Fragments of AratusἈποσπάσματα Ἄρατου
Attalus of Rhodes Fragments of Aratus PDF
The Fragments of Aratus is a lost treatise by the Stoic philosopher and astronomer Attalus of Rhodes, composed in Koine Greek during the latter half of the second century BCE. It functioned as a critical commentary on the widely read astronomical poem Phaenomena by Aratus of Soli. Attalus’s work, which does not survive as a continuous text, was structured as a series of explanatory and corrective notes addressing approximately thirty specific passages in Aratus’s poem. Its primary aim was to reconcile the poetic descriptions of celestial phenomena with the precise observational data of Hellenistic astronomy, a task Attalus claimed to have accomplished for nearly every statement in the original work save for one or two exceptions. The treatise represents a significant example of the Hellenistic scholarly tradition in which technical experts produced guides to elucidate influential but sometimes imprecise poetic works for an educated audience interested in the confluence of literature, natural philosophy, and empirical science. The content of Attalus’s commentary is known almost entirely through its preservation in later astronomical texts, most notably in the extensive Commentary on the Phaenomena of Aratus and Eudoxus by Hipparchus of Nicaea, who frequently quoted and rigorously debated Attalus’s interpretations.
| 1 [25] | Hipparch. I p. 1013A (178P. 24M.) ὅτι μὲν οὖν Εὐδόξωι ἐπακολουθήσας ὁ Ἄρατος συντέταχε τὰ Φαινόμενα, ἱκανῶς οἶμαι δεικνύναι διὰ τῶν προειρημένων, ἐν οἷς δὲ διαπίπτουσιν οὗτοί τε καὶ οἱ συνεπιγραφόμενοι αὐτοῖς, ὧν ἐστι καὶ ΑΤΤΑΛΟΣ , νῦν ὑποδείξομεν. ἐκθησόμεθα δὲ εὐθέως καὶ ἐν οἷς ἰδίαι ἕκαστος αὐτῶν διαμαρτάνει. προληπτέον δέ, διότι ΑΤΤΑΛΟΣ πᾶσι σχεδὸν τοῖς ὑπὸ τοῦ Ἀράτου λεγομένοις περὶ τῶν οὐρανίων συνεπιγράφεται ὡς συμφώνως τοῖς φαινομένοις ὑπ’ αὐτοῦ λεγομένοις, πλὴν ἐφ’ ἑνὸς καὶ δευτέρου, ἃ δὴ καὶ ὑποδείξομεν ἐν τοῖς ἑξῆς (cf fr 5. 14. 16. 17. 22). λέγει γοῦν ἐν τῶι προοιμίωι τὸν τρόπον τοῦτον· διὸ δὴ τό τε τοῦ Ἀράτου βιβλίον ἐξαπεστάλκαμέν σοι διωρθωμένον ὑφ’ ἡμῶν καὶ τὴν ἐξήγησιν αὐτοῦ, τοῖς τε φαινομένοις ἕκαστα σύμφωνα ποιήσαντες καὶ τοῖς ὑπὸ τοῦ ποιητοῦ γεγραμμένοις ἀκόλουθα. καὶ πάλιν ἑξῆς φησιν· τάχα δέ τινες ἐπιζητήσουσι, τίνι λόγωι πεισθέντες φαμὲν ἀκολούθως τῆι τοῦ ποιητοῦ προαιρέσει τὴν διόρθωσιν τοῦ βιβλίου πεποιῆσθαι. ἡμεῖς δ’ ἀναγκαιοτάτην αἰτίαν ἀποδίδομεν τὴν τοῦ ποιητοῦ πρὸς τὰ φαινόμενα συμφωνίαν. τοιαύτην οὖν ἔχοντος τοῦ ΑΤΤΑΛΟΥ τὴν διάληψιν, ὅσα ἂν ἀποδεικνύωμεν τῶν ὑπὸ τοῦ Ἀράτου καὶ Εὐδόξου κοινῶς λεγομένων διαφωνοῦντα πρὸς τὰ φαινόμενα, δεῖ διαλαμβάνειν καὶ τὸν ΑΤΤΑΛΟΝ περὶ τῶν αὐτῶν διημαρτημένως συναποφαινόμενον. Hipparch I p. |
| 2 [20] | 1004A (172P. 4M.) in epistula ad Aeschrio nem fratrem praemissa: ἐξήγησιν μὲν οὖν τῶν Ἀράτου Φαινομένων καὶ ἄλλοι πλείονες συντετάχασιν, ἐπιμελέστατα δὲ δοκεῖ πάντων ΑΤΤΑΛΟΣ , ὁ καθ’ ἡμᾶς μαθηματικός, τὸν περὶ αὐτῶν πεποιῆσθαι λόγον. ἀλλὰ τὸ μὲν ἐξηγήσασθαι τὴν ἐν τοῖς ποιήμασι διάνοιαν οὐ μεγάλης ἐπιστροφῆς προσδεῖσθαι νομίζω (ἁπλοῦς τε γὰρ καὶ σύντομός ἐστι ποιητής, ἔτι δὲ σαφὴς τοῖς καὶ μετρίως παρηκολουθηκόσι), τὸ δὲ συνεῖναι τὰ λεγόμενα περὶ τῶν οὐρανίων ὑπ’ αὐτοῦ, τίνα τε συμφώνως τοῖς φαινομένοις ἀναγέγραπται καὶ τίνα διημαρτημένως, τοῦτ’ ὠφελιμώτατον ἡγήσαιτ’ ἄν τις καὶ μαθηματικῆς ἴδιον ἐμπειρίας. θεωρῶν δ’ οὖν 〈ἐν〉 τοῖς πλείστοις καὶ χρησιμωτάτοις διαφωνοῦντα τὸν Ἄρατον πρὸς τὰ φαινόμενά τε καὶ γινόμενα κατὰ ἀλήθειαν, τούτοις δ’ ἅπασι σχεδὸν οὐ μόνον τοὺς ἄλλους ἀλλὰ καὶ τὸν ΑΤΤΑΛΟΝ συνεπιγραφόμενον ἔκρινα τῆς σῆς ἕνεκα φιλομαθ〈ε〉ίας καὶ τῆς κοινῆς τῶν ἄλλων ὠφελείας ἀναγράψαι τὰ δοκοῦντά μοι διημαρτῆσθαι. τοῦτο δὲ ποιῆσαι προεθέμην οὐκ ἐκ τοῦ τοὺς ἄλλους ἐλέγχειν φαντασίαν ἀπενέγκασθαι προαιρούμενος (κενὸν γὰρ καὶ μικρόψυχον παντελῶς· τοὐναντίον δὲ δεῖν οἴομαι πᾶσιν ἡμᾶς εὐχαριστεῖν, ὅσοι τῆς κοινῆς ἕνεκεν ὠφελείας ἰδίαι πονεῖν ἀναδεχόμενοι τυγχάνουσιν), ἀλλ’ ἕνεκα τοῦ μήτε σε μήτε τοὺς λοιποὺς τῶν φιλομαθούντων ἀποπλανᾶσθαι τῆς περὶ τὰ φαινόμενα κατὰ τὸν κόσμον θεωρίας. ὅπερ εὐλόγως πολλοὶ πεπόνθασιν. Hipparch. |
| 3 [5] | I p. 1005A (173P. 6M.) χωρὶς δὲ τῶν ἠγνοημένων ἐν τοῖς φαινομένοις ὑπό τε Εὐδόξου καὶ τοῦ Ἀράτου καὶ τῶν συνεπιγραφομένων ταῖς φάσεσιν αὐτῶν ἀναγέγραφά σοι καὶ τὰς κατ’ ἀλήθειαν γινομένας ἑκάστου τῶν ἀπλανῶν ἄστρων σὺν αὐτοῖς τοῖς κατηστερισμένοις ιβʹ ζωιδίοις συνανατολὰς καὶ συγκαταδύσεις, ἵνα παρακολουθῶν ἑκάστοις ἀκριβῶς καὶ τὰς τῶν ἄλλων ἁπάντων ἀποφάσεις ἐν τούτοις δοκιμάζηις. Hipparch. |
| 4 [15] | I p. 1017A (180P. 32M.) ἔτι δὲ ἀγνοεῖ περὶ τοῦ Δράκοντος (Aratus) λέγων οὕτως (v. 58—60)· λοξὸν δ’ ἐστὶ κάρη, νεύοντι δὲ πάμπαν ἔοικεν ἄκρην εἰς Ἑλίκης οὐρήν, μάλα δ’ ἐστὶ κατ’ ἰθύ καὶ στόμα καὶ κροτάφοιο τὰ δεξιὰ νειάτωι οὐρῆι. οὐ γὰρ ὁ δεξιὸς κρόταφος ἀλλ’ ὁ ἀριστερὸς ἐπ’ εὐθείας ἐστὶ τῆι γλώσσηι τοῦ Ὄφεως καὶ τῆι ἄκραι οὐρᾶι τῆς μεγάλης Ἄρκτου· τὸ μὲν γὰρ λέγειν, ὅτι ἀντεστραμμένην τὴν κεφαλὴν τοῦ Δράκοντος ὑποτίθεται καὶ οὐχὶ εἰς τὰ ἐντὸς τοῦ κόσμου ἐπεστραμμένην, καθάπερ φησὶν ὁ ΑΤΤΑΛΟΣ , τελέως ἐστὶν ἀπίθανον· πάντα γὰρ τὰ ἄστρα ἠστέρισται πρὸς τὴν ἡμετέραν θεωρίαν καὶ ὡς ἂν πρὸς ἡμᾶς ἐστραμμένα, εἰ μή τι κατάγραφον αὐτῶν ἐστιν. φανερὸν δὲ τοῦτο ποιεῖ καὶ ὁ Ἄρατος διὰ πλειόνων· ἐφ’ ὧν γὰρ δεξιὸν ἢ ἀριστερὸν μέρος ἄστρου διασαφεῖ, ἐπὶ πάντων συμφωνεῖ τῆι προειρημένηι ὑποθέσει. καὶ ἄλλως δὲ πλασματώδης ἐστὶν ἡ ὑπόθεσις καὶ ἡρμοσμένη. καὶ τούτωι δὲ τῶι ἀγνοήματι βοηθήσει καὶ τὸ περὶ τὸν ἀριστερὸν πόδα τοῦ Ἐνγόνασιν, περὶ οὗ προελθόντες ἐροῦμεν (fr 6). Hipparch. |
| 5 [20] | I p. 1017B (181P. 32M.) περὶ δὲ τῆς θέσεως τῆς τοῦ Δράκοντος κεφαλῆς οἱ μὲν περὶ τὸν Εὔδοξον καὶ Ἄρατον συμφώνως ἀποφαίνονται τῶι φαινομένωι, ὁ δὲ ΑΤΤΑΛΟΣ διαφώνως· ὁ μὲν γὰρ Ἄρατος ἀκολουθῶν τῶι Εὐδόξωι ἐπὶ τοῦ ἀεὶ φανεροῦ κύκλου φησὶν αὐτὴν φαίνεσθαι λέγων οὕτως (v. 61, 2) κείνη που κεφαλὴ τῆι νίσσεται, ἧιχί περ ἄκραι μίσγονται δύσιές τε καὶ ἀντολαὶ ἀλλήληισιν ὁ δὲ ΑΤΤΑΛΟΣ μικρῶι νοτιωτέραν αὐτὴν εἶναί φησι τοῦ ἀεὶ φανεροῦ κύκλου, ὥστε αὐτὴν ὑπὸ τὸν ὁρίζοντα βραχὺν γίνεσθαι χρόνον. ὅτι δὲ διαφωνεῖ πρὸς τὸ φαινόμενον ΑΤΤΑΛΟΣ , οὕτως ἂν ἐπιλογισθείη· ὁ μὲν γὰρ ἐν ἄκρωι τῶι στόματι τοῦ Δράκοντος ἀπέχει τοῦ πόλου μοίρας λδʹ καὶ γʹ πεμπτημόρια, ὁ δὲ νότιος αὐτοῦ ὀφθαλμὸς μοίρας λεʹ, ὁ δὲ νότιος κρόταφος μοίρας λζʹ. ὁ δὲ ἀεὶ φανερὸς κύκλος ἐν τοῖς περὶ Ἀθήνας τόποις καὶ 〈ὅπου〉 ὁ γνώμων ἐπίτριτός ἐστι τῆς ἰσημερινῆς σκιᾶς ἀπὸ τοῦ πόλου ἀπέχει περὶ μοίρας λζʹ. δῆλον οὖν, ὅτι ἀεὶ ἐν τῶι φανερῶι τόπωι φέρεται ἡ κεφαλὴ τοῦ Δράκοντος τὸν ἀριστερὸν κρόταφον μόνον ἔχουσα ἐπ’ αὐτοῦ καὶ οὐχ, ὡς ὁ ΑΤΤΑΛΟΣ φησι, νοτιωτέρα οὖσα δύνει βραχὺν χρόνον καὶ ἀνατέλλει. Hipparch. |
| 6 [10] | I p. 1017D (181P. 34M.) ἐπὶ δὲ τοῦ Ἐνγόνασι παρεωρακέναι μοι δοκοῦσιν ὅ τε Εὔδοξος καὶ ὁ Ἄρατος, ἀλλ’ οὐ διημαρτηκέναι, εἰπόντες τὸν δεξιὸν πόδα ἐπὶ μέσης τῆς κεφαλῆς τοῦ Δράκοντος κεῖσθαι. ὁ μέντοι γε ΑΤΤΑΛΟΣ παρὰ τὸ βούλημα τοῦ ποιητοῦ δοκεῖ μοι τὸ ἡμιστίχιον μετατιθέναι γράφων οὕτω (v. 69) ‘μέσσου δ’ ἐφύπερθε καρήνου‘ καὶ τὴν κεφαλὴν τοῦ Δράκοντος ἔξω τοῦ κόσμου στρέφων, ἵνα γένηται ‘αὐτὸ τὸ δεξιὸν μέρος τῆς κεφαλῆς κατὰ τὸν πόδα‘· τά τε γὰρ ἄστρα πάντα εἰς τὸ ἐντὸς τοῦ κόσμου μέρος ἐπεστραμμένα, ὡς ἔφην (cf fr 5), ἀστροθετεῖται ὑπὸ πάντων καὶ ὑπ’ αὐτοῦ τοῦ Ἀράτου καὶ ἐν πᾶσι τοῖς βιβλίοις γράφεται (v. 69, 70) μέσσωι δ’ ἐφύπερθε καρήνωι δεξιτεροῦ ποδὸς ἄκρον ἔχει σκολιοῖο 〈Δράκοντοσ〉. Hipparch. |
| 7 [10] | I p. 1021B (183P. 40M.) δοκεῖ δέ μοι (Aratus) καὶ περὶ τῶν ἐν ταῖς χερσὶ τοῦ Ὀφιούχου ἀστέρων κατὰ τὸ μέγεθος αὐτῶν ἀγνοεῖν· τοὺς γὰρ ἐν τοῖς ὤμοις τοῦ Ὀφιούχου φήσας λαμπροὺς εἶναι, ὥστε καὶ ἐν πανσελήνωι ἂν θεωρεῖσθαι, ἐπιφέρει (v. 79, 80) ἀτὰρ χέρες οὐ μάλα ἶσαι· λεπτὴ γὰρ τῆι καὶ τῆι ἐπιδέδρομεν αἴγλη. ἀλλ’ οἱ ἐν ταῖς χερσὶ τοῦ Ὀφιούχου ἀστέρες κοινοί εἰσι καὶ τοῦ Ὄφεως, καθάπερ καὶ αὐτὸς ὁ Ἄρατος λέγει (v. 82) ‘ἀμφότεραι δ’ Ὄφιος πεπονείαται‘, οἱ δ’ ἐν τῶι Ὄφει ἀστέρες, ὧν ἔχεται ὁ Ὀφιοῦχος, λειπόμενοί εἰσι τῆι λαμπρότητι τῶν ἐν τοῖς ὤμοις, οὐ πολλῶι δὲ λαμπρότεροι οἱ ἐν τοῖς ὤμοις. διὸ καὶ ἐπιστήσειεν ἄν τις, πῶς καὶ ὁ ΑΤΤΑΛΟΣ φησιν αὐτοὺς ἱκανῶς λαμπροὺς εἶναι. Hipparch. |
| 8 [5] | I p. 1021B (183P. 42M.) ἑξῆς δὲ περὶ τῶν Χηλῶν ὁ Ἄρατος λέγει (v. 90) ‘ἀλλ’ αἳ μὲν φαέων ἐπιδευέες οὐδὲν ἀγαυαί.‘ φησὶ δὲ ὁ ΑΤΤΑΛΟΣ μὴ διὰ τὸ μικροὺς εἶναι τοὺς ἐν ταῖς Χηλαῖς ἀστέρας λέγειν τὸν Ἄρατον ‘φαέων ἐπιμεμφέασ‘ αὐτὰς εἶναι, ἀλλὰ διὰ τὸ δʹ μόνον εἶναι τοὺς πάντας, οὓς μὴ συμπληροῦν τὴν ὁμοιότητα αὐτῶν. τὸ δὲ ‘μηδὲν ἀγαυάσ‘ λέγειν αὐτὸν διὰ τὸ μηδὲ ὁμοίας αὐτὰς ὑπάρχειν. οὐ δοκεῖ δέ μοι διὰ τοῦτο λέγειν αὐτὰς ‘φαέων ἐπιμεμφέασ‘ καὶ ‘μηδὲν ἀγαυάσ‘, ἀλλ’ ὡς ἂν μὴ λαμπράς. Hipparch. |
| 9 [20] | I p. 1021D (184P. 44M.) ἐν δὲ τοῖς ἑξῆς περὶ τῆς Ἄρκτου παντελῶς δοκοῦσί μοι ἀγνοεῖν ὁ μὲν Εὔδοξος οὕτως λέγων ὑπὸ δὲ τὴν κεφαλὴν τῆς μεγάλης Ἄρκτου οἱ Δίδυμοι κεῖνται, κατὰ μέσον δὲ ὁ Καρκίνος, ὑπὸ δὲ τοὺς ὀπισθίους πόδας ὁ Λέων ὁ δὲ Ἄρατος (v. 147 sq.) κρατὶ δέ οἱ Δίδυμοι, μέσσηι δ’ ὕπο Καρκίνος ἐστίν, ποσσὶ δ’ ὀπισθοτέροισι Λέων ὕπο καλὰ φαείνει, οἷς ὅ τε ΑΤΤΑΛΟΣ καὶ οἱ λοιποὶ πάντες συνεπιγράφονται. ὅτι δὲ ἀγνοοῦσιν, ἐκ τούτων ἐστὶ φανερόν· ἡ μὲν γὰρ κεφαλὴ τῆς μεγάλης Ἄρκτου κατὰ τοὺς προειρημένους ἄνδρας ἐστὶν ὁ βορειότερος ἀστὴρ τῶν βʹ τῶν ἡγουμένων ἐν τῶι πλινθίωι, ἐπὶ δὲ τῶν ἐμπροσθίων ποδῶν κεῖται ὁ νοτιώτερος τῶν αὐτῶν ἀστέρων· ὅτι μὲν γὰρ ὁ προειρημένος ἀστὴρ κατ’ αὐτοὺς ἐπὶ τῆς κεφαλῆς κεῖται, φανερὸν τοῦτο ποιοῦσιν ἐκ τοῦ λέγειν τὸν ἐν ἄκραι τῆι οὐρᾶι τοῦ Δράκοντος ἀστέρα κεῖσθαι κατὰ τὴν κεφαλὴν τῆς Ἄρκτου· οὐκ ἄλλος γὰρ κεῖται ἀστὴρ κατὰ τὸν ἐν ἄκραι τῆι οὐρᾶι τοῦ Δράκοντος, ἀλλ’ ὁ βορειότερος τῶν ἡγουμένων ἐν τῶι πλινθίωι· ὁ μὲν γὰρ ἐν ἄκραι τῆι οὐρᾶι τοῦ Δράκοντος ἐπέχει ὡς κατὰ παράλληλον κύκλον τοῦ Λέοντος μοίρας γʹ κτλ. Hipparch. |
| 10 [10] | I p. 1025B (185P. 48M.) πάλιν δ’ ὁ Ἄρατος περὶ τοῦ Ἡνιόχου λέγων ἐπιφέρει ταυτί (v. 177, 8)· ἀλλ’ αἰεὶ Ταῦρος προφερέστερος Ἡνιόχοιο εἰς ἑτέρην καταβῆναι, ὁμηλυσίηι περ ἀνελθών. διαφωνεῖν οὖν μοι δοκεῖ πρὸς τὰ φαινόμενα καὶ ἐν τούτοις. Sequitur probatio Hipparchi; deinde pergitur: εἴπερ οὖν ἀκολούθως τοῖς φαινομένοις ἔγραφεν, ὡς ὁ ΑΤΤΑΛΟΣ ὑπολαμβάνει, πολλῶι βέλτιον ἦν καὶ παραδοξότερον λέγειν τὸν πόδα ἄκρον τοῦ Ἡνιόχου ὕστερον ἀνατείλαντα πρότερον καταδύνειν καὶ μὴ ἅμα ἀνατείλαντα ὕστερον δύνειν. HIPPARCH. |
| 11 [15] | I p. 1032B (189P. 60M.) ἐν δὲ τοῖς περὶ τὸν Κριὸν καὶ ὁ ΑΤΤΑΛΟΣ ἀγνοεῖ λέγων οὕτως· κατανοῶν δὲ τὸν Κριὸν οὔτε ἀκριβῶς διατετυπωμένον οὔτε λαμπροὺς ἀστέρας ἔχοντα, δυναμένους δὲ καὶ ἐν σελήνηι λαμπρᾶι θεωρεῖσθαι διά τε τῶν παρακειμένων ἀστέρων πειρᾶται τὴν θέσιν αὐτῶν διασαφεῖν καὶ διὰ τῶν τὸν αὐτὸν αὐτῶι κύκλον φερομένων. χωρὶς γὰρ τοῦ λαμπροὺς αὐτὸν ἔχειν ἀστέρας, τοὺς ἐν τῆι κεφαλῆι ὡς ἔφαμεν (paullo ante) καὶ τοὺς ἐν τοῖς ἐμπροσθίοις ποσί, καὶ ἀπεκδέχεσθαί μοι δοκεῖ ὑπολαμβάνων διασαφεῖν αὐτὸν τὴν θέσιν τοῦ Κριοῦ φανερὰν ἔσεσθαι διὰ τῶν τὸν αὐτὸν κύκλον τῶι Κριῶι φερομένων καὶ τούτου χάριν ἐπισημαίνεσθαι. ἀλλὰ τὸ παρεπόμενον τῶι Κριῶι διασαφῶν ἐπιλέγει οὕτως (v. 231 sq)· μεσσόθι δὲ τρίβει μέγαν οὐρανόν, ἧιχί περ ἄκραι Χηλαὶ καὶ ζώνη περιτέλλεται Ὠρίωνος. Hipparch. |
| 12 [10] | I p. 1032C (189P. 60M.) ἐν δὲ τοῖς ἑξῆς ἀγνοεῖ ὁ Ἄρατος λέγων περὶ τοῦ Περσέως (v. 254, 5)· ἄγχι δέ οἱ σκαιῆς ἐπιγουνίδος ἤλιθα πᾶσαι Πληϊάδες φορέονται. πολὺ γὰρ ἀπέχει τὸ ἀριστερὸν γόνυ τοῦ Περσέως ἀπὸ τῶν Πλειάδων. ὁ δὲ ΑΤΤΑΛΟΣ φησι μὴ δεῖν δέχεσθαι τὸ ‘ἄγχι‘ ἀντὶ τοῦ ἐγγύς, ἀλλ’ ἀντὶ τοῦ ἐγγυτάτω· βούλεται γὰρ λέγειν (φησίν) ἐγγυτάτω τῶν Πλειάδων κεῖσθαι τὸ ἀριστερὸν γόνυ παρὰ τοὺς λοιποὺς ἀστέρας. οὐκ εὖ δὲ λέγει τοῦτο· οἱ γὰρ ἐν τῶι ἀριστερῶι ποδὶ τοῦ Περσέως βʹ λαμπροὶ καὶ ἔτι 〈οἱ〉 ἐν τῆι ἀριστερᾶι κνήμηι πολλῶι ἐγγίονές εἰσι τῶν Πλειάδων ἤπερ τὸ ἀριστερὸν γόνυ. Hipparch. |
| 13 [10] | I p. 1032D (189P. 62M.) ψευδῶς δὲ λέγεται (v. 257 sqq.) ὑπὸ τοῦ Ἀράτου καὶ τὸ τὰς Πλειάδας ἓξ μόνον ἀστέρας περιέχειν· ἑπτὰ (γάρ φησιν [v. 261. 258]) ἐκεῖναι ἐπιρρήδην καλέονται, ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι. λανθάνει δὲ αὐτόν· τῶι γὰρ ἀτενίσαντι ἐν αἰθρίωι καὶ ἀσελήνωι νυκτὶ φαίνονται ἀστέρες ζʹ ἐν αὐταῖς περιεχόμενοι. ὅθεν καὶ διαπορήσειεν ἄν τις, πῶς ὁ ΑΤΤΑΛΟΣ ἐξηγούμενος τὰ περὶ τὰς Πλειάδας παρέπεμψε καὶ τοῦτο τὸ διάπτωμα ὡς εὖ εἰρηκότος αὐτοῦ. Hipparch. |
| 14 [25] | I p. 1033A (190P. 64M.) ἐν δὲ τοῖς ἑξῆς ὁ Ἄρατος εἰπὼν περὶ τοῦ μηκέτι δεῖν νυκτοπλοεῖν, ὅταν τὸν Τοξότην ὁ ἥλιος ἄρξηται διαπορεύεσθαι, σημεῖα βουλόμενος ὑποδεῖξαι τοῦ καιροῦ τούτου φησίν (v. 303—310)· σῆμα δέ τοι κείνης ὥρης καὶ μηνὸς ἐκείνου Σκορπίος ἀντέλλων εἴη πυμάτης ἐπὶ νυκτός· ἤτοι γὰρ μέγα Τόξον ἀνέλκεται ἐγγύθι κέντρου Τοξευτής· ὀλίγον δὲ παροίτερος ἵσταται αὐτοῦ Σκορπίος ἀντέλλων, ὃ δ’ ἀνέρχεται αὐτίκα μᾶλλον. τῆμος καὶ κεφαλὴ Κυνοσουρίδος ἀκρόθι νυκτός ὕψι μάλα τροχάει, ὁ δὲ δύεται ἠῶθι πρό ἀθρόος Ὠρίων, Κηφεὺς δ’ ἀπὸ χειρὸς ἐπ’ ἰξύν. περὶ δὲ τούτων ὁ ΑΤΤΑΛΟΣ προενεγκάμενος αὐτίκα γράφει ταυτί· τὰ μὲν οὖν λοιπὰ μετρίως εἴρηκεν ἐν τούτοις ὁ ποιητής, τὸ δὲ περὶ τοῦ Κηφέως ὁμολογουμένως ἠγνόηκε φήσας αὐτὸν δύεσθαι κατὰ τὸν καιρὸν τοῦτον· οὐ γὰρ δύσιν ἀλλ’ ἐκ τῶν ἐναντίων ἀνατολὴν τότε ποιεῖται. καὶ τοῦτο δι’ αὐτῶν τῶν ποιημάτων φανερὸν γίγνεται· τῆς μὲν γὰρ δύσεώς φησιν αὐτὸν ἄρχεσθαι, καθ’ ὃν καιρὸν αἱ Χηλαὶ πρὸς τῆι ἀνατολῆι οὖσαι μέλλουσιν ἀναφέρεσθαι, πάντα δ’ αὐτοῦ δεδυκέναι τὰ μέρη τὰ δυνάμενα δύεσθαι, ὅταν ὁ Σκορπίος πρὸς τῆι ἀνατολῆι γένηται. δοκεῖ οὖν μοι ἀγνοεῖν ὁ ΑΤΤΑΛΟΣ φάσκων τὰ μὲν περὶ τῆς κεφαλῆς τῆς μικρᾶς Ἄρκτου καὶ περὶ τοῦ Ὠρίωνος ὀρθῶς εἰρηκέναι τὸν Ἄρατον, περὶ δὲ τοῦ Κηφέως διημαρτημένως· τοὐναντίον γὰρ περὶ μὲν τοῦ Κηφέως εἴρηκε 〈συμφώνωσ〉 τοῖς φαινομένοις, περὶ δὲ τῶν ἄλλων διαφώνως. Sequitur fr 15. Cf fr 16. HIPPARCH. |
| 15 [40] | I p. 1033C (191P. 66M.) τούτου (cf fr 14) δ’ ἔτι πρότερον διαμαρτάνειν μοι δοκεῖ (ATTALVS) ὑπολαμβάνων τὸν Ἄρατον τὰ εἰρημένα σημεῖα ὑπογράφειν ἡμῖν τῆς τοῦ Τοξότου ἀνατολῆς· ὅτι μὲν γὰρ τοῦτ’ ἐκδέχεται, φανερὸν μὲν ἦν καὶ ἐκ τῶν προγεγραμμένων αὐτοῦ λέξεων (fr 14), χωρὶς δὲ τούτων καὶ ῥητῶς ἐν τοῖς ἑξῆς φησιν οὕτως· ὁμολογουμένως δὴ κατὰ τοῦτον τὸν καιρὸν πάντων αὐτοῦ τῶν ἐκτὸς τοῦ ἀρκτικοῦ κύκλου κειμένων μερῶν δεδυκότων ἤδη μὲν φανερόν ἐστιν, ὅτι τοῦ Τοξότου πρὸς τῆι ἀνατολῆι ὄντος οὐ ποιεῖται (Cepheus) τὴν ἀρχὴν τῆς δύσεως .... πλὴν ἵνα σαφέστερον γένηται, διότι κατὰ τὴν τοῦ Τοξότου ἀνατολὴν οὐ δύσιν ἀλλ’ ἀνατολὴν αὐτοῦ συμβαίνει γίνεσθαι, λάβωμεν τὰ λεγόμενα ὑπ’ αὐτοῦ περὶ τὸν καιρὸν τοῦτον .... ὃ δὲ ἀπεκδέχεται ἅπαν ψευδές (cf fr 16). ὅτι δὲ Ἄρατος τὰ εἰρημένα σημεῖα οὐ πρὸς τὴν τοῦ Τοξότου ἀνατολὴν τίθησιν, ἀλλὰ κατ’ αὐτὴν τὴν Σκορπίου ἀνατολήν, φανερὸν ποιεῖ αὐτὸς ὁ ποιητής. Sequitur refutatio; deinde pergit p. 1036B (191E P. 68M.) ita: ἐπλανήθη δὲ ὁ ΑΤΤΑΛΟΣ διὰ τὸ τῶι ἐπὶ τοῦ Τοξότου εἰρημένωι (v. 307) ‘ὃ δ’ ἀνέρχεται αὐτίκα μᾶλλον‘ συνάπτειν τὸ ‘τῆμος καὶ κεφαλὴ Κυνοσουρίδοσ‘ (v. 308) καὶ τὰ ἑξῆς. πλὴν εἴ τις καὶ τοῦτο συγχωρήσειεν αὐτῶι, οὐδ’ οὕτω δύναται ὁ Ἄρατος ‘μετρίωσ‘ λέγειν, ὥς φησιν ὁ ΑΤΤΑΛΟΣ (fr 14), τούτου ἀνατέλλοντος ‘ὕψι μάλα τροχάειν‘ (v. 309) τὴν κεφαλὴν τῆς μικρᾶς Ἄρκτου· ταύτης γὰρ ‘ὕψι μάλα‘ φερομένης καὶ μεσουρανούσης οὐχ ὅτι Τοξότης ἀνατέλλει, ἀλλὰ Ὑδροχόος· ἡ μὲν γὰρ κεφαλὴ τῆς μικρᾶς Ἄρκτου ἐπέχει κατὰ τὸν παράλληλον τῶι ἰσημερινῶι κύκλον τὴν τελευτὴν τοῦ Σκορπίου, ταύτης δὲ μεσουρανούσης ἐν τῶι ζωιδιακῶι μεσουρανεῖ ἡ τρίτη μοῖρα τοῦ Τοξότου, ἧς μεσουρανούσης ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις καὶ ὅπου ἐστὶν ἡ μεγίστη ἡμέρα ὡρῶν ἰσημερινῶν ιδʹ ἀνατέλλει τοῦ Ὑδροχόου μοῖρα ιζʹ. ὅταν ἄρα ἡ κεφαλὴ τῆς μικρᾶς Ἄρκτου μεσουρανῆι, ὅπερ ἐστὶ ταὐτὸν 〈τῶι〉 ‘ὕψι μάλα τροχάει‘, τότε οὐχ ὁ Σκορπίος ἄρχεται ἀνατέλλειν, ἀλλὰ τοῦ Ὑδροχόου πλέον ἢ τὸ ἥμισυ ἀνατέταλκε μέρος, ὁ δὲ Σκορπίος ἤδη ὅλος. ὡς μὲν οὖν οὐ ‘μετρίωσ‘ εἴρηται τοῦτο τῶι Ἀράτωι, ὡς ὁ ΑΤΤΑΛΟΣ φησιν, ἀλλὰ πλείοσιν ἢ τρισὶ ζωιδίοις διαφωνεῖ πρὸς τὸ φαινόμενον, φανερὸν ἐκ τῶν εἰρημένων. ὅτι δὲ οὐδὲ Ὠρίων ὅλος δύνει τοῦ Σκορπίου ἀρχομένου ἀνατέλλει ὡς ὅ τε Ἄρατος λέγει καὶ ὁ ΑΤΤΑΛΟΣ αὐτῶι συναποφαίνεται, ἀλλὰ μᾶλλον τοῦ Τοξότου, φανερὸν ἂν γένοιτο διὰ τούτων. Sequitur argumentatio Hipparchi. HIPPARCH. |
| 16 [10] | I p. 1037A (192P. 70M.) τὰ δὲ περὶ τοῦ Κηφέως λεγόμενα (v. 310) ὅτι συμφώνως τοῖς φαινομένοις Ἄρατος λέγει καὶ οὐ διαφωνεῖ, ὡς ὁ ΑΤΤΑΛΟΣ ὑπολαμβάνει (fr 14. 15), δῆλον ἂν γένοιτο διὰ τούτων· ἄρχεται μὲν δύνειν τὰ νοτιώτερα αὐτοῦ μέρη τοῦ ἀειφανοῦς κύκλου ἀνατελλούσης τῆς ηʹ μοίρας τῶν Χηλῶν, λήγει δὲ δύνειν τῆς ιγʹ μοίρας τῶν Χηλῶν. φανερὸν τοίνυν, ὅτι τοῦ Σκορπίου ἀνατέλλοντος δεδυκέναι δεῖ τὰ βʹ μέρη τοῦ Κηφέως. ἐπλανήθη δὲ ὁ ΑΤΤΑΛΟΣ λέγων μὴ δύνειν τὸν Κηφέα ἀλλ’ ἐκ τῶν ἐναντίων ἀνατέλλειν ἀπεκδεξάμενος τοῦ ποιητοῦ τὸ βούλημα, ὡς προείρηκα (fr 15 l. 4), καὶ ὑπολαβὼν τὸν Ἄρατον λέγειν, τοῦ Τοξότου ἀνατέλλοντος τόν τε Ὠρίωνα καὶ τὸν Κηφέα δύνειν. HIPPARCH. |
| 17 [45] | I p. 1040B (193P. 74M.) ἐν δὲ τοῖς ἐφεξῆς ὁ Ἄρατος ἐπελθὼν τὰ λοιπὰ τῶν νοτιωτέρων ἄστρων τοῦ ζωιδιακοῦ ἐπιφέρει ταυτί (v. 367—369). οἳ δ’ ὀλίγωι μέτρωι ὀλίγηι δ’ ἐγκείμενοι αἴγληι μεσσόθι Πηδαλίου καὶ Κήτεος εἱλίσσονται, γλαυκοῦ πεπτηῶτες ὑπὸ πλευρῆισι Λαγωοῦ. ἐν δὲ τούτοις παρεωρακέναι μοι δοκεῖ (οὕτω γὰρ δεῖ λέγειν) ὑπολαβὼν μεταξὺ τοῦ Πηδαλίου καὶ τοῦ Κήτους κεῖσθαι τοὺς ἀνωνύμους ἀστέρας· δεῖ γὰρ αὐτοὺς μεταξὺ τοῦ Ποταμοῦ καὶ τοῦ Πηδαλίου κεῖσθαι. Sequitur probatio et Eudoxi, qui recte haec descripsisset, comparatio. Deinde subicit: ὁ δὲ ΑΤΤΑΛΟΣ τούτου μὲν τοῦ παροράματος οὐκ ἐμνήσθη δεόντως εἰρηκέναι νομίζων τὸν Ἄρατον, ἐπιλαμβάνεται δὲ αὐτοῦ, διότι ‘ἀδυνάτως ἀνέστραπται ἐν τούτοισ‘ (v. 367—385)· οἳ δ’ ὀλίγωι μέτρωι ὀλίγηι δ’ ἐγκείμενοι αἴγληι μεσσόθι Πηδαλίου καὶ Κήτεος εἱλίσσονται, γλαυκοῦ πεπτηῶτες ὑπὸ πλευρῆισι Λαγωοῦ, νώνυμοι· οὐ γὰρ τοί γε τετυγμένου εἰδώλοιο βέβληνται μελέεσσιν ἐοικότες, οἷά τε πολλά ἑξείης στιχόωντα παρέρχεται αὐτὰ κέλευθα ἀνομένων ἐτέων. τά τις ἀνδρῶν οὐκέτ’ ἐόντων ἐφράσατ’ ἠδ’ ἐνόησεν ἅπαντ’ ὀνομαστὶ καλέσσαι ἤλιθα μορφώσας· οὐ γάρ κε δυνήσατο πάντων οἰόθι κεκριμένων ὄνομ’ εἰπεῖν οὐδὲ δαῆναι· πολλοὶ γὰρ πάντη, πολέων δ’ ἐπὶ ἶσα πέλονται μέτρα τε καὶ χροιή, πάντες γε μὲν ἀμφιέλικτοι. τῶι καὶ ὁμηγερέας οἱ ἐείσατο ποιήσασθαι ἀστέρας, ὄφρ’ ἐπιτὰξ ἄλλωι παρακείμενος ἄλλος εἴδεα σημαίνοιεν. ἄφαρ δ’ ὀνομαστὰ γένοντο ἄστρα, καὶ οὐκ ἔτι νῦν ὑπὸ θαύματι λάμπεται ἀστήρ. ἀλλ’ οἳ μὲν καθαροῖς ἐναρηρότες εἰδώλοισι φαίνονται, τὰ δ’ ἔνερθε διωκομένοιο Λαγωοῦ πάντα μάλ’ ἠερόεντα καὶ οὐκ ὀνομαστὰ φέρονται. ταῦτα δὲ προενεγκάμενος ὁ ΑΤΤΑΛΟΣ ἐπιφέρει· ἐν δὲ τούτοις ἀδυνατώτερον ὁ ποιητὴς ἀνέστραπται πολλάκις ἐπὶ τὴν αὐτὴν διάνοιαν ἐπιφερόμενος καὶ οὐ δυνάμενος τὸν λόγον εὐπεριγράφως ἐξενεγκεῖν· βούλεται γὰρ δηλῶσαι, διότι οἱ μεταξὺ τοῦ Κήτους καὶ τοῦ Πηδαλίου τεταγμένοι ὑποκάτω τοῦ Λαγωοῦ ἐν οὐδενὶ ἄστρωι καταριθμοῦνται, ἀλλ’ εἰσὶν ἀνώνυμοι· πολλῶν γὰρ ὑπαρχόντων ἀστέρων καὶ ἐνίων τὰ μεγέθη καὶ τὰ χρώματα ὅμοια ἐχόντων ὁ πρῶτος διατάξας τὰ ἄστρα καὶ κατὰ συστάσεις ἑκάστοις ὄνομα περιτιθεὶς οὐκ ἂν ἠδυνήθη σποράδην αὐτῶν κειμένων τὴν ἐπίγνωσιν αὐτῶν λαμβάνειν, εἰ μὴ λαβὼν ἐξ αὐτῶν τοὺς δυναμένους μετ’ ἀλλήλων διασημαίνειν τι τῶν ἄστρων οὕτω κατωνόμασεν αὐτά. δοκεῖ δέ μοι πᾶν τοὐναντίον ὁ μὲν ΑΤΤΑΛΟΣ μὴ κεκρατηκέναι τῆς τοῦ ποιητοῦ διανοίας, καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ἣν προέθετο διάνοιαν τῶν στίχων ἀποδοῦναι μηδὲ ταύτην σαφῶς ἀλλ’ ἀσυνέτως ἐξενηνοχέναι, ὁ μέντοι γε Ἄρατος κεκρατημένως ἀποδεδωκέναι. |
| 17 (50) | Sequitur de Arato probatio. HIPPARCH. |
| 18 [20] | I p. 1041C (196P. 80M.) ἑξῆς δέ φησιν ὁ Ἄρατος περὶ τοῦ Θυμιατηρίου (v. 402—407)· αὐτὰρ ὑπ’ αἰθομένωι κέντρωι τέραος μεγάλοιο Σκορπίου, ἄγχι νότοιο, Θυτήριον αἰωρεῖται. τοῦ δ’ ἤτοι ὀλίγον μὲν ἐπὶ χρόνον ὑψόθ’ ἐόντος πεύσεαι· ἀντιπέρην γὰρ ἀείρεται Ἀρκτούροιο. καὶ τοῦ μὲν μάλα πάγχυ μετήοροί εἰσι κέλευθοι Ἀρκτούρου, τὸ δὲ θᾶσσον ὑφ’ ἑσπερίην ἅλα νεῖται. ἐν δὲ τούτοις δοκεῖ μοι ἀγνοεῖν ὁ Ἄρατος ὑπολαμβάνων, ὅσον ἀπέχει ὁ Ἀρκτοῦρος ἀπὸ τοῦ ἀεὶ φανεροῦ πόλου, τοσοῦτον ἀπέχειν καὶ τὸ Θυμιατήριον ἀπὸ τοῦ νοτίου πόλου. ὁμοίως δὲ καὶ ὁ ΑΤΤΑΛΟΣ ὡς ἂν συναποφαινόμενος αὐτῶι ἀγνοεῖ· ἐξηγούμενος γὰρ τὴν διάνοιαν τῶν εἰρημένων στίχων λέγει οὕτως· περὶ δὲ τοῦ Θυμιατηρίου ποιούμενος τὸν λόγον φησὶν αὐτὸ κεῖσθαι πρὸς τὸν ἀφανῆ πόλον οὕτως ἔχον, ὡς ἀστὴρ ὁ καλούμενος Ἀρκτοῦρος πρὸς τὸν φανερὸν κεῖται πόλον. διό φησι τοῦ Θυμιατηρίου τὴν ὑπὲρ γῆς φορὰν βραχεῖαν εἶναι, τοῦ δὲ Ἀρκτούρου πολλήν. ψευδῶς δὲ διαλαμβάνουσι τὸν Ἀρκτοῦρον ἴσον ἀπέχειν ἀπὸ τοῦ βορείου πόλου καὶ τὸ Θυμιατήριον ἀπὸ τοῦ νοτίου. Sequitur argumentatio Hipparchi. HIPPARCH. |
| 19 [5] | I p. 1044D sq. (197P. 86M.) χωρὶς δὲ τούτων ὁλοσχερῶς ἀγνοεῖ (Aratus v. 435—437) λέγων τὸν Κένταυρον ὑπὸ τῶι Σκορπίωι καὶ ταῖς Χηλαῖς κεῖσθαι· ὅλος γὰρ σχεδὸν ὑπὸ τῆι Παρθένωι κεῖται. Hoc pluribus probat; deinde pergit: παραπέμπει δὲ καὶ τοῦτο ὁ ΑΤΤΑΛΟΣ ὡς εὖ εἰρηκότος αὐτοῦ. HIPPARCH. |
| 20 [15] | I p. 1045B (198P. 88M.) ἐν δὲ τοῖς ἑξῆς περὶ τῶν τροπικῶν καὶ τοῦ ἰσημερινοῦ καὶ τοῦ ζωιδιακοῦ κύκλου λέγων φησίν (v. 467—468)· αὐτοὶ δ’ ἀπλατέες καὶ ἀρηρότες ἀλλήλοισι πάντες· ἀτὰρ μέτρωι γε δύω δυσὶν ἀντιφέρονται. γραφομένου δὴ διχῶς, καὶ ἐν οἷς μὲν ‘αὐτοὶ δ’ ἀπλατέεσ‘ ἐν οἷς δὲ ‘αὐτοὶ δὲ πλατέεσ‘, ὁ ΑΤΤΑΛΟΣ φησι βέλτιον εἶναι ‘αὐτοὶ δὲ πλατέεσ‘. καὶ γὰρ οἱ ἀστρολόγοι (φησί) πλατεῖς ὑποτίθενται τούς τε τροπικοὺς καὶ τὸν ἰσημερινὸν καὶ τὸν ζωιδιακὸν διὰ τὸ τὸν ἥλιον τὰς τροπὰς μὴ ἀεὶ ἐπὶ τοῦ αὐτοῦ κύκλου ποιεῖσθαι, ἀλλά ποτε μὲν νοτιώτερον, ποτὲ δὲ βορειότερον. καὶ ὅτι γίνεται τοῦτο, καὶ Εὔδοξός φησιν (fr V syllogae meae). Sequitur Eudoxi placitum; deinde pergit: δοκεῖ δή μοι καὶ ἐν τούτοις ὁ ΑΤΤΑΛΟΣ ἀγνοεῖν ὑπολαμβάνων τὸν ἥλιόν ποτε μὲν νοτιωτέρας ποτὲ δὲ βορειοτέρας ποιεῖσθαι τὰς τροπὰς καὶ διὰ τοῦτο δεῖν τοὺς κύκλους ‘πλατεῖσ‘ ὑποτίθεσθαι. Sequitur Hipparchi argumentatio. HIPPARCH. |
| 21 [25] | I 1013C (178P. 26M.) errasse scribit Aratum (v. 497—499) de tropico aestivo haec proferentem: τοῦ μέν, ὅσον τε μάλιστα, δι’ ὀκτὼ μετρηθέντος πέντε μὲν ἔνδια στρέφεται καὶ ὑπέρτερα γαίης, τὰ τρία δ’ ἐν περάτηι. συμφωνεῖται δή, διότι ἐν μὲν τοῖς περὶ τὴν Ἑλλάδα τόποις ὁ γνώμων λόγον ἔχει πρὸς τὴν ἰσημερινὴν σκιάν, ὃν ἔχει τὰ τέσσαρα πρὸς τὰ τρία. ἐκεῖ δὴ τοίνυν ἡ μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ἰσημερινῶν ιδʹ καὶ γʹ ἔγγιστα πεμπτημορίων, τὸ δὲ ἔξαρμα τοῦ πόλου μοιρῶν λζʹ ὡς ἔγγιστα. ὅπου δὲ ἡ μεγίστη ἡμέρα λόγον ἔχει πρὸς τὴν ἐλαχίστην ὃν ἔχει τὰ εʹ πρὸς τὰ γʹ, ἐκεῖ ἡ μὲν μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ιεʹ, τὸ δὲ ἔξαρμα τοῦ πόλου μοιρῶν μαʹ ὡς ἔγγιστα. δῆλον τοίνυν, ὅτι οὐ δυνατὸν ἐν τοῖς περὶ τὴν Ἑλλάδα τὸν προειρημένον εἶναι λόγον τῆς μεγίστης ἡμέρας πρὸς τὴν ἐλαχίστην, ἀλλὰ μᾶλλον ἐν τοῖς περὶ τὸν Ἑλλήσποντον τόποις. καίτοι γε ὁ μὲν Ἄρατος οὐκ ἀφ’ ἑαυτοῦ κρίσιν περὶ τῶν τοιούτων προφερόμενος γέγραφεν, ἀλλὰ τῶι Εὐδόξωι καὶ περὶ τούτου κατακολουθήσας. εἰ δὲ καὶ ἀφ’ ἑαυτοῦ γέγραφεν, οὐ διασαφήσας ἐν ποίοις ἐστὶν ἡ προειρημένη ἔγκλισις τοῦ κόσμου τάχα ἂν κατά γε τοῦτο διακρούοιτο τὸ ἔγκλημα. ὁ μέντοι γε ΑΤΤΑΛΟΣ ὁμολογουμένως ἠγνόει λέγων ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις τὴν μεγίστην ἡμέραν πρὸς τὴν ἐλαχίστην λόγον ἔχειν ὃν τὰ εʹ πρὸς τὰ γʹ· προεκθέμενος γὰρ τὰ ἐπὶ τοῦ θερινοῦ τροπικοῦ ποιήματα ἐπιφέρεται ταυτί· διὰ δὲ τούτου φανερὸν ποιεῖ, διότι τὴν ὅλην πραγματείαν ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις πεποίηται· παρ’ ἐκείνοις γάρ ἐστιν ἡ μακροτάτη ἡμέρα πρὸς τὴν μικροτάτην νύκτα ὡς τὰ εʹ πρὸς τὰ γʹ. Hipparch. |
| 22 [20] | I p. 1056D (205P. 108M.) ἑξῆς δέ φησιν (Aratus de circulo aequatore 522—524)· οὐ μὴν Αἰητοῦ ἀπαμείρεται, ἀλλὰ μάλ’ ἐγγύς Ζηνὸς ἀητεῖται μέγας ἄγγελος· ἡ δὲ κατ’ αὐτόν Ἱππείη κεφαλὴ καὶ ὑπαύχενον εἱλίσσονται. συνεγγίζει δὲ καὶ ταῦτα τῆι ἀληθείαι. ὁ δὲ Εὔδοξος τὰ μὲν ἄλλα ὁμοίως εἴρηκε (fr XXIX), τῶν δὲ Χηλῶν τὰ μέσα φησὶν ἐπὶ τοῦ ἰσημερινοῦ κεῖσθαι, τοῦ δ’ Ἀετοῦ τὴν ἀριστερὰν πτέρυγα, τοῦ δὲ Ἵππου καὶ τὴν ὀσφὺν καὶ ἔτι τῶν Ἰχθύων τὸν βορειότερον αὐτῶν ... ὁ δὲ ΑΤΤΑΛΟΣ περὶ τῶν ἐν τοῖς εἰρημένοις κύκλοις ἀστέρων τὸν μὲν κατὰ μέρος λόγον παραπέμπει, γράφει δὲ ταῦτα· ἐν οἷς δὲ διασαφεῖ (Aratus), διὰ τίνων ἀστέρων ἕκαστος τῶν γʹ παραλλήλων διήκει [δ’ ὃ παραπέμπει], ὁλοσχερῶς οὐ δυναμένων διέρχεσθαι τῶν κύκλων δι’ ὧν φησιν (Aratus) ἀστέρων αὐτοὺς διήκειν, διὰ τὸ παρηκολουθηκέναι σε, διὰ τῆς διόπτρας ἐπεσκεμμένον αὐτά, παρῆκα νῦν διασαφεῖν. πρῶτον μὲν οὖν ἔδει καὶ τῶν λοιπῶν χάριν τῶν φιλομαθούντων, εἴπερ παρηκολουθ〈ήκ〉ει, ὑποδεῖξαι, τίνες τε αὐτῶν νοτιώτεροι καὶ βορειότεροι ἐφαίνοντο τοῦ θερινοῦ τροπικοῦ καὶ πόσωι, ἔπειτα πρὸς τὸ αὐτὸ τοῦτο μόνον κατανοῆσαι, διότι οὐ φέρονται κύκλοι διὰ τῶν εἰρημένων ἀστέρων, οὐ χρεία διόπτρας. Sequitur probatio Hipparchi. Hipparch. |
| 23 [30] | II p. 1064B (209P. 122M.) πρῶτον μὲν οὖν ὁ Ἄρατος ὑποδεῖξαι βουλόμενος, πῶς διὰ τῆς ἀνατολῆς καὶ τῆς δύσεως τῶν ἄστρων ἐπιγνωσόμεθα τὴν ὥραν τῆς νυκτός, λέγει ταυτί. Secuntur v. 559—568 ipsi et paraphrasis; deinde ita pergit: πρῶτον μὲν οὖν ἀγνοεῖ ὑπολαμβάνων ἀρκεῖν πρὸς τὸ τὴν ὥραν ἐπιγνῶναι τῆς νυκτὸς τὸ συλλογίσασθαι, πόσα ἔτι ζώιδια καταλείπεται εἰς τὴν τοῦ ἡλίου ἀνατολήν· τοῦτο γὰρ 〈ἂν〉 ἐγίνετο, εἰ ἐν ἴσωι χρόνωι ἕκαστον τῶν ζωιδίων ἀνέτελλεν. ἐπεὶ δὲ μεγάλην εἶναι συμβαίνει διαφορὰν ἐν ταῖς ἀνατολαῖς τῶν ιβʹ ζωιδίων, ἀγνοήσει τὴν τῆς νυκτὸς ὥραν ὁ τῶι προειρημένωι συλλογισμῶι χρώμενος. μάλιστα δ’ ἄν τις θαυμάσειε, πῶς καὶ ὁ ΑΤΤΑΛΟΣ συγκατατίθεται τούτωι· λέγει γὰρ τὸν τρόπον τοῦτον· ἐν δὲ τοῖς ἐχομένοις (v. 559—568) πειρᾶται ὑποδεικνύειν, πῶς ἄν τις διὰ τῶν ἄστρων δύναιτο τὴν ὥραν τῆς νυκτὸς ἐπιγιγνώσκειν· ἐπεὶ γάρ ἐστιν ἀρχὴ νυκτὸς ἡλίου δύσις, ὁ δὲ ἥλιος ἀεὶ ἔν τινι τῶν ιβʹ ζωιδίων ἐστί, δῆλον ὅτι τῶι γιγνώσκοντι, ἐν τίνι τε ζωιδίωι ὁ ἥλιός ἐστι καὶ ἐν πόστηι μοίραι τοῦ ζωιδίου, ῥάιδιόν ἐστιν ἐπιγνῶναι καὶ ποῖον ζώιδιον ἐν ἀρχῆι τῆς νυκτὸς ἀνατέλλει καὶ ποίαι μοίραι· τῆι γὰρ ὑπὸ τοῦ ἡλίου κατεχομένηι μοίραι ἡ κατὰ διάμετρον κειμένη τὴν ἀνατολὴν κατὰ τὴν ἀρχὴν τῆς νυκτὸς ποιήσεται. τοῦτο δὲ προϊστορηκὼς καὶ ἐπεγνωκώς, ὅτι ἐν πάσηι νυκτὶ ϛʹ ζώιδια πρὸς τῆι ἀνατολῆι ἀνίσχουσι, γνώσεται καὶ πόσον τῆς νυκτὸς παρεληλυθός ἐστι καὶ πόσον τὸ λοιπὸν ἕως τῆς τοῦ ἡλίου ἀνατολῆς. μετὰ δὲ ταῦτα λέληθεν ἀμφοτέρους αὐτούς, ὅτι οὐδ’ ἂν αὐτὸ τὸ ζώιδιον βλέπηι τις ἀνατεταλκὸς δυνατός ἐστιν ἀκριβῶς τὴν ὥραν τῆς νυκτὸς συλλογίσασθαι κατὰ τὸν προειρημένον τρόπον. Deinde refutantur Aratus et ATTALVS. Hipparch. |
| 24 [30] | II p. 1076A (217P. 146M.) οὐ μόνον δὲ ὁ Ἄρατος (v. 581) καὶ ὁ Εὔδοξος (fr XXXVI) ἀλλὰ καὶ οἱ λοιποὶ μαθηματικοὶ πάντες σχεδόν, ὅσοι περὶ τοῦ Βοώτεω λόγον πεποίηνται, ὁμοίως τούτοις ἀποπεπλάνηνται νομίζοντες τέσσαρσι ζωιδίοις αὐτὸν συγκαταδύνειν. ΑΤΤΑΛΟΣ δὲ καὶ περὶ τοῦ τὴν ἀρχὴν τῆς δύσεως αὐτὸν ποιεῖσθαι μὴ τῶι Σκορπίωι συγκαταφερόμενον, ὡς ἡμεῖς ἐνδείκνυμεν, ἀλλὰ ταῖς Χηλαῖς ἱκανῶς διαβεβαιοῦται λέγων τὸν τρόπον τοῦτον· ἔνιοι γὰρ οὔτε τοῖς φαινομένοις παρακολουθοῦντες οὔτε τὰ ὑπὸ τοῦ ποιητοῦ λεγόμενα δυνάμενοι συνεῖναι διαφόρους ἀποφάσεις πεποίηνται περὶ αὐτοῦ. καί τινες μέν φασιν αὐτὸν τῆι Παρθένωι πρῶτον ἄρχεσθαι συγκαταδύνειν, εἶτα τοῖς ἐφεξῆς τρισὶ ζωιδίοις, ἔνιοι δὲ ἄρχεσθαι μὲν ἀπὸ τοῦ Σκορπίου, λήγειν δὲ ἐπὶ τὸν Ὑδροχόον. ὧν τισι καὶ σὺ παρατέτευχας ἐλεγχομένοις ὑφ’ ἡμῶν καὶ μετατιθεμένοις. καθόλου δὲ καὶ τοῦ φαινομένου τοῦτο συνιστάντος καὶ τοῦ ποιητοῦ σαφῶς λέγοντος, ὅτι ὅλος μὲν δεδυκὼς γίνεται Λέοντος πρὸς ἀνατολὰς ὄντος, ἄρχεται δὲ δύεσθαι, ὅταν ὁ Ταῦρος μέλληι ἀνατέλλειν, τὸ δὲ κατὰ διάμετρον αὐτῶι κείμενον ζώιδιον, ὁ Σκορπίος, πρὸς τῆι δύσει ὑπάρχηι, αἱ δὲ Χηλαὶ ἀρτίως κατενηνεγμέναι ὦσιν, αἷς ἅμα συγκαταφέρεσθαι ἄρχεται ὁ Ἀρκτοφύλαξ, φανερὸν εἶναι νομίζω, διότι τοὺς ἀντιδοξοῦντας ἡμῖν περὶ τούτου παντελῶς ἀπείρους εἶναι τῶν φαινομένων συμβέβηκεν. καλῶς μὲν οὖν εἶχεν, εἰ μὴ μόνον ἀναποδείκτωι φάσει χρώμενος ἔλεγε τοὺς ἀντιδοξοῦντας ἐλεγχομένους ὑπ’ αὐτοῦ μετατίθεσθαι, ἀλλὰ καὶ νῦν ἔγγραπτον ἐτίθει τὴν ἀπόδειξιν, ἵνα καὶ οἱ λοιποὶ τῶν ἀντιδοξούντων πεισθῶσιν, ὅτι ταῖς Χηλαῖς ἄρχεται συγκαταδύνειν καὶ οὐ τῶι Σκορπίωι. πλήν, ἐπεὶ οὕτως παραλέλοιπεν, οὐκ ἄχρηστον ἂν εἴη διὰ βραχέων ὑπομνῆσαι, δι’ ὧν πειθόμεθα τῶι Σκορπίωι πρώτως αὐτὸν συγκαταδύνειν κτλ. Sequitur probatio. Hipparch. |
| 25 [40] | II p. 1077D (219P. 152M.) τῆς δὲ Παρθένου ἀρχομένης ἀνατέλλειν (v. 597—606) Λύρη τότε (φησί) Κυλληναίη καὶ Δελφὶς δύνουσι καὶ εὐποίητος Ὀιστός. σὺν τοῖς Ὄρνιθος πρῶτα πτερὰ μέχρι παρ’ αὐτήν οὐρὴν καὶ Ποταμοῖο παρηορίαι σκιόωνται· δύνει δ’ Ἱππείη κεφαλή, δύνει δὲ καὶ αὐχήν. ἀντέλλει δ’ Ὕδρη μὲν ἐπὶ πλέον ἄχρι παρ’ αὐτόν Κρητῆρα, φθάμενος δὲ Κύων πόδας αἴνυται ἄλλους ἕλκων ἐξόπιθεν πρύμναν πολυτειρέος Ἀργοῦς. ἣ δὲ θέει γαίης ἱστὸν διχόωσα κατ’ αὐτόν, Παρθένος ἦμος ἅπασα περαιόθεν ἄρτι γένηται. τῶι δὲ Ἀράτωι τὰ αὐτὰ καὶ ὁ Εὔδοξος λέγει (fr XXXVIII). ὁ μέντοι γε ΑΤΤΑΛΟΣ οὐ δυνάμενος κρατῆσαι τῆς διανοίας τοῦ ποιητοῦ ἀλλ’ ὑπολαβὼν λέγειν αὐτόν, τῆς Παρθένου μελλούσης ἀνατέλλειν ὅτι ἡ πρύμνα ἀνατέταλκεν ἕως μέσου τοῦ ἱστοῦ, φησὶ τὸ ‘ἅπασα‘ τῶι ἐσχάτωι στίχωι κενῶς προσκεῖσθαι· ἐκθέμενος γὰρ τῶν προειρημένων στίχων τοὺς ἐσχάτους ρʹ † ἐπιφέρει ταυτί· ἐν δὲ τούτοις τὸ ‘ἅπασα‘ προσαναπληρώματος ἔχει τάξιν· εἴτε γὰρ ἐπὶ τὴν Ἀργὼ μεταβιβάσειέ τις αὐτὸ ποιῶν τὸν λόγον τοιοῦτον ‘ἣ δὲ πᾶσα θέει γαίης ἱστὸν διχόωσα κατ’ αὐτόν, Παρθένος ἦμος περαιόθεν ἄρτι γένηται‘, ὁμολογουμένως ἀναπληρώματος ἔχει τάξιν· εἴτ’ ἐπὶ τὴν Παρθένον, τὸ αὐτὸ συμβήσεται, ἐὰν μή τις δέξηται, ὅτι ὅλην φησὶ τὴν Παρθένον ἀνατεταλκέναι. ὅπερ οὐ βούλεται λέγειν· εἰ γὰρ ἡ Παρθένος ὅλη ἀνατέταλκε, δῆλον ὅτι αἱ Χηλαὶ πρὸς τῶι ἀνατέλλειν εἰσίν. κατὰ δὲ τοῦτον τὸν καιρὸν ὅλην φησὶ τὴν Ἀργὼ ἀνατεταλκέναι, λέγων οὕτως (v. 607—610)· οὐδ’ ἂν ἐπερχόμεναι Χηλαὶ καὶ λεπτὰ φάουσαι ἄφραστοι παρίοιεν, ἐπεὶ μέγα σῆμα Βοώτης ἀθρόος ἀντέλλει βεβολημένος Ἀρκτούροιο. Ἀργὼ δ’ εὖ μάλα πᾶσα μετήορος ἵσταται ἤδη. δοκεῖ οὖν μοι πεπλανῆσθαι ὁ ΑΤΤΑΛΟΣ οὐ συνιείς, ὅτι ἐπιθέτως λέγεται ὑπὸ τοῦ ποιητοῦ τὸ ‘ἱστὸν διχόωσα κατ’ αὐτόν‘ (v. 605) καὶ οὐχ, ὅτι ἀνατέλλει ἕως μέσου τοῦ ἱστοῦ· ὁ γὰρ ἑξῆς λόγος ἐστὶ τοιοῦτος· τῆς Παρθένου ἀρχομένης ἀνατέλλειν ὅ τε Κύων ἀνατέταλκε καὶ ἡ πρύμνα τῆς Ἀργοῦς, αὐτὴ μέντοι ἡμίσεια οὖσα ἕως τοῦ ἱστοῦ ἀναφέρεται, ἕως ἂν ὅλη ἡ Παρθένος ἀνατείληι. Hipparch. |
| 26 [10] | I p. 1037B (193P. 72M.) χωρὶς δὲ τῶν εἰρημένων ἀμφότεροι ἀγνοοῦσιν ὅ τε Ἄρατος καὶ ὁ ΑΤΤΑΛΟΣ συναποφαινόμενος αὐτῶι, διότι ὁ Κηφεὺς τῆι ζώνηι (v. 650—652) γαῖαν ἐπιξύει, τὰ μὲν εἰς κεφαλὴν μάλα πάντα βάπτων ὠκεανοῖο, τὰ δ’ οὐ θέμις, ἀλλὰ τά γ’ αὐτόν Ἄρκτοι κωλύουσι πόδας καὶ γοῦνα καὶ ἰξύν. ἐν γὰρ τοῖς περὶ τὴν Ἑλλάδα τόποις οὐχ ἕως τῆς ζώνης δύνει ὁ Κηφεύς, ἀλλ’ οὐδὲ ἕως τῶν ὤμων· οἱ γὰρ ἐν τῆι κεφαλῆι αὐτοῦ κείμενοι ἀστέρες μόνον δύνουσιν, οἱ δὲ ὦμοι ἐν τῶι ἀεὶ φανερῶι τμήματι φέρονται οὔτε δύνοντες οὔτε ἀνατέλλοντες. Sequitur probatio Hipparchi. Hipparch. |
| 27 [20] | II p. 1085 (224P. 168M.) παρέχει δέ τισιν ἐπίστασιν, πῶς ἐπὶ τῶν ἄλλων ζωιδίων ὁ Ἄρατος τὰς ἀρχὰς ἐπὶ τῆς ἀνατολῆς ὑποτιθέμενος καὶ οὕτω τὰς τῶν ἄλλων ἄστρων ἀνατολὰς καὶ δύσεις διασαφῶν τὸν Ὑδροχόον μέσον ἀνατέλλειν ὑποτίθεται, λέγων οὕτως (v. 693, 4)· Ἵππος δ’ Ὑδροχόοιο μέσον περιτελλομένοιο ποσσί τε καὶ κεφαλῆι ἀνελίσσεται. τούτου δ’ ἀπορουμένου ὁ ΑΤΤΑΛΟΣ φησιν ἁμάρτημα εἶναι, δεῖν δὲ γράφειν οὕτως· Ἵππος δ’ Ὑδροχόοιο νέον περιτελλομένοιο. λανθάνει δὲ τόν τε ΑΤΤΑΛΟΝ καὶ τοὺς ἄλλους τὸ βούλημα τοῦ ποιητοῦ, τάχα δὲ καὶ τὸ φαινόμενον· ὁ γὰρ Ὑδροχόος τῆι θέσει κείμενος ἀπὸ μεσημβρίας πρὸς Ἄρκτους τὰ μὲν κατὰ τὸ στῆθος καὶ τὴν κεφαλὴν μέρη πολὺ ἐκπίπτοντα τοῦ ζωιδιακοῦ κύκλου εἰς τὸ πρὸς Ἄρκτους μέρος, τὰ δὲ κατὰ τοὺς πόδας νοτιώτερα ἔχει τοῦ ζωιδιακοῦ κύκλου. ἐν δὲ τῶι ζωιδιακῶι τὰ μέσα αὐτοῦ κεῖται. ἐπεὶ οὖν τὰ δωδεκατημόρια τοῦ ζωιδιακοῦ κύκλου ὑποτίθεται ἀναφερόμενα, διὰ τοῦτο ὁ Ἄρατος λέγει ‘τοῦ Ὑδροχόου κατὰ μέσον τοῦ σώματος ἀνατέλλοντος ὁ Ἵππος ποσί τε καὶ κεφαλῆι ἀνελίσσεται‘, καὶ οὐχὶ τὸ μέσον τοῦ ἐν τῶι δωδεκατημορίωι μήκους, ὡς οἵ τε πολλοὶ καὶ ὁ ΑΤΤΑΛΟΣ ἐκδέχεται. ἀναγκαῖον οὖν εἶναι δοκεῖ μοι μὴ μετατιθέναι τὸν στίχον, ὡς ὁ ΑΤΤΑΛΟΣ ὑποδεικνύει, ἐν πᾶσί γε δὴ τοῖς ἀντιγράφοις οὕτως αὐτοῦ γραφομένου. Hipparch. |
| 28 [45] | II p. 1088D (225P. 172M.) περὶ δὲ τῆς τοῦ Κριοῦ ἀνατολῆς ὁ Ἄρατος λέγων ‘τὰ μὲν δεξιά‘ φησι (v. 707713) ‘τῆς Ἀνδρομέδας οἱ Ἰχθύεσ‘ αὐτοὶ ἐφέλκονται, τὰ δ’ ἀριστερὰ νειόθεν ἕλκει Κριὸς ἀνερχόμενος. τοῦ καὶ περιτελλομένοιο ἑσπερόθεν κεν ἴδοιο Θυτήριον, αὐτὰρ ἐν ἄλληι Περσέος ἀντέλλοντος ὅσον κεφαλήν τε καὶ ὤμους. αὐτὴ δὲ ζώνη καί κ’ ἀμφήριστα πέλοιτο ἢ Κριῶι λήγοντι φαείνεται ἢ ἐπὶ Ταύρωι. γράφεται μὲν οὕτως ὁ ἔσχατος στίχος. εἰκὸς μέντοι γε ἠγνοῆσθαι τὸ ‘λήγοντι‘· ἐξ ἀρχῆς γὰρ πάντων τῶν ζωιδίων τὰς ἀρχὰς ἐπὶ τῆς ἀνατολῆς ὑποτίθεται καὶ οὐχὶ μεσοῦντα ἢ λήγοντα· ἐπὶ γὰρ τῶν ἄλλων ἄστρων τινὰ μὲν μέρη μεσούντων τῶν ζωιδίων, τινὰ δ’ ἀρχομένων ἢ ληγόντων δύνει ἢ ἀνατέλλει. ὅθεν καὶ ὁ ΑΤΤΑΛΟΣ κατὰ μὲν τοῦτο ὀρθῶς συνεώρα κ́ ε τὸ ἀγνόημα, καὶ δεῖ τοι ἤ, ὡς ἐκεῖνός φησι, γράφεσθαι ‘ἢ Κριῶι ἀνιόντι φαείνεται ἢ ἐπὶ Ταύρωι‘ ἢ νὴ Δία οὕτως ‘ἢ Κριῶι λήγουσα φαείνεται‘, ὥστε τὸ ‘λήγουσα‘ ἐπὶ τὴν ζώνην ἀναφέρεσθαι, λέληθε μέντοι γε αὐτὸν τὸ βούλημα τοῦ ποιητοῦ καὶ ἐν τούτοις· λέγει γὰρ οὕτως· ἡμεῖς μέντοι καὶ ἐπὶ τούτωι τῶι τε ποιητῆι συμφώνως καὶ τοῖς φαινομένοις ἀκολούθως οἰόμεθα δεῖν γράφεσθαι τὸ ποίημα τὸν τρόπον τοῦτον (v. 712—714)· αὐτὴ δὲ ζώνη καί κ’ ἀμφήριστα πέλονται ἢ Κριῶι ἀνιόντι φαείνεται ἢ ἐπὶ Ταύρωι, σὺν τῶι πασσυδίηι ἀνελίσσεται. ἐπεὶ γὰρ μέλλοντος μὲν τοῦ Κριοῦ ἀνατέλλειν ὁ Περσεὺς ὁμολογουμένως μέχρι τῶν ὤμων ἐκφανὴς γίνεται, ἅμα δὲ τῶι ἄρξασθαι ἀναφέρεσθαι τὸν Κριὸν εὐθέως ἔκδηλος ἡ τοῦ Περσέως ζώνη γίνεται διὰ τὸ βραχὺ παντελῶς παραλλάσσειν τῆς τοῦ Κριοῦ ἀρχῆς τὴν φάσιν αὐτῆς, διστάζει, πότερον κατὰ τὴν τοῦ Κριοῦ μέλλοντος ἀνατέλλειν ἀρχὴν ὑποθῆται φανερὰ〈ν αὐτὴν〉 ἤδη γίνεσθαι ἢ ἐπὶ τὸ μᾶλλον ὁμολογούμενον ἔλθηι, διότι τοῦ Ταύρου μέλλοντος ἀναφέρεσθαι ἐκφανής ἐστι τοῦ Περσέως ἡ ζώνη μετὰ τοῦ λοιποῦ σώματος. καὶ τοῦτον τὸν τρόπον γραφομένου τοῦ ποιήματος τά τε φαινόμενα σωθήσεται καὶ τὰ περὶ τῆς ζώνης ὁ ποιητὴς οὐ μόνον ἐμπείρως ἀλλὰ καὶ ἀκριβῶς ἐξηγούμενος ἂν φαίνοιτο. πρῶτον μὲν οὖν διὰ τούτων ὁ ΑΤΤΑΛΟΣ ἀγνοεῖ, νομίζων ἐπὶ τοσοῦτον τὴν ἀκρίβειαν ἐν τοῖς Φαινομένοις ὑπὸ Ἀράτου διειλῆφθαι, ὥστε περὶ αὐτῶν τῶν ἐν τῆι ζώνηι τοῦ Περσέως ἀστέρων διστάζει〈ν〉 αὐτόν, πότερον τῆς ἀρχῆς τοῦ Κριοῦ ἐπ’ ἀνατολῆς οὔσης καὶ αὐτὴ ἤδη φανερά ἐστι σὺν τοῖς ὤμοις καὶ τῆι κεφαλῆι ἢ μετ’ ὀλίγον· χωρὶς γὰρ τοῦ ὁλοσχερῶς μὴ μόνον τὸν Ἄρατον, ἀλλὰ καὶ τὸν Εὔδοξον ἐν τοῖς Φαινομένοις ἀναστρέφεσθαι, καθάπερ ἐπιδεδείχαμεν, ἔτι καὶ οὐ μόνον ἐπὶ τῆς τοῦ Περσέως ζώνης τοῦτ’ ἂν παρὰ τῶι Ἀράτωι διστάζοιτο, ἀλλὰ καὶ ἐπὶ πάντων 〈τῶν〉 βʹ ἢ καὶ πλείοσι ζωιδίοις συνανατελλόντων. |
| 28 (50) [85] | τελέως δ’ ἀγνοεῖν δόξειεν ἂν ὁ ΑΤΤΑΛΟΣ καὶ τὰ φαινόμενα ὑπολαμβάνων κατὰ ἀλήθειαν οὕτως εἶναι δισταζόμενα 〈τὰ〉 περὶ τὴν ζώνην τοῦ Περσέως, καθάπερ προείρηκεν· οὐ γὰρ μόνον ἡ ζώνη τοῦ Περσέως φαίνεται ὑπὲρ γῆν τοῦ Κριοῦ ἀρχομένου ἀνατέλλειν, ἀλλὰ καὶ ὅλος σχεδὸν ὁ Περσεὺς πλὴν τοῦ ἀριστεροῦ ποδὸς καὶ τοῦ γόνατος. Sequitur probatio Hipparchi; deinde pergit: δῆλον οὖν, ὅτι ἀγνοεῖ λέγων τά τε φαινόμενα σωθήσεσθαι καὶ τὸν Ἄρατον ἐμπείρως καὶ ἀκριβῶς τὰ περὶ τῆς τοῦ Περσέως ζώνης φανεῖσθαι ἐξηγούμενον. δοκεῖ δέ μοι διηπορῆσθαι ὁ Ἄρατος παρὰ τὴν αὐτὴν αἰτίαν παρ’ ἣν καὶ Εὔδοξος (fr IV), ὧι κατηκολούθηκεν ὁ Ἄρατος· ἐν μὲν γὰρ τῶι συντάγματι τῶι περὶ τῶν Φαινομένων γράφει, ὅτι τοῖς Ἰχθύσι συνανατέλλει τὰ δεξιὰ τοῦ Περσέως, ὥστε τῆς ἀρχῆς τοῦ Κριοῦ πρὸς τῆι ἀνατολῆι οὔσης τὰ δεξιὰ μόνον τοῦ Περσέως μέρη κατ’ αὐτὸν ὑπὲρ γῆν φαίνεσθαι, ἐν δὲ τῶι ἑτέρωι συντάγματι, ὃ ἐπιγράφεται Ἔνοπτρον, τοῖς Ἰχθύσι φησὶν αὐτὸν ὅλον πλὴν ὀλίγου συνανατέλλειν. ἐν πᾶσιν οὖν σχεδὸν τοῖς περὶ τὰς ἀνατολὰς τῶν ἄστρων συμφωνούντων ἀλλήλοις τῶν δύο συνταγμάτων, περὶ δὲ τοῦ Περσέως διαφόρου τῆς ἀναγραφῆς οὔσης, εὐλόγως ὁ Ἄρατος διαπορῶν, ποίαι τις κατακολουθήσηι ἀποφάσει, ἀμφήριστόν φησιν εἶναι καὶ δισταζόμενον, πότερον καὶ ἡ ζώνη τοῦ Περσέως μετὰ τῶν ὤμων καὶ τῆς κεφαλῆς τοῦ Κριοῦ ἀνατέλλοντος μετέωρος φαίνεται ἢ τοῦ Ταύρου ἀναφερομένου, ὡς τὸ ἕτερον τῶν τοῦ Εὐδόξου συνταγμάτων περιέχει. οὐ παρὰ τὸ τῆι αἰσθήσει οὖν δύσκριτον εἶναι διὰ μικρότητα τῆς διαφορᾶς, ὡς ὁ ΑΤΤΑΛΟΣ ὑπέλαβεν, ἀμφήριστόν φησιν εἶναι, πότερον ἡ ζώνη τοῦ Περσέως ὑπὲρ γῆν ἤδη φαίνεται τῆς ἀρχῆς τοῦ Κριοῦ πρὸς τῶι ὁρίζοντι οὔσης, ἢ ἀρχομένου ἤδη ἀνατέλλειν τοῦ Ταύρου τότε καὶ αὐτὴ ἀναφέρεται, ἀλλὰ 〈παρὰ〉 τὸ μὴ ἔχειν εἰπεῖν διὰ τὸ ἑκατέρως παραδίδοσθαι. διχῶς δὲ γραφομένου ἐν μέν τισιν ἀντιγράφοις ‘καί κ’ ἀμφήριστα πέλοιτο‘, ἐν δέ τισι ‘καί κ’ ἀμφήριστα πέλονται‘, δεῖ γράφειν ‘πέλοιτο‘, καὶ οὐχ, ὡς ὁ ΑΤΤΑΛΟΣ , ‘πέλονται‘· τῶι γὰρ ‘ἄν‘ συνδέσμωι τὸ ‘πέλοιτο‘ καταλλήλως λέγεται· οὐδὲ γὰρ περισπᾶσθαι δεῖ διὰ τὸ πληθυντικῶς ἐκφέρεσθαι τὸ ‘ἀμφήριστα‘· σύνηθες γάρ ἐστι τὸ σχῆμα τοῦτο τῆς ἐκφορᾶς. |