eul_wid: fjq-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Historical Epitome Fragments by Theopompus of Chios

The Historical Epitome Fragments constitute the surviving textual evidence for the works of the fourth-century BCE Greek historian Theopompus of Chios. These fragments, numbering in the hundreds, are not derived from a single manuscript but are quotations and excerpts preserved by later ancient authors, lexicographers, and Byzantine scholars. They originate from Theopompus’s two major, now-lost historical works: the Hellenica, which continued the narrative of the Peloponnesian War from the point where Thucydides’s account ended, and the far more extensive Philippica, a monumental history in fifty-eight books focused on the reign of Philip II of Macedon. The Philippica was notable for its broad geographical and thematic scope, incorporating lengthy digressions on the ethnography, customs, and histories of various peoples encountered during Philip’s expansion.

The fragments reveal Theopompus’s primary concerns with political and military narrative, executed in an elaborate rhetorical style. His writing is characterized by strong moralizing judgments, offering severe critiques of contemporary leaders and states. Modern interpretation views his work as a critical examination of the Greek world during its pivotal transition from the era of independent city-states to the ascendancy of Macedonian hegemony. The inclusion of scandalous anecdotes and pointed criticism is often seen as a deliberate historiographical method to underscore themes of moral and political decline. Written for an educated audience well-versed in historical prose, Theopompus’s histories provided a sweeping, if censorious, account of a transformative age in Greek history.

Λεξικὰ Σεγουηριανά ἀναβῆναι τὸν ἵππον· ἀντὶ τοῦ ἐπιβῆναι. Θεόπομπος ἐν Ἐπιτομῆι Ἡροδότου.

κακόβιος· Θεόπομπος ἐν τῆι Ἐπιτομῆι Ἡροδότου.

φυγαδεῦσαι· τὸ φυγάδα ἐλάσαι· Θεόπομπος Ἐπιτομῆι Ἡροδότου.

Φώτιος, Σοῦδα σπουδάζω· ... ἐπὶ δὲ τοῦ «κατεπείγομαι» Θεόπομπος ἐν Ἐπιτομῆι τῶν Ἡροδότου· ἐπὶ δὲ τοῦ «βούλομαι» ὁ αὐτὸς ἐν τῆι Ἐπιτομῆι.

πέπαυται δὲ τὸ τῆς συγγραφῆς ἐν τῆι ναυμαχίαι τῆι περὶ Κυνὸς σῆμα ....... τὰ δὲ μετὰ ταῦτα ἑτέροις γράφειν κατέλιπε, Ξενοφῶντι καὶ Θεοπόμπωι· εἰσὶν δὲ καὶ αἱ ἐφεξῆς μάχαι· οὔτε γὰρ τὴν δευτέραν ναυμαχίαν τὴν περὶ Κυνὸς σῆμα, ἣν Θεόπομπος εἶπεν, οὔτε τὴν περὶ Κύζικον, ἣν ἐνίκα Θρασύβουλος καὶ Θηραμένης καὶ Ἀλκιβιάδης οὔτε τὴν ἐν Ἀργινούσαις ναυμαχίαν, ἔνθα νικῶσιν Ἀθηναῖοι Λακεδαιμονίους, οὔτε τὸ κεφάλαιον τῶν κακῶν τῶν Ἀττικῶν, τὴν ἐν Αἰγὸς ποταμοῖς ναυμαχίαν, ὅπου καὶ τὰς ναῦς ἀπώλεσαν Ἀθηναῖοι καὶ τὰς ἑξῆς ἐλπίδας· καὶ γὰρ τὸ τεῖχος αὐτῶν καθηιρέθη καὶ ἡ τῶν τριάκοντα τυραννὶς κατέστη καὶ πολλαῖς συμφοραῖς περιέπεσεν ἡ πόλις, ἃς ἠκρίβωσε Θεόπομπος.

Δημοσθένους Σχόλια Καρδία ... κεῖται δέ, ὥς φησι Θεόπομπος ἐν τῆι πρώτηι τῶν Ἑλληνικῶν, τῆς Χερσονήσου κατὰ Μέλανα καλούμενον πόντον.

Στέφανος ὁ Βυζάντιος Χρυσόπολις· ἐν Βιθυνίαι πλησίον Χαλκηδόνος .... Ἔφορος κγ .... καὶ Θεόπομπος ἐν α Ἑλληνικῶν· «ἀνήχθησαν εἰς Χαλκηδόνα καὶ Βυζάντιον μετὰ τοῦ λοιποῦ στρατεύματος βουλόμενοι Χρυσόπολιν κατασχεῖν.»

Οὐαλέριος Ἁρποκρατίων Πεδάριτος· Ἰσοκράτης ἐν τῶι Ἀρχιδάμωι. τῶν ἐκ Λακεδαίμονος ἐκπεμφθέντων ἐστὶν οὗτος, ἁρμοστὴς ἀνήρ, τῶν γεγονότων καλῶν, ὥς φησι Θεόπομπος ἐν β Ἑλληνικῶν.

Στέφανος ὁ Βυζάντιος Ἄσπενδος· πόλις Παμφυλίας ....... Θεόπομπος δ Ἑλληνικῶν· «ἀποτυχὼν δὲ τῶν Ἀσπενδίων.» καὶ τὸ θηλυκὸν ὁ αὐτὸς «Ἀσπενδία». καὶ Ἀσπενδίς· «Ἀσπενδίδα γαῖαν».

Στέφανος ὁ Βυζάντιος Τρίνησσα· τόπος Φρυγίας· Θεόπομπος Ἑλληνικῶν δ.

Στέφανος ὁ Βυζάντιος Σελλασία· πόλις τῆς Λακωνικῆς· Θεόπομπος ἐν δ Ἑλληνικῶν.

Στέφανος ὁ Βυζάντιος Ὠρωπός ...... καὶ Θεόπομπος ϛ Ἑλληνικῶν· «ἀνακοινοῦνται τῶν Ὠρωπίων Τηλέφωι καὶ τοῖς μετʼ ἐκείνου βουλομένοις τὸν Ὠρωπὸν ὑπάρχειν αὐτοῖς.»

Ἀθήναιος Θεόπομπος δʼ ἐν ζ Ἑλληνικῶν περὶ τῶν εἱλώτων λέγων ὅτι καὶ ἑλεάται καλοῦνται γράφει οὕτως· «τὸ δὲ τῶν εἱλώτων ἔθνος παντάπασιν ὠμῶς διάκειται καὶ πικρῶς· εἰσὶ γὰρ οὗτοι καταδεδουλωμένοι πολὺν ἤδη χρόνον ὑπὸ τῶν Σπαρτιατῶν, οἱ μὲν αὐτῶν ἐκ Μεσσήνης ὄντες, οἱ δʼ ἑλεάται κατοικοῦντες πρότερον τὸ καλούμενον Ἕλος τῆς Λακονικῆς.»

Στέφανος ὁ Βυζάντιος Ἔμβατον· τόπος τῆς Ἐρυθραίας· Θεόπομπος Ἑλληνικῶν η.

Στέφανος ὁ Βυζάντιος Κάλπη· πόλις Βιθυνῶν· Θεόπομπος η Ἑλληνικῶν.

Στέφανος ὁ Βυζάντιος Λαδεψοὶ καὶ Τρανιψοί· ἔθνη Θυνῶν· Θεόπομπος η Ἑλληνικῶν.

Στέφανος ὁ Βυζάντιος Κυτώνιον· πόλις μεταξὺ Μυσίας καὶ Λυδίας· Θεόπομπος Ἑλληνικῶν η.

Ἀθήναιος Θεόπομπος δʼ ἐν τῆι ἐνάτηι τῶν Ἑλληνικῶν Σισύφου φησὶ τοῦ Φαρσαλίου κόλακα καὶ ὑπηρέτην γενέσθαι Ἀθήναιον τὸν Ἐρετριέα.

Στέφανος ὁ Βυζάντιος Καρπασία· πόλις Κύπρου .... ὁ πολίτης Καρπασεώτης ... Θεόπομπος ἐν ι Καρπασεῖς αὐτούς φησιν.

Ἀθήναιος Παυσανίαν δὲ καὶ Λύσανδρον ἐπὶ τρυφῆι διαβοήτους γενέσθαι σχεδὸν πάντες ἱστοροῦσιν ...... Θεόπομπος δὲ ἐν τῆι δεκάτηι τῶν Ἑλληνικῶν τἀναντία φησὶ περὶ τοῦ Λυσάνδρου ὅτι «φιλόπονός τε ἦν καὶ θεραπεύειν δυνάμενος καὶ ἰδιώτας καὶ βασιλεῖς, σώφρων ὢν καὶ τῶν ἡδονῶν ἁπασῶν κρείττων. γενόμενος γοῦν τῆς Ἑλλάδος σχεδὸν ἁπάσης κύριος ἐν οὐδεμιᾶι φανήσεται τῶν πόλεων οὔτε πρὸς τὰς ἀφροδισίους ἡδονὰς ὁρμήσας οὔτε μέθαις καὶ πότοις ἀκαίροις χρησάμενος».

Πορφύριος, Εὐσέβιος τοῖς Ἑλληνικοῖς ἐντυγχάνων αὐτοῦ τε καὶ τοῦ Ξενοφῶντος πολλὰ τοῦ Ξενοφῶντος αὐτὸν μετατιθέντα κατείληφα, καὶ τὸ δεινόν, ὅτι ἐπὶ τὸ χεῖρον. τὰ γοῦν περὶ τῆς Φαρναβάζου πρὸς Ἀγησίλαον συνόδου διʼ Ἀπολλοφάνους τοῦ Κυζικηνοῦ καὶ τὰς πρὸς ἀλλήλους ἐνσπόνδους διαλέξεις, ἃς ἐν τῆι τετάρτηι Ξενοφῶν ἀνέγραψε πάνυ χαριέντως καὶ πρεπόντως ἀμφοῖν, εἰς τὴν ἑνδεκάτην τῶν Ἑλληνικῶν μεταθεὶς ὁ Θεόπομπος ἀργά τε καὶ ἀκίνητα πεποίηκε καὶ ἄπρακτα. λόγου γὰρ δύναμιν καὶ διὰ τὴν κλοπὴν ἐξεργασίαν ἐμβάλλειν καὶ ἐπιδείκνυσθαι σπουδάζων, βραδὺς καὶ μέλλων καὶ ἀναβαλλομένωι ἐοικὼς φαίνεται καὶ τὸ ἔμψυχον καὶ ἐνεργὸν τὸ Ξενοφῶντος διαφθείρων.

Ἀθήναιος χηνῶν δὲ σιτευτῶν καὶ μόσχων Θεόπομπος ἐν ιγ Φιλιππικῶν καὶ ια Ἑλληνικῶν, ἐν οἷς ἐμφανίζει τὸ περὶ τὴν γαστέρα τῶν Λακώνων ἐγκρατὲς γράφων οὕτως· «καὶ οἱ Θάσιοι ἔπεμψαν Ἀγησιλάωι προσιόντι πρόβατα παντοδαπὰ καὶ βοῦς εὖ τεθραμμένους, πρὸς τούτοις δὲ καὶ πέμματα καὶ τραγημάτων εἶδος παντοδαπῶν. ὁ δʼ Ἀγησίλαος τὰ μὲν πρόβατα καὶ τὰς βοῦς ἔλαβεν, τὰ δὲ πέμματα καὶ τὰ τραγήματα πρῶτον μὲν οὐδʼ ἔγνω — κατεκεκάλυπτο γάρ —, ὡς δὲ κατεῖδεν, ἀποφέρειν αὐτοὺς ἐκέλευσεν, εἰπὼν οὐ νόμιμον εἶναι Λακεδαιμονίοις χρῆσθαι τοιούτοις τοῖς ἐδέσμασι. λιπαρούντων δὲ τῶν Θασίων “δότε”, φησίν “φέροντες ἐκείνοις”, δείξας τοὺς εἵλωτας, εἰπὼν ὅτι τούτους δέοι διαφθείρεσθαι τρώγοντας αὐτὰ πολὺ μᾶλλον ἢ αὐτὸν καὶ τοὺς παρόντας Λακεδαιμονίων.»

Σχόλια εἰς Εὐριπίδην τὴν ἐν Ἀσίαι λέγει Ὑποπλάκιον Θήβην ..... Φιλέας δὲ καὶ ἐν Θεσσαλίαι φησὶν ἐν τῶι Φθιωτικῶι τέλει Θήβας εἶναι. Θεόπομπος δὲ ἐν τοῖς Ἑλληνικοῖς καὶ περὶ τὴν Μυκάλην ἄλλας εἶναί φησι, ταύτας δὲ Μιλησίους ἀλλάξασθαι πρὸς Σαμίους.

Διονύσιος ὁ Ἁλικαρνασσεύς τοὺς εἰωθότας ἀποδίδοσθαι τοῖς προοιμίοις τῶν ἱστοριῶν λόγους ἥκιστα βουλόμενος ἀναγκάζομαι περὶ ἐμαυτοῦ προειπεῖν, οὔτʼ ἐν τοῖς ἰδίοις μέλλων πλεονάζειν ἐπαίνοις ... οὔτε διαβολὰς καθʼ ἑτέρων ἐγνωκὼς ποιεῖσθαι συγγραφέων, ὥσπερ Ἀναξιμένης καὶ Θεόπομπος ἐν τοῖς προοιμίοις τῶν ἱστοριῶν ἐποίησαν.

Φώτιος συνακμάσαι δὲ λέγει αὐτὸς ἑαυτὸν Ἰσοκράτει τε τῶι Ἀθηναίωι καὶ Θεοδέκτηι τῶι Φασηλίτηι καὶ Ναυκράτει τῶι Ἐρυθραίωι, καὶ τούτους ἅμα αὐτῶι τὰ πρωτεῖα τῆς ἐν λόγοις παιδείας ἔχειν ἐν τοῖς Ἕλλησιν. ἀλλὰ Ἰσοκράτην μὲν διʼ ἀπορίαν βίου καὶ Θεοδέκτην μισθοῦ λόγους γράφειν καὶ σοφιστεύειν, ἐκπαιδεύοντας τοὺς νέους κἀκεῖθεν καρπουμένους τὰς ὠφελείας· αὐτὸν δὲ καὶ Ναυκράτην αὐτάρκως ἔχοντας ἐν τούτοις ἀεὶ τὴν διατριβὴν ἐν τῶι φιλοσοφεῖν καὶ φιλομαθεῖν ποιεῖσθαι. καὶ ὡς οὐκ ἂν εἴη αὐτῶι παράλογον ἀντιποιουμένωι τῶν πρωτείων, οὐκ ἐλαττόνων μὲν ἢ δισμυρίων ἐπῶν τοὺς ἐπιδεικτικοὺς τῶν λόγων συγγραψαμένωι, πλείους δὲ ἢ ιε μυριάδας, ἐν οἷς τάς τε τῶν Ἑλλήνων καὶ βαρβάρων πράξεις μέχρι νῦν ἀπαγγελλομένας ἔστι λαβεῖν. ἔτι δὲ καὶ διότι οὐδείς ἐστι τόπος κοινὸς τῶν Ἑλλήνων οὐδὲ πόλις ἀξιόχρεως, εἰς οὓς αὐτὸς οὐκ ἐπιδημῶν καὶ τὰς τῶν λόγων ἐπιδείξεις ποιούμενος οὐχὶ μέγα κλέος καὶ ὑπόμνημα τῆς ἐν λόγοις αὐτοῦ κατέλιπεν ἀρετῆς. ταῦτα αὐτὸς περὶ αὑτοῦ λέγων τοὺς ἐν τοῖς ἔμπροσθεν χρόνοις ἔχοντας ἐν λόγοις τὸ πρωτεύειν πολὺ καταδεεστέρους ἀποφαίνεται τῶν καθʼ ἑαυτὸν οὐδὲ τῆς δευτέρας τάξεως ἀξιουμένων. καὶ τοῦτο δῆλον εἶναί φησι καὶ ἐξ αὐτῶν τῶν παρʼ ἑκατέροις ἐκπεπονημένων καὶ καταλελειμμένων λόγων· πολλὴν γὰρ τὴν τοιαύτην παίδευσιν ἐπίδοσιν λαβεῖν κατὰ τὴν αὐτοῦ ἡλικίαν. ἀλλὰ τίνας λέγει τοὺς ἐν τοῖς ἔμπροσθεν χρόνοις, οὐκ ἔχω σαφῶς συμβαλεῖν· οὐ γὰρ δὴ καὶ τολμῆσαι αὐτὸν ὑπολαμβάνω εἰς Ἡρόδοτον καὶ Θουκυδίδην ἀποτείνεσθαι, πολὺ καὶ αὐτοῦ ἐν πολλοῖς ἐκείνων τῶν ἀνδρῶν ἐλαττουμένου. ἢ τάχα πρὸς Ἑλλάνικον καὶ Φίλιστον ἀφορᾶι τοὺς ἱστορικοὺς ἢ Γοργίαν καὶ Λυσίαν καὶ τοὺς τοιούτους ... αἰνίττεται, οὐδʼ ἐκείνων τοσοῦτον ἐνδεέστερον ἐχόντων πρὸς τοὺς λόγους.

Διονύσιος ὁ Ἁλικαρνασσεύς δῆλος γάρ ἐστιν, εἰ καὶ μηδὲν ἔγραψε, πλείστην μὲν παρασκευὴν εἰς ταῦτα παρεσκευασμένος, μεγίστας δὲ δαπάνας εἰς τὴν συναγωγὴν αὐτῶν τετελεκώς, καὶ πρὸς τούτοις πολλῶν μὲν αὐτόπτης γεγενημένος, πολλοῖς δʼ εἰς ὁμιλίαν ἐλθὼν ἀνδράσι τοῖς τότε πρωτεύουσι καὶ στρατηγοῖς δημαγωγοῖς τε καὶ φιλοσόφοις διὰ τὴν συγγραφήν. οὐ γὰρ ὥσπερ τινὲς πάρεργον τοῦ βίου τὴν ἀναγραφὴν τῆς ἱστορίας ἐποιήσατο, ἔργον δὲ τὸ πάντων ἀναγκαιότατον.

Πολύβιος Θεοπόμπωι, ὅς γʼ ἐν ἀρχῆι τῆς Φιλίππου συντάξεως διʼ αὐτὸ μάλιστα παρορμηθῆναι φήσας πρὸς τὴν ἐπιβολὴν τῆς πραγματείας διὰ τὸ μηδέποτε τὴν Εὐρώπην ἐνηνοχέναι τοιοῦτον ἄνδρα παράπαν οἷον τὸν Ἀμύντου Φίλιππον, μετὰ ταῦτα παρὰ πόδας, ἔν τε τῶι προοιμίωι καὶ παρʼ ὅλην δὲ τὴν ἱστορίαν, ἀκρατέστατον μὲν αὐτὸν ἀποδείκνυσι πρὸς γυναῖκας, ὥστε καὶ τὸν ἴδιον οἶκον ἐσφαλκέναι τὸ καθʼ αὑτὸν διὰ τὴν πρὸς τοῦτο τὸ μέρος ὁρμὴν καὶ προστασίαν, ἀδικώτατον δὲ καὶ κακοπραγμονέστατον περὶ τὰς τῶν φίλων καὶ συμμάχων κατασκευάς, πλείστας δὲ πόλεις ἐξηνδραποδισμένον καὶ πεπραξικοπηκότα μετὰ δόλου καὶ βίας, ἐκπαθῆ δὲ γεγονότα καὶ πρὸς τὰς ἀκρατοποσίας, ὥστε καὶ μεθʼ ἡμέραν πλεονάκις μεθύοντα καταφανῆ γενέσθαι τοῖς φίλοις.

Πολύβιος λέγω δʼ οἷον ἐπειδὰν τὰ κατὰ τὴν Θετταλίαν ἐξηγούμενοι καὶ τὰς Ἀλεξάνδρου τοῦ Φεραίου πράξεις μεταξὺ τὰς κατὰ Πελοπόννησον Λακεδαιμονίων ἐπιβολὰς διηγῶνται, καὶ πάλιν τὰς ἀπʼ Ἀθηναίων, ἔτι δὲ τὰς κατὰ Μακεδονίαν ἢ τὴν Ἰλλυρίδα, κἄπειτα διατρίψαντες λέγωσι τὴν Ἰφικράτους εἰς Αἴγυπτον στρατείαν καὶ τὰ Κλεάρχωι πραχθέντα παρανομήματα κατὰ τὸν Πόντον .... μνησθέντες πῶς Βάρδυλλις ὁ τῶν Ἰλλυριῶν βασιλεὺς καὶ Κερσοβλέπτης ὁ τῶν Θραικῶν κατεκτήσαντο τὰς δυναστείας ......

Οὐαλέριος Ἁρποκρατίων Ἀργαῖος· ....... περὶ τούτου καὶ Θεόπομπος ἐν τῶι α τῶν Φιλιππικῶν λέγει· «τὸν Ἀρχέλαον καλοῦσι καὶ Ἀργαῖον καὶ Παυσανίαν.»

Οὐαλέριος Ἁρποκρατίων, Σοῦδα Τί ἐστι τὸ ἐν τοῖς Δημοσθένους Φιλιππικοῖς «καὶ τὸ θρυλούμενόν ποτε ἀπόρρητον ἐκεῖνο», Θεόπομπος ἐν λα δεδήλωκε. φησὶ γάρ· «καὶ πέμπει πρὸς τὸν Φίλιππον πρεσβευτὰς Ἀντιφῶντα καὶ Χαρίδημον πράξοντας καὶ περὶ φιλίας, οἳ παραγενόμενοι συμπείθειν αὐτὸν ἐπεχείρουν ἐν ἀπορρήτωι συμπράττειν Ἀθηναίοις, ὅπως ἂν λάβωσιν Ἀμφίπολιν, ὑπισχνούμενοι Πύδναν. οἱ δὲ πρέσβεις οἱ τῶν Ἀθηναίων εἰς μὲν τὸν δῆμον οὐδὲν ἀπήγγελλον, βουλόμενοι λανθάνειν τοὺς Πυδναίους ἐκδιδόναι μέλλοντες ἐκείνους, ἐν ἀπορρήτωι δὲ μετὰ τῆς βουλῆς ἔπραττον.»

Δημοσθένους Σχόλια διὰ τί ἐν ἀπορρήτωι; ἵνα μὴ ἑκάτεροι μαθόντες φυλάξωνται, οἵ τε Ποτιδαιᾶται καὶ οἱ Πυδναῖοι. Θεόπομπος δέ φησιν ὅτι περὶ Πύδνης μόνον καὶ Φιλίππου, ἵνα δῶι αὐτὸς μὲν Ἀθηναίοις Ἀμφίπολιν, δέξηται δὲ παρʼ αὐτῶν τὴν Πύδναν αὐτοῦ οὖσαν. καὶ τὸ ἀπόρρητον δέ, ἵνα μὴ μαθόντες οἱ Πυδναῖοι φυλάξωνται· οὐ γὰρ ἐβούλοντο εἶναι ὑπὸ τὸν Φίλιππον.

Ἀθήναιος ἐν δὲ τῆι α τῶν Φιλιππικῶν Θεόπομπος περὶ Φιλίππου λέγων φησίν· «καὶ τριταῖος εἰς Ὀνόκαρσιν ἀφικνεῖται, χωρίον τι τῆς Θράικης ἄλσος ἔχον πολὺ κατεσκευασμένον καλῶς καὶ πρὸς τὸ διαιτηθῆναι κεχαρισμένον ἄλλως τε καὶ τὴν θερινὴν ὥραν. ἦν γὰρ καὶ τῶν ὑπὸ Κότυος προκριθέντων, ὃς ἁπάντων τῶν βασιλέων τῶν ἐν τῆι Θράικηι γεγενημένων μάλιστα πρὸς ἡδυπαθείας καὶ τρυφὰς ὥρμησε, καὶ περιὼν τὴν χώραν ὅπου κατίδοι τόπους δένδρεσι συσκίους καὶ καταρρύτους ὕδασι τούτους κατεσκεύασεν ἑστιατόρια· καὶ φοιτῶν εἰς ἑκάστους ὁπότε τύχοι θυσίας τε τοῖς θεοῖς ἐποιεῖτο καὶ συνῆν μετὰ τῶν ὑπάρχων, εὐδαίμων καὶ μακαριστὸς ὢν ἕως εἰς τὴν Ἀθηνᾶν βλασφημεῖν καὶ πλημμελεῖν ἐπεχείρησεν.» διηγεῖταί τε ἑξῆς ὁ συγγραφεὺς ὅτι δεῖπνον κατεσκεύασεν ὁ Κότυς ὡς γαμουμένης αὐτῶι τῆς Ἀθηνᾶς καὶ θάλαμον κατασκευάσας ἀνέμενεν μεθύων τὴν θεόν. ἤδη δʼ ἔκφρων γενόμενος ἔπεμπέ τινα τῶν δορυφόρων ὀψόμενον εἰ παραγέγονεν ἡ θεὸς εἰς τὸν θάλαμον· ἀφικομένου δʼ ἐκείνου καὶ εἰπόντος μηδένα εἶναι ἐν τῶι θαλάμωι, τοξεύσας τοῦτον ἀπέκτεινεν καὶ ἄλλον δεύτερον ἐπὶ τοῖς αὐτοῖς, ἕως ὁ τρίτος συνεὶς παραγενομένην ἔφη πάλαι τὴν θεὸν αὐτὸν ἀναμένειν. ὁ δὲ βασιλεὺς οὗτός ποτε καὶ ζηλοτυπήσας τὴν αὑτοῦ γυναῖκα ταῖς αὑτοῦ χερσὶν ἀνέτεμε τὴν ἄνθρωπον ἀπὸ τῶν αἰδοίων ἀρξάμενος.

Στέφανος ὁ Βυζάντιος Μόκαρσος· Θράικης χωρίον· Θεόπομπος α τῶν Φιλιππικῶν.

Στέφανος ὁ Βυζάντιος Ἀλλάντη· πόλις Μακεδονίας. Θεόπομπος δʼ ἐν α Φιλιππικῶν Ἀλλάντιον αὐτὴν εἶπεν.

Στέφανος ὁ Βυζάντιος Χάλκη· .... ἔστι καὶ ἄλλη Χάλκη Λαρισσαίας πόλις. λέγεται καὶ πληθυντικῶς Χάλκαι· Θεόπομπος α Φιλιππικῶν … καὶ γ. «ἔτι συνεπολέμησεν ὡρμημένος ἐκ Χαλκῶν τῆς Λαρισσαίας.»

Οὐαλέριος Ἁρποκρατίων Κινέας· .... ὡμολόγηται καὶ παρὰ τοῖς ἱστορικοῖς, ὅτι Κινέας εἷς ἦν τῶν προιεμένων Φιλίππωι τὰ Θετταλῶν πράγματα, καὶ μάλιστα Θεοπόμπωι ἐν α, ἅμα καὶ διεξερχομένωι τὰ περὶ τὸν ἄνδρα.

Ἀθήναιος νῦν δέ, ὡς ὁ Θεόπομπος ἱστορεῖ ἐν τῆι πρώτηι τῶν Φιλιππικῶν, οὐδείς ἐστι καὶ τῶν μετρίως εὐπορουμένων, ὅστις οὐ πολυτελῆ μὲν τράπεζαν παρατίθεται, μαγείρους δὲ καὶ θεραπείαν ἄλλην πολλὴν κέκτηται καὶ πλείω δαπανᾶι τὰ καθʼ ἡμέραν ἢ πρότερον ἐν ταῖς ἑορταῖς καὶ ταῖς θυσίαις ἀνήλισκον.

Σοῦδα, Φώτιος, Λεξικὰ Σεγουηριανά λόγον ἔχειν· ἀντὶ τοῦ φροντίζειν· Θεόπομπος Φιλιππικῶν α.

Ἀθήναιος τοὺς δὲ Παιόνων βασιλεῖς φησι Θεόπομπος ἐν δευτέραι Φιλιππικῶν, τῶν βοῶν τῶν παρʼ αὐτοῖς γινομένων μεγάλα κέρατα φυόντων, ὡς χωρεῖν τρεῖς καὶ τέτταρας χόας, ἐκπώματα ποιεῖν ἐξ αὐτῶν, τὰ χείλη περιαργυροῦντας καὶ χρυσοῦντας.

Ἀθήναιος ἐν δὲ τῆι δευτέραι τῶν Φιλιππικῶν «Ἰλλυριοί» φησί «δειπνοῦσι καθήμενοι καὶ πίνουσιν· ἄγουσι δὲ καὶ τὰς γυναῖκας εἰς τὰς συνουσίας, καὶ καλὸν αὐταῖς προπίνειν οἷς ἂν τύχωσι τῶν παρόντων. ἐκ δὲ τῶν συμποσίων αὗται τοὺς ἄνδρας ἀπάγουσι. καὶ κακόβιοι δὲ πάντες εἰσί, καὶ ζώννυνται τὰς κοιλίας ζώναις πλατείαις ὅταν πίνωσι· καὶ τοῦτο μὲν πρῶτον μετρίως ποιοῦσιν, ἐπειδὰν δὲ σφοδρότερον πίνωσι, μᾶλλον ἀεὶ συνάγουσι τὴν ζώνην.»

Ἀθήναιος «Ἀρδιαῖοι δέ» φησί «κέκτηνται προσπελατῶν ὥσπερ εἱλώτων τριάκοντα μυριάδας. καθʼ ἑκάστην δὲ ἡμέραν μεθύουσιν καὶ ποιοῦνται συνουσίας καὶ διάκεινται πρὸς ἐδωδὴν καὶ πόσιν ἀκρατέστερον. διὸ καὶ Κελτοὶ πολεμοῦντες αὐτοῖς καὶ εἰδότες αὐτῶν τὴν ἀκρασίαν παρήγγειλαν ἅπασι τοῖς στρατιώταις δεῖπνον ὡς λαμπρότατον παρασκευάσαντας κατὰ σκηνὴν ἐμβαλεῖν εἰς τὰ σιτία πόαν τινὰ φαρμακώδη δυναμένην διακόπτειν τὰς κοιλίας καὶ διακαθαίρειν. γενομένου δὲ τούτου οἱ μὲν αὐτῶν καταληφθέντες ὑπὸ τῶν Κελτῶν ἀπώλοντο, οἱ δὲ καὶ εἰς τοὺς ποταμοὺς αὑτοὺς ἔρριψαν, ἀκράτορες τῶν γαστέρων γενόμενοι.»

Οὐαλέριος Ἁρποκρατίων Νέων· Δημοσθένης ἐν τῶι ὑπὲρ Κτησιφῶντος. περὶ τῆς πρὸς Φίλιππον τούτου φιλίας Θεόπομπος ἐν β Φιλιππικῶν ἱστορεῖ.

Οὐαλέριος Ἁρποκρατίων Ἱέραξ· ... ὅτι ὁ Ἱέραξ εἷς ἦν τῶν ὑπʼ Ἀμφιπολιτῶν πεμφθέντων πρέσβεων Ἀθήναζε, βουλομένων αὐτῶν Ἀθηναίοις παραδοῦναι καὶ τὴν πόλιν καὶ τὴν χώραν, εἴρηκε Θεόπομπος ἐν γ Φιλιππικῶν.

Οὐαλέριος Ἁρποκρατίων Δάτος· πόλις ἐστὶ Θράικης σφόδρα εὐδαίμων· ἀπὸ ταύτης γοῦν ἐλέγετό τις καὶ παροιμία «Δάτος ἀγαθῶν». δεδηλώκασι δὲ περί τε αὐτῆς καὶ τῆς παρακειμένης χώρας ὁτὲ μὲν τὸ Δάτον οὐδετέρως λέγοντες, ὁτὲ δὲ τὴν Δάτον θηλυκῶς, ὡς ἀεὶ Ἔφορος ἐν τῆι δ ἅπαξ δʼ ἀρσενικῶς τὸν Δάτον Θεόπομπος γ Φιλιππικῶν. μετωνομάσθη μέντοι ἡ πόλις τῶν Δατηνῶν Φίλιπποι, Φιλίππου τοῦ Μακεδόνων βασιλέως κρατήσαντος αὐτῆς, ὡς Ἔφορός τε φησι καὶ Φιλόχορος ἐν τῆι ε.

Στέφανος ὁ Βυζάντιος Ζειρηνία· πόλις Θράικης· Θεόπομπος Φιλιππικῶν γ.

Ἡσύχιος ὁ Ἀλεξανδρεύς ἱππάκη· Σκυθικὸν βρῶμα ἐξ ἱππείου γάλακτος· οἱ δὲ ὀξύγαλα ἱππεῖον, ὧι χρῶνται Σκύθαι. πίνεται δὲ καὶ ἐσθίεται πηγνύμενον, ὡς Θεόπομπος ἐν γ αὐτοῦ λόγου.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Σεσόγχωσις Αἰγύπτου πάσης βασιλεὺς μετὰ Ὦρον τὸν Ἴσιδος καὶ Ὀσίριδος παῖδα τὴν μὲν Ἀσίαν ὁρμήσας πᾶσαν κατεστρέψατο, ὁμοίως καὶ τὰ πλεῖστα τῆς Εὐρώπης. ἀκριβέστερον δέ ἐστι τὰ περὶ αὐτοῦ παρὰ Ἡροδότωι. Θεόπομπος δὲ ἐν τρίτωι Σέσωστριν αὐτὸν καλεῖ.

Στέφανος ὁ Βυζάντιος Θάψακος· πόλις Συρίας πρὸς τῶι Εὐφράτηι· Θεόπομπος ἐν Φιλιππικῶν γ.

Στέφανος ὁ Βυζάντιος Χάλκη· .... ἔστι καὶ ἄλλη Χάλκη Λαρισσαίας πόλις. λέγεται καὶ πληθυντικῶς Χάλκαι· Θεόπομπος α Φιλιππικῶν … καὶ γ· «ἔτι συνεπολέμησεν ὡρμημένος ἐκ Χαλκῶν τῆς Λαρισσαίας.»

Ἀθήναιος περὶ δὲ Θετταλῶν λέγων ἐν τῆι τετάρτηι φησὶν ὅτι· «ζῶσιν οἱ μὲν σὺν ταῖς ὀρχηστρίσιν καὶ ταῖς αὐλητρίσιν διατρίβοντες, οἱ δʼ ἐν κύβοις καὶ πότοις καὶ ταῖς τοιαύταις ἀκολασίαις διημερεύοντες· καὶ μᾶλλον σπουδάζουσιν ὅπως ὄψων παντοδαπῶν τὰς τραπέζας παραθήσονται πλήρεις ἢ τὸν αὑτῶν βίον ὅπως παρασχήσονται κεκοσμημένον. Φαρσάλιοι δὲ πάντων», φησίν, «ἀνθρώπων εἰσὶν ἀργότατοι καὶ πολυτελέστατοι.»

Οὐαλέριος Ἁρποκρατίων Ἁλόννησος· ... μνημονεύει δὲ τῆς ἀμφισβητήσεως τῆς περὶ Ἁλοννήσου καὶ Θεόπομπος ἐν δ καὶ Ἀναξιμένης ἐν δ Φιλιππικῶν.

Οὐαλέριος Ἁρποκρατίων Ἠιών· ...... Θεόπομπος δʼ ἐν τῆι δ φησὶν ὡς Ἀθηναῖοι ἐκβαλόντες ἐκ Ἠιόνος Ἀμφιπολίτας κατέσκαψαν τὸ χωρίον.

Δίδυμος ὁ Χαλκέντερος περὶ μὲν γὰρ τὴν Μεθώνης πολιορκίαν τὸν δεξιὸν ὀφθαλμὸν ἐξεκόπη τοξεύματι πληγείς, ἐν ὧι τὰ μηχανώματα καὶ τὰς χωστρίδας λεγομένας ἐφεώρα, καθάπερ ἐν τῆι δ τῶν περὶ αὐτὸν ἱστοριῶν ἀφηγεῖται Θεόπομπος· οἷς καὶ Μαρσύας ὁ Μακεδὼν ὁμολογεῖ. ὁ δὲ Δοῦρις ......

Οὐαλέριος Ἁρποκρατίων Παγασαί· Δημοσθένης ἐν Φιλιππικοῖς. ἐπίνειόν ἐστι Φεραίων αἱ Παγασαί, ὡς Θεόπομπος ἐν τῆι ε τῶν Φιλιππικῶν δηλοῖ.

Στέφανος ὁ Βυζάντιος Ἀμφαναί· πόλις Δωρική· Ἑκαταῖος ἐν α Γενεαλογιῶν. Θεόπομπος Ἀμφαναίαν αὐτὴν καλεῖ ἐν ε Φιλιππικῶν. ἔστι καὶ χωρίον Θετταλίας ὡσαύτως.

Στέφανος ὁ Βυζάντιος Μακκάραι· χώρα ὑπὲρ Φάρσαλον· Θεόπομπος ε Φιλιππικῶν.

Στέφανος ὁ Βυζάντιος Ὄλυκα· πόλις Μακεδονίας· Θεόπομπος ε Φιλιππικῶν.

Ἀθήναιος, Εὐστάθιος ὁ Θεσσαλονίκης Θεόπομπος οὖν ἐν ε Φιλιππικῶν φησι «τὸ γὰρ ἐσθίειν πολλὰ καὶ κρεαφαγεῖν τοὺς μὲν λογισμοὺς ἐξαιρεῖ καὶ τὰς ψυχὰς ποιεῖται βραδυτέρας, ὀργῆς δὲ καὶ σκληρότητος καὶ πολλῆς σκαιότητος ἐμπίπλησι.»

Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης σάγματα μὲν οὖν ὑποζυγίων κατὰ τοὺς πολλοὺς ἐν τῆι πέμπτηι τῶν Φιλιππικῶν ἔστιν εὑρεῖν.

Οὐαλέριος Ἁρποκρατίων Πύγελα· .... πόλις ἐστὶν ἐν τῆι Ἰωνίαι τὰ Πύγελα, ἣν Θεόπομπός φησιν ἐν ϛ λαβεῖν τοὔνομα ἐπειδὴ τῶν μετʼ Ἀγαμέμνονός τινες διὰ νόσον τὴν περὶ τὰς πυγὰς ἐνταῦθα κατέμειναν.

Στέφανος ὁ Βυζάντιος Εὖα· πόλις Ἀρκαδίας· Θεόπομπος ἐν ϛ.

Στέφανος ὁ Βυζάντιος Εὐαίμων· πόλις Ὀρχομενίων· Θεόπομπος ἐν ϛ.

Ἀθήναιος καὶ τῶν παρωκεανιτῶν δέ τινάς φησι Θεόπομπος ἐν ὀγδόηι Φιλιππικῶν ἁβροδιαίτους γενέσθαι. περὶ δὲ Βυζαντίων καὶ Καλχηδονίων ὁ αὐτός φησι Θεόπομπος τάδε· «ἦσαν δὲ οἱ Βυζάντιοι καὶ διὰ τὸ δημοκρατεῖσθαι πολὺν ἤδη χρόνον καὶ τὴν πόλιν ἐπʼ ἐμπορίου κειμένην ἔχειν καὶ τὸν δῆμον ἅπαντα περὶ τὴν ἀγορὰν καὶ τὸν λιμένα διατρίβειν ἀκόλαστοι καὶ συνουσιάζειν καὶ πίνειν εἰθισμένοι ἐπὶ τῶν καπηλείων. Καλχηδόνιοι δὲ πρὶν μὲν μετασχεῖν αὐτοῖς τῆς πολιτείας ἅπαντες ἐν ἐπιτηδεύμασι καὶ βίωι βελτίονι διετέλουν ὄντες· ἐπεὶ δὲ τῆς δημοκρατίας τῶν Βυζαντίων ἐγεύσαντο, διεφθάρησαν εἰς τρυφὴν … καὶ τὸν καθʼ ἡμέραν βίον ἐκ σωφρονεστάτων καὶ μετριωτάτων φιλοπόται καὶ πολυτελεῖς γενόμενοι.»

Οὐαλέριος Ἁρποκρατίων Ἀμφικτύονες· συνέδριόν ἐστιν Ἑλληνικὸν συναγόμενον ἐν Θερμοπύλαις. ὠνομάσθη δὲ ἤτοι ἀπὸ Ἀμφικτύονος τοῦ Δευκαλίωνος, ὅτι αὐτὸς συνήγαγε τὰ ἔθνη βασιλεύων, ὥς φησι Θεόπομπος ἐν η—ταῦτα δʼ ἦν ιβ· Ἴωνες Δωριεῖς Περραιβοί Βοιωτοί Μάγνητες Ἀχαιοί Φθιῶται Μηλιεῖς Δόλοπες Αἰνιᾶνες Δελφοί Φωκεῖς—ἢ ἀπὸ τοῦ περιοίκους εἶναι τῶν Δελφῶν τοὺς συναχθέντας, ὡς Ἀναξιμένης ἐν α Ἑλληνικῶν.

Λαέρτιος Διογένης Ἀριστοτέλης δʼ ἐν πρώτωι Περὶ φιλοσοφίας καὶ πρεσβυτέρους εἶναι τῶν Αἰγυπτίων καὶ δύο κατʼ αὐτοὺς εἶναι ἀρχάς, ἀγαθὸν δαίμονα καὶ κακὸν δαίμονα· καὶ τῶι μὲν ὄνομα εἶναι Ζεὺς καὶ Ὠρομάσδης, τῶι δὲ Ἅιδης καὶ Ἀρειμάνιος. φησὶ δὲ τοῦτο καὶ Ἕρμιππος ἐν τῶι πρώτωι Περὶ Μάγων καὶ Εὔδοξος ἐν τῆι Περιόδωι καὶ Θεόπομπος ἐν τῆι ὀγδόηι τῶν Φιλιππικῶν· ὃς καὶ ἀναβιώσεσθαι κατὰ τοὺς Μάγους φησὶ τοὺς ἀνθρώπους καὶ ἔσεσθαι ἀθανάτους, καὶ τὰ ὄντα ταῖς αὐτῶν ἐπικλήσεσι διαμένειν. ταῦτα δὲ καὶ Εὔδημος ὁ Ῥόδιος ἱστορεῖ.

Αἰνείας ὁ Γαζαῖος ὁ δὲ Ζωροάστρης προλέγει ὡς ἔσται ποτὲ χρόνος ἐν ὧι πάντων νεκρῶν ἀνάστασις ἔσται. οἶδεν ὁ Θεόπομπος ὃ λέγω καὶ τοὺς ἄλλους αὐτὸς ἐκδιδάσκει.

Πλούταρχος ἔπεισι δὲ χρόνος εἱμαρμένος, ἐν ὧι τὸν Ἀρειμάνιον λοιμὸν ἐπάγοντα καὶ λιμὸν ὑπὸ τούτων ἀνάγκη φθαρῆναι παντάπασι καὶ ἀφανισθῆναι, τῆς δὲ γῆς ἐπιπέδου καὶ ὁμαλῆς γενομένης, ἕνα βίον καὶ μίαν πολιτείαν ἀνθρώπων μακαρίων καὶ ὁμογλώσσων ἁπάντων γενέσθαι. Θεόπομπος δέ φησι κατὰ τοὺς Μάγους ἀνὰ μέρος τρισχίλια ἔτη τὸν μὲν κρατεῖν τὸν δὲ κρατεῖσθαι τῶν θεῶν, ἄλλα δὲ τρισχίλια μάχεσθαι καὶ πολεμεῖν καὶ ἀναλύειν τὰ τοῦ ἑτέρου τὸν ἕτερον· τέλος δʼ ἀπολείπεσθαι τὸν Ἅιδην, καὶ τοὺς μὲν ἀνθρώπους εὐδαίμονας ἔσεσθαι μήτε τροφῆς δεομένους μήτε σκιὰν ποιοῦντας, τὸν δὲ ταῦτα μηχανησάμενον θεὸν ἠρεμεῖν καὶ ἀναπαύεσθαι χρόνον, ἄλλως μὲν οὐ πολὺν ὡς θεῶι, ὥσπερ δʼ ἀνθρώπωι κοιμωμένωι μέτριον.

Φώτιος Ζωπύρου τάλαντα· Κρατῖνος ἐν Πυλαίαι. τοῦτόν φησι Θεόπομπος ἐν τῆι ὀγδόηι τῶν Περὶ Φίλιππον Πέρσην ὄντα ὑπὸ φιλοτιμίας χαριζόμενον βασιλεῖ μαστιγώσαντα ἑαυτὸν καὶ τῆς ῥινὸς καὶ τῶν ὤτων ἀποστερήσαντα εἰσελθεῖν εἰς Βαβυλῶνα καὶ πιστευθέντα διὰ ταύτην τὴν κακουχίαν καταλαβεῖν τὴν πόλιν. ἐκ μεταφορᾶς οὖν εἶπε τάλαντα καὶ ζυγά, οἱονεὶ ἔργα καὶ πράξεις.

Λαέρτιος Διογένης Ἐπιμενίδης, καθά φησι Θεόπομπος καὶ ἄλλοι συχνοί, πατρὸς μὲν ἦν Φαιστίου, οἱ δὲ Δωσιάδα, οἱ δὲ Ἀγησάρχου· Κρὴς τὸ γένος ἀπὸ Κνωσοῦ, καθέσει τῆς κόμης τὸ εἶδος παραλλάσσων. οὗτός ποτε πεμφθεὶς παρὰ τοῦ πατρὸς εἰς ἀγρὸν ἐπὶ πρόβατον, τῆς ὁδοῦ κατὰ μεσημβρίαν ἐκκλίνας ὑπʼ ἄντρωι τινὶ κατεκοιμήθη ἑπτὰ καὶ πεντήκοντα ἔτη. διαναστὰς δὲ μετὰ ταῦτα ἐζήτει τὸ πρόβατον, νομίζων ἐπʼ ὀλίγον κεκοιμῆσθαι. ὡς δὲ οὐχ εὕρισκεν, παρεγένετο εἰς τὸν ἀγρόν, καὶ μετεσκευασμένα πάντα καταλαβὼν καὶ παρʼ ἑτέρωι τὴν κτῆσιν, πάλιν ἧκεν εἰς ἄστυ διαπορούμενος. κἀκεῖ δὲ εἰς τὴν ἑαυτοῦ εἰσιὼν οἰκίαν περιέτυχε τοῖς πυνθανομένοις, τίς εἴη, ἕως τὸν νεώτερον ἀδελφὸν εὑρὼν τότε ἤδη γέροντα ὄντα, πᾶσαν ἔμαθε παρʼ ἐκείνου τὴν ἀλήθειαν.

Ἀπολλώνιος ὁ παραδοξογράφος Βώλου. Ἐπιμενίδης Κρὴς λέγεται ὑπὸ τοῦ πατρὸς καὶ τῶν ἀδελφῶν ἀποσταλεὶς εἰς ἀγρὸν πρόβατον ἀγαγεῖν εἰς τὴν πόλιν, καταλαβούσης αὐτὸν νυκτὸς παραλλάξαι τῆς τρίβου καὶ κατακοιμηθῆναι ἔτη ἑπτὰ καὶ πεντήκοντα, καθάπερ ἄλλοι τε πολλοὶ εἰρήκασιν, ἔτι δὲ καὶ Θεόπομπος ἐν ταῖς Ἱστορίαις ἐπιτρέχων τὰ κατὰ τόπους θαυμάσια. ἔπειτα συμβῆναι ἐν τῶι μεταξὺ χρόνωι τοὺς μὲν οἰκείους τοῦ Ἐπιμενίδου ἀποθανεῖν, αὐτὸν δὲ ἐγερθέντα ἐκ τοῦ ὕπνου ζητεῖν ἐφʼ ὃ ἀπεστάλη πρόβατον. μὴ εὑρόντα δὲ πορεύεσθαι εἰς τὸν ἀγρόν—ὑπελάμβανε δὲ ἐγηγέρθαι τῆι αὐτῆι ἡμέραι ἧι περ ἔδοξεν κεκοιμῆσθαι—καὶ καταλαβὼν τὸν ἀγρὸν πεπραμένον καὶ τὴν σκευὴν ἠλλαγμένην ἀπαίρειν εἰς τὴν πόλιν. καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν ἐκεῖθεν πάντα ἔγνω, ἐν οἷς καὶ τὰ περὶ τοῦ χρόνου, καθʼ ὃν ἀφανὴς ἐγένετο. λέγουσι δὲ οἱ Κρῆτες, ὥς φησιν ὁ Θεόπομπος, ἔτη βιώσαντα αὐτὸν ἑκατὸν πεντήκοντα ἑπτὰ ἀποθανεῖν. λέγεται δὲ περὶ τοῦ ἀνδρὸς τούτου καὶ ἄλλα οὐκ ὀλίγα παράδοξα.

ἐβίω δὲ οὗτος ὥς φησιν ὁ Θεόπομπος ἔτη ἑκατὸν πεντήκοντα καὶ ἑπτά· τὰ δὲ πεντήκοντα καὶ ἑπτὰ ἐκαθεύδησεν.

Λαέρτιος Διογένης Θεόπομπος δʼ ἐν τοῖς Θαυμασίοις κατασκευάζοντος αὐτοῦ τὸ τῶν Νυμφῶν ἱερὸν ῥαγῆναι φωνὴν ἐξ οὐρανοῦ· «Ἐπιμενίδη, μὴ Νυμφῶν, ἀλλὰ Διός». Κρησίν τε προειπεῖν τὴν Λακεδαιμονίων ἧτταν ὑπὸ Ἀρκάδων, καθάπερ προείρηται καὶ δὴ καὶ ἐλήφθησαν πρὸς Ὀρχομενῶι. γηρᾶσαί τε ἐν τοσαύταις ἡμέραις αὐτὸν ὅσαπερ ἔτη κατεκοιμήθη· καὶ γὰρ τοῦτό φησι Θεόπομπος.

Πορφύριος, Εὐσέβιος πραγμάτων δʼ ὑφαίρεσιν πεποίηται μεταθεὶς τὰ ἐπʼ ἄλλων ἄλλοις, ἵνα καὶ ψεύστης ἁλῶι τοῦτον τὸν τρόπον. Ἄνδρωνος γὰρ ἐν τῶι Τρίποδι περὶ Πυθαγόρου τοῦ φιλοσόφου τὰ περὶ τὰς προρρήσεις ἱστορηκότος εἰπόντος τε, ὡς διψήσας ποτὲ ἐν Μεταποντίωι καὶ ἔκ τινος φρέατος ἀνιμήσας καὶ πιὼν προεῖπεν ὡς εἰς τρίτην ἡμέραν ἔσοιτο σεισμός. καὶ ἕτερά τινα τούτοις ἐπαγαγὼν ἐπιλέγει· ταῦτʼ οὖν τοῦ Ἄνδρωνος περὶ Πυθαγόρου ἱστορηκότος, πάντα ὑφείλετο Θεόπομπος. εἰ μὲν περὶ Πυθαγόρου λέγων, τάχα ἂν καὶ ἕτεροι ἠπίσταντο περὶ αὐτοῦ καὶ ἔλεγον «ταῦτα καὶ αὐτὸς εἶπεν»· νῦν δὲ τὴν κλοπὴν δήλην πεποίηκεν ἡ τοῦ ὀνόματος μετάθεσις. τοῖς μὲν γὰρ πράγμασι κέχρηται τοῖς αὐτοῖς, ἕτερον δʼ ὄνομα μετενήνοχε· Φερεκύδην γὰρ τὸν Σύριον πεποίηκε ταῦτα προλέγοντα. οὐ μόνον δὲ τούτωι τῶι ὀνόματι ἀποκρύπτει τὴν κλοπήν, ἀλλὰ καὶ τόπων μεταθέσει. τό τε γὰρ περὶ τῆς προρρήσεως τοῦ σεισμοῦ ἐν Μεταποντίωι ὑπʼ Ἄνδρωνος ῥηθὲν ἐν Σύρωι εἰρῆσθαί φησιν ὁ Θεόπομπος· τό τε περὶ τὸ πλοῖον οὐκ ἀπὸ Μεγάρων τῆς Σικελίας, ἀπὸ δὲ Σάμου φησὶ θεωρηθῆναι· καὶ τὴν Συβάρεως ἅλωσιν ἐπὶ τὴν Μεσσήνης μετατέθεικεν. ἵνα δέ τι δοκῆι λέγειν περιττόν, καὶ τοῦ ξένου προστέθεικε τοὔνομα, Περίλαον αὐτὸν καλεῖσθαι λέγων.

Λαέρτιος Διογένης Φερεκύδης Βάβυος Σύριος ........ τοῦτόν φησι Θεόπομπος πρῶτον περὶ φύσεως καὶ θεῶν γράψαι. πολλὰ δὲ καὶ θαυμάσια λέγεται περὶ αὐτοῦ· καὶ γὰρ παρὰ τὸν αἰγιαλὸν τῆς Σάμου περιπατοῦντα καὶ ναῦν οὐριοδρομοῦσαν ἰδόντα εἰπεῖν ὡς οὐ μετὰ πολὺ καταδύσεται· καὶ ἐν ὀφθαλμοῖς αὐτοῦ καταδῦναι. καὶ ἀνιμηθέντος ἐκ φρέατος ὕδατος πιόντα προειπεῖν ὡς εἰς τρίτην ἡμέραν ἔσοιτο σεισμός· καὶ γενέσθαι. ἀνιόντα τε ἐξ Ὀλυμπίας ἐς Μεσσήνην τῶι ξένωι Περιλάωι συμβουλεῦσαι ἐξοικῆσαι μετὰ τῶν οἰκείων· καὶ τὸν μὴ πεισθῆναι, Μεσσήνην δὲ ἑαλωκέναι. καὶ Λακεδαιμονίοις εἰπεῖν μήτε χρυσὸν τιμᾶν μήτε ἄργυρον, ὥς φησι Θεόπομπος ἐν Θαυμασίοις· προστάξαι δὲ αὐτῶι ὄναρ τοῦτο τὸν Ἡρακλέα, ὃν καὶ τῆς αὐτῆς νυκτὸς τοῖς βασιλεῦσι κελεῦσαι Φερεκύδηι πείθεσθαι. ἔνιοι δὲ Πυθαγόραι περιάπτουσι ταῦτα.

Κλήμης ὁ Ἀλεξανδρεύς Πυθαγόρας μὲν οὖν Μνησάρχου Σάμιος, ὥς φησιν Ἱππόβοτος ὡς δὲ Ἀριστόξενος .... καὶ Ἀριστοτέλης καὶ Θεόπομπος, Τυρρηνὸς ἦν· ὡς δὲ Νεάνθης Σύριος ἢ Τύριος.

Ἀθήναιος καὶ μετʼ οὐ πολλὰς ἡμέρας τύραννον αὑτὸν ἀποδείξας ὁ φιλόσοφος καὶ τὸ τῶν Πυθαγορικῶν ἀναδείξας δόγμα τὸ περὶ τῆς ἐπιβουλῆς καὶ τί ἠβούλετο αὐτοῖς ἡ φιλοσοφία, ἣν ὁ καλὸς Πυθαγόρας εἰσηγήσατο, καθάπερ ἱστόρησε Θεόπομπος ἐν ὀγδόηι Φιλιππικῶν καὶ Ἕρμιππος ὁ Καλλιμάχειος, εὐθέως καὶ οὗτος τοὺς μὲν εὖ φρονοῦντας τῶν πολιτῶν .... ἐκποδὼν εὐθὺς ἐποιήσατο ......

Αἴλιος Θέων ὁ σοφιστής διηγήσεως δὲ παραδείγματα ἂν εἴη κάλλιστα τῶν μὲν μυθικῶν ..... παρὰ Θεοπόμπωι ἐν τῆι ὀγδόηι τῶν Φιλιππικῶν ἡ τοῦ Σειληνοῦ.

Διονύσιος ὁ Ἁλικαρνασσεύς τὰ περὶ Σιληνοῦ τοῦ φανέντος ἐν Μακεδονίαι καὶ τὰ περὶ τοῦ δράκοντος τοῦ διαναυμαχήσαντος πρὸς τὴν τριήρη.

Ἀθήναιος Ἡλιόδωρος δέ φησι τὸν Ἐπιφανῆ Ἀντίοχον, ὃν διὰ τὰς πράξεις Πολύβιος Ἐπιμανῆ καλεῖ, τὴν κρήνην τὴν ἐν Ἀντιοχείαι κεράσαι οἴνωι, καθάπερ καὶ τὸν Φρύγα Μίδαν φησὶ Θεόπομπος, ὅτε ἑλεῖν τὸν Σιληνὸν ὑπὸ μέθης ἠθέλησεν· ἔστι δὲ ἡ κρήνη, ὥς φησι Βίων, μέση Μαιδῶν καὶ Παιόνων Ἴννα καλουμένη.

Κλαύδιος Αἰλιανός περιηγεῖταί τινα Θεόπομπος συνουσίαν Μίδου τοῦ Φρυγὸς καὶ Σιληνοῦ. νύμφης δὲ παῖς ὁ Σιληνὸς οὗτος, θεοῦ μὲν ἀφανέστερος τὴν φύσιν, ἀνθρώπου δὲ κρείττων, ἐπεὶ καὶ ἀθάνατος ἦν. πολλὰ μὲν οὖν καὶ ἄλλα ἀλλήλοις διελέχθησαν, καὶ ὑπὲρ τούτων ὁ Σιληνὸς ἔλεγε πρὸς τὸν Μίδαν. τὴν μὲν Εὐρώπην καὶ τὴν Ἀσίαν καὶ τὴν Λιβύην νήσους εἶναι, ἃς περιρρεῖν κύκλωι τὸν ὠκεανόν, ἤπειρον δὲ εἶναι μόνην ἐκείνην τὴν ἔξω τούτου τοῦ κόσμου. καὶ τὸ μὲν μέγεθος αὐτῆς ἄπειρον διηγεῖτο, τρέφειν δὲ τὰ ἄλλα ζῶια μεγάλα, καὶ τοὺς ἀνθρώπους δὲ τῶν ἐνταυθοῖ διπλασίονας τὸ μέγεθος, καὶ χρόνον ζῆν αὐτοὺς οὐχ ὅσον ἡμεῖς, ἀλλὰ καὶ ἐκεῖνον διπλοῦν. καὶ πολλὰς μὲν εἶναι καὶ μεγάλας πόλεις καὶ βίων ἰδιότητας· καὶ νόμους αὐτοῖς τετάχθαι ἐναντίως κειμένους τοῖς παρʼ ἡμῖν νομιζομένοις. δύο δὲ εἶναι πόλεις ἔλεγε μεγέθει μεγίστας, οὐδὲν δὲ ἀλλήλαις ἐοικέναι· καὶ τὴν μὲν ὀνομάζεσθαι Μάχιμον, τὴν δὲ Εὐσεβῆ. τοὺς μὲν οὖν Εὐσεβεῖς ἐν εἰρήνηι τε διάγειν καὶ πλούτωι βαθεῖ καὶ λαμβάνειν τοὺς καρποὺς ἐκ τῆς γῆς χωρὶς ἀρότρων καὶ βοῶν, γεωργεῖν δὲ καὶ σπείρειν οὐδὲν αὐτοῖς ἔργον εἶναι. «καὶ διατελοῦσιν» ἦ δʼ ὅς «ὑγιεῖς καὶ ἄνοσοι καὶ καταστρέφουσι τὸν ἑαυτῶν βίον γελῶντες εὖ μάλα καὶ ἡδόμενοι. οὕτω δὲ ἀναμφιλόγως εἰσὶ δίκαιοι, ὡς μηδὲ τοὺς θεοὺς πολλάκις ἀπαξιοῦν ἐπιφοιτᾶν αὐτοῖς. οἱ δὲ τῆς Μαχίμου πόλεως μαχιμώτατοι τέ εἰσι καὶ αὐτοὶ καὶ γίνονται μεθʼ ὅπλων καὶ ἀεὶ πολεμοῦσι καὶ καταστρέφονται τοὺς ὁμόρους, καὶ παμπόλλων ἐθνῶν μία πόλις κρατεῖ αὕτη. εἰσὶ δὲ οἱ οἰκήτορες οὐκ ἐλάττους διακοσίων μυριάδων. ἀποθνήσκουσι δὲ τὸν μὲν ἄλλον χρόνον νοσήσαντες· σπάνιον δὲ τοῦτο, ἐπεὶ τά γε πολλὰ ἐν τοῖς πολέμοις ἢ λίθοις ἢ ξύλοις παιόμενοι· ἄτρωτοι γάρ εἰσι σιδήρωι. χρυσοῦ δὲ ἔχουσι καὶ ἀργύρου ἀφθονίαν, ὡς ἀτιμότερον εἶναι παρʼ αὐτοῖς τὸν χρυσὸν τοῦ παρʼ ἡμῖν σιδήρου». ἐπιχειρῆσαι δέ ποτε καὶ διαβῆναι τούτους ἐς τάσδε τὰς ἡμεδαπὰς νήσους ἔλεγε καὶ διαπλεύσαντάς γε τὸν ὠκεανὸν μυριάσι χιλίαις ἀνθρώπων ἕως Ὑπερβορέων ἀφικέσθαι. καὶ πυθομένους τῶν παρʼ ἡμῖν τούτους εἶναι τοὺς εὐδαιμονεστάτους, καταφρονῆσαι ὡς φαύλως καὶ ταπεινῶς πράττοντας, καὶ διὰ ταῦτα ἀτιμάσαι προελθεῖν περαιτέρω. τὸ δὲ ἔτι θαυμασιώτερον προσετίθει. Μέροπάς τινας οὕτω καλουμένους ἀνθρώπους οἰκεῖν παρʼ αὐτοῖς ἔφη πόλεις πολλὰς καὶ μεγάλας, ἐπʼ ἐσχάτωι δὲ τῆς χώρας αὐτῶν τόπον εἶναι καὶ ὀνομάζεσθαι Ἄνοστον, ἐοικέναι δὲ χάσματι, κατειλῆφθαι δὲ οὔτε ὑπὸ σκότους οὔτε ὑπὸ φωτός, ἀέρα δὲ ἐπικεῖσθαι ἐρυθήματι μεμιγμένον θολερῶι. δύο δὲ ποταμοὺς περὶ τοῦτον τὸν τόπον ῥεῖν, καὶ τὸν μὲν Ἡδονῆς καλεῖσθαι τὸν δὲ Λύπης, καὶ παρʼ ἑκάτερον τούτων ἑστηκέναι δένδρα τὸ μέγεθος πλατάνου μεγάλης. φέρειν δὲ καρποὺς τὰ μὲν παρὰ τὸν τῆς Λύπης ποταμὸν τοιαύτην ἔχοντας τὴν φύσιν· ἐάν τις αὐτῶν ἀπογεύσηται, τοσοῦτον ἐκβάλλει δακρύων, ὥστε κατατήκεσθαι πάντα τὸν ἑαυτοῦ βίον τὸν λοιπὸν θρηνοῦντα, καὶ οὕτω τελευτᾶν. τὰ δὲ ἕτερα τὰ παραπεφυκότα τῶι τῆς Ἡδονῆς ποταμῶι ἀντίπαλον ἐκφέρειν καρπόν· ὃς γὰρ ἂν γεύσηται τούτων, τῶν μὲν ἄλλων τῶν πρότερον ἐπιθυμιῶν παύεται, ἀλλὰ καὶ εἴ του ἤρα καὶ αὐτοῦ λαμβάνει λήθην, καὶ γίνεται κατὰ βραχὺ νεώτερος καὶ τὰς φθανούσας ἡλικίας καὶ τὰς ἤδη διελθούσας ἀναλαμβάνει ὀπίσω. τὸ μὲν γὰρ γῆρας ἀπορρίψας ἐπὶ τὴν ἀκμὴν ὑποστρέφει, εἶτα ἐπὶ τὴν τῶν μειρακίων ἡλικίαν ἀναχωρεῖ, εἶτα παῖς γίνεται, εἶτα βρέφος, καὶ ἐπὶ τούτοις ἐξαναλώθη. καὶ ταῦτα εἴ τωι πιστὸς ὁ Χῖος λέγων, πεπιστεύσθω· ἐμοὶ δὲ δεινὸς εἶναι δοκεῖ μυθολόγος καὶ ἐν τούτοις καὶ ἐν ἄλλοις δέ.

Στράβων ἀπὸ δὲ τούτων ἐπὶ τοὺς συγγραφέας βαδίζει Ῥιπαῖα ὄρη λέγοντας καὶ τὸ Ὠγύιον ὄρος καὶ τὴν τῶν Γοργόνων καὶ Ἑσπερίδων κατοικίαν, καὶ τὴν παρὰ Θεοπόμπωι Μεροπίδα γῆν.

Ἀπολλώνιος ὁ παραδοξογράφος Θεόπομπος δὲ ἐν τοῖς Θαυμασίοις ἐν τῶι ἀγῶνι τῶν Ὀλυμπίων πολλῶν ἐπιπολαζόντων ἰκτίνων ἐν τῆι πανηγύρει καὶ διασυριζόντων τὰ διαφερόμενα κρέα τὰ τῶν ἱεροθυτῶν ἀθιγῆ μένειν.

Ἀριστοφάνους Σχόλια, Σοῦδα Βάκιδες δὲ τρεῖς, ὧν πρεσβύτατος ἐξ Ἐλεῶνος τῆς Βοιωτίας, ὁ δὲ δεύτερος Ἀττικός, τρίτος δὲ ὁ Ἀρκὰς ἐκ πόλεως Καφύης, ὃς καὶ Κύδας ἐκαλεῖτο καὶ Ἀλήτης, ὥς φησι Φιλητᾶς ὁ Ἐφέσιος. Θεόπομπος δὲ ἐν τῆι θ τῶν Φιλιππικῶν ἄλλα τε πολλὰ περὶ τούτου τοῦ Βάκιδος ἱστορεῖ παράδοξα· καὶ ὅτι ποτὲ τῶν Λακεδαιμονίων τὰς γυναῖκας μανείσας ἐκάθηρεν, Ἀπόλλωνος αὐτοῖς τοῦτον καθαρτὴν δόντος.

Αἴλιος Θέων ὁ σοφιστής πολλὰ δὲ καὶ ἐκπέφρασται παρὰ τοῖς παλαιοῖς ..... ἔχομεν δὲ καὶ ἐν τῆι ἐνάτηι τῶν Φιλιππικῶν Θεοπόμπου τὰ ἐν Θετταλίαι Τέμπη, ἅ ἐστι μὲν μεταξὺ δύο ὀρῶν μεγάλων τῆς τε Ὄσσης καὶ τοῦ Ὀλύμπου, ῥεῖ δὲ διʼ αὐτῶν μέσος ὁ Πηνειός, εἰς ὃν ἅπαντες οἱ κατὰ τὴν Θετταλίαν ποταμοὶ συρρέουσι.

Πρισκιανὸς ὁ Καισαρεύς «περὶ τόσους» καὶ «περὶ τόσοις». «τὸ μὲν μῆκος περὶ τεσσαράκοντα σταδίους».

Κλαύδιος Αἰλιανός φέρε οὖν καὶ τὰ καλούμενα Τέμπη τὰ Θετταλικὰ διαγράψωμεν τῶι λόγωι ..... ἔστι δὴ χῶρος μεταξὺ κείμενος τοῦ τε Ὀλύμπου καὶ τῆς Ὄσσης. ὄρη δὲ ταῦτά ἐστιν ὑπερύψηλα καὶ οἷον ὑπό τινος θείας φροντίδος διεσχισμένα· καὶ μέσον δέχεται χωρίον, οὗ τὸ μὲν μῆκος ἐπὶ τετταράκοντα διήκει σταδίους, τό γε μὴν πλάτος τῆι μέν ἐστι πλέθρου, τῆι δὲ καὶ μεῖζον ὀλίγωι. διαρρεῖ δὲ μέσου αὐτοῦ ὁ καλούμενος Πηνειός. ἐς τοῦτον δὲ καὶ οἱ λοιποὶ ποταμοὶ συρρέουσι καὶ ἀνακοινοῦνται τὸ ὕδωρ αὐτῶι καὶ ἐργάζονται τὸν Πηνειὸν ἐκεῖνοι μέγαν. διατριβὰς δʼ ἔχει ποικίλας καὶ παντοδαπὰς ὁ τόπος οὗτος, οὐκ ἀνθρωπίνης χειρὸς ἔργα, ἀλλὰ φύσεως αὐτόματα ἐς κάλλος τότε φιλοτιμησαμένης, ὅτε ἐλάμβανε γένεσιν ὁ χῶρος. κιττὸς μὲν γὰρ πολὺς καὶ εὖ μάλα λάσιος ἐνακμάζει καὶ τέθηλε καὶ δίκην τῶν εὐγενῶν ἀμπέλων κατὰ τῶν ὑψηλῶν δένδρων ἀνέρπει καὶ συμπέφυκεν αὐτοῖς, πολλὴ δὲ σμίλαξ πρὸς αὐτὸν τὸν πάγον ἀνατρέχει καὶ ἐπισκιάζει τὴν πέτραν· καὶ ἐκείνη μὲν ὑπολανθάνει, ὁρᾶται δὲ τὸ χλοάζον πᾶν, καί ἐστιν ὀφθαλμῶν πανήγυρις. ἐν αὐτοῖς δὲ τοῖς λείοις καὶ καθημένοις ἄλση τέ ἐστι ποικίλα καὶ ὑποδρομαὶ συνεχεῖς, ἐν ὥραι θέρους καταφυγεῖν ὁδοιπόροις ἥδιστα καταγώγια, ἃ καὶ δίδωσιν ἀσμένως ψυχάσαι. διαρρέουσι δὲ καὶ κρῆναι συχναὶ καὶ ἐπιρρεῖ νάματα ὑδάτων ψυχρῶν καὶ πιεῖν ἡδίστων. λέγεται δὲ τὰ ὕδατα ταῦτα καὶ τοῖς λουσαμένοις ἀγαθὸν εἶναι καὶ ἐς ὑγίειαν αὐτοῖς συμβάλλεσθαι. κατάιδουσι δὲ καὶ ὄρνιθες ἄλλος ἄλληι διεσπαρμένοι, καὶ μάλιστα οἱ μουσικοί, καὶ ἑστιῶσιν εὖ μάλα τὰς ἀκοὰς καὶ παραπέμπουσιν ἀπόνως καὶ σὺν ἡδονῆι διὰ τοῦ μέλους τὸν κάματον τῶν παριόντων ἀφανίσαντες. παρʼ ἑκάτερα δὲ τοῦ ποταμοῦ αἱ διατριβαί εἰσιν αἱ προειρημέναι καὶ αἱ ἀνάπαυλαι. διὰ μέσων δὲ τῶν Τεμπῶν ὁ Πηνειὸς ποταμὸς ἔρχεται, σχολῆι καὶ πράως προιὼν ἐλαίου δίκην, πολλὴ δὲ κατʼ αὐτοῦ ἡ σκιὰ ἐκ τῶν παραπεφυκότων δένδρων καὶ τῶν ἐξηρτημένων κλάδων τίκτεται, ὡς ἐπὶ πλεῖστον τῆς ἡμέρας αὐτὴν προήκουσαν ἀποστέγειν τὴν ἀκτῖνα καὶ παρέχειν τοῖς πλέουσι πλεῖν κατὰ ψῦχος. πᾶς δὲ ὁ περίοικος λεὼς συνίασιν ἄλλοι ἄλλοις καὶ θύουσι καὶ συνουσίας ποιοῦνται καὶ συμπίνουσιν. ἅτε οὖν πολλῶν ὄντων τῶν θυόντων καὶ τῶν καθαγιζόντων συνεχῶς, εἰκότως καὶ τοῖς βαδίζουσι καὶ τοῖς πλέουσιν ὀσμαὶ συμπαρομαρτοῦσιν ἥδισται· οὕτως ἄρα ἡ τιμὴ ἡ διαρκὴς ἡ περὶ τὸ κρεῖττον ἐκθεοῖ τὸν τόπον. ἐνταῦθά τοί φασι παῖδες Θετταλῶν καὶ τὸν Ἀπόλλωνα τὸν Πύθιον καθήρασθαι κατὰ πρόσταγμα τοῦ Διός, ὅτε τὸν Πύθωνα τὸν δράκοντα κατετόξευσεν φυλάττοντα τοὺς Δελφούς, τῆς Γῆς ἔτι ἐχούσης τὸ μαντεῖον. στεφανωσάμενον οὖν ἐκ ταύτης τῆς δάφνης τῆς Τεμπικῆς καὶ λαβόντα κλάδον ἐς τὴν δεξιὰν χεῖρα ἐκ τῆς αὐτῆς δάφνης ἐλθεῖν ἐς Δελφοὺς καὶ παραλαβεῖν τὸ μαντεῖον τὸν Διὸς καὶ Λητοῦς παῖδα. ἔστι δὲ καὶ βωμὸς ἐν αὐτῶι τῶι τόπωι, ἐν ὧι καὶ ἐστεφανώσατο καὶ τὸν κλάδον ἀφεῖλε· καὶ ἔτι καὶ νῦν διʼ ἔτους ἐνάτου οἱ Δελφοὶ παῖδας εὐγενεῖς πέμπουσι καὶ ἀρχιθέωρον ἕνα σφῶν αὐτῶν. οἳ δὲ παραγενόμενοι καὶ μεγαλοπρεπῶς θύσαντες ἐν τοῖς Τέμπεσιν ἀπίασι πάλιν στεφάνους ἀπὸ τῆς αὐτῆς δάφνης διαπλέξαντες, ἀφʼ ἧσπερ οὖν καὶ τότε ὁ θεὸς ἐστεφανώσατο. καὶ τὴν ὁδὸν ἐκείνην ἔρχονται, ἣ καλεῖται μὲν Πυθιάς, φέρει δὲ διὰ Θετταλίας καὶ Πελασγίας καὶ τῆς Οἴτης καὶ τῆς Αἰνιάνων χώρας καὶ τῆς Μηλιέων καὶ Δωριέων καὶ Λοκρῶν τῶν Ἑσπερίων. οὗτοι δὲ καὶ παραπέμπουσιν αὐτοὺς σὺν αἰδοῖ καὶ τιμῆι οὐδὲν ἧττον ἤπερ οὖν ἐκεῖνοι, οἳ τοὺς ἐξ Ὑπερβορέων τὰ ἱερὰ κομίζοντας τῶι αὐτῶι θεῶι τούτωι τιμῶσι. καὶ μὴν καὶ τοῖς Πυθίοις ἐκ ταύτης τῆς δάφνης τοὺς στεφάνους τοῖς νικῶσι διδόασιν. ὑπὲρ μὲν οὖν τῶν ἐν Θετταλίαι Τεμπῶν καὶ ἐμοὶ νῦν τοσαῦτα εἰρήσθω.

Ἀθήναιος καὶ Θεόπομπος γὰρ ἐν τῆι θ τῶν Φιλιππικῶν φησιν· «Ἀγαθοκλέα δοῦλον γενόμενον καὶ τῶν ἐκ Θετταλίας πενεστῶν Φίλιππος μέγα παρʼ αὐτῶι δυνάμενον διὰ τὴν κολακείαν καὶ ὅτι ἐν τοῖς συμποσίοις συνὼν αὐτῶι ὠρχεῖτο καὶ γέλωτα παρεσκεύαζεν ἀπέστειλε διαφθεροῦντα Περραιβοὺς καὶ τῶν ἐκεῖ πραγμάτων ἐπιμελησόμενον. τοιούτους δʼ εἶχεν ἀεὶ περὶ αὑτὸν ἀνθρώπους ὁ Μακεδών, οἷς διὰ φιλοποσίαν καὶ βωμολοχίαν πλείω χρόνον ὡς τὰ πολλὰ συνδιέτριβε καὶ συνήδρευε περὶ τῶν μεγίστων βουλευόμενος.»

Στέφανος ὁ Βυζάντιος Φαρκηδών· πόλις Θεσσαλίας. Θεόπομπος ἐν θ Φιλιππικῶν Φαρκαδόνα διὰ τοῦ α φησίν.

Στέφανος ὁ Βυζάντιος Δρόγγιλον· χωρίον Θράικης· Θεόπομπος Φιλιππικῶν θ.

Στέφανος ὁ Βυζάντιος Κῶβρυς· πόλις Θράικης· Θεόπομπος Φιλιππικῶν θ.

Πλούταρχος γενόμενος δὲ ἀπὸ τῶν πράξεων ἐκείνων εὐθὺς ἐπεχείρει τὴν πόλιν ἀνοικοδομεῖν καὶ τειχίζειν, ὡς μὲν ἱστορεῖ Θεόπομπος, χρήμασι πείσας μὴ ἐναντιωθῆναι τοὺς ἐφόρους, ὡς δʼ οἱ πλεῖστοι, παρακρουσάμενος.

τῶν δὲ χρημάτων αὐτῶι πολλὰ μὲν ὑπεκκλαπέντα διὰ τῶν φίλων εἰς Ἀσίαν ἔπλει· τῶν δὲ φανερῶν γενομένων καὶ συναχθέντων εἰς τὸ δημόσιον Θεόπομπος μὲν ἑκατὸν τάλαντα, Θεόφραστος δὲ ὀγδοήκοντά φησι γενέσθαι τὸ πλῆθος, οὐδὲ τριῶν ἄξια ταλάντων κεκτημένου τοῦ Θεμιστοκλέους πρὶν ἅπτεσθαι τῆς πολιτείας.

οὐ γὰρ πλανώμενος περὶ τὴν Ἀσίαν, ὥς φησι Θεόπομπος, ἀλλʼ ἐν Μαγνησίαι μὲν οἰκῶν, καρπούμενος δὲ δωρεὰς μεγάλας καὶ τιμώμενος ὅμοια Περσῶν τοῖς ἀρίστοις, ἐπὶ πολὺν χρόνον ἀδεῶς διῆγεν, οὐ πάνυ τι τοῖς Ἑλληνικοῖς πράγμασι βασιλέως προσέχοντος ὑπʼ ἀσχολιῶν περὶ τὰς ἄνω πράξεις.

Θεόπομπος ἐν τῶι δεκάτωι τῶν Φιλιππικῶν περὶ Κίμωνος· «οὐδέπω δὲ πέντε ἐτῶν παρεληλυθότων πολέμου συμβάντος πρὸς Λακεδαιμονίους ὁ δῆμος μετεπέμψατο τὸν Κίμωνα, νομίζων διὰ τὴν προξενίαν ταχίστην ἂν αὐτὸν εἰρήνην ποιήσασθαι, ὁ δὲ παραγενόμενος τῆι πόλει τὸν πόλεμον κατέλυσε.»

Ἀθήναιος περὶ οὗ καὶ αὐτοῦ ἱστορῶν ἐν τῆι δεκάτηι τῶν Φιλιππικῶν ὁ Θεόπομπός φησι· «Κίμων ὁ Ἀθηναῖος ἐν τοῖς ἀγροῖς καὶ τοῖς κήποις οὐδένα τοῦ καρποῦ καθίστα φύλακα, ὅπως οἱ βουλόμενοι τῶν πολιτῶν εἰσιόντες ὀπωρίζωνται καὶ λαμβάνωσιν εἴ τινος δέοιντο τῶν ἐν τοῖς χωρίοις. ἔπειτα τὴν οἰκίαν παρεῖχε κοινὴν ἅπασι· καὶ δεῖπνον αἰεὶ εὐτελὲς παρασκευάζεσθαι πολλοῖς ἀνθρώποις, καὶ τοὺς ἀπόρους τῶν Ἀθηναίων εἰσιόντας δειπνεῖν. ἐθεράπευεν δὲ καὶ τοὺς καθʼ ἑκάστην ἡμέραν αὐτοῦ τι δεομένους, καὶ λέγουσιν ὡς περιήγετο μὲν ἀεὶ νεανίσκους δύʼ ἢ τρεῖς ἔχοντας κέρματα τούτοις τε διδόναι προσέταττεν, ὁπότε τις προσέλθοι αὐτοῦ δεόμενος. καί φασι μὲν αὐτὸν καὶ εἰς ταφὴν εἰσφέρειν. ποιεῖν δὲ καὶ τοῦτο πολλάκις, ὁπότε τῶν πολιτῶν τινα ἴδοι κακῶς ἠμφιεσμένον, κελεύειν αὐτῶι μεταμφιέννυσθαι τῶν νεανίσκων τινα τῶν συνακολουθούντων αὐτῶι. ἐκ δὴ τούτων ἁπάντων ηὐδοκίμει καὶ πρῶτος ἦν τῶν πολιτῶν.»

Κύριλλος ὁ Ἀλεξανδρείας γράφει δὲ περὶ αὐτοῦ Θεόπομπος, ὡς καὶ κλεπτίστατος γένοιτό τις καὶ λημμάτων αἰσχρῶν ἡττώμενος οὐχ ἅπαξ ἐξήλεγκται, καὶ τὸ τῆς δωροδοκίας μάθημα παρʼ αὐτοῦ καὶ πρώτου τοῖς Ἀθήνησι στρατηγοῖς ὁρᾶται ἐνσκῆψαι.

Ἀριστοφάνους Σχόλια ὅπερ ποτὲ φεύγων ἔπαθε καὶ Θουκυδίδης ὁ γενόμενος ὀστρακισμὸς ἐμφαίνει τὸν Μελησίου καὶ τὸν ὀστρακισθέντα. Θεόπομπος μέντοι ὁ ἱστορικὸς τὸν Πανταινέτου φησὶν ἀντιπολιτεύσασθαι Περικλεῖ· ἀλλʼ οὐκ Ἀνδροτίων, ἀλλὰ καὶ αὐτὸς τὸν Μελησίου.

Κλέων δημαγωγὸς ἦν Ἀθηναίων προστὰς αὐτῶν ἑπτὰ ἔτη, ὃς πρῶτος δημηγορῶν ἀνέκραγεν ἐπὶ βήματος καὶ ἐλοιδορήσατο, θρασὺς ὢν καὶ οὕτως ὥστε, καθὼς Θεόπομπος ἱστορεῖ, συνεληλυθότων Ἀθηναίων παρελθεῖν εἰς τὴν ἐκκλησίαν στέφανον ἔχοντα καὶ κελεῦσαι αὐτοὺς ἀναβαλέσθαι τὸν σύλλογον—τυγχάνειν γὰρ αὐτὸν θύοντα καὶ ξένους ἑστιᾶν μέλλοντα—καὶ διαλῦσαι τὴν ἐκκλησίαν.

Ἀριστοφάνους Σχόλια Θεόπομπος ἐν δεκάτωι Φιλιππικῶν φησιν ὅτι οἱ ἱππεῖς ἐμίσουν αὐτόν προπηλακισθεὶς γὰρ ὑπʼ αὐτῶν καὶ παροξυνθεὶς ἐπετέθη τῆι πολιτείαι καὶ διετέλεσεν εἰς αὐτοὺς κακὰ μηχανώμενος. κατηγόρησε γὰρ αὐτῶν ὡς λειποστρατούντων.

Ἀριστοφάνους Σχόλια τοῖς πέντε ταλάντοις οἷς Κλέων ἐξήμεσεν παρὰ τῶν νησιωτῶν ἔλαβε πέντε τάλαντα ὁ Κλέων ἵνα πείσηι τοὺς Ἀθηναίους κουφίσαι αὐτοὺς τῆς εἰσφορᾶς. αἰσθόμενοι δὲ οἱ ἱππεῖς ἀντέλεγον καὶ ἀπήιτησαν αὐτόν. μέμνηται Θεόπομπος.

Ὑπέρβολος οὗτος, ὡς Ἀνδροτίων φησίν, Ἀντιφάνους ἦν Περιθοίδης .... Ἀνδοκίδης ... ξένον αὐτὸν εἶναι καὶ βάρβαρον βούλεται. .... Πολύζηλος .... Φρύγα αὐτὸν εἶναί φησιν .... Πλάτων δὲ ὁ κωμικὸς ... Λυδὸν .... καὶ ἄλλοι ἄλλως. ἔστι δὲ τῆι ἀληθείαι Χρέμητος, ὡς Θεόπομπος ἐν τῶι Περὶ δημαγωγῶν.

Θεόπομπος δὲ πάλιν ἐν δεκάτωι Φιλιππικῶν ἐν Σάμωι φησὶν ἐπιβουλευθέντα ὑπὸ τῶν Ἀθήνηθεν ἐχθρῶν ἀναιρεθῆναι τὸ δὲ νεκρὸν αὐτοῦ εἰς σάκκον βληθὲν ῥιφῆναι εἰς τὸ πέλαγος.

Ἀριστοφάνους Σχόλια Θεόπομπος δέ φησι καὶ τὸν νεκρὸν αὐτοῦ καταποντωθῆναι, γράφων ὅτι «ἐξωστράκισαν τὸν Ὑπέρβολον ἓξ ἔτη· ὁ δὲ καταπλεύσας εἰς Σάμον καὶ τὴν οἴκησιν αὐτοῦ ποιησάμενος ἀπέθανε, καὶ τούτου τὸν νεκρὸν εἰς ἀσκὸν ἀγαγόντες εἰς τὸ πέλαγος κατεπόντωσαν.»

Ἀθήναιος «Καλλίστρατος δέ» φησίν «ὁ Καλλικράτους ὁ δημαγωγὸς καὶ αὐτὸς πρὸς μὲν τὰς ἡδονὰς ἦν ἀκρατής, τῶν δὲ πολιτικῶν πραγμάτων ἐπιμελής.»

Οὐαλέριος Ἁρποκρατίων σύνταξις· .... ἔλεγον δὲ καὶ τοὺς φόρους συντάξεις, ἐπειδὴ χαλεπῶς ἔφερον οἱ Ἕλληνες τὸ τῶν φόρων ὄνομα, Καλλιστράτου οὕτω καλέσαντος, ὥς φησι Θεόπομπος ἐν ι Φιλιππικῶν.

Οὐαλέριος Ἁρποκρατίων Εὔβουλος· .... ὅτι δὴ δημαγωγὸς ἦν ἐπιφανέστατος, ἐπιμελής τε καὶ φιλόπονος, ἀργύριόν τε συχνὸν πορίζων τοῖς Ἀθηναίοις διένειμε, διὸ καὶ τὴν πόλιν ἐπὶ τῆς τούτου πολιτείας ἀνανδροτάτην καὶ ῥαιθυμοτάτην συνέβη γενέσθαι, Θεόπομπος ἐν τῆι ι τῶν Φιλιππικῶν.

Ἀθήναιος Θεόπομπος δʼ ἐν τῆι δεκάτηι τῶν Φιλιππικῶν, ἀφʼ ἧς τινες τὸ τελευταῖον μέρος χωρίσαντες, ἐν ὧι ἐστιν τὰ περὶ τῶν Ἀθήνησι δημαγωγῶν, Εὔβουλόν φησι τὸν δημαγωγὸν ἄσωτον γενέσθαι. τῆι λέξει δὲ ταύτηι ἐχρήσατο· «καὶ τοσοῦτον ἀσωτίαι καὶ πλεονεξίαι διενήνοχε τοῦ δήμου τοῦ Ταραντίνων ὅσον ὁ μὲν περὶ τὰς ἑστιάσεις εἶχε μόνον ἀκρατῶς, ὁ δὲ τῶν Ἀθηναίων καὶ τὰς προσόδους καταμισθοφορῶν διατετέλεκε.»

Οὐαλέριος Ἁρποκρατίων Ἀμάδοκος· .... δύο γεγόνασιν οὗτοι, πατὴρ καὶ υἱός, ὃς καὶ Φιλίππωι συμμαχήσων ἦλθεν εἰς τὸν πρὸς Κερσοβλέπτην πόλεμον. ἀμφοτέρων μέμνηται Θεόπομπος ἐν τῆι ια τῶν Φιλιππικῶν.

Πορφύριος, Εὐσέβιος τὸν Θεόπομπον .... ἐν μὲν τῆι ἑνδεκάτηι Τῶν περὶ Φιλίππου ἐκ τοῦ Ἰσοκράτους Ἀρεοπαγιτικοῦ μεταγράψαντα αὐτοῖς ὀνόμασιν ἐκεῖνα ὅτι «τῶν ἀγαθῶν καὶ τῶν κακῶν οὐδὲν αὐτὸ καθʼ αὑτὸ παραγίνεται τοῖς ἀνθρώποις» καὶ τὰ ἑξῆς.

Φώτιος καὶ περιέχει ὁ δωδέκατος λόγος περί τε Ἀκώριος τοῦ Αἰγυπτίων βασιλέως ὡς πρός τε τοὺς Βαρκαίους ἐσπείσατο καὶ ὑπὲρ Εὐαγόρου ἔπραττε τοῦ Κυπρίου, ἐναντία πράττων τῶι Πέρσηι· ὅν τε τρόπον παρὰ δόξαν Εὐαγόρας τῆς Κυπρίων ἀρχῆς ἐπέβη, Ἀβδύμονα κατασχὼν τὸν Κιτιέα ταύτης ἐπάρχοντα· τίνα τε τρόπον Ἕλληνες οἱ σὺν Ἀγαμέμνονι τὴν Κύπρον κατέσχον ἀπελάσαντες τοὺς μετὰ Κινύρου, ὧν εἰσιν ὑπολιπεῖς Ἀμαθούσιοι· ὅπως τε ὁ βασιλεὺς Εὐαγόραι συνεπείσθη πολεμῆσαι, στρατηγὸν ἐπιστήσας Αὐτοφραδάτην τὸν Λυδίας ἐξατράπην, ναύαρχον δὲ Ἑκατόμνων· καὶ περὶ τῆς εἰρήνης ἣν αὐτὸς τοῖς Ἕλλησιν ἐβράβευσεν· ὅπως τε πρὸς Εὐαγόραν ἐπικρατέστερον ἐπολέμει, καὶ περὶ τῆς ἐν Κύπρωι ναυμαχίας· καὶ ὡς Ἀθηναίων ἡ πόλις ταῖς πρὸς βασιλέα συνθήκαις ἐπειρᾶτο ἐμμένειν, Λακεδαιμόνιοι δὲ ὑπέρογκα φρονοῦντες παρέβαινον τὰς συνθήκας· τίνα τε τρόπον τὴν ἐπὶ Ἀνταλκίδου ἔθεντο εἰρήνην· καὶ ὡς Τιρίβαζος ἐπολέμησεν, ὅπως τε Εὐαγόραι ἐπεβούλευσεν, ὅπως τε αὐτὸν Εὐαγόρας πρὸς βασιλέα διαβαλὼν συνέλαβε μετʼ Ὀρόντου· καὶ ὡς Νεκτενίβιος παρειληφότος τὴν Αἰγύπτου βασιλείαν πρὸς Λακεδαιμονίους πρέσβεις ἀπέστειλεν Εὐαγόρας· τίνα τε τρόπον ὁ περὶ Κύπρον αὐτῶι πόλεμος διελύθη· καὶ περὶ Νικοκρέοντος ὡς ἐπεβούλευσεν, ὡς παραδόξως ἐφωράθη, ὡς ἔφυγε· καὶ ὡς τῆι ἐκείνου παιδὶ καταλειφθείσηι κόρηι Εὐαγόρας τε καὶ ὁ τούτου παῖς Πνυταγόρας λανθάνοντες ἀλλήλους συνεκάθευδον, Θρασυδαίου τοῦ εὐνούχου, ὃς ἦν Ἠλεῖος τὸ γένος, αὐτοῖς παρὰ μέρος ὑπηρετουμένου τῆι πρὸς τὴν κόρην ἀκολασίαι· καὶ ὡς τοῦτο αὐτοῖς αἴτιον ὀλέθρου γέγονε, Θρασυδαίου τὴν ἐκείνων ἀναίρεσιν κατεργασαμένου· εἶτα τίνα τρόπον Ἄκωρις ὁ Αἰγύπτιος πρὸς τοὺς Πισίδας ἐποιήσατο συμμαχίαν, περί τε τῆς χώρας αὐτῶν καὶ τῶν Ἀσπενδίων· περί τε τῶν ἐν Κῶι καὶ Κνίδωι ἰατρῶν, ὡς Ἀσκληπιάδαι, καὶ ὡς ἐκ Σύρνου οἱ πρῶτοι ἀφίκοντο ἀπόγονοι Ποδαλειρίου· καὶ περὶ Μόψου τοῦ μάντεως καὶ τῶν θυγατέρων Ῥόδης καὶ Μηλιάδος … καὶ Παμφυλίας, ἐξ ὧν ἥ τε Μοψουεστία καὶ ἡ ἐν Λυκίαι Ῥοδία καὶ ἡ Παμφυλία χώρα τὰς ἐπωνυμίας ἔλαβον· τίνα τε τρόπον ὑφʼ Ἑλλήνων ἡ Παμφυλία κατωικίσθη καὶ ὁ πρὸς ἀλλήλους συνέστη πόλεμος· καὶ ὡς Λύκιοι πρὸς Τελμισσεῖς, ἡγουμένου αὐτοῖς τοῦ σφῶν βασιλέως Περικλέους, ἐπολέμησαν καὶ οὐκ ἀνῆκαν πολεμοῦντες ἕως αὐτοὺς τειχήρεις ποιήσαντες καθʼ ὁμολογίαν παρεστήσαντο. ἃ μὲν οὖν ὁ ἠφανισμένος Μηνοφάνει δωδέκατος λόγος περιέχει ταῦτά ἐστιν.

Ἀριστοφάνους Σχόλια Χίοισιν ἥσθην καὶ τοῦτο ἀφʼ ἱστορίας ἔλαβεν. εὔχοντο γὰρ Ἀθηναῖοι κοινῆι ἐπὶ τῶν θυσιῶν ἑαυτοῖς τε καὶ Χίοις, ἐπειδὴ ἔπεμπον οἱ Χῖοι συμμάχους εἰς Ἀθήνας ὅτε χρεία πολέμου προσῆν, καθάπερ Θεόπομπος ἐν τῶι ιβ τῶν Φιλιππικῶν φησιν οὕτως· «οἱ δὲ πολλοὶ τοῦ ταῦτα πράττειν ἀπεῖχον, ὥστε τὰς εὐχὰς κοινὰς καὶ περὶ ἐκείνων καὶ σφῶν αὐτῶν ἐποιοῦντο, καὶ σπένδοντες ἐπὶ ταῖς θυσίαις ταῖς δημοτελέσιν ὁμοίως ηὔχοντο τοῖς θεοῖς Χίοις διδόναι τἀγαθὰ καὶ σφίσιν αὐτοῖς.» λέγει δὲ περὶ τῆς Χίου καὶ Εὔπολις ἐν Πόλεσιν «αὕτη Χίος, καλὴ πόλις· πέμπει γὰρ ὑμῖν ναῦς μακρὰς ἄνδρας θʼ ὅταν δεήσηι ....» τὰ αὐτὰ τοῖς Θεοπόμπου καὶ Θρασύμαχός φησιν ἐν τῆι Μεγάληι Τέχνηι. ὁ δὲ Ὑπερίδης ἐν τῶι Χιακῶι καὶ ὅτι Χῖοι εὔχοντο Ἀθηναίοις δεδήλωκεν.

Ἀθήναιος ἐν δὲ τῆι τρισκαιδεκάτηι τῶν Φιλιππικῶν περὶ Χαβρίου τοῦ Ἀθηναίων στρατηγοῦ ἱστορῶν φησιν· «οὐ δυνάμενος δὲ ζῆν ἐν τῆι πόλει τὰ μὲν διὰ τὴν ἀσέλγειαν καὶ διὰ τὴν πολυτέλειαν τὴν αὑτοῦ τὴν περὶ τὸν βίον, τὰ δὲ διὰ τοὺς Ἀθηναίους· ἅπασι γάρ εἰσι χαλεποὶ τοῖς εὐδοκιμοῦσιν. διὸ καὶ εἵλοντο αὐτῶν οἱ ἔνδοξοι σχεδὸν πάντες ἔξω τῆς πόλεως καταβιοῦν, Ἰφικράτης μὲν ἐν Θράικηι, Κόνων δʼ ἐν Κύπρωι, Τιμόθεος δʼ ἐν Λέσβωι, Χάρης δʼ ἐν Σιγείωι, καὶ αὐτὸς ὁ Χαβρίας ἐν Αἰγύπτωι.»

Ἀθήναιος Θεόπομπος μὲν ἔφη ὁ Χῖος ἐν ταῖς Ἑλληνικαῖς κἀν τῆι τρισκαιδεκάτηι δὲ τῶν Φιλιππικῶν Ἀγησιλάωι τῶι Λάκωνι εἰς Αἴγυπτον ἀφικομένωι πέμψαι τοὺς Αἰγυπτίους χῆνας καὶ μόσχους σιτευτούς.

Ἀθήναιος γελοῖοι οὖν εἰσιν καὶ οἱ λέγοντες Ναυκρατίτην εἶναι στέφανον τὸν ἐκ τῆς βύβλου τῆς στεφανωτρίδος καλουμένης παρʼ Αἰγυπτίοις, παρατιθέμενοι Θεοπόμπου ἐκ τῆς τρισκαιδεκάτης τῶν Φιλιππικῶν καὶ τῆς ἑνδεκάτης τῶν Ἑλληνικῶν, ὅς φησιν Ἀγησιλάωι τῶι Λάκωνι παραγενομένωι εἰς Αἴγυπτον δῶρα πέμψαι τοὺς Αἰγυπτίους ἄλλα τέ τινα καὶ δὴ καὶ τὴν στεφανωτρίδα βύβλον.

Πλούταρχος ὅθεν ἀθροίσας μισθοφόρους ἀφʼ ὧν ὁ Ταχὼς αὐτῶι χρημάτων ἔπεμψε .... ἐπεὶ δὲ κατέπλευσεν εἰς τὴν Αἴγυπτον, εὐθὺς οἱ πρῶτοι τῶν βασιλικῶν ἡγεμόνων καὶ διοικητῶν ἐβάδιζον ἐπὶ ναῦν θεραπεύοντες αὐτόν. ἦν δὲ καὶ τῶν ἄλλων Αἰγυπτίων σπουδή τε μεγάλη καὶ προσδοκία διὰ τοὔνομα καὶ τὴν δόξαν τοῦ Ἀγησιλάου, καὶ συνετρόχαζον ἅπαντες ἐπὶ τὴν θέαν. ὡς δὲ ἑώρων λαμπρότητα μὲν καὶ κατασκευὴν οὐδεμίαν, ἄνθρωπον δὲ πρεσβύτην κατακείμενον ἔν τινι πόαι παρὰ τὴν θάλασσαν, εὐτελῆ καὶ μικρὸν τὸ σῶμα, τραχὺ καὶ φαῦλον ἱμάτιον ἀμπεχόμενον, σκώπτειν αὐτοῖς καὶ γελωτοποιεῖν ἐπήιει καὶ λέγειν, ὅτι τοῦτʼ ἦν τὸ μυθολογούμενον «ὠδίνειν ὄρος, εἶτα μῦν ἀποτεκεῖν». ἔτι δὲ μᾶλλον αὐτοῦ τὴν ἀτοπίαν ἐθαύμασαν, ὅτε ξενίων προσκομισθέντων καὶ προσαχθέντων ἄλευρα μὲν καὶ μόσχους καὶ χῆνας ἔλαβε, τραγήματα δὲ καὶ πέμματα καὶ μύρα διωθεῖτο, καὶ προσβιαζομένων λαβεῖν καὶ λιπαρούντων ἐκέλευσε τοῖς εἵλωσι διδόναι κομίζοντας. τῆι μέντοι στεφανωτρίδι βύβλωι φησὶν αὐτὸν ἡσθέντα Θεόπομπος διὰ τὴν λειότητα καὶ καθαριότητα τῶν στεφάνων αἰτήσασθαι καὶ λαβεῖν, ὅτε ἀπέπλει, παρὰ τοῦ βασιλέως.

Ἀθήναιος καὶ Ταχὼς δʼ ὁ Αἰγυπτίων βασιλεὺς Ἀγησίλαον σκώψας ... ὅτʼ ἦλθεν αὐτῶι συμμαχήσων—ἦν γὰρ βραχὺς τὸ σῶμα—ἰδιώτης ἐγένετο ἀποστάντος ἐκείνου τῆς συμμαχίας. τὸ δὲ σκῶμμα τοῦτʼ ἦν· «ὤδινεν ὄρος, Ζεὺς δʼ ἐφοβεῖτο, τὸ δʼ ἔτεκεν μῦν.» ὅπερ ἀκούσας ὁ Ἀγησίλαος καὶ ὀργισθεὶς ἔφη «φανήσομαί σοί ποτε καὶ λέων.» ὕστερον γὰρ ἀφισταμένων τῶν Αἰγυπτίων, ὥς φησι Θεόπομπος καὶ Λυκέας ὁ Ναυκρατίτης ἐν τοῖς Αἰγυπτιακοῖς, οὐδὲν αὐτῶι συμπράξας ἐποίησεν ἐκπεσόντα τῆς ἀρχῆς φυγεῖν εἰς Πέρσας.

Ἀνώνυμον Λεξικὸν Ῥητορικόν τὸ Κανταβριγενσε ἄγγαροι δὲ οἱ πρεσβευταί· Θεόπομπος ἐν τῆι τρισκαιδεκάτηι οὕτως· «κατέπεμψε πρέσβεις, οὓς ἐκεῖνοι ἀγγάρους καλοῦσιν.»

Σοῦδα Δούλων πόλις· ἐν Λιβύηι· Ἔφορος ε. καὶ ἑτέρα ἱεροδούλων .... ἔστι δὲ καὶ ἐν Κρήτηι Δουλόπολις, ὡς Σωσικράτης ἐν τῆι α τῶν Κρητικῶν. ἔστι δέ τις καὶ περὶ Θράικην Πονηρόπολις, ἣν Φίλιππόν φασι συνοικίσαι, τοὺς ἐπὶ πονηρίαι διαβαλλομένους αὐτόθι συναγαγόντα, συκοφάντας, ψευδομάρτυρας καὶ τοὺς συνηγόρους καὶ τοὺς ἄλλους πονηροὺς ὡς δισχιλίους, ὡς Θεόπομπος ἐν ιγ τῶν Φιλιππικῶν φησιν.

Ἀριστοφάνους Σχόλια ὁ γάρ τοι Κιλλικῶν ἐπὶ πονηρίαι διαβόητός ἐστιν. φασὶ γὰρ αὐτὸν οἱ μὲν Σάμον ἢ Μίλητον προδοῦναι Πριηνεῦσι. Θεόπομπος δὲ ἐν τῶι ιγ τῶν Ἱστοριῶν τῶν ἑαυτοῦ Σύρον φησὶν αὐτὸν τὴν νῆσον προδεδωκέναι Σαμίοις. πυνθανομένων δὲ πολλάκις αὐτοῦ τινῶν τί μέλλοι ποιεῖν, ἔλεγε «πάντα ἀγαθά». — πάντα οὖν ἀγαθά φησι ποιεῖν, ὡς ἔφη καὶ Κιλλικῶν. τῆς δὲ προδοσίας τοιαύτην ὑποσχεῖν τιμωρίαν. Θεαγένην τινὰ ἄνδρα Σύριον, τῆς νήσου τῆς ὑπὸ τοῦ Κιλλικῶντος προδοθείσης πολίτην, πρὸ πολλοῦ μετοικήσαντα εἰς τὴν Σάμον κρεοπωλεῖν καὶ οὕτως ἀπάγειν τὸν ἑαυτοῦ βίον. ἀγανακτήσαντα δὴ ἐπὶ τῆι προδοσίαι τῆς πατρίδος, ἐπιστάντος τοῦ Κιλλικῶντος ὠνήσασθαι παρʼ αὐτοῦ κρέας, δοῦναι κρατεῖν αὐτῶι, ἵνα ἀποκόψηι τὸ περιττόν. τοῦ δὲ πεισθέντος καὶ κρατοῦντος, προφάσει τοῦ πλεονάζον ἀποκόψαι τὸ κρέας, ἐπανατεινάμενον τὴν κοπίδα κόψαι τὴν χεῖρα τοῦ Κιλλικῶντος καὶ εἰπεῖν ὡς «ταύτηι τῆι χειρὶ ἑτέραν οὐ προδώσεις πόλιν». μέμνηται δὲ Καλλίμαχος «μὴ σύ γε Θειογένης κόψηις χέρα Κιλλικόωντος.»

Στέφανος ὁ Βυζάντιος Ἄνδειρα· πόλις τῆς Τρωάδος, οὐδετέρως· ἐν ἧι λίθος, «ὃς καιόμενος σίδηρος γίνεται· εἶτα μετὰ γῆς τινος καμινευθεὶς ἀποστάζει ψευδάργυρον· εἶτα κραθεὶς χαλκῶι ὀρείχαλκος γίνεται». ὁ Στράβων ιγ καὶ Θεόπομπος ιγ.

Ἀθήναιος ὁ δʼ αὐτὸς Θεόπομπος ἐν τῆι τεσσαρεσκαιδεκάτηι τῶν Φιλιππικῶν «ὅταν» φησί «βασιλεὺς εἴς τινας ἀφίκηται τῶν ἀρχομένων, εἰς τὸ δεῖπνον αὐτοῦ δαπανᾶσθαι εἴκοσι τάλαντα, ποτὲ δὲ καὶ τριάκοντα· οἱ δὲ καὶ πολὺ πλείω δαπανῶσιν. ἑκάσταις γὰρ τῶν πόλεων κατὰ τὸ μέγεθος ὥσπερ ὁ φόρος καὶ τὸ δεῖπνον ἐκ παλαιοῦ τεταγμένον ἐστίν.»

Ἀθήναιος, Κλαύδιος Αἰλιανός Θεόπομπος δʼ ἐν πεντεκαιδεκάτηι Φιλιππικῶν ἱστοριῶν Στράτωνά φησι τὸν Σιδωνίων βασιλέα ὑπερβαλεῖν ἡδυπαθείαι καὶ τρυφῆι πάντας ἀνθρώπους. οἷα γὰρ τοὺς Φαίακας Ὅμηρος ποιεῖν μεμυθολόγηκεν ἑορτάζοντας καὶ πίνοντας καὶ κιθαρωιδῶν καὶ ῥαψωιδῶν ἀκροωμένους, τοιαῦτα καὶ ὁ Στράτων διετέλει ποιῶν πολὺν χρόνον. καὶ τοσούτωι μᾶλλον ἐκείνων παρεκεκινήκει πρὸς τὰς ἡδονάς, ὅσον οἱ μὲν Φαίακες, ὥς φησιν Ὅμηρος, μετὰ τῶν οἰκείων γυναικῶν καὶ θυγατέρων ἐποιοῦντο τοὺς πότους, ὁ δὲ Στράτων μετʼ αὐλητρίδων καὶ ψαλτριῶν καὶ κιθαριστριῶν κατεσκευάζετο τὰς συνουσίας. καὶ μετεπέμπετο πολλὰς μὲν ἑταίρας ἐκ Πελοποννήσου, πολλὰς δὲ μουσουργοὺς ἐξ Ἰωνίας, ἑτέρας δὲ παιδίσκας ἐξ ἁπάσης τῆς Ἑλλάδος, τὰς μὲν ὠιδικάς, τὰς δὲ ὀρχηστρικάς, ὧν εἴθιστο μετὰ τῶν φίλων ἀγῶνας τιθέναι καὶ μεθʼ ὧν συνουσιάζων διέτριβεν, χαίρων μὲν τῶι βίωι τῶι τοιούτωι καὶ αὐτὸς δοῦλος ὢν φύσει τῶν ἡδονῶν, ἔτι δὲ μᾶλλον πρὸς τὸν Νικοκλέα φιλοτιμούμενος. ἐτύγχανον γὰρ ὑπερφιλοτίμως ἔχοντες πρὸς ἀλλήλους καὶ σπουδάζων ἑκάτερος αὐτὸς ἥδιον καὶ ῥαιθυμότερον ποιεῖσθαι τὸν βίον· οἵ γε προῆλθον εἰς τοσαύτην ἅμιλλαν, ὡς ἡμεῖς ἀκούομεν, ὥστε πυνθανόμενοι παρὰ τῶν ἀφικνουμένων τάς τε παρασκευὰς τῶν οἰκιῶν καὶ τὰς πολυτελείας τῶν θυσιῶν τὰς παρʼ ἑκατέρωι γινομένας ἐφιλονίκουν ὑπερβάλλεσθαι τοῖς τοιούτοις ἀλλήλους. ἐσπούδαζον δὲ δοκεῖν εὐδαίμονες εἶναι καὶ μακαριστοί· οὐ μὴν περί γε τὴν τοῦ βίου τελευτὴν διηυτύχησαν, ἀλλʼ ἀμφότεροι βιαίωι θανάτωι διεφθάρησαν.

Στέφανος ὁ Βυζάντιος Διωνία· πόλις, ἣν συγκαταλέγει ταῖς Κυπρίαις πόλεσι Θεόπομπος ιε Φιλιππικῶν.

Στέφανος ὁ Βυζάντιος Κρήσιον· πόλις Κύπρου. Θεόπομπος Φιλιππικῶν ιε.

Ἀθήναιος Θεόπομπος δʼ ἐν πεντεκαιδεκάτηι Ἱστοριῶν χιλίους φησὶν ἄνδρας αὐτῶν ἁλουργεῖς φοροῦντας στολὰς ἀστυπολεῖν· ὃ δὴ καὶ βασιλεῦσιν σπάνιον τότʼ ἦν καὶ περισπούδαστον. ἰσοστάσιος γὰρ ἦν ἡ πορφύρα πρὸς ἄργυρον ἐξεταζομένη. τοιγαροῦν διὰ τὴν τοιαύτην ἀγωγὴν ἐν τυραννίδι καὶ στάσεσι γενόμενοι αὐτῆι πατρίδι διεφθάρησαν. ταὐτὰ εἴρηκεν περὶ αὐτῶν καὶ Διογένης ὁ Βαβυλώνιος ἐν τῶι α τῶν Νόμων.

Οὐαλέριος Ἁρποκρατίων Νότιον· ... ὅτι δέ ἐστι χωρίον προκείμενον τῆς Κολοφωνίων πόλεως Θεόπομπος ἐν τῆι ιε φησίν.

Οὐαλέριος Ἁρποκρατίων Κερκίδας· Δημοσθένης ἐν τῶι ὑπὲρ Κτησιφῶντος τοὺς προδότας καταλέγων φησὶν «Ἀρκάδας Κερκίδας». ὅτι δʼ οὗτος τῶν τὰ Μακεδονικὰ φρονούντων ἦν εἴρηκε καὶ Θεόπομπος ἐν ιε Φιλιππικῶν.

Ψευδοπλούταρχος μετὰ δὲ τὴν κατάλυσιν τῶν τετρακοσίων εἰσαγγελθεὶς σὺν Ἀρχεπτολέμωι, ἑνὶ τῶν τετρακοσίων, ἑάλω καὶ τοῖς περὶ τῶν προδοτῶν ἐπιτιμίοις ὑπαχθεὶς ἄταφος ἐρρίφη, καὶ σὺν τοῖς ἐκγόνοις ἄτιμος ἀνεγράφη. οἱ δʼ ὑπὸ τῶν τριάκοντα ἀνηιρῆσθαι αὐτὸν ἱστοροῦσιν, ὥσπερ Λυσίας ἐν τῶι Ὑπὲρ τῆς Ἀντιφῶντος θυγατρὸς λόγωι ..... ὅτι δʼ ὑπὸ τῶν τριάκοντα ἀπέθανεν, ἱστορεῖ καὶ Θεόπομπος ἐν τῆι πεντεκαιδεκάτηι τῶν Φιλιππικῶν. ἀλλʼ οὗτός γʼ ἂν εἴη ἕτερος, Λυσιδωνίδου πατρός, οὗ καὶ Κρατῖνος ἐν Πυτίνηι ὡς πονηροῦ μνημονεύει.

Ἀθήναιος Θεόπομπος δʼ ἐν τῆι ἑκκαιδεκάτηι τῶν Ἱστοριῶν περὶ ἄλλου Ῥοδίου διαλεγόμενός φησι· «τοῦ δὲ Ἡγησιλόχου τὰ μὲν ἀχρείου γεγονότος ὑπὸ οἰνοφλυγίας καὶ κύβων καὶ παντάπασιν οὐκ ἔχοντος ἀξίωμα παρὰ τοῖς Ῥοδίοις, ἀλλὰ διαβεβλημένου διὰ τὴν ἀσωτίαν τὴν τοῦ βίου καὶ παρὰ τοῖς ἑταίροις καὶ παρὰ τοῖς ἄλλοις πολίταις.» εἶθʼ ἑξῆς λέγων περὶ τῆς ὀλιγαρχίας ἣν κατεστήσατο μετὰ τῶν φίλων ἐπιφέρει· «καὶ πολλὰς μὲν γυναῖκας εὐγενεῖς καὶ τῶν πρώτων ἀνδρῶν ἤισχυναν, οὐκ ὀλίγους δὲ παῖδας καὶ νεανίσκους διέφθειραν. εἰς τοῦτο δὲ προέβησαν ἀσελγείας, ὥστε καὶ κυβεύειν ἠξίωσαν πρὸς ἀλλήλους περὶ τῶν γυναικῶν τῶν ἐλευθέρων καὶ διωμολογοῦντο τοὺς ἐλάττω τοῖς ἀστραγάλοις βάλλοντας ἥντινα χρὴ τῶν πολιτίδων τῶι νικῶντι εἰς συνουσίαν ἀγαγεῖν, οὐδεμίαν ὑπεξαιρούμενοι πρόφασιν, ἀλλʼ ὅπως ἂν ἕκαστος ἦι δυνατὸς πείθων ἢ βιαζόμενος, οὕτω προστάττοντες ἄγειν. καὶ ταύτην τὴν κυβείαν ἔπαιζον μὲν καὶ τῶν ἄλλων Ῥοδίων τινές, ἐπιφανέστατα δὲ καὶ πλειστάκις αὐτὸς ὁ Ἡγησίλοχος ὁ προστατεῖν τῆς πόλεως ἀξιῶν.»

Ἀθήναιος πρώτους δʼ ἐγὼ τῶν Ἑλλήνων οἶδα ἀργυρωνήτοις δούλοις χρησαμένους Χίους, ὡς ἱστορεῖ Θεόπομπος ἐν τῆι ἑβδόμηι καὶ δεκάτηι τῶν Ἱστοριῶν· «Χῖοι πρῶτοι τῶν Ἑλλήνων μετὰ Θετταλοὺς καὶ Λακεδαιμονίους ἐχρήσαντο δούλοις, τὴν μέντοι κτῆσιν αὐτῶν οὐ τὸν αὐτὸν τρόπον ἐκείνοις ἐποιήσαντο. Λακεδαιμόνιοι μὲν γὰρ καὶ Θετταλοὶ φανήσονται κατασκευασάμενοι τὴν δουλείαν ἐκ τῶν Ἑλλήνων τῶν οἰκούντων πρότερον τὴν χώραν ἣν ἐκεῖνοι νῦν ἔχουσιν, οἱ μὲν Ἀχαιῶν, Θετταλοὶ δὲ Περραιβῶν καὶ Μαγνήτων, καὶ προσηγόρευσαν τοὺς καταδουλωθέντας οἱ μὲν εἵλωτας, οἱ δὲ πενέστας. Χῖοι δὲ βαρβάρους κέκτηνται τοὺς οἰκέτας καὶ τιμὴν αὐτῶν καταβάλλοντες.»

Σχόλια εἰς Θεόκριτον Θεόπομπός φησι τοὺς δουλεύοντας τῶν ἐλευθέρων πενέστας καλεῖσθαι παρὰ Θεσσαλοῖς, ὡς παρὰ Λακεδαιμονίοις εἵλωτας.

Στέφανος ὁ Βυζάντιος Ἀσσησσός· πόλις Μιλησίας γῆς· Θεόπομπος Φιλιππικῶν ιζ.

Ἀθήναιος Θεόπομπος δʼ ἐν ὀκτωκαιδεκάτηι Ἱστοριῶν περὶ Νικοστράτου Ἀργείου λέγων ὡς ἐκολάκευε τὸν Περσῶν βασιλέα γράφει καὶ ταῦτα· «Νικόστρατον δὲ τὸν Ἀργεῖον πῶς οὐ χρὴ φαῦλον νομίζειν, ὃς προστάτης γενόμενος τῆς Ἀργείων πόλεως καὶ παραλαβὼν καὶ γένος καὶ χρήματα καὶ πολλὴν οὐσίαν παρὰ τῶν προγόνων ἅπαντας ὑπερεβάλετο τῆι κολακείαι καὶ ταῖς θεραπείαις, οὐ μόνον τοὺς τότε στρατείας μετασχόντας, ἀλλὰ καὶ τοὺς ἔμπροσθεν γενομένους. πρῶτον μὲν γὰρ οὕτως ἠγάπησε τὴν παρὰ τοῦ βαρβάρου τιμὴν ὥστε βουλόμενος ἀρέσκειν καὶ πιστεύεσθαι μᾶλλον ἀνεκόμισε πρὸς βασιλέα τὸν υἱόν, ὃ τῶν ἄλλων οὐδεὶς πώποτε φανήσεται ποιήσας. ἔπειτα καθʼ ἑκάστην ἡμέραν ὁπότε μέλλοι δειπνεῖν τράπεζαν παρετίθει χωρὶς ὀνομάζων τῶι δαίμονι τῶι βασιλέως, ἐμπλήσας σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων, ἀκούων μὲν τοῦτο ποιεῖν καὶ τῶν Περσῶν τοὺς περὶ τὰς θύρας διατρίβοντας, οἰόμενος δὲ διὰ τῆς θεραπείας ταύτης χρηματιεῖσθαι μᾶλλον παρὰ τοῦ βασιλέως· ἦν γὰρ αἰσχροκερδὴς καὶ χρημάτων ὡς οὐκ οἶδʼ εἴ τις ἕτερος ἥττων.»

Στέφανος ὁ Βυζάντιος Σίρρα· πόλις Θράικης· Θεόπομπος ἐν Φιλιππικῶν κ.

Ἀθήναιος Θεόπομπος δʼ ἐν τῆι κ τῶν Ἱστοριῶν περὶ τὴν Βισαλτίαν φησὶ λαγωοὺς γίγνεσθαι δύο ἥπατα ἔχοντας. —

Στέφανος ὁ Βυζάντιος Βισαλτία· πόλις καὶ χώρα Μακεδονίας .... περὶ ταύτην οἱ λαγοὶ σχεδὸν πάντες ἁλίσκονται δύο ἥπατα ἔχοντες, ὡς Θεόπομπος ἱστορεῖ καὶ Φαβωρῖνος.

Αἴλιος Θέων ὁ σοφιστής μύθου δὲ ὁποῖός ἐστι παρὰ Ἡροδότωι τοῦ αὐλητοῦ καὶ παρὰ Φιλίστωι τοῦ ἵππου .... καὶ ἐν τῆι εἰκοστῆι Θεοπόμπου τῶν Φιλιππικῶν ὁ τοῦ πολέμου καὶ τῆς ὕβρεως, ὃν ὁ Φίλιππος διεξέρχεται πρὸς τοὺς αὐτοκράτορας τῶν Χαλκιδέων.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια τὸ Ἰόνιον πέλαγος τῆς Ἰταλίας, εἰς ὃ ἐκδίδωσιν ὁ Ἀδρίας· διὸ καί τινες αὐτὸ Ἀδρίαν ὀνομάζουσιν. ὠνομάσθη δὲ ἀπὸ Ἰονίου τὸ γένος Ἰλλυριοῦ, ὥς φησιν Θεόπομπος ἐν εἰκοστῶι πρώτωι ..... τινὲς δὲ ἀπὸ τῆς γενομένης πλάνης τῆι Ἰοῖ.

Πινδαρικὴ ὑπόμνησις τὸ Ἰόνιον πέλαγος τὸ περὶ Σικελίαν τὸ ὄνομα ἔλαβεν, ὡς μὲν ἔνιοι ἀπὸ Ἰοῦς· Θεόπομπος δὲ ἀπὸ Ἰονίου ἀνδρὸς Ἰλλυριοῦ· Ἀρχέμαχος δὲ ἀπὸ τῶν ἀπολομένων ἐν αὐτῶι Ἰαόνων.

καὶ ὁ μὲν Λυκόφρων ἀπʼ Ἰοῦς ὠνόμασεν αὐτό· Θεόπομπος δὲ καὶ ἄλλοι πολλοὶ ἀπʼ Ἰονίου Ἰλλυρικοῦ τὸ γένος βασιλεύσαντος τῶν τόπων ἐκείνων υἱοῦ Ἀδρίου τοῦ περὶ τοῦτο τὸ πέλαγος κτίσαντος πόλιν τὴν λεγομένην Ἀδρίαν, ἣν Ἀδρίαν ἕτεροί φασιν ὑπὸ Διονυσίου τοῦ προτέρου ... κτισθῆναι.

Στράβων τὸ μὲν οὖν στόμα κοινὸν ἀμφοῖν ἐστι, διαφέρει δὲ ὁ Ἰόνιος, διότι τοῦ πρώτου μέρους τῆς θαλάττης ταύτης ὄνομα τοῦτʼ ἐστίν, ὁ δʼ Ἀδρίας τῆς ἐντὸς μέχρι τοῦ μυχοῦ, νυνὶ δὲ καὶ τῆς συμπάσης. φησὶ δὲ ὁ Θεόπομπος τῶν ὀνομάτων τὸ μὲν ἥκειν ἀπὸ ἀνδρὸς ἡγησαμένου τῶν τόπων, ἐξ Ἴσσης τὸ γένος, τὸν Ἀδρίαν δὲ ποταμοῦ ἐπώνυμον γεγονέναι. στάδιοι δʼ ἀπὸ τῶν Λιβυρνῶν ἐπὶ τὰ Κεραύνια μικρῶι πλείους ἢ δισχίλιοι. Θεόπομπος δὲ τὸν πάντα ἀπὸ τοῦ μυχοῦ πλοῦν ἡμερῶν ἓξ εἴρηκε, πεζῆι δὲ τὸ μῆκος τῆς Ἰλλυρίδος καὶ τριάκοντα· πλεονάζειν δέ μοι δοκεῖ. καὶ ἄλλα δʼ οὐ πιστὰ λέγει, τό τε συντετρῆσθαι τὰ πελάγη ἀπὸ τοῦ εὑρίσκεσθαι κέραμόν τε Χῖον καὶ Θάσιον ἐν τῶι Νάρωνι, καὶ τὸ ἄμφω κατοπτεύεσθαι τὰ πελάγη ἀπό τινος ὄρους, καὶ τῶν νήσων τῶν Λιβυρνίδων τινὰς τοσαύτας εἶναι τὸ μέγεθος, ὥστε κύκλον ἔχειν σταδίων καὶ πεντακοσίων, καὶ τὸ τὸν Ἴστρον ἑνὶ τῶν στομάτων εἰς τὸν Ἀδρίαν ἐμβάλλειν. τοιαῦτα δὲ καὶ τοῦ Ἐρατοσθένους ἔνια παρακούσματά ἐστι λαοδογματικά, καθάπερ Πολύβιός φησι καὶ περὶ αὐτοῦ καὶ τῶν ἄλλων λέγων συγγραφέων.

Ψευδοσκύμνος εἶτʼ ἔστιν Ἀδριανὴ θάλαττα λεγομένη. Θεόπομπος ἀναγράφει δὲ ταύτης τὴν θέσιν· ὡς δὴ συνισθμίζουσα πρὸς τὴν Ποντικὴν νήσους ἔχει ταῖς Κυκλάσιν ἐμφερεστάτας, τούτων δὲ τὰς μὲν λεγομένας Ἀψυρτίδας Ἠλεκτρίδας τε, τὰς δὲ καὶ Λιβυρνίδας. τὸν κόλπον ἱστοροῦσι τὸν Ἀδριατικὸν τῶν βαρβάρων πλῆθός τι περιοικεῖν κύκλωι ἑκατὸν σχεδὸν μυριάσι πεντήκοντά τε χώραν ἀρίστην νεμομένων καὶ καρπίμην· διδυμητοκεῖν γάρ φασι καὶ τὰ θρέμματα. ἀὴρ διαλλάττων δὲ παρὰ τὸν Ποντικὸν ἐστὶν ὑπὲρ αὐτούς, καίπερ ὄντας πλησίον· οὐ γὰρ νιφετώδης οὐδʼ ἄγαν ἐψυγμένος, ὑγρὸς δὲ παντάπασι διὰ τέλους μένει, ὀξὺς ταραχώδης ὤν τε πρὸς τὰς μεταβολάς, μάλιστα τοῦ θέρους δέ, πρηστήρων τε καὶ βολὰς κεραυνῶν τούς τε λεγομένους ἔχει τυφῶνας. Ἐνετῶν δʼ εἰσὶ πεντήκοντά που πόλεις ἐν αὐτῶι κείμεναι πρὸς τῶι μυχῶι, οὓς δὴ μετελθεῖν φασιν ἐκ τῆς Παφλαγόνων χώρας κατοικῆσαί τε περὶ τὸν Ἀδρίαν.

Στέφανος ὁ Βυζάντιος Λάδεστα ἢ Λάδεστον· μία τῶν Λιβυρνίδων νήσων· Θεόπομπος κα Φιλιππικῶν.

Ἀθήναιος κἀν τῆι πρώτηι δὲ πρὸς ταῖς εἴκοσι τῶν Φιλιππικῶν τὸ τῶν Ὀμβρικῶν φησιν ἔθνος—ἔστι δὲ περὶ τὸν Ἀδρίαν—ἐπιεικῶς εἶναι ἁβροδίαιτον παραπλησίως τε βιοτεύειν τοῖς Λυδοῖς χώραν τε ἔχειν ἀγαθήν, ὅθεν προελθεῖν εἰς εὐδαιμονίαν.

Ἀθήναιος Θεόπομπός τε ἐν εἰκοστῆι πρώτηι Φιλιππικῶν μνημονεύει αὐτῶν

Ἀθήναιος καὶ περὶ Διονυσίου δὲ τὰ παραπλήσια ἱστορεῖ ἐν τῆι πρώτηι πρὸς ταῖς εἴκοσι· «Διονύσιος ὁ Σικελίας τύραννος τοὺς ἀποβάλλοντας τὰς οὐσίας εἰς μέθας καὶ κύβους καὶ τὴν τοιαύτην ἀκολασίαν· ἠβούλετο γὰρ ἅπαντας εἶναι διεφθαρμένους καὶ φαύλους· οὓς καὶ εὖ περιεῖπε.»

Ἀθήναιος καίτοι ὁ πατὴρ αὐτῶν Πεισίστρατος μετρίως ἐχρῆτο ταῖς ἡδοναῖς· ὅς γε οὐδʼ ἐν τοῖς χωρίοις οὐδʼ ἐν τοῖς κήποις φύλακας καθίστα, ὡς Θεόπομπος ἱστορεῖ ἐν τῆι πρώτηι καὶ εἰκοστῆι, ἀλλʼ εἴα τὸν βουλόμενον εἰσιόντα ἀπολαύειν καὶ λαμβάνειν ὧν δεηθείη, ὅπερ ὕστερον ἐποίησε καὶ Κίμων μιμησάμενος ἐκεῖνον.

Οὐαλέριος Ἁρποκρατίων, Σοῦδα Λύκειον· .... ἓν τῶν παρʼ Ἀθηναίοις γυμνασίων ἐστὶ τὸ Λύκειον, ὃ Θεόπομπος μὲν ἐν τῆι κα Πεισίστρατον ποιῆσαι, Φιλόχορος δʼ ἐν τῆι δ Περικλέους φησὶν ἐπιστατοῦντος αὐτὸ γενέσθαι.

Στέφανος ὁ Βυζάντιος Ὀμάριον· πόλις Θετταλίας· Θεόπομπος Φιλιππικῶν κβ. ἐν ταύτηι τιμᾶται Ζεὺς καὶ Ἀθηνᾶ.

Στέφανος ὁ Βυζάντιος Σύμαιθα· πόλις Θετταλίας. ὁ πολίτης Συμαιθεύς, ὡς Θεόπομπος Φιλιππικῶν κβ.

Ἀθήναιος Θεόπομπος δʼ ἐν τῆι δευτέραι καὶ εἰκοστῆι περὶ Χαλκιδέων ἱστορῶν τῶν ἐν Θράικηι φησίν· «ἐτύγχανον γὰρ τῶν μὲν βελτίστων ἐπιτηδευμάτων ὑπερορῶντες, ἐπὶ δὲ τοὺς πότους καὶ ῥαιθυμίαν καὶ πολλὴν ἀκολασίαν ὡρμηκότες ἐπιεικῶς.»

Οὐαλέριος Ἁρποκρατίων Θέρμαν· ......... Θράικιον τοῦτό ἐστι πόλισμα, ὡς καὶ Θεόπομπος ἐν κβ φησίν.

Στέφανος ὁ Βυζάντιος Χυτρόπολις· Θράικης χωρίον. Θεόπομπος Φιλιππικῶν εἰκοστῶι δευτέρωι· «παρῆλθεν εἰς Χυτρόπολιν χωρίον ἀπωικισμένον ἐξ Ἀφύτεως.» τὸ ἐθνικὸν ἑξῆς ἐπάγει· «εἰσδεξαμένων δὲ τῶν Χυτροπολιτῶν αὐτόν.»

Στέφανος ὁ Βυζάντιος Θέστωρος· ... πόλις Θράικης· Θεόπομπος κβ.

Ἀθήναιος ἐν δὲ τῆι τρίτηι καὶ εἰκοστῆι περὶ Χαριδήμου τοῦ Ὠρείτου διηγούμενος, ὃν Ἀθηναῖοι πολίτην ἐποιήσαντο, φησίν· «τήν τε γὰρ δίαιταν ἑωρᾶτο τὴν καθʼ ἡμέραν ἀσελγῆ καὶ τοιαύτην ποιούμενος ὥστε πίνειν καὶ μεθύειν αἰεί, καὶ γυναῖκας ἐλευθέρας ἐτόλμα διαφθείρειν· καὶ εἰς τοσοῦτον προῆλθεν ἀκρασίας ὥστε μειράκιόν τι παρὰ τῆς βουλῆς τῆς τῶν Ὀλυνθίων αἰτεῖν ἐπεχείρησεν, ὃ τὴν μὲν ὄψιν ἦν εὐειδὲς καὶ χαρίεν, ἐτύγχανε δὲ μετὰ Δέρδου τοῦ Μακεδόνος αἰχμάλωτον γεγενημένον.»

Στέφανος ὁ Βυζάντιος Αἰόλειον· τῆς Θράικης χερρονήσου πόλις. Θεόπομπος ἐν Φιλιππικῶν κγ· «ἐπορεύθην εἰς πόλιν Αἰόλειον τῆς Βοττικῆς μὲν οὖσαν, πολιτευομένην δὲ μετὰ τῶν Χαλκιδέων.»

Στέφανος ὁ Βυζάντιος Βρέα· πόλις Θράικης, εἰς ἣν ἀποικίαν ἐστείλαντο Ἀθηναῖοι. τὸ ἐθνικὸν ἔδει Βρεάτης. ἔστι δὲ Βρεαῖος παρὰ Θεοπόμπωι κγ.

Στέφανος ὁ Βυζάντιος Βαίτιον· πόλις Μακεδονίας· Θεόπομπος κδ.

Στέφανος ὁ Βυζάντιος Ἄσσηρα· οὐδετέρως· πόλις Χαλκιδέων. Θεόπομπος κδ.

Στέφανος ὁ Βυζάντιος Ἄρης· Ἄρητος .... χωρίον Εὐβοίας· Θεόπομπος κδ Φιλιππικῶν.

Στέφανος ὁ Βυζάντιος Δύστος· πόλις Εὐβοίας. Θεόπομπος ἐν Φιλιππικῶν κδ· «ἀποστήσας δὲ τοὺς ἐν αὐτῆι τῆι περιοικίδι τῶν Ἐρετριέων ἐστράτευσεν ἐπὶ πόλιν Δύστον.»

Στέφανος ὁ Βυζάντιος Ὄκωλον· χωρίον Ἐρετριέων· Θεόπομπος Φιλιππικῶν κδ.

Στέφανος ὁ Βυζάντιος Σκάβαλα· χωρίον Ἐρετριέων· Θεόπομπος κδ Φιλιππικῶν.

Στέφανος ὁ Βυζάντιος Μίλκωρος· Χαλκιδικὴ πόλις ἐν Θράικηι. ὁ πολίτης Μιλκώριος. Θεόπομπος κε Φιλιππικῶν.

Αἴλιος Θέων ὁ σοφιστής παρὰ δὲ Θεοπόμπου ἐκ τῆς πέμπτης καὶ εἰκοστῆς τῶν Φιλιππικῶν, ὅτι ὁ Ἑλληνικὸς ὅρκος καταψεύδεται, ὃν Ἀθηναῖοί φασιν ὀμόσαι τοὺς Ἕλληνας πρὸ τῆς μάχης τῆς ἐν Πλαταιαῖς πρὸς τοὺς βαρβάρους, καὶ αἱ πρὸς βασιλέα Ἀθηναίων συνθῆκαι· ἔτι δὲ καὶ τὴν ἐν Μαραθῶνι μάχην οὐχ οἵαν ἅπαντες ὑμνοῦσι γεγενημένην, «καὶ ὅσα ἄλλα» φησίν «ἡ Ἀθηναίων πόλις ἀλαζονεύεται καὶ παρακρούεται τοὺς Ἕλληνας.»

Οὐαλέριος Ἁρποκρατίων Ἀττικοῖς γράμμασιν ..... Θεόπομπος δʼ ἐν τῆι κε τῶν Φιλιππικῶν ἐσκευωρῆσθαι λέγει τὰς πρὸς τὸν βάρβαρον συνθήκας, ἃς οὐ τοῖς Ἀττικοῖς γράμμασιν ἐστηλιτεῦσθαι, ἀλλὰ τοῖς τῶν Ἰώνων.

Φώτιος, Σοῦδα Σαμίων ὁ δῆμος· .... τοὺς δὲ Ἀθηναίους ἔπεισε χρῆσθαι τοῖς τῶν Ἰώνων γράμμασιν Ἀρχῖνος ἐπὶ ἄρχοντος Εὐκλείδου .... περὶ δὲ τοῦ πείσαντος ἱστορεῖ Θεόπομπος.

Ἀριστοφάνους Σχόλια καλεῖται δὲ ἱερὸς ὅτι περὶ τοῦ ἐν Δελφοῖς ἱεροῦ ἐγένετο. ἱστορεῖ περὶ αὐτοῦ καὶ Θουκυδίδης καὶ Ἐρατοσθένης ἐν τῶι θ καὶ Θεόπομπος ἐν τῶι κε.

Οὐαλέριος Ἁρποκρατίων Ἡδύλειον· ........ ὄρος ἐστὶν ἐν Βοιωτίαι τὸ Ἡδύλειον, ὡς καὶ Θεόπομπος ἐν τῆι κε φησίν.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια φασὶν ὀρείχαλκον εἶδος χαλκοῦ, ἀπὸ Ὀρείου τινὸς γενομένου εὑρετοῦ ὠνομασμένον. Ἀριστοτέλης δὲ ἐν Τελεταῖς φησι μηδὲ ὑπάρχειν τὸ ὄνομα μηδὲ τὸ τούτου εἶδος· τὸν γὰρ ὀρείχαλκον ἔνιοι ὑπολαμβάνουσι λέγεσθαι μέν, μὴ εἶναι δέ ...... ἄλλοι δὲ ἀνδριαντοποιοῦ λέγουσιν ὄνομα, ὡς Σωκράτης καὶ Θεόπομπος ἐν εἰκοστῶι πέμπτωι. οὕτως ἦν ἐν τῆι Κωμικῆι λέξει τῆι συμμίκτωι.

Ἀμμώνιος ὁ Γραμματικός ἱερά· .... καὶ τὰ ξόανα, ὡς Θεόπομπος ἐν εἰκοστῆι ἕκτηι.

Στέφανος ὁ Βυζάντιος Ἄπρος· θηλυκόν· πόλις Θράικης. Θεόπομπος κϛ· «τοῦ δʼ Ἀντιπάτρου διατρίβοντος περὶ τὴν Ἄπρον.»

Οὐαλέριος Ἁρποκρατίων Δρῦς· .... πόλις ἐν Ἠπείρωι. ἔστι δὲ καὶ ἑτέρα ἐν Θράικηι .... ταύτην Θεόπομπος ἐν κϛ φησὶν ὑπὸ Ἰφικράτους κατοικισθῆναι.

Ἀθήναιος Θεόπομπος δʼ ἐν ἕκτηι καὶ εἰκοστῆι Ἱστοριῶν «τοὺς Θεσσαλούς» φησίν «εἰδὼς ὁ Φίλιππος ἀκολάστους ὄντας καὶ περὶ τὸν βίον ἀσελγεῖς συνουσίας αὐτῶν κατεσκεύαζε καὶ πάντα τρόπον ἀρέσκειν αὐτοῖς ἐπειρᾶτο. καὶ γὰρ ὀρχούμενος καὶ κωμάζων καὶ πᾶσαν ἀκολασίαν ὑπομένων — ἦν δὲ καὶ φύσει βωμολόχος — καὶ καθʼ ἑκάστην ἡμέραν μεθυσκόμενος καὶ χαίρων τῶν ἐπιτηδευμάτων τοῖς πρὸς ταῦτα συντείνουσι καὶ τῶν ἀνθρώπων τοῖς εὐφυέσι καλουμένοις καὶ τὰ γέλοια λέγουσι καὶ ποιοῦσι πλείους τῶν Θετταλῶν τῶν αὐτῶι πλησιασάντων ἡιρεῖτο μᾶλλον ἐν ταῖς συνουσίαις ἢ ταῖς δωρεαῖς.»

Ἀθήναιος καὶ Φίλιππος δʼ ὁ τοῦ Ἀλεξάνδρου πατὴρ φιλοπότης ἦν, ὡς ἱστορεῖ Θεόπομπος ἐν τῆι ἕκτηι καὶ εἰκοστῆι τῶν Ἱστοριῶν.

Δίδυμος ὁ Χαλκέντερος καταράτους εἶπε τοὺς Μεγαρέας, παρόσον δυσνόως εἶχον αὐτοὶ καὶ Βοιωτοὶ πρὸς Ἀθηναίους, καθάπερ ἐν τῆι κϛ Θεόπομπος ἀπομαρτυρεῖ, ἐν οἷς Φιλοκράτης ὁ δημαγωγὸς αὐτῶι παράγεται λέγων ταῦτα· «ἐνθυμεῖσθε τοίνυν, ὡς οὐδὲ καιρὸς οὐδείς ἐστι φιλονικεῖν οὐδὲ καλῶς ἔχειν τὰ πράγματα τῆς πόλεως, ἀλλὰ πολλοὶ καὶ μεγάλοι κίνδυνοι περιεστᾶσιν ἡμᾶς. ἐπιστάμεθα γὰρ Βοιωτοὺς καὶ Μεγαρεῖς δυσμενῶς ἡμῖν διακειμένους, Πελοποννησίων δὲ τοὺς μὲν Θηβαίοις, τοὺς δὲ Λακεδαιμονίοις τὸν νοῦν προσέχοντας, Χίους δὲ καὶ Ῥοδίους καὶ τοὺς τούτων συμμάχους πρὸς μὲν τὴν πόλιν ἐχθρῶς διακειμένους, Φιλίππωι δὲ περὶ φιλίας διαλεγομένους.»

πάλιν δὲ τῶν ποτε … παρὰ Φιλίππου εἰς Ἀθήνας πρεσβευσάντων οὐκ εἴρηκε τὰ ὀνόματα· ἦσαν δὲ Ἀντίπατρος καὶ Παρμενίων καὶ Εὐρύλοχος … ὡς ἱστορεῖ Θεόπομπος ἐν τῆι κ ἕκτηι τῶν Φιλιππικῶν.

Δίδυμος ὁ Χαλκέντερος περὶ τοῦ τετρακόσια τάλαντα πρόσοδον ἔχειν τοὺς Ἀθηναίους κατὰ τοὺς Φιλίππου χρόνους καὶ Θεόπομπος ἐν τῆι ἑβδόμηι καὶ εἰκοστῆι τῶν Περὶ Φίλιππον ἐπιμαρτυρεῖ, ἐν οἷς Ἀριστοφῶν ὁ δημαγωγὸς αὐτῶι παράγεται λέγων ταῦτα· «ἐνθυμεῖσθε δʼ ὡς πάντων ἂν ποιήσαιμεν ἀνανδρότατον, εἰ τὴν εἰρήνην δεξαίμεθα παραχωρήσαντες Ἀμφιπόλεως, μεγίστην μὲν πόλιν τῶν Ἑλληνίδων οἰκοῦντες, πλείστους δὲ συμμάχους ἔχοντες, τριακοσίας δὲ τριήρεις κεκτημένοι καὶ σχεδὸν τετρακοσίων ταλάντων προσόδους λαμβάνοντες· ὧν ὑπαρχόντων τίς οὐκ ἂν ἡμῖν ἐπιτιμήσειεν, εἰ τὴν Μακεδόνων δύναμιν φοβηθέντες συγχωρήσαιμέν τι παρὰ τὸ δίκαιον.»

Οὐαλέριος Ἁρποκρατίων Κορσιαί ...... πόλις ἐστὶ τῆς Βοιωτίας Κορσιαί, ὡς Θεόπομπος ἐν τῆι λ.

Οὐαλέριος Ἁρποκρατίων Πύλαι· .... ὅτι δέ τις ἐγίγνετο σύνοδος τῶν Ἀμφικτυόνων εἰς Πύλας Ὑπερείδης τε ἐν Ἐπιταφίωι καὶ Θεόπομπος ἐν τῆι λ εἰρήκασιν.

Οὐαλέριος Ἁρποκρατίων ἱερομνήμονες· .... οἱ πεμπόμενοι εἰς τὸ τῶν Ἀμφικτυόνων συνέδριον ἐξ ἑκάστης πόλεως τῶν τοῦ συνεδρίου μετεχουσῶν οὕτω καλοῦνται, ὡς σαφὲς ποιεῖ Θεόπομπος ἐν τῆι λ.

Ἀθήναιος διὸ καὶ Θετταλοὶ καλῶς ποιήσαντες κατέσκαψαν τὴν καλουμένην πόλιν Κολακείαν, ἣν Μηλιεῖς ἐνέμοντο, ὥς φησι Θεόπομπος ἐν τῆι τριακοστῆι.

Ἀθήναιος περὶ δὲ τῶν παρὰ Λακεδαιμονίοις ἐπευνάκτων καλουμένων — δοῦλοι δʼ εἰσὶ καὶ οὗτοι — σαφῶς ἐκτίθεται Θεόπομπος διὰ τῆς δευτέρας καὶ τριακοστῆς τῶν Ἱστοριῶν λέγων οὕτως· «ἀποθανόντων πολλῶν Λακεδαιμονίων ἐν τῶι πρὸς Μεσσηνίους πολέμωι οἱ περιλειφθέντες εὐλαβηθέντες μὴ καταφανεῖς γένωνται τοῖς ἐχθροῖς ἐρημωθέντες ἀνεβίβασαν τῶν εἱλώτων ἐφʼ ἑκάστην στιβάδα τῶν τετελευτηκότων τινάς· οὓς καὶ πολίτας ὕστερον ποιήσαντες προσηγόρευσαν ἐπευνάκτους, ὅτι κατετάχθησαν ἀντὶ τῶν τετελευτηκότων ἐπὶ τὰς στιβάδας.»

Στέφανος ὁ Βυζάντιος Θαλάμαι· πόλις τῆς Μεσσηνίας. Θεόπομπος λβ Φιλιππικῶν.

Στέφανος ὁ Βυζάντιος Ἀσαί· κώμη Κορίνθου. Θεόπομπος λβ Φιλιππικῶν· «Ἀσαὶ καὶ Μαυσὸς κῶμαι μεγάλαι καὶ πολυάνθρωποι.»

Στέφανος ὁ Βυζάντιος Μαυσός· κώμη Κορίνθου. Θεόπομπος λβ.

Στέφανος ὁ Βυζάντιος Νοστία· κώμη Ἀρκαδίας. Θεόπομπος λβ Φιλιππικῶν.

Ἀθήναιος ὁ δʼ αὐτὸς ἱστορεῖ κἀν τῆι τριακοστῆι καὶ τρίτηι τῶν Ἱστοριῶν παρὰ Σικυωνίοις κατωνακοφόρους καλεῖσθαι τινὰς παραπλησίους ὄντας τοῖς ἐπευνάκτοις. τὰ παραπλήσια ἱστορεῖ καὶ Μέναιχμος ἐν τοῖς Σικυωνιακοῖς

Στέφανος ὁ Βυζάντιος Μελανδία· χώρα Σικυωνίας. Θεόπομπος λγ Φιλιππικῶν.

Ἀριστοφάνους Σχόλια περὶ τῆς ἐν Λακεδαίμονι ξενηλασίας Θεόπομπός φησιν ἐν τῆι τρίτηι καὶ τριακοστῆι. —ποτὲ γὰρ ἐκεῖσε σιτοδείας γενομένης ξενηλασία γέγονεν, ὡς Θεόπομπος ἐν τῆι τριακοστῆι ϛ φησίν.

Ἀθήναιος Θεόπομπος δʼ ἐν τῆι τριακοστῆι καὶ πέμπτηι τῶν Ἱστοριῶν τὸν Παφλαγόνων φησὶ βασιλέα Θῦν ἑκατὸν πάντα παρατίθεσθαι δειπνοῦντα ἐπὶ τὴν τράπεζαν ἀπὸ βοῶν ἀρξάμενον· καὶ ἀναχθέντα αἰχμάλωτον ὡς βασιλέα καὶ ἐν φυλακῆι ὄντα πάλιν τὰ αὐτὰ παρατίθεσθαι ζῶντα λαμπρῶς. διὸ καὶ ἀκούσαντα Ἀρταξέρξην εἰπεῖν ὅτι οὕτως αὑτῶι δοκοίη ζῆν ὡς ταχέως ἀπολούμενος.

Στέφανος ὁ Βυζάντιος Κατάνειρα· οὐδετέρως· πόλις … ὡς Θεόπομπος λε Φιλιππικῶν.

Ἀθήναιος τούτοις εἴ τις ἀπιστεῖ, μαθέτω καὶ παρὰ Θεοπόμπου τοῦ Χίου, ἀνδρὸς φιλαλήθους καὶ πολλὰ χρήματα καταναλώσαντος εἰς τὴν περὶ τῆς ἱστορίας ἐξέτασιν ἀκριβῆ. φησὶ γὰρ οὗτος ἐν τῆι ὀγδόηι καὶ τριακοστῆι τῶν Ἱστοριῶν περὶ Κλεάρχου διηγούμενος τοῦ Ἡρακλεωτῶν τῶν ἐν τῶι Πόντωι τυράννου, ὡς βιαίως ἀνήιρει πολλοὺς καὶ ὡς τοῖς πλείστοις ἐδίδου κώνειον πιεῖν· «ἐπειδὴ οὖν» φησί «πάντες ἔγνωσαν τὴν τοῦ φαρμάκου ταύτην φιλοτησίαν, οὐ προήιεσαν τῶν οἰκιῶν πρὶν φαγεῖν πήγανον.» τοῦτο γὰρ τοὺς προφαγόντας μηδὲν πάσχειν πίνοντας τὸ ἀκόνιτον· ὃ καὶ κληθῆναί φησι διὰ τὸ φύεσθαι ἐν τόπωι Ἀκόναις καλουμένωι ὄντι περὶ τὴν Ἡράκλειαν.

Ἀντίγονος ὁ Καρύστιος Θεόπομπος δέ φησιν ὁ ἱστοριογράφος τὸ καλούμενον ἀκόνιτον γίνεσθαι μὲν περὶ Ἡράκλειαν τὴν ἐν τῶι Πόντωι ταῖς ὀνομαζομέναις Ἀκόναις, ὅθεν καὶ τῆς προσηγορίας τετυχηκέναι, δυναμικὸν ἐναργῶς ὂν οὐκ ἐνεργεῖν οὐδέν, ἂν πίηι τις πήγανον ταύτην τὴν ἡμέραν· ὥστε Κλεάρχου τοῦ τυράννου πολλοὺς ἀποκτείναντος φαρμάκωι καὶ πειρωμένου λανθάνειν, ὡς ἐγένετο συμφανές, τοὺς πλείστους Ἡρακλεωτῶν οὐ πρότερον ἐξιέναι πρὸ τοῦ φαγεῖν πήγανον. γράφει δὲ καὶ τὴν πρόφασιν καὶ τὴν ἀρχὴν ἐξ ἧς ὤφθη σφόδρα μακρῶς, διὸ καὶ παρελείπομεν.

τὸ ἀκόνιτον φύεται μὲν ἐν Ἀκόναις· λόφος δέ ἐστιν ἐν Ἡρακλείαι οὕτω καλούμενος Ἀκόναι, ὡς ἱστορεῖ Θεόπομπος καὶ Εὐφορίων ἐν τῶι Ξενίωι.

Στέφανος ὁ Βυζάντιος Οἰδάντιον· πόλις Ἰλλυριῶν. Θεόπομπος Φιλιππικῶν λη.

Στέφανος ὁ Βυζάντιος Αἰθικία· .... Θεόπομπος λθ Φιλιππικῶν.

Διόδωρος ὁ Σικελιώτης τῶν δὲ συγγραφέων Θεόπομπος ὁ Χῖος ἐν τῆι τῶν Φιλιππικῶν ἱστορίαι κατέταξε τρεῖς … βύβλους περιεχούσας Σικελικὰς πράξεις· ἀρξάμενος δὲ ἀπὸ τῆς τοῦ Διονυσίου τοῦ πρεσβυτέρου τυραννίδος διῆλθε χρόνον ἐτῶν πεντήκοντα καὶ κατέστρεψεν εἰς τὴν ἔκπτωσιν Διονυσίου τοῦ νεωτέρου. εἰσὶ δὲ αἱ βύβλοι τρεῖς … ἀπὸ τῆς μιᾶς τεσσαρακοστῆς … ἄχρι τῆς τρίτης καὶ τεσσαρακοστῆς.

Ἀθήναιος ἐν δὲ τῆι τριακοστῆι ἐνάτηι φησίν· «Ἀπολλοκράτης ὁ Διονυσίου τοῦ τυράννου υἱὸς ἀκόλαστος ἦν καὶ φιλοπότης· καὶ τῶν κολακευόντων τινὲς αὐτὸν παρεσκεύαζον ὡς ἔνι μάλιστα ἀλλοτριώτατα πρὸς τὸν πατέρα διακεῖσθαι.»

Ἀθήναιος καὶ Ἱππαρῖνον δὲ τὸν Διονυσίου φησὶν ὑπὸ μέθης τυραννοῦντα ἀποσφαγῆναι.

Ἀθήναιος περὶ δὲ τοῦ Νυσαίου καὶ τάδε γράφει· «Νυσαῖος ὁ Διονυσίου τοῦ προτέρου υἱὸς κύριος τῶν ἐν Συρακούσαις γενόμενος πραγμάτων κατεσκευάσατο τέθριππον καὶ τὴν ἐσθῆτα τὴν ποικίλην ἀνέλαβεν, ἔτι δὲ καὶ τὴν ὀψοφαγίαν καὶ τὴν οἰνοφλυγίαν καὶ τὴν τῶν παίδων καὶ τὴν τῶν γυναικῶν ὕβριν καὶ τῶν ἄλλων ὅσα συντελῆ τούτοις πέφυκε, καὶ τὴν δίαιταν διῆγεν οὕτως.»

Ἀθήναιος ἔπινε δὲ πλεῖστον καὶ Νυσαῖος ὁ τυραννήσας Συρακοσίων καὶ Ἀπολλοκράτης· Διονυσίου δὲ τοῦ προτέρου οὗτοι υἱοί, ὡς ὁ Θεόπομπος ἱστορεῖ ἐν τῆι μ κἀν τῆι ἑξῆς τῶν Ἱστοριῶν. γράφει δὲ οὕτως περὶ τοῦ Νυσαίου· «Νυσαῖος ὁ τυραννήσας ὕστερον Συρακοσίων ὥσπερ ἐπὶ θανάτωι συνειλημμένος καὶ προειδὼς ὅτι μῆνας ὀλίγους ἤμελλε ἐπιβιώσεσθαι γαστριζόμενος καὶ μεθύων διῆγεν.»

Στέφανος ὁ Βυζάντιος Μερούσιον· χωρίον Σικελίας, ὡς Θεόπομπος Φιλιππικῶν λθ. οἱ οἰκήτορες ὁμοίως Μερούσιοι· καὶ Μερόεσσα ἡ Ἄρτεμις. ἀπέχει δὲ ὁ τόπος Συρακουσῶν στάδια ἑβδομήκοντα. τινὲς δὲ ἀπὸ Μερόης τῆς Αἰθιοπίας.

Στέφανος ὁ Βυζάντιος Ξιφωνία· πόλις Σικελίας. Θεόπομπος Φιλιππικῶν λθ.

Στέφανος ὁ Βυζάντιος Ὑδροῦς· φρούριον. ἀρσενικῶς. Θεόπομπος λθ Φιλιππικῶν.

Ἀθήναιος ἐτρύφησεν δὲ καὶ Φάραξ ὁ Λακεδαιμόνιος, ὡς Θεόπομπος ἐν τῆι τεσσαρακοστῆι ἱστορεῖ· καὶ ταῖς ἡδοναῖς οὕτως ἀσελγῶς ἐχρήσατο καὶ χύδην ὥστε πολὺ μᾶλλον διὰ τὴν δίαιταν αὐτὸν ὑπολαμβάνεσθαι Σικελιώτην ἢ διὰ τὴν πατρίδα Σπαρτιάτην.

Ἀθήναιος καὶ τὰ ἐν Δελφοῖς δὲ ἀναθήματα τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ ὑπὸ πρώτου Γύγου τοῦ Λυδῶν βασιλέως ἀνετέθη· καὶ πρὸ τῆς τούτου βασιλείας ἀνάργυρος, ἔτι δὲ ἄχρυσος ἦν ὁ Πύθιος, ὡς Φαινίας τέ φησιν ὁ Ἐρέσιος καὶ Θεόπομπος ἐν τῆι τεσσαρακοστῆι τῶν Φιλιππικῶν. ἱστοροῦσι γὰρ οὗτοι κοσμηθῆναι τὸ Πυθικὸν ἱερὸν ὑπό τε τοῦ Γύγου καὶ τοῦ μετὰ τοῦτον Κροίσου, μεθʼ οὓς ὑπό τε Γέλωνος καὶ Ἱέρωνος τῶν Σικελιωτῶν, τοῦ μὲν τρίποδα καὶ Νίκην χρυσοῦ πεποιημένα ἀναθέντος καθʼ οὓς χρόνους Ξέρξης ἐπεστράτευε τῆι Ἑλλάδι, τοῦ δʼ Ἱέρωνος τὰ ὅμοια. λέγει δʼ οὕτως ὁ Θεόπομπος· «ἦν γὰρ τὸ παλαιὸν τὸ ἱερὸν κεκοσμημένον χαλκοῖς ἀναθήμασιν, οὐκ ἀνδριᾶσιν, ἀλλὰ λέβησι καὶ τρίποσι χαλκοῦ πεποιημένοις. Λακεδαιμόνιοι μὲν οὖν χρυσῶσαι βουλόμενοι τὸ πρόσωπον τοῦ ἐν Ἀμύκλαις Ἀπόλλωνος καὶ οὐχ εὑρίσκοντες ἐν τῆι Ἑλλάδι χρυσίον πέμψαντες εἰς θεοῦ ἐπηρώτων τὸν θεὸν παρʼ οὗ χρυσίον πρίαιντο. ὁ δʼ αὐτοῖς ἀνεῖλεν παρὰ Κροῖσον τὸν Λυδὸν πορευθέντας ὠνεῖσθαι παρʼ ἐκείνου. καὶ οἱ πορευθέντες ὠνήσαντο. Ἱέρων δʼ ὁ Συρακόσιος βουλόμενος ἀναθεῖναι τῶι θεῶι τὸν τρίποδα καὶ τὴν Νίκην ἐξ ἀπέφθου χρυσοῦ ἐπὶ πολὺν χρόνον ἀπορῶν χρυσίου ὕστερον ἔπεμψε τοὺς ἀναζητήσοντας εἰς τὴν Ἑλλάδα· οἵτινες μόλις ποτʼ εἰς Κόρινθον ἀφικόμενοι καὶ ἐξιχνεύσαντες εὗρον παρʼ Ἀρχιτέλει τῶι Κορινθίωι, ὃς πολλῶι χρόνωι συνωνούμενος κατὰ μικρὸν θησαυροὺς εἶχεν οὐκ ὀλίγους. ἀπέδοτο γοῦν τοῖς παρὰ τοῦ Ἱέρωνος ὅσον ἠβούλοντο, καὶ μετὰ ταῦτα πληρώσας καὶ τὴν ἑαυτοῦ χεῖρα ὅσον ἠδύνατο χωρῆσαι ἐπέδωκεν αὐτοῖς. ἀνθʼ ὧν Ἱέρων πλοῖον σίτου καὶ ἄλλα πολλὰ δῶρα ἔπεμψεν ἐκ Σικελίας.»

Στέφανος ὁ Βυζάντιος Δύμη· πόλις Ἀχαίας ... ὁ πολίτης Δυμαῖος ..... Θεόπομπος μ· «προστάται δὲ τῆς πόλεως ἦσαν τῶν μὲν Συρακοσίων Ἄθηνις καὶ Ἡρακλείδης, τῶν δὲ μισθοφόρων Ἀρχέλαος ὁ Δυμαῖος.»

Στέφανος ὁ Βυζάντιος Ἐλευθερίς· πόλις Βοιωτίας, Ὠρωποῦ πλησίον, Κόθου καὶ Ἀίκλου κτίσμα. Θεόπομπος μ.

Στέφανος ὁ Βυζάντιος Ταλαρία· πόλις Συρακοσίων. Θεόπομπος ἐν Φιλιππικῶν μ.

Στέφανος ὁ Βυζάντιος Ἵππος· νῆσος Ἐρετρίας. Θεόπομπος μβ. ἔστι καὶ πόλις Σικελίας.

Στέφανος ὁ Βυζάντιος Μίσκερα· πόλις Σικανίας. Θεόπομπος μβ Φιλιππικῶν.

Στέφανος ὁ Βυζάντιος Ξηρά· πόλις περὶ τὰς Ἡρακλείους στήλας. Θεόπομπος μγ.

Στέφανος ὁ Βυζάντιος Μασσία· χώρα παρακειμένη τοῖς Ταρτησσίοις. τὸ ἐθνικὸν Μασσιανός. Θεόπομπος μγ.

Στέφανος ὁ Βυζάντιος Τλῆτες· ἔθνος Ἰβηρικὸν περιοικοῦν τοὺς Ταρτησσίους. Θεόπομπος μγ.

Στέφανος ὁ Βυζάντιος Δριλώνιος· πόλις μεγάλη, ἐσχάτη τῶν Κελτικῶν. τὸ ἐθνικὸν Δριλώνιος, ὡς Θεόπομπος μγ.

Στέφανος ὁ Βυζάντιος Ἰψίκουροι· ἔθνος Λιγυστικόν. Θεόπομπος μγ· «ἣν ἐνέμοντο πρότερον Ἰψίκουροι καὶ Ἀρβαξανοὶ καὶ Εὔβιοι, Λίγυες τὸ γένος.»

Στέφανος ὁ Βυζάντιος Ἀρβαξανοί· ἔθνος Λιγυστικόν. Θεόπομπος· «παρέπλεον δὲ τὴν χώραν τὴν μὲν πρώτην ἔρημον, ἣν ἐνέμοντο πρότερον Ἰψίκουροι καὶ Ἀρβαξανοί.»

Ἀθήναιος Θεόπομπος δὲ ἐν τῆι τεσσαρακοστῆι τρίτηι τῶν Ἱστοριῶν καὶ νόμον εἶναί φησιν παρὰ τοῖς Τυρρηνοῖς κοινὰς ὑπάρχειν τὰς γυναῖκας. ταύτας δʼ ἐπιμελεῖσθαι σφόδρα τῶν σωμάτων καὶ γυμνάζεσθαι πολλάκις καὶ μετʼ ἀνδρῶν, ἐνίοτε δὲ καὶ πρὸς ἑαυτάς· οὐ γὰρ αἰσχρὸν εἶναι αὐταῖς φαίνεσθαι γυμναῖς. δειπνεῖν δὲ αὐτὰς οὐ παρὰ τοῖς ἀνδράσι τοῖς ἑαυτῶν, ἀλλὰ παρʼ οἷς ἂν τύχωσι τῶν παρόντων, καὶ προπίνουσιν οἷς ἂν βουληθῶσιν. εἶναι δὲ καὶ πιεῖν δεινὰς καὶ τὰς ὄψεις πάνυ καλάς. τρέφειν δὲ τοὺς Τυρρηνοὺς πάντα τὰ γινόμενα παιδία, οὐκ εἰδότας ὅτου πατρός ἐστιν ἕκαστον. «ζῶσι δὲ καὶ οὗτοι τὸν αὐτὸν τρόπον τοῖς θρεψαμένοις, πότους τὰ πολλὰ ποιούμενοι καὶ πλησιάζοντες ταῖς γυναιξὶν ἁπάσαις. οὐδὲν δʼ αἰσχρόν ἐστι Τυρρηνοῖς οὐ μόνον αὐτοὺς ἐν τῶι μέσωι τι ποιοῦντας, ἀλλʼ οὐδὲ πάσχοντας φαίνεσθαι· ἐπιχώριον γὰρ καὶ τοῦτο παρʼ αὐτοῖς ἐστι. καὶ τοσούτου δέουσιν αἰσχρὸν ὑπολαμβάνειν ὥστε καὶ λέγουσιν, ὅταν ὁ μὲν δεσπότης τῆς οἰκίας ἀφροδισιάζηται, ζητῆι δέ τις αὐτόν, ὅτι πάσχει τὸ καὶ τό, προσαγορεύοντες αἰσχρῶς τὸ πρᾶγμα. ἐπειδὰν δὲ συνουσιάζωσι καθʼ ἑταιρίας ἢ κατὰ συγγενείας, ποιοῦσιν οὕτως· πρῶτον μὲν ὅταν παύσωνται πίνοντες καὶ μέλλωσι καθεύδειν, εἰσάγουσι παρʼ αὐτοὺς οἱ διάκονοι τῶν λύχνων ἔτι καιομένων ὁτὲ μὲν ἑταίρας, ὁτὲ δὲ παῖδας πάνυ καλούς, ὁτὲ δὲ καὶ γυναῖκας· ὅταν δὲ τούτων ἀπολαύσωσιν, αὖθις αὐτοῖς εἰσάγουσιν νεανίσκους ἀκμάζοντας, οἳ πλησιάζουσιν αὐτοῖς ἐκείνοις. ἀφροδισιάζουσιν δὲ καὶ ποιοῦνται τὰς συνουσίας ὁτὲ μὲν ὁρῶντες ἀλλήλους, ὡς δὲ τὰ πολλὰ καλύβας περιβάλλοντες περὶ τὰς κλίνας, αἳ πεπλεγμέναι μέν εἰσιν ἐκ ῥάβδων, ἐπιβέβληται δʼ ἄνωθεν ἱμάτια. καὶ πλησιάζουσι μὲν σφόδρα καὶ ταῖς γυναιξί, πολὺ μέντοι γε μᾶλλον χαίρουσι συνόντες τοῖς παισὶ καὶ τοῖς μειρακίοις· καὶ γὰρ γίνονται παρʼ αὐτοῖς πάνυ καλοὶ τὰς ὄψεις, ἅτε τρυφερῶς διαιτώμενοι καὶ λεαινόμενοι τὰ σώματα. πάντες δὲ οἱ πρὸς ἑσπέραν οἰκοῦντες βάρβαροι πιττοῦνται καὶ ξυροῦνται τὰ σώματα· καὶ παρά γε τοῖς Τυρρηνοῖς ἐργαστήρια κατεσκεύασται πολλὰ καὶ τεχνῖται τούτου τοῦ πράγματός εἰσιν, ὥσπερ παρʼ ἡμῖν οἱ κουρεῖς· παρʼ οὓς ὅταν εἰσέλθωσιν, παρέχουσιν ἑαυτοὺς πάντα τρόπον, οὐθὲν αἰσχυνόμενοι τοὺς ὁρῶντας οὐδὲ τοὺς παριόντας.» χρῶνται δὲ τούτωι τῶι νόμωι πολλοὶ καὶ τῶν Ἑλλήνων τῶν τὴν Ἰταλίαν οἰκούντων, μαθόντες παρὰ Σαυνιτῶν καὶ Μεσαπίων.

Κλήμης ὁ Ἀλεξανδρεύς ναὶ μὴν Θεόπομπος μὲν ἐν τῆι τεσσαρακοστῆι τρίτηι τῶν Φιλιππικῶν μετὰ ἔτη πεντακόσια τῶν ἐπὶ Ἰλίωι στρατευσάντων γεγονέναι τὸν Ὅμηρον ἱστορεῖ. Εὐφορίων δʼ ἐν τῶι περὶ Ἀλευαδῶν κατὰ Γύγην αὐτὸν τίθησι γεγονέναι, ὃς βασιλεύειν ἤρξατο ἀπὸ τῆς ὀκτωκαιδεκάτης ὀλυμπιάδος ὃν καί φησι πρῶτον ὠνομάσθαι τύραννον.

Οὐαλέριος Ἁρποκρατίων Ἐλάτεια· Δημοσθένης ὑπὲρ Κτησιφῶντος. πόλις δὲ ἦν μεγίστη τῶν ἐν Φωκεῦσι. τοῦ δὲ ῥήτορος πάλιν ἐν ζ Φιλιππικῶν, εἰ γνήσιος, τάδε «ἐν Κασσωπίαι τρεῖς πόλεις, Πανδοσίαν καὶ Βούχετα καὶ Ἐλάτειαν», ῥητέον ὅτι βέλτιον ἐν ἐνίοις γέγραπται διὰ τοῦ ρ Ἐλάτρεια· Θεόπομπος γοῦν ἐν μγ τέτταρας πόλεις φησὶν εἶναι τῶν Κασσωπαίων .... Ἐλάτρειάν τε καὶ Πανδοσίαν καὶ Βιτίαν καὶ Βούχετα.

Οὐαλέριος Ἁρποκρατίων Πανδοσία· Δημοσθένης Φιλιππικοῖς. περὶ τῆς ἁλώσεως τῶν ἐν Κασσωπίαι πόλεων, ὧν ἐστι καὶ Πανδοσία, Θεόπομπος ἐν μγ ἱστόρηκεν.

Οὐαλέριος Ἁρποκρατίων τετραρχία· Δημοσθένης Φιλιππικοῖς. τεττάρων μερῶν ὄντων τῆς Θετταλίας ἕκαστον μέρος τετρὰς ἐκαλεῖτο, καθά φησιν Ἑλλάνικος ἐν τοῖς Θετταλικοῖς ...... καὶ Ἀριστοτέλης δὲ ἐν τῆι κοινῆι Θετταλῶν Πολιτείαι ἐπὶ Ἀλεύα τοῦ πυρροῦ διηιρῆσθαί φησιν εἰς δ μοίρας τὴν Θετταλίαν. .... ὅτι δὲ Φίλιππος καθʼ ἑκάστην τούτων τῶν μοιρῶν ἄρχοντα κατέστησε δεδηλώκασιν ἄλλοι τε καὶ Θεόπομπος ἐν τῆι μδ.

Ἀθήναιος Φίλιππον δέ φησι Θεόπομπος ἐν τῆι τετάρτηι καὶ τεσσαρακοστῆι τῶν Ἱστοριῶν Θρασυδαῖον τὸν Θεσσαλὸν καταστῆσαι τῶν ὁμοεθνῶν τύραννον, μικρὸν μὲν ὄντα τὴν γνώμην, κόλακα δὲ μέγιστον.

Ἀθήναιος ἐν δὲ τῆι τεσσαρακοστῆι πέμπτηι ὁ αὐτὸς περὶ Τιμολάου λέγων τοῦ Θηβαίου φησίν· «οὐκ ὀλίγων γὰρ ἤδη γενομένων ἀσελγῶν περὶ τὸν βίον τὸν καθʼ ἡμέραν καὶ τοὺς πότους οὐδένα νομίζω τῶν ἐν ταῖς πολιτείαις ὄντων οὔτʼ ἀκρατέστερον οὔτε λιχνότερον οὔτε δοῦλον γεγονέναι μᾶλλον τῶν ἡδονῶν, εἰ μή, ὥσπερ εἶπον, Τιμόλαον.»

Στέφανος ὁ Βυζάντιος Χαλία· πόλις Βοιωτίας. Θεόπομπος με· «τὴν δὲ Χαλίαν καὶ τὴν καλουμένην Ὑρίαν, ἥπερ ἐστὶν ἐφεξῆς ἐκείνης, τῆς Βοιωτίας.»

Στέφανος ὁ Βυζάντιος Χαλία· .... τὸ ἐθνικὸν Χάλιος ὁ αὐτός· «ὕστερον δὲ οἱ Χαλκιδεῖς πολεμήσαντες Αἰολεῦσι τοῖς τὴν ἤπειρον ἔχουσι Χαλίοις καὶ Βοιωτοῖς καὶ Ὀρχομενίοις καὶ Θηβαίοις.»

Ἀθήναιος καὶ περὶ τοῦ Χάρητος ἐν τῆι πέμπτηι καὶ τεσσαρακοστῆι φησιν· «Χάρητός τε νωθροῦ τε ὄντος καὶ βραδέος, καίτοι γε καὶ πρὸς τρυφὴν ἤδη ζῶντος· ὅς γε περιήγετο στρατευόμενος αὐλητρίδας καὶ ψαλτρίας καὶ πεζὰς ἑταίρας, καὶ τῶν χρημάτων τῶν εἰσφερομένων εἰς τὸν πόλεμον τὰ μὲν εἰς ταύτην τὴν ὕβριν ἀνήλισκε, τὰ δʼ αὐτοῦ κατέλειπεν Ἀθήνησιν τοῖς τε λέγουσιν καὶ τὰ ψηφίσματα γράφουσιν καὶ τῶν ἰδιωτῶν τοῖς δικαζομένοις. ἐφʼ οἷς ὁ δῆμος ὁ τῶν Ἀθηναίων οὐδεπώποτε ἠγανάκτησεν, ἀλλὰ διὰ ταῦτα καὶ μᾶλλον αὐτὸν ἠγάπα τῶν πολιτῶν. καὶ δικαίως· καὶ γὰρ αὐτοὶ τοῦτον τὸν τρόπον ἔζων, ὥστε τοὺς μὲν νέους ἐν τοῖς αὐλητριδίοις παρὰ ταῖς ἑταίραις διατρίβειν, τοὺς δὲ μικρὸν ἐκείνων πρεσβυτέρους ἐν πότοις καὶ κύβοις καὶ ταῖς τοιαύταις ἀσωτίαις, τὸν δὲ δῆμον ἅπαντα πλείω καταναλίσκειν εἰς τὰς κοινὰς ἑστιάσεις καὶ κρεανομίας ἤπερ εἰς τὴν τῆς πόλεως διοίκησιν.»

Στέφανος ὁ Βυζάντιος Ζηράνιοι· ἔθνος Θράικης. Θεόπομπος με.

Ἀθήναιος Θεόπομπος δʼ ἐν τῆι ἕκτηι καὶ τεσσαρακοστῆι τῶν Φιλιππικῶν «οἱ Ἀρκάδες» φησίν «ἐν ταῖς ἑστιάσεσιν ὑποδέχονται τοὺς δεσπότας καὶ τοὺς δούλους καὶ μίαν πᾶσι τράπεζαν παρασκευάζουσι καὶ τὰ σιτία ταὐτὰ πᾶσιν εἰς τὸ μέσον παρατιθέασι καὶ κρατῆρα τὸν αὐτὸν πᾶσι κιρνᾶσι.»

Ἀθήναιος Θεόπομπος δʼ ἐν τεσσαρακοστῆι ἕκτηι τῶν Ἱστοριῶν «Γέται» φησί «κιθάρας ἔχοντες καὶ κιθαρίζοντες τὰς ἐπικηρυκείας ποιοῦνται.»

τάδε ἔνεστιν ἐν τῆι ἑβδόμηι καὶ τεσσαρακοστῆι τῶν Θεοπόμπου Φιλιππικῶν· τοῦ πρὸς Φίλιππον πολέμου Ἀθηναίοις ἀρχή· καὶ Περίνθου καὶ Βυζαντίου πολιορκία … Θραικῶν τῶν Τετραχωριτῶν καλουμένων· Ἀνγισσοῦ Θραικίας πόλεως ὑπʼ Ἀντιπάτρου κατὰ κράτος ἅλωσις· Ἀντιπάτρωι καὶ Παρμενίωνι περὶ τοὺς Τετραχωρίτας οὖσι ἃ ἔγραψε Φίλιππος ....... των … παν …

Στέφανος ὁ Βυζάντιος Ἀγησσός· πόλις Θράικης, ὡς Θεόπομπος ἐν μζ.

Στέφανος ὁ Βυζάντιος Ἀστακός· πόλις Βιθυνίας ... ἔστι καὶ χώρα Βυζαντίων, ὡς Θεόπομπος ἐν μζ.

Οὐαλέριος Ἁρποκρατίων Καβύλη· Δημοσθένης ἐν η Φιλιππικῶν. χωρίον ἐστὶ τῆς Θράικης, ὥς φησι Θεόπομπός τε ἐν μζ καὶ Ἀναξιμένης ἐν η Φιλιππικῶν.

Στέφανος ὁ Βυζάντιος Δανθαλῆται· ἔθνος Θραικικόν. Θεόπομπος μη.

Δίδυμος ὁ Χαλκέντερος δύο Ἀριστομήδεις εἰσίν, ἕτερος μὲν ὁ Φεραῖος ὁ συμπολεμῶν τοῖς βασιλέως στρατηγοῖς Φιλίππωι, περὶ οὗ ἄλλοι τε καὶ αὐτὸς ὁ Φίλιππος ἐν τῆι πρὸς Ἀθηναίους ἐπιστολῆι διείλεκται καὶ Θεόπομπος ἐν τῆι η καὶ μ τῶν Περὶ Φίλιππον. τῶι Ἀλεξάνδρωι δὲ περὶ Κιλικίαν ἀντιταξάμενος σὺν Δαρείωι εἰς Κύπρον διέδρα, καθά φησιν Ἀναξιμένης ἐν τῆι θ τῶν Περὶ Ἀλέξανδρον.

Στέφανος ὁ Βυζάντιος Μελινοφάγοι· ἔθνος Θράικης. Ξενοφῶν ἐν Ἀναβάσεως ζ καὶ Θεόπομπος ἐν τῶι μθ.

Ἀθήναιος περὶ δὲ τῆς ἀσωτίας καὶ τοῦ βίου Φιλίππου καὶ τῶν ἑταίρων αὐτοῦ ἐν τῆι μθ τῶν Ἱστοριῶν ὁ Θεόπομπος τάδε γράφει· «Φίλιππος ἐπεὶ ἐγκρατὴς πολλῶν ἐγένετο χρημάτων, οὐκ ἀνάλωσεν αὐτὰ ταχέως, ἀλλʼ ἐξέβαλε καὶ ἔρριψε, πάντων ἀνθρώπων κάκιστος ὢν οἰκονόμος οὐ μόνον αὐτός, ἀλλὰ καὶ οἱ περὶ αὐτόν· ἁπλῶς γὰρ οὐδεὶς αὐτῶν ἠπίστατο ζῆν ὀρθῶς οὐδὲ σωφρόνως οἰκεῖν οἰκίαν. τοῦ δʼ αὐτὸς αἴτιος ἦν ἄπληστος καὶ πολυτελὴς ὤν, προχείρως ἅπαντα ποιῶν καὶ κτώμενος καὶ διδούς. στρατιώτης γὰρ ὢν λογίζεσθαι τὰ προσιόντα καὶ τἀναλισκόμενα διʼ ἀσχολίαν οὐκ ἠδύνατο. ἔπειτα δʼ οἱ ἑταῖροι αὐτοῦ ἐκ πολλῶν τόπων ἦσαν συνερρυηκότες· οἱ μὲν γὰρ ἐξ αὐτῆς τῆς χώρας, οἱ δὲ ἐκ Θετταλίας, οἱ δὲ ἐκ τῆς ἄλλης Ἑλλάδος, οὐκ ἀριστίνδην ἐξειλεγμένοι, ἀλλʼ εἴ τις ἦν ἐν τοῖς Ἕλλησιν ἢ τοῖς βαρβάροις λάσταυρος ἢ βδελυρὸς ἢ θρασὺς τὸν τρόπον, οὗτοι σχεδὸν ἅπαντες εἰς Μακεδονίαν ἀθροισθέντες ἑταῖροι Φιλίππου προσηγορεύοντο. εἰ δὲ καὶ μὴ τοιοῦτός τις ὤν ἐληλύθει, ὑπὸ τοῦ βίου καὶ τῆς διαίτης τῆς Μακεδονικῆς ταχέως ἐκείνοις ὅμοιος ἐγίνετο. τὰ μὲν γὰρ οἱ πόλεμοι καὶ αἱ στρατεῖαι, τὰ δὲ καὶ αἱ πολυτέλειαι θρασεῖς αὐτοὺς εἶναι προετρέποντο καὶ ζῆν μὴ κοσμίως ἀλλʼ ἀσώτως καὶ τοῖς ληισταῖς παραπλησίως.»

Πολύβιος εἰ δέ τις ἀναγνῶναι βουληθείη τὴν ἀρχὴν τῆς ἐνάτης καὶ τετταρακοστῆς αὐτῶι βύβλου, παντάπασιν ἂν θαυμάσαι τὴν ἀτοπίαν τοῦ συγγραφέως, ὅς γε χωρὶς τῶν ἄλλων τετόλμηκε καὶ ταῦτα λέγειν—αὐταῖς γὰρ λέξεσιν αἷς ἐκεῖνος κέχρηται κατατετάχαμεν· «εἰ γάρ τις ἦν ἐν τοῖς Ἕλλησιν ἢ τοῖς βαρβάροις» φησί «λάσταυρος ἢ θρασὺς τὸν τρόπον, οὗτοι πάντες εἰς Μακεδονίαν ἀθροιζόμενοι πρὸς Φίλιππον ἑταῖροι τοῦ βασιλέως προσηγορεύοντο. καθόλου γὰρ ὁ Φίλιππος τοὺς μὲν κοσμίους τοῖς ἤθεσι καὶ τῶν ἰδίων βίων ἐπιμελουμένους ἀπεδοκίμαζε, τοὺς δὲ πολυτελεῖς καὶ ζῶντας ἐν μέθαις καὶ κύβοις ἐτίμα καὶ προῆγεν. τοιγαροῦν οὐ μόνον ταῦτʼ ἔχειν αὐτοὺς παρεσκεύαζεν, ἀλλὰ καὶ τῆς ἄλλης ἀδικίας καὶ βδελυρίας ἀθλητὰς ἐποίησεν. τί γὰρ τῶν αἰσχρῶν ἢ δεινῶν αὐτοῖς οὐ προσῆν, ἢ τί τῶν καλῶν καὶ σπουδαίων οὐκ ἀπῆν; ὧν οἱ μὲν ξυρόμενοι καὶ λεαινόμενοι διετέλουν ἄνδρες ὄντες, οἱ δʼ ἀλλήλοις ἐτόλμων ἐπανίστασθαι πώγωνας ἔχουσι. καὶ περιήγοντο μὲν δύο καὶ τρεῖς τοὺς ἑταιρευομένους, αὐτοὶ δὲ τὰς αὐτὰς ἐκείνοις χρήσεις ἑτέροις παρείχοντο. ὅθεν καὶ δικαίως ἄν τις αὐτοὺς οὐχ ἑταίρους ἀλλʼ ἑταίρας ὑπελάμβανεν εἶναι οὐδὲ στρατιώτας ἀλλὰ χαμαιτύπους προσηγόρευσεν· ἀνδροφόνοι γὰρ τὴν φύσιν ὄντες ἀνδρόπορνοι τὸν τρόπον ἦσαν. ἁπλῶς δʼ εἰπεῖν, ἵνα παύσωμαι» φησί «μακρολογῶν, ἄλλως τε καὶ τοσούτων μοι πραγμάτων ἐπικεχυμένων, ἡγοῦμαι τοιαῦτα θηρία γεγονέναι καὶ τοιούτους τὸν τρόπον τοὺς φίλους καὶ τοὺς ἑταίρους Φιλίππου προσαγορευθέντας οἵους οὔτε τοὺς Κενταύρους τοὺς τὸ Πήλιον κατασχόντας οὔτε τοὺς Λαιστρυγόνας τοὺς τὸ Λεοντίνων πεδίον οἰκήσαντας οὔτʼ ἄλλους οὐδʼ ὁποίους.»

Ἀθήναιος ἱστορεῖ δὲ περὶ ἑκατέρου Θεόπομπος ἐν μὲν τῆι ἐνάτηι καὶ τεσσαρακοστῆι γράφων οὕτως·

«Φίλιππος τοὺς μὲν κοσμίους τὰ ἤθη καὶ τοὺς τῶν ἰδίων ἐπιμελουμένους ἀπεδοκίμαζε, τοὺς δὲ πολυτελεῖς καὶ ζῶντας ἐν κύβοις καὶ πότοις ἐπαινῶν ἐτίμα.

τοιγαροῦν οὐ μόνον αὐτοὺς τοιαῦτʼ ἔχειν παρεσκεύαζεν, ἀλλὰ καὶ τῆς ἄλλης ἀδικίας καὶ βδελυρίας ἀθλητὰς ἐποίησεν. τί γὰρ τῶν αἰσχρῶν ἢ δεινῶν αὐτοῖς οὐ προσῆν, ἢ τί τῶν καλῶν καὶ σπουδαίων οὐκ ἀπῆν; οὐχ οἱ μὲν ξυρούμενοι καὶ λεαινόμενοι διετέλουν ἄνδρες ὄντες, οἱ δʼ ἀλλήλοις ἐτόλμων ἐπανίστασθαι πώγωνας ἔχουσι; καὶ περιήγοντο μὲν δύο καὶ τρεῖς ἑταιρουμένους, αὐτοὶ δὲ τὰς αὐτὰς ἐκείνοις χρήσεις ἑτέροις παρεῖχον. ὅθεν δικαίως ἄν τις αὐτοὺς οὐχ ἑταίρους ἀλλʼ ἑταίρας ὑπέλαβεν οὐδὲ στρατιώτας ἀλλὰ χαμαιτύπας προσηγόρευσεν· ἀνδροφόνοι γὰρ τὴν φύσιν ὄντες ἀνδρόπορνοι τὸν τρόπον ἦσαν. πρὸς δὲ τούτοις ἀντὶ μὲν τοῦ νήφειν τὸ μεθύειν ἠγάπων, ἀντὶ δὲ τοῦ κοσμίως ζῆν ἁρπάζειν καὶ φονεύειν ἐζήτουν. καὶ τὸ μὲν ἀληθεύειν καὶ ταῖς ὁμολογίαις ἐμμένειν οὐκ οἰκεῖον αὑτῶν ἐνόμιζον, τὸ δʼ ἐπιορκεῖν καὶ φενακίζειν ἐν τοῖς σεμνοτάτοις ὑπελάμβανον. καὶ τῶν μὲν ὑπαρχόντων ἠμέλουν, τῶν δὲ ἀπόντων ἐπεθύμουν, καὶ ταῦτα μέρος τι τῆς Εὐρώπης ἔχοντες. οἴομαι γὰρ τοὺς ἑταίρους οὐ πλείονας ὄντας κατʼ ἐκεῖνον τὸν χρόνον ὀκτακοσίων οὐκ ἐλάττω καρπίζεσθαι γῆν ἢ μυρίους τῶν Ἑλλήνων τοὺς τὴν ἀρίστην καὶ πλείστην χώραν κεκτημένους.»

Δημήτριος ὁ Φαληρεύς ἐκλύει γὰρ τὴν δεινότητα ἡ περὶ αὐτὰ τερθρεία καὶ φροντίς. δῆλον δʼ ἡμῖν τοῦτο ποιεῖ Θεόπομπος· κατηγορῶν γὰρ τῶν Φιλίππου φίλων φησίν «ἀνδροφόνοι δὲ τὴν φύσιν ὄντες ἀνδρόπορνοι τὸν τρόπον ἦσαν» καὶ «ἐκαλοῦντο μὲν ἑταῖροι, ἦσαν δὲ ἑταῖραι.»

Στέφανος ὁ Βυζάντιος Καρὸς κῆποι· χωρίον Θράικης. Θεόπομπος ν. τὸ ἐθνικὸν Καροκηπίτης, ὡς αὐτός.

Ἀθήναιος ἐν δὲ τῆι πεντηκοστῆι ὁ Θεόπομπος περὶ Μηθυμναίων τάδε λέγει· «καὶ τὰ μὲν ἐπιτήδεια προσφερομένους πολυτελῶς, μετὰ τοῦ κατακεῖσθαι καὶ πίνειν, ἔργον δʼ οὐδὲν ἄξιον τῶν ἀναλωμάτων ποιοῦντας. ἔπαυσεν οὖν αὐτοὺς τούτων Κλεομένης ὁ τύραννος, ὁ καὶ τὰς μαστροποὺς τὰς εἰθισμένας προαγωγεύειν τὰς ἐλευθέρας γυναῖκας καὶ τρεῖς ἢ τέτταρας τὰς ἐπιφανέστατα πορνευομένας ἐνδήσας εἰς σάκκους καταποντίσαι τισὶν προστάξας.»

Οὐαλέριος Ἁρποκρατίων, Σοῦδα σκιράφια· .... σκιράφια ἔλεγον τὰ κυβευτήρια, ἐπειδὴ διέτριβον ἐν Σκίρωι οἱ κυβεύοντες, ὡς Θεόπομπος ἐν τῆι ν ὑποσημαίνει.

Στέφανος ὁ Βυζάντιος Κράνεια· χωρίον Ἀμβρακιωτῶν. Θεόπομπος να.

Οὐαλέριος Ἁρποκρατίων Ἱερώνυμος· .... ἕτερος δʼ ἐστὶν Ἱερώνυμος Μεγαλοπολίτης, οὗ μνημονεύει Δημοσθένης ἐν τῶι κατʼ Αἰσχίνου. ὅτι δʼ οὗτος ἦν τῶν μακεδονιζόντων μάλιστα καὶ Θεόπομπος εἴρηκεν ἐν τῆι να.

Οὐαλέριος Ἁρποκρατίων, Σοῦδα Μύρτις· Δημοσθένης ἐν τῶι ὑπὲρ Κτησιφῶντος καταλέγων τοὺς προδεδωκότας ἑκάστην πόλιν φησίν· «Ἀργείους Μύρτις, Τελέδαμος, Μνασέας». Θεόπομπος δʼ ἐν τῆι να Πασέαν καὶ Ἀμυρταῖον ὀνομάζει τῶν Ἀργείων τοὺς μακεδονίζοντας. ἰδεῖν οὖν εἰ γραφικά ἐστιν ἁμαρτήματα.

Ἀθήναιος ἐν δὲ τῆι δευτέραι καὶ πεντηκοστῆι φησὶν ὡς Ἀρχίδαμος ὁ Λάκων ἀποστὰς τῆς πατρίου διαίτης συνηθίσθη ξενικῶς καὶ μαλακῶς· διόπερ οὐκ ἠδύνατο τὸν οἴκοι βίον ὑπομένειν, ἀλλʼ ἐσπούδαζεν αἰεὶ διʼ ἀκρασίαν ἔξω διατρίβειν. καὶ Ταραντίνων πρεσβευσαμένων περὶ συμμαχίας ἔσπευσε συνεξελθεῖν αὐτοῖς βοηθός· κἀκεῖ γενόμενος καὶ ἐν τῶι πολέμωι ἀποθανὼν οὐδὲ ταφῆς κατηξιώθη, καίτοι Ταραντίνων πολλὰ χρήματα ὑποσχομένων τοῖς πολεμίοις ὑπὲρ τοῦ ἀνελέσθαι αὐτοῦ τὸ σῶμα.

Ἀθήναιος περὶ δὲ τῶν Ταραντίνων ἱστορῶν ἐν τῆι δευτέραι καὶ πεντηκοστῆι τῶν Ἱστοριῶν γράφει οὕτως· «ἡ πόλις ἡ τῶν Ταραντίνων σχεδὸν καθʼ ἕκαστον μῆνα … βουθυτεῖ καὶ δημοσίας ἑστιάσεις ποιεῖται. τὸ δὲ τῶν ἰδιωτῶν πλῆθος αἰεὶ περὶ συνουσίας καὶ πότους ἐστί. λέγουσι δὲ καί τινα τοιοῦτον λόγον οἱ Ταραντῖνοι, τοὺς μὲν ἄλλους ἀνθρώπους διὰ τὸ φιλοπονεῖσθαι καὶ περὶ τὰς ἐργασίας διατρίβειν παρασκευάζεσθαι ζῆν, αὐτοὺς δὲ διὰ τὰς συνουσίας καὶ τὰς ἡδονὰς οὐ μέλλειν, ἀλλʼ ἤδη βιῶναι.»

Στέφανος ὁ Βυζάντιος Βαρήτιον· χωρίον πρὸς τῶι Ἀδρίαι. Θεόπομπος νβ.

Σοῦδα φρουρήσεις ἐν Ναυπάκτωι· τοῖς Ναύπακτον φρουροῦσιν ὀλίγου μισθοῦ διδομένου, τῶν δʼ ἐπιτηδείων πολλοῦ πιπρασκομένων, τὴν παροιμίαν γενέσθαι. ἔνιοι δὲ ὅτι Φίλιππος ἑλὼν Ναύπακτον Ἀχαιῶν γνώμηι τοὺς φρουροὺς αὐτῆς ἀπέκτεινε πάντας. ἱστορεῖ δὲ τοῦτο καὶ Θεόπομπος ἐν ν δευτέρωι.

Ζηνόβιος ὁ Σοφιστής φρουρῆσαι ἐν Ναυπάκτωι· Φιλίππου Ναύπακτον ἑλόντος Ἀχαιοὶ τοὺς φρουροὺς ἀπέσφαξαν καὶ Παυσανίαν τὸν ἄρχοντα τῆς φρουρᾶς ἀπέκτειναν, ὥς φησι Θεόπομπος.

Ἀθήναιος ἐν δὲ τῆι τρίτηι καὶ πεντηκοστῆι περὶ τῶν ἐν Χαιρωνείαι γενομένων εἰπὼν καὶ ὡς ἐπὶ δεῖπνον ἐκάλεσε τοὺς παραγενομένους τῶν Ἀθηναίων πρέσβεις φησίν· «ὁ δὲ Φίλιππος ἀποχωρησάντων ἐκείνων εὐθέως μετεπέμπετό τινας τῶν ἑταίρων, καλεῖν δʼ ἐκέλευε τὰς αὐλητρίδας καὶ Ἀριστόνικον τὸν κιθαρωιδὸν καὶ Δωρίωνα τὸν αὐλητὴν καὶ τοὺς ἄλλους τοὺς εἰθισμένους αὐτῶι συμπίνειν· περιήγετο γὰρ πανταχοῦ τοὺς τοιούτους ὁ Φίλιππος καὶ κατασκευασάμενος ἦν ὄργανα πολλὰ συμποσίου καὶ συνουσίας. ὢν γὰρ φιλοπότης καὶ τὸν τρόπον ἀκόλαστος καὶ βωμολόχους εἶχε περὶ αὑτὸν συχνοὺς καὶ τῶν περὶ τὴν μουσικὴν ὄντων καὶ τῶν τὰ γέλοια λεγόντων. πιὼν δὲ τὴν νύκτα πᾶσαν καὶ μεθυσθεὶς πολὺ καὶ πατάξας ἀφεὶς ἅπαντας τοὺς ἄλλους ἀπαλλάττεσθαι ἤδη πρὸς ἡμέραν ἐκώμαζεν ὡς τοὺς πρέσβεις τοὺς τῶν Ἀθηναίων.»

Ἀθήναιος ὁ Θεόπομπος δὲ ἐν τῆι πεντηκοστῆι τετάρτηι τῶν Ἱστοριῶν κατὰ τὴν Φιλίππου φησὶν ἀρχὴν περὶ τὴν Βισαλτίαν καὶ Ἀμφίπολιν καὶ Γραιστωνίαν τῆς Μακεδονίας ἔαρος μεσοῦντος τὰς μὲν συκᾶς σῦκα, τὰς δʼ ἀμπέλους βότρυς, τὰς δʼ ἐλαίας ἐν ὧι χρόνωι βρύειν εἰκὸς ἦν αὐτὰς ἐλαίας ἐνεγκεῖν, καὶ εὐτυχῆσαι πάντα Φίλιππον.

Στέφανος ὁ Βυζάντιος Γαστρωνία· χώρα Μακεδονίας. Θεόπομπος νδ.

Στέφανος ὁ Βυζάντιος Καρύα· χωρίον τῆς Λακωνικῆς. Θεόπομπος νε.

Στέφανος ὁ Βυζάντιος Τρικάρανον· φρούριον τῆς Φλιασίας. Θεόπομπος νε.

Ἀθήναιος Θεόπομπος δὲ ἐν τῆι ἕκτηι καὶ πεντηκοστῆι τῶν Ἱστοριῶν Ξενοπείθειαν τὴν Λυσανδρίδου μητέρα πασῶν τῶν κατὰ Πελοπόννησον γυναικῶν γεγονέναι καλλίονα. ἀπέκτειναν δὲ αὐτὴν Λακεδαιμόνιοι καὶ τὴν ἀδελφὴν αὐτῆς Χρύσην, ὅτε καὶ τὸν Λυσανδρίδαν ἐχθρὸν ὄντα Ἀγησίλαος ὁ βασιλεὺς καταστασιάσας φυγαδευθῆναι ἐποίησεν ὑπὸ Λακεδαιμονίων.

Στέφανος ὁ Βυζάντιος Αἰγείρουσσα· πόλις τῆς Μεγαρίδος, ὡς Στράβων. λέγεται καὶ Αἴγειρος, ὡς Θεόπομπος νϛ.

Στέφανος ὁ Βυζάντιος Ἀλέα· πόλις Ἀρκαδίας. Θεόπομπος νϛ.

Στέφανος ὁ Βυζάντιος Εὔγεια· χωρίον Ἀρκαδίας. Θεόπομπος νϛ.

Στέφανος ὁ Βυζάντιος Λύκαια· πόλις Ἀρκαδίας. Θεόπομπος νϛ. παρὰ δὲ Μενελάωι Λύκαιθα μετὰ τοῦ θ.

Στέφανος ὁ Βυζάντιος Μεσσαπέαι· χωρίον Λακωνικῆς. τὸ ἐθνικὸν Μεσσαπεεύς· οὕτω γὰρ ὁ Ζεὺς ἐκεῖ τιμᾶται. Θεόπομπος νζ.

Οὐαλέριος Ἁρποκρατίων στεφανῶν τοὺς νενικηκότας· Δημοσθένης ἐν τῶι κατʼ Αἰσχίνου ἀντὶ τοῦ τιμῶν .... καὶ παρʼ ἄλλοις ἐπὶ ταύτης τῆς ἐννοίας τὸ στεφανοῦν, ὡς παρά τε Θεοπόμπωι ἐν νζ καὶ Μενάνδρωι ἐν Αὑτὸν πενθοῦντι.

Ἀθήναιος Θεόπομπος δὲ ἐν τῶι Περὶ τῶν συληθέντων ἐκ Δελφῶν χρημάτων Ἀσώπιχόν φησι τὸν Ἐπαμινώνδου ἐρώμενον τὸ Λευκτρικὸν τρόπαιον ἐντετυπωμένον ἔχειν ἐπὶ τῆς ἀσπίδος καὶ θαυμαστῶς αὐτὸν κινδυνεύειν ἀνακεῖσθαί τε τὴν ἀσπίδα ταύτην ἐν Δελφοῖς ἐν τῆι στοᾶι.

Ἀθήναιος ἐν δὲ τῶι αὐτῶι συγγράμματι Θεόπομπος φιλογύναιον μέν φησι γεγονέναι Φάυλλον τὸν Φωκέων τύραννον, φιλόπαιδα δὲ Ὀνόμαρχον· καὶ ἐκ τῶν τοῦ θεοῦ χαρίσασθαι τοῦτον εἰς Δελφοὺς παραγενομένωι … τῶι Πυδοδώρου τοῦ Σικυωνίου υἱῶι ἀποκειρομένωι τὴν κόμην, ὄντι καλῶι συγγενόμενον τὰ Συβαριτῶν ἀναθήματα, στλεγγίδια χρυσᾶ τέσσαρα· τῆι Δεινιάδου δὲ αὐλητρίδι Βρομιάδι … Φάυλλος καρχήσιον ἀργυροῦν Φωκαέων καὶ στέφανον χρυσοῦν κιττοῦ Πεπαρηθίων. «αὕτη δέ» φησί «καὶ ἔμελλε τὰ Πύθια αὐλεῖν, εἰ μὴ ὑπὸ τοῦ πλήθους ἐκωλύθη. τῶι δὲ Λυκόλα τῶι τοῦ Τριχονείου υἱῶι Φυσκίδαι ὄντι καλῶι Ὀνόμαρχος ἔδωκεν» φησί «στέφανον χρυσοῦν δάφνης, Ἐφεσίων ἀνάθημα. οὗτος ὁ παῖς πρὸς Φίλιππον ἀχθεὶς ὑπὸ τοῦ πατρὸς κἀκεῖ προαγωγευόμενος οὐδὲν λαβὼν ἀπεστάλη. τῶι Ἐπιλύκου τοῦ Ἀμφιπολίτου υἱῶι ὄντι καλῶι Δαμίππωι … Πλεισθένους ἀνάθημα Ὀνόμαρχος ἔδωκε. Φαρσαλίαι τῆι Θεσσαλίδι ὀρχηστρίδι δάφνης στέφανον χρυσοῦν Φιλόμηλος ἔδωκε Λαμψακηνῶν ἀνάθημα. αὕτη ἡ Φαρσαλία ἐν Μεταποντίωι ὑπὸ τῶν ἐν τῆι ἀγορᾶι μάντεων, γενομένης φωνῆς ἐκ τῆς δάφνης τῆς χαλκῆς, ἣν ἔστησαν Μεταποντῖνοι κατὰ τὴν Ἀριστέα τοῦ Προκονησίου ἐπιδημίαν, ὅτʼ ἔφησεν ἐξ Ὑπερβορέων παραγεγονέναι, ὡς τάχιστα ὤφθη εἰς τὴν ἀγορὰν ἐμβαλοῦσα, ἐμμανῶν γενομένων τῶν μάντεων διεσπάσθη ὑπʼ αὐτῶν. καὶ τῶν ἀνθρώπων ὕστερον ἀναζητούντων τὴν αἰτίαν εὑρέθη διὰ τὸν τοῦ θεοῦ στέφανον ἀνηιρημένη.»

Ἀθήναιος ἐν δὲ τῶι ἐπιγραφομένωι τοῦ Θεοπόμπου συγγράμματι Περὶ τῶν ἐκ Δελφῶν συληθέντων χρημάτων «Χάρητι» φησί «τῶι Ἀθηναίωι διὰ Λυσάνδρου τάλαντα ἑξήκοντα, ἀφʼ ὧν ἐδείπνισεν Ἀθηναίους ἐν τῆι ἀγορᾶι θύσας τὰ ἐπινίκια τῆς γενομένης μάχης πρὸς τοὺς Φιλίππου ξένους· ὧν ἡγεῖτο μὲν Ἀδαῖος ὁ Ἀλεκτρυὼν ἐπικαλούμενος.»

Δίδυμος ὁ Χαλκέντερος ὁ δʼ αὐτὸς ἐν τῆι Πρὸς Φίλιππον ἐπιστολῆι καὶ ἣν παρεσκεύαστο παρὰ τοῖς Ἕλλησι δόξαν ἱστορεῖ· « … ρ … λως δὲ χαρίεις καὶ φιλόμουσος γεγονώς· καὶ βάρβαρος μὲν ὢν μετὰ τῶν Πλατωνείων φιλοσοφεῖ, δοῦλος δὲ γενόμενος ἀδηφάγοις ζεύγεσιν ἐν ταῖς πανηγύρεσιν ἀγωνίζεται, σκοπέλους δὲ καὶ μικρὰ χωρία κεκτημένος ἔτυχε μὲν τῆς τῶν εὐέκτων δόξης, τὴν δὲ πόλιν τὴν Ἠλείων ἐπαγγέλλειν πρὸς αὐτὸν τὴν ἐκεχειρίαν ἔπεισεν … ἐκείνου τε ὀρ … ζ … ε …

Ἀθήναιος Θεόπομπος δʼ ὁ Χῖος ἐν ταῖς Πρὸς Ἀλέξανδρον συμβουλαῖς περὶ Θεοκρίτου τοῦ πολίτου τὸν λόγον ποιούμενός φησιν: «ἐξ ἀργυρωμάτων δὲ καὶ χρυσῶν πίνει καὶ τοῖς σκεύεσιν χρῆται τοῖς ἐπὶ τῆς τραπέζης ἑτέροις τοιούτοις, ὁ πρότερον οὐχ ὅπως ἐξ ἀργυρωμάτων ἔχων πίνειν ἀλλʼ οὐδὲ χαλκῶν, ἀλλʼ ἐκ κεραμέων καὶ τούτων ἐνίοτε κολοβῶν.»

Ἀθήναιος Θεόπομπος δʼ ἐν τῆι Πρὸς Ἀλέξανδρον ἐπιστολῆι τὴν Ἁρπάλου διαβάλλων ἀκολασίαν φησίν· «ἐπίσκεψαι δὲ καὶ διάκουσον σαφῶς παρὰ τῶν ἐκ Βαβυλῶνος ὃν τρόπον Πυθιονίκην περιέστειλεν τελευτήσασαν, ἣ Βακχίδος μὲν ἦν δούλη τῆς αὐλητρίδος, ἐκείνη δὲ Σινώπης τῆς Θράιττης τῆς ἐξ Αἰγίνης Ἀθήναζε μετενεγκαμένης τὴν πορνείαν, ὥστε γίνεσθαι μὴ μόνον τρίδουλον ἀλλὰ καὶ τρίπορνον αὐτήν. ἀπὸ πλειόνων δὲ ταλάντων ἢ διακοσίων δύο μνήματα κατεσκεύασεν αὐτῆς· ὃ καὶ πάντες ἐθαύμαζον, ὅτι τῶν μὲν ἐν Κιλικίαι τελευτησάντων ὑπὲρ τῆς σῆς βασιλείας καὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας οὐδέπω νῦν οὔτε ἐκεῖνος οὔτʼ ἄλλος οὐδεὶς τῶν ἐπιστατῶν κεκόσμηκε τὸν τάφον, Πυθιονίκης δὲ τῆς ἑταίρας φανήσεται τὸ μὲν Ἀθήνησι, τὸ δʼ ἐν Βαβυλῶνι μνῆμα πολὺν ἤδη χρόνον ἐπιτετελεσμένον. ἣν γὰρ πάντες ἤιδεσαν ὀλίγης δαπάνης κοινὴν τοῖς βουλομένοις γιγνομένην, ταύτης ἐτόλμησεν ὁ φίλος εἶναι σοῦ φάσκων ἱερὸν καὶ τέμενος ἱδρύσασθαι καὶ προσαγορεῦσαι τὸν ναὸν καὶ τὸν βωμὸν Πυθιονίκης Ἀφροδίτης, ἅμα τῆς τε παρὰ θεῶν τιμωρίας καταφρονῶν καὶ τὰς σὰς τιμὰς προπηλακίζειν ἐπιχειρῶν.»

Ἀθήναιος φησὶν Θεόπομπος ἐν τοῖς Περὶ τῆς Χίας ἐπιστολῆς, ὅτι μετὰ τὸν τῆς Πυθιονίκης θάνατον ὁ Ἅρπαλος μετεπέμψατο τὴν Γλυκέραν Ἀθήνηθεν, ἣν καὶ ἐλθοῦσαν οἰκεῖν ἐν τοῖς βασιλείοις τοῖς ἐν Ταρσῶι καὶ προσκυνεῖσθαι ὑπὸ τοῦ πλήθους βασίλισσαν προσαγορευομένην· ἀπειρῆσθαί τε πᾶσι μὴ στεφανοῦν Ἅρπαλον, ἐὰν μὴ καὶ Γλυκέραν στεφανῶσιν. ἐν Ῥωσσῶι δὲ καὶ εἰκόνα χαλκῆν αὐτῆς ἱστάναι τολμῆσαι παρʼ αὐτὴν τὴν Ἀλεξάνδρου καὶ τὴν ἑαυτοῦ.

Ἀθήναιος μετὰ δὲ τὴν Πυθιονίκης τελευτὴν ὁ Ἅρπαλος Γλυκέραν μετεπέμψατο καὶ ταύτην ἑταίραν, ὡς ὁ Θεόπομπος ἱστορεῖ, φάσκων ἀπειρηκέναι τὸν Ἅρπαλον μὴ στεφανοῦν ἑαυτόν, εἰ μή τις στεφανώσειε καὶ τὴν πόρνην. «ἔστησέν τε εἰκόνα χαλκῆν τῆς Γλυκέρας ἐν Ῥωσσῶι τῆς Συρίας, οὗπερ καὶ σὲ καὶ αὑτὸν ἀνατιθέναι μέλλει, παρέδωκέν τε αὐτῆι κατοικεῖν ἐν τοῖς βασιλείοις τοῖς ἐν Ταρσῶι καὶ ὁρᾶι ὑπὸ τοῦ λαοῦ προσκυνουμένην καὶ βασίλισσαν προσαγορευομένην καὶ ταῖς ἄλλαις δωρεαῖς τιμωμένην, αἷς πρέπον ἦν τὴν σὴν μητέρα καὶ τὴν σοὶ συνοικοῦσαν.»

Αἴλιος Θέων ὁ σοφιστής ἔχομεν δὲ καὶ Ἰσοκράτους μὲν τὰ ἐγκώμια, Πλάτωνος δὲ καὶ Θουκυδίδου καὶ Ὑπερίδου καὶ Λυσίου τοὺς ἐπιταφίους, καὶ Θεοπόμπου τὸ Φιλίππου ἐγκώμιον καὶ Ἀλεξάνδρου, καὶ Ξενοφῶντος τὸν Ἀγησίλαον.

Αἴλιος Θέων ὁ σοφιστής χρήσιμον δὲ καὶ τὸ εἰκάζειν ἐκ τῶν παρεληλυθότων τὰ μέλλοντα .... ὡς Θεόπομπος ἐν τῶι Φιλίππου ἐγκωμίωι, ὅτι εἰ βουληθείη Φίλιππος τοῖς αὐτοῖς ἐπιτηδεύμασιν ἐμμεῖναι, καὶ τῆς Εὐρώπης πάσης βασιλεύσει

Ἀθήναιος καὶ γὰρ Θεόπομπος ὁ Χῖος ἐν τῶι Κατὰ τῆς Πλάτωνος διατριβῆς «τοὺς πολλούς» φησί «τῶν διαλόγων αὐτοῦ ἀχρείους καὶ ψευδεῖς ἄν τις εὕροι, ἀλλοτρίους δὲ τοὺς πλείους, ὄντας ἐκ τῶν Ἀριστίππου διατριβῶν, ἐνίους δὲ κἀκ τῶν Ἀντισθένους, πολλοὺς δὲ κἀκ τῶν Βρύσωνος τοῦ Ἡρακλεώτου.»

Ἀμμώνιος ὁ Γραμματικός διαπολιτεύεσθαι καὶ ἀντιπολιτεύεσθαι διαφέρει. διαπολιτεύεσθαι μὲν γὰρ λέγουσι τοὺς ἐκ τῆς αὐτῆς πόλεως, ἀντιπολιτεύεσθαι δὲ τοὺς ἐξ ἑτέρας διʼ ἑτέρας ἀντιδιαστατοῦντας ἀλλήλοις. Θεόπομπος δὲ καὶ τοὺς ἐν μιᾶι πόλει φιλοτιμουμένους πρὸς ἀλλήλους ἀντιπολιτεύεσθαι ἔφη.

Ψευδο-Λογγῖνος «δεινὸς ὤν» φησίν «ὁ Φίλιππος ἀναγκοφαγῆσαι τὰ πράγματα.»

ὁμοίως καὶ ὁ Θεόπομπος ὑπερφυῶς σκευάσας τὴν τοῦ Πέρσου κατάβασιν ἐπʼ Αἴγυπτον ὀνοματίοις τισὶ τὰ ὅλα διέβαλεν. «ποία γὰρ πόλις ἢ ποῖον ἔθνος τῶν κατὰ τὴν Ἀσίαν οὐκ ἐπρεσβεύετο πρὸς βασιλέα; τί δὲ τῶν ἐκ τῆς γῆς γεννωμένων ἢ τῶν κατὰ τέχνην ἐπιτελουμένων καλῶν ἢ τιμίων οὐκ ἐκομίσθη δῶρον ὡς αὐτόν; οὐ πολλαὶ μὲν καὶ πολυτελεῖς στρωμναὶ καὶ χλανίδες, τὰ μὲν ἁλουργῆ, τὰ δὲ ποικιλτά, τὰ δὲ λευκά, πολλαὶ δὲ σκηναὶ χρυσαῖ κατεσκευασμέναι πᾶσι τοῖς χρησίμοις, πολλαὶ δὲ καὶ ξυστίδες καὶ κλῖναι πολυτελεῖς; ἔτι δὲ καὶ κοῖλος ἄργυρος καὶ χρυσὸς ἀπειργασμένος καὶ ἐκπώματα καὶ κρατῆρες, ὧν τοὺς μὲν λιθοκολλήτους, τοὺς δʼ ἄλλως ἀκριβῶς καὶ πολυτελῶς εἶδες ἂν ἐκπεπονημένους. πρὸς δὲ τούτοις ἀναρίθμητοι μὲν ὅπλων μυριάδες τῶν μὲν Ἑλληνικῶν, τῶν δὲ βαρβαρικῶν, ὑπερβάλλοντα δὲ τὸ πλῆθος ὑποζύγια καὶ πρὸς κατακοπὴν ἱερεῖα σιτευτά, καὶ πολλοὶ μὲν ἀρτυμάτων μέδιμνοι, πολλοὶ δὲ καὶ σάκοι βυβλίων καὶ τῶν ἄλλων ἁπάντων τῶν χρησίμων πρὸς τὸν βίον· τοσαῦτα δὲ κρέα τεταριχευμένα παντοδαπῶν ἱερείων, ὡς σωροὺς αὐτῶν γενέσθαι τηλικούτους, ὥστε τοὺς προσιόντας πόρρωθεν ὑπολαμβάνειν ὄχθους εἶναι καὶ λόφους ἀντωθουμένους.»

Ἀθήναιος καὶ Θεόπομπος δέ φησι· «πολλοὶ μὲν ἀρτυμάτων μέδιμνοι, πολλοὶ δὲ σάκκοι βιβλίων καὶ τῶν ἄλλων ἁπάντων τῶν χρησίμων πρὸς τὸν βίον.»

Λεξικὰ Σεγουηριανά γειτονιᾶν· ἀντὶ τοῦ γειτνιᾶν. Θεόπομπος Φιλιππικοῖς. καὶ γειτονεῖν.

Λεξικὰ Σεγουηριανά κατᾶραι· ἀντὶ τοῦ ἐλθεῖν. Θεόπομπος.

Ἀντίγονος ὁ Καρύστιος Θεόπομπος δέ φησιν κατὰ τοὺς ἐν Θράικηι Χαλκιδεῖς εἶναί τινα τόπον τοιοῦτον, εἰς ὃν ὅ τι μὲν τῶν ἄλλων ζώιων εἰσέλθηι, πάλιν ἀπαθὲς ἀπέρχεται, τῶν δὲ κανθάρων οὐδεὶς διαφεύγει, κύκλωι δὲ στρεφόμενοι τελευτῶσιν αὐτοῦ· διὸ δὴ καὶ τὸ χωρίον ὀνομάζεσθαι Κανθαρόλεθρον.

Ἀντίγονος ὁ Καρύστιος ἐν δὲ Κράννωνι τῆς Θετταλίας δύο φασὶν μόνον εἶναι κόρακας· διὸ καὶ ἐπὶ τῶν προξενιῶν τῶν ἀναγραφομένων τὸ παράσημον τῆς πόλεως — καθάπερ ἐστὶν ἔθιμον πᾶσι προσπαρατιθέναι — ὑπογράφονται δύο κόρακες ἐφʼ ἁμαξίου χαλκοῦ, διὰ τὸ μηδέ ποτε πλείους τούτων ὦφθαι. ἡ δὲ ἅμαξα προσπαράκειται διὰ τοιαύτην αἰτίαν—ξένον γὰρ ἴσως ἂν καὶ τοῦτο φανείη—· ἔστιν αὐτοῖς ἅμαξα ἀνακειμένη χαλκῆ, ἣν ὅταν αὐχμὸς ἦι σείοντες ὕδωρ αἰτοῦνται τὸν θεὸν, καί φασι γίνεσθαι. τούτου δέ τι ἰδιώτερον ὁ Θεόπομπος λέγει· φησὶν γὰρ ἕως τούτου διατρίβειν αὐτοὺς ἐν τῆι Κράννωνι ἕως ἂν τοὺς νεοττοὺς ἐκνεοττεύσωσιν, τοῦτο δὲ ποιήσαντας τοὺς μὲν νεοττοὺς καταλείπειν, αὐτοὺς δὲ ἀπιέναι.

Στέφανος ὁ Βυζάντιος Κραννών ..... πόλις Ἀθαμανίας, ἀπὸ Κράννωνος τοῦ Πελασγοῦ. ἐν ταύτηι δύο κόρακας εἶναί φασι μόνους, ὡς Καλλίμαχος ἐν τοῖς Θαυμασίοις καὶ Θεόπομπος. ὅταν δὲ ἄλλους ἐκνεοσσεύσωσιν, ἴσους αὐτοὺς καταλιπόντες ἀπέρχονται

Ἀντίγονος ὁ Καρύστιος περὶ δὲ τὴν τῶν Ἀγριέων Θραικῶν χώραν φησὶν ποταμὸν προσαγορευόμενον Πόντον καταφέρειν λίθους ἀνθρακώδεις, τούτους δὲ κάεσθαι μέν, πᾶν δὲ τοὐναντίον πάσχειν τοῖς ἐκ τῶν ξύλων ἀνθρακευομένοις· ὑπὸ μὲν γὰρ τῶν ῥιπίδων πνευματιζομένους σβέννυσθαι, τῶι δὲ ὕδατι ῥαινομένους βέλτιον κάεσθαι, τὴν δʼ ὀσμὴν αὐτῶν οὐδὲν ὑπομένειν ἑρπετόν.

Στέφανος ὁ Βυζάντιος Ἀγρίαι· ... ἔθνος Παιονίας μεταξὺ Αἵμου καὶ Ῥοδόπης. παρὰ Πολυβίωι δὲ διὰ τοῦ α .... λέγονται καὶ Ἀγράιοι τετρασυλλάβως καὶ Ἀγριεῖς, ὡς Θεόπομπος.

Ἀντίγονος ὁ Καρύστιος τὴν δʼ ἐν Λούσοις κρήνην, καθάπερ παρὰ τοῖς Λαμψακηνοῖς, ἔχειν ἐν ἑαυτῆι μῦς ὁμοίους τοῖς κατοικιδίοις· ἱστορεῖν δὲ ταῦτα Θεόπομπον.

Θεόπομπον δέ φησιν γράφειν τῆς μὲν ἐν Κίγχρωψιν τοῖς Θραιξὶν τὸν ἀπογευσάμενον τελευτᾶν εὐθύς.

Παραδοξογράφος Βατικανός Θεόπομπος κρήνην ἐν Θράικηι λέγει εἶναι, ἐξ ἧς οἱ λουσάμενοι μεταλλάττουσι τὸν βίον.

Ἀνώνυμος ὁ Παράδοξογράφος ὁ Φλωρεντινός Θεόπομπος ἱστορεῖ κρήνην ἐν Χρωψὶ τῆς Θράικης, ἐξ ἧς τοὺς λουσαμένους παραχρῆμα μεταλλάσσειν.

Ἀντίγονος ὁ Καρύστιος ἐν Σκοτούσσηι δʼ εἶναι κρηνίδιον οὐ μόνον ἀνθρώπων ἕλκη, ἀλλὰ καὶ βοσκημάτων ὑγιάζειν δυνάμενον· κἂν ξύλον δὲ σχίσας ἢ θραύσας ἐμβάληις, συμφύειν.

Ἀντίγονος ὁ Καρύστιος ἐκ δὲ τῆς περὶ Χαονίαν, ὅταν ἀφεψηθῆι τὸ ὕδωρ, ἅλας γίνεσθαι.

περὶ δὲ Θεσπρωτοὺς ἐκ τῆς γῆς ἄνθρακας ὀρύττεσθαι δυναμένους κάεσθαι Θεόπομπόν φησιν

τοὺς δὲ περὶ τὸν Ἀδρίαν ἐνοικοῦντας Ἐνετοὺς Θεόπομπον φάσκειν κατὰ τὸν σπόρου καιρὸν τοῖς κολοιοῖς ἀποστέλλειν δῶρα, ταῦτα δʼ εἶναι ψαιστὰ καὶ μάζας. προθέντας δὲ τοὺς ταῦτα κομίζοντας ἀποχωρεῖν, τῶν δὲ ὀρνέων τὸ μὲν πλῆθος ἐπὶ τοῖς ὁρίοις μένειν τῆς χώρας συνηθροισμένον, δύο δʼ ἢ τρεῖς προσπτάντας καὶ καταμαθόντας ἀφίπτασθαι πάλιν καθαπερεί τινας πρέσβεις ἢ κατασκόπους. ἐὰν μὲν οὖν τὸ πλῆ …

Κλαύδιος Αἰλιανός Θεόπομπος λέγει τοὺς περὶ τὸν Ἀδρίαν οἰκοῦντας Ἐνετούς, ὅταν ἀρότου καὶ σπόρου ἦι ὥρα, τοῖς κολοιοῖς ἀποστέλλειν δῶρα· εἴη δʼ ἂν τὰ δῶρα ψαιστὰ ἄττα καὶ μεμαγμέναι μάζαι καλῶς τε καὶ εὖ. βούλεται δʼ ἄρα ἡ τῶνδε τῶν δώρων πρόθεσις μειλίγματα τοῖς κολοιοῖς εἶναι καὶ σπονδῶν ὁμολογίαι, ὡς ἐκείνους τὸν καρπὸν τὸν Δημήτρειον μὴ ἀνορύττειν καταβληθέντα ἐς τὴν γῆν μηδὲ παρεκλέγειν. Λύκος δʼ ἄρα καὶ ταῦτα μὲν ὁμολογεῖ, καὶ ἐκεῖνα δὲ ἐπὶ τούτοις προστίθησι … καὶ φοινικοῦς ἱμάντας τὴν χρόαν, καὶ τοὺς μὲν προθέντας ταῦτα εἶτα ἀναχωρεῖν. καὶ τὰ μὲν τῶν κολοιῶν νέφη τῶν ὅρων ἔξω καταμένειν, δύο δὲ ἄρα ἢ τρεῖς προηιρημένους κατὰ τοὺς πρέσβεις τοὺς ἐκ τῶν πόλεων πέμπεσθαι κατασκεψομένους τῶν ξενίων τὸ πλῆθος· οἵπερ οὖν ἐπανίασι θεασάμενοι καὶ καλοῦσιν αὐτούς, ἧι πεφύκασιν οἱ μὲν καλεῖν, οἱ δὲ ὑπακούειν. ἔρχονται μὲν οὖν κατὰ νέφη. ἐὰν δὲ γεύσωνται τῶν προειρημένων, ἴσασιν οἱ Ἐνετοὶ ὅτι ἄρα αὐτοῖς πρὸς τοὺς ὄρνιθας τοὺς προειρημένους ἔνσπονδά ἐστιν· ἐὰν δὲ ὑπερίδωσι καὶ ἀτιμάσαντες ὡς εὐτελῆ μὴ γεύσωνται, πεπιστεύκασιν οἱ ἐπιχώριοι ὅτι τῆς ἐκείνων ὑπεροψίας ἐστὶν αὐτοῖς λιμὸς τὸ τίμημα. ἄγευστοι γὰρ ὄντες οἱ προειρημένοι καὶ ἀδέκαστοί γε ὡς εἰπεῖν ἐπιπέτονταί τε ταῖς ἀρούραις καὶ τό γε πλεῖστον τῶν κατεσπαρμένων συλῶσι πικρότατά γε ἐκεῖνοι σὺν τῶι θυμῶι καὶ ἀνορύττοντες καὶ ἀνιχνεύοντες.

Ἀρριανός τὸ δʼ ἐξαπατῶν τοὺς πολλοὺς τοῦτʼ ἔστιν, ὅπερ καὶ Θεόπομπον τὸν ῥήτορα, ὅπου καὶ Πλάτωνι ἐγκαλεῖ ἐπὶ τῶι βούλεσθαι ἕκαστα ὁρίζεσθαι. τί γὰρ λέγει; «οὐδεὶς ἡμῶν πρὸ σοῦ ἔλεγεν ἀγαθὸν ἢ δίκαιον; ἢ μὴ παρακολουθοῦντες τί ἐστι τούτων ἕκαστον ἀσήμως καὶ κενῶς ἐφθεγγόμεθα τὰς φωνάς;»

Ἀθήναιος Θεόπομπος ἐν ιζ Φιλιππικῶν δέ φησι παρὰ Χίοις πρώτοις γενέσθαι τὸν μέλανα οἶνον, καὶ τὸ φυτεύειν δὲ καὶ θεραπεύειν ἀμπέλους Χίους πρώτους μαθόντας παρʼ Οἰνοπίωνος τοῦ Διονύσου, ὃς καὶ συνώικισε τὴν νῆσον, τοῖς ἄλλοις ἀνθρώποις μεταδοῦναι.

Ἀθήναιος ὅτι Θεόπομπος ὁ Χῖος τὴν ἄμπελον ἱστορεῖ εὑρεθῆναι ἐν Ὀλυμπίαι παρὰ τὸν Ἀλφειόν. καὶ ὅτι τῆς Ἠλείας τόπος ἐστὶν ἀπέχων ὀκτὼ στάδια, ἐν ὧι οἱ ἐγχώριοι κατακλείοντες τοῖς Διονυσίοις χαλκοῦς λέβητας τρεῖς κενοὺς παρόντων τῶν ἐπιδημούντων ἀποσφραγίζονται καὶ ὕστερον ἀνοίγοντες εὑρίσκουσιν οἴνου πεπληρωμένους.

Ἀθήναιος Θεόπομπος δέ φησι περὶ τὸν Ἐριγῶνα ποταμὸν ὀξὺ εἶναι ὕδωρ καὶ τοὺς πίνοντας αὐτὸ μεθύσκεσθαι καθὰ καὶ τοὺς τὸν οἶνον.

Ἀντίγονος ὁ Καρύστιος ἐν δὲ Λυγκησταῖς Θεόπομπον φάσκειν τι εἶναι ὕδωρ ὀξύ, τοὺς δὲ ἐκ τούτου πίνοντας ὥσπερ ἐπὶ τῶν οἴνων ἀλλοιοῦσθαι. καὶ τοῦθʼ ὑπὸ πλειόνων μαρτυρεῖται.

Παραδοξογράφος Βατικανός Θεόπομπος ἐν Λυγκησταῖς φησὶν εἶναι ὕδωρ ὀξύ, ὃ τοὺς πίνοντας μεθύσκει.

Ἀνώνυμος ὁ Παράδοξογράφος ὁ Φλωρεντινός Θεόπομπος ἐν Λυγκήστωι φησὶ πηγὴν εἶναι, τῆι μὲν γεύσει ὀξίζουσαν, τοὺς δὲ πίνοντας μεθύσκεσθαι ὡς ἀπὸ οἴνου.

Ἀθήναιος Περδίκκας τοίνυν πρὸ Ἀρχελάου βασιλεύει, ὡς μὲν ὁ Ἀκάνθιός φησιν Νικομήδης, ἔτη μα, Θεόπομπος δὲ λε, Ἀναξιμένης μ, Ἱερώνυμος κη, Μαρσύας δὲ καὶ Φιλόχορος κγ.

Ἀθήναιος ἀλλʼ οὐκ Ἀρκαδίων ὁ Ἀχαιὸς κόλαξ ἦν, περὶ οὗ ὁ αὐτὸς ἱστορεῖ Θεόπομπος καὶ Δοῦρις ἐν πέμπτηι Μακεδονικῶν οὗτος δὲ ὁ Ἀρκαδίων μισῶν τὸν Φίλιππον ἑκούσιον ἐκ τῆς πατρίδος φυγὴν ἔφυγεν. ἦν δʼ εὐφυέστατος καὶ πλείους ἀποφάσεις αὐτοῦ μνημονεύονται. ἔτυχεν δʼ οὖν ποτε ἐν Δελφοῖς ἐπιδημοῦντος Φιλίππου παρεῖναι καὶ τὸν Ἀρκαδίωνα· ὃν θεασάμενος ὁ Μακεδὼν καὶ προσκαλεσάμενος «μέχρι τίνος φεύξηι», φησίν «Ἀρκαδίων»; καὶ ὅς· «ἔς τʼ ἂν τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι Φίλιππον».

Ἀθήναιος ἣν ὁ μὲν Πύθιος ἑστίαν τῆς Ἑλλάδος ἀνεκήρυξε, πρυτανεῖον δὲ Ἑλλάδος ὁ δυσμενέστατος Θεόπομπος, ὁ φήσας ἐν ἄλλοις πλήρεις εἶναι τὰς Ἀθήνας Διονυσοκολάκων καὶ ναυτῶν καὶ λωποδυτῶν, ἔτι δὲ ψευδομαρτύρων καὶ συκοφαντῶν καὶ ψευδοκλητήρων.

Ἀθήναιος κἀν ἄλλωι δὲ μέρει τῆς ἱστορίας γράφει· «Φίλιππος ἦν τὰ μὲν φύσει μανικὸς καὶ προπετὴς ἐπὶ τῶν κινδύνων, τὰ δὲ διὰ μέθην· ἦν γὰρ πολυπότης καὶ πολλάκις μεθύων ἐξεβοήθει.»

Ἀθήναιος φιλοπότας δὲ καὶ μεθύσους καταλέγει Θεόπομπος Διονύσιον τὸν νεώτερον Σικελίας τύραννον, ὃν καὶ τὰς ὄψεις ὑπὸ τοῦ οἴνου διαφθαρῆναι.

Κλαύδιος Αἰλιανός λέγει δὲ Θεόπομπος ὑπὸ τῆς ἀκρατοποσίας τῆς ἄγαν αὐτὸν διαφθαρῆναι τὰς ὄψεις, ὡς ἀμυδρὸν βλέπειν· ἀποκαθῆσθαι δὲ ἐν τοῖς κουρείοις καὶ γελωτοποιεῖν.

Ἀθήναιος περὶ δὲ τὴν Μολοσσίδα οἱ βόες ὑπερφυῆ ἱστοροῦνται κέρατα ἔχειν· περὶ ὧν τῆς κατασκευῆς Θεόπομπος ἱστορεῖ.

Ἀθήναιος νόμιμόν ἐστιν ἀρχαῖον ἐν Κορίνθωι, ὡς καὶ Χαμαιλέων ὁ Ἡρακλεώτης ἱστορεῖ ἐν τῶι Περὶ Πινδάρου ὅταν ἡ πόλις εὔχηται περὶ μεγάλων τῆι Ἀφροδίτηι, συμπαραλαμβάνεσθαι πρὸς τὴν ἱκετείαν τὰς ἑταίρας ὡς πλείστας, καὶ ταύτας προσεύχεσθαι τῆι θεῶι καὶ ὕστερον ἐπὶ τοῖς ἱεροῖς παρεῖναι. καὶ ὅτε δὴ ἐπὶ τὴν Ἑλλάδα τὴν στρατείαν ἦγεν ὁ Πέρσης ὡς καὶ Θεόπομπος ἱστορεῖ καὶ Τίμαιος ἐν τῆι ἑβδόμηι αἱ Κορίνθιαι ἑταῖραι εὔξαντο ὑπὲρ τῆς τῶν Ἑλλήνων σωτηρίας εἰς τὸν τῆς Ἀφροδίτης ἐλθοῦσαι νεών. διὸ καὶ Σιμωνίδης ἀναθέντων τῶν Κορινθίων πίνακα τῆι θεῶι τὸν ἔτι καὶ νῦν διαμένοντα καὶ τὰς ἑταίρας ἰδίαι γραψάντων τὰς τότε ποιησαμένας τὴν ἱκετείαν καὶ ὕστερον παρούσας συνέθηκε τόδε τὸ ἐπίγραμμα: Αἵδʼ ὑπὲρ Ἑλλήνων τε καὶ εὐθυμάχων πολιητᾶν ἐστάθεν εὔχεσθαι Κύπριδι δαιμονίαι· οὐ γὰρ τοξοφόροισιν ἐμήσατο δῖʼ Ἀφροδίτα Πέρσαις Ἑλλάνων ἀκρόπολιν προδόμεν.

Πινδαρικὴ ὑπόμνησις Θεόπομπος δέ φησι καὶ τὰς γυναῖκας αὐτῶν εὔξασθαι τῆι Ἀφροδίτηι ἔρωτα ἐμπεσεῖν τοῖς ἀνδράσιν αὐτῶν μάχεσθαι ὑπὲρ τῆς Ἑλλάδος τοῖς Μήδοις, εἰσελθούσας εἰς τὸ ἱερὸν τῆς Ἀφροδίτης, ὅπερ ἱδρύσασθαι τὴν Μήδειαν λέγουσιν Ἥρας προσταξάσης. εἶναι δὲ καὶ νῦν ἀναγεγραμμένον ἐλεγεῖον εἰσιόντι εἰς τὸν ναὸν ἀριστερᾶς χειρός· Αἵδʼ ὑπὲρ Ἑλλάνων τε καὶ ἀγχεμάχων πολιητᾶν ἔστασαν εὐχόμεναι Κύπριδι δαιμονίαι. οὐ γὰρ τοξοφόροισιν ἐβούλετο δῖʼ Ἀφροδίτα Μήδοις Ἑλλάνων ἀκρόπολιν δόμεναι.

Κλήμης ὁ Ἀλεξανδρεύς Θεόπομπος γράφει· «εἰ μὲν γὰρ ἦν τὸν κίνδυνον τὸν παρόντα διαφυγόντας ἀδεῶς διάγειν τὸν ἐπίλοιπον χρόνον, οὐκ ἂν ἦν θαυμαστὸν φιλοψυχεῖν· νῦν δὲ τοσαῦται κῆρες τῶι βίωι παραπεφύκασιν ὥστε τὸν ἐν ταῖς μάχαις θάνατον αἱρετώτερον εἶναι δοκεῖν.»

Δημήτριος ὁ Φαληρεύς Θεόπομπος τὰς ἐν τῶι Πειραιεῖ αὐλητρίας καὶ τὰ πορνεῖα καὶ τοὺς αὐλοῦντας καὶ ἄιδοντας καὶ ὀρχουμένους

Δίδυμος ὁ Χαλκέντερος αὐτίκα γὰρ οἱ μὲν ἐπὶ τῶι βελτίστωι μνημονεύουσι τἀνδρός οἱ δὲ πάλιν ἐπὶ τῶι φαυλοτάτωι· ὧν εἰσὶν ἄλλοι τε καὶ Θεόπομπος ἐν τῆι ἕκτηι καὶ … ακοστῆι τῶν Περὶ Φίλιππον. οὑτωσὶ γὰρ γράφει· «ὥρμησε δὲ Ἑρμείας ἐπὶ ταύτην τὴν ὁδὸν εὐνοῦχος ὢν καὶ διεφθορὼς τὸ εἶδος διὰ καυτῆρα … τρίτον δὲ ἐπʼ ἀδικίαι … συγγενόμενος τῶι κυρίωι νοσοῦντι, ἔλαβεν … Ἀσσὸν τὸν ἐκείνου πύργον καὶ Ἀταρνέα καὶ τὸ χωρίον τὸ πλησίον ἅπαν, κρατῶν ἀδικώτατα καὶ κακουργότατα. καὶ τοῖς δὲ φίλοις καὶ τοῖς ἄλλοις διετέλεσε προφερόμενος ὠμότατα· τὸν μὲν γὰρ φαρμάκοις, τὸν δὲ βρόχωι διεχρήσατο. καὶ τῆς χώρας, ἧς Χῖοι καὶ Μιτυληναῖοι ἐπίσκοπον αὐτὸν καθίστασαν, ἐκείνων ἀξιούντων οὐκ ἤθελε μετὰ τῶν ἀμίσθων στρατευμάτων προστατεύειν. καὶ προεπηλάκισε πλείστους Ἰώνων· ἀργυρώνητος γὰρ ὢν καὶ καθεζόμενος ἐπὶ τράπεζαν ἀργυραμοιβικὴν καὶ συγκείμενος πᾶς ἐκ συμφορῶν οὐχ ἡσυχίαν ἦγεν, ἀλλʼ ἐκτενῶς θησαυρίζων ἅμα τὸ πρέπον διαβάλλων πλείστους ἠδίκησε, πολλῶν δὲ … ησε … τυγχάνειν ἐπεχείρησε, παρʼ ἐνίους δὲ συνε … τας … τὰς ὑστάτας οὔσας πολιτείας κατάγειν προείλετο. οὐ μὴν ἀθῶιός γε διέφυγεν οὐδὲ κατώρθωσεν πᾶσιν ἀσεβῆ καὶ πονηρὸν αὑτὸν παρασχών, ἀλλά ποτε ἀνάσπαστος ὡς βασιλέα γενόμενος καὶ εὐθὺς … τῶι σώματι λύμας παρυπομείνας ἀνασταυρωθεὶς τὸν βίον ἐτελεύτησεν.»

Δίδυμος ὁ Χαλκέντερος ἐξήφθη δʼ ὁ πρὸς τὸν Μακεδόνα πόλεμος Ἀθηναίων καὶ διὰ τἆλλα μὲν ὅσα Φίλιππος εἰρήνην προσποιούμενος ἄγειν ἐπλημμέλει περὶ τῶν … Ἀθηναίων, μάλιστα δʼ ἡ ἐπὶ τὸ Βυζάντιον καὶ Πέρινθον αὐτοῦ στρατεία αὐτοὺς παρώξυνε. ταύτας δὲ τὰς πόλεις ἐφιλοτιμεῖτο παραστήσασθαι δυοῖν ἕνεκα, τοῦ τε ἀφελέσθαι τὴν σιτοπομπίαν τῶν Ἀθηναίων καὶ ἵνα μὴ πόλεις ἔχωσιν ἐπιθαλαττίους ναυτικῶι προύχοντες ὁρμητήρια καὶ καταφυγὰς τοῦ πρὸς αὐτὸν πολέμου, ὅτε δὴ καὶ τὸ παρανομώτατον ἔργον διεπράξατο τὰ ἐφʼ Ἱερῶι πλοῖα τῶν ἐμπόρων καταγαγών, ὡς μὲν ὁ Φιλόχορος λ πρὸς τοῖς διακοσίοις, ὡς δʼ ὁ Θεόπομπος ρπ, ἀφʼ ὧν ἑπτακόσια τάλαντα ἤθροισε.

Διόδωρος ὁ Σικελιώτης οἱ δὲ περὶ τὸν Ἔφορον καὶ Θεόπομπον μάλιστα πάντων εἰς ταῦτʼ ἐπιταθέντες ἥκιστα τῆς ἀληθείας ἐπέτυχον.

Λαέρτιος Διογένης καὶ ἐτελεύτα μὲν ὃν εἴπομεν τρόπον Φιλίππου βασιλεύοντος ἔτος τρισκαιδέκατον, καθὰ καὶ Φαβωρῖνός φησιν Ἀπομνημονευμάτων γ ὑφʼ οὗ καὶ ἐπιτιμηθῆναί φησιν αὐτὸν Θεόπομπος.

τοῦτον μόνον ἐκ πάντων Σωκρατικῶν Θεόπομπος ἐπαινεῖ καί φησι δεινόν τε εἶναι καὶ διʼ ὁμιλίας ἐμμελοῦς ὑπαγαγέσθαι πάνθʼ ὁντινοῦν.

Διονύσιος ὁ Ἁλικαρνασσεύς τὰ περὶ τοῦ δράκοντος τοῦ διαναυμαχήσαντος πρὸς τὴν τριήρη.

Οὐαλέριος Ἁρποκρατίων Ἀρτεμισία· .... ἡ δὲ νεωτέρα, ἧς ὁ Δημοσθένης θυγάτηρ μὲν ἦν Ἑκατόμνω, γυνὴ δὲ καὶ ἀδελφὴ Μαυσώλου, ἥν φησι Θεόπομπος φθινάδι νόσωι ληφθεῖσαν διὰ τὴν λύπην τὴν ἐπὶ τοῦ ἀνδρὸς καὶ ἀδελφοῦ Μαυσώλου ἀποθανεῖν.

Οὐαλέριος Ἁρποκρατίων Θρόνιον· Αἰσχίνης ἐν τῶι παραπρεσβείας. πόλις ἐστὶ τῆς Λοκρίδος Θρόνιον, ὡς Θεόπομπος ἐν τῆι …

Οὐαλέριος Ἁρποκρατίων Μαύσωλος .... ἄρχων Καρῶν. φησὶ δὲ αὐτὸν Θεόπομπος μηδενὸς ἀπέχεσθαι πράγματος χρημάτων ἕνεκα.

Οὐαλέριος Ἁρποκρατίων ὁμηρεύοντας· .... ὅμηροι δέ εἰσιν οἱ ἐπὶ συμβάσει διδόμενοι· ὁμηρῆσαι γὰρ τὸ συμβαλεῖν· Ὅμηρος «ὡμήρησε δέ μοι παρʼ ἑταίρων ἄγγελος ἐλθών.» Θεόπομπος δὲ ὁμηρεῖν φησι παρὰ τοῖς ἀρχαίοις λέγεσθαι τὸ ἀκολουθεῖν· τοὺς οὖν ἐπʼ ἀκολουθίαι τῶν ὁμολογουμένων διδομένους ἐντεῦθεν ὁμήρους φησὶ λέγεσθαι.

Οὐαλέριος Ἁρποκρατίων Τιλφώσσαιον· Δημοσθένης κατʼ Αἰσχίνου. ὄρος ἐστὶ μικρὸν ἀπέχον τῆς λίμνης τῆς Κωπαίδος, ὡς Θεόπομπος ἐν ταῖς Φιλιππικαῖς.

Ἡσύχιος ὁ Ἀλεξανδρεύς Βισύρας· ἥρως Θρᾶιξ. Θεόπομπος δὲ Χερσοννησίτην λέγει.

Ἡσύχιος ὁ Ἀλεξανδρεύς Δονάκταν· τὸν Ἀπόλλωνα. Θεόπομπος.

Ἡσύχιος ὁ Ἀλεξανδρεύς ζειρά· οἱ μὲν εἶδος χιτῶνος, οἱ δὲ ζώνην. βέλτιον δὲ ἄλλο τι ἐπιβόλαιον κατὰ τῶν ὤμων φορούμενον, ἐοικὸς ἐφαπτίδι· καὶ Ἡρόδοτος μαρτυρεῖ ἐν ζ καὶ Θεόπομπος ὁ Χῖος.

ἁμὲς δὲ θεωροῦντες τοὺς γράψαντας τὸμ πόλεμον τὸμ Μελιακὸν καὶ τὰν διαίρεσιν τᾶς χώρας τοὺς μὲν ἄλλους πάντας φαμένους ἐκ τᾶς διαιρέσιος λαχόντας Σαμίους Φύγελα, καίπερ ὄντας τέσσερας μὲν Σαμίους Οὐλιάδην καὶ Ὀλύμπιχον καὶ Δοῦριν καὶ Εὐάγωνα, δύο δὲ Ἐφεσίους Κρεώφυλον καὶ Εὐάλκη, Χῖον δὲ τὸν Θεόπομπον, οὓς πάντας ἐν ταῖς ἱστορίαις εὑρίσκομεν κατακεχωρικότας διότι ἔλαχον Σάμιοι Φύγελα.

Ἰώσηπος ὁ ἱστορικός καὶ γὰρ ἐθνῶν τινες καὶ τῶν ἐνδοξοτάτων πόλεων ῥυπαίνειν τὴν εὐγένειαν καὶ τὰς πολιτείας ἐπεχείρησαν λοιδορεῖν, Θεόπομπος μὲν τὴν Ἀθηναίων, τὴν δὲ Λακεδαιμονίων Πολυκράτης.

ὅτι δὲ ἀπέστη Κότυος Φιλόχορος δεδήλωκεν ἐν τῆι ε τῆς Ἀτθίδος. ὅτι δὲ ὑπὸ Κερσοβλέπτου ἁλοὺς Μιλτοκύθης ἐτελεύτησεν, φησὶ καὶ Θεόπομπος ἐν τῆι … τῶν Φιλιππικῶν λέγων οὕτως· «ὁρμώμενος δʼ ἐκ τῆς πόλεως … ξενολογήσας διὰ τοῦ Ἡρακλείδου καὶ Πύθωνος τῶν Ἀρχελάου παίδων, τὸ μὲν πρῶτον ἐκράτει τῶι πολέμωι καὶ τῶν ἐπὶ … ἔλαβεν καὶ τὴν χώραν ἐπέδραμεν κακοποιῶν καὶ πορθῶν ἅπασαν τ … π … ρ … εν … Σμικυθίωνος στρατιώτας … ωρ … λαβεῖν καὶ ω … τον … τρω … ἀπῆχθαι … πρὸς τὸν Κερσοβλέπτην ἄνδρα καὶ π———.

καὶ Θεόπομπος δʼ ἐν … τὰ παραπλήσια ἱστορεῖ τούτοις Ξενοφῶν δὲ κτλ.

Λεξικὰ Σεγουηριανά αὐτοβοεί· τὸ παραχρῆμα συντελεσθῆναι ἐν πολεμικοῖς ἔργοις, οἷον ταχέως καὶ ἅμα τῶι πολεμικῶι ἀλαλαγμῶι. οὕτω Θουκυδίδης. παρὰ Θεοπόμπωι δὲ ἀντὶ τοῦ κατὰ κράτος.

Ψευδο-Λουκιανός Τήρης δὲ Ὀδρυσῶν βασιλεύς, καθά φησι Θεόπομπος, δύο καὶ ἐνενήκοντα ἐτῶν ἐτελεύτησεν.

Αἴλιος Μοίρης ὁ Ἀττικιστής κατωνάκη· τοῖς εἰς χρόνον φεύγουσιν ὅτε κατίοιεν νάκους τι τοῖς ἱματίοις προσερράπτετο, ὡς καὶ Θεόπομπος· «ἠναγκάσθησαν δὲ ὑπὸ τῶν τυράννων, ἵνα μὴ κατίωσιν εἰς ἄστυ, κατωνάκην φορεῖν.»

Παυσανίας Ἀρχιδάμου δὲ τοῦ Ἀγησιλάου βασιλεύοντος κατέλαβον τὸ ἱερὸν Φωκεῖς τὸ ἐν Δελφοῖς. Θηβαίοις μὲν δὴ πολεμεῖν τοῖς Φωκεῦσιν ἀφίκετο μὲν καὶ ἰδίαι συμμαχικὰ ἐπὶ χρήμασιν, ἀπὸ δὲ κοινοῦ λόγου Λακεδαιμόνιοί τε καὶ Ἀθηναῖοί σφισιν ἤμυνον, οἱ μὲν ἀρχαίαν δή τινα ἐκ τῶν Φωκέων μνημονεύοντες εὐεργεσίαν, Λακεδαιμόνιοι δὲ προφάσει μὲν καὶ οὗτοι φιλίας, κατὰ ἔχθος δὲ ἐμοὶ δοκεῖν τὸ Θηβαίων. Θεόπομπος δὲ ὁ Δαμασιστράτου τόν τε Ἀρχίδαμον μετασχεῖν τῶν χρημάτων αὐτὸν καὶ ἔτι Δεινίχαν τὴν Ἀρχιδάμου γυναῖκα παρὰ τῶν δυναστευόντων ἐν Φωκεῦσιν ἔφη λαμβάνουσαν δωρεὰν ἑτοιμότερον ποιεῖν σφισιν ἐς τὴν συμμαχίαν Ἀρχίδαμον. τὸ μὲν δὴ χρήματα ἱερὰ δέξασθαι ... οὐκ ἐς ἔπαινον τίθεμαι, τοσοῦτον δέ οἱ πρόσεστιν ἐς ἔπαινον· Δελφῶν γὰρ τούς τε ἡβῶντας ἀποκτεῖναι καὶ γυναῖκας καὶ τέκνα ἐξανδραποδίσασθαι, καταβαλεῖν δὲ καὶ αὐτὴν ἐς ἔδαφος τὴν πόλιν ἐτόλμων οἱ Φωκεῖς· ταῦτα οὖν μὴ παθεῖν ὑπὸ τῶν Φωκέων αὐτοὺς παρηιτήσατο Ἀρχίδαμος. διέβη δὲ καὶ ἐς Ἰταλίαν ὕστερον Ταραντίνοις βαρβάρων πόλεμον συνδιοίσων σφίσιν ὁμόρων· καὶ ἀπέθανέ τε αὐτόθι ὑπὸ τῶν βαρβάρων καὶ αὐτοῦ τὸν νεκρὸν ἁμαρτεῖν τάφου τὸ μήνιμα ἐγένετο ἐμποδὼν τὸ ἐκ τοῦ Ἀπόλλωνος.

Φώτιος ἀμφισβητήσιμον· Πλάτων καὶ Θεόπομπος. ἀμφισβητήτου δὲ Θουκυδίδης.

Φώτιος κιλικισμόν· Θεόπομπος ὁ ἱστορικὸς τὸν ἐκ παρανομίας φόνον λέγει.

Φώτιος τὸ νῦν εἶναι· παρέλκει τὸ εἶναι. Θεόπομπος.

Πλούταρχος καὶ καθʼ ὁδὸν ὢν σκυτάλην δέχεται παρὰ τῶν οἴκοι τελῶν κελεύουσαν ἄρχειν αὐτὸν ἅμα καὶ τοῦ ναυτικοῦ· τοῦτο μόνωι πάντων ὑπῆρξεν Ἀγησιλάωι. καὶ μέγιστος μὲν ἦν ὁμολογουμένως καὶ τῶν τότε ζώντων ἐπιφανέστατος, ὡς εἴρηκέ που καὶ Θεόπομπος, ἑαυτῶι γε μὴν ἐδίδου διʼ ἀρετὴν φρονεῖν μεῖζον ἢ διὰ τὴν ἡγεμονίαν.

Πλούταρχος παρῆν εἰς τὴν Λακωνικὴν .... διήρπαζον ἄχρι τοῦ ποταμοῦ καὶ τῆς πόλεως, μηδενὸς ἐπεξιόντος. ὁ γὰρ Ἀγησίλαος οὐκ εἴα πρὸς τοσοῦτον, ὥς φησι Θεόπομπος, ῥεῦμα καὶ κλύδωνα πολέμου μάχεσθαι τοὺς Λακεδαιμονίους.

ἀναχωρῆσαι δὲ τοὺς Θηβαίους ἐκ τῆς Λακωνικῆς οἱ μὲν ἄλλοι λέγουσι χειμώνων γενομένων καὶ τῶν Ἀρκάδων ἀρξαμένων ἀπιέναι καὶ διαρρεῖν ἀτάκτως, τρεῖς μῆνας ἐμμεμενηκότας ὅλους καὶ τὰ πλεῖστα τῆς χώρας διαπεπορθηκότας· Θεόπομπος δέ φησιν, ἤδη τῶν βοιωταρχῶν ἐγνωκότων ἀπαίρειν, ἀφικέσθαι πρὸς αὐτοὺς Φρίξον ἄνδρα Σπαρτιάτην παρʼ Ἀγησιλάου δέκα τάλαντα κομίζοντα τῆς ἀναχωρήσεως μισθόν, ὥστε τὰ πάλαι δεδογμένα πράττουσιν αὐτοῖς ἐφόδιον παρὰ τῶν πολεμίων προσπεριγενέσθαι. τοῦτο μὲν οὖν οὐκ οἶδʼ ὅπως ἠγνόησαν οἱ ἄλλοι, μόνος δʼ ὁ Θεόπομπος ἤισθετο. τοῦ δὲ σωθῆναι τὴν Σπάρτην τότε πάντες αἴτιον ὁμολογοῦσι γενέσθαι τὸν Ἀγησίλαον, ὅτι τῶν ἐμφύτων αὐτῶι παθῶν φιλοτιμίας καὶ φιλονικίας ἀποστὰς ἐχρήσατο τοῖς πράγμασιν ἀσφαλῶς.

Πλούταρχος ἃ δὲ Δοῦρις .... προστίθησι τούτοις ..... οὔτε Θεόπομπος οὔτʼ Ἔφορος οὔτε Ξενοφῶν γέγραφεν ......

Πλούταρχος Δημοσθένης ὁ πατὴρ Δημοσθένους ἦν μὲν τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν, ὡς ἱστορεῖ Θεόπομπος, ἐπεκαλεῖτο δὲ μαχαιροποιός, ἐργαστήριον ἔχων μέγα καὶ δούλους τεχνίτας τοὺς τοῦτο πράττοντας.

ὅθεν οὐκ οἶδʼ ὅπως παρέστη Θεοπόμπωι λέγειν αὐτὸν ἀβέβαιον τῶι τρόπωι γεγονέναι καὶ μήτε πράγμασι μήτʼ ἀνθρώποις πολὺν χρόνον τοῖς αὐτοῖς ἐπιμένειν δυνάμενον. φαίνεται γὰρ εἰς ἣν ἀπʼ ἀρχῆς τῶν πραγμάτων μερίδα καὶ τάξιν αὑτὸν ἐν τῆι πολιτείαι κατέστησε, ταύτην ἄχρι τέλους διαφυλάξας καὶ οὐ μόνον ἐν τῶι βίωι μὴ μεταβαλόμενος, ἀλλὰ καὶ τὸν βίον ἐπὶ τῶι μὴ μεταβαλέσθαι προέμενος.

Πλούταρχος ἱστορεῖ δὲ καὶ Θεόπομπος ὅτι τῶν Ἀθηναίων ἐπί τινα προβαλλομένων αὐτὸν κατηγορίαν, εἶθʼ ὡς οὐχ ὑπήκουε, θορυβούντων, ἀναστὰς εἶπεν· «ὑμεῖς ἐμοί, ὦ ἄνδρες Ἀθηναῖοι, συμβούλωι μέν, κἂν μὴ θέλητε, χρήσεσθε, συκοφάντηι δʼ οὐδʼ ἂν θέλητε».

οὐ μὴν ἀλλʼ ἐπεὶ Φίλιππος ὑπὸ τῆς περὶ τὴν Ἄμφισσαν εὐτυχίας ἐπαιρόμενος εἰς τὴν Ἐλάτειαν ἐξαίφνης ἐνέπεσε καὶ τὴν Φωκίδα κατέσχεν, ἐκπεπληγμένων τῶν Ἀθηναίων καὶ μηδενὸς τολμῶντος ἀναβαίνειν ἐπὶ τὸ βῆμα μηδʼ ἔχοντος ὅ τι χρὴ λέγειν, ἀλλʼ ἀπορίας οὔσης ἐν μέσωι καὶ σιωπῆς, παρελθὼν μόνος ὁ Δημοσθένης συνεβούλευε τῶν Θηβαίων ἔχεσθαι· καὶ τἆλλα παραθαρρύνας καὶ μετεωρίσας, ὥσπερ εἰώθει, ταῖς ἐλπίσι τὸν δῆμον ἀπεστάλη πρεσβευτὴς μεθʼ ἑτέρων εἰς Θήβας. ἔπεμψε δὲ καὶ Φίλιππος, ὡς Μαρσύας φησίν, Ἀμύνταν μὲν καὶ Κλέαρχον Μακεδόνας, Δάοχον δὲ Θεσσαλὸν καὶ Θρασυδαῖον ἀντεροῦντας. τὸ μὲν οὖν συμφέρον οὐ διέφευγε τοὺς τῶν Θηβαίων λογισμούς ........., ἡ δὲ τοῦ ῥήτορος δύναμις, ὥς φησι Θεόπομπος, ἐκριπίζουσα τὸν θυμὸν αὐτῶν καὶ διακαίουσα τὴν φιλοτιμίαν ἐπεσκότησε τοῖς ἄλλοις ἅπασιν, ὥστε καὶ φόβον καὶ λογισμὸν καὶ χάριν ἐκβαλεῖν αὐτοὺς ἐνθουσιῶντας ...... οὕτω δὲ μέγα καὶ λαμπρὸν ἐφάνη τὸ τοῦ ῥήτορος ἔργον, ὥστε τὸν μὲν Φίλιππον εὐθὺς ἐπικηρυκεύεσθαι δεόμενον εἰρήνης, ὀρθὴν δὲ τὴν Ἑλλάδα γενέσθαι καὶ συνεξαναστῆναι πρὸς τὸ μέλλον, ὑπηρετεῖν δὲ μὴ μόνον τοὺς στρατηγοὺς τῶι Δημοσθένει ποιοῦντας τὸ προσταττόμενον, ἀλλὰ καὶ τοὺς βοιωτάρχας, διοικεῖσθαι δὲ καὶ τὰς ἐκκλησίας ἁπάσας οὐδὲν ἧττον ὑπʼ ἐκείνου τότε τὰς Θηβαίων ἢ τὰς Ἀθηναίων, ἀγαπωμένου παρʼ ἀμφοτέροις καὶ δυναστεύοντος οὐκ ἀδίκως οὐδὲ παρʼ ἀξίαν, ὥσπερ ἀποφαίνεται Θεόπομπος, ἀλλὰ καὶ πάνυ προσηκόντως.

τότε δὲ τῆς ἀτυχίας τοῖς Ἕλλησι γεγενημένης οἱ μὲν ἀντιπολιτευόμενοι ῥήτορες ἐπεμβαίνοντες τῶι Δημοσθένει κατεσκεύαζον εὐθύνας καὶ γραφὰς ἐπʼ αὐτόν· ὁ δὲ δῆμος οὐ μόνον τούτων ἀπέλυεν, ἀλλὰ καὶ τιμῶν διετέλει καὶ προκαλούμενος αὖθις ὡς εὔνουν εἰς τὴν πολιτείαν, ὥστε καὶ τῶν ὀστέων ἐκ Χαιρωνείας κομισθέντων καὶ θαπτομένων τὸν ἐπὶ τοῖς ἀνδράσιν ἔπαινον εἰπεῖν ἀπέδωκεν, οὐ ταπεινῶς οὐδʼ ἀγεννῶς φέρων τὸ συμβεβηκός, ὡς γράφει καὶ τραγωιδεῖ Θεόπομπος, ἀλλὰ τῶι τιμᾶν μάλιστα καὶ κοσμεῖν τὸν σύμβουλον ἐπιδεικνύμενος τὸ μὴ μεταμέλεσθαι τοῖς βεβουλευμένοις.

Πλούταρχος τότε μὲν οὖν ἀπέπεμψαν ἐκ τῆς πόλεως τὸν Ἅρπαλον, δεδιότες δὲ μὴ λόγον ἀπαιτῶνται τῶν χρημάτων, ἃ διηρπάκεισαν οἱ ῥήτορες, ζήτησιν ἐποιοῦντο νεανικὴν καὶ τὰς οἰκίας ἐπιόντες ἠρεύνων, πλὴν τῆς Καλλικλέους τοῦ Ἀρρενείδου· μόνην γὰρ τὴν τούτου νεωστὶ γεγαμηκότος οὐκ εἴασαν ἐλεγχθῆναι, νύμφης ἔνδον οὔσης, ὡς ἱστορεῖ Θεόπομπος.

Πλούταρχος μετὰ δὲ τὰς σπονδὰς καὶ τὰς νενομισμένας κατευχὰς ἐξέλιπεν ἡ σελήνη. καὶ τοῖς μὲν περὶ τὸν Δίωνα θαυμαστὸν οὐδὲν ἦν .... ἐπεὶ δὲ τοῖς στρατιώταις διαταραχθεῖσιν ἔδει τινὸς παρηγορίας, Μίλτας ὁ μάντις ... ἐκέλευε θαρρεῖν αὐτούς ....· σημαίνειν γὰρ τὸ δαιμόνιον ἔκλειψίν τινος τῶν νῦν ἐπιφανῶν, ἐπιφανέστερον δὲ μηδὲν εἶναι τῆς Διονυσίου τυραννίδος ........ τὸ δὲ τῶν μελισσῶν, αἳ περὶ τὰ πλοῖα τοῦ Δίωνος ὤφθησαν ἑσμὸν λαμβάνουσαι κατὰ πρύμναν, ἰδίαι πρὸς αὐτὸν καὶ τοὺς φίλους ἔφραζε δεδιέναι, μὴ καλαὶ μὲν αἱ πράξεις αὐτοῦ γένωνται, χρόνον δʼ ὀλίγον ἀνθήσασαι μαρανθῶσι. λέγεται δὲ καὶ τῶι Διονυσίωι πολλὰ τερατώδη παρὰ τοῦ δαιμονίου γενέσθαι σημεῖα. ἀετὸς μὲν γὰρ ἁρπάσας δοράτιόν τινος τῶν δορυφόρων ἀράμενος ὑψοῦ καὶ φέρων ἀφῆκεν εἰς τὸν βυθόν· ἡ δὲ προσκλύζουσα πρὸς τὴν ἀκρόπολιν θάλασσα μίαν ἡμέραν τὸ ὕδωρ γλυκὺ καὶ πότιμον παρέσχεν, ὥστε γευσαμένοις πᾶσι κατάδηλον εἶναι. χοῖροι δʼ ἐτέχθησαν αὐτῶι τῶν μὲν ἄλλων οὐδενὸς ἐνδεεῖς μορίων, ὦτα δʼ οὐκ ἔχοντες. ἀπεφαίνοντο δʼ οἱ μάντεις τοῦτο μὲν ἀποστάσεως καὶ ἀπειθείας εἶναι σημεῖον, ὡς οὐκέτι τῶν πολιτῶν ἀκουσομένων τῆς τυραννίδος, τὴν δὲ γλυκύτητα τῆς θαλάσσης μεταβολὴν καιρῶν ἀνιαρῶν καὶ πονηρῶν εἰς πράγματα χρηστὰ φέρειν Συρακουσίοις· ἀετὸς δὲ θεράπων Διός, λόγχη δὲ παράσημον ἀρχῆς καὶ δυναστείας, ἀφανισμὸν οὖν καὶ κατάλυσιν τῆι τυραννίδι βουλεύειν τὸν τῶν θεῶν μέγιστον. ταῦτα μὲν οὖν Θεόπομπος ἱστόρηκε.

Πλούταρχος οἱ δὲ φρονιμώτατοι τῶν Σπαρτιατῶν οὐχ ἥκιστα καὶ διὰ τοῦτο τὴν τοῦ νομίσματος ἰσχὺν φοβηθέντες .... τόν τε Λύσανδρον ἐλοιδόρουν καὶ διεμαρτύραντο τοῖς ἐφόροις ἀποδιοπομπεῖσθαι πᾶν τὸ ἀργύριον καὶ τὸ χρυσίον ὥσπερ κῆρας ἐπαγωγίμους· οἱ δὲ προύθεσαν γνώμην. καὶ Θεόπομπος μέν φησι Σκιραφίδαν, Ἔφορος δὲ Φλογίδαν εἶναι τὸν ἀποφηνάμενον, ὡς οὐ χρὴ προσδέχεσθαι νόμισμα χρυσοῦν καὶ ἀργύριον εἰς τὴν πόλιν, ἀλλὰ χρῆσθαι τῶι πατρίωι.

Πλούταρχος καὶ γὰρ ἡ πενία τοῦ Λυσάνδρου τελευτήσαντος ἐκκαλυφθεῖσα φανερωτέραν ἐποίησε τὴν ἀρετήν, ἀπὸ χρημάτων πολλῶν καὶ δυνάμεως θεραπείας τε πόλεων καὶ βασιλέως τοσαύτης μηδὲ μικρὸν ἐπιλαμπρύναντος τὸν οἶκον εἰς χρημάτων λόγον, ὡς ἱστορεῖ Θεόπομπος, ὧι μᾶλλον ἐπαινοῦντι πιστεύσειεν ἄν τις ἢ ψέγοντι· ψέγει γὰρ ἥδιον ἢ ἐπαινεῖ. χρόνωι δὲ ὕστερον Ἔφορός φησι ....

Πλούταρχος παραλαβὼν τῶν μὲν οἰκείων Αἰσχύλον, ἀδελφὸν ὄντα τῆς Τιμοφάνους γυναικός, τῶν δὲ φίλων τὸν μάντιν, ὃν Σάτυρον μὲν Θεόπομπος, Ἔφορος δὲ καὶ Τίμαιος Ὀρθαγόραν ὀνομάζουσιν .......

Κλήμης ὁ Ἀλεξανδρεύς Θεόπομπος δὲ καὶ Ἔφορος καὶ Τίμαιος Ὀρθαγόραν τινὰ μάντιν ἀναγράφουσι.

Πλούταρχος τοὺς δὲ πρὸς ἑσπέραν οἰκοῦντας ἱστορεῖ Θεόπομπος ἡγεῖσθαι καὶ καλεῖν τὸν μὲν χειμῶνα Κρόνον, τὸ δὲ θέρος Ἀφροδίτην, τὸ δʼ ἔαρ Περσεφόνην· ἐκ δὲ Κρόνου καὶ Ἀφροδίτης γεννᾶσθαι πάντα.

Πλούταρχος ὃ δʼ ἐστὶν μέγιστον, αἱ ῥῆτραι, διʼ ὧν ἐκόσμησε τὴν Λακεδαιμονίων πολιτείαν Λυκοῦργος, ἐδόθησαν αὐτῶι καταλογάδην. μυρίους τοίνυν καὶ Ἡροδότου καὶ Φιλοχόρου καὶ Ἴστρου, τῶν μάλιστα τὰς ἐμμέτρους μαντείας φιλοτιμηθέντων συναγαγεῖν, ἄνευ μέτρου χρησμοὺς γεγραφότων, Θεόπομπος οὐδενὸς ἧττον ἀνθρώπων ἐσπουδακὼς περὶ τὸ χρηστήριον, ἰσχυρῶς ἐπιτετίμηκε τοῖς μὴ νομίζουσι κατὰ τὸν τότε χρόνον ἔμμετρα τὴν Πυθίαν θεσπίζειν· εἶτα τοῦτο βουλόμενος ἀποδεῖξαι, παντάπασιν ὀλίγων χρησμῶν ηὐπόρηκεν, ὡς τῶν ἄλλων καὶ τότʼ ἤδη καταλογάδην ἐκφερομένων.

Πλούταρχος τίς δʼ ἂν ἡσθείη συναναπαυσάμενος τῆι καλλίστηι γυναικὶ μᾶλλον ἢ προσαγρυπνήσας οἷς γέγραφε περὶ Πανθείας Ξενοφῶν ἢ περὶ Τιμοκλείας Ἀριστόβουλος ἢ Θήβης Θεόπομπος.

Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης παμπόνηροι δʼ οἱ Θεοπόμπου τοῦ συγγραφέως «ἀποπολῖται» καὶ «ἀφέταιροι» καὶ «ἀπαθηναῖοι.»

τὸ μέντοι ὄνομα ὁ «ἀποκήρυκτος» οὐκ ἔστιν ἐν χρήσει τῆι παλαιᾶι, Θεόπομπος δʼ αὐτῶι κέχρηται ὁ συγγραφεύς· ἀλλʼ οὐδὲν Θεοπόμπωι σταθμητὸν εἰς ἑρμηνείας κρίσιν.

ἔνδοξος δὲ καὶ ὁ Ἠπειρωτικὸς Κέρβερος καὶ ὁ Ἀλεξάνδρου Περίτας, τὸ θρέμμα τὸ Ἰνδικόν· ἐκράτει δʼ οὗτος λέοντος, ἑκατὸν μνῶν ἐωνημένος. καὶ ἀποθανόντι αὐτῶι πόλιν φησὶ Θεόπομπος Ἀλέξανδρον ἐποικίσαι.

Πολύβιος Θεοπόμπου μὲν κατηγορεῖ διότι Διονυσίου ποιησαμένου τὴν ἀνακομιδὴν ἐκ Σικελίας εἰς Κόρινθον ἐν μακρᾶι νηί, Θεόπομπός φησιν ἐν στρογγύληι παραγενέσθαι τὸν Διονύσιον.

ὁ δὲ Θεόπομπος τοῦτον μὲν ἄριστον ἐν τοῖς πολεμικοῖς τὸν πλείστοις κινδύνοις παρατετευχότα, τοῦτον δὲ δυνατώτατον ἐν λόγωι τὸν πλείστων μετεσχηκότα πολιτικῶν ἀγώνων. τὸν αὐτὸν δὲ τρόπον συμβαίνειν ἐπʼ ἰατρικῆς καὶ κυβερνητικῆς.

τὸ γὰρ φάσκειν ἔνια τῶν σωμάτων ἐν φωτὶ τιθέμενα μὴ ποιεῖν σκιὰν ἀπηλγηκυίας ἐστὶ ψυχῆς· ὃ πεποίηκε Θεόπομπος φήσας τοὺς εἰς τὸ τοῦ Διὸς ἄβατον ἐμβάντας κατʼ Ἀρκαδίαν ἀσκίους γίνεσθαι.

Πορφύριος τὰ παραπλήσια δὲ καὶ Θεόπομπος ἱστόρηκεν, εἰς Δελφοὺς ἀφικέσθαι ἄνδρα Μάγνητα ἐκ τῆς Ἀσίας φάμενος, πλούσιον σφόδρα, κεκτημένον συχνὰ βοσκήματα. τοῦτον δʼ εἰθίσθαι τοῖς θεοῖς καθʼ ἕκαστον ἐνιαυτὸν θυσίας ποιεῖσθαι πολλὰς καὶ μεγαλοπρεπεῖς, τὰ μὲν διʼ εὐπορίαν τῶν ὑπαρχόντων, τὰ δὲ διʼ εὐσέβειαν καὶ τὸ βούλεσθαι τοῖς θεοῖς ἀρέσκειν. οὕτω δὲ διακείμενον πρὸς τὸ δαιμόνιον ἐλθεῖν εἰς Δελφούς, πομπεύσαντα δὲ ἑκατόμβην τῶι θεῶι καὶ τιμήσαντα μεγαλοπρεπῶς τὸν Ἀπόλλωνα παρελθεῖν εἰς τὸ μαντεῖον χρηστηριασόμενον. οἰόμενον δὲ κάλλιστα πάντων ἀνθρώπων θεραπεύειν τοὺς θεοὺς ἐρέσθαι τὴν Πυθίαν τὸν ἄριστα καὶ προθυμότατα τὸ δαιμόνιον γεραίροντα θεσπίσαι καὶ τὸν ποιοῦντα τὰς θυσίας προσφιλεστάτας, ὑπολαμβάνοντα δοθήσεσθαι αὑτῶι τὸ πρωτεῖον. τὴν δὲ ἱέρειαν ἀποκρίνασθαι πάντων ἄριστα θεραπεύειν τοὺς θεοὺς Κλέαρχον κατοικοῦντα ἐν Μεθυδρίωι τῆς Ἀρκαδίας. τὸν δʼ ἐκπλαγέντα ἐκτόπως ἐπιθυμῆσαι τὸν ἄνθρωπον ἰδεῖν καὶ ἐντυχόντα μαθεῖν, τίνα τρόπον τὰς θυσίας ἐπιτελεῖ. ἀφικομένου οὖν ταχέως εἰς τὸ Μεθύδριον πρῶτον μὲν καταφρονῆσαι μικροῦ καὶ ταπεινοῦ ὄντος τὸ μέγεθος τοῦ χωρίου, ἡγούμενον οὐχ ὅπως ἄν τινα τῶν ἰδιωτῶν, ἀλλʼ οὐδʼ ἂν αὐτὴν τὴν πόλιν δύνασθαι μεγαλοπρεπέστερον αὑτοῦ καὶ κάλλιον τιμῆσαι τοὺς θεούς. ὅμως δʼ οὖν συντυχόντα τῶι ἀνδρὶ ἀξιῶσαι φράσαι αὐτῶι, ὅντινα τρόπον τοὺς θεοὺς τιμᾶι. τὸν δὲ Κλέαρχον φάναι ἐπιτελεῖν καὶ σπουδαίως θύειν ἐν τοῖς προσήκουσι χρόνοις, κατὰ μῆνα ἕκαστον ταῖς νουμηνίαις στεφανοῦντα καὶ φαιδρύνοντα τὸν Ἑρμῆν καὶ τὴν Ἑκάτην καὶ τὰ λοιπὰ τῶν ἱερῶν, ἃ δὴ τοὺς προγόνους καταλιπεῖν, καὶ τιμᾶν λιβανωτοῖς καὶ ψαιστοῖς καὶ ποπάνοις· κατʼ ἐνιαυτὸν δὲ θυσίας δημοτελεῖς ποιεῖσθαι, παραλείποντα οὐδεμίαν ἑορτήν· ἐν αὐταῖς δὲ ταύταις θεραπεύειν τοὺς θεοὺς οὐ βουθυτοῦντα οὐδὲ ἱερεῖα κατακόπτοντα, ἀλλʼ ὅτι ἂν παρατύχηι ἐπιθύοντα, σπουδάζειν μέντοι ἀπὸ πάντων τῶν περιγιγνομένων καρπῶν καὶ τῶν ὡραίων, ἃ ἐκ τῆς γῆς λαμβάνεται, τοῖς θεοῖς τὰς ἀπαρχὰς ἀπονέμειν· καὶ τὰ μὲν παρατιθέναι, τὰ δὲ καθαγίζειν αὐτοῖς· αὐτὸν δὲ τῆι αὐταρκείαι προσεσχηκότα τὸ θῦσαι βοῦς προεῖσθαι.

Πορφύριος, Εὐσέβιος καίτοι ὑπερφρονεῖ τὸν Ἰσοκράτην καὶ νενικῆσθαι ὑφʼ ἑαυτοῦ λέγει κατὰ τὸν ἐπὶ Μαυσώλωι ἀγῶνα τὸν διδάσκαλον.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Κλάρον τόπος Κολοφῶνος ἀνιερωμένος Ἀπόλλωνι καὶ χρηστήριον τοῦ θεοῦ, ὑπὸ Μαντοῦς τῆς Τειρεσίου θυγατρὸς καθιδρυμένον ἢ ὑπὸ Κλάρου τινὸς ἥρωος, ὡς Θεόπομπος. Νέαρχος δὲ .......

Ἀριστοφάνους Σχόλια : Θεόπομπος τοὺς διασωθέντας ἐκ τοῦ κατακλυσμοῦ ἑψῆσαί φησι χύτραν πανσπερμίας, ὅθεν οὕτω κληθῆναι τὴν ἑορτήν· «καὶ θύειν αὐτοῖς ἔθος ἔχουσι Ἑρμῆι Χθονίωι·» τῆς δὲ χύτρας οὐδένα γεύσασθαι. τοῦτο δὲ ποιῆσαι τοὺς περισωθέντας ἱλασκομένους τὸν Ἑρμῆν ὑπὲρ τῶν ἀποθανόντων. ἤγετο δὲ ἡ ἑορτὴ Ἀνθεστηριῶνος τρίτηι ἐπὶ δέκα, ὡς Φιλόχορος.

Ἀριστοφάνους Σχόλια Χύτροι ἑορτὴ παρʼ Ἀθηναίοις. ἄγεται δὲ παρὰ ταύτην τὴν αἰτίαν ἣν καὶ Θεόπομπος ἐκτίθεται γράφων οὕτως· «διασωθέντας οὖν τοὺς ἀνθρώπους, ἧιπερ ἐθάρρησαν ἡμέραι, τῶι ταύτης ὀνόματι προσαγορεῦσαι καὶ τὴν ἑορτὴν ἅπασαν.» ἔπειτα· «θύειν αὐτοῖς ἔθος ἔχουσι τῶν μὲν Ὀλυμπίων θεῶν οὐδενὶ τὸ παράπαν, Ἑρμῆι δὲ Χθονίωι· καὶ τῆς χύτρας ἣν ἕψουσι πάντες οἱ κατὰ τὴν πόλιν οὐδεὶς γεύεται τῶν ἱερέων. τοῦτο δὲ ποιοῦσι τῆι ἡμέραι.» καὶ· «τοὺς τότε περιγενομένους ὑπὲρ τῶν ἀποθανόντων ἱλάσασθαι τὸν Ἑρμῆν.» ἤγοντο δὲ ἀγῶνες αὐτόθι οἱ Χύτρινοι καλούμενοι, καθά φησι Φιλόχορος .......

Δημοσθένους Σχόλια Θεόπομπός φησιν ὅτι ἐκ πάντων τῶν Μακεδόνων ἐπίλεκτοι οἱ μέγιστοι καὶ ἰσχυρότατοι ἐδορυφόρουν τὸν βασιλέα καὶ ἐκαλοῦντο πεζέταιροι.

Δημοσθένους Σχόλια οὐ γὰρ οὕτω γʼ εὐήθης οὐδεὶς ὃς ὑπολαμβάνει τὸν Φίλιππον τῶν μὲν ἐν Θράικηι κακῶν—τί γὰρ ἂν ἄλλο τις εἴποι Δρογγίλον καὶ Καβύλην καὶ Μάστειραν .... —τούτων μὲν ἐπιθυμεῖν .... τῶν δʼ Ἀθηναίων λιμένων ... οὐκ ἐπιθυμεῖν, ἀλλὰ ταῦτα μὲν ὑμᾶς ἐάσειν ἔχειν, ὑπὲρ δὲ τῶν μελινῶν καὶ τῶν ὀλυρῶν τῶν ἐν τοῖς Θραικίοις σιροῖς ἐν τῶι βαράθρωι χειμάζειν σιροῖς· τὰ κατάγεια· Θεόπομπος καὶ Σοφοκλῆς ἐν Ἰνάχωι «σιροὶ κριθῶν».

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Κίλλαν τε ζαθέην ἱστορία. Πέλοψ ὁ Ταντάλου καὶ … κατὰ μισθὸν παιδικῆς ὥρας λαβὼν παρὰ Ποσειδῶνος ἵππους ἀδαμάστους σὺν τῶι ὀχήματι ἔσπευσεν εἰς Πῖσαν τῆς Πελοποννήσου ἐπὶ τὸν Ἱπποδαμείας γάμον, τὸν μνηστηροκτόνον αὐτῆς πατέρα Οἰνόμαον καταγωνίσασθαι ἐπιθυμῶν. γενομένωι δὲ αὐτῶι περὶ Λέσβον Κίλλος ὁ ἡνίοχος τελευτᾶι τὸν βίον, ὃς καὶ καθʼ ὕπνον ἐπιστὰς τῶι Πέλοπι σφόδρα ὀδυνηρῶς ἐπʼ αὐτῶι ἔχοντι ἀπωδύρετό τε τὴν ἑαυτοῦ ἀπώλειαν καὶ περὶ κηδείας ἠξίου. διόπερ ἀναστὰς ἐξερυπάρου τὸ εἴδωλον διὰ πυρός, εἶθʼ οὕτως ἔθαψε τὴν τέφραν ἐπιφανῶς τοῦ Κίλλου, ἠρίον ἐπʼ αὐτῶι ἐγείρας· καὶ πρὸς τῶι ἠρίωι αὐτοῦ ἐδείματο ἱερόν, Κιλλαίου Ἀπόλλωνος προσαγορεύσας, διὰ τὸ αἰφνιδίως τὸν Κίλλον ἀποθανεῖν. οὐ μὴν ἀλλὰ καὶ πόλιν κτίσας Κίλλαν ὠνόμασεν. ὁ μέντοι Κίλλος καὶ μετὰ θάνατον τῶι Πέλοπι δοκεῖ συλλαβέσθαι, ὅπως περιγένηται τοῦ Οἰνομάου περὶ τὸν δρόμον. ἡ ἱστορία παρὰ Θεοπόμπωι.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται ταῦτα δὲ ἀμφοτέροις συνάιδει, τῶι μὲν ἀπιέναι πρὶν διαφθαρῆναι τέλεον τὰς νῆας, καὶ τῶι μένειν διὰ τὸ τέως σεσηπέναι καὶ μὴ δύνασθαι πλεῖν. Θεόπομπος δὲ ταύτην αἰτίαν αὐτοῖς τοῦ ναυαγίου φησίν, ὡς καὶ τοὺς περὶ Κάλχαντα καὶ Ἀμφίλοχον πεζοὺς ἀπαλλάττεσθαι.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν καὶ Θεόπομπός φησιν Ἀλέξανδρον Φεραῖον Διόνυσον τὸν ἐν Παγασαῖς, ὃς ἐκαλεῖτο Πελάγιος, εὐσεβεῖν διαφόρως· καταποντωθέντος δὲ Ἀλεξάνδρου Διόνυσος ὄναρ ἐπιστάς τινι τῶν ἁλιέων ἐκέλευσεν ἀναλαβεῖν τὸν φορμὸν τῶν ὀστῶν. ὁ δὲ ἀπελθὼν ἐς Κραννῶνα τοῖς οἰκείοις ἀπέδωκεν· οἱ δὲ ἔθαψαν.

Εὐστάθιος ὁ Θεσσαλονίκης τὸ μέντοι ἀνενεγκεῖν ἔχει πλείω τινὰ διατριβήν. ὅτι μὲν γὰρ ἀνενεγκεῖν λέγεται καὶ τὸ ἀναγαγεῖν τι καὶ τὸ ἀναβῆναι, δηλοῖ τὸ «εἰς τὸ Κωρύκιον ἀνενείκαντο», ἤγουν ἀνέβησαν. .... ὅτι δὲ καὶ ἀντὶ τοῦ «ἀνέπνευσε» κεῖται κατὰ Παυσανίαν, δηλοῖ Θεόπομπος εἰπών· «ἄφωνος ἐγένετο, ἔπειτα μέντοι πάλιν ἀνηνέχθη», καὶ Ἡρόδοτος «ἐκπλαγεὶς δὲ τούτοισιν ἐπὶ χρόνον ἄφθογγος ἦν· μόγις δέ τε ἀνενεχθεὶς εἶπε» καὶ πάλιν

ἐν Γορτυναίαι Θεόπομπός φησιν ὅτι παραγενόμενος ὁ Ὀδυσσεὺς καὶ τὰ περὶ τὴν Πηνελόπην ἐγνωκὼς ἀπῆρεν εἰς Τυρσηνίαν καὶ ἐλθὼν ὤικησε τὴν Γορτυναίαν, ἔνθα καὶ τελευτᾶι ὑπʼ αὐτῶν μεγάλως τιμώμενος.

ἡ δὲ Ὀλυμπιὰς ἡ μήτηρ αὐτοῦ εἰς Πύρρον τὸν Ἀχιλλέως καὶ Ἕλενον τὸν Πριάμου τὸ γένος τὸ ἀνέκαθεν ἀνέφερεν, ὥς φησι Θεόπομπος καὶ Πύρανδρος. ἀναφέρεται δὲ ὁ Πύρρος εἰς Αἰακόν, ὁ δὲ Ἕλενος εἰς Δάρδανον.

Πινδαρικὴ ὑπόμνησις τὴν δὲ Μήδειαν ἐρασθῆναι Σισύφου φησὶ Θεόπομπος.

Τζέτζης περὶ δὲ τῆς Ἡλίου βασιλείας εἰς τοὺς αὐτοῦ παῖδας Αἰήτην καὶ Ἀλωέα διαιρέσεως Θεόπομπος ὁ Χῖος Εὐμήλου τοῦ Κορινθίου ἱστορικοῦ ποιητοῦ μέμνηται λέγοντος· «ἀλλʼ ὅτε δʼ Αἰήτης καὶ Ἀλωεὺς ἐξεγένοντο Ἠελίου τε καὶ Ἀντιόπης, τότε δʼ ἄνδιχα χώρην δάσσατο παισὶν ἑοῖς Ὑπερίονος ἀγλαὸς υἱός. ἣν μὲν ἔχʼ Ἀσωπός, ταύτην πόρε δίωι Ἀλωεῖ· ἢν δʼ Ἐφύρη κτεάτισσʼ, Αἰήτηι δῶκεν ἅπασαν. Αἰήτης δʼ ἄρʼ ἑκὼν Βούνωι παρέδωκε φυλάσσειν εἰσόκεν αὐτὸς ἵκοιτʼ ἢ ἐξ αὐτοῖό τις ἄλλος, ἢ παῖς ἢ υἱωνός· ὁ δʼ ἵκετο Κολχίδα γαῖαν.»

Σχόλια εἰς Θεόκριτον Κάρνεια ἑορτὴ τελουμένη τῶι Καρνείωι Ἀπόλλωνι κατὰ τὴν Πελοπόννησον, ἀπὸ Κάρνου μάντεως, ὃς ἔχρησε τοῖς Ἡρακλείδαις· ἀπὸ δʼ αὐτοῦ Κάρνειον Ἀπόλλωνα προσαγορεύουσιν. ἡ δὲ ἱστορία παρὰ Θεοπόμπωι. ὅτι τὸν αὐτὸν καὶ Δία καὶ Ἡγήτορα καλοῦσιν Ἀργεῖοι διὰ τὸ κἀκεῖνον ἡγήσασθαι τοῦ στρατοῦ. τὸν οὖν Κάρνον οἱ Ἡρακλεῖδαι ἀπέκτειναν κατερχόμενοι εἰς Πελοπόννησον ὑπολαβόντες κατάσκοπον εἶναι τοῦ στρατεύματος· ὃν ὕστερον ἐτίμησαν ὑπὸ λοιμοῦ φθειρόμενοι.

Θουκυδίδου ὑπόμνησις ἀπὸ τοῦ Γέλα ποταμοῦ ἐξ Ἀντιφήμου δʼ αὖ γέλωτός τις λέγει· —ὁ Θεόπομπος— «χρησμῶι μαθὼν γὰρ ὡς πόλιν μὲν ἐκκτίσει, γελᾶι δοκήσας τῶν ἀνελπίστων τόδε, κλῆσιν ὅθεν τέθεικε τῆι πόλει Γέλαν».

Σιμπλίκιος ὁ Κίλιξ καὶ Θεόπομπος δὲ τὸ μὲν γλυκὺ σῶμα διὰ ταῦτα ἀπεφήνατο συνεστηκέναι, τὴν δὲ γλυκύτητα οὐκέτι.

Στέφανος ὁ Βυζάντιος Ἀδράνη· πόλις Θράικης, ἣ μικρὸν ὑπὲρ τῆς Βερενίκης κεῖται, ὡς Θεόπομπος.

Στέφανος ὁ Βυζάντιος Αἶγυς· πόλις Λακωνικῆς, ὡς Εὐφορίων. οἱ πολῖται Αἰγῦται, ὡς Παυσανίας. Λυκόφρων δὲ τὸ ἐθνικὸν Αἴγυος, τὸ θηλυκὸν λέγων οὕτως «καὶ πάντα τλήσεσθʼ οὕνεκʼ Αἰγύας κυνός ......» .... Θεόπομπος δὲ Αἰγυέας αὐτούς φησιν.

Στέφανος ὁ Βυζάντιος Ἀκραιφία· πόλις Βοιωτίας. οἱ δὲ Ἀκραίφιον· Παυσανίας δὲ Ἀκραίφνιον, καὶ οὐδετέρως. .... τὸ ἐθνικὸν Ἀκραιφιαῖος καὶ Ἀκραίφιος — οὕτω γὰρ Ἀπόλλων τιμᾶται — καὶ Ἀκραιφιεὺς καὶ Ἀκραιφιάς ... Ἔφορος δὲ καὶ Ἀκραιφνίους καὶ Ἀκραιφνεώτας. Θεόπομπος δὲ τὰ Ἀκραίφνια φησί, καὶ τὸ ἐθνικὸν Ἀκραιφνιεύς.

Στέφανος ὁ Βυζάντιος Ἀκυλῖνα· πόλις Ἰλλυρική. Θεόπομπος.

Στέφανος ὁ Βυζάντιος Ἀκύφας· πόλις μία τῆς Δωρικῆς τετραπόλεως, ὡς Θεόπομπος.

Στέφανος ὁ Βυζάντιος Ἁλικύαι· πόλις Σικελίας. Θεόπομπος.

Στέφανος ὁ Βυζάντιος Ἁλίσαρνα· πόλις τῆς Τρωάδος χώρας. Θεόπομπος. τὸ ἐθνικὸν ὁ αὐτὸς Ἁλισαρναῖος.

Στέφανος ὁ Βυζάντιος Ἀχανοί· ἔθνος πρὸς τῆι Σκυθίαι, οἳ καὶ Ἀχαρνοὶ λέγονται παρὰ Θεοπόμπωι.

Στέφανος ὁ Βυζάντιος Βούβαστος· πόλις Αἰγύπτου ... καὶ νομὸς Βουβαστίτης. λέγεται καὶ Βουβάστιος παρὰ Θεοπόμπωι.

Στέφανος ὁ Βυζάντιος Βουθία· πόλις Ἰωνίας. Θεόπομπος δὲ χωρίον φησί.

Στέφανος ὁ Βυζάντιος Ἑρμώνασσα· νῆσος μικρὰ πόλιν ἔχουσα ἐν τῶι Κιμμερίωι Βοσπόρωι Ἰώνων ἄποικος, ὡς ὁ Περιηγητής .... Μένιππος δὲ χωρίον Τραπεζοῦντος ἐν Περίπλωι τῶν δύο Πόντων. Ἑκαταῖος δὲ καὶ Θεόπομπος πόλιν αὐτήν φασιν.

Στέφανος ὁ Βυζάντιος Ἰνδάρα· Σικανῶν πόλις. Θεόπομπος.

Στέφανος ὁ Βυζάντιος Μελίβοια· πόλις Θετταλίας. Στράβων θ τὸ ἐθνικὸν Μελιβοεύς, ὡς Θεόπομπος.

Στέφανος ὁ Βυζάντιος Μελίταια· πόλις Θετταλίας. Ἀλέξανδρος Ἀσίαι. Θεόπομπος δὲ Μελίτειαν αὐτήν φησιν. ...... Ἔφορος λ «οἱ δὲ τύραννοι τῶν Φερῶν καὶ Μελιταιεῖς φίλοι πρότερον ὑπάρχοντες».

Στέφανος ὁ Βυζάντιος Νεάνδρεια· πόλις Τρωάδος ἐν Ἑλλησπόντωι .... λέγεται καὶ Νεάνδρειον οὐδετέρως, ὡς Θεόπομπος.

Στέφανος ὁ Βυζάντιος Σκίθαι· πόλις Θράικης πλησίον Ποτιδαίας. τὸ ἐθνικὸν Σκιάθιος, ὥς φησι Θεόπομπος.

Στέφανος ὁ Βυζάντιος Σκύβρος· χωρίον Μακεδονίας, ὡς Θεόπομπος.

Στέφανος ὁ Βυζάντιος Τραλλία· μοῖρα τῆς Ἰλλυρίας. λέγοντα καὶ Τράλλοι· καὶ Τράλλεις παρὰ Θεοπόμπωι.

Στέφανος ὁ Βυζάντιος Τρῆρος· χωρίον Θράικης. καὶ Τρῆρες Θράικιον ἔθνος ..... Θεόπομπος Τρᾶρας αὐτοὺς καλεῖ.

Στέφανος ὁ Βυζάντιος Ὑπερησία· πόλις τῆς Ἀχαίας ... τὸ ἐθνικὸν ... Ὑπερησιεύς ... Θεόπομπος δὲ Ὑπερασιεῖς φησι διὰ τοῦ α.

Ἰωάννης ὁ Στοβαῖος Θεοπόμπου· «εἴ τις πλεῖστα τῶν ἀγαθῶν κεκτημένος μετὰ τοῦ λυπεῖσθαι διάγοι τὸν βίον, ἁπάντων ἂν εἴη καὶ τῶν ὄντων καὶ τῶν ἐσομένων ἀθλιώτατος.»

Στράβων Θεόπομπος δὲ ἐξομολογεῖται φήσας, ὅτι καὶ μύθους ἐν ταῖς ἱστορίαις ἐρεῖ κρεῖττον ἢ ὡς Ἡρόδοτος καὶ Κτησίας καὶ Ἑλλάνικος καὶ οἱ τὰ Ἰνδικὰ συγγράψαντες.

τῶν μὲν οὖν Ἠπειρωτῶν ἔθνη φησὶν εἶναι Θεόπομπος τετταρεσκαίδεκα. τούτων δʼ ἐνδοξότατα Χάονες καὶ Μολοττοὶ διὰ τὸ ἄρξαι ποτὲ πάσης τῆς Ἠπειρώτιδος πρότερον μὲν Χάονας, ὕστερον δὲ Μολοττούς, οἳ καὶ διὰ τὴν συγγένειαν τῶν βασιλέων ἐπὶ πλέον ηὐξήθησαν — τῶν γὰρ Αἰακιδῶν ἦσαν — καὶ διὰ τὸ παρὰ τούτοις εἶναι τὸ ἐν Δωδώνηι μαντεῖον ..... Χάονες μὲν οὖν καὶ Θεσπρωτοὶ καὶ μετὰ τούτους ἐφεξῆς Κασσωπαῖοι—καὶ οὗτοι δʼ εἰσὶ Θεσπρωτοί—τὴν ἀπὸ τῶν Κεραυνίων ὀρῶν μέχρι τοῦ Ἀμβρακικοῦ κόλπου παραλίαν νέμονται, χώραν εὐδαίμονα ἔχοντες ..... ἐγγὺς δὲ τῆς Κιχύρου πολίχνιον Βουχέτιον Κασσωπαίων, μικρὸν ὑπὲρ τῆς θαλάττης ὄν, καὶ Ἐλάτρια καὶ Πανδοσία καὶ Βατίαι ἐν μεσογείαι· καθήκει δὲ αὐτῶν ἡ χώρα μέχρι τοῦ κόλπου.

Στράβων οἱ δʼ ἐκ τῆς Ἀσίνης—ἔστι δʼ αὕτη κώμη τῆς Ἀργείας πλησίον Ναυπλίας—ὑπὸ Λακεδαιμονίων εἰς τὴν Μεσσηνίαν μετωικίσθησαν, ὅπου καὶ ἡ ὁμώνυμος τῆι Ἀργολικῆι Ἀσίνηι πολίχνη. οἱ γὰρ Λακεδαιμόνιοι, φησὶν ὁ Θεόπομπος, πολλὴν κατακτησάμενοι τῆς ἀλλοτρίας εἰς ταύτην κατώικιζον, οὓς ἂν ὑποδέξαιντο τῶν φυγόντων ἐπʼ αὐτούς· καὶ οἱ ἐκ τῆς Ναυπλίας ἐκεῖσε ἀνεχώρησαν.

μεταξὺ δὲ Τροιζῆνος καὶ Ἐπιδαύρου χωρίον ἦν ἐρυμνὸν Μέθανα καὶ χερρόνησος ὁμώνυμος τούτωι· παρὰ Θουκυδίδηι δὲ ἔν τισιν ἀντιγράφοις Μεθώνη φέρεται ὁμωνύμως τῆι Μακεδονικῆι, ἐν ἧι Φίλιππος ἐξεκόπη τὸν ὀφθαλμὸν πολιορκῶν διόπερ οἴεταί τινας ἐξαπατηθέντας ὁ Σκήψιος Δημήτριος τὴν ἐν τῆι Τροιζηνίαι Μεθώνην ὑπονοεῖν, καθʼ ἧς ἀράσασθαι λέγεται τοὺς ὑπʼ Ἀγαμέμνονος πεμφθέντας ναυτολόγους, μηδέποτε παύσασθαι τειχοδομεῖν, οὐ τούτων, ἀλλὰ τῶν Μακεδόνων ἀνανευσάντων, ὥς φησι Θεόπομπος· τούτους δʼ οὐκ εἰκὸς ἐγγὺς ὄντας ἀπειθῆσαι.

Παραποτάμιοι δʼ εἰσὶ κατοικία τις ἐπὶ τῶι Κηφισσῶι ἱδρυμένη πλησίον Φανοτεῦσι καὶ Χαιρωνεῦσι καὶ Ἐλατείαι. φησὶ δὲ Θεόπομπος τὸν τόπον τοῦτον διέχειν τῆς μὲν Χαιρωνείας ὅσον τετταράκοντα σταδίους, διορίζειν δὲ τοὺς Ἀμβρυσέας καὶ Πανοπέας καὶ Δαυλιέας· κεῖσθαι δʼ ἐπὶ τῆς ἐμβολῆς τῆς ἐκ Βοιωτίας εἰς Φωκέας ἐν λόφωι μετρίως ὑψηλῶι, μεταξὺ τοῦ τε Παρνασσοῦ καὶ τοῦ Ἁδυλίου ὄρους πενταστάδιον σχεδόν τι ἀπολειπόντων ἀνὰ μέσον χωρίον, διαιρεῖν δὲ τὸν Κηφισσόν, στενὴν ἑκατέρωθεν διδόντα πάροδον, τὰς μὲν ἀρχὰς ἐκ Λιλαίας ἔχοντα Φωκικῆς πόλεως—καθάπερ καὶ Ὅμηρός φησιν «οἵ τε Λίλαιαν ἔχον πηγῆισʼ ἔπι Κηφισσοῖο»—, εἰς δὲ τὴν Κωπαίδα λίμνην ἐκδιδόντα· τὸ δὲ Ἁδύλιον παρατείνειν ἐφʼ ἑξήκοντα σταδίους μέχρι τοῦ Ὑφαντείου, ἐφʼ ὧι κεῖται ὁ Ὀρχομενός. καὶ Ἡσίοδος δʼ ἐπὶ πλέον περὶ τοῦ ποταμοῦ λέγει καὶ τῆς ῥύσεως, ὡς διʼ ὅλης ῥέοι τῆς Φωκίδος σκολιῶς καὶ δρακοντοειδῶς· «παρὲκ Πανοπῆα διὰ Γλήχωνά τʼ ἐρυμνὴν καί τε διʼ Ὀρχομενοῦ εἱλιγμένος εἶσι δράκων ὥς». τὰ δὲ στενὰ τὰ περὶ τοὺς Παραποταμίους ἢ τὴν Παραποταμίαν—λέγεται γὰρ ἀμφοτέρως—περιμάχητα ὑπῆρξεν ἐν τῶι Φωκικῶι πολέμωι, μίαν ἐχόντων ταύτην ἐμβολὴν εἰς τὴν Φωκίδα …

Στράβων καὶ ἐν Πελοποννήσωι ἥ τε τῶν Ἀργείων ἄκρα καὶ ὁ τὴν Ἠλείαν ἀπὸ Δύμης διορίζων Λάρισος ποταμός. Θεόπομπος δὲ καὶ πόλιν λέγει ἐν τῆι αὐτῆι μεθορίαι κειμένην Λάρισαν.

μετώικησαν δʼ εἰς τὴν Ἱστίαιαν οἱ Ἐλλοπιεῖς καὶ ηὔξησαν τὴν πόλιν Φιλιστίδου τοῦ τυράννου βιασαμένου μετὰ τὰ Λευκτρικά. Δημοσθένης δʼ ὑπὸ Φιλίππου κατασταθῆναι τύραννόν φησι καὶ τῶν Ὠρειτῶν τὸν Φιλιστίδην· οὕτω γὰρ ὠνομάσθησαν ὕστερον οἱ Ἱστιαιεῖς, καὶ ἡ πόλις ἀντὶ Ἱστιαίας Ὠρεός. ἔνιοι δʼ ὑπʼ Ἀθηναίων ἀποικισθῆναί φασι τὴν Ἱστίαιαν ἀπὸ τοῦ δήμου τοῦ Ἱστιαιέων, ὡς καὶ ἀπὸ τοῦ Ἐρετριέων τὴν Ἐρέτριαν. Θεόπομπος δέ φησι Περικλέους χειρουμένου Εὔβοιαν τοὺς Ἱστιαιεῖς καθʼ ὁμολογίας εἰς Μακεδονίαν μεταστῆναι, δισχιλίους δʼ ἐξ Ἀθηναίων ἐλθόντας τὸν Ὠρεὸν οἰκῆσαι, δῆμον ὄντα πρότερον τῶν Ἱστιαιέων.

τίνες δὲ καὶ πόθεν οὐδὲν εἴρηται· οὐδὲ διάλεκτος οὐδʼ ἄλλη διαφορὰ ἐθνικὴ περὶ τοὺς ἀνθρώπους φαίνεται, παραπλήσιοι δʼ εἰσὶ τοῖς Βιθυνοῖς· ἔοικεν οὖν καὶ τοῦτο Θράικιον ὑπάρξαι τὸ φῦλον. Θεόπομπος δὲ Μαριανδυνόν φησι μέρους τῆς Παφλαγονίας ἄρξαντα ὑπὸ πολλῶν δυναστευομένης, ἐπελθόντα τὴν τῶν Βεβρύκων κατασχεῖν, ἣν δʼ ἐξέλιπεν ἐπώνυμον ἑαυτοῦ καταλιπεῖν.

Ἀμισός .... φησὶ δʼ αὐτὴν Θεόπομπος πρώτους Μιλησίους κτίσαι, εἶτα … Καππαδόκων ἄρχοντα, τρίτον δʼ ὑπʼ Ἀθηνοκλέους καὶ Ἀθηναίων ἐποικισθεῖσαν Πειραιᾶ μετονομασθῆναι.

περὶ δὲ Σηστοῦ καὶ τῆς ὅλης Χερρονήσου προείπομεν ἐν τοῖς περὶ τῆς Θράικης τόποις. φησὶ δὲ τὴν Σηστὸν Θεόπομπος βραχεῖαν μέν, εὐερκῆ δέ· καὶ σκέλει διπλέθρωι συνάπτειν πρὸς τὸν λιμένα, καὶ διὰ ταῦτʼ οὖν καὶ διὰ τὸν ῥοῦν κυρίαν εἶναι τῶν παρόδων.

ὁ μέν γε Τμῶλος ἱκανῶς συνῆκται καὶ περιγραφὴν ἔχει μετρίαν, ἐν αὐτοῖς ἀφοριζόμενος τοῖς Λυδίοις μέρεσιν, ἡ δὲ Μεσωγὶς εἰς τὸ ἀντικείμενον μέρος διατείνει μέχρι Μυκάλης, ἀπὸ Κελαινῶν ἀρξάμενον, ὥς φησι Θεόπομπος· ὥστε τὰ μὲν αὐτοῦ Φρύγες κατέχουσι, τὰ πρὸς ταῖς Κελαιναῖς καὶ τῆι Ἀπαμείαι, τὰ δὲ Μυσοὶ καὶ Λυδοί, τὰ δὲ Κᾶρες καὶ Ἴωνες.

Σοῦδα Φορμίων· περὶ τούτου καὶ Θεόπομπος ἐν Φιλιππικοῖς. ἦν δὲ Κροτωνιάτης καὶ ἐν τῆι ἐπὶ Σάγραι μάχηι ἐτρώθη. δυσιάτου δʼ ὄντος τοῦ τραύματος χρησμὸν ἔλαβεν εἰς Λακεδαίμονα ἐλθεῖν· τοῦτον γὰρ αὐτοῦ ἰατρὸν ἔσεσθαι, ὃς αὐτὸν πρῶτος καλέσειεν ἐπὶ δεῖπνον. ὡς οὖν ἧκεν εἰς τὴν Σπάρτην, καταβάντα αὐτὸν ἀπὸ τοῦ ὀχήματος ἐκάλεσεν ἐπὶ δεῖπνον νεανίσκος, δειπνήσαντος δὲ ἤρετο ἐφʼ ὅ τι ἥκει. ὡς δὲ ἤκουσε περὶ τοῦ χρησμοῦ, ἀποξύσας τοῦ δόρατος ἐπιτίθησιν. ὡς δὲ ἀνέλυσαν ἀπὸ τοῦ δείπνου, δοκῶν ἀναβαίνειν ἐπὶ τὸ ἅρμα, τῆς θύρας αὑτοῦ τοῦ οἴκου τοῦ ἐν Κρότωνι ἐπιλαμβάνεται. ἀλλὰ καὶ θεοξένια αὐτοῦ ἄγοντος ἐκάλεσαν αὐτὸν οἱ Διόσκουροι πρὸς Βάττον ἐς Κυρήνην· καὶ ἀνέστη τε ἔχων σιλφίου καυλόν.

Γεώργιος ὁ Σύγκελλος οὗτος ὁ Κάρανος ἀπὸ μὲν Ἡρακλέους ια ἦν, ἀπὸ δὲ Τημένου ... ἕβδομος. γενεαλογοῦσι δʼ αὐτὸν οὕτως, ὥς φησιν ὁ Διόδωρος καὶ οἱ πολλοὶ τῶν συγγραφέων, ὧν εἷς καὶ Θεόπομπος. Κάρανος Φείδωνος τοῦ Ἀριστοδαμίδα τοῦ Μέροπος τοῦ Θεστίου τοῦ Κισσίου τοῦ Τημένου τοῦ Ἀριστομάχου τοῦ Κλεαδάτους τοῦ Ὕλλου τοῦ Ἡρακλέους.

Αἴλιος Θέων ὁ σοφιστής ὁ δὲ Θεόπομπος· «ἐπίσταμαι γάρ, ὅτι τοὺς μὲν ζῶντας πολλοὶ μετὰ δυσμενείας ἐξετάζουσι, τοῖς δὲ τετελευτηκόσι διὰ τὸ πλῆθος τῶν ἐτῶν ἐπανιᾶσι τοὺς φθόνους.»

Ζηνόβιος ὁ Σοφιστής Ξένος ἔλθοι ὅστις ὀνήσει· ταύτην φησὶ Θεόπομπος ὑπὸ Φιλίππου πρῶτον λεχθῆναι. Θετταλῶν γὰρ καταστρεψάμενος πόλιν καὶ τοὺς αὐτόθι ξένους πωλήσας χλευάζων εἶπεν «ἔλθοι ξένος ὅστις ὀνήσει.»

Λεξικὰ Σεγουηριανά ἄκατος· φιάλη, διὰ τὸ ἐοικέναι στρογγύλωι πλοίωι. οὕτω Θεόπομπος.

Λεξικὰ Σεγουηριανά ἄλυπος· ὁ μὴ λυπούμενος. λέγεται δὲ καὶ ἀλύπητος. Θεόπομπος.

Λεξικὰ Σεγουηριανά ἀνθήλιος· ἡ σελήνη· καὶ τὸ ἀποσκίασμα τῆς τοῦ ἡλίου ἀνταυγείας. ἐνίοτε δὲ καὶ τὸ μίμημα ἢ ἀντάλλαγμα, ὡς Θεόπομπος.

Λιβάνιος ὁ Ἀντιοχεύς παραινεῖ διὰ τούτου τοῦ λόγου τοῖς Ἀθηναίοις ὁ ῥήτωρ πολέμιον ὑποπτεύειν τὸν Φίλιππον ... ἐπιβουλεύειν γὰρ αἰτιᾶται καὶ τοῖς Ἀθηναίοις καὶ πᾶσι τοῖς Ἕλλησι τὸν Φίλιππον, καὶ τοῦτʼ αὐτοῦ καταμαρτυρεῖν τὰς πράξεις φησίν. ἐπαγγέλλεται δὲ καὶ ἀποκρίσεις δώσειν πρός τινας πρέσβεις ἥκοντας, ἀπορούντων τῶν Ἀθηναίων ὅ τί ποτʼ ἀποκρίνασθαι δεῖ. πόθεν δʼ οὗτοι καὶ περὶ τίνων ἥκουσιν, ἐν τῶι λόγωι μὲν οὐ δηλοῦται, ἐκ δὲ τῶν Φιλιππικῶν ἱστοριῶν μαθεῖν δυνατόν. κατὰ γὰρ τοῦτον τὸν καιρὸν ἔπεμψε πρέσβεις ὁ Φίλιππος πρὸς τοὺς Ἀθηναίους, αἰτιώμενος ὅτι διαβάλλουσιν αὐτὸν μάτην πρὸς τοὺς Ἕλληνας ὡς ἐπαγγειλάμενον αὐτοῖς πολλὰ καὶ μεγάλα, ψευσάμενον δέ· οὐδὲν γὰρ ὑπεσχῆσθαί φησιν οὐδʼ ἐψεῦσθαι· καὶ περὶ τούτων ἐλέγχους ἀπαιτεῖ. ἔπεμψαν δὲ μετὰ Φιλίππου καὶ Ἀργεῖοι καὶ Μεσσήνιοι πρέσβεις εἰς Ἀθήνας, αἰτιώμενοι καὶ οὗτοι τὸν δῆμον ὅτι Λακεδαιμονίοις καταδουλουμένοις τὴν Πελοπόννησον εὔνους τʼ ἐστὶ καὶ συγκροτεῖ, αὐτοῖς δὲ περὶ ἐλευθερίας πολεμοῦσιν ἐναντιοῦται.

Φώτιος λάβδα· ἐπὶ ταῖς ἀσπίσιν οἱ Λακεδαιμόνιοι ἐπέγραφον, ὥσπερ οἱ Μεσσήνιοι Μ. Εὔπολις «ἐξεπλάγη γὰρ ἰδὼν στίλβοντα τὰ λάβδα». οὕτως καὶ Θεόπομπος.

Φώτιος τετύχηκεν· οἷον συμβέβηκεν ..... τὸ μέντοι γεγράφηκεν παρὰ Θεοπόμπωι καὶ ἑτέροις βάρβαρον.

Πλούταρχος ἔπειτα πρεσβεύων καὶ διαλεγόμενος τοῖς Ἕλλησι καὶ παροξύνων συνέστησε πλὴν ὀλίγων ἅπαντας ἐπὶ τὸν Φίλιππον, ὥστε σύνταξιν γενέσθαι πεζῶν μὲν μυρίων καὶ πεντακισχιλίων, ἱππέων δὲ δισχιλίων, ἄνευ τῶν πολιτικῶν δυνάμεων, χρήματα δὲ καὶ μισθοὺς εἰσφέρεσθαι τοῖς ξένοις προθύμως. ὅτε καί φησι Θεόφραστος, ἀξιούντων τῶν συμμάχων ὁρισθῆναι τὰς εἰσφοράς, εἰπεῖν Κρωβύλον τὸν δημαγωγόν, ὡς οὐ τεταγμένα σιτεῖται πόλεμος.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Θεόπομπος ἀμφιφορεῖς λέγεσθαί φησι τοὺς ὑπʼ ἐνίων μετρητάς· Λυσανίας δέ φησι τὸν ἀμφιφορέα ὑπὸ Ἀθηναίων ἀμφορέα καλεῖσθαι.

Ἀριστοφάνους Σχόλια ἔθος δὲ ἦν, ὁπότε μέλλοι ἡ τράπεζα αἴρεσθαι, ἀγαθοῦ δαίμονος ἐπιρροφεῖν, ὡς Θεόπομπός φησιν. ὁ δὲ Ἀπολλόδωρος

Στέφανος ὁ Βυζάντιος Χαιρώνεια· ... κέκληται ἀπὸ Χαίρωνος ..... τοῦτον δὲ μυθολογοῦσιν Ἀπόλλωνος καὶ Θηροῦς, ὡς Ἑλλάνικος ἐν β Ἱερειῶν Ἥρας … «Ἀθηναῖοι καὶ οἱ μετʼ αὐτῶν ἐπὶ τοὺς ὀρχομενίζοντας τῶν Βοιωτῶν ἐπερχόμενοι καὶ Χαιρώνειαν πόλιν Ὀρχομενίων εἷλον.»

Σοῦδα λοπάς· παρὰ Συρακουσίοις τὸ τήγανον· παρὰ δὲ Θεοπόμπωι ἡ σορός, καὶ παρὰ τοῖς κωμικοῖς.

Φώτιος λοπάδα· τὴν θεόν. Θεόπομπος.

Σοῦδα παρʼ οὐδὲν θέμενος· τοῦτο ἀντὶ τοῦ καταφρονήσας, παραλογισάμενος. «τὰς σπονδὰς πατήσας καὶ τοὺς ὅρκους παρʼ οὐδὲν θέμενος Ἀλέξανδρος Πελοπίδαν καθείρξας ἐφρούρει.»