέσθητι, χιονίσθητι· αὐτὸς γάρ ἐστιν ὁ Αἰὼν ὁ ἐπιβαλόμενος πῦρ ὡς ἀμίαντον· ἀποσκεδασθήτω μου πᾶσα φλόξ, πᾶσα δύναμις οὐσίας, προστάγματι Αὐτοῦ ἀεὶ ὄντος. οὐ μή μου θίγῃς, πῦρ, οὐ μή μου λυμάνῃς σάρκα, ὅτι ἐγώ εἰμι» — λέγε τὸ ὄνομα. πῦρ μεῖναι· «ἐξορκίζω σε, πῦρ, δαίμων ἔρωτος ἁγίου, τὸν ἀόρατον καὶ πολυμερῆ, τὸν ἕνα καὶ πανταχῆ, ἐνμεῖναι ἐν τῷ λύχνῳ τούτῳ ἐπὶ τόνδε τὸν χρόνον λαμπρυνόμενον καὶ μὴ μαραινόμενον, τῷ προστάγματι τοῦ δεῖνα.» λέγε τὸ ὄνομα. ὀνειροπομπόν· ποίησον ἱπποπόταμον ἐκ κηροῦ πυρροῦ κοῖλον καὶ ἔνθες εἰς τὴν κοιλίαν αὐτοῦ τοῦ βιεβετνεησι καὶ χρυσὸν καὶ ἄργυρον καὶ τὸ καλούμενον βαλλαθὰ τὸ τῶν Ἰουδαίων καὶ στόλισον αὐτὸν λίνῳ καθαρῷ καὶ θὲς ἐπὶ θυρίδος καθαρᾶς καὶ λαβὼν χάρτην ἱερατικὸν γράψον εἰς αὐτὸν ζμυρνομέλανι καὶ αἵματι κυνοκεφάλου, ἃ βούλει πέμψαι, καὶ εἰλήσας εἰς ἐνλύχνιον καὶ ἐνλυχνιάσας λύχνον καθαρὸν καινὸν ἐπίθες ἐπὶ τὸν λύχνον τὸν πόδα ἱπποποταμίου καὶ λέγε τὸ ὄνομα, καὶ πέμπει.
φίλτρον πότιμον· λαβὼν σφηκαλέοντας τοὺς ἐν τῇ ἀράχνῃ, λειώσας ἐπὶ πότον δὸς πεῖν. ἐὰν θέλῃς γυναῖκας οὐ μὴ σχεθῆναι ὑπὸ ἄλλου ἀνδρός, λαβὼν γῆν πλάσον κορκόδειλον προσμείξας αὐτῷ μέλαν καὶ ζμύρναν καὶ θὲς εἰς σορίον μολιβοῦν καὶ ἐπίγραφε τὸ μέγα ὄνομα καὶ τὸ τῆς γυναικὸς καὶ ὅτι· «μὴ συνγενέσθω ἡ δεῖνα ἑτέρῳ ἀνδρὶ πλὴν ἐμοῦ, τοῦ δεῖνα.» ἔστι δὲ τὸ ὄνομα τὸ ἐπιγραφόμενον εἰς τοὺς πόδας τοῦ ζῳδίου· «βιβιου ουηρ αψαβαρα κασοννακα νεσεβαχ σφη σφη χφουρις.»
ἄνοιξις διὰ τοῦ ὀνόματος· «ἄνοιγε, ἄνοιγε, τὰ δʹ μέρη τοῦ κόσμου, ὅτι ὁ κύριος τῆς οἰκουμένης ἐκπορεύεται. χαίρουσιν ἀρχάγγελοι δεκάνων, ἀγγέλων· Αὐτὸς γὰρ ὁ Αἰὼν Αἰῶνος, ὁ μόνος καὶ ὑπερέχων, ἀθεώρητος διαπορεύεται τὸν τόπον. ἀνοίγου, θύρα, ἄκουε, μοχλέ, εἰς δύο γενοῦ, κλειδών, διὰ τὸ ὄνομα Ἀϊα αϊνρυχαθ, ἀνάβαλε, γῆ, δεσπότῃ πάντα, ὅσα ἔχεις ἐν σεαυτῇ· Αὐτὸς γάρ ἐστιν ὁ λαιλαφέτης καὶ χανοῦχος, πυρὸς κρατύντωρ. ἄνοιξον· λέγει σοι Ἀχεβυκρωμ» — ὀκτάκις Ἡλίου ὄνομα.
ἄλλως ὁ λόγος πρὸς τὸν Ἥλιον· «ἐγώ εἰμι ὁ ἐπὶ τῶν δύο χερουβείν, ἀνὰ μέσον τοῦ κόσμου, οὐρανοῦ καὶ γῆς, φωτὸς καὶ σκότους, νυκτὸς καὶ ἡμέρας, ποταμῶν καὶ θαλάσσης, φάνητί μοι, ἀρχάγγελε τοῦ θεοῦ, ὁ ὑπʼ αὐτὸν τὸν ἕνα καὶ μόνον τεταγμένος.» τούτῳ δὲ τῷ λόγῳ ποίει πρὸς τὸν Ἥλιον χαριτήσια, ἀγωγάς, ὀνειροπομπά, ὀνειραιτητά, Ἡλίου δεῖξιν, ἐπιτευκτικά, νικητικά, καὶ πάντα ἁπλῶς. ἀπέχεις τὴν ἱεράν, ὦ τέκνον, καὶ μακάριδα Μονάδα βίβλον, ἣν οὐδεὶς ἴσχυσε μεθερμηνεῦσαι ἢ πρᾶξαι. ἔρρωσο, τέκνον. Μοϋσέως ἱερὰ βίβλος ἀπόκρυφος ἐπικαλουμένη ὀγδόη ἢ ἁγία:
ἔστιν δὲ ἡ πρᾶξις τοῦ τὰ πάντα περιέχοντος ὀνόματος, ἔχει δὲ σύστασιν, ἐν ᾗ αὐτοῦ μηδὲν παραφίων ἐπιτεύξῃ. ἅγνευσον ἡμέρας μαʹ συνψηφίσας τὴν ἡμέραν καὶ τὴν ὥραν, ἐν ᾗ μέλλει ἡ σελήνη ἐκλιπεῖν ἐν κριῷ. ὁπόταν δὲ γένηται ἐν κριῷ, χαμαικοίτει πρὸ μιᾶς καὶ θυσιάσας ἐπίθυε τὰ ζʹ ἐπιθύματα τὰ αὐθεντικά, ἐν οἷς ἥδεται ὁ θεός, τῶν ζʹ ἀστέρων τοῖς ζʹ ἐπιθύμασιν, ἅ ἐστιν ταῦτα· μαλάβαθρον, στύραξ, νάρδος, κόστος, κασία, λίβανος, ζμύρνα, καὶ τὰ ζʹ ἄνθη τῶν ζʹ ἀστέρων, ἅ ἐστιν ῥόδον, λώτινον, ναρκίσσινον, κρίνινον, ἑρεφύλλινον, λευκόϊνον, σαμψούχινον. λειοτριβήσας μετʼ οἴνου ἀθαλάσσου πάντα ἐπίθυε. φόρει δὲ καὶ κιννάμωμον· αὐτῷ γὰρ ὁ θεὸς τὴν δύναμιν περιέθηκε. τὰ δὲ θυμιάματα ἐπίθυε μετὰ εἴκοσι μίαν ἡμέραν, ἵνα συνκλείσῃς. τὴν δὲ ἀπόγευσιν δέξαι μελαίνης βοὸς γάλα καὶ οἶνον ἀθάλασσον καὶ νίτρον Ἑλληνικόν. μηνύει δὲ εἶναι ἀρχὴν καὶ τέλος. ὅταν δὲ ἐνστῇ ἡ ἡμέρα, παράθες εἰς τὴν θυσίαν ξύλα κυπαρίσσινα ἢ ὀποβαλσάμινα, ἵνα καὶ χωρὶς τῶν θυμιαμάτων ἡ θυσία ὀσμὴν παρέχῃ, καὶ στροβίλους πέντε δεξιοὺς καὶ λύχνους δύο ἅπτε κοτυλιαίους ἔνθα καὶ ἔνθα τοῦ βωμοῦ· ὁ δὲ βωμὸς ἔστω γήϊνος. σκευάσας δὲ καὶ γεμίσας τοὺς λύχνους μηκέτι ἐπίχυνε, θῦε δὲ λευκὸν ἀλέκτορα ἄσπιλον καὶ ἄλλον ἄφες καὶ περιστερὰν ὁμοίως, ἵνα οὗ ἐὰν βούληται εἰσελθὼν ὁ θεὸς πνεῦμα λάβῃ. κείσθω δὲ καὶ μαχαῖριν, παρακείσθω δὲ καὶ τὰ θυμιάματα τὰ ζʹ καὶ τὰ ἄνθη τὰ ζʹ ἠρτισμένα, ὡς πρόκειται, ἵνα, ἐὰν εἰσελθὼν βουληθῇ ἐπιθύειν, εὕρῃ πάντα ἐν ἑτοίμῳ. ἐπὶ τῷ βωμῷ δὲ καὶ θυσία κείσθω. ἡ δὲ ἀπόγευσίς ἐστιν αὕτη· ὅταν μέλλῃς ἀπογεύεσθαι, ἀλέκτορα θῦσον, ἵνα ὁ θεὸς ἀφθόνως λάβῃ πνεῦμα. καὶ μέλλων ἀπογεύεσθαι, ἐπικαλοῦ τὸν τῆς ὥρας καὶ τὸν τῆς ἡμέρας θεόν, ἵνα ἐξ αὐτῶν συσταθῇς. εἰ μὴ γὰρ αὐτοὺς καλέσῃς, οὐκ ἐπακούουσι ὡς ἀμυστηριάστῳ σοι ὑπάρχοντι. εὑρήσεις δὲ καὶ τοὺς ὡρογενεῖς καὶ τοὺς ἡμερησίους καὶ τὸν ἐπάναγκον αὐτῶν ἐν τῇ Κλειδὶ τῇ Μοϋσέως· αὐτὸς γὰρ αὐτοὺς ἀπέσπασεν. τὸ οὖν ὄνομα γράψον εἰς τὸ Ἑλληνικὸν νίτρον ὅλον. ἀντὶ δὲ τοῦ ποππυσμοῦ γράψον εἰς τὸ Ἑλληνικὸν νίτρον κορκόδειλον ἱερακόμορφον· αὐτὸς γὰρ ἀσπάζεται τὸν θεὸν τετράκις τοῦ ἐνιαυτοῦ ταῖς τῶν θεῶν αὐθεντικαῖς νεομηνίαις· κατὰ τὴν τροπὴν τοῦ κόσμου πρῶτον τὴν καλουμένην πρόσθεσιν, εἶτα τῷ ἰδίῳ ὑψώματι, ὃ καλοῦσι Ὥρου γένναν, εἶτα Κυνὸς ἄστρου ἀνατολήν, εἶτα τὴν τῆς Σώθεως ἐπιτολήν, κατὰ πρόσθεσιν τοῦ ἡλίου καὶ ἀφαίρεσιν τὸν ποππυσμὸν ἀποδίδωσιν. ὁ δὲ ἐννεάμορφος δίδωσι αὐτῷ τὸν φθόγγον κατʼ ἐκείνην τὴν ὥραν, ἵνα ἐκ τοῦ ἤχους ὕδατος ὁ ἥλιος ἀναβῇ· αὐτὸς γὰρ αὐτῷ συνεφάνη. διὸ τῶν ἐννέα θεῶν τῶν ἀνατελλόντων σὺν τῷ ἡλίῳ ἔλαβε τὰς μορφὰς καὶ τὴν δύναμιν. τὸν μὲν οὖν τῆς κάτω τροπῆς ἀσθενέστερον καὶ ἀδυναμώτερον ἦχον ἐκπέμπει· ἔστιν γὰρ γέννα κόσμου καὶ ἡλίου. εἶτεν κατὰ πρόσθεσιν τῶν φώτων ὑψωθέντων καὶ τὸν ἦχον δυναμικώτερον ἐκπέμπει. ἐν δὲ τῇ Κυνὸς ἄστρου ἀνατολῇ κατὰ δύσιν τραπεὶς τὸν ἦχον δυναμικώτερον ἐκπέμπει, καθότι οὐκ ἔχει τὸ συνγενὲς πλησιάζον ὕδωρ, καὶ ὅτι ἡ τροπή ἐστιν προσθετικωτέρα. καὶ τὰ τῆς ἐσχάτης ἀφαιρεῖ, ὃ προσέθηκεν τῇ ἄνω τροπῇ· ἔστιν γὰρ ὑγροῦ ἀπόβασις καὶ ἡλίου ταπείνωσις.
γράφε οὖν ἀνφοτέρους τοὺς βʹ ζμυρνομέλανι, τουτέστιν κορκόδειλον ἱερακοπρόσωπον καὶ αὐτῷ ἐφεστῶτα τὸν ἐνεάμορφον. αὐτὸς γὰρ ὁ ἱερακοπρόσωπος κορκόδειλος εἰς τὰς δʹ τροπὰς τὸν θεὸν ἀσπάζεται τῷ ποππυσμῷ. ἀναπνεύσας γὰρ ποππύζει ἐκ τοῦ βυθοῦ καὶ ἀντιφωνεῖ αὐτῷ ὁ τὰς ἐννέα μορφὰς ἔχων. διὸ ἀντὶ τοῦ ποππυσμοῦ τὸν ἱερακοπρόσωπον κορκόδειλον γράφε· ἔστιν γὰρ ἡ πρώτη κεραία τοῦ ὀνόματος ὁ ποππυσμός, δεύτερον συριγμός, καὶ ἀντὶ τοῦ συριγμοῦ δράκοντα δάκνοντα τὴν οὐράν, ὥστε εἶναι τὰ δύο, ποππυσμὸν καὶ συριγμόν, καὶ ἱερακοπρόσωπον κορκόδειλον καὶ ἐννεάμορφον ἐπάνω ἑστῶτα καὶ κύκλῳ τούτων δράκοντα καὶ τὰς ζʹ φωνάς. ἔστιν δὲ ὀνόματα θʹ, ὧν πρόλεγε τοὺς ὡρογενεῖς σὺν τῇ στήλῃ καὶ τοὺς ἡμερεσίους καὶ τοὺς ἐφεβδοματικοὺς τεταγμένους καὶ τούτων τὸν ἐπάναγκον. ἄτερ γὰρ τούτων ὁ θεὸς οὐκ ἐπακούσεται, ἀλλʼ ὡς ἀμυστηρίαστον οὐ παραδέξεται, εἰ μὴ τὸν κύριον τῆς ἡμέρας προσείπῃς καὶ τῆς ὥρας πυκνότερον, ἣν εὑρήσεις ἐπὶ τέλους διδαχήν. ἄνευ γὰρ αὐτῶν οὐδὲν ἀπεργάσῃ. ἐν οἷς ἔχεις ἐν τῇ «Κλειδί.» βάλε δὲ ἐκ τῶν ζʹ ἀνθέων, ὧν ἤρτικες, εἰς τὸ μέλαν, καὶ οὕτως γράφε εἰς τὸ νίτρον. εἰς τὰ δύο μέρη ταῦτα γράφε καὶ ἀπόλειξον τὸ ἓν μέρος καὶ τὸ ἕτερον ἀπόκλυσον εἰς τὸν οἶνον καὶ τὸ γάλα, πρῶτον—πρὸ τοῦ σε ἀποκλύσαι—θύσας τὸν ἀλέκτορα καὶ πάντα ἕτοιμα ποιήσας. θύσας δὲ τὸν ἀλέκτορα βάλε παρὰ μέρος καὶ τοὺς ἄλλους δύο καὶ τὴν περιστεράν, ἕτοιμα θείς, εἶτα ἐπικαλοῦ τοὺς ὡρογενεῖς, ὡς προείρηται, καὶ τότε ἀπόπιε.
«ἐπικαλοῦμαί σε πάσῃ φωνῇ, τὸν τὰ πάντα περιέχοντα, καὶ πάσῃ διαλέκτῳ. ὑμνῶ σε ἐγώ, ὡς πρώτως ὕμνησέ σʼ ὁ ὑπὸ σοῦ ταχθεὶς καὶ πάντα πιστευθεὶς τὰ αὐθεντικά, Ἥλιος· Ἀχεβυκρωμ — ὃ μηνύει τοῦ δίς κου τὴν φλόγα καὶ τὴν ἀκτῖνα —, οὗ ἡ δόξα· ααα ηηη ωωω, ὅτι διά σʼ ἐνεδοξάσθη τοὺς ἀστέρας ἱστὰς καὶ τῷ φωτὶ τῷ ἐνθέῳ κτίζων τὸν κόσμον, ἐν ᾧ διέστησας τὰ πάντα· ιιι· ααα· ωωω· Σαβαώθ, Ἀρβαθιάω, Ζαγουρη. οὗτοί εἰσιν οἱ πρῶτοι φανέντες ἄγγελοι· Ἀραγά, Ἀράθ, Ἀδωναί, Βασημμ, Ἰάω. ὁ δὲ πρῶτος ἄγγελός σε φωνεῖ ὀρνεογλυφιστί· “ἀραί”, ὅ ἐστιν· “οὐαὶ τῷ ἐχθρῷ μου”, καὶ ἔταξας αὐτὸν ἐπὶ τῶν Τιμωριῶν, ὁ δὲ Ἥλιος ὑμνεῖ σε οὕτως ἱερογλυφιστί· “Λαϊλαμ”, ἁβραϊστὶ διὰ τοῦ αὐτοῦ ὀνόματος· “ἀναγ Βιαθιαρβαρ· βερβι σχι λα τουρβουφρουμτρωμ” λέγων· “προάγω σου, κύριε, ἐγώ, ὁ ἐπὶ τῆς βάρεως ἀνατέλλων, ὁ δίσκος, διά σε.” τὸ δὲ φυσικόν σου ὄνομα αἰγυπτιστί· “Ἀλδαβαειμ” — λέγει τὴν βᾶριν, ἐφʼ ἣν ἀναβαίνει ἀνατέλλων τῷ κόσμῳ. ὁ δὲ ἐπὶ τῆς βάρεως φανεὶς συνανατέλλων κυνοκεφαλοκέρδων ἰδίᾳ διαλέκτῳ ἀσπάζεταί σε λέγων· “σὺ εἶ ὁ ἀριθμὸς τοῦ ἐνιαυτοῦ, Ἀβρασάξ.” ὁ δʼ ἐπὶ τοῦ ἑτέρου μέρους ἱέραξ ἰδίᾳ φωνῇ ἀσπάζεταί σε καὶ ἐπιβοᾶται, ἵνα λάβῃ τροφήν· “χι· χι· χι· χι· χι· χι· χι· τι τι τι τι τι τι τι.” ὁ δὲ ἐννεάμορφος ἀσπάζεταί σε ἱερατιστί· “Μενεφωιφωθ”» μηνύων ὅτι· «προάγω σου, κύριε.» εἰπὼν ἐκρότησε γʹ. καὶ ἐγέλασεν ὁ θεὸς ἑπτάκις· «χα χα χα χα χα χα χα.» γελάσαντος δὲ αὐτοῦ ἐγεννήθησαν θεοὶ ζʹ, οἵτινες τὰ πάντα περιέχουσιν· οὗτοι γάρ εἰσιν οἱ προφανέντες. κακχάσαντος πρώτως αὐτοῦ ἐφάνη Φῶς — Αὐγὴ — καὶ διέστησεν τὰ πάντα. ἐγένετο δὲ θεὸς ἐπὶ τοῦ κόσμου καὶ τοῦ πυρός· Βεσεν βερειθεν βεριο. ἐκάκχασε δὲ δεύτερον· ἦν πάντα ὕδωρ, καὶ ἡ Γῆ ἀκούσασα ἤχους καὶ ἰδοῦσα Αὐγὴν ἐθαμβήθη καὶ ἐκύρτανε, καὶ τὸ ὑγρὸν τριμερὲς ἐγένετο, καὶ ἐφάνη θεὸς καὶ ἐτάγη ἐπὶ τῆς ἀβύσσου. καὶ διὰ τοῦτο τὸ ὑγρὸν χωρὶς αὐτοῦ οὔτε αὔξει οὔτε ἀπολήγει. ἔστιν δὲ αὐτοῦ τὸ ὄνομα· «Προμσαχα Ἀλεεϊω. σὺ γὰρ εἶ Ωηαϊ βεθελλε:» βουλομένου δὲ τὸ τρίτον κακχάσαι ἐφάνη διὰ τῆς πικρίας τοῦ θεοῦ Νοῦς — καὶ Φρένες — κατέχων καρδίαν, καὶ ἐκλήθη Ἑρμῆς, διʼ οὗ τὰ πάντα μεθηρμήνευσται. ἔστιν δὲ ἐπὶ τῶν φρενῶν, διʼ οὗ οἰκονομήθη τὸ πᾶν. ἔστιν δὲ Σεμεσιλαμψ.
ἐπεκάκχασε τὸ δʹ ὁ θεός, καὶ ἐφάνη Γέννα πάντων κρατοῦσα σποράν, διʼ ἧς τὰ πάντα ἐσπάρη. ἐκλήθη δέ· «Βαδητοφωθ Ζωθαξαθωζω».
ἐγέλασε τὸ εʹ καὶ γελῶν ἐστύγνασε, καὶ ἐφάνη Μοῖρα κατέχουσα ζυγόν, μηνύουσα ἐν ἑαυτῇ τὸ δίκαιον εἶναι. ὁ δὲ Ἑρμῆς συνηρίσθη αὐτῇ λέγων· «ἐν ἐμοί ἐστι τὸ δίκαιον.» τῶν δὲ μαχομένων ὁ θεὸς ἔφη αὐτοῖς· «ἐξ ἀνφοτέρων τὸ δίκαιον φανήσεται, πάντα δὲ ὑπό σε ἔσται τὰ ἐν κόσμῳ.» καὶ πρώτη τὸ σκῆπτρον ἔλαβε τοῦ κόσμου. ἐκλήθη δὲ ὀνόματι ἁγίῳ ἀναγραμματιζομένῳ, φοβερῷ καὶ φρικτῷ. ἔστιν δὲ τοῦτο· «θοριοβριτι» καὶ τὰ ἑξῆς. — ἧς τὸ ὄνομα ἀναγραμματιζόμενον μέγα ἐστὶν καὶ ἅγιον καὶ ἔνδοξον. ἔστιν δὲ τοῦτο πολλοῦ, ὄνομα ἰσχυρόν· «θοριοβριτιταμμαωρραγγαδωΐωδαγγαρρωαμματιτιρβοιροθ», γράμματα μθʹ. — ἐκάκχασε τὸ ϛʹ καὶ ἱλαρύνθη πολύ. καὶ ἐφάνη Καιρός, κατέχων σκῆπτρον μηνύον βασιλείαν, καὶ ἐπέδωκεν τῷ θεῷ τῷ πρωτοκτίστῳ τὸ σκῆπτρον, καὶ λαβὼν ἔφη· «σὺ τὴν δόξαν τοῦ Φωτὸς περιθέμενος ἔσῃ μετʼ ἐμέ, ὡς πρῶτος ἐπιδούς μοι σκῆπτρον. πάντα δὲ ὑπὸ σὲ ἔσται, τὰ προόντα καὶ τὰ μέλλοντα, ἔν σοι πᾶσα δύναμις ἔσται». τοῦ δὲ περιθεμένου τοῦ Φωτὸς τὴν δόξαν ὁ δίσκος ἔντροπος τοῦ Φωτὸς ἔδειξέν τινα αὔραν. ἔφη ὁ θεὸς τῇ βασιλίσσῃ· «σὺ περιθεμένη τὴν αὔραν τοῦ Φωτὸς ἔσῃ μετʼ αὐτόν, περιέχουσα τὰ πάντα. αὐξήσεις τῷ Φωτὶ ἀπʼ αὐτοῦ λαμβάνουσα καὶ πάλι ἀπολήξεις διʼ αὐτόν. σύν σοι πάντα αὐξήσει καὶ μειωθήσεται.» ἔστι δὲ τὸ ὄνομα μέγα καὶ θαυμαστόν· «ἀναγ Βιαθιαρβαρ βερβισχιλα τουρ βουφρουντωρμ» — γράμματα λϛʹ.
ἐκάκχασεν τὸ ζʹ, ἀσθμησάμενος, καὶ ἐγένετο Ψυχή, καὶ πάντα ἐκινήθη. ὁ δὲ θεὸς ἔφη· «πάντα κινήσεις, καὶ πάντα ἱλαρυνθήσεται Ἑρμοῦ σε ὁδηγοῦντος». τοῦτʼ εἰπόντος τοῦ θεοῦ πάντα ἐκινήθη καὶ ἐπνευματώθη ἀκατασχέτως. ὁ δὲ θεὸς ἰδὼν ἐπόππυσεν, καὶ πάντα ἐθαμβήθη, καὶ ἐφάνη διὰ τοῦ ποππυσμοῦ Φόβος καθωπλισμένος. καλεῖται δέ· «Δανουπ Χρατωρ Βερβαλϊ Βαλβιθι» — γράμματα κϛʹ. εἶτα νεύσας εἰς τὴν γῆν ἐσύρισε μέγα, καὶ ἡ γῆ ἠνύγη λαβοῦσα τὸν ἦχον· ἐγέννησεν ἴδιον ζῷον, δράκοντα Πύθινον, ὃς προῄδει τὰ πάντα, διὰ τὸν φθόγγον τοῦ θεοῦ. ἔστιν δὲ τὸ ὄνομα μέγα καὶ ἅγιον· «Ἰλιλλουϊ ϊλιλλουϊ ϊλιλλουϊ ϊθωρ μαρμαραυγή· φωχω φωβωχ.» τοῦ δὲ φανέντος ἐκύρτανεν ἡ γῆ καὶ ὑψώθη πολύ. ὁ δὲ πόλος ηὐστάθησεν, καὶ μέλλων συνέρχεσθαι. ὁ δὲ θεὸς ἔφη· «ΙΑΩ», καὶ πάντα ἐστάθη, καὶ ἐφάνη μέγας θεὸς μέγιστος, ὅς τε τὰ προόντα ἐν τῷ κόσμῳ καὶ τὰ μέλλοντα ἔστησε. καὶ οὐκέτι οὐδὲν ἠτάκτησεν τῶν ἀερίων. ἰδὼν δὲ ὁ Φόβος αὑτοῦ ἰσχυρότερον ἀντέστη αὐτῷ λέγων· «σοῦ πρῶτός εἰμι». ὁ δʼ ἔφη· «ἀλλʼ ἐγὼ πάντα ἔστησα.» ὁ δὲ θεὸς ἔφη· «σὺ μὲν ἐξ ἤχους εἶ, οὗτος δὲ ἐκ φθόγγου. βέλτιον οὖν ὁ φθόγγος τοῦ ἤχους, ἔσται δὲ ἐξ ἀμφοτέρων ἡ δύναμίς σου ὕστερον φαινομένου, ὡς ἵνα πάντα σταθῇ.» καὶ ἐκλήθη ἔκτοτε τὸ ὄνομα μέγα καὶ θαυμαστόν· «Δανουπ Χρατωρ Βερβαλι Βαλβιθ Ἰάω.» βουλόμενος δὲ καὶ τῷ συνπαρεστῶτι τιμὴν παρασχέσθαι, ὡς αὑτῷ συνφανέντι, ἔδωκε αὐτῷ τῶν θʹ θεῶν καὶ προάγειν καὶ τὴν ἴσην δύναμιν αὐτοῖς ἔχειν καὶ τὴν δόξαν. ἐκλήθη δὲ τῶν θʹ θεῶν ἀποσπάσας σὺν τῇ δυνάμει καὶ τὰς κεραίας τῶν ὀνομάτων «Βοσβεαδιι» καὶ τῶν ζʹ ἀστέρων «αεηιουω εηιουω ηιουω ιουω ουω υω ω ωυοϊηεα υοιηεα οιηεα ιηεα ηεα εα α» — ἀναγραμματιζόμενον μέγα καὶ θαυμαστόν. τὸ δὲ μέγιστον αὐτοῦ ὄνομα, ὅ ἐστι τοῦτο μέγα καὶ ἅγιον γραμμάτων κζʹ· «Αβωρχ βραωχ χραμμαωθ πρωαρβαθω Ἰάω.» ἄλλως· «Αβρωχ βραωχ χραμμαωθ πρωαρβαθω Ἰάω ου αεηιουω.» ἐπὰν εἰσέλθῃ οὖν ὁ θεός, κάτω βλέπε καὶ γράφε τὰ λεγόμενα καὶ ἣν δίδωσίν σοι αὑτοῦ ὀνομασίαν. μὴ ἐξέλθῃ δὲ ἐκ τῆς σκηνῆς σου, ἄχρι σοι καὶ τὰ περί σε εἴπῃ. ἔστιν δὲ ἡ ἱερὰ στήλη ἡ ἐν τῷ νίτρῳ γραφομένη — ἔστιν δὲ ἡ ἐπίκλησις οὕτως, ὡς κεῖται πάντα ἀκριβῶς· «ἐπικαλοῦμαί σε τὸν τὰ πάντα κτίσαντα, τὸν πάντων μείζονα, σὲ τὸν αὐτογέννητον θεόν, τὸν πάντα ὁρῶντα καὶ πάντα ἀκούοντα καὶ μὴ ὁρώμενον. σὺ γὰρ ἔδωκας ἡλίῳ τὴν δόξαν καὶ τὴν δύναμιν ἅπασαν, σελήνῃ αὔξειν καὶ ἀπολήγειν καὶ δρόμους ἔχειν τακτούς, μηδὲν ἀφαιρήσας τοῦ προγενεστέρου σκότους, ἀλλʼ ἰσότητα αὐτοῖς ἐμέρισας. σοῦ γὰρ φανέντος, καὶ κόσμος ἐγένετο καὶ φῶς ἐφάνη, καὶ διῳκονομήθη τὰ πάντα διὰ σέ. διὸ καὶ πάντα ὑποτέτακταί σοι, οὗ οὐδεὶς θεῶν δύναται ἰδεῖν τὴν ἀληθινὴν μορφήν, ὁ μεταμορφούμενος ἐν ταῖς ὁράσεσιν, Αἰὼν Αἰῶνος· ἐπικαλοῦμαί σε, κύριε, ἵνα μοι φανῇ ἡ ἀληθινή σου μορφή, ὅτι δουλεύω ὑπὸ τὸν σὸν κόσμον τῷ σῷ ἀγγέλῳ Ανογ Βιαθιαρβαρ βερβι σχιλατουρβου φρουντωρμ καὶ τῷ σῷ Φόβῳ Δανουπ: Χραντορ Βελβαλι Βαλβιθ Ἰάω. διά σε συνέστηκεν ὁ πόλος καὶ ἡ γῆ. ἐπικαλοῦμαί σε, κύριε, ὡς οἱ ὑπό σου φανέντες θεοί, ἵνα δύναμιν ἔχωσιν· Ἀχεβυκρων, οὗ ἡ δόξα· ααα, ηηη ωωω· ιιι: ααα· ωωω· Σαβαώθ, Ἀρβαθιάω, Ζαγουρῆ, ὁ θεὸς Ἀραθ, Ἀδωναί, Βασυμμ, Ἰάω. ἐπικαλοῦμαί σε, κύριε, ὀρνεογλυφιστί· “ἀραί”, ἱερογλυφιστί· “Λαϊλαμ”, ἁβραϊστί· “αναγ Βιαθιαρβαρ βερβι σχιλατουρ βουρ φουντωρμ”, αἰγυπτιστί· “Ἀλδαβαειμ”, κυνοκεφαλιστί· “Ἀβρασάξ”, ἱερακιστί· “χιχιχιχ ιχιχιχιτιτιτιτιτιτιτι”, ἱερατιστί· “Μενεφωϊφωθ· χαχαχαχαχαχαχα”. εἶτα κρότησον γʹ· “τακ τακ τακ”, πόππυσον μακρὸν ποππυσμόν, σύρισον μέγαν, τουτέστιν ἐπὶ μῆκος, συριγμόν.
Ἧκέ μοι, κύριε, ἀμώμητος, ὁ μηδένα τόπον μιαίνων, ἱλαρός, ἀπήμαντος, ὅτι ἐπικαλοῦμαί σε, βασιλεῦ βασιλέων, τύραννε τυράννων, ἔνδοξε ἐνδοξοτάτων, δαίμων δαιμόνων, ἄλκιμε ἀλκιμωτάτων, ἅγιε ἁγίων· ἐλθέ μοι πρόθυμος, ἱλαρός, ἀπήμαντος.» εἰσελεύσεται ἄγγελος, καὶ λέγε τῷ ἀγγέλῳ· «χαῖρε, κύριε, καὶ τέλεσόν με τοῖς πράγμασί μου τούτοις καὶ σύστησόν με καὶ μηνυέσθω μοι τὰ τῆς γενέσεώς μου.» καὶ ἐὰν εἴπῃ τι φαῦλον, λέγε· «ἀπάλειψόν μου τὰ τῆς εἱμαρμένης κακά, μὴ ὑπόστελλε σεαυτὸν καὶ δήλου μοι πάντα νυκτὸς καὶ ἡμέρας καὶ πάσῃ ὥρᾳ τοῦ μηνός, ἐμοὶ τῷ δεῖνα τῆς δεῖνα· φανήτω μοι ἡ ἀγαθή σου μορφή, ὅτι δουλεύω ὑπὸ τὸν σὸν κόσμον τῷ σῷ ἀγγέλῳ ἀναγ βιαθι — λόγος. ἐπικαλοῦμαί σε, κύριε, ἅγιε, πολυύμνητε, μεγαλότιμε, κοσμοκράτωρ, Σάραπι, ἐπίβλεψόν μου τῇ γενέσει καὶ μὴ ἀποστραφῇς με, ἐμὲ τὸν δεῖνα, ὃν ἡ δεῖνα, τὸν εἰδότα σου τὸ ἀληθινὸν ὄνομα καὶ αὐθεντικὸν ὄνομα· “ωαωηω ωεοη ιαω ιιιααω θηθου θη ααθω αθηρουω ρ αμιαθαρ μιγαρνα· χφουρι ιυευηοωαεη α· εε ηηη ιιιι οοοοο υυυυυυ ωωωωωωω Σεμεσιλάμμψ αεηιουω· ηωουε λινουχα νουχα Ἁρσάμοσι ισνορσαμ· οθαμαρμιμ· αχυχ χαμμω.”
ἐπικαλοῦμαί σε, κύριε, ᾠδικῷ ὕμνῳ ὑμνῶ σου τὸ ἅγιον κράτος· αεηιουωωω.»
ἐπίθυε λέγων· «ηιουω· ιουω· ουω· υω· ω· α εε ηηη· ιιιι οοοοο υυυυυυ ωωωωωωω· ωηωαωαω οοουο ιιιιιαω ιιυυυοαηα·υο. διαφύλαξόν με ἀπὸ πάσης τῆς ἰδίας μου ἀστρικῆς, ἀνάλυσόν μου τὴν σαπρὰν εἱμαρμένην, μέρισόν μοι ἀγαθὰ ἐν τῇ γενέσει μου, αὔξησόν μου τὸν βίον καὶ ἐν πολλοῖς ἀγαθοῖς, ὅτι δοῦλός εἰμι σὸς καὶ ἱκέτης καὶ ὕμνησά σου τὸ αὐθεντικὸν ὄνομα καὶ ἅγιον, κύριε, ἔνδοξε, κοσμοκράτωρ, μυριώτατε, μέγιστε, τροφεῦ, μεριστά, Σάραπι.» ἐφελκυσάμενος πνεῦμα πάσαις ταῖς αἰσθήσεσι φράσον τὸ ὄνομα τὸ πρῶτον ἑνὶ πνεύματι ἀπηλιώτῃ, τὸ βʹ νότῳ, τὸ γʹ βορρᾷ, τὸ δʹ λιβί, καὶ ἀριστερὰν ἀνακλιθεὶς εἰς τὸ δεξιὸν γόνυ αʹ, γῇ αʹ καὶ σελήνῃ αʹ, ὕδατι αʹ, οὐρανῷ αʹ· «ωαωη ωω εοηιαω ιιι· ααω θη θου θη ααθω αθηρουω» — γράμματα λϛʹ.
ἔχε δὲ πινακίδα, εἰς ἣν μέλλεις γράφειν, ὅσα σοι λέγει, καὶ μαχαῖρι, ἵνα ἂν τὰ θύματα θύῃς, καθαρὸς ἀπὸ πάντων, καὶ σπονδήν, ἵνα σπείσῃς. πάντα δέ σοι παρακείσθω ἑτοῖμα. σὺ δʼ ἐν λίνοις ἴσθι καθαροῖς, ἐστεμμένος ἐλαΐνῳ στεφάνῳ, ποιήσας τὸν πέτασον οὕτως· λαβὼν σινδόνα καθαρὰν ἔνγραψον κροσῷ τοὺς τξεʹ θεούς, ποίησον ὡς καλύβην, ὑφʼ ἣν ἴθι τελούμενος. ἔχε δὲ καὶ κατὰ τοῦ τραχήλου κιννάμωμον· αὐτῷ γὰρ ἥδεται τὸ θεῖον, καὶ τὴν δύναμιν παρέσχετο. ἔχε δὲ καὶ ἐκ ῥίζης δάφνης τὸν συνεργοῦντα Ἀπόλλωνα γεγλυμμένον, ᾧ παρέστη κεν τρίπους καὶ Πύθιος δράκων. γλύψον δὲ περὶ τὸν Ἀπόλλωνα τὸ μέγα ὄνομα Αἰγυπτιακῷ σχήματι· ἐπὶ τοῦ στήθους ἀναγραμματιζόμενον τοῦτο τὸ ὄνομα· «Βαϊνχωωωχωωωχνιαβ,» κατὰ δὲ τοῦ νώτου τοῦ ζῳδίου τὸ ὄνομα τοῦτο· «Ἰλιλλου Ἰλϊλλου Ἰλιλλου,» περὶ δὲ τὸν Πύθιον δράκοντα καὶ τὸν τρίποδα· «Ἰθωρ μαρμαραυγὴ φωχω φωβωχ.» ἔχε δὲ τοῦτον κατὰ τοῦ τραχήλου τελέσας συνεργοῦντα πάντα μετὰ τοῦ κινναμώμου.
προαγνεύσας οὖν, ὡς προεῖπον, πρὸ ζʹ ἡμερῶν σελήνης λειπούσης, κατὰ τὴν σύνοδον χαμαικοιτῶν, κατὰ πρωῒ ἀνιστάμενος τὸν ἥλιον χαιρέτισον ἐπὶ ἑπτὰ ἡμέρας λέγων καθʼ ἡμέραν τοὺς ὡρογενεῖς θεοὺς πρῶτον, εἶτα τοὺς ἐφεβδοματικοὺς τεταγμένους. μαθὼν δὲ τὸν κύριον τῆς ἡμέρας ἐκεῖνον ἐνόχλει λέγων· «κύριε, τῇ πόστῃ καλῶ τὸν θεὸν εἰς τὰς ἱερὰς θυσίας», οὕτω ποιῶν ἄχρι τῆς ὀγδόης ἡμέρας. ἐλθὼν οὖν ἐπὶ τὴν ἡμέραν τὸ μεσονύκτιον, ὅταν ἡσυχία γένηται, ἀνάψας τὸν βωμὸν ἔχε παρεστῶτάς σοι τοὺς δύο ἀλεκτρυόνας καὶ τοὺς βʹ λύχνους ἡμμένους, οἷς οὐκέτι ἐπιβαλεῖς ἔλαιον. ἄρξαι δὲ λέγειν τὴν στήλην καὶ τὸ μυστήριον τοῦ θεοῦ. ἔχε δὲ κρατῆρα παρακείμενον ἔχοντα γάλα μελαίνης βοὸς καὶ οἶνον ἀθάλασσον. ἔστιν γὰρ ἀρχὴ καὶ τέλος. γράψας οὖν εἰς τὸ ἓν μέρος τοῦ νίτρου τὴν στήλην, ἧς ἡ ἀρχή· «ἐπικαλοῦμαί σε, τὸν πάντων μείζονα» καὶ τὰ λοιπά, ὡς πρόκειται, ἀπόλειξον, καὶ τὸ ἕτερον μέρος, οὗ ἐνεγράφη ἡ ζωγραφία, βρέξας εἰς τὸν κρατῆρα ἀπόπλυνε. γραφέσθω δὲ τὸ νίτρον ἐξ ἀμφοτέρων, τῶν ἐπιθυμάτων καὶ τῶν ἀνθέων. πρὸ τοῦ δέ σε ἀποροφᾶν τὸ γάλα καὶ τὸν οἶνον ἐπερεῖς τὴν ἐντυχίαν ταύτην καὶ εἰπὼν κατάκου ἐπὶ τῶν στρωμάτων, κατέχων τὴν πινακίδα καὶ τὸ γραφεῖον, καὶ λέγε τὴν «κοσμοποιίαν», ἧς ἀρχή· «ἐπικαλοῦμαί σε τὸν τὰ πάντα περιέχοντα, πάσῃ φωνῇ καὶ πάσῃ διαλέκτῳ» καὶ τὰ ἑξῆς. ὅταν δὲ ἔλθῃς ἐπὶ τὰ φωνάεντα, λέγε· «κύριε, ἀπομιμοῦμαί σε ταῖς ζʹ φωναῖς, εἴσελθε καὶ ἐπάκουσόν μοι,» εἶτα τὸ τῶν κζʹ γραμμάτων ὄνομα ἐπίφερε. ἴσθι δὲ ἀνακείμενος ἐπὶ ψιάθῳ θρυΐνῃ ὑπεστρωμένῃ σοι χαμαί. εἰσελθόντος δὲ τοῦ θεοῦ μὴ ἐνατένιζε τῇ ὄψει, ἀλλὰ τοῖς ποσὶ βλέπε ἅμα δεόμενος, ὡς πρόκειται, καὶ εὐχαριστῶν, ὅτι σε οὐχ ὑπερηφάνησεν, ἀλλὰ κατηξιώθης τῶν πρὸς διόρθωσιν βίου μελλόντων σοι λέγεσθαι. σὺ δὲ πυνθάνου· «δέσποτα, τί μοι εἵμαρται;» καὶ ἐρεῖ σοι καὶ περὶ ἄστρου καὶ ποῖός ἐστιν ὁ σὸς δαίμων καὶ ὁ ὡροσκόπος, καὶ ποῦ ζήσῃ καὶ ποῦ ἀποθανεῖσαι. ἐὰν δέ τι φαῦλον ἀκούσῃς, μὴ κράξῃς, μὴ κλαύσῃς, ἀλλὰ ἐρώτα, ἵνα αὐτὸς ἀπαλείψῃ ἢ μεθοδεύσῃ. δύναται γὰρ πάντα ὁ θεὸς οὗτος. πυθομένου σου οὖν τὰ πρῶτα εὐχαρίστει ὑπὲρ τοῦ αὐτὸν ἀκηκοέναι σου καὶ μὴ παρωρακέναι σε. οὕτω τούτῳ πάντοτε θυσίαζε καὶ τὰς εὐσεβείας πρόσφερε. ἐπακούει γάρ σοι οὕτως ἡ δὲ τοῦ πολεύοντος πῆξις περιέχει οὕτως· γνῶθι, τέκνον, τίνος ἡ ἡμέρα εἰς τὸ Ἑλληνικόν, καὶ ἐλθὼν εἰς τὴν ἑπτάζωνον μέτρει ἀποκάτωθεν, καὶ εὑρήσεις. ἐὰν γὰρ ἡμέρα Ἡλίου εἰς τὸ Ἑλληνικόν, Σελήνη πολεύει. οὕτως καὶ οἱ ὕστεροι, οἷον· Ἑλληνικόν· Ἥλιος Σελήνη Ἄρης Ἑρμῆς Ζεύς Ἀφροδίτη Κρόνος
Μοϋσέως Μονάς,
ἡ καὶ ὑπόμνημα
ἐπικαλουμένη,
ἑπτάζωνος ἑπτάζωνος· Κρόνος Ζεύς Ἄρης Ἥλιος Ἀφροδίτη Ἑρμῆς Σελήνη Μοϋσέως ἀπόκρυφος ηʹ. ἐν ἄλλῳ, ὃ εὗρον, ἐγέγραπτο· «Μοϋσέως ἀπόκρυφος βίβλος περὶ τοῦ μεγάλου ὀνόματος, ἡ κατὰ πάντων, ἐν ᾗ ἐστιν τὸ ὄνομα τοῦ διοικοῦντος τὰ πάντα.» προσλήμψῃ δέ, ὦ τέκνον, ἐπὶ τῆς αὐτοψίας τούς τε ἡμερησίους καὶ ὡρογενεῖς θεοὺς καὶ τοὺς ἑβδοματικούς, τοὺς κατὰ βίβλον, καὶ τοὺς ιβʹ τριακοντάρχας καὶ τῶν ζʹ γραμμάτων ὄνομα τὸ ἐν τῇ πρώτῃ βίβλῳ, ὃ καὶ ἔχεις ἐν τῇ «Κλειδὶ» κείμενον, ὅ ἐστιν μέγαν καὶ θαυμαστόν. αὐτὸ γάρ ἐστιν τὸ ἀναζωπυροῦν τὰς πάσας βίβλους σου. προτέθειμαι δέ σοι τὸν ὅρκον τὸν κατὰ βίβλον προκείμενον· ἐπιγνοὺς γὰρ τῆς βίβλου τὴν δύναμιν κρύψεις, ὦ τέκνον· ἐναπόκειται γὰρ αὐτῇ τὸ κυρίου ὄνομα, ὅ ἐστι Ὀγδοάς, θεὸς ὁ τὰ πάντα ἐπιτάσσων καὶ διοικῶν. τούτῳ γὰρ ὑπετάγησαν ἄγγελοι, ἀρχάγγελοι, δαίμονες, δαιμόνισσαι καὶ πάντα τὰ ὑπὸ τὴν κτίσιν. πρόκειται δὲ καὶ ἕτερα ὀνόματα δʹ. τόδε θʹ γραμμάτων, καὶ τόδε ιδʹ γραμμάτων, καὶ τὸ τῶν κϛʹ γραμμάτων, καὶ τὸ τοῦ Διός. χρήσῃ δὲ αὐτοῖς ἐπὶ τῶν μὴ καταυγαζομένων παίδων, ὅπως θεωρήσῃ ἀπαραιτήτως, καὶ ἐπὶ πάντων τῶν λόγων καὶ τῶν χρειῶν· ἐπισκέψεων, ἡλιομαντιῶν, εἰσοπτρομαντιῶν. ἐπανάγκῳ δὲ χρήσῃ τῷ με γάλῳ ὀνόματι, ὅ ἐστιν Ὀγδοάς, θεὸς ὁ τὰ πάντα διοικῶν τὰ κατὰ τὴν κτίσιν. δίχα γὰρ αὐτοῦ ἁπλῶς οὐδὲν τελεσθήσεται. κρύβε μαθών, τέκνον, τὸ τῶν θʹ γραμμάτων· «αεη· εηι· ουω», καὶ τὸ τῶν ιδʹ γραμμάτων· «υσαυ· σιαυε· ιαωυς,» τὸ δὲ τῶν κϛʹ γραμμάτων· «αραββαου αραβα» — αʹ —, Διὸς ὄνομα· «χοναϊ ϊεμοι χο·ενι κα·αβια σικβα φορουομ επιερθατ». ἔστιν καὶ ἡ τοῦ ἑπταγραμμάτου ὑπόδειξις καὶ ὁ λόγος, ᾧ ὑπακούει ὁ θεός· «δευρό μοι, ὁ ἐκ τῶν δʹ ἀνέμων, ὁ παντοκράτωρ, ὁ ἐνφυσήσας πνεῦμα ἀνθρώποις εἰς ζωήν, οὗ ἐστιν τὸ κρυπτὸν ὄνομα καὶ ἄρρητον — ἐν ἀνθρώπου στόματι λαληθῆναι οὐ δύναται —, οὗ καὶ οἱ δαίμονες ἀκούοντες τὸ ὄνομα πτοῶνται, οὗ ὁ ἥλιος Ἁρνεβουατ βολλοχ βαρβαριχ: β Βααλσαμὴν: πτιδαιου Ἁρνεβουατ· καὶ ἡ σελήνη Ἁρσενπενπρωουθ βαρβαραιωνη οσραρ μεμψεχει: ὀφθαλμοί εἰσιν ἀκάματοι, λάμποντες ἐν ταῖς κόραις τῶν ἀνθρώπων, ᾧ οὐρανὸς κεφαλή, αἰθὴρ δὲ σῶμα, γῆ δὲ πόδες, τὸ δὲ περὶ σὲ ὂν ὕδωρ ὁ Ἀγαθὸς Δαίμων. σὺ εἶ ὁ ὠκεανός, ὁ γεννῶν ἀγαθὰ καὶ τροφῶν τὴν οἰκουμένην, σοῦ δὲ τὸ ἀένναον κωμαστήριον, ἐν ᾧ καθίδρυταί σου τὸ ἑπταγράμματον ὄνομα πρὸς τὴν ἁρμονίαν τῶν ζʹ φθόγγων ἐχόντων φωνὰς πρὸς τὰ κηʹ φῶτα τῆς σελήνης, σαρ ἀφαρα· αραφ α ι Ἀβρααρμ Ἀραφα· ἀβρααχ· περταωμηχ ἀκμηχ· Ἰάω ουεη Ἰάω ουε ειου αηω εηου Ἰάω, οὗ αἱ ἀγαθαὶ ἀπόρροιαι τῶν ἀστέρων εἰσὶν δαίμονες καὶ Τύχαι καὶ Μοῖραι, ἐξ ὧν δίδοται πλοῦτος, εὐγηρασία, εὐτεκνία, τύχη, ταφὴ ἀγαθή. σὺ δέ, κύριε τῆς ζωῆς, ὁ βασιλεύων τῶν οὐρανῶν καὶ τῆς γῆς καὶ πάντων τῶν ἐν αὐτοῖς ἐνδιατριβόντων, οὗ ἡ δικαιοσύνη οὐκ ἀποκινεῖται, οὗ αἱ Μοῦσαι ὑμνοῦσι τὸ ἔνδοξον ὄνομα, ὃν δορυφοροῦσιν οἱ ηʹ φύλακες Η, Ω, Χω, Χουχ, Νουν, Ναυνι, Ἀμοῦν, Ἀμαυνι, ὁ ἔχων τὴν ἄψευστον ἀλήθειαν· ὄνομά σου καὶ πνεῦμά σου ἐπʼ ἀγαθοῖς· εἰσέλθοις τὸν ἐμὸν νοῦν καὶ τὰς ἐμὰς φρένας εἰς τὸν ἅπαντα χρόνον τῆς ζωῆς μου καὶ ποιήσαις μοι πάντα τὰ θελήματα τῆς ψυχῆς μου.
σὺ γὰρ εἶ ἐγὼ καὶ ἐγὼ σύ. ὃ ἐὰν εἴπω, δεῖ γενέσθαι. τὸ γὰρ ὄνομά σου ἔχω ἓν φυλακτήριον ἐν καρδίᾳ τῇ ἐμῇ, καὶ οὐ κατισχύσει με ἅπασα σὰρξ κινουμένη, οὐκ ἀντιτάξεταί μοι πᾶν πνεῦμα—οὐ δαιμόνιον, οὐ συνάντημα οὐδὲ ἄλλο τι τῶν καθʼ Ἅιδου πονηρῶν, διὰ τὸ σὸν ὄνομα, ὃ ἐν τῇ ψυχῇ ἔχω καὶ ἐπικαλοῦμαι, καὶ γενοῦ ἐμοὶ διὰ παντὸς ἐπʼ ἀγαθοῖς, ἀγαθὸς ἐπʼ ἀγαθῷ, ἀβάσκαντος ἀβάσκαντον ἐμοὶ διδοὺς ὑγείαν, σωτηρίαν, εὐπορίαν, δόξαν, νίκην, κράτος, ἐπαφροδισίαν. κατάσχες τὰ ὄμματα τῶν ἀντιδικούντων μοι πάντων καὶ πασῶν, ἐμοὶ δὲ δὸς χάριν ἐπὶ πᾶσί μου τοῖς ἔργοις. ἀνοχ αιεφε σακτιετη· βιβιου βιβιου σφη σφη νουσι νουσι σεηε σεηε σιεθω σιεθω· ουν χουντιαι·σεμβι· ϊμενουαι βαϊνφνουν· φνουθ· τουχαρ· σουχαρ· σαβαχαρ ανα θεοῦ Ἰεοῦ ιον εον· θωθωουθρω·θρωρεσε εριωπω ιυη αη· ιαωαι αεηιουω αεηιουω· ηοχ· μανεβϊ χυχιω αλαραω· κολ· κολ· καατων κολκανθω βαλαλαχ αβλαλαχ Ὀθερχενθε βουλωχ βουλωχ Ὀσερχενθε μενθει, ὅτι προσείλημμαι τὴν δύναμιν τοῦ Ἀβραάμ, Ἰσὰκ καὶ τοῦ Ἰακὼβ καὶ τοῦ μεγάλου θεοῦ δαίμονος Ἰάω ἀβλαναθαναλβα· σιαβραθιλαω λαμψτηρ ιηι ωω, θεέ, ποίησον, κύριε περταωμηχ. χαχμηχ Ἰάω ουηε Ἰάω ουηε ιεου·αηω εηου Ἰάω.»
ὑπόδειξις· εἰπὼν εἰς τὸν ἀπηλιώτην, εἳς τὴν δεξιὰν χεῖρα ἐπὶ τῶν εὐωνύμων καὶ τὴν εὐώνυμον ὁμοίως χεῖρα ἐπὶ τῶν εὐωνύμων, λέγε· α. εἰς τὸν βορρᾶν, τὴν μίαν πὺξ προτείνας τῆς δεξιᾶς, λέγε· ε. εἶτα εἰς τὸν λίβα, ἀμφοτέρας χεῖρας προτείνας, λέγε· η. εἰς τὸν νότον, ἀμφοτέρας ἔχων ἐπὶ τοῦ στομάχου, λέγε· ι. εἰς τὴν γῆν, ἐπικύπτων παραπτόμενος τῶν ἄκρων ποδῶν, λέγε· ο. εἰς ἀέρα βλέπων, τὴν χεῖρα ἔχων κατὰ τῆς καρδίας, λέγε· υ. εἰς τὸν οὐρανὸν βλέπων, ἀμφοτέρας τὰς χεῖρας ἔχων ἐπὶ τῆς κεφαλῆς, λέγε· ω. αʹ ἀπηλιώτης ἀήρ βορρᾶ εε οὐρανός ωωωωωωω ωωωωωωω υυυυυυ οοοοο γῆ ηηη ιιιι νότος λίψ «Ἐπικαλοῦμαί σε, ἀέναε καὶ ἀγένητε, τὸν ὄντα ἕνα, μόνον τῶν πάντων συνέχοντα τὴν ὅλην κτίσιν, ὃν οὐδεὶς ἐπίσταται, ὃν οἱ θεοὶ προσκυνοῦσιν, οὗ τὸ ὄνομα οὐδὲ θεοὶ δύνανται φθέγγεσθαι. ἔνπνευσον ἀπʼ ἐξάσθματος, πολοκράτωρ, τῷ ὑπό σε ὄντι, τέλεσόν μοι τὸ δεῖνα πρᾶγμα.
ἐπικαλοῦμαί σε, ὡς ὑπὸ θεῶν ἀρρένων φωνῇ· ϊηω ουε ωηι υε αω ει ωυ αοη ουη εωα υηι ωεα οηω ιεου αω. ἐπικαλοῦμαί σε, ὡς ὑπὸ θεῶν θηλείων φωνῇ· ϊαη εωο ϊου εηϊ ωα εη ιη αι υο· ηιαυ εωο ουηε ιαω ωαι εουη υωηι εωα. ἐπικαλοῦμαί σε, ὡς οἱ ἄνεμοι προσαγορεύουσιν. ἐπικαλοῦμαί σε, ὡς ὁ ἀπηλιώτης.»
βλέπων πρὸς ἀπηλιώτην λέγε· «α εε ηηη ιιιι οοοοο υυυυυυ ωωωωωωω, ἐπικαλοῦμαί σε, ὡς ὁ νότος.» πρὸς τὸν νότον βλέπων λέγε· «ιοο υυυ· ωωωω ααααα εεεεε ηηηηηηη. ἐπικαλοῦμαί σε, ὡς ὁ λίψ.» στὰς πρὸς τὸν λίβα λέγε· «η ιι οοο υυυυ ωωωωω αααααα εεεεεεε. ἐπικαλοῦμαί σε, ὡς ὁ βορέας». στὰς βλέπων πρὸς τὸν βορέαν λέγε· «ω αα εεε ηηηη ιιιιι οοοοοο υυυυυυυ. ἐπικαλοῦμαί σε, ὡς ἡ γῆ.» βλέπων ἐς τὴν γῆν λέγε· «ε ηη ιιι οοοο υυυυυ ωωωωωω ααααααα, ἐπικαλοῦμαί σε, ὡς ὁ οὐρανός.» βλέπων εἰς τὸν οὐρανὸν λέγε· «υ ωω ααα εεεε ηηηηη ιιιιιι οοοοοοο. ἐπικαλοῦμαί σε, ὡς ὁ κόσμος· ο υυ ωωω αααα εεεεε ηηηηηη ιιιιιιι. τέλεσόν μοι τὸ δεῖνα πρᾶγμα ταχύ. ἐπικαλοῦμαί σου τὸ ὄνομα, τὸ μέγιστον ἐν θεοῖς· ὃ ἐὰν εἴπω τέλειον, ἔσται σεισμός, ὁ ἥλιος στήσεται, καὶ ἡ σελήνη ἔνφοβος ἔσται, καὶ αἱ πέτραι καὶ τὰ ὄρη καὶ ἡ θάλασσα καὶ οἱ ποταμοὶ καὶ πᾶν ὑγρὸν ὑποπετρωθήσεται, ὁ κόσμος ὅλος συνχυθήσεται. ἐπικαλοῦμαί σε ιυευο ωαεη Ἰάω αεη αι εη αη ιουω ευη Ἰεου αηω ηι ωηι ιαη ιωουη αυη υηα ιω ιωαι ιωαι ωη εε ου ιω Ἰάω, τὸ μέγα ὄνομα· γενοῦ μοι λύγξ, ἀετός, ὄφις, φοῖνιξ, ζωή, κράτος, ἀνάγκη, εἴδωλα θεῶν, αιω ιωυ Ἰάω ηιω αα ουι αααα ε·ιυ ιω ωη Ἰάω αι· αωη ουεω αιεη ιουε υεια ειω ηιι υυ εε ηη ωαωη χεχαμψιμμ χανγαλας εηιου ιηεα ωοηοε ζ εὐωνύμων ζωιωιηρ ωμυρυρομρομος». ὧδε προάγων τὸν δεύτερον Ἰάω· «η ιι υυ εε ηη οαοη.» τελεῖται ἡλίοις τῆς ιγʹ αὕτη ἡ τελετὴ τοῦ χρυσοῦ πετάλου ἐκλειχομένου τε καὶ ἐπιλεγομένου· «Ἰαια ιυ:οη ιευοω ηωι εο·η ωυ εη·υωη ωωο· ωωι ωαω εω ωη υω.» εἶτα τελειότερον· «αωευη οαι ιο ηυεωα ουω ωο ει ου εω οιυυ ωυυ ωι α εε ηηη ιιιι οοοοο υυυυυυ ωωωωωωω αω εοη εωη ιαα ηωι ηιω». ἐν τελετῇ ταῦτα ἑξάκις λέγεται σὺν τοῖς πᾶσι. γράφεται δὲ ἐν τῷ χρυσῷ πετάλῳ πρὸς τὸ ἐκλεῖξαι τὰ ζʹ, ἐν δὲ τῷ ἀργυρῷ τὰ ζʹ πρὸς τὸ φυλακτήριον. οηω αω οοο υοιη ου υηι σορρα θωωμ χραλαμπηαψ ατουηγι. τὰ ἑξῆς πτερυγώματα. ἐπὶ τοῦ χρυσοῦ πετάλου ἐπίγραφε τοῦτο· «αω ευηοι», ἀργυροῦ· «ιοηυεωα». αεηιουω αεηιουωω αεηιουωουω
εηιουωα εηιουωωα εηιουωουωα ηιουωαε ηιουωωαε ηιουωουωαε ιουωαεη ιουωωαεη ιουωουωαεη ουωαεηι ουωωαεηι ουωουωαεηι υωαεηιο υωωαεηιο υωουωαεηιο ωαεηιου ωωαεηιου ωουωαεηιου ... καὶ τὸν οὐρανὸν μέγαν, ἀένναον, ἄφθαρτον, οηω αω θοου οιη ου υηι ορχρα θωωμχρα Σεμεσιλαμψ ατουητι δρουσουαρ δρουησρω γνιδα βαταιανα αγγαστα αμασουρουρ ουανα απαιστου ουανδα ωτι Σατραπερκμήφ· αλα Διόνυσε, μάκαρ, Εὔιε, υου υυυ, Θηνωρ, διάγων υυυ ευευευ υε ουω ξερθεναθια θαφθω οικρου· ωρ αραξ γω ω ααα εραρηραυ:ιηρ· Θούθ, ασησεναχθω λαρνιβαι αιοω κουφιω ισωθωνι παθενι ιεεενθηρ πανχοχιτας ουε· τιασουθ παχθεεσθ Ὑσεμμιγαδων Ὀρθώ, Βαυβώ, νοηραδηρ σοιρε σοιρε σανκανθαρα Ἐρεσχιγάλ, αππαρα κεωφ, Ἰάω, Σαβαώθ, Ἀβρατιαώθ, Ἀδωναί, Ζαγουρῆ, Ἁρσάμοσι ρανα κερνωθ λαμψουωρ. διὸ συνίσταμαί σοι διὰ τοῦ μεγάλου ἀρχιστρατηγοῦ Μιχαήλ, κύριε, ὁ μέγας ἀρχάγγελος τοῦ Ἰεοῦ αη αιω ευαι ι·η ιη ιωα ιηιη αιω εη αιω. διὸ συνίσταμαι, ὁ μέγας, καὶ ἔχω σε ἐν τῇ καρδίᾳ μου αω εη εωηι αιαη ωη ιωαω εοηε ωηι ααη ωηιω». ὡς ὁ θεολόγος Ὀρφεὺς παρέδωκεν διὰ τῆς παραστιχίδος τῆς ἰδίας· «οισπαη Ἰάω ουεα Σεμεσιλάμ, αηοι υἱός, χολουε ἀρααραχαραρα ἠφθισίκηρε ωηευαιη ωιαι εαη εαη ωεα βορκα· βορκα φριξ ριξ ωρζα ζιχ μαρθαι ουθιν λιλιλιλαμ λιλιλιλωου ααααααα ωωωωωωω μουαμεχ, ὑγροπεριβόλε, αηω ωηα ηωα.»
πνεῦσον ἔξω, ἔσω. διαπλήρωσον· «ει·αι· οαι·» ἔσω προσβαλόμενος μύκησαι. — ὀλολυγμός. — «δεῦρό μοι, θεῶν θεέ, αηωηι ηι Ἰάω αε οιωτκ». ἕλκυσαι ἔσω, πληροῦ καμμύων, μύκησαι, ὅσον δύνασαι, ἔπειτα στενάξας συριγμῷ ἀνταπόδος. Ἐρώτυλος ἐν τοῖς Ὀρφικοῖς· «υοηεωαι ωαι υοηεαι υοηεω ερεπε, ευα ναρβαρνεζαγεγωη ηχραημ καφναμιας ψιφρι ψαιαρορκιφκα βρακιω βολβαλοχ· σιαιλασι· μαρομαλα μαρμισαι βιραιθαθι· ωο.» Ἱερὸς δὲ οὕτως· «μαρχωθ σαερμαχωθ· ζαλθαγαζα θα· βαβαθ βαθααθαβ α ιιι ααα ωοο ωωω ηηη ωνθηρ.» εἶτα· «βάθος αυμωλαχ.» ὡς δʼ ἐν τῇ πρὸς Ὦχον βασιλέα προσφωνούμενον ἅγιον ὄνομα ὑπὸ Θφὴ ἱερογραμματέως· «νεθμομαω μαρχαχθα χθαμαρ ζαξθ θαρνμ αχαχ· ζαροκοθαρα ωσς Ἰαω ουή σιαλωρ τιτη εαη Ἰάω ης ζεαθε ααα ηεου θωβαρραβαυ».
ἐν δὲ τοῖς Εὐήνου ἀπομνημονεύμασιν ὄνομα λέγει παρὰ τοῖς Αἰγυπτίοις καὶ Σύροις φωνεῖσθαι· «χθεθωνι».
ὡς Ζωροάστρης ὁ Πέρσης ἐν … · «ρνισσαρ ψυχισσαρ.» ὡς δὲ ἐν τοῖς Πύρρου· «ζζα ααα εεε ββμωεα ανβιωωω.» ὡς δὲ Μωϋσῆς ἐν τῇ Ἀρχαγγελικῇ· «αλδαζαω βαθαμ μαχωρ·» ἢ «βααδαμμαχωρ ριζξαη ωκεων πνεδ μεωυ ψ ·ψυχ φρωχ φερ·φρω ιαοθχω.»
ὡς δʼ ἐν τῷ Νόμῳ διαλύεται ἁβραϊστί· «Ἀβραάμ, Ἰσάκ, Ἰακώβ· αηω ηωα ωαη Ἰεοῦ ιεη ιεο Ἰάω ια ηι αο εη οε εω.» ὡς δὲ ἐν τῇ εʹ τῶν Πτολεμαϊκῶν, Ἓν καὶ τὸ Πᾶν ἐπιγραφομένῃ παναρέτῳ βίβλῳ — περιέχει γέννησιν πνεύματος πυρὸς καὶ σκότους· «κύριος αἰῶνος, ὁ πάντα κτίσας, θεὸς μόνος, ἄφθεγκτος, θοροκομφουθ ψονναν νεβουητι· ταττακινθακολ· σοονσολουκε· σολβοσεφηθ· βορκα βορκα φριγξ ριξω ζαδιχ αμαρχθα ιου χωριν· λι λι λαμ λαμ ααααααα ιιιιιιι ωωωωω ωω εμαχ ηηη ναχ λιλιλι λαμ· χενη λιλιλιλ ωου αηω ωαη ιωα ωωω ηηη, ὑγροπεριβόλε, μοθραη εια ουω αουε θοπτοχ α ωω υυυ οοοο ιιιιι ηηηηηηη εεεεεε Ἀμοῦν Ἰααααω Ηι·Ηι· ἀνοχ αι ιω ωι ηι ορτονγουρ ωηαι ειαι ωηαι ωηοι αα ηι ουω ηι ιου ηω ηεαε Θάθ ιερ θαινον αβου, ὁ μέγας, μέγας Αἰών, θεέ, κύριος Αἰών.» καὶ τὸ μέγα ὄνομα τὸ ἐν Ἱεροσολύμοις, ἐν ᾧ τὸ ὕδωρ ἐκφέρουσιν, ὅταν μὴ ἐνῇ ἐν σερᾷ· «αχμη ιεωη ιεηω ιαραββαο υχραβαωα, ποίει τὸ δεῖνα πρᾶγμα, ὄνομα ἄφθεγκτον μεγάλου θεοῦ.» Λαβὼν χρυσῆν λεπίδα ἢ ἀργυρῆν χάρασσε ἀδαμαντίνῳ λίθῳ τοὺς ὑποκειμένους χαρακτῆρας τοὺς ἀφθέγκτους. ὁ δὲ χαράσσων αὐτὰ ἔστω καθαρὸς ἀπὸ πάσης ἀκαθαρσίας, ἐστεμμένος τὰς χεῖρας τῷ ἀκμάζοντι στεφάνῳ ἅμα ἐπιθύων λίβανον. γραφέτω δὲ τὴν λύσιν αὐτοῦ ὀπίσω τοῦ πετάλου· εἶτα λαβὼν αὐτὸ κεχαραγμένον βάλε αὐτὸ εἰς γλωσσόκομον καθαρὸν καὶ θὲς ἐπὶ τριπόδου καθαροῦ περιβεβλημένου ὀθονίῳ. κόσμει δὲ καὶ παράθεσιν στροβίλων, ἄρτων καβόνιον, τραγημάτων, ἀνθέων καιρικῶν, οἶνον ἀθάλασσον Αἰγύπτιον. εἶτα βαλὼν μὲν γάλα, οἶνον, ὕδωρ ἐν καινῷ ἀγγείῳ ἅμα σπένδε λιβανωτίζων, καὶ παρακείσθω λύχνος καθαρός, ῥοδίνου μεστός, καὶ λέγε· «ἐπικαλοῦμαί σε τὸν ἐν τῷ οὐρανῷ μέγιστον θεόν, κύριον ἰσχυρόν, μεγασθενῆ Ἰάω ουω ιω αιω ουω, ὁ ὤν. τέλει δέ μοι, κύριε, τὸν μέγαν, κύριον, ἄφθεγκτον χαρακτῆρα, ἵνα αὐτὸν ἔχω καὶ ἀκίνδυνος καὶ ἀνίκητος καὶ ἀκαταμάχητος παραμένω, ἐγὼ ὁ δεῖνα.»
πειρῶ δὲ κατασκευάζειν αὐτὸν σελήνης οὔσης ἐν ἀνατολῇ καὶ συναπτούσης ἀγαθοποιῷ ἀστέρι ἢ Διῒ ἢ Ἀφροδίτῃ, καὶ ἐπιμαρτυροῦντος μηδενὸς κακοποιοῦ, Κρόνου ἢ Ἄρεως. βέλτιον δʼ ἐποίεις ἂν, ἑνὸς τῶν γʹ ἀστέρων τῶν ἀγαθοποιῶν ὄντος ἐν ἰδίῳ οἴκῳ, τὴν συναφὴν ἐπιλαμβανομένης τῆς σελήνης ἢ διαμαρτυρούσης ἢ κατὰ διάμετρον, ἐν ἀνατολῇ ὄντος καὶ τοῦ ἀστέρος. ἔσται γάρ σοι πρακτικὴ πρᾶξις. μὴ οὖν μάτην τὴν ἐπίλυσιν αὐτοῦ διαφωνῇς, εἰ μὴ σεαυτοῦ παραίτιος ἔσῃ, ἀλλὰ ἐν σεαυτῷ ἔχε.
εἰσὶν δὲ αὐτοῦ αἱ χρεῖαι· ὅταν ὑποτάξῃς φόβον ἢ ὀργήν, λαβὼν φύλλον δάφνης ἐπίγραψον τὸν χαρακτῆρα, ὥς ἐστιν, καὶ δείξας τῷ ἡλίῳ λέγε·
«ἐπικαλοῦμαί σε τὸν ἐν τῷ οὐρανῷ μέγαν θεόν, κύριον ἰσχυρόν, μεγασθενῆ Ἰάω, ουω ιω αιω ουω, ὁ ὤν· διαφύλαξόν με ἀπὸ παντὸς φόβου, ἀπὸ παντὸς κινδύνου τοῦ ἐνεστῶτός μοι ἐν τῇ σήμερον ἡμέρα, ἐν τῇ ἄρτι ὥρᾳ.» ταῦτα εἴπας γʹ ἔκλειξον τὸ φύλλον καὶ ἔχε μετὰ σεαυτοῦ τὸ πέταλον, ἐὰν δὲ διὰ χειρῶν, ἐπὶ τῇ χειρί. … ἡ δὲ ἐπίλυσις ἡ εἰς τὸ … ὀπίσω γραφομένη· … παιθ· Φθᾶ φοωζα
Μοϋσέως ἀπόκρυφος Σεληνιακή· «Οινελ βιου Χνουβ ουηρ, ακρομβους ουραοι ουηρ αι Ἁφ Ὡρ οκι ἀνοχ βωρινθ μαμικουρφ αει αει η αει ειε ειη, Τεθ ουρ ουρ ουηρ με χρουρ χου ταις εχρηζη εχριγξ μαμια ουρφ, γυναικόμορφε θεά, δεσπότι Σελήνη, ποίησον τὸ δεῖνα πρᾶγμα.» Ἄνοιξις. λαβὼν ὀμφαλὸν κορκοδείλου ἄρσενος — ποταμογείτονος λέγει — καὶ ὠὸν κανθάρου καὶ κυνοκεφάλου καρδίαν — ζμύρναν λέγει, κρίνινον μύρον —, ἔμβαλε εἰς ἀγγεῖον καλάϊνον, καὶ ὅταν θέλῃς ἀνοῖξαι, πρόσαγε τῇ θύρᾳ τὸν ὀμφαλὸν λέγων· «νη θαιμ θολαχ θεχεμβαορ θεαγον πενταθεσχι βωτι, καλῶ σε, ἐν τῷ βυθῷ τὴν δύναμιν ἔχουσαν, ἐμοί, ἵνʼ εὔοδον ἄρτι μοι εἴη, ὅτι λέγω σοι· σαυαμβοχ μερα χεοζαφ ωσσαλα Βυμβὴλ πουο τουθω οιρηρει αρνοχ.»
Ἐὰν εἴδη φωνῆσαι θελήσῃς … Μοϋσέως ἀπόκρυφος ἡ Δεκάτη.
«Ἐπικαλοῦμαί σε, τὸν ἐν τῷ ἀοράτῳ σκότει καθήμενον καὶ ἀνὰ μέσον ὄντα τῶν μεγάλων θεῶν, δύνοντα καὶ παραλαμβάνοντα τὰς ἡλιακὰς ἀκτῖνας καὶ ἀναπέμποντα τὴν φαεσφόρον θεὰν Νεβουτοσουαληθ, θεὸν μέγαν Βάρζαν βουβαρζαν ναρζαζουζαν βαρζαβουζαθ, Ἥλιον· ἀνάπεμψόν μοι ἐν τῇ νυκτὶ ταύτῃ τὸν ἀρχάγγελόν σου Ζεβουρθαυνην, χρημάτισον ἐπʼ ἀληθείας, ἀληθῶς, ἀψευδῶς, ἀναμφιλόγως περὶ τοῦδε πράγματος, ὅτι ἐξορκίζω σε κατὰ τοῦ ἐν τῇ πυρίνῃ χλαμύδι καθημένου ἐπὶ τῆς ἀκρουραίας κεφαλῆς τοῦ Ἀγαθοῦ Δαίμονος παντοκράτορος, τετραπροσώπου δαίμονος ὑψίστου, σκοτίου καὶ ψυχαγωγαίου Φώξ. μή μου παρακούσῃς, ἀλλὰ ἀνάπεμψον τάχος τῇ νυκτὶ ταύτῃ κατʼ ἐπιταγὴν τοῦ θεοῦ». τοῦτο εἴπας γʹ ...
Μή με δίωκε, ὅδε· ἀνοχ Παπι πετου μετουβανες. βαστάζω τὴν ταφὴν τοῦ Ὀσίρεως, καὶ ὑπάγω καταστῆσαι αὐτὴν εἰς Ἄβιδος, καταστῆσαι εἰς Ταστας καὶ καταθέσθαι εἰς Ἀλχάς. ἐάν μοι ὁ δεῖνα κόπους παράσχῃ, προστρέψω αὐτὴν αὐτῷ.
Ἐπικαλοῦμαί σε τὸν ἐν τῷ κενεῷ πνεύματι, δεινόν, ἀόρατον, παντοκράτορα, θεὸν θεῶν, φθοροποιὸν καὶ ἐρημοποιόν, ὁ μισῶν οἰκίαν εὐσταθοῦσαν, ὃς ἐξεβράσθης ἐκ τῆς Αἰγύπτου καὶ ἔξω χώρας ἐπενομάσθης, ὁ πάντα ῥήσσων καὶ μὴ νικώμενος, ἐπικαλοῦμαί σε, Τυφῶν Σήθ, τὰς σὰς μαντείας ἐπιτέλλω, ὅτι ἐπικαλοῦμαί σε τὸ σὸν αὐθεντικόν σου ὄνομα, ἐν οἷς οὐ δύνῃ παρακοῦσαι· ϊω Ἐρβηθ, ϊω Πακερβηθ, ϊω Βολχωσηθ ϊω Παταθναξ ϊω Σωρω ϊω Νεβουτοσουαληθ Ἀκτιῶφι, Ἐρεσχιγάλ, Νεβουτοσοαληθ, ἀβεραμενθωου λερθεξαναξ εθρελυωθ νεμαρεβα, αεμινα — ὅλον —, ἧκέ μοι καὶ βάδισον καὶ κατάβαλε τὸν δεῖνα — ἢ τὴν δεῖνα — ῥίγει καὶ πυρετῷ· αὐτὸς ἠδίκησέν με καὶ τὸ αἷμα τοῦ Τυφῶνος ἐξέχυσεν παρʼ ἑαυτῷ — ἢ αὑτῇ. διὰ τοῦτο ταῦτα ποιῶ — κοινά.
Ἐπιδήσω σε, Νῖλε, τὸν καὶ Ἀγαθὸν Δαίμονα, ὃν ἔτεκε Δημητρία, κακοῖς μεγάλοις, οὐδὲ θεῶν οὐδὲ ἀνθρώπων εὕρω σοι καθαρὰν λύσιν, ἀλλὰ φιλήσεις με Καπετωλίναν, ἣν ἔτεκε Πεπεροῦς, θεῖον ἔρωτα καὶ ἔσῃ μοι κατὰ πάντα ἀκόλουθος, ἕως ἂν ἐγὼ βούλωμαι, ἵνα μοι ποιῇς ἃ ἐγὼ θέλω καὶ μηδενὶ ἄλλῃ, καὶ μηδενὸς ἀκούῃς εἰ μὴ ἐμοῦ μόνης Καπετωλίνας, ἐπιλήσῃ γονέων, τέκνων, φίλων. προσεξορκίζω ὑμᾶς δαίμονες τοὺς ἐν τῷ τόπῳ τούτῳ, Αλυηαηλ ...λιονω Σουαφαλω Λυβαλολυβηλ Οικαλλισσαμαεω Λυβαλαλωνη Λυλωηυ Λυοθνοις Οδισσασον Αλελαδα. Καπετωλίνα ἔχω τὴν εὐρωστίαν, καὶ ἐπιτυχὼν Νεῖλος ἀποδώσεις τὰς χάριτας. πάντας Ἑσιῆτας καὶ τοὺς ἀγάμους καὶ ἀνεμοφορήτους ἀφιᾶσι. ἐνθῶ τὴν παρακαταθήκην ταύτην, ἵνα μοι τελέσητε πάντα τὰ ἐν τῷ πιττακίῳ γεγραμμένα, διʼ ἃ ὁρκίζω ὑμᾶς δαίμονες τὴν συνέχουσαν ὑμᾶς βίαν καὶ ἀνάνκην· τελέσατέ μοι πάντα καὶ εἰσπηδήσατε καὶ περιέλετε Νίλου, οὗ ἐστιν ἡ οὐσία, τὸν νοῦν, ἵνα μου ἐρᾷ Καπετωλίνας καὶ ἀσάλευτός μου ᾖ Νῖλος, ὃν ἔτεκε Δημητρία, πάσῃ ὥρᾳ καὶ πάσῃ ἡμέρᾳ. διορκίζω ὑμᾶς δαίμονας κατὰ τῶν ὑμῶν πικρῶν ἀναγκῶν τῶν ἐχουσῶν ὑμᾶς καὶ ἀνεμοφορήτων, Ιω Ιωε Φθουθ Ειω Φρη, ὁ μέγιστος δαίμων Ἰαὼ Σαβαὼ Βαρβαρε Λαιλαμψ Ὀσορνωφρι Εμφερα, ἐν τῷ οὐρανῷ θεὸς ὁ μονογενής, ὁ ἐκσαλεύων τὸν βυθόν, ἐξαποστέλλων ὕδατα καὶ ἀνέμους· ἔξαφες τὰ πνεύματα τῶν δαιμόνων τούτων ὅπου μού ἐστιν ἡ πύξις, ἵνα μοι τελέσωσι τὰ ἐν τῷ πυξιδίῳ ὄντα, ἤτε ἄρσενες ἤτε θήλειαι, ἤτε μικροὶ ἤτε μεγάλοι, ἵνα ἐλθόντες τελέσωσι τὰ ἐν τῷ πυξιδίῳ τούτῳ καὶ καταδήσωσι Νῖλον τὸν καὶ Ἀγαθὸν Δαίμονα, ὃν ἔτεκε Δημητρία, ἐμοὶ Καπιτωλίνᾳ, ἣν ἔτεκε Πιπεροῦς, ὅλον τῆς ζωῆς αὐτοῦ χρόνον. φιλῇ με Νῖλος φίλτρον αἰώνιον. ἤδη ἤδη ταχὺ ταχύ.
Ὁρκίζω σε, νεκύδαιμον, κατὰ τοῦ μηθ … ου μαχερεμα φαχελεζεθι αλωια βαθαβλεουχαχι Ἀβαώς, ομωχαλ αραχραυχ … ου αμερρα μαχερθα φαχελεζεθι· ποίησον φθείνειν καὶ κατατήκεσθαι Σαραπίωνα ἐπὶ τῷ ἔρωτι Διοσκοροῦτος, ἣν ἔτεκε Τικωί. καῦσον τὴν καρδίαν αὐτοῦ, ἔκτηξον, καὶ τὸ αἷμα αὐτοῦ ἐκθήλασόν μου φιλίᾳ, ἔρωτι, ὀδύνῃ, ἕως ἔλθῃ Σαραπίων, ὃν ἔτεκε Πασάμητρα, πρὸς Διοσκοροῦν, ἣν ἔτεκε Τικωί, καὶ ποιήσῃ τὰ καταθύμιά μου πάντα καὶ διαμείνῃ ἐμὲ φιλῶν, ἕως ὅτου εἰς Ἅιδην ἀφίκηται.
ὁρκίζω σε, νεκυδαίμονα, κατὰ τοῦ Ἀδωναίου Σαβαὼθ αμαραχθει αξιαωθ αζαρ θεὲ αθρωα σου ομαλαξα θεὲ … εν μαρατα αχω χιμμι νεμεγαιφ υ … αχιλθτεε μαραδθα θαρβι αψωχ … · ποίησον φθείνειν καὶ κατατήκεσθαι Σαραπίωνα, ὃν ἔτεκε Πασάμητρα, ἐπὶ τῷ ἔρωτι Διοσκοροῦτος, ἣν ἔτεκε Τικωί. στίξαι τὴν καρδίαν αὐτοῦ, ἔκτηξον, καὶ τὸ αἷμα αὐτοῦ ἐκθήλασον φιλίᾳ, ἔρωτι, ὀδύνῃ, ἕως ἔλθῃ Σαραπίων, ὃν ἔτεκε Πασάμητρα, πρὸς Διοσκοροῦν, ἣν ἔτεκε Τικουί, καὶ ποιήσῃ τὰ καταθύμιά μου πάντα καὶ διαμείνῃ ἐμὲ φιλῶν, ἕως ὅταν εἰς Ἅδην ἀφίκηται. ὁρκίζω σε, νεκύδαιμον, κατὰ καρδίας υἱοῦ Κρόνου … ωυρωνυ … λι … εὐλαμωσι … μεραθα· ποίησον φθείνειν καὶ κατατήκεσθαι Σαραπίωνα, ὃν ἔτεκε Πασάμητρα, ἐπὶ τῷ ἔρωτι Διοσκοροῦτος, ἣν ἔτεκε Τικοΐ, καὶ τὴν καρδίαν αὐτοῦ ἔκτηξον καὶ τὸ αἷμα αὐτοῦ ἐκθήλασον φιλίᾳ, ἔρωτι, ὠδύνῃ, ἕως ἔλθῃ Σαραπίων, ὃν ἔτεκε Πασάμητρα, πρὸς Διοσκοροῦν, ἣν ἔτεκε Τακουί, καὶ ποιήσῃ τὰ καταθύμιά μου πάντα καὶ διαμείνῃ ἐμὲ φιλῶν, ἕως ὅταν εἰς Ἅιδην ἀφίκηται. ὁρκίζω σε, νεκυδαίμων, κατὰ τοῦ ὑπο στηηααλεβμου ευα … νεκελα … τοσαν … ακετοριμισεφονυμι στασαχη αμωτιλω νεβουτοσουαληθ· ποίησον φθείνειν καὶ κατατήκεσθαι Σαραπίωνα, ὃν ἔτεκε Πασάμητρα, ἐπὶ τῷ ἔρωτι Διοσκοροῦτος, ἣν ἔτεκε Τικουί, τὴν καρδίαν αὐτοῦ ἔκτηξον καὶ τὸ αἷμα αὐτοῦ ἐκθήλασον φιλίᾳ, ἔρωτι, ὀδύνῃ, ἕως ἔλθῃ Σαραπίων, ὃν ἔτεκε Πασάμητρα, ἐπὶ τῷ ἔρωτι Διοσκοροῦτος, ἣν ἔτεκε Τικωί, καὶ ποιήσῃ τὰ καταθύμιά μου πάντα καὶ διαμείνῃ ἐμὲ φιλῶν, ἕως ὅταν εἰς Ἅιδην ἀφίκηται. ὁρκίζω σε, νεκυδαίμων, κατὰ τοῦ μ … μαση λεαι … μεα … ρμω … σεγε β … δησαωουα φεσφτου ἀμίαντον ηι ὀνόματα … ξαι βαιμεβοτησαι φθασιαυ· σαιεξεεθα χθεθω ου νεβιωθυ λαιουθ· ποίησον φθείνειν καὶ κατατήκεσθαι Σαραπίωνα, ὃν ἔτεκε Πασάμητρα, ἐπὶ τῷ ἔρωτι Διοσκοροῦτος, ἣν ἔτεκε Τικουί, καὶ τὴν καρδίαν αὐτοῦ ἔκτηξον καὶ τὸ αἷμα αὐτοῦ ἐκθήλασον φιλίᾳ, ἔρωτι, ὀδύνῃ, ἕως ἔλθῃ Σαραπίων, ὃν ἔτεκε Πασάμητρα, πρὸς Διοσκοροῦν, ἣν ἔτεκε Τικαυί, καὶ ποιήσῃ τὰ καταθύμιά μου πάντα καὶ διαμείνῃ ἐμὲ φιλῶν, ἕως ὅτου εἰς Ἅιδην ἀφίκηται, καὶ ἔτι ἐξορκίζω σε, νεκύδαιμον, κατὰ τοῦ φθοι κι … ωσε … αυθειοκρα … ει απο ειρραθειβωθιμια προσημοπερναι … ενε α … ς … τασηθωννεβαι λεισει· ποίησον φθείνειν καὶ κατατήκεσθαι Σαραπίωνα, ὃν ἔτεκε Πασάμητρα, ἐπὶ τῷ ἔρωτι Διοσκοροῦτος, ἣν ἔτεκε Τικωί, καὶ τὴν καρδίαν αὐτοῦ ἔκτηξον καὶ τὸ αἷμα αὐτοῦ ἐκθήλασον φιλίᾳ, ἔρωτι, ὀδύνῃ, ἕως ὅταν ἔλθῃ Σαραπίων, ὃν ἔτεκε Πασάμητρα, πρὸς Διοσκοροῦν, ἣν ἔτεκε Τικουί, καὶ ποιήσῃ τὰ καταθύμιά μου πάντα καὶ διαμείνῃ ἐμὲ φιλῶν, ἕως ὅτου εἰς Ἅιδην ἀφίκηται. ὁρκίζω σε, νεκύδαιμον, κατὰ σιια τοῦ μεγον Ἀβαώθ, ου … ουογδουκο … ηρη … ομμα κελαρο … οντβεια· ποίησον φθείνειν καὶ κατατήκεσθαι Σαραπίωνα, ὃν ἔτεκεν Πασάμητρα, ἐπὶ τῷ ἔρωτι Διοσκοροῦτος, ἣν ἔτεκε Τικουού, καὶ τὴν καρδίαν αὐτοῦ ἔκτηξον καὶ τὸ αἷμα αὐτοῦ ἐκθήλασον φιλίᾳ, ἔρωτι, ὀδύνῃ, εἰ μὴ ἔλθῃ Σαραπίων, ὃν ἔτεκεν Πασάμητρα, πρὸς Διοσκοροῦν, ἣν ἔτεκε Τικωί, καὶ ποιήσῃ τὰ καταθύμιά μου πάντα καὶ διαμείνῃ ἐμὲ φιλῶν, ἕως ὅταν εἰς Ἅιδην ἀφίκηται.
ὁρκίζω σε, νεκύδαιμον, κατὰ τοῦ Ἀδωναίου … δω … εξιακην νεικαροπλήξ μιδεκλιβαια αυκα … λευειμεθ … εξεννε Κομμι Βιου· ποίησον φθείνειν καὶ κατατήκεσθαι Σαραπίωνα, ὃν ἔτεκε Πασάμητρα, ἐπὶ τῷ ἔρωτι Διοσκοροῦτος, ἣν ἔτεκε Τικωί, στίξαι τὴν καρδίαν αὐτοῦ καὶ ἔκτηξον, τὸ αἷμα αὐτοῦ ἐκθήλασον φιλίᾳ, ἔρωτι, ὀδύνῃ, ἕως ὅταν ἔλθῃ Σαραπίων, ὃν ἔτεκε Πασάμητρα, ἐπὶ τῷ ἔρωτι Διοσκοροῦτος, ἣν ἔτεκε Τικωί, καὶ ποιήσῃ τὰ καταθύμιά μου πάντα καὶ διαμείνῃ ἐμὲ φιλῶν, ἕως ὅταν εἰς Ἅιδην ἀφίκηται. ἐξορκίζω σε, νεκύδαιμον, κατὰ τοῦ μεγίστου μυ … πρωτησκαινονεοντι ερηκισισφη αραραχαραρα ηφσισικηρε καὶ καῦσον τὴν καρδίαν αὐτοῦ, ἕως ἔλθῃ Σαραπίων, ὃν ἔτεκε Πασάμητρα, πρὸς Διοσκοροῦν, ἣν ἔτεκε Τικωί. ποίησον φθείνειν καὶ κατατήκεσθαι Σαραπίωνα, ὃν ἔτεκε Πασάμητρα, ἐπὶ τῷ ἔρωτι Διοσκοροῦτος, ἣν ἔτεκε Τικωί, ἔκτηξον καὶ τὸ αἷμα αὐτοῦ ἐκθήλασόν μου φιλίᾳ, ἔρωτι, ὀδύνῃ, νεκύδαιμον· διὸ ποίησον καὶ ἐκτέλεσόν μοι πάντα τὰ ἐν τῷ πιττακίῳ τούτῳ γεγραμμένα.
α α βα ακ λβα ακρ αλβα ακρα ναλβα ακραμ αναλβα ακραμμ θαναλβα ακραμμα αθαναλβα ακραμμαχ ναθαναλκα ακραμμαχα αναθαναλβα ακραμμαχαμ λαναθαναλβα ακραμμαχαμα βλαναθαναλβα ακραμμαχαμαρ αβλαναθαναλβα ακραμμαχαμαρι βλαναθαναλβα ακραμμαχαμαρ λαναθαναλβα ακραμμαχαμα αναθαναλβα ακραμμαχαμ ναθαναλβα ακραμμαχα αθαναλβα ακραμμαχ θαναλβα ακραμμα αναλβα ακραμμ ναλβα ακραμ αλβα ακρα λβα ακρ βα ακ α α
ΔⲀΜΝΙΠΠΗ ΠΗΠΗ ΩΩ … ☧ … ΧΨ … ϛ Λ … Κ … ΞΥΧΥΧ ΝΝ ΧΥΧΥΞΥΚΥΛ ϛ … ΨΧ … ☧ΩΩ … ΗΠΗΠΗΠΠ ΙΝΜⲀΔ Ἄνουβι, θεὲ ἐπίγειε καὶ ὑπόγειε καὶ οὐράνιε, κύον, κύον, κύον, ἀνάλαβε σεαυτοῦ τὴν πᾶσαν ἐξουσίαν καὶ πᾶσαν δύναμιν κατὰ τῆς Τιγηροῦ, ἣν ἔτεκεν Σοφία· ἀνάπαυσον αὐτὴν τῆς ὑπερηφανείας καὶ τοῦ λογισμοῦ καὶ τῆς αἰσχύνης. ἄξον δέ μοι αὐτὴν ὑπὸ τοὺς ἐμοὺς πόδας ἐρωτικῇ ἐπιθυμίᾳ τηκομένην ἐν πάσαις ὥραις ἡμεριναῖς καὶ νυκτεριναῖς, ἀεί μου μιμνησκομένην τρώγουσαν, πίνουσαν, ἐργαζομένην, ὁμιλοῦσαν, κοιμωμένην, ἐνυπνιαζομένην, ὀνειρώττουσαν, ἕως ἂν ὑπό σου μαστιζομένη ἔλθῃ ποθοῦσά με, τὰς χεῖρας ἔχουσα πλήρεις, μετὰ μεγαλοδώρου ψυχῆς καὶ χαριζομένη μοι ἑαυτὴν καὶ τὰ ἑαυτῆς καὶ ἐκτελοῦσα, ἃ καθήκει γυναιξὶν πρὸς ἄνδρας, καὶ τῇ ἐμῇ καὶ ἑαυτῆς ἐπιθυμίᾳ ὑπηρετουμένη ἀόκνως καὶ ἀδυσωπήτως μηρὸν μηρῷ καὶ κοιλίαν κοιλίᾳ κολλῶσα καὶ τὸ μέλαν αὐτῆς τῷ ἐμῷ μέλανι ἡδυτάτῳ. ναί, κύριε, ἄξον μοι τὴν Τιτηροῦν, ἣν ἔτεκεν Σοφία, ἐμοὶ τῷ Ἑρμείᾳ, ὃν ἔτεκεν Ἑρμιόνη, ἤδη ἤδη, ταχὺ ταχύ, τῇ σῇ μάστιγι ἐλαυνομένην.
Ἑρμῆ κοσμοκράτωρ, ἐνκάρδιε, κύκλε σελήνης, στρογγύλε καὶ τετράγωνε, λόγων ἀρχηγέτα γλώσσης, πειθοδικαιόσυνε, χλαμυδηφόρε, πτηνοπέδιλε, παμφώνου γλώσσης μεδέων, θνητοῖσι προφῆτα, εἰσπνοιὴ γὰρ … παρων προει … … ἐν τυτθῷ χρόνῳ … ὅταν πάλι μόρσιμον ἦμαρ ἐπέλθῃ, χρησμόν τινʼ ἀληθέα πέμπων· Μοιρῶν τε κλωστὴρ σὺ λέγῃ καὶ θεῖος Ὄνειρος, πανδαμάτωρ, ἀδάμαστος, ἅπερ φε … α … ρα ι … εμ … ν ἐπικρίνοιο … ἐσθλὰ μὲν ἐσθλοῖσιν παρέχεις, δειλοῖσι δὲ λυγρά. σοὶ δʼ ἠὼς ἀνέτειλε, θοὴ δʼ ἐπελάσσατό σοι νύξ. στοιχείων σὺ κρατεῖς, πυρός, ἀέρος, ὕδατος, αἴης, ἡνίκα πηδαλιοῦχος ἔφυς κόσμοιο ἅπαντος, ὧν δʼ ἐθέλεις ψυχὰς προάγεις, τοὺς δʼ αὖτʼ ἀνεγείρεις· κόσμος γὰρ κόσμου γεγαὼς … σὺ γὰρ καὶ νούσους μερόπων πάσας θεραπεύεις. ἡμερινοὺς καὶ νυκτερινοὺς χρησμοὺς ἐπιπέμπων, καί μοι εὐχομένῳ τὴν σὴν μορφὴν ἐπίτειλον, ἀνθρώπῳ, ὁσίῳ ἱκέτῃ καὶ σῷ στρατιώτῃ, καὶ σὴν μαντοσύνην νημερτέα πέμψον ἐν ὕπνῳ.
[αβλ]αναθαναθαναβλα α γ βαεηιουω ααααααρ α λ εε[ε]εεεε ιιιιιιι μ α α νακρακαμαρπιταρ χ α̣κομμω̣τευ μπο̣ α̣ θνιρα......ιφε̣λ̣ πε̣θιον αευ.λειη..ιταπε αμννεβαλεσιτωτ̣ αταχ̣ιτ ο...
Κύριε Σαβαώθ, ἀπόστρεψον ἀπʼ ἐμοῦ κόπον, νόσον τῆς κεφαλῆς, ἀξιῶ, μου ἄπαρον … ε
Γοργωφωνας οργωφωνας ργωφωνας γωφωνας ωφωνας φωνας ωνας νας ας ς
Ἐξορκίζω ὑμᾶς κατὰ τοῦ ἁγίου ὀνόματος θεραπεῦσαι Διονύσιον ἤτοι Ἆνυς, ὃν ἔτεκεν Ἡρακλία, ἀπὸ παντὸς ῥίγους καὶ πυρετοῦ ἢ τοῦ καθημερινοῦ ἢ μίαν παρὰ μίαν νυκτερινοῦ τε καὶ ἡμερινοῦ ἢ τετραδίου, ἤδη ἤδη, ταχὺ ταχύ.
Ενθι ενθω, βοσου, ηρις ηρις, ι … νουω ουι δε βαθαρ Νηίθ, Νηίθ, ηιαωθ ουορ καωθις, σαμι σαμις, οφορ ἀνουιφω χθεθωνι νουηριωθ Ἀώθ, ουωρ, τενοχ τενοχ, βιβιου βιβιου, μουαυ μουαυ, σμωσομ, Θευούθ, οκεβενευσι ενσι ειψηι, ουωρ, ουωρ, οσαραμωκς, Θαθ, Θαθ, ενθουω κομμουοα, φιανοχ, φιανοχ, σωφ, χθενθεβενχ ενθεβεχ ηχθενθεβεθ, υιιαβωυ, Λαιλάμ, Ἁρμιωούθ, σων αυ ιφιως διαρ νεβες χινει, νουθι νουθι, κομωα ραφωρ, Ἁρσαμωσι, στεοβαοχ, ἀνοχ Φρῆ, Φρῖ, χορβαι μαι, Ἀβαὼθ Ἰάω, ιφι ρομβαοθ, χαουχ χωουχ, ρινγχ, σφηχ χοουχορφι, μουισρω καμπυχρη, γοργιωριε, λαμπιπυρσι σειροε, ὄμβριμε, ματεορσι ναφσισαωθα, ὦ Ὀσορ Μνευει, ὦ Ὀσάραπι Σάραπι, ὦ Ὀσορ Νοβηχις, Ὀσορ Μνευει, ὦ Ὀσορ Νωφρις, θω θω θω ιθι ιθι ιθι μου θουρι, χαουχ, χθεθωνι μαψιθυριμαψ τιτι νυξβι, Ἀμοῦν, βλαμουνιθ, Βιωθ, θωδιαραξ φορβορβαβωρ, Χωσοήθ, Βολχοσήθ, Ἐρεσχιγάλ, Ἁρσαμω, Ἁρσενοφρη, βιρβη καφιω, Ἰάω, ηια ιαη ηι ηαια, χιμνουθ, Ἁρβιωθ, καραχαραξ φραξ αξ, νουμωρ το ταχαν το, Φρῆ, ταυαν, χουχε χουχε, χωξ χωξ, χουχοθι, χουχε, χωξ χωξ, χουχοθι, Μασκελλι Μασκελλι Φνουχενταβαώθ, ὀρεοβαζάγρα, ὑπόχθων, Ἰωουθ, Ἰαωουθ, αι αι αι ου ου ου, βαρβαραι, βαλημαηθ, κηχι, Ἁθωρ, σενεζεζουθ σορο ορμεα χθ … βαρμαρ φριουρεινγξ, Μασκελλι Μασκελλω Φνουκενταβαώθ, ὀρεοβαζάγρα, ῥηξίχθων, ἱππόχθων, πυριπηγανύξ, ὀρεοπηγανύξ, λεπεταν λεπεταν, φριξ φρωξ, Βία, Μάστιγξ, Ἀνάγκη, μαντουενοβοήλ, θουρα κρινι ζουχε, πιππη, βεχοχ τα νικα ακωυ … ητο, Κούρα, σανκανθαρα σανκιστη δωδεκακιστη ιε ηι εη κινξταβακινξ ταβακινξ, Ἰὼ μολπή, Ἰὼ καβαλθ Σαμας, σαιωβοθωρ … βαιωωρ βαιωρ, αθαρβαιω, ζασαρ, θαραιω, μελητὴς τῆς κρατερᾶς Ἀνάγκης, τῆς διοικούσης τὰ ἐμὰ πράγματα, τὰ τῆς ψυχῆς μου ἐννοήματα, ᾗ οὐδεὶς ἀντειπεῖν δύναται, οὐ θεός, οὐκ ἄγγελος, οὐ δαίμων, ἀνέγειρέ μοι σεαυτόν, νεκυδαίμων, καὶ μὴ βιασθείης, ἀλλὰ τέλεσον τὰ ἐνγεγραμμένα καὶ ἐντεθειμένα ἐν τῷ στόματί σου, ἤδη ἤδη, ταχὺ ταχύ. Ἀβρασάξ ωυοιηεα υοιηεαω οιηεαωυ ιηεαωυο ηεαωυοι Ἰαω εαωυοιη Ἰαω αωυοιηε ιωια αιωιαωιιιαααω ωω ιιι οοο υυυ ωωω ωια αωι αιω ωια ωια ιιι ααα εεε ηηη ιιιιι οοοο ο υυυυυ ωωω ωωωω αβλαναθαναλβα βλαναθαναλβα λαναθαναλβα αναθαναλβα ναθαναλβα αθαναλβα ω θαναλβα α υω αναλβα εα ουω ναλβα ηεα ιουω αλβα ιηεα ηιουω λβα οιηεα εηιουω βα υοιηεα αεηοπυω α ωυοιηεα ουοιβηλ ουαιβηλ ουαι ιαιωθω βαρραβαυ Σεμεσιλαμ Ἀβρασάξ ορχραθ βιουρα ζαζερ μαβε χαχαρ Ζᾶς χλαβαταρ Ἀώθ, Ἁρουήρ. χω βλαθαθ αληθ βηιγαμα χραειω μεευααωηωθ ηιουω εηιουω ηιουω ιουωουω ουωωααεαεη αεηι αεηιο αεηιου αεηιουω … βαρα ουααμου χμηχεεμεαυ αραρεβαιχι φιανοχω ιαεωβαφρενεμουνοθιλαρικριφιαευεαιφιρκιραλιθονυομενερφαβωεαι αεωβαφρενεμουνοθιλαρικριφιαευεαιφιρκιραλιθονυομενερφαβωεα εωβαφρενεμουνοθιλαρικριφιαευεαιφιρκιραλιθονυομενερφαβωε ωβαφρενεμουνοθιλαρικριφιαευεαιφιρκιραλιθονυομενερφαβω βαφρενεμουνοθιλαρικριφιαευεαιφιρκιραλιθονυομενερφαβ αφρενεμουνοθιλαρικριφιαευεαιφιρκιραλιθονυομενερφα φρενεμουνοθιλαρικριφιαευεαιφιρκιραλιθονυομενερφ ρενεμουνοθιλαρικριφιαευεαιφιρκιραλιθονυομενερ ενεμουνοθιλαρικριφιαευεαιφιρκιραλιθονυομενε νεμουνοθιλαρικριφιαευεαιφιρκιραλιθονυομεν εμουνοβιλαρικριφιαευεαιφιρκιραλιθονυομε μουνοθιλαρικριφιαευεαιφιρκιραλιθονυομ ουνοθιλαρικριφιαευεαιφιρκιραλιθονυο υνοθιλαρικριφιαευεαιφιρκιραλιθονυ νοθιλαρικριφιαευεαιφιρκιραλιθον οθιλαρικριφιαευεαιφιρκιραλιθο θιλαρικριφιαευεαιφιρκιραλιθ ιλαρικριφιαευεαιφιρκιραλι λαρικριφιαευεαιφιρκιραλ αρικριφιαευεαιφιρκιρα ρικριφιαευεαιφιρκιρ ικριφιαευεαιφιρκι κριφιαευεαιφιρκ ριφιαευεαιφιρ ιφιαευεαιφι φιαευεαιφ ιαευεαι αευεα ευε υ Βαινχωωωχ αεηιουω εηιουωα ηιουωαε ιουωαεη ουωαεηι υωαεηιο ιαω αωι ωαεηιου ωια αιω ιαω ιιι ααα ηωω ωιιιι οοο υυυ ωω ωια ιωι αιω ωιαωιαω ιιι ααα εεε ηηη ιιιι οοοο ο υυυυ ωωωωωωωω ακραμμαχαμαρι κραμμαχαμαρι ραμμαχαμαρι αμμαχαμαρι μμαχαμαρι μαχαμαρι αχαμαρι χαμαρι αμαρι μαρι αρι ρι ι ω υω ουω ιουω ηιουω εηιουω αεηιουω Δαμναμενευ αμναμενευ μναμενευ ναμενευ αμενευ μενευ ενευ νευ ευ υ α εε ηηη ιιιι οοοοο υυυυυυ ωωωωωωω ααααααα εεεεεε ηηηηη ιιιι οοο υυ ω … συρημενη Βακερβηθ Πακερβηθ Ἀβρασάξ, Ἁρσαμω, αχιωνουθ ανουφι Ἀώθ, ζωι ζωφ χμουιε αχωρ αρχιτωρ ιαηθ αρνθιμοριαμ βιωχ βιωχ αφρου φιλα βραυπωπα … χουχ ηευρηνιθεπαλασωχ … ιω μουισρω ρως μουισρω … βαλβα … αιαω παγουρη πααγουρη μα … ψυλω παρναβ λο … αρκαβερρωθ μαρμαριιλησα ριανυρρησον χοριγτρηε ανωχ πρ ηχθενιθ ασωχ νυχευνεχαπεα παιχωρσαρι ασισινηιθ ανασωχ ρη … ευνι φωρ φωρ Ἀβαώθ δωι δωι κολυφμυωθ επονχωθ σευεισηι Σήθ βοιλωθ τελεσφευχα … ασωρετηριωνιχ φυγρις σχηικ παντα παρερειθωσδ … φαρχηλαμα διναχαρπαυλι ποδρυφοριφ θωρι ζωρι ὢν αω Ἀβρασάξ Φονοβουβοὴλ Ἰάωιαι ιαω ηιι αιι αωηα ιιιι υυυ σῦρε, ὦσον πᾶν μέλος τοῦ νεκροῦ τούτου καὶ τὸ πνεῦμα τούτου τοῦ σκηνώματος καὶ ποίησον αὐτὸν διακονῆσαι πρὸς τὴν Κάρωσα, ἣν ἔτεκε Θελώ. ναί, κύριε δαῖμον, ἄξον, καῦσον, ὄλεσον, πύρωσον, σκότωσον καιομένην, πυρουμένην, κέντει βασανιζομένην τὴν ψυχήν, τὴν καρδίαν τῆς Κάρωσα, ἣν ἔτεκεν Θελώ, ἄχρις ἂν ἐκπηδήσασα ἔλθῃ πρὸς Ἀπαλῶς, ὃν ἔτεκεν Θεονίλλα, ἐπὶ ἔρωτι καὶ φιλίᾳ ἐν τῇ ἄρτι ὥρᾳ, ἤδη ἤδη, ταχὺ ταχύ. ἐφʼ ὅσον κεῖται παρά σοι τὸ θεῖον μυστήριον, μὴ ἐάσῃς αὐτὴν τὴν Κάρωσα, ἣν ἔτεκεν Θελώ, μὴ ἰδίῳ ἀνδρὶ μνημονεύειν, μὴ τέκνου, μὴ ποτοῦ, μὴ βρωτοῦ, ἀλλὰ ἔλθη· τηκομένη τῷ ἔρωτι καὶ τῇ φιλίᾳ καὶ συνουσίᾳ, πλείστως ποθουμένη πρὸς τὴν συνουσίαν τοῦ Ἀπαλῶς, ὃν ἔτεκεν Θεονίλλα, ἐν τῇ ἄρτι ὥρᾳ, ἤδη ἤδη, ταχὺ ταχύ.
« … τῇ δεῖνα τὸν δεῖνα κομίζοι». τὰ κοινά. μίλτῳ ἐπὶ φύλλων χαλπάσου ζμύρνισον.
Ἀγωγὴ ἐπὶ κυνός· εἰς τομίον ἱερατικὸν γράψας ζμύρνῃ καὶ καταθοῦ εἰς βιοθάνατον· «ἐξορκίζω σὲ κατὰ τοῦ Σενακωθο αρποψυγ καμουο ορψ θω ουχ πετι ανουπ πετιοπαριν αυτ κινοθεν χυχ ααα ροψ υϊχθεν κρεμμε σεχαξθνε νεουφθε ἀκηχ χακε πωφοπι καχε ἀνοχ ηθμη αρι μης θοδ πε, σὺ δυνάμενος, τὸ σῶμα ἀνέγειρε καὶ ὕπαγε εἰς τὴν δεῖνα, ἕως ἐθελήσῃ … »
πρὸς κεφαλῆς πόνον λόγος … … σὺ γὰρ εἶ θνητοῖσ … … φολοις π … ων τέλεσοντελέαν ἐπαοιδήν. … ας Σύρας Γαδαρηνῆς … ἐπαοιδὴ πρὸς πᾶν κατάκαυμα. μυστοδόκος κατεκαύθη ὑψοτάτῳ δʼ ἐν ὄρει κατεκαύθη ἑπτὰ λύκων κρήνας, ἕπτʼ ἄρκτων, ἑπτὰ λεόντων. ἑπτὰ δὲ παρθενικαὶκυανώπιδες ἤρυσαν ὕδωρκάλπισι κυανέαις καὶ ἔσβεσανἀκάματον πῦρ Φιλίννης Θεσσαλῆς ἐπαοιδὴ πρὸς κεφαλῆς πόνον φεῦγʼ ὀδύνη κεφαλῆς, φεῦγε φθίνουσʼ ὑπὸ πέτραν· φεύγουσιν δὲ λύκοι,φεύγουσι δὲ μώνυχες ἵπποι … πληγαῖς ὑπ
Ἐπάκουσόν μου, κύριε, οὗ ἐστιν τὸ κρυπτὸν ὄνομα ἄρρητον, οὗ καὶ οἱ δαίμονες ἀκούοντες τὸ ὄνομα πτοοῦνται, οὗ ὁ ἥλιος Βααλ βνιχ βααλα Ἀμὴν πτιδαιου Ἀρνεβουατ καὶ σελήνη ασενπεμφ Θωούθ, βαρβαραιωνη οσραρμεμψεχει ὀφθαλμοί εἰσιν ἀκάματοι, λάμποντες ἐν ταῖς κόραις τῶν ἀνθρώπων, ᾧ οὐρανὸς μὲν κεφαλή ἐστι καὶ ἀὴρ σῶμα, γῆ δὲ πόδες, τὸ δὲ περί σε ὕδωρ, ὠκεανός. σὺ εἶ Ἀγαθὸς Δαίμων, ὁ κύριος, ὁ γεννῶν ἀγαθὰ καὶ τρέφων καὶ αὔξων τὴν οἰκουμένην γῆν σύμπασαν καὶ ἅπαντα τὸν κόσμον. σοῦ δὲ τὸ ἀέναον κωμαστήριον, ἐν ᾧ καθίδρυταί σου τὸ ὄνομα τὸ ἑπταγράμματον πρὸς τὴν ἁρμονίαν τῶν ἑπτὰ φθόγγων ἐχόντων φωνὰς πρὸς τὰ εἴκοσι ὀκτὼ φῶτα τῆς σελήνης· αεηιουω αεηιουω αεηιουω αεηιουω οὗ αἱ ἀγαθαὶ ἀπόρροιαι τῶν ἀστέρων εἰσὶ δαίμονες καὶ Τύχαι καὶ Μοῖραι, ἐξ ὧν δίδοται πλοῦτος, τύχη, εὐγηρασία, ταφὴ ἀγαθή. σὺ δέ, κύριε τῆς ζωῆς, βασιλεύων τῆς ἄνω καὶ τῆς κάτω χώρας, οὗ ἡ δικαιοσύνη οὐκ ἀποκλείεται, οὗ αἱ Μοῦσαι ὑμνοῦσι τὸ ἔνδοξον ὄνομα, ὃν δορυφοροῦσιν οἱ ηʹ φύλακες Η, Ω, Χω, Χουχ, Νουν, Ναυνι, Ἀμοῦν, Ιο, ὁ ἔχων τὴν ἄψευστον ἀλήθειαν· οὐ κατισχύσονταί μου πολλαὶ σάρκες κινούμεναι, οὐκ ἀντιτάξεταί μοι πᾶν πνεῦμα, πᾶν συνάντημα, πᾶν δαιμόνιον, πᾶν πονηρόν, τὸ δὲ ὄνομά σου ἕξω ἓν φυλακτήριον ἐν καρδία τῇ ἐμῇ φιριμνουν ἀνοχ σολβαϊ σαναχεσρω … αρχην σε κοπω κ … οαι … νουσι νουσι, σιεθω σιεθω βενουαι …
«Τρώων ἐξ ἐνοπῆς θάνατον καὶ κῆρα φύγωμεν».
Ἄλλο αἱμαρροϊκόν·
«μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος».
εἰς αἷμα λεγόμενος αἱμαρροΐαν ἰᾶται. τοῦ δὲ ἀπαλλαγέντος καὶ ἀχαριστήσαντος λαβὲ πύραυνον, βαλοῦ καὶ θὲς ὑπὲρ καπνὸν τὰ περιάμματα, πρόσβαλε ῥίζαν, καὶ πρόσγραφε τοῦτον τὸν στίχον·
«τοὔνεκʼ ἄρʼ ἄλγεʼ ἔδωκεν ἑκηβόλος ἠδʼ ἔτι δώσει». Γράφε πρὸς μαζῶν καὶ μήτρας πόνον·
«θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα.»
Σὺν μαγνήτῳ λίθῳ φορούμενος ἢ καὶ λεγόμενος ποιεῖ ἀσύλλημπτον· «αἴθʼ ὄφελες ἄγονός τʼ ἔμεναι ἄγαμός τʼ ἀπολέσθαι». γράψας εἰς καινὴν χάρτην περίβαλε ἡμιόνου τρίχας
Ἐλεφαντιῶντι γράφε τοῦτον τὸν στίχον καὶ δὸς φορεῖν· «ὡς δʼ ὅτε τις ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ».
Χαῖρε, Ἥλιε, χαῖρε, Ἥλιε, χαῖρε, ἐπʼ οὐρανῶν θεέ, τὸ ὄνομά σου παντοκράτωρος· ἀπὸ τοῦ ἑβδόμου οὐρανοῦ δός μοι χάριν στάσιμον πρὸς πᾶσαν ἀνθρωπίνην γενεὰν καὶ πάσας γυναῖκας, μάλιστα πρὸς τὴν δεῖνα. ποίησόν με καλὸν παρʼ αὐτῇ γενέσθαι ὡς Ἰάω, πλούσιον ὡς Σαβαώθ, φιληθῆναι ὡς Λαϊλάμ, μέγαν ὡς Βάρβαραν, ἔντιμος ὡς Μιχαήλ, ἔνδοξος ὡς Γαβριήλ, καὶ χαριτώσομαι.
Προσευχὴ Ἰακώβ. «πάτερ πατριάρχων, πατὴρ ὅλων, πατὴρ δυνάμεων τοῦ κόσμου, κτίστα παντὸς … , κτίστα τῶν ἀγγέλων καὶ ἀρχαγγέλων, ὁ κτίστης ὀνομάτων σωτηρικῶν, καλῶ σε, πατέρα τῶν ὅλων δυνάμεων, πατέρα τοῦ ἅπαντος κόσμου καὶ τῆς ὅλης γενέσεως καὶ οἰκουμένης καὶ ἀοικήτου, ᾧ ὑπεσταλμένοι οἱ χερουβίν, ὃς ἐχαρίσατο Ἀβραὰμ ἐν τῷ δοῦναι τὴν βασιλείαν αὐτῷ· ἐπάκουσόν μοι, ὁ θεὸς τῶν δυνάμεων, ὁ θεὸς ἀγγέλων καὶ ἀρχαγγέλων, βασιλεύς … λελεαχʼ … αρωαχ· του … αχʼ αβολ … ω … υραμʼ του … βοαχ κα θ … ρ·α χαχ· μαριροκ … υραμʼ ιθθ σεσοικ … ὁ καθήμενος ἐπὶ ὄρους ἱεροῦ Σιναΐου ι … βο αθεμ ὁ καθήμενος ἐπὶ τῆς θαλάσσης … εαʼ … βλ δ … κ ε … θης παραχθη … . ὁ καθήμενος ἐπὶ τῶν δρακοντείων θεῶν, ὁ θεὸς ὁ καθήμενος ἐπὶ τοῦ Ἡλίου Ἰάω, ὁ καθήμενος ἐπὶ … τα … ω … ι … χ, ὁ καθήμενος ἐπὶ τοῦ … θε … μα … σι Ἀβριήλ· Λουήλ· … μ … τὸν κοιτῶνα χερουβὶν … χιρε … οζ ι … εἰς τοὺς αἰῶνας τῶν αἰώνων θεὸς Ἀβαώθ, Ἀβραθιαώθ, Σαβαώθ, Ἀδωνάι, ἀστρα … ε καὶ βριλεωναι Ἀδονάι, χα … αώθ, ὁ κύριος τῶν ὅλων· ἐπικαλοῦμαί σε, ἐπὶ χάσματος δόντα δύναμιν τοῖς ἄνω καὶ τοῖς κάτω καὶ τοῖς ὑποκάτω τῆς γῆς· ἐπάκουσον τῷ ἔχοντι τὴν εὐχήν, ὁ κύριος θεὸς τῶν Ἑβραίων, Ἐπαγαήλ αλαμν, οὗ ἡ ἀέναος δύναμις, Ἐλωήλ, Σουήλ· διόρθωσον τὸν ἔχοντα τὴν εὐχὴν ἐκ τοῦ γένους Ἰσραὴλ καὶ τῶν χαριζομένων ὑπό σου, θεὲ θεῶν, ὁ ἔχων τὸ κρυπτὸν ὄνομα Σαβαώθ, … ι … χ· θεὸς θεῶν, ἀμήν, ἀμήν, ὁ χιόνα γεννῶν, ἐπὶ ἀστέρων ὑπὲρ αἰώνων καὶ ἀεὶ διοδεύων καὶ ποιῶν τοὺς ἀπλανεῖς καὶ πλανωμένους ἀστέρας διώκειν τὰ πάντα τῇ σῇ δημιουργίᾳ· πλήρωσόν με σοφίας, δυνάμωσόν με, δέσποτα, μέστωσόν μου τὴν καρδίαν ἀγαθῶν, δέσποτα, ὡς ἄγγελον ἐπίγειον, ὡς ἀθάνατον γενάμενον, ὡς τὸ δῶρον τὸ ἀπὸ σοῦ δεξάμενον, ἀμήν, ἀμήν».
λέγε ἑπτάκις πρὸς ἄρκτον καὶ ἀπηλιώτην τὴν προσευχὴν τοῦ Ἰακώβ.
Ὀνειραιτητὸν ἐς λύχνον. ἅγνευσον εἰς τὸν καθημερινόν σου λύχνον καὶ λέγε πρὸς τὸν λύχνον, ἕως σβεσθῇ· «ὑγίαινε, λύχνε, παραφαίνων τῷ Ἁρσεντεφθα καὶ τῷ Ἁρσεντεχθα καὶ τῷ μεγάλῳ πατρὶ Ὀσίριδι Μιχαήλ. εἰ γείνεται πρὸς ἐξαίτησιν καλόν, δεῖξόν μοι ὕδωρ καὶ ἴδαν, εἰ δὲ ἄλλως, δεῖξόν μοι ὕδωρ καὶ πέτραν.»
Ἄλλο ὀνειραιτητόν. λαβών σου τὸν ἔσχατον ψωμὸν δείκνυε τῷ λύχνῳ καὶ δεικνύων λέγε καὶ εἴπας διαμάσησαι καὶ πίε ἐπάνω οἶνον καὶ κοιμῶ μηδενὶ λαλήσας. τοῦτο δὲ ἐὰν πραχθῇ, ἔπευθυ θεωρήσεις τινά σοι λαλοῦντα οι … αλ οσμω … πρα, ἐγώ εἰμι Λαμψυς. εἰ δέδοταί μοι τόδε τὸ πρᾶγμα, δεῖξον ἑταῖραν, εἰ δʼ αὖ, στρατιώτην.
«Κλῦθί μοι, εὐμειδὴς καὶ ἐπίσκοπος, εὔσπορʼ Ἄνουβι, κλῦθί τε, αἱμύλε, κρυπτὲ πάρευνε, σαῶτι Ὀσίρεως, δεῦρʼ, Ἑρμῆ, ἅρπαξ, δεῦρʼ, εὐπλόκαμε, χθόνιε Ζεῦ, κῦρσαι δωσάμενοι κρηήνατε τήνδʼ ἐπαοιδήν. δεῦρʼ, Ἅιδη καὶ Χθών, πῦρ ἄφθιτον, Ἥλιε Τιτάν, ἐλθὲ καὶ Ἰάα καὶ Φθᾶ καὶ Φρῆ νομοσώσων, καὶ Νεφθὼ πολύτιμε καὶ Ἀβλαναθὼ πολύολβε, πυρσοδρακοντόζωνʼ, ἐρυσίχθων, αἰπυκαρείη, Ἀβραξᾶ, περίβωτε τὸ κοσμικὸν οὔνομα δαίμων, ἄξονα καὶ χορίον καὶ φῶτα νέμων παγέρʼ Ἄρκτων, ἐλθὲ καὶ ἐνκρατείᾳ πάντων προφερέστερʼ ἐμοί, Φρήν, σὲ καλέω, Βριαρεῦ, καὶ Φράσιε, καὶ σʼ Ἰξίων, καὶ Γενεὰ καὶ Ἀφηβιοτὰ καὶ Πῦρ καλλιαιθές, ἠδʼ ἔλθοις, Χθονία καὶ Οὐρανία, καὶ ὀνείρων ἣ μεδέεις, καὶ Σείριʼ, ὃς … .»
Μεγάλη Ἶσις ἡ κυρία. ἀντίγραφον ἱερᾶς βίβλου τῆς εὑρεθείσης ἐν τοῖς τοῦ Ἑρμοῦ ταμίοις. ὁ δὲ τρόπος ἐστὶν τὰ περὶ τὰ γράμματα κθʹ, διʼ ὧν ὁ Ἑρμῆς καὶ ἡ Ἶσις ζητοῦσα ἑαυτῆς τὸν ἀδελφὸν καὶ ἄνδρα Ὄσιριν ἐξεῦρεν. ἐπικαλοῦ μὲν τὸν Ἥλιον καὶ τοὺς ἐν βυθῷ θεοὺς πάντας, περὶ ὧν θέλεις κληδονισθῆναι, καὶ λαβὼν φοίνικος ἄρσενος φύλλα κθʹ ἐπίγραψον ἐν ἑκάστῳ τῶν φύλλων τὰ τῶν θεῶν ὀνόματα καὶ ἐπευξάμενος αἶρε κατὰ δύο δύο. τὸ δὲ ὑπολιπόμενον ἔσχατον ἀνάγνωθι, καὶ εὑρήσεις σου τὴν κληδόνα, ἐν οἷς μέτεστιν, καὶ χρηματισθήσῃ τηλαυγῶς.
εἰς τὸν δεξιὸν … εἰς τὰ ἀριστερὰ τοῦ τραχήλου· … ἐπὶ τὸν δεξιὸν ὦμον· … ἐπὶ τὸ ἄκρον τοῦ δεξιοῦ μαστοῦ· … ἐπὶ τὸν ἀριστερὸν ὦμον· … λήμψεται … ἐπὶ τὸ ἄκρον τοῦ ἀριστεροῦ μαστοῦ· … ἐπὶ τὸ στῆθος π …
… ηση γὰρ τὸν μ … λαβοῦσαν, μεγάλα … καὶ ἔξω φεύγη … εται ἡ γυνή, ἐλε … ἄνθρωποι ἐπὶ του … α φάρμακα κατ … ικαν καθευδο …
Ἅγιος κύριος Ζαβαώτ.
οβʹ εἰ λήμψομαι τὸ ὀψώνιον; ογʹ εἰ μενῶ, ὅπου ὑπάγω; οδʹ εἰ πωλοῦμαι; οεʹ εἰ ἔχω ὠφέλιαν ἀπὸ τοῦ φίλου; οϛʹ εἰ δέδοταί μοι ἑτέρῳ συναλλάξαι; οζʹ εἰ καταλλάσσομαι εἰς τὸν γόνον; οηʹ εἰ λαμβάνω κομιᾶτον; οθʹ εἰ λήμψομαι τὸ ἀργύριον; πʹ εἰ ζῇ ὁ ἀπόδημος; παʹ εἰ κερδαίνω ἀπὸ τοῦ πράγματος; πβʹ εἰ προγράφεται τὰ ἐμά; πγʹ εἰ εὑρήσω πωλῆσαι; πδʹ εἰ δύναμαι, ὃ ἐνθυμοῦμαι, ἆραι; πεʹ εἰ γίνομαι βιόπρατος; πϛʹ εἰ φυγαδεύσομαι; πζʹ εἰ πρεσβεύσω; πηʹ εἰ γίνομαι βουλευτής; πθʹ εἰ λύεταί μου ὁ δρασμός; ϙʹ εἰ ἀπαλλάσσομαι τῆς γυναικός; ϙαʹ εἰ πεφαρμάκωμαι; ϙβʹ εἰ λαμβάνω τὸ ἴδιον; ϙγʹ εἰ …
Νεικητικὸν Σαραπάμμωνει, υἱῷ Ἀπολλωνείουδὸς νείκην, ὁλοκληρίαν σταδίου καὶ ὄχλου τῷ προκειμένῳ Σαραπάμμωνι. ἐξ ὀνόματος Συλικυς ἢ Σου …
Ορ ορ φορ φορ Σαβαώθ, Ἀδωνέ, Σαλαμα, Ταρχει, Ἀβρασάξ· δέννω σέ, σκορπίε Ἀρτεμισίας, τριακόσια δεκάπεντε. Παχων πεντεκαιδεκάτῃ …
Ὡρ Ὡρ φωρ φωρ Ἰάω, Ἀδωναεί, Σαβαώθ, Σαλαμαν, Ταρχχει· δέννεω σαί, σκορπίε Ἀρτεμίσου, ιγʹ.
Ὡρ Ὡρ φωρ φωρ Ἀδωναί, Σαλαμα ρθαχι· δέννο σε, σκορπίε Ἀρτημίσιε. Φαμενωθ τέσσαρο, φωρ ορ ορ οσοα δδδ ρρρ.
Ῥοθίοις ἐκέλευον ἀνέμοις καὶ μέρεσι σοῖς πελαγίοις, ὅτε πλέειν ἤθελον ἐγώ. ὅτε μένειν ἤθελον ἐκεῖ, ἔλεγον μέρεσιν πελαγίοις· «μὴ τύπητε τὰ πελάγη, ἅλʼ ὑποτάξατε ναυβάταις.» ὅλος ἄρʼ ἄνεμος ἐπείγεται· ἀπέκλειεν τὰ πνεύματα. καὶ, ʼναξ, δὸς τὰ ἄβατα εὔβατα.
Σοκωννωκοννῖ, θεῷ μεγαλο μεγάλῳ· χρημάτισόν μοι, ἦ μείνῳ ἐν Βακχιάδι; ἦ μέλλω ἐντυνχάνιν; τούτῳ ἐμοὶ χρημάτισον.
Τῷ μεγίστῳ κραταιῷ θεῷ Σοκνοπαίῳ παρὰ Ἀσκληπιάδου τοῦ Ἀρείου· εἶ οὐ δίδοταί μοι συμβιῶσαι Ταπεθεῦτι Μαρρείους, οὐδʼ οὐ μὴ γένηται ἄλλου γυνή; ὑπόδειξόν μοι καὶ κύρωσόν μοι τοῦτο τὸ γραπτόν. πρόην δʼ ἦν ἡ Ταπεθεῦς Ὡρίωνος γυνή. ἔτους λεʹ Καίσαρος, Παχων αʹ.
Σοκνοπαίῳ καὶ Σοκονπιεῖος, θεοὶ μεγάλοι μεγάλοι, παρὰ Στοτοῆτις τοῦ Ἀπύνχεος, τοῦ Τεσενοῦφις· ἦ μὲν σοθήσῳ ταύτης ἧς ἐν ἐμοὶ ἀσθενίας; τοῦτόν μοι ἐξένικον.
Θεῶν μεγάλων μεγάλων Σοκνοπαίῳ καὶ Σοκονουπις· εἶ δέδεκται συνβαλῖν περὶ γυναιγοῦ; τοῦτό μοι φέρε.
Κυρίῳ Σοκνοπαίῳ, θεῷ μεγάλῳ, καὶ Ἄμμωνι, θεοῖς μεγίστοις· ἀξιοῖ Σώτας, εἰ οὐ μέλλι ὁ νομάρχης ἐναυτοῦ ἀγανακτῖ ἢ ἐξετάζι τὰ κατʼ ἐμέ, ὅτι τὰ πιττάκια Οὐαλερίου ἐγὼ γράφω. τοῦτώ μοι δός.
Κυρίῳ Σοκνοπαίῳ καὶ Ἄμμωνι, θεοῖς μεγάλοις· χρημάτισον Ζωιλᾶτι, εἰ μεθίστατε ὁ κωμογραμματεὺς τῆς Βουβασα ἐκ τῆς ἐπιστολῆς. τοῦτό μοι δός.
Κύριοι Διόσκουροι· ἦ κρείνεται αὐτὸν ἀπελθεῖν ἰς πόλιν; τοῦτο ἐκξένειγκον καὶ συμφονησάτο πρὸς τὸν ἀδελφόν σου.
Κύριέ μου, Σαρᾶπι Ἥλιε, εὐεργέτα· εἶ βέλτειόν ἐστιν Φανίαν, τὸν υἱόν μου, καὶ τὴν γυναῖκα αὐτοῦ μὴ συμφωνῆσαι νῦν τῷ πατρὶ αὐτοῦ, ἀλλὰ ἀντιλέγειν καὶ μὴ διδόναι γράμματα; τοῦτό μοι σύμφωνον ἔνενκε. ἔρρωσο.
Διὶ Ἡλίῳ, μεγάλῳ Σεράπιδι, καὶ τοῖς συννάοις. ἐρωτᾷ Νίκη· εἶ συμφέρει μοι ἀγοράσαι παρὰ Τασαραπίωνος, ὃν ἔχει δοῦλον Σαραπίωνα τὸν καὶ Γαΐωνα; τοῦτό μοι δός.
Ἐξορκείζω σε, Εὐάγγελε, κατὰ τοῦ Ἀνούβιδος καὶ τοῦ Ἑρμοῦ καὶ τῶν λοιπῶν πάντων κάτω, ἄξαι καὶ καταδῆσαι Σαραπιάδα, ἣν ἔτεκεν Ἑλένη, ἐπʼ αὐτὴν Ἡραείδαν, ἣν ἔτεκεν Θερμουθαριν, ἄρτι, ἄρτι, ταχὺ ταχύ. ἐξ ψυχῆς καὶ καρδίας ἄγε αὐτὴν τὴν Σαραπιάδα, ἣν ἔτεκεν Ἑλένη εἰδίᾳ μήτρᾳ, μαει οτε ελβωσατοκ αλαουβητω ωειο … αην, ἄξον καὶ κατάδησον ψυχὴν καὶ καρδίαν Σαραπιάδος, ἣν ἔτεκεν Ἑλένη, ἐπʼ αὐτὴν Ἡραείδαν, ἣν ἔτεκεν Θερμουθαριν μήτρᾳ αὑτῆς, ἄρτι ἄρτι, ταχὺ ταχύ.
Ὡς ὁ Τυφῶν ἀντίδικός ἐστιν τοῦ Ἡλίου, οὕτως καῦσον καρδίαν καὶ ψυχὴν αὐτοῦ Ἀμωνείου, οὗ ἔτεκεν Ἑλένη, καὶ εἰδίᾳ μήτρᾳ, Ἀδωναί, Ἀβρασάξ, Πινοῦτι καὶ Σαβαώς, καῦσον ψυχὴν καὶ καρδίαν αὐτοῦ Ἀμωνείου, οὗ ἔτεκεν Ἑλένη, ἐπʼ αὐτὸν Σεραπιακόν, ὃν ἔτεκεν Θρέπτη, ἄρτι, ἄρτι, ταχὺ ταχύ. τῇ αὐτῇ ὥρᾳ καὶ τῇ αὐτῇ ἡμέρᾳ, ἐξ αὐτῆς συνκατάμειξον τὰς ψυχὰς ἀνφοτέρων καὶ ποίησον αὐτὸν τὸν Ἀμώνειον, ὃν ἔτεκεν Ἑλένη, αὐτὸν Σεραπιακόν, ὃν ἔτεκεν Θρέπτη, πᾶσαν ὥραν καὶ πᾶσαν ἡμέραν καὶ πᾶσαν νύκτα· διό, Ἀδωναί, ὕψιστε θεῶν, οὗ ἐστιν τὸ ὄνομα τὸ ἀληθινόν, δίωκε, Ἀδωναί.
αβλαναθαναβλαναμαχαραμαραχαραμαραχ βλαναθαναβλαναμαχαραμαραχαραμαρα λαναθαναβλαναμαχαραμαραχαραμαρ μαχα αχ α ἀκάματε Κοκ Κουκ Κουλ, παῦσον τὴν Ταΐδα ἀπὸ παντὸς ῥίγους, ἣν ἔτεκεν Ταραυς, ἢ τριταίου ἢ τεταρταίου ἢ καθημερινοῦ ἢ παρημερινοῦ ἢ νυκτοπυρετοῦ ἢ λεπτοπυρετοῦ, ὅ τι ἐγώ εἰμι ὁ πατροπαράδοτος θεός, ἀκάματος Κοκ Κουκ Κουλ ἤδη ἤδη, ταχὺ ταχύ.
… στήσεται, κἂν σελήνῃ κελεύσω, καταβήσεται, κἂν κωλῦσαι θελήσω τὴν ἡμέραν, ἡ νύξ μοι μενεῖ, κἂν δεηθῶμεν πάλιν ἡμέρας, τὸ φῶς οὐκ ἀπελεύσεται, κἂν πλεῦσαι θελήσω τὴν θάλατταν, οὐ δέομαι νεώς, κἂν διʼ ἀέρος ἐλθεῖν, κουφισθήσομαι. ἐρωτικὸν μόνον οὐχ εὑρίσκω φάρμακον, οὐ ποιῆσαι δυνάμενον, οὐ παῦσαι δυνάμενον· ἡ γῆ γάρ, φοβουμένη τὸν θεόν, οὐ φέρει. εἰ δέ τις ἔχει καὶ δίδωσιν, αἰτῶ, δέομαι· «δότε· πιεῖν θέλω, χρίσασθαι θέλω». φαίνεσθαί σου τῇ θυγατρὶ καλὸν εἴδωλον λέγεις, καὶ τοῦτό σοι παράδοξον εἶναι δοκεῖ; πόσοι δὲ ἄλλοι παραλόγων ἠράσθησαν σωμάτων … νι … ο … ερω … μ …
«Ἐπικαλοῦμαι σε, ὁ καθήμενος ἐπὶ τῆς ἀβύσσου, Βυθαθ, ἐπικαλοῦμαι καὶ τὸν καθήμενον ἐν τῷ πρώτῳ οὐρανῷ, Μαρμαρ, ἐπικαλοῦμαί σε, ὁ καθήμενος ἐν τῷ βʹ οὐρανῷ, Ῥαφαήλ, ἐπικαλοῦμαί σε, ὁ καθήμενος ἐν τῷ γʹ οὐρανῷ, Σουριήλ, ἐπικαλοῦμαί σε, ὁ καθήμενος ἐν τῷ δʹ οὐρανῷ, Ἰφιαφ, ἐπικαλοῦμαί σε, ὁ καθήμενος ἐν τῷ οὐρανῷ εʹ, Πιτιήλ, ἐπικαλοῦμαί σε, τὸν ἐν τῷ οὐρανῷ … , Μουριαθα. ἐπικαλοῦμαί σε, ὁ καθήμενος ἐπὶ τοῦ χιόνος, Τελζη, ἐπικαλοῦμαί σε, Ἐδανώθ, τὸν ἐπὶ τῆς θαλάσσης, ἐπικαλοῦμαί σε, Σαεσεχέλ, τὸν ἐπὶ τῶν δρακόντων, ἐπικαλοῦμαί σε, Ταβιυμ, ὁ ἐπὶ τῶν ποταμῶν, ἐπικαλοῦμαί σε, Βιμαδαμ, ἐπικαλοῦμαί σε, Χαδραουν, ὁ καθήμενος ἐν μέσῳ τοῦ Χαδραλλου, μέσον τῶν δύο Χερουβὶν καὶ Σαραφὶν ὑμνολογούντων τὸν κύριόν σε πάσης στρατιᾶς τῆς ὑπὸ τὸν οὐρανόν. ἐξορκίζω ὑμᾶς πάντας κατὰ τοῦ θεοῦ τοῦ Ἀβρὰμ καὶ Ἰσακὰ καὶ Ἰαχώβ, ἵνα μου ὑπακούσητε τελέως παλάμῃ, πᾶς τελέως ἀκούων, καὶ παραμείνητέ μοι καὶ δώηστέ μοι χάριταν καὶ δυναμίαν καὶ νίκην καὶ ἰσχὺν ἔμπροσθεν πάντων, ἀνδρῶν μικρῶν καὶ μεγάλων, ὡς καὶ μονομάχων καὶ στρατιωτῶν καὶ παγανῶν καὶ γυναικῶν καὶ κορασίων καὶ παιδίων καὶ πάντων, ταχὺ ταχύ, διὰ τὴν δύναμιν τοῦ Ἰάω καὶ τὴν ἰσχὺν τοῦ Σαβαὼθ καὶ τὸ ἔνδυμα τοῦ Ἐλωὲ καὶ τὸ κράτος τοῦ Ἀδωναὶ καὶ τὸν στέφανον τοῦ Ἀδωναί. δότε κἀμοὶ χάριτα καὶ νίκην ἔμπροσθεν πάντων, ὡς τἀγαθὰ δορήματα ἐχαρίσου τῷ Ἀλβαναθαναλβα καὶ Ἀκραμαχαμαρι, καὶ διὰ τοῦτο οὖν παρακαλῶ καὶ ἐξορκίζω ὑμᾶς, ἵνα δότε χάριν καὶ νίκην καὶ δύναμιν καὶ πνεῦμα, κοιράνου διαδηματωφόρου τρίτου χαρίτησίν μου, ταχὺ ταχύ, ὅτι ἐξορκίζω ὑμᾶς Ἰάω, Σαβαώθ, αω, Σαβαώθ, ω, Σαβαώθ, Σαβαώθ, α, αβαωθ, βαωθ, αωθ, ωθ, θ.» παρὰ τὰ πνεύματα τὰ ἐναντίου ἴδʼ ἐπὶ φνεύματα τῆς κοσμήσεος καὶ ὑψωσίας. ἐπικαλοῦμαι κὰ παρακαλῶ καὶ ἐξορκίζω ὑμᾶς, ἵνα μου πᾶγ κήλευμα ὑπακούσητε ἀπαραβάτως, χαρίτησίν μου, κυράνου διαδηματωφόρου τρίτου, Σαβάθ.
Παῦλος Ἰουλιανός ἐξορκίζω ὑμᾶς κατὰ τοῦ θεοῦ τοῦ Σαραχαήλ, τοῦ Βιλιάμ, κὰ τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα κατʼ αὐτῆς … ν καὶ βιο …
Κάτοχος, εἰς πάντα ποιῶν. λαβὼν λάμναν μολιβῆν ψυχρήλατον γράφε χαλκῷ γραφίῳ τὸ ὑποκίμενον ζῴδιον καὶ τὰ ὀνόματα καὶ κατατίθου πλησίον καταντικρύς· «ἐλθέ, Τυφῶν, ὁ ἐπὶ τὴν ὑπτίαν πύλην καθήμενος, Ἰὼ Ἐρβήθ, ὁ τὸν ἴδιον ἀδελφὸν σφάξας, Ἰὼ Πακερβήθ, Ἰὼ Βολχοσήθ, Ἰὼ Ἀπομψ, Ἰὼ σεσενρω Ἰὼ βιματ, ἰακουμβιαι, ἀβερραμενθωου λερθεξαναξ, ἐθρελυοωθ μεμαρεβα, του Σήθ, βολκολ, ἄοκνον τόν σου υἱὸν φρῖξον.» Ἰὼ Ἐρβήθ Ἰὼ Πακερβήθ Ἰὼ Βολχοσήθ Ἰὼ ἀπομψ Ἰὼ σεσερω Ἰὼ βιματ Ἰὼ Ἰακουμβιαι Ἰὼ Παταθναξ α Σήθ, Σήθ, Σήθ ζαγουρη Σήθ βρακ Ἰ ὼ Ἐὴ ρθ β
Ἰρὼς
ὼβΒὴ
Πήοθ,
αθλ Ἰὼ
κ χ Ἰὴ
ε Ἰ ο Σήθ, Σήθ Σήθ, Σήθ Σήθ, Σήθ Σήθ βρακ, βρακ βρακ, βρακ βρακ, βρακ βρακ Ἰὼ Πακερβήθ βρακ βρακ Σήθ, Σήθ, Σήθ Ἰαβερραμενθω ουλερθεξαναξ ἐθρελυοωθ νεμαρεβα του Σὴθ βολ κολ ἄοκνον τόν σου υἱὸν φρῖξον
Θυμοκάτοχον καὶ χαριτήσιον καὶ νικητικὸν δικαστηρίων βέλτιστον, μέχρεις καὶ πρὸς βασιλέας ποιεῖ, οὗ μῖζον οὐδέν. λαβὼν λάμναν ἀργυρᾶν γράφε χαλκῷ γραφίῳ τὴν ὑποκιμένην σφραγῖδα τοῦ ζῳδίου καὶ τὰ ὀνόματα καὶ φόρει ἐν τῷ ὑποκαλύμματί σου, καὶ νικήσις. ἔστι δὲ τὰ γραφόμενα ὀνόματα ταῦτα· «Ἰαώ, Σαβαώθ, Ἀδωναί, Ἐλωαί, Ἀβρασάξ, Ἀβλαναθαναλβα, Ἀκραμμαχαμαρι, πεφθαφωζα, φνεβεννουνι, κύριοι ἄγγελοι, δότε μοι, τῷ δεῖνα, ᾧ ἔτεκεν ἡ δεῖνα, νίκην, χάριν, δόξαν, ἐπιτυχίαν πρὸς πάντας ἀνθρώπους καὶ πρὸς πάσας γυνε͂κας, μάλιστα πρὸς τὸν δεῖνα, ὃν ἔτοκεν ἡ δεῖνα, ἐπὶ τὸν ἀεὶ καὶ ἅπαντα χρόνον.» τέλει. Ἰάω α δ ρ α ι β α α δ ε ω ι β θ α α δ ο ω ρ ζ ε ε θ ι ε ρ ι α ζαγουρη α αριοβαδοζειραδ αβαϊθα ερουχι ι ληϊηλιχυορε αριοβαθα δαριζο η δαβοιρα. α
Ἀγωγή, ἔμπυρον βέλτιστον, οὗ μῖζον οὐδέν. ἄγι δὲ ἄνδρας γυνεξὶν καὶ γυνε͂κας ἄνδρεσιν καὶ παρθένους ἐκπηδᾶν οἴκοθεν ποιεῖ. λαβὼν χάρτην καθαρὸν γράφε αἵματι ὀνίῳ τὰ ὑποκίμενα ὀνόματα καὶ τὸ ζῴδιον, καὶ βαλὼν οὐσίαν, ἧς θέλεις γυναικός, χρίσας τὸ πιττάκιον ὀξοκόμι βεβρεγμένῃ κόλλα εἰς τὸν ξηρὸν θόλον τοῦ βαλανίου, καὶ θαυμάσεις. τήρει δὲ σεαυτόν, μὴ πληγῇς. ἔστι δὲ τὰ γραφόμενα ταῦτα· «ἐλθέ, Τυφῶν, ὁ ἐπὶ τὴν ὑπτίαν πύλην καθήμενος, Ἰὼ Ἐρβηθ, Ἰὼ Πακερβήθ, Ἰὼ Βαλχοσήθ, Ἰὼ Ἀπομψ, Ἰὼ σεσενρω, Ἰὼ βιματ, Ἰακουμβιαι, ἀβερραμενθω ουλερθεξαναξ ἐθρελυοωθ μεμαρεβα του Σήθ, ὡς ὑμεῖς καίεσθε καὶ πυροῦσθε, οὕτως καὶ ἡ ψυχή, ἡ καρδία τῆς δεῖνα, ἧς ἔτεκεν ἡ δεῖνα, ἕως ἂν ἔλθῃ φιλοῦσα ἐμὲ τὸν δεῖνα καὶ τὴν θηλυκὴν αὑτῆς φύσιν τῇ ἀρσενικῇ μου κολλήσῃ, ἤδη ἤδη, ταχὺ ταχύ.» Ἰ Σ β Ἰ ω η α ω ε θ κ β ρ Σ β ο β η ρ λ η θ α χ θ Σ κ ο Ἰ η β ς ω θ ρ η π α θ α κ Ἰ κ ω ε α ρ ἀβερραμενθωυ π β ο η μ θ ψ
Ἄλλο ἔμπυρον. λαβὼν χάρτην καθαρὸν γράφε τὰ ὑποκείμενα ὀνόματα καὶ τὸ ζῴδιον ζμυρνομέλανι καὶ λέγε τὸν λόγον τρίς. ἔστιν δὲ τὰ γραφόμενα ὀνόματα καὶ τὸ ζῴδιον τοῦτο· «κλῦθί μοι, ὁ κτίζων καὶ ἐρημῶν καὶ γενάμενος ἰσχυρὸς θεός, ὃν ἐγέννησεν λευκὴ χοιράς, ἀλθακα, εἰαθαλλαθα, σαλαιοθ, ὁ ἀναφανεὶς ἐν Πηλουσίῳ, ἐν Ἡλίου πόλει, κατέχων ῥάβδον σιδηρᾶν, ἐν ᾗ ἀνέφραξας τὴν θάλασσαν καὶ διεπέρασας ἀνεκξηράνας πάντα τὰ φυτά, ἄξον ἐμοὶ τῷ δεῖνα τὴν δεῖνα καιομένην, πυρουμένην, ἀεροπετουμένην, πεινῶσαν, διψῶσαν, ὕπνου μὴ τυγχάνουσαν, φιλοῦσαν ἐμὲ τὸν δεῖνα, ὃν ἔτοκεν ἡ δεῖνα, ἕως ἂν ἔλθῃ καὶ τὴν θηλυκὴν ἑαυτῆς φύσιν τῇ ἀρσενικῇ μου κολλήσῃ, ἤδη ἤδη, ταχὺ ταχύ.» ιαεω ιαε ια ι βαφρενδεμουν βαφρενδεμου βαφρενδεμο βαφρενδεμ βαφρενδε βαφρενδ βαφρεν βαφρε βαφρ βαφ βα β ἄξετέ μοι, τῷ δεῖνα, ᾧ ἔτεκεν ἡ δεῖνα, τὴν δεῖνα, ἣν ἔτεκεν ἡ δεῖνα, καιομένην, πυρουμένην, ἀεροπετουμένην, φιλοῦσαν ἐμὲ τὸν δεῖνα, ὃν ἔτεκεν ἡ δεῖνα, ἤδη ἤδη, ταχὺ ταχὺ
τέλει. ς νοθειλαριιιαη ε οθειλαριιιαη ς ειλαριιαη ε ιλαριιαη ν λαριιαη γ αριιαη ε ριιαη ν ιιαη β ιαη α αη ρ η φ φιρκιαλι α ιρκιαλι ρ ρκιαλι α κιαλι γ ιαλι γ αλι η λι ς ι
Ἀγωγὴ θαυμαστή, ἧς μεῖζον οὐδέν. λαβὼν ζμύρναν καὶ λίβανον ἀρσενικὸν βάλε εἰς ποτήριον καὶ ἀρχὴν ὄξους, καὶ τρίτῃ ὥρᾳ τῆς νυκτὸς βαλὼν εἰς τὸν στροφέαν σου τῆς θύρας λέγε τὸν λόγον ζʹ. ἔστι δὲ ὁ λεγόμενος λόγος οὗτος· ἐγείρεσθε, οἱ ἐν τῷ σκότει δαίμονες, καὶ ἀνάλλεσθε ἐπὶ τὰ πλινθία καὶ κόπτεσθε τὰ στήθη πηλωσάμενοι τὰ πρόσωπα. διὰ γὰρ τὴν δεῖνα, ἣν ἔτεκεν ἡ δεῖνα, τὰ ἀνόμιμα ᾠὰ θύεται· πῦρ, πῦρ, ἀνομία, ἀνομία. ἡ γὰρ Ἶσις ἀνεβόησεν μεγάλην κραυγήν , καὶ συνεταράχθη ὁ κόσμος· στρέφεται ἐπὶ τὴν ἱερὰν κλίνην, καὶ διαρήσσεται αὐτοῦ τὰ δεσμὰ τοῦ τε δαιμονιακοῦ εἵνεκεν τῆς ἐχθρᾶς καὶ ἀσεβοῦς τῆς δεῖνα, ἧς ἔτεκεν ἡ δεῖνα. σὺ δέ, Ἶσι καὶ Ὄσιρι καὶ χθονὸς δαίμονες Ἀβλαμγουνχωθω, Ἀβρασάξ, καὶ δαίμονες οἱ ὑπὸ τὸν χθόνον, ἐγείρεσθε, οἱ ἐκ τοῦ βάθους, καὶ ποιήσατε τὴν δεῖνα, ἣν ἔτεκεν ἡ δεῖνα, ἀγρυπνεῖν, ἀεροπετεῖσθαι, πεινῶσαν, διψῶσαν, ὕπνου μὴ τυγχάνουσαν, ἐρᾶσθαι ἐμοῦ τοῦ δεῖνα, οὗ ἔτεκεν ἡ δεῖνα, ἔρωτι σπλαγχνικῷ, ἕως ἂν ἔλθῃ καὶ τὴν θηλυκὴν ἑαυτῆς φύσιν τῇ ἀρσενικῇ μου κολλήσῃ. ἐὰν δὲ θέλῃ κοιμᾶσθαι, ὑποστρώσατε αὐτῇ σιττύβας ἀκανθίνας, ἐπὶ δὲ τῶν κοτράφων σκόλοπας, ἵνα μοι ἐπινεύσῃ ἐπὶ ἑταιρωτικῇ φιλίᾳ, ὅτι ὁρκίζω ὑμᾶς, τοὺς κατὰ τοῦ πυρὸς τεταγμένους, Μασκελλι, Μασκελλω, Φνουκενταβαώθ, ὀρεοβαζαγρα, ῥηξίχθων, ἱππίχθων, πυριπηγαναξ.
δέδεσαι, ἡ δεῖνα, τοῖς νεύροις τοῦ ἱεροῦ φοίνικος, ἵνα φιλῇς διόλου τὸν δεῖνα, καὶ οὐ μὴ σὲ λύσῃ οὐ κύων βαυβύζων, οὐκ ὄνος ὀγκώμενος, οὐ γάλλος, οὐ περικαθάρτης, οὐκ ἦχος κυμβάλου, οὐ βόμβος αὐλοῦ, ἀλλʼ οὐδὲν ἐξ οὐρανοῦ φυλακτήριον περὶ πᾶν, ἀλλὰ κρατείσθω τῷ πνεύματι.
Θυμοκάτοχον καὶ νικητικόν, οὗ μῖζον οὐδέν, λεγόμενον διὰ λόγων. κρατῶν σου τοὺς ἀντίχιρας λέγε τὸν λόγον ζʹ· «Ερμαλλωθ, Ἀρχιμαλλωθ, φιμώσατε τὰ στόματα τὰ κατʼ ἐμοῦ, ὅτι δοξάζω ὑμῶν τὰ ἅγια καὶ ἔνδοξα ὀνόματα τὰ ἐν τῷ οὐρανῷ.» πρὸς ἐπίδοσιν λόγων ἄρας ἶναν γράψον οὕτως· «ἐγώ εἰμι Χφυρις, ἐπιτυχῖν με δεῖ. Μιχαήλ, Ῥαφαήλ, Ῥουβήλ, Ναριήλ, Καττιήλ, Ῥουμβουθιήλ, Ἀζαριήλ, Ἰωήλ, Ἰουήλ, Ἐζριήλ, Σουριήλ, Ναριήλ, Μετμουριήλ, Ἀζαήλ, Ἀζιήλ, Σαουμιήλ, Ῥουβουθιήλ, Ῥαβιηήλ, Ῥάβχλου, Ἐναεζραήλ, ἄγγελοι, φυλάξατέ με ἀπὸ παντὸς πράγματος ἐπερχομένου μου.»
Λυσιφάρμακον. λαβὼν μολίβου ἐπίγραψον ἐπʼ αὐτοῦ ζῴδιον μονοποιοῦν τῇ δεξιᾷ χειρὶ κατέχοντα λαμπάδα, τῇ δὲ ἀριστερᾷ μάχεραν καὶ ἐπὶ τῆς κεφαλῆς ἱέρακες γʹ καὶ ὑπὸ τὰ σκέλη κάνθαρον, ὑπὸ δὲ τὸν κάνθαρον δράκοντα οὐροβόρον. ἔστι δὲ τὰ γραφόμενα περὶ τὸ ζῴδιον ταῦτα·
Ἀγωγή. εἰς ὄστρακον ὠμὸν χαλκῷ γραφίῳ· «Ἑκάτη, σʼ, Ἑκάτη, τρίμορφος, πεπληρωμένων πάντων πάσης σφραγισμῶν, ὁρκίζω σε, τὸν μεγάλον ὄνομα τοῦ Ἀβλαθανα, καὶ τὴν δύναμιν τοῦ Ἀγραμαρι, ὅτι σε ὁρκίζω, σε, ὃς τὸ πῦρ Ὀνυρ κατέχεις καὶ τοὺς ἐν αὐτῷ, τὴν δεῖνα πυρωθῆναι, διώκειν πρὸς ἐμὲ τὸν δεῖνα, ὅτι κατέχω μὲ τὴν δεξιὰν τοὺς δύο δράκωντας καὶ τὴν νίκην τοῦ Ἰαω Σαβαώθ, καὶ τὸ μεγάλο ὄνομα Βιλκατριμοφεχε, τὸ πῦρ παλλομένη, στουτουκατουτου διαφιλῆσαί με καιομένην, πυρουμένην πρός με, ναὶ, βασανιζομένην. Συνκουτουὲλ ἐγώ.» γράφε ηʹ χαρικτῆρας, οὕτως· «δός γέ μοι τὴν χάριν πάντων, Ἀδωναί, … «.
Εὐχὴ ἡλιακή, θυμοκάτοχον καὶ νικητικὸν καὶ χαριτήσιον , οὗ μῖζον οὐδέν. λέγε πρὸς ἥλιον ζʹ, καὶ λιπαίνων τὴν χῖραν κατάμασσε ἐπὶ τῆς κεφαλῆς καὶ τοῦ προσώπου. ἔστι δέ· «χαῖρέ μοι, ὁ ἐπὶ τοῦ ἀπηλιώτου τεταγμένος καὶ τοῦ κόσμου, ὃν δορυφοροῦσιν οἱ θεοὶ πάντες, ἀγαθῇ σου ὥρᾳ, ἀγαθῇ σου ἡμέρᾳ, ὁ Ἀγαθὸς Δαίμων τοῦ κόσμου, ὁ στέφανος τῆς οἰκουμένης, ὁ ἐκ τῆς ἀβύσσου ἀνατέλλων, ὁ καθʼ ἡμέραν γεννώμενος νέος καὶ γέρων δύνων Ἁρπενκνουφι βρινταντηνωφρι βρισσκυλμας ἀρουρζορβορο … μεσιντριφι νιπτουμι χμουμμαωφι· δέομε, κύριε, μὴ σφαλῆναι, μὴ ἐπιβουλευθῆναι, μὴ δηλητήριον φάρμακον λαβῖν, μὴ εἰς ἔκπτωσιν, βίου ἀπορίαν ἐνπεσῖν, ἀλλʼ ἑλεῖν καὶ λαβῖν παρά σου ζοήν, ὑγίαν, δόξαν, πλοῦτον, δύναμιν, ἰσχύν, ἐπιτυχίαν, ἐπαφροδισίαν, χάριν πρὸς πάντας ἀνθρώπους καὶ πρὸς πάσας γυναῖκας, νίκην κατὰ πάντων ἀνθρώπων καὶ κατὰ πασῶν γυναικῶν. ναί, δέσποτα Ἀβλαναθαναλβα Ἀκραμμαχαμαρι πεφνα φωζα φνεβεννουνι νααχθιπ … ουνορβα ποίησον, ὃ βούλομε πρᾶγμα, τῇ σῇ δυνάμι.»
Λαβὼν λάμναν μολιβῆν γράψον χαλκῷ γραφίῳ τὰ ὑποκίμενα ὀνόματα καὶ τὸ ζῴδιον, καὶ χρίσας αἵματι νυκτερίδος, τὴν λάμναν ἑλίξας κατὰ τρόπον, ἀναπτύξας βάθρακον φροῦνον βάλε εἰς τὴν γαστέραν αὐτοῦ, καὶ ῥάψας λίνῳ Ἀνουβιακῷ χαλκῇ βελόνῃ κρέμασον εἰς κάλαμον χωρίου ἐξ τριχῶν οὐρᾶς βοὸς μελάνης τοῦ ὀπιστίου, ἐξ ἀνατολῆς τοῦ χωρίου πλησίον ἀνατολῶν ἡλίου. ουσιρισεσεγγενβαρφαργγης ουσιριισεσε γγενβαρφ σιρισεσε γγενβαρφ ιρισεσε γενβαρφ ρι σεσε γενβαρφ ις εσε γενβαρφ ς εσεγ ενβαρφ ε σεγ βα σεγγεν β εγγεν γγεν γε ερικισηφηαραραχαραφθισικηρα ρικισιφθηαραραχαραηφθισικηρ ικισιφθηαραραχαραηφθισικη — βάθρον — «κύριοι ἄγγελοι, ὥσπερ ὁ βάθρακος οὗτος καταρρεῖ καὶ ξηρένεται, οὕτως καὶ τὸ σῶμα τοῦ δεῖνα, τὸ ἔτεκεν ἡ δεῖνα, ὅτι ὁρκίζω ὑμᾶς, τοὺς κατὰ τοῦ πυρὸς τεταγμένους Μασκελλι Μασκελλω» καὶ τὰ ἄλλα, κοινά.
Λαβὼν ὄστρακον ἀπὸ τριόδου τρίγωνον, τῇ ἀριστερᾷ χειρὶ ἄρας, γράφε ζμυρνομελανίῳ καὶ κρύψον· «Ἀσστράηλος Χράηλος λύσατε πᾶν φάρμακον γενόμενον κατʼ ἐμοῦ τοῦ δεῖνα, ὅτι ὁρκίζω ὑμᾶς κατὰ τῶν μεγάλων καὶ φικτρῶν ὀνομάτων, ὧν οἱ ἄνεμοι φρίζουσιν καὶ αἱ πέτραι ἀκούσαντες διαρήσσονται.» …
Λαβὼν αἷμα νυκτιβαοῦτος καὶ ζμυρνομέλαν, ὁμοῦ τὰ δύο μίξας γράφε καινῷ καλάμῳ τὸ ζῴδιον, καθὼς περιέχι, εἰς πιττάκιον καθαρόν, καὶ ἅμʼ ἀτενίσας εἰς τοῖχον καθαρόν, εἰς ἀνατολὴν βλέπων, πήξας εἰς σουδάριον ὁλόλινον σκόλοψιν ἀρρενικοῦ φοίνικος συνκάλυπτε τὸ ζῴδιον καὶ ἀποστὰς ἀπʼ αὐτοῦ πήχεις ἕξ, συνκαλύψας μέτρησον πεντήκοντα ἐννέα ἐπὶ τρὶς ἀναποδίζων, στήκων ἐπὶ τὸ σημῖον τῶν ἓξ πηχῶν.
Χαριτήσιν μέγα πρὸς παρόντας καὶ πρὸς ὄχλους, ποιεῖ δὲ καὶ πρὸς δαιμονιοπλήκτους. θύσας καὶ ἐπίθες καὶ λίβανον τοῖς ἐν λεπίδι ἀργυρᾷ χαρακτῆρσι, περίαψον. δωρεὰν διακονήσει.
ἐρηκισιφθηαραρχαραηφθισικηρε.
Φυσικλείδιον. λαβὼν ᾠὸν κορώνης καὶ κορωνοποδίου βοτάνης χυλὸν καὶ χολὴν νάρκας ποταμίας τρῖψον μετὰ μέλιτος καὶ λέγε τὸν λόγον, ὅταν τρίβῃς καὶ ὅταν συνχρίῃ τὸ αἰδοῖόν σου. ἔστι δὲ ὁ λόγος ὁ λεγόμενος· «σοὶ λέγω, μήτρα τῆς δῖνα, χάνε καὶ δέξαι τὸ σπέρμα τοῦ δεῖνα καὶ σπέρμα τὸ ἀκρατὲς τοῦ ἰαρφε αρφε — γράφε. φιλίτω με ἡ δεῖνα εἰς τὸν ἅπαντα αὐτῆς χρόνον, ὡς ἐφίλησεν ἡ Ἶσις τὸν Ὄσιριν, καὶ μινάτω μοι ἁγνή, ὡς ἡ Πηλενόπη τῷ Ὀδυσσῖ. σὺ δέ, μήτρα, μνημόνευέ μου εἰς τὸν ἅπαντα τῆς ζωῆς μου χρόνον, ὅτι ἐγώ εἰμι Ἀκαρναχθας». ταῦτα λέγε τρίβων, καὶ ὅταν χρίσῃς τὸ αἰδοῖον, καὶ οὕτω συγγίνου, ᾗ θέλις, καὶ σὲ μόνον ἀγαπήσι καὶ ὑπὸ μηδενός ποτε κοινωνήσεται, εἰ μὴ ὑπὸ σοῦ μόνου.
Ἀγωγή, ἔνπυρον ἐπὶ θείου ἀπύρου, οὕτως· λαβὼν θείου ἀπύρου βόλους ἑπτὰ ποίησον πυρὰν ἀπὸ ξύλων ἀμπελίνων. λέγε τὸν λόγον τοῦτον κατὰ ἕνα βόλον καὶ βάλε ἐν τῷ πυρί. ἔστι δὲ ὁ λόγος οὗτος· «ἠνοίγησαν οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ κατέβησαν οἱ ἄγγελοι τοῦ θεοῦ καὶ κατέστρεψαν τὴν πεντάπολιν Σόδομα καὶ Γόμορα, Ἀδαμά, Σεβουΐη καὶ Σηγώρ. γυνὴ ἀκούσασα τῆς φωνῆς ἐγένετο ἁλατίνη στήλη. σὺ εἶ τὸ θεῖον, ὃ ἔβρεξεν ὁ θεὸς ἀνὰ μέσον Σωδόμων καὶ Γομώρων, Ἀδαμὰ καὶ Σεβουίη καὶ Σηγώρ, σὺ εἶ τὸ θεῖον, τὸ διακονῆσαν τῷ θεῷ—οὕτω κἀμοὶ διακόνησον πρὸς τὴν δεῖνα, τῷ δεῖνα, καὶ μὴ αὐτὴν ἐάσῃς κοιμᾶσθαι μηδὲ ὕπνου τυχεῖν, ἕως ἐλθοῦσα ἐκτελέσῃ τὸ τῆς Ἀφροδίτης μιστήριον.» βάλλων εἰς τὸ πῦρ λέγε· «ἐάν σε βάλω εἰς τὸ πῦρ, ὁρκίζω σε κατὰ τοῦ μεγάλου παπ ταφε Ἰάω Σαβαώθ Ἀρβαθιάω ζαγουρη παγουρη καὶ κατὰ τοῦ μεγάλου Μιχαήλ Ζουριήλ Γαβριήλ σεσενγενβαρφαραγγης Ιστραήλ, Ἀβραάμ· ταύτην ἄξον τὴν δεῖνα τῷ δεῖνα.»
Ἄνοιξις θύρας. λαβὼν πρωτοτόκου κριοῦ ὀμφάλιον μὴ πεσὸν χαμαί, ζμυρνίσας ἔχε καί, ὅτε βούλῃ ἀνοῖξαι, πρόσφερε τοῖς κλίστροις λέγων τὸν λόγον τοῦτον, καὶ ἀνοίγεις εὐθέως. ἔστι δὲ ὁ λόγος· ἀνοίγηθι, ἀνοίγηθι, κλεῖστρον, ὅτι ἐγώ εἰμι Ὧρος ὁ μέγας ἀρχεφρενεψου φιριγχ, υἱὸς τοῦ Ὀσίρεως καὶ τῆς Ἴσιδος. βούλομαι δὲ φυγεῖν τὸν ἄθεον Τυφῶνα, ἤδη ἤδη, ταχὺ ταχύ.
Ἀσύνλημπτον, τὸ μόνον ἐν κόσμῳ. λαβὼν ὀρόβους, ὅσους ἐὰν θέλῃς πρὸς τὰ βούλει ἔτη, ἵνα μίνῃς ἀσύνλημπτος, βρέξον αὐτὰ εἰς τὰ καταμήνια τῆς γυναικὸς οὔσης ἐν ἀφέδρῳ, βρεξάτω αὐτὰ εἰς τὴν φύσιν ἑαυτῆς. καὶ λαβὼν βάτραχον ζῶντα βάλε εἰς τὸ στόμα αὐτοῦ τοὺς ὀρόβους, ἵνα καταπίῃ αὐτούς, καὶ ἀπόλυσον τὸν βάτραχον ζῶντα, ὅθεν αὐτὸν ἔλαβας. καὶ λαβὼν σπέρμα ὑοσκυέμου βρέξον αὐτὸ γάλακτος ἱππίου, καὶ λαβὼν ἀπομύξης ἀπὸ βοὸς μετὰ κριθῶν βάλε εἰς δέρμα ἐλάφιον καὶ ἔξωθεν δῆσον δέρματι βούρδωνος καὶ περίαψον ἀποκρουστικῆς οὔσης τῆς σελήνης ἐν θηλυκῷ ζωδίῳ ἐν ἡμέρᾳ Κρόνου ἢ Ἑρμοῦ. μῖξον δὲ καὶ ταῖς κριθαῖς καὶ ῥύπον ἀπὸ ὠτίου μούλας.
Ἀγωγὴ ἐπὶ ζμύρνης. λέγε τὸν λόγον καὶ βάλε ἐπὶ τὴν πλάκαν τοῦ βαλανίου, ἔστιν δὲ ὁ λόγος οὗτος· «Ζμύρνα, Ζμύρνα, ἡ παρὰ θεοῖς διακονοῦσα, ἡ ποταμοὺς καὶ ὄρη ἀναταράξασα, ἡ καταφλέξασα τὸ ἕλος τοῦ Ἀχαλδα, ἡ κατακαύσασα τὸν ἄθεον Τυφῶνα, ἡ σύμμαχος τοῦ Ὥρου, ἡ προστάτις τοῦ Ἀνούβεως, ἡ καθοδηγὸς τῆς Ἴσιδος· ὁπόταν σε βάλω, Ζμύρνα, ἐπὶ τὸν στρόβιλον τῆς πλακὸς τοῦ βαλανίου τούτου, ὡς σὺ κάῃ, οὕτως καὶ σὺ καύσεις τὴν δεῖνα, ὅτι σε ἐξορκίζω κατὰ τῆς κραταιᾶς καὶ ἀπαραιτήτου Ἀνάγκης Μασκελλι Μασκελλω, Φνουκενταβαώθ, ὀρεοβαζάγρας, ῥηξίχθων, ἱππόχθων, πυρίχθων, πυριπαγανυξ, λεπεταν λεπεταν μαντουνοβοη καὶ κατὰ τῆς τούτου Ἀνάγκης λακι λακιω λακιωυδ λακιωυδα· ἄξον, καῦσον τὴν δεῖνα — κοινά, ὅσα θέλις —, ὅτι σε ἐξορκίζω κατὰ τῶν κραταιῶν καὶ μεγάλων ὀνομάτων· θειλωχνου ιθι πεσκουθι τετοχνουφι σπευσουτι Ἰάω, Σαβαώθ, Ἀδωναί, παγουρη, ζαγουρη, Ἀβρασάξ, Ἀβραθιάω, Τερηφαήλ, μουισρω, Λειλαμ, Σεμεσιλαμ, θοοου ϊιε ηω Ὀσιρ Ἀθομ χαμνευς φεφαων φεφεωφαϊ φεφεωφθα. ἔγειρε σεαυτήν, Ζμύρνα, καὶ ὕπαγε εἰς πάντα τόπον καὶ ἐκζήτησον τὴν δεῖνα καὶ ἄνοιγον αὐτῆς τὴν δεξιὰν πλευρὰν καὶ εἴσελθε ὡς βροντή, ὡς ἀστραπή, ὡς φλὼξ καομένη, καὶ ποίησον αὐτὴν λεπτήν, χλωράν, ἀσθενήν, ἄτοναν, ἀδύναμον ἐκ παντὸς τοῦ σώματος αὐτῆς ἐνεργήματος, ἕως ἐκπηδήσασα ἔλθῃ πρὸς ἐμέ, τὸν δεῖνα τῆς δεῖνα — κοινά, ὅσα θέλις —, ἤδη ἤδη, ταχὺ ταχύ.»
Ἀγωγὴ ἄσχετος, ποιοῦσα μονοημέρως. λαβὼν δέρμα ὄνου γράψον τὰ ὑποκείμενα αἵματι σιλούρου μήτρας, συνμίξας χυλὸν Σαράπιδος βοτάνης. ἔστιν δὲ τὰ γραφόμενα ταῦτα· «Σισισώθ, ἄξον μοι τὴν δεῖνα ἐν τῇ σήμερον ἡμέρᾳ, ἐν τῇ ἄρτι ὥρᾳ, ὅτι ἐξορκίζω σε κατὰ τοῦ ὀνόματος χυχαχαμερ μερουθ χμημινουθ θιωνθουθ φιοφαω βελεχας ααα εεε ηηη λʹ ςʹ ςʹ ςʹ νʹ νʹ. ἄξον τὴν δεῖνα τῷ δεῖνα — κοινά.» καὶ βαλὼν ἔσωθεν οὐσίαν μετὰ κατανάγκης θὲς εἰς στόμα κυνὸς νεκροῦ, καὶ αὐθωρὸν ἄξει.
[—ἀν]θρώπων ἀκαθάρτων οὐδεμ[ί]α [] []μένων, οὐ μέμιγμαι γυναικὶ α[] [ε]ἰδώς. ὅτ̣αν δὲ ὀμνύω η ἑστηκ[] []συνγένεια ἡ πρὸς πατρὸς καὶ π[] []ακοὶ φίλοι καὶ πατρικοὶ μετʼ αὐτ̣[] []το ουσοεθη ουχι, οὗτος δὲ [] [] εἰς πυξίν, ὅπως λαβὼν ἀν[] [ἐν] προαστείῳ μεγάλῃ φων[ῇ] [π]ροφητῶν καὶ τῶν πρ̣ω̣[] []ρίαν. ὅταν δὲ εἰς σ[] [].α̣.. ὀμνύει οὐ μὴ ἐκφαν[] []..ω οὐδʼ ὅσα ἤκουσε̣[] []αψωου̣[] []υ̣τ̣ε[ ]
θεοδώρου, τοῦτʼ ἔστιν τοῦ σεληνίου, ἀφελεῖν τι ἢ προσθεῖναι. ἐὰν τούτοις ἐκβάλλεται ἐκ τῆς … ὡς προήρηται καὶ ἄλλο … ον ἐκ παντὸς πράγματος—ου ἀθέμιτόν ἐστιν σοῦ ἡ … τις λάβῃ γράμμα τι … κ εὐσεβῶς αυ … λαβῃ περικάκησιν ἐστὶν καὶ μὴ σὺ το λαμβανόντων … ανα—
—καιρον ἅγνευσον ἑπτὰ ἡμέρας καὶ λαβὼν ζμυρνομέλανον εἰς χάρτην καθαρὸν γράφε … κάδιν βαλανίων· «δεῦρό μοι, … τὴν δύναμιν ἔχουσα … καὶ βάδισον εἰς τὸν οἶκον … δειδίξασα καὶ κρύψασα … πύλης· αὐτῆς γὰρ αὐ … προσδόσι τῆ σῇ δυνάμει ἄγε μοι τὴν δεῖνα τῆς δεῖνα, ὅτι συντο … ὕπνον τυχῖν καὶ λο … ἐνκέφαλον συντ … ἱερῶν ἰδώλων πλαο …
… ς … θαλάσσης … ὁ ἐν τῷ ὠκεανῷ ὀχεύων Ψοϊ φνουθι νινθηρ· σὺ εἶ ὁ καθʼ ἡμέραν καταφανὴς γινόμενος καὶ δύνων ἐν τῷ βορολίβᾳ τοῦ οὐρανοῦ, ἀνατέλλων ἐν τῷ νοταπηλιώτῃ· ὥρᾳ αʹ μορφὴν ἔχεις αἰλούρου, «ὄνομά σοι Φαρακουνηθ· ὥρᾳ βʹ μορφὴν ἔχεις κυνός· ὄνομά σοι Σουφι· ὥρᾳ γʹ μορφὴν ἔχεις ὄφεως, ὄνομά σοι Ἀβεραν νεμανε Θωύθ· ὥρᾳ δʼ μορφὴν ἔχεις κανθάρου, ὄνομά σοι Σενθενιψ· ὥρᾳ εʹ μορφὴν ἔχεις ὄνου, ὄνομά σοι Ἐνφανχουφ· ὥρᾳ ϛʹ μορφὴν ἔχεις λέοντος, ὄνομα σοι Βαϊσολβαϊ, … ὁ κυριεύων χρόνου· ὥρᾳ ζʹ μορφὴν ἔχεις τράγου, ὄνομά σοι Ουμεσθωθ· ὥρᾳ ηʹ μορφὴν ἔχεις ταύρου, ὄνομά σοι Διατιφη, ὁ ἀναφανὴς γενόμενος.
θατθαραθαυθωλθαρα θατθαραθαυθωλθαρα ατθαραθαυθωλθαρα ατθαραθαυθωλθαρα τθαραθαυθωλθαρα τθαραθαυθωλθαρα θαραθαυθωλθαρα θαραθαυθωλθαρα αραθαυθωλθαρα αραθαυθωλθαρα ραθαυθωλθαρα ραθαυθωλθαρα αθαυθωλθαρα αθαυθωλθαρα θαυθωλθαρα θαυθωλθαρα αυθωλθαρα αυθωλθαρα υθωλθαρα υθωλθαρα θωλθαρα θωλθαρα ωλθαρα ωλθαρα λθαρα λθαρα θαρα θαρα αρα αρα ρα ρα α α
Ἐξορκίζω σε τῶν δώδεκα στοιχείων τοῦ οὐρανοῦ καὶ ἰκοσιτέσσερα στοιχείων τοῦ κόσμου, ἵνα ἄγῃς μοι Ἡρακλῆν, ὃν ἔτεκεν Τααῖπις, πρὸς Ἀλλοῦν, ἧς ἔτεκεν Ἀλεξανδρία, ἤδη ἤδη, ταχὺ ταχύ.
Ὦ δέσποτʼ Ὀσερᾶπι καὶ θεοὶ οἱ μετὰ τοῦ Ὀσεράπιος καθήμενοι, εὔχομαι ὑμῖν, Ἀρτεμισίη ἥδʼ, Ἀμάσιος θυγάτηρ, κατὰ το͂ πατρὸς τῆς θυγατρός, ὃς αὐτὴν τῶν κτερέων ἀπεστέρησε καὶ τῆς θήκης. εἰ μὲν οὖν δίκαια μὲ ἐποίησε ἐμὲ καὶ τὰ τέκνα ταὐτοσαυτο͂, ὥσπερ μὲν οὖν ἄδικα ἐμὲ καὶ τὰ τέκνα τὐτοσαυτο͂ ἐποίησε, δόη δέ οἱ Ὀσερᾶπις καὶ οἱ θεοὶ μὴ τυχεῖν ἐκ παίδων θήκης μηδὲ αὐτὸν γονέας τοὺς αὐτοσαυτοῦ θάψαι. τῆς δὲ καταβοιῆς ἐνθῦτα κειμένης, κακῶς ἀπολλύοιτο κἐγ γῆι κἐν θαλάσσηι καὐτὸς καὶ τὰ αὐτοῦ ὑπὸ τοῦ Ὀσεράπιος καὶ τῶν θεῶν τῶν ἀμπʼ Ὀσερᾶπι καθημένων, μηδὲ ἱλάονος τυχάνοι Ὀσεράπιος μηδὲ τῶν θεῶν τῶν μετὰ τοῦ Ὀσεράπιος καθημένων. κατέθηκεν Ἀρτεμισίη τὴν ἱκετηρίην ταύτην, ἱκετύουσα τὸν Ὀσερᾶπιν τὴν δίκην δικάσαι καὶ τοὺς θεοὺς τοὺς μετὰ τοῦ Ὀσεράπιος καθημένους, τῆς δʼ ἱκετηρίας ἐνθαῦτα κειμένης, μηδαμῶς ἱλαόνων τῶν θεῶν τυχχάνοι ὁ πατὴρ τῆς παιδίσκης. ὃς δʼ ἂν ἕλοι τὰ γράμματα ταῦτα καὶ ἀδικοῖ Ἀρτεμισίην, ὁ θεὸς αὐτῶι τὴν δίκην ἐπιθείη μηδενὶ … θεραπυο … βοντι, ὅτι μὴ τοὺς Ἀρτημισίη κελύει, ὅτι … τοδε … ὥσπερ κοὐκ ἐπαρκέσαι … με περιεῖδε ἐπιδεῆ … κἀμοὶ τῆι ζώσηι … περιεῖδε ἐπιδεῆ … .
χρια̣.[] Βηει[] σουσι[] τρέμε̣ι̣ [] εντοκε.[] Κενταβ[] ἔνθεν τρέ[μ] νιθιορα Βαϊνχω̣[ωωχ]
αααααα εεεεεε ηηηηηη ιιιιιιιοοοο υυυυυ ωωωωω … αραήλ, Σαβαώθ, Οὐριήλ, ασαβα … … οσηπρακ
αβλαναθαναλβα Ἐμανουήλ βλαναθαναλβα Ἀσουήλ λαναθαναλβα Μαρμαρήλ αναθαναλβα Μελχιήλ ναθαναλβα Οὐριήλ αθαναλβα Θουριήλ θαναλβα Μαρμαριώθ αναλβα Ἀθαναήλ ναλβα Ἀθανήλ αλβα αωη … λβα Σαβαώθ βα Ἀδωναί α Ἐλωαί αβω … σεσεγγεν σφραγγης Μιχαήλ, Σαβαώθ λ … απαπα … Γαβριήλ, Σουριήλ, Ῥαφαήλ· διαφύλαξον Σοφίαν, ἣν ἔτεκεν Θεονείλλα, ἀπὸ παντὸς ῥίγους καὶ πυρετοῦ, ἤδη, ταχύ.
ααααααα εεεεεεε ηηηηηηη ιιιιιιι οοοοοοο υυυυυυυ ωωωωωωω υ ω εεεεεεε π̣ Χς Θωφωφα[.]μ̣ο̣ς̣[..]αμου κ.[] ουαβειο[.]ς βαμηρμ.... λ ..[ὠ]ταλγ̣ίας ε̣υ̣.....ματι ἀγραφης σ̣υριδ[] μετεκουσ̣η̣ς̣ ἀνέλθ̣ηι̣ ἐλ̣αυνόμενος ..[] πο̣ο̣ετον δ̣ι̣καιον παη.. τ̣α̣ι καιόμενα ταῦ̣τα̣ ἄχρι αθιαλ πυρον μολος Μιχαήλ ιχαηλ χαηλ αηλ ηλ λ Μιχαήλ [ιχαηλ] [χαηλ] αηλ ωζ υζ οζ ιζ [.]ζ εζ [.]ζ ξνιρυο
......ρ[..]ρφεη Ἀβρ[ά]ξ[α]ς ϊρμουν †αχοα βρη̣φαυ[.]ϊου αθηθαλ καθώλω [.]νϊτασφϊν Βαρούχ, Βαρούχ—δαυλα Ἀδωναια—χαιτα—σ̣ϊαμουρ—ερβελμων Ἐλωέ—Ἀδωναια—μελη[ ]α, σεσεμ̣ϊη[.] λαμεβδω—Ἐλωέ—αχραϊ—ηνναναι Ἀζαήλ—χερμαιω β[.]ροββαν Ἱ(ερουσα)λήμ []ν †
… η θέλις θεὸν λαλισ … ταῦτα τὰ ὀνόματα— … σον λαλεικαχρι … καιε … φιμωτικὸν καὶ … εἰς ὤστρακον ὠμὸν— … Ἰὼ Σήθ, Ἰὼ Ἐρβήθ, Ἰὼ … … Ἰὼ Σήθ, Ἰὼ Παταθνάξ— Ἰὼ Ὤσιρι … ς.
Ἦλ Ἦλ, Στραγήλ, Στρακουήλ, ὁ θεός, ὁ Σατουχεος, ὁ Ψατουχεος· φύλαξον, σκέπαζον, ἢ τρισήμερος, ἢ ἡμερινόν, ἢ ἰσημερινόν, ἢ ἀειπύρετος, καθαρίσει ἡμᾶς Εἰαόθ, Σαβαόθ …
εκ … τα … καὶ οἱ κύριοι αὐτῶν πρὸς τῶν κλήρων Τύχης ἢ Δαίμονος πίπτοντες εἰς τὸν περὶ φαρμακείας, αὐτοὶ κύριοι τοῦ κλήρου ὄντες τὸ αὐτὸ ποιήσουσι, Τύχης ἢ Δαίμονος καλῶς πιπτόντων. καὶ εἰς τὸν κλῆρον τόνδε Πταρχνούμεος ὁ περὶ φαρμακείας πίπτων τάδε ὅμοια ἐνεργήσει. τὰ δὲ προκείμενα ἔσται … α … .
[]σ[—] [—] τοῦ Δαίμονος. ἐάν ποτε [—τ]ύχῃ τοῦ ἰδίου τόπου ἢ καὶ ....σα [—]κ.. ὑπὸ κακοποιῶν μαρτυροῦ[ντ]ος φυγαδείας, σημαίνει ἢ [—] ἢ ἀσχημονοῦντας, ἐὰν μὲν οὖν ἀγαθοποιὸς ὑπάρχων, κακοποιὸς ὑπὸ ἀγαθοποιῶν ἀλλ̣ο̣τ̣ρ̣ι[.....]
Παρακαλῶ σε, νεκύδαιμον, καὶ τὴν περί σε γεγονυῖαν ἀνάγκην θανάτου, εἴδωλον θεῶν, ἀκοῦσαι τοῦ ἐμοῦ ἀξιώματος καὶ ἐκδικῆσαί με Νειλάμμωνα, ὃν ἔτεκεν Τερεῦς, ὅτι Ἐτῆς δέδωκε ἀναφόριον κατʼ ἐμοῦ ἢ κατὰ τῆς ἐμῆς θυγατρὸς Ἀΰγχιος ἢ τέκνων αὐτῆς ἢ ὧν ἐὰν ὦσι μετʼ ἐμοῦ, μὴ ἀκοῦσαι αὐτῶν τῶν δεδωκότων καθʼ ἡμῶν, ἤτοι ἀπὸ Ἑρμοῦ, ὃν ἔτεκεν … ἢ Εὐ … ς, λεγομένου Ἀπελλῆς, ἢ ἀπὸ Ἁρποχράτου, ὃν ἔτεκεν Τερεῦς, ὄντος κακοῦ ἀνδρὸς καὶ ἀσεβοῦς εἰς ἐμὲ τὸν πατέρα. ἀξιῶ σε, νεκύδαιμον, μὴ αὐτῶν ἀκοῦσαι, ἀλλὰ μόνου ἀκοῦσαι ἐμοῦ, Νειλάμμωνος, ὁσίου ὄντος εἰς θεούς, αὐτοὺς δὲ ποιῆσαι ἀσθενεῖς εἰς τὸν ἅπαντα αὐτῶν βίον.
.........ρ[.] ὁ λόγος
..θρασυκάρ[δ]ιος, ἀργυροδ̣[ίνης]
καὶ Χαρίτεσσι χωο̣ς ευ[....]ς
[Ἥ]ραν τε Σελήνην. οὕτως
φρένας αἳ ἐπιοῦσαι αιτ[..]λ̣
[.]ειν οὐδὲν θαλάμου περ
......ς̣[.]ες[.]ες̣[..]ς πώποτε
...ρ̣αι̣ δαρ̣[.....]ο̣ι̣ ωι δ
ισας̣[.]. Λαβὼ[ν ἰ]χνεύμονος
[ἐ]πὶ τοῦ ἀγροῦ ἔμβαλε εἰς ὀξύμυρον καὶ ἕψησον ἐφʼ ἡμέρας γʹ
...ην ἀλλα[..]α[..]λεις η̣μ̣ο̣
. ............
καὶ ε[.. ....]
Πειθὼ [.......] ὄψῃ[..] ...κρατεραῖσι ηεπεαλ̣γ̣ ... ἠπίη ἢ χ[α]ρίσηταί μ[ε]
ἤ με φιλήσῃ ἐν κατα
ο̣υ̣τ̣ι ἀπὸ κρατερεως[.]
Ἀγρυπ〈ν〉ητικόν· λαβών τι
τ̣α̣ς[...]μ[....] ἄρῃς, λέγε τὸ[ν] λ̣ό̣γ̣ο̣ν̣ [...]λ̣έ̣γ̣ε̣[...]ηως μητρὸς [ἐπι]καλῶν [τὸν] Ἔρω[τα] λέγε τὸν λόγο[ν] ... διὰ νυκτὸς καὶ ἡμέρας ἀπ ..π̣υ̣ρ̣σ̣ὸ̣ν̣ εἰς τὴν καρδίαν .....ως[ .]μ[. ...]
Ἀδωναί, ογοτ τὰ γράμματα ταῦτα· «συντέλεσον τῷ δεῖνα, ὅσα σοι εἰς τοῦτο ἔγραψα, καὶ ἀφήσω τὴν ἀνατολὴν καὶ τὴν δύσιν, ᾗ πρότερον κατεστάθη, καὶ σώσω τὰ κρέα τοῦ Ὀσίρεως ἐμπεδόν, καὶ οὐ διαρρήξω τὰ δεσμά, οἷς ἔδησας Τυφῶνα καὶ οὐ φωνήσω τοὺς βιαιοθανάτους, ἀλλʼ ἀφήσω, καὶ οὐκ ἐκχεῶ τὴν κεδρίαν, ἀλλʼ ἐάσω, καὶ σώσω τὸν Ἄμμωνα καὶ οὐ φωνεύσω, καὶ οὐ κατασκορπιῶ τὰ μέλη τοῦ Ὀσίρεως, καὶ σὲ κατακρύψω ἐκ τῶν γιγάντων· ει ει ει ει ει ει ει ει χοιν Ἀφουθ, χεννονευ, Ἀφουθ, Ἀνου Ἀώθ, ει ει ει πεοοε, Ἰακώβ, μαννοζ Αραννουθ, χαλ … αφ κουλιξ νοη ν … κ βορναθ λουβεινε αουηρ ουειρε ιτιν λοτολ ἀπάγγελλε τὰ κρυπτὰ τῆς μυριωνύμου θεᾶς Ἴσιδος».
ὁ δʼ ἐπάναγκος, ἵνα σοι δείξῃ, εἰ τελεῖται τὸ πρᾶγμα· ἐπισυνθύων βράθυ σὺν τῷ πιττακίῳ λέγε· «Ἶσι, ἁγνὴ Κούρα, σημεῖόν μοι τῶν ἀποτελεσμάτων δός, ἀνακάλυψον τὸν ἱερὸν πέπλον, τίναξόν σου τὴν μέλαιναν Τύχην καὶ κίνησον τὸ σύμπλεγμα τῆς ἄρκτου, ἅγιε Ἰωθη πνουν γμοηρμενδουμβα, ὁ μεγαλώνυμος Ἰακώ, Φθοηρι, θερμοηρ, Φθᾶω, ὁ μεγαλώνυμος Ἰωθη Φνουθουηρ βωβ ἕλιξ, ὁ μεγαλώνυμος Ἰακώ:» εἴπαντος δέ σου ταῦτα καὶ ἅμα λύσαντος τὰς χεῖρας ἐξαρεῖ θεὰ τὴν ἀκμὴν τῆς χειρὸς ἐκ τοῦ στήθους· ὄψῃ γὰρ ἀστέρα σοι ἀγόμενον ἐξ ἀνάγκης, εἰς ὃν βλέπεις ἀτενῶς, χαρακτῆρα ἐξηκοντικότα, εἰσπεπηδηκότα εἰς σὲ αὐτόν, ὡς θεόπληκτον γενέσθαι. ἔχε δὲ εἰς φυλακὴν προκείμενον τὸν χαρακτῆρα· πρὸς θεᾶς γὰρ ὁ χαρακτήρ ἐστιν Κρόνου, ὅστις σε θρασύνει. μετὰ δὲ τὸ λαβεῖν σε τοῦτο τὸ σημεῖον, χαίρων τῇ τύχῃ ἔπειπον ἅπαξ· «χαϊθραϊ». εἴπαντος γάρ σου, εἰς ὅσα εὔχῃ, σοὶ συνεργήσει, καὶ εὐθέως ταῦτα ῥήματα, μὴ ἀνάστασις γένηται τῶν ἀστέρων καὶ τῆς ἀγαθημερίας· «Θα … Οὐσῖρ, Φνουχ, μελλανχιω, κερδω, Μελιβευ … κασπ … νεβενθτριχ γαρν … ω θραω σαυ τραϊς τραϊς, Βασυμ· ἤδη, ἤδη συντέλεσον, ἐντὸς ὥρας τῆσδε ποίει, μεγαλόδοξε Πρόνοια, τὸν ἐχθὲς ἀνεπαφρόδιτον εὐσχήμονα πᾶσιν, ποίει δ … προτέρῳ δ … φ … »
ος κατα Λαβὼν λάμναν εκ μολίβου τολ·
«σοὶ λέγω, τῷ ἀώρῳ, τῷ κληθέντι καὶ παρειλημμένῳ ὑπὸ τοῦ ἀνόμου Τυφῶνος· ἐπιτάσσει σοι ὁ μέγας θεός, ὁ ἔχων ἄνω τὴν κατεξουσίαν καὶ τὸ βασίλειον τῶν νερτέρων θεῶν· παράλαβε τόνδε τὸν ἄνομον καὶ ἀσεβῆν, ὅτι οὗτός ἐστιν ὁ καύσας τὸν παπυρῶνα τοῦ Ὀσείρεως καὶ φαγὼν τῶν ἰχθύων τῶν ἱερῶν. παράλαβε τὸν δεῖνα, ὃν ἔτεκεν ἡ δεῖνα … »
… σελήνης πληρωθείσης … ε ἐνθυμάτων θυμιάσας ἀπολείχῃ, σιτουλας ἐκπεπωκώς ὑπὸ μέσου τοῦ στήθους Ἰὼ Ἐρβὴθ Ἰακουμβια Ἰὼ Πακερβήθ Ἰὼ Βολχοσήθ βασαουμ κοχλωτα τετομη … βασσαουμ Παταθνάξ ὀσεσρω Ἰωιω Πακερβήθ κεαχ ἐλθὲ ω Ἀβρασάξ κοινόν αμενθωουλερθεξαναξεθρελυωθνεμαρεβα.
… φ … ὁ καὶ Σαϊονῆϊς, ὃν ἔτεκεν ἡ Σενταῆσις. σύ, ὁ δοῦλος τοῦ ἐνδόξου θεοῦ Ἀβλαναθαναλβα, σύ, ὁ ὑπηρέτης τοῦ καλοῦ θεοῦ Ἀκραμμαχαμαρει, σύ, ὁ δοῦλος τοῦ Ἰαεω Σαβαὼ Ἀβρασὰξ Ἀδωναί, σύ, ὁ ὑπηρέτης τῶν δʹ καλῶν θεῶν καὶ ἐνδόξων, Ἀβεραμενθωουλερθεξαναξεθρελυοωθνεμαρεβα, Ἀεμειναεβαρωθερρεθωραβεανιεμεα, Ἐρηκισιθφηαραραχαραραηφθισικηρε, Ἰαεωβαφρενεμουνοθιλαρικριφιαεϋεαϊφιρκιραλιθονυομενερφαβωεαϊ· ὑμεῖς, οἱ καλοὶ καὶ ἔνδοξοι θεοί, διαφυλάξατε τὴν ταφὴν καὶ τὸ σῶμα καὶ τὸν τάφον ὅλον τοῦ Φθειοῦτος νεωτέρου ὁ καὶ Σαϊονῆϊς, ὃν ἔτεκεν ἡ Σενταῆσις … τὰ χρόνια τῆς κυρίας μυριωνύμου θεᾶς Ἴσιδος τιμωρήματα.
ο̣βφωχονμ̣πουο []αϊεροηνιονο̣. ιβοφαικον. σμο[] []ουρη[.] υ ε[] []αμ.. φ ι αρ φ(υλακτήριον)
Φίλτρον ἐπαινετὸν … λαβὼν ἔλαιον καθαρὸν καὶ βωτάνην σεῦτλος καὶ κλῶνας ἐλαίας ἆρον ἑπτὰ φύλλα καὶ ὁμοῦ πάντα τρίψας ἐπίχυννε εἰς τὸ ἔλαιον, ἄχρι οὗ ὡς ἔλαιον γένηται, καὶ βαλὼν αὐτὸ εἰς ἄγγος ἀνάβα ἐπὶ δώματος — ἢ ἐπὶ γῆς — πρὸς τὴν σελήνην καὶ λέγε τὸν λόγον ζʹ· «σὺ εἰ τὸ ἔλαιον, οὐκ εἶ δὲ ἔλαιον, ἀλλὰ ἱδρὼς τοῦ Ἀγαθοῦ Δαίμονος, ἡ μύξα τῆς Ἴσιδος, τὸ ἀπόφθεγμα τοῦ Ἡλίου, ἡ δύναμις τοῦ Οὐσίριος, ἡ χάρις τῶν θεῶν. ἀπολύω σε πρὸς τὴν δεῖνα, τὴν ἔτεκεν ἡ δεῖνα. ἦ διακόνησόν μοι πρὸς τὴν δεῖνα, πρίν σοι ἐπαναγκαστικοὺς θεοὺς ἐνέγκω, ἐὰν μὴ πέμψῃς, ἐπεὶ σιδηρᾶς θύρας ῥήξω αὐτός. οὐκέτι ἐπὶ ταῦτά σε πέμψω, οὐδὲ χρεία ἐστὶν τούτων, ἀλλὰ ἐπὶ τὴν δεῖνα, ἣν ἔτεκεν ἡ δεῖνα, ἵνα, ἐὰν ἀφῇ σε, αὐτῆς τὴν κεφαλὴν πιάσῃς. σκότωσον αὐτήν· μὴ γνώτω, ποῦ ἐστίν. πῦρ ὑποκάτω αὐτῆς γενοῦ, ἄχρι οὗ ἔλθῃ πρὸς ἐμέ, ἵνα με φιλῇ εἰς τὸν ἅπαντα χρόνον, καὶ μὴ δυνηθῇ μήτε πιεῖν μήτε φαγεῖν, ἄχρι οὗ ἔλθῃ πρὸς ἐμέ, ἵνα με φιλῇ εἰς τὸν ἅπαντα χρόνον. ἐξορκίζω σε τὸν μέγαν θεὸν τὸν ἐπὶ τῆς ὀροφῆς τοῦ οὐρανοῦ Ἁρβαιηθ Μουθ Νουθ Φθωθω Φρῆ Θωούθ Βρεισον Θώθ· ἐπάκουσόν μοι, θεὲ μέγιστε, ἐν τῇ σήμερον ἡμέρᾳ — ἐν τῇ νυκτὶ ταύτῃ —, ἵνα πυρώσῃς τὴν καρδίαν, καὶ φιλείτω με, ὅτι περὶ ἐμὲ ἔχω τὴν δύναμιν τοῦ μεγάλου θεοῦ, οὗ οὐκ ἔξεστιν ὄνομα οὐδενὶ ὀνομάζειν, εἰ μὴ μόνῳ ἐμοὶ διὰ τὴν αὐτοῦ δύναμιν, … ευριω μοι αεεθϊ εωηη φηουαβ Φθᾶ αχε ανου Ἦσι ενες … ε θουλ φιμοιου. ἐπάκουσόν μοι διὰ τὴν ἀνάγκην, ὅτι σε ὠνόμασα διὰ τὴν δεῖνα, ἣν ἔτεκεν ἡ δεῖνα, ἵνα με φιλῇ καὶ ποιήσῃ, ὅσα θέλω, καὶ ἐπιλάθηται πατρὸς καὶ μητρός, ἀδελφῶν, ἀνδρός, φίλου, πλὴν ἐμοῦ μόνου τούτων πάντων ἐπιλάθηται».
ὅταν δὲ ποιῇς, ἔχε μετὰ σεαυτοῦ δάκτυλον σιδηροῦν, ἐφʼ ὃν γέγλυπται Ἁρποκράτης ἐπὶ λωτῷ καθήμενος, καὶ ὄνομά ἐστιν αὐτῷ Ἀβρασάξ. ἐὰν δὲ θέλῃς αὐτὴν παῦσαι, λαβὼν κάνθαρον ἡλιακὸν θὲς ἐπὶ τὸ μέσον τῆς κεφαλῆς αὐτῆς καὶ λέγε αὐτῷ· «ῥύφησον τὸ ἐμὸν φίλτρον, εἴδωλον Ἡλίου· αὐτός σοι ἐπιτάσσει ποιῆσαι». καὶ ἄρας αὐτὸν ἀπόλυσον ζῶντα. εἶτα λαβὼν τὸν δάκτυλον δὸς αὐτῇ φορεῖν, καὶ εὐθέως ἀπαλλαγήσεται.
Ἀγωγή· ἄγει γυναῖκαν ἀδικισθεῖσαν ὑπὸ τοῦ ἀνδρός· λαβὼν καλαβώτην ἀπὸ ταριχείων ζῶντα περὶ κεῖνα βάλε τὸν αὐτὸν καλαβώτην εἰς ἀγγ … εῖον σιδηροῦν, καὶ λαβὼν ἄνθρακας ἀπὸ χαλκείου, ὁπόταν πῦρ ἀνάπτουσιν, βάλε αὐτοὺς εἰς τὸ ἀγγεῖον μετὰ τοῦ καλαβώτου καὶ ἔκκαυσον ἐν τοῖς ἄνθραξι καὶ ποῶν λέγε· «καλαβῶτα, καλαβῶτα, ὡς ἐμίσησέν σε Ἥλιος καὶ πάντες θεοί, οὕτως μισείτω τὸν ἄνδρα ἡ δεῖνα εἰς τὸν ἅπαντα χρόνον καὶ αὐτὴν ὁ ἀνήρ.» ὅταν δὲ συνεψηθῇ, τὸν καλαβώτην ἔπεχε εὔθετον μὴ ἅψασθαι τοῦ ἀγγείου. ἄρσας δὲ τὸ ἀγγεῖον, ἐν ᾧ ἐνήψηται, πρόσελθε αὐτῷ τῷ πυλῶνι λέγων· «καλαβῶτα, καλαβῶτα, μισείτω σε ὁ Ἥλιος καὶ ἄνθρωποι πάντες, ὅτι ἡ δεῖνα καταστῆναι λέγει τὴν Ὀσεροννώφριος Φαπρὼ Οὐσίριδος θεοῦ ταφὴν καὶ καταβεβρῶσθαι ὑπὸ σοῦ. εἴδωλε βιανδαθρη … , εἴδωλε Τυφῶνος σακτιετη σογγηθ, εἴδωλε Ἀβρασάξ, ἀναξιβοα, εἴδωλε Ἰάω· μὴ προσέλθῃ ἡ δεῖνα διὰ τοῦ πυλῶνος, ἀφʼ ἧς ὥρας ἐὰν ὁ Ἥλιος αὐγάσῃ τὴν γῆν ἐπὶ ὅλον τὸν χρόνον, ὅσον συναυξάνει τὸν Ποταμὸν ἐκ Ποταμοῦ, ὅσον θάλλει ὁ ἐρινεός». ὅσʼ ἂν θέλῃς, κοινὰ λέγε καὶ ἀποχώρησον.
Λόγος γραφόμενος εἰς χαρτίον … αἵματι Τυφῶνος, ὅ ἐστι «ἐλθέ, πάτερ, ὃν ἄροτρον … Ἰακεμβραώθ … φλουδουντας … , διάκοψον τὸν δεῖνα ἀπὸ τῆς δεῖνα … β … νθες προστῆρα αὐ … »
οεναϊ σορνιν … ωξω ραναυ σαρξανα Ἰάω λοιναϊ ω· ω· ω· ναϊω μελωϊ ναϊ εριανα ε … σαστιαϊ εναμφε φιλίτο μει ἡ δεῖνα.
Ἔστω δὲ ὁ λύχνος ὅδε κρεμαστός, ἀμίλτωτος. χρηστῷ ἐλαίῳ λυχνίαζε καὶ κέδρῳ. «σὺ εἶ τὸ πῦρ τὸ ἄσβεστον τὸ παρακείμενον τῷ μεγάλῳ θεῷ Ὀσορνωφρι Ὀσορνωφρι, διακονήσας αὐτῷ, ὅτε ἠράσθη τῆς ἰδίας ἀδελφῆς Σενεφθῦτος καὶ ἔδραμες ἓξ ἐπὶ ἑξήκοντα σχοίνους καὶ περιεκύκλευσας ἓξ ἐπὶ ἑξήκοντα ὄρη· οὕτω διακόνησον κἀμοί, τῷ δεῖνα, πρὸς τὴν δεῖνα. εἰ δὲ μή, ἐρῶ τὰ ὀκτὼ γράμματα τῆς Σελήνης τὰ κατεστηριγμένα εἰς τὴν καρδίαν τοῦ Ἡλίου. εἰ δὲ μέλλω λέγειν καὶ οὔπω ἐπορεύθης, εἰσελεύσομαι ἐσώτερος τῶν ἑπτὰ πυλῶν τῶν περὶ Δαρδανιὴλ καὶ σείσω τὸ στερέωμα τῆς γῆς, καὶ συνελεύσεται τὰ δʹ στοιχεῖα τοῦ κόσμου, ἵνα ἐκ τούτων μηδὲν γένηται. ἀναλύθητι εἰς τὴν σεαυτοῦ φύσιν καὶ μίγητι τῷ ἀέρι καὶ γενοῦ πρὸς τὴν δεῖνα τῆς δεῖνα» — κοινά — «καὶ κάταξον αὐτὴν ἐμοὶ πυρὶ τῷ κεραυνίῳ. ἐξορκίζω σε θεὸν μέγαν τὸν ἐν τῇ καθαρᾷ γῇ κείμενον, ᾧ τὸ πῦρ ἄσβεστον διʼ αἰῶνος παράκειται αθουιν αθουιν αθουιν ιαθαουιν σιβελθιουθ ιατητ ατατητ, Ἀδωνέ». κοινά. φυλακτήριον· σεληνόγονα τρία περιειλήσας φοροῦ ἀριστερῷ βραχίονι.
«Ἐλθέ μοι, ὁ τῶν θεῶν θεός, ὁ ἐκ πυρὸς καὶ πνεύματος φανεὶς μόνος, ὁ τὴν ἀλήθειαν ἔχων ἐπὶ τῆς κεφαλῆς, ὁ τὸ σκότος τέμνων, ὁ κύριος τῶν πνευμάτων, λωθ μουλωθ πνουτʼ εἶ Εσιωθ, χαίροις, κύριε λαμψουρη Ἰααω ια … δ». ταῦτα λέγε πολλάκις. ἐὰν δὲ σοῦ διώκοντος βραδύνῃ τὸ φάσμα· «ἄνοιγε, ἄνοιγε, Ὄλυμπε, ἄνοιγε, Ἅιδη, ἄνοιγε, ἄβυσσε. διασταλήτω τὸ σκότος κατʼ ἐπιταγὴν θεοῦ ὑψίστου καὶ προελθέτω τὸ ἱερὸν φῶς ἐκ τοῦ ἀπείρου εἰς τὴν ἄβυσσον». ἐπὰν πάλιν βραδύνῃ, λέγε ἐκφωνῶν οὕτως, πάλι καμβύων τὸν παῖδα· «χαῖρε, ἱερὲ Φῶς, χαῖρε, ὀφθαλμὲ κόσμου, χαῖρε, αὐγὴ ἕω ἐπὶ κόσμου αβρα α ο να βαβρουθι βιε βαραχε· ὁ θεός, εἴσελθε, κύριε, καὶ χρημάτισόν μοι, περὶ ὧν σε ἀξιῶ.» καὶ ὃ θέλεις, πυνθάνου. … ἀπόλυσις· «εὐχαριστῶ ὑμῖν, ὅτι ἤλθατε κατʼ ἐπιταγὴν θεοῦ. ἀξιῶ δὲ ὑμᾶς τηρῆσαί με ὑγιῆ, ἀθάμβητον, ἀνειδωλόπληκτον αθαθε αθαθαχθε· Ἀδωναΐ. ἀποκατάστητε εἰς τὰς ἀποϊερώσεις ὑμῶν.»
ταῦτα δίωκε ἐπὶ φιάλης, εἰς ἣν βαλεῖς ἐλαίου χρηστοῦ κοτύλην αʹ καὶ θήσεις ἐπὶ πλίνθου, καὶ γλύψεις τοὺς χαλακτῆρας τούτους εἰς μάγνητα τὸν πνέοντα. οἱ δὲ χαλακτῆρες οὗτοι ποιοῦνται· … καὶ πήξεις τὸν λίθον ἐξ ἀριστερῶν τῆς φιάλης ἔξωθεν, καὶ συνπεριλαβὼν ταῖς δυσὶ χερσὶ δίωκε, ὡς ὑπεδείχθη σοι. βάλλε δὲ εἰς τὴν φιάλην πατήλιον χρηστόν χόριον κυνὸς καλουμένης Λευκῆς κυνὸς λευκοῦ γεγενημένου. εἰς δὲ τὸ στῆθος τοῦ παιδὸς γράφε ζμύρνῃ· «καρβαωθ».
Μέθοδος διὰ ψήφου μαθεῖν, εἰ ζῇ ἢ ἐτελεύτησεν, οἷον· ποίησον αὐτὸν ψηφίσαι τόδε τῇ φιάλῃ. πλησάτω ταύτην ὕδατος, προσθοῦ βαλλομένῃ τῇ ψήφῳ χιβ, ὅ ἐστιν θεοῦ ὄνομα, οἷον Ζεύς, τοῦ δὲ μακροῦ ἀποβαλέτω τνγ, ὅ ἐστιν Ἑρμῆς. ἐὰν οὖν εὑρεθῇ ζεύγη ἐν τῇ ψήφῳ, ζῇ, εἰ δὲ μή, ἔχει θάνατος. αρ … φνοον φειοουω ερμη θωαρ … ιβαραρεουβεο … εα αλαω αριουαθωρμενερτιουμαισι … ριουαθωρμενερτιουμιαισι ι εν οὕτως καρδιοειδῶς α αα αα ωω ωω ωω ηηη ηη ηη ω οο υυυ υυ βαρδητεις γαρις βυξ … ταφι … υ μαν … αφροωλ … ο … ρεν βαρναραξ βρ … νωρει βραιωχιω ανι … σισιω … κλυγακ … σιβυι ιωαιηοουυυηϊηοηυ τις☽ κεζ☽ ☾χωαχ☽ζρ … ε☽ναζα … ιτχ☽ αεηιουω εηιουω ηιουω ιουω ουω υω ω αρμαρε ταρερσου αθρυω σιβιβιθ τιωωξ αβραυαθ δαρυγκω κασβε αθραμο ορκιε … ρ … ορωποσ … θνααπω … ερ … ωρ …
«ἀνοιγήτω ἡ φύσις καὶ ἡ μήτρα τῆς δεῖνα, καὶ αἱμασσέσθω νυκτὸς καὶ ἡμέρας.» καὶ ταῦτα γράφων ἀρνείῳ χρῶ αἵματι καὶ προδίωκε τὰ παράθετα νυκτὸς γε ιομ … πρωτη ηδικησε, καὶ χῶσον παρὰ ῥοῦν ἢ παρὰ … δα χα … ον ἐν πιττακιδίῳ.
ρ μω βάλε ἅλατος καὶ οἰνομέλιτος δύο χοίνικας ποιῶν ποτόν. μάγων δὲ τὰ γράμματα ἑπτὰ λέγε. ἔστιν δὲ τὰ γράμματα α εηιουω. Γυναῖκα κοιμωμένην ὁμολογῆσαι τὸ ὄνομα, οὗ φιλεῖ· ὄρνιθος γλῶσσαν ὑποκάτω χελυνίων ἐπίθες αὐτῆς ἢ ἐπὶ καρδίαν καὶ ἀναζήτει, καὶ τὸ ὄνομα καλεῖ τρίς.
Βαλὼν ἐν καινῇ λεκάνῃ ἀρχὴν πεπέρεως, λεκάνην καταλιπὼν ἄπελθε. πολλὰ τριβανον … σαρα … τη … τε … δελτίον χρήσιμον … ρ ρ … σμ … ελα … υο … ησ … ισ … ν … ην μελ … ερησα.
Καλαβώτην εὑρὼν καὶ ἄρας διὰ καινοῦ χάρτου καὶ γράψας χαρακτῆρας ὑπόθες ὑπὸ τὴν τράπεζαν … Ἀσύλλημπτον· ἄρας κύαμον ἔχοντα θηράφιον περίαπτε. Ἀσύνλημπτον· λαβὼν κύαμον τετρημένον ἔνδησον εἰς δέρμα ἡμιόνου καὶ περίαπτε.
Κατάκλινον, ἄξον, ἐπίπεμψον. ἐπικαλοῦμαί σε τὰ ἅγια ὀνόματα ψιναψινα κραδιδα ψιωμοιψ … προκυλιν … καριαιω …
πρ[ὸς τὸ μὴ συλλαβεῖν]· «[ ]ωχθια, διαφυλάξετε ἀπὸ τοῦ συλ[λημπτικοῦ] αὐτοδαίμονος». πρὸς ἡμίκρανον· [ ]ι· [ ]να[] []ν̣α̣[...]τ̣α[] []
Χαωρ χθωρ χαραρβα χολβας χθρυθυρ χορβαθ χθάμνω χθοδυχρα χυχχυχ χωαρ — ἕως κάτω. ἐξορκίζω ὑμᾶς κατὰ τῶν ὀνομάτων μεγάλων· εἴσβαλε τὸν Φιλόξενον τὸν ψάλτην μετὰ Γενναδίου φίλον εἰς μάχην. εἴσβαλε τὸν Πελάγιον τὸν πρεσβύτερον εἰς μάχην μετὰ Φιλοξένου τὸν ψάλτην.
[.......].....[......δ]ε̣[ῖ γράφειν] ε̣ἰ̣πόντ̣[α τὸ]ν λόγο̣ν̣ καὶ 〈ἀ〉ψύχων καὶ ἐνψύχων· αγε̣[.....].α̣ο̣υμα̣.[...] εβ.θνοβαμα βαβ̣ουα[. ]ε̣υ δαλαν̣[αλα]δ αλκουμι̣ [..]ο̣υτιζ̣ται αααα ιιιιι εουα βουβιθα [ χ]α̣ναχ σαν̣μαχανα καὶ κεχνου Βουζά, [σ]ανμαχα[να] [σ]α̣μ̣μαχαρα σφαμβης εποκρ̣[...]α̣χθ Κὰτ ετα̣ βαι καρ̣κ̣οπτω κοπ[τω] καρβαρ[....]αηα πτοκοπτο καραβαρβαρουτα Θάθ, [ Χρε]ν̣ψενθ[αής, Β]ε̣ρ̣βάλ, [Ἰ]ώ̣, Π̣αρπ̣[.]ρ̣πα〈ρ〉. ἐ〈ξ〉ορ[κί]ζω σε κατ[ὰ τοῦ ἁγί]ο̣υ̣ ὀ̣ν̣ό̣[ματος το]ῦ̣ δαίμο[νος] τ̣ο̣ῦ̣ ηϊου σ̣[ου] [ω—]ω̣ο̣υς βαρβαρ[αθαμ Ἀ]δ̣ω̣ν̣α[ίου θεοῦ Σ]α̣βαώ̣[θ, Ἀβρασάξ..] [...]ψ̣ε̣..τ̣α.[Φονοβουβ]ο̣ήλ̣, Ἑ̣ρμοῦ χθονίου Θουὼθ ἀρχεδαμᾶ φωκενσ[εψ ευ ] α̣ρ̣ε—εκταθ̣ο̣υ μισ[ονκται ...ηϊ] [Ἰάω] η̣ωηω κα[...η]ωϊω ωϊωη σεσενγεν βαρφαραγγης ερηκισι〈θ〉φ̣[η αρ]αραχαραρα ηφθισικηρε Ἰαβεζεβ—υθ Ἰά[ω ....]σ̣αμ φθησα[μ.........ερηκι-] [σιφθη] αραραχα[ραρα] ηφθισικηρ̣[ε...............] [.....]ηϊ Ἰάω̣ [ηωη]ω̣—κα. τῷ ἐξορκισμῷ τούτῳ ἐξορκίζ̣ω̣ [σε τὸν ........... κα]ὶ διορκισ[θέντα .........................]μένων [................. τῶν τεθνηκότων] ἐν θανά[τῳ ἀώρῳ ........ τὴν δεῖνα ἣν ἔτεκεν] ἡ̣ δεῖνα, [....................... δεῖνα ὃν] ἔτεκεν ἡ δ(εῖνα) [ ]εἴρηκεν [ ]ων
Ὡς ὁ Τυφῶν ἀντίδικός ἐστιν τοῦ Ἡλίου, οὕτως καὶ καῦσον τὴν ψυχὴν Εὐτύχους, ὃν ἔτεκεν Ζωσίμη, ἐπὶ αὐτὴν Ἐριέαν, ἣν ἔτεκεν Ἐρχηελιώ· Ἁβρασάξ, καῦσον αὐτοῦ Εὐτύχους τὴν ψυχὴν καὶ τὴν καρδίαν ἐπʼ αὐτὸν Εὐτύχην, ὃν ἔτεκεν Ζωσίμη, ἄρτι, ταχύ, ταχύ, τῇ αὐτῇ ὅρᾳ καὶ τῇ αὐτῇ ἡμέρᾳ. Ἀδωναΐ, καῦσον τὴν ψυχὴν Εὐτύχους καὶ τὴν καρδίαν ἐπʼ αὐτὴν Ἐριέαν, ἣν ἔτεκεν Ἐρχηελιώ, ἄρτι, ταχύ, ταχύ, τῇ αὐτῇ ὅρᾳ καὶ τῇ αὐτῇ ἡμέρᾳ.
[].κη []π [ο̣] ν̣ο̣υ̣ «φνουνεβεη (βʹ), δός μοί σου τὴν ἰσχύν·
ἰὼ Ἀβρασάξ δός μοί σου τὴν ἰσχύν· ἐγὼ γάρ εἰμι Ἀβρασάξ». λέγε ζʹ κρατῶν τοὺς δύο ἀντίχειράς σου.
… ὄνομα τοῦτό ἐστι χαριτήσιον καὶ ἀναλυτικὸν καὶ φυλακτήριον καὶ νικητήριον· «αα εμπτωκομ βασυμ, διαφύλαξόν με».
Ἑκάτης Ἐρεσχιγὰλ πρὸς φόβον κολάσιος· ἐὰν ἐξέρχηται, λέγε τῷ· «ἐγώ εἰμι Ἐρεσχιγὰλ κρατοῦσα τοὺς ἀντίχειρας, καὶ οὐδὲ ἓν δύναται κακὸν αὐτῇ γενέσθαι». ἐὰν δʼ ἐγγὺς ἐπέλθῃ σοι, ἐπιλαβόμενος τῆς δεξιᾶς πτέρνης δίωκε λέγων· «Ἐρεσχιγὰλ παρθένε, κύων, δράκαινα, στέμμα, κλείς, κηρύκειον, τῆς ταρταρούχου χρύσεον τὸ σάνδαλον», καὶ παραιτήσῃ.
«Ἀσκει κατασκει ερων ορεων ιωρ μεγα σεμνυηρ βαυϊ γʹ, φοβαντία, σεμνή· τετέλεσμαι καὶ εἰς μέγαρον κατέβην Δακτύλων καὶ τὰ ἄλλα εἶδον κάτω, παρθένος, κύων», καὶ τὰ λοιπὰ πάντα. λέγε ἐπὶ τριόδου καὶ στραφεὶς φεῦγε· φαντάζεται γὰρ ἐν τούτοις. λέγων δὲ λίαν νυκτός, περὶ οὗ θέλεις, καὶ καθʼ ὕπνους μηνύσει, κἂν ἐπὶ θάνατον ἀπάγῃ, λέγε ταῦτα σκορπίζων σήσαμον, καὶ σώσει σέ.
«Φορβα φορβα Βριμὼ αζζιεβυα». λαβὼν πίτυρα πρῶτα καὶ σάνταλον καὶ ὄξος ὅτι δριμύτατον καὶ ἀναδεύσας μάζι αʹ καὶ ἐπίγραψον τὸ ὄνομα τοῦδέ τινος καὶ ὣς ἔνγραψον, εἰς φῶς ἐπιλέγων τὸ ὄνομα τῆς Ἑκάτης, ὅτι· «ἄφελε τοῦδέ τινος τὸν ὕπνον», καὶ ἀγρυπνήσει καὶ μεριμνήσει.
πρὸς φόβον καὶ ἀναλύων λέγε δυοῖν διὰ μαχαιρῶν διηχῆ λόγον. οὐκ ἔχει δὲ πρὸς θηρία κακὰ ἀναγκαῖον. σὲ γὰρ ε … ἐπὶ τὸ ε … δ … ειπ … ε … φατε … χνον α … γε … οιψ … ση … ψο … σιλ … μο … και … χιλ … περ … παν … χιο … χο … αβ … ποι … τος … ιεο … δοι … ηνε … ινα … χυ … ερε … τοι …
φυλακτηρίων· μέγας οὐράνιος, εἰλῶν τὸν κόσμον, ὁ ὢν θεὸς ὁ Ἰάω, κύριος παντοκράτωρ Ἀβλαναθαλααβλα, δῦς δῦς, τὴν χάριταν ἕξω τὸ ὄνομα τῶ μεγάλου θεοῦ ἐν τῷ φυλακτηρίῳ τούτῳ, καὶ φύλακξόν μοι ἀπὸ παντὸς κακοῦ πράγματος, ὃν ἔτεκεν ἡ δῖνα, ἐγέννησεν ὁ δῖνα.
Ἀρκτικὴ πρᾶξις· θυμιατήριον γήινον σκευάσας ἐν αὐτῷ νυκτὸς ὥρᾳ ϛʹ ἐπίθυε τῇ Ἄρκτῳ βρύον βράθυος. ποίει δὲ πρὸ ἡμερῶν τριῶν ἐπικαλεσάμενος Ἄρκτον ἐνάκις ἀναβὰς ἐπὶ δῶμα ὑψηλόν. γράψας δὲ ἐν χάρτῃ σμυρνομέλανι περὶ παντὸς πράγματος, ὣ θέλεις, πρόσγραψον ὄνομα «Νεβουτοσουαληθ» καὶ τὸ πιττάκιον ὁμοῦ δεῖξον καὶ τὰ γεγραμμένα ἐν αὐτῷ τῇ θεᾷ καὶ που … ν … νχν … ἐντὸς ὥρας μιᾶς. λέγε δὲ ἔχων συμπεπλεγμένας τὰς χεῖρας κατὰ κεφαλῆς, φωνῇ ἐπευχόμενος μεγάλῃ εἰς Ἄρκτον· «χαῖρε, ὦ βασιλεύουσα θνητῶν τε καὶ θεῶν, χαῖρε, ἄρχουσα οὐρανία, βασιλεύουσα τῶν ἀνθρώπων· ὕπαγε πρὸς ἐμὲ τὸν δεῖνα, πρόθυμος, καὶ σὲ παρακαλῶ … ρε … εφι … ος
Διὶ Ἡλίῳ, μεγάλῳ Σαράπιδι καὶ τοῖς συννάοις θεοῖς· ἀξιοῖ Μένανδρος· εἰ δέδοταί μοι γαμῆσαι; τοῦτό μοι δός.
Διὶ Ἡλίῳ μεγάλῳ Σαράπιδι· ἐρωτῶσί σε Ἀπίων καὶ Τ … ι … νη Ἐξακῶντος χρηματίσαι αὐτοῖς, ὥστε ἵλεως ἐφιεῖς αὐτοῖς τὸν μόσχον, ὃν εἴασαν, εἰς θυσίαν σου τοῦ κυρίου μὴ κατενέγκαι εἰς Ἀλεξάνδρειαν, ἐπεὶ κατʼ ἄγνοιαν τῶν φροντίδων αὐτῶν ἠργάσατο, ἀλλὰ ἕτερον ἀντʼ αὐτοῦ, καὶ ἐκεῖνον θῦσαι ἐν τῷ ἐν Ὀξυρυγχείτῃ Σαραπείῳ. τοῦτο ἡμεῖν δός.
κύριε μέγιστε. Σοκνοπαίῳ θεῷ μεγάλῳ ἐξένεγκον.
Σούξει θεῷ μεγάλῳ μεγάλῳ· εἶ μέλλω ἐξετασθῆναι ὑπὸ τοῦ ἐπιστρατήγω; τοῦτό μοι ἐξένεγκον.
Ἐὰν θέλῃς χρηματισθῆναι περὶ οὗτινος θέλεις πράγματος, λέγε τοῦτον τὸν λόγον θυμῷ, μηδὲν λαλήσας· «ἐπικαλοῦμαί σε μέσον μέρος ἀρούρης καθήμενον, ὁ ἐν τῇ δυνάμει τὰ πάντα διοικῶν, ὃν τρέμουσιν οἱ δαίμονες, ὃν τὰ ὄρη φοβεῖται, ὃν προσκυνοῦσιν ἄγγελοι, ὃν προσκυνεῖ ἥλιος καὶ σελήνη, οὗ ἐστιν ὁ οὐρανὸς θρόνος καὶ αἴθρα κωμαστήριον, ἡ δὲ γῆ τὸ πόδιον ἰου ἰου αφαρα … θομαρα αραβρω … ἰου ἰου, ἅγιε, ἅγιε, ἀπέρατε, ἀπέρατε, ἀστροθέτα, πυρίπνοε, σανθηνωρ, χρυσοπέδιλε θεέ, χρημάτισον». καὶ ἀφόβως, ἀτρόμως εὔδηλον χρηματιεῖ περὶ τοῦ δεῖνα πράγματος ἀγελάστως. ἁγνὸς δὲ ποίει καὶ λίβανον ἐπίθυε εἰς τὸν τόπον.
Εἰς πάντα τόπον, ἢ εἰς οἰκίαν ἢ ἐργαστήριον. ἄγει γυναῖκαν πρὸς ἄνδρα, τὸ αὐτὸ καὶ μονίμους αὐτοὺς ποιεῖ καὶ πιστικούς. λαβὼν λεπίδα μολιβῆν γράψον ἥλῳ τὸ ζῴδιον λέγων ὄνομα τὸ ὑποκείμενον καὶ· «καταφλέξω τὴν οἰκίαν καὶ τὴν ψυχὴν τοῦ δεῖνα εἰς ἵμερον τῆς δεῖνα, ἣν ἔτεκε δεῖνα, ἣν ἔτεκεν ἡ δεῖνα, ὡς ὁ Τυφῶν τὸν Ὄσιριν οὐκ εἴασεν ὕπνου τυχεῖν. ἐγὼ γάρ εἰμι δεσπότης τοῦ Μασκέλλι Μασκέλλω Φνοῦν Κενταβαὼθ Ὀρεοβάζαγρα Ῥησίχθων ἱππόχθων Πυριπηγανύξ· τέλεσον δέ μοι τοῦτο, παντοφαής, θεῶν καὶ δαιμόνων φωσφόρε σεμνή». ὄνομα θεοῦ παντοκράτορος· Ἰάω Ἰάω Ἰάω.
Θυμοκάτοχον λεγόμενον τρίς· «ανοκ πε Βαϊνχωωωχ Ἀβρασὰξ εϊλαμ Μιχαήλ· παραν νμητ Θωοὺθ Θωούθ· καταστίλατε τὴν ὀργὴν καὶ τὸν θυμὸν τοῦ δεῖνα πρὸς ἐμὲ τὸν δεῖνα κατʼ ὑποταγὴν τοῦ μεγάλου θεοῦ Νεουφνειώθ.»
Θυμοκάτοκον λεγόμενον τρίς· «ανοκ πε Βενχωωωχ Ἀβρασὰξ ἰλαμ Μιχαήλ· παραν κμητ Θωοὺθ Θωούθ· καταστίλατε τὴν ὀργὴν καὶ τὸν θυμὸν τοῦ δεῖνα πρὸς ἐμὲ τὸν δεῖνα κατʼ ὑποταγὴν τοῦ μεγάλου θεοῦ Νεουφνειώθ.»
«Χαῖρε, Ἥλιε, χαῖρε, Σαπειφνήπ, χαῖρε, σωτήρ, χαῖρε, Ἀβρασάκξ, χαῖρε, Πετκηϊερχενειν καμτηρου, χαῖρε, Ἠλουαί, χαῖρε, Ἐλουείν, χαῖρε, Πεταιπινακσνευει … ξα … πετενταετκηρκειειχιν δοναιρουβι Ὀπιανός, Ὀπιανός, Βασιλίσκος, Τιαρκαμικειντευ.» ὀνομασία.