eul_wid: evk-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Heracles' Ancestry by Herodorus of Heraclea

The Fragments on Heracles' Ancestry is a collection of 63 prose excerpts attributed to the mythographer Herodorus of Heraclea. These fragments do not survive in an original manuscript but are preserved through citations in later authors, most notably the compiler Athenaeus of Naucratis and the Byzantine patriarch Photius. Herodorus, active in the fourth century BCE, was known for systematically collecting and rationalizing myths, with this work focusing specifically on the genealogy and early narratives surrounding the hero Heracles. The content details Heracles's divine and mortal lineage, offers rationalized explanations for fantastical elements within his myths, records alternative local traditions concerning his conception and early exploits, and explores connections between Heraclean myths and the foundation stories of various Greek colonies, particularly that of Herodorus's native Heraclea Pontica. The work survives entirely through this indirect transmission, with the fragments compiled most authoritatively by Felix Jacoby. Herodorus represents a notable figure in the tradition of Greek mythography; his fragments provide crucial evidence for regional variants of myths and exemplify the Classical and Hellenistic practice of systematizing legendary history, which subsequently influenced later antiquarian and biographical writing.

Ο ΚΑΘʼ ΗΡΑΚΛΕΑ ΛΟΓΟΣ.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Ἡ Τάφος νῆσος ἐστὶ μία τῶν Ἐχινάδων, ἣν ᾤκησαν Τηλεβόαι, οἱ πρότεροι τὴν Ἀκαρνανίαν οἰκοῦντες, ἄνδρες λῃστρικώτατοι τὸν τρόπον. Καὶ εἰς Ἄργος ἐπελθόντες τὰς τοῦ Ἠλεκτρύωνος βόας ἀπήλασαν τοῦ πατρὸς Ἀλκμήνης. Γενομένης δὲ μάχης, καὶ ὁ Ἠλεκτρύων καὶ οἱ τούτου παῖδες ἀνῃρέθησαν. Διὸ Ἀλκμήνη μετέστη, καὶ ἀνεκήρυξεν τὸν ἑαυτῆς γάμον τῷ τιμωρησομένῳ τὸν πατρῷον φόνον. Τιμωρησάμενος δὲ Ἀμφιτρύων ἔγημεν. Ἡ ἱστορία σαφῶς παρʼ Ἡσιόδῳ. Περὶ δὲ τῆς μάχης Ἡρόδωρος ἱστορεῖ, ὅτι Περσέως καὶ Ἀνδρομέδας τέσσαρες παῖδες ἐγένοντο, Ἀλκαῖος, Σθένελος, Μήστωρ, Ἠλεκτρύων, καὶ κοινὴν ἔσχον τὴν βασιλείαν μετὰ τὸν Περσέως θάνατον. Μήστορος δὲ θυγάτηρ Ἱπποθόη, ἧς καὶ Ποσειδῶνος Πτερέλας· τοῦ δὲ, Τηλεβόας καὶ Τάφος. Ἐλθόντες δὲ ἀπῄτουν Ἠλεκτρύωνα τὰ τῆς μάμμης ἑαυτῶν Ἱπποθόης. Ἀντιστάντες δὲ αὐτοῖς οἱ Ἠλεκτρυωνίδαι ἀνῃρέθησαν ὑπʼ αὐτῶν, Πτερέλα παῖδες Τηλεβόας καὶ Τάφος· ἀφʼ ὧν ἡ νῆσος. Τηλεβόαι οὖν οἱ Τάφιοι, ἤτοι ὅτι τῆλε οἰκοῦντες ἀπὸ Ἄργους τὰς βοῦς ἀπήλασαν, ἢ ἀπὸ Τηλεβόου τοῦ Πτερέλα τοῦ βασιλέως υἱοῦ, οὗ ἀδελφὸς Τάφιος· ἀφʼ οὗ καὶ ἡ νῆσος.

Στέφανος ὁ Βυζάντιος Ἄργος: Τὸ ἐθνικὸν Ἀργεῖος ... καὶ Ἀργείωνες λέγονται ... λέγονται καὶ πατρωνυμικῶς, ὡς οἱ πολλοὶ καὶ Ἡρόδωρος.

Ἀθήναιος : Ἀρχαιότατον δʼ ἐστὶ ποτήριον τὸ καρχήσιον, εἴ γε ὁ Ζεὺς ὁμιλήσας Ἀλκμήνῃ, ἔδωκε δῶρον τῆς μίξεως, ὡς Φερεκύδης ἐν τῇ δευτέρᾳ ἱστορεῖ καὶ Ἡρόδωρος ὁ Ἡρακλεώτης.

Σχόλια εἰς Θεόκριτον : Ἀριστοτέλης φησὶν ὑπὸ Ῥαδαμάνθυος παιδευθῆναι τὸν Ἡρακλέα, Ἡρόδωρος δὲ ὑπὸ τῶν βουκόλων Ἀμφιτρύωνος.

Σχόλια εἰς Θεόκριτον : Ἐχρῆτο δὲ Ἡρακλῆς τοῖς Σκυθικοῖς τόξοις, διδαχθεὶς παρά τινος Σκύθου Τευτάρου, ὡς ἱστορεῖ Ἡρόδωρος καὶ Καλλίμαχος.

Τζέτζης : Τεσσάρων δὲ πηχέων ἦν ὁ Ἡρακλῆς, καὶ ποδὸς ἑνὸς, καθάπερ ὁ Ποντικὸς Ἡρόδωρος ἱστορεῖ.

Πινδαρικὴ ὑπόμνησις : Ἡρόδωρος γοῦν ἐν Οἰδίποδί φησι τῶν ἄλλων αὐτὸν Ἡρακλέα περιττεύειν, ὥστε τὸ ὅλον σῶμα πηχῶν εἶναι τεσσάρων καὶ ποδός.

Ἀθήναιος : Ἐν ἑπτὰ ἡμέραις πεντήκοντα διεπαρθένευσε Θεστίου κόρας, ὡς Ἡρόδωρος ἱστορεῖ.

Πινδαρικὴ ὑπόμνησις : Ἡρόδωρος δὲ καὶ δίς φησι μανῆναι τὸν

Τατιανὸς ὁ Ἀσσύριος, Ἰουστῖνος ὁ Μάρτυς : Πῶς οὐκ ἂν ἠλίθιον πείθεσθαι τοῖς Ἡροδώρου βιβλίοις περὶ τοῦ καθʼ Ἡρακλέα λόγου, γῆν ἄνω κηρύττουσιν, κατεληλυθέναι τε ἀπʼ αὐτῆς λέοντα τὸν ὑφʼ Ἡρακλέους φονευθέντα;

Ἀριστοτέλης : Ὁ δὲ γὺψ νεοττεύει μὲν ἐπὶ πέτραις ἀπροσβάτοις· διὸ σπάνιον ἰδεῖν νεοττιὰν γυπὸς καὶ νεοττούς· καὶ διὰ τοῦτο καὶ Ἡρόδωρος ὁ Βρύσωνος τοῦ σοφιστοῦ πατήρ φησιν εἶναι τοὺς γῦπας ἀφʼ ἑτέρας γῆς ἀδήλου ἡμῖν, τοῦτό τε λέγων σημεῖον ὅτι οὐδεὶς ἑώρακε γυπὸς νεοττιὰν, καὶ ὅτι πολλοὶ ἐξαίφνης φαίνονται ἀκολουθοῦντες τοῖς στρατεύμασιν.

Ἀριστοτέλης : Γυπὸς δὲ λέγεται ὑπό τινων ὡς οὐδεὶς ἑώρακεν οὔτε νεοττὸν οὔτε νεοττιάν· ἀλλὰ διὰ τοῦτο Ἡρόδωρος ὁ τοῦ Βρύσωνος τοῦ σοφιστοῦ πατὴρ ἀπό τινος ἑτέρας εἶναι μετεώρου γῆς ἔλεγεν, τεκμήριον τοῦτο λέγων καὶ τὸ φαίνεσθαι ταχὺ πολλούς· ὅθεν δὲ, μηδενὶ εἶναι δῆλον.

Πλούταρχος ἢ ὅτι τῶν ὀρνίθων ἥκιστα συνεχὴς καὶ συνήθης οὗτος; οὐδὲ γὰρ νεοττιᾷ γυπὸς ἐντυχεῖν ῥᾳδίως ἔστιν, ἀλλὰ πόρρωθέν ποθεν ἐξαπίνης καταίρουσι. Διὸ καὶ σημειώδης ἡ ὄψις αὐτῶν ἐστιν. Ἢ καὶ τοῦτο παρʼ Ἡρακλέους ἔμαθον; εἰ λέγει ἀληθῶς Ἡρόδωρος, ὅτι πάντων μάλιστα γυψὶν ἐπὶ πράξεως ἀρχῇ φανεῖσιν ἔχαιρεν Ἡρακλῆς, ἡγούμενος δικαιότατον εἶναι τὸν γῦπα τῶν σαρκοφάγων ἁπάντων· πρῶτον μὲν γὰρ οὐδενὸς ἅπτεται ζῶντος οὐδʼ ἀποκτίννυσιν ἔμψυχον οὐδὲν, ὡς ἀετοὶ καὶ ἱέρακες καὶ τὰ νυκτίνομα· χρῆται δὲ τοῖς ἄλλοις ἀποθανοῦσιν. Ἔπειτα καὶ τούτων τὰ ὁμόφυλα παρίησι· πετεινοῦ γὰρ οὐδεὶς ἑώρακε γευόμενον, ὡς ἀετοὶ καὶ ἱέρακες μάλιστα τὰ συγγενῆ διώκουσι καὶ κόπτουσι. Καίτοι κατʼ Αἰσχύλον,

Ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών;Ἀνθρώποις τε, ὡς ἔπος εἰπεῖν, ἀβλαβέστατός ἐστιν, οὔτε καρπὸν ἀφανίζων, οὔτε φυτὸν, οὔτε ζῷον ἥμερον κακουργῶν. Εἰ δὲ, ὡς Αἰγύπτιοι μυθολογοῦσι, θῆλυ πᾶν τὸ γένος ἐστὶ, καὶ κυΐσκονται δεχόμενοι καταπνέοντα τὸν ἀπηλιώτην, ὥσπερ τὰ δένδρα τὸν ζέφυρον, καὶ παντάπασιν ἀπλανῆ τὰ σημεῖα καὶ βέβαια γίνεσθαι πιθανόν ἐστιν ἀπʼ αὐτῶν· ἐν δὲ τοῖς ἄλλοις αἱ περὶ τὰς ὀχείας σοβήσεις, ἔτι δὲ ἁρπαγαὶ καὶ φυγαὶ καὶ διώξεις πολὺ τὸ θορυβῶδες καὶ ἀκατάστατον ἔχουσι.

Ἀριστοτέλης : Καὶ οἱ ἁλιεῖς περὶ τῆς κυήσεως τῶν ἰχθύων τὸν εὐήθη λέγουσι λόγον καὶ τεθρυλημένον, ὅνπερ καὶ Ἡρόδωρος ὁ μυθολόγος, ὡς κυϊσκομένων τῶν ἰχθύων ἐκ τοῦ ἀνακάπτειν τὸν θορὸν, οὐ συνορῶντες ὅτι τοῦτʼ ἐστὶν ἀδύνατον.

Ἀριστοτέλης : Φασὶ γὰρ τὴν μὲν ὕαιναν πολλοὶ, τὸν δὲ τρόχον Ἡρόδωρος ὁ Ἡρακλεώτης, δύο αἰδοῖα ἔχειν, ἄρρενος καὶ θήλεος, καὶ τὸν μὲν τρόχον αὐτὸν αὑτὸν ὀχεύειν, τὴν δὲ ὕαιναν ὀχεύειν, καὶ ὀχεύεσθαι παρʼ ἔτος.

Πλατωνικὴ ὑπόμνησις : Ἡρόδωρος καὶ Ἑλλάνικός φασιν ὡς ὅτε τὴν ὕδραν Ἡρακλῆς ἀνῄρει τὴν Ἥραν αὐτῷ καρκίνον ἐφορμῆσαι, πρὸς δύο δὲ οὐ δυνάμενον μάχεσθαι, σύμμαχον ἐπικαλέσασθαι τὸν Ἰόλεων, καὶ ἔντευθεν ῥηθῆναι τὴν παροιμίαν.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Περὶ δὲ τοῦ κάπρου καὶ Ἡρόδωρός φησιν, ὅτι ἐπὶ τὰς πύλας τῶν Μυκηνῶν κομίσας αὐτὸν ἀπέθετο.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια αὐτὰρ ὁμοῦ Μυσοῖσιν ἐμῷ ὑπὸ πατρὶ δάμασσεν Ἡρακλῆς καὶ Φρύγας. Τινὲς γράφουσι Μυγδόνας ἀντὶ τοῦ καὶ Φρύγας, ἵνα ᾖ, ὁμοῦ Μυσοὺς καὶ Μυγδόνας ὑπέταξε τῷ πατρί μου. Ὅτι δὲ Φρύγας ἐχειρώσατο τοῖς Μαριανδυνοῖς, καὶ Νύμφις ἱστορεῖ. Διὸ καὶ οὕτω γράφει· εἰ δὲ γράφοιτο Μυγδόνας, ἤτοι τοὺς Βέβρυκας ἀπὸ Μυγδόνος βασιλέως αὐτῶν οὕτω κέκληκεν· ἢ ῥητέον ὅτι Μοίριδι κατηκολούθησεν. οὗτος γὰρ Μυγδόνας ἔφησε καταπολεμῆσαι τὸν Ἡρακλέα.

Πλούταρχος : Οἱ δὲ πλείους, ὧν ἐστὶ καὶ Φερεκύδης καὶ Ἑλλάνικος καὶ Ἡρόδωρος, ὕστερόν φασιν Ἡρακλέους ἰδιόστολον πλεῦσαι τὸν Θησέα καὶ τὴν Ἀμαζόνα Ἀντιόπην λαβεῖν αἰχμάλωτον, πιθανώτερα λέγοντες· οὐδεὶς γὰρ ἄλλος ἱστόρηται τῶν μετʼ αὐτοῦ στρατευσάντων Ἀμαζόνα λαβεῖν αἰχμάλωτον.

Πλούταρχος : Πολλῶν δὲ τότε τοῖς ἀρίστοις ἄθλων γενομένων, Ἡρόδωρος μὲν οὐδενὸς οἴεται τὸν Θησέα μετασχεῖν, ἀλλὰ μόνοις Λαπίθαις τῆς Κενταυρομαχίας.

Τζέτζης : Ἡρόδωρος δὲ ταῖς ἀληθείαις οὔ φησι τειχίσαι τὴν πόλιν Ποσειδῶνα καὶ Ἀπόλλωνα, ἀλλὰ Λαομέδοντα χρήματα καταθέμενον ἐκ τῆς θυσίας αὐτῶν, ἀναλῶσαι ταῦτα εἰς τὴν τοῦ τείχους κατασκευήν.

Μέμνηται δὲ τῆς ἀλίμου καὶ Ἡρόδωρος ἐν τῷ πέμπτῳ τοῦ καθʼ Ἡρακλέα λόγου καὶ Πλάτων ἐν γʹ τῶν Νόμων.

Κωνσταντῖνος ὁ Πορφυρογέννητος : Ἰβηρίαι δύο, ἡ μὲν πρὸς ταῖς Ἡρακλείαις στήλαις, ἀπὸ Ἴβηρος ποταμοῦ, οὗ μέμνηται Ἀπολλόδωρος ἐν τῇ περὶ γῆς βʹ ... Ταύτης δὲ πολλά φασιν ἔθνη διαιρεῖσθαι, καθάπερ Ἡρόδωρος ἐν τῇ δεκάτῃ τῶν καθʼ Ἡρακλέα γέγραφεν ἱστορίᾳ, οὕτως· «Τὸ δὲ Ἰβηρικὸν γένος τοῦτο, ὅπερ φημὶ οἰκεῖν τὰ παράλια τοῦ διάπλου, διώρισται ὀνόμασιν ἓν γένος ἐὸν κατὰ φῦλα. Πρῶτον μὲν οἱ ἐπὶ τοῖς ἐσχάτοις οἰκοῦντες τὰ πρὸς δυσμέων Κύνητες ὀνομάζονται, ἀπʼ ἐκείνων δὲ ἤδη πρὸς βορέαν ἰόντι Γλῆτες, μετὰ δὲ Ταρτήσιοι, μετὰ δὲ Ἐλβυσίνιοι, μετὰ δὲ Μαστιηνοί, μετὰ δὲ Καλπιανοί, ἔπειτα δὲ ἤδη ὁ Ῥοδανός.»

Στέφανος ὁ Βυζάντιος : Πευκέτιοι, ἔθνος περὶ τὸ Ἰόνιον πέλαγος. Τὸ ἐθνικὸν Πευκετιεύς. Ἡρόδωρος δὲ καὶ Πευκετεῖς αὐτοὺς καλεῖ.

Στέφανος ὁ Βυζάντιος : Καλαμένθη, ἥτις καὶ Καλαμίνθη, πόλις Λιβύης. Ἑκαταῖος Περιηγήσει. Κρεῖττον οὖν ὡς Ἡρόδοτος διὰ τοῦ ι, πόλις Φοινίκων.

Στέφανος ὁ Βυζάντιος : Κανθηλία, πόλις περὶ Καρχηδόνα. Ἑκαταῖος Ἀσίᾳ. Ἡρόδοτος.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Ἡρόδωρος ξένως περὶ τῶν δεσμῶν τοῦ Προμηθέως ταῦτα· εἶναι γὰρ αὐτὸν Σκυθῶν βασιλέα φησὶ, καὶ μὴ δυνάμενον παρέχειν τοῖς ὑπηκόοις τὰ ἐπιτήδεια, διὰ τὸ τὸν καλούμενον Ἀετὸν ποταμὸν ἐπικλύζειν τὰ πεδία, δεθῆναι ὑπὸ τῶν Σκυθῶν· ἐπιφανέντα δὲ Ἡρακλέα, τὸν μὲν ποταμὸν ἀποστρέψαι εἰς τὴν θάλασσαν· καὶ διὰ τοῦτο μεμυθεῦσθαι ἀνῃρηκέναι τὸν ἀετὸν Ἡρακλέα· τὸν δὲ Προμηθέα λῦσαι τῶν δεσμῶν.

Κλήμης ὁ Ἀλεξανδρεύς : Ἡρόδωρος δὲ τὸν Ἡρακλέα μάντιν καὶ φυσικὸν γενόμενον ἱστορεῖ παρὰ Ἄτλαντος τοῦ βαρβάρου τοῦ Φρυγὸς διαδέχεσθαι τοὺς τοῦ κόσμου κίονας, αἰνιττομένου τοῦ μύθου τὴν τῶν οὐρανίων ἐπιστήμην μαθήσει διαδέχεσθαι.

Ἐγέννησε δὲ Ζεὺς καὶ ἕτερον υἱὸν ὀνόματι Ἡρακλῆ μετὰ Ἀλκμήνης τῆς Θηβαίας, ὃς ἐκλήθη τριέσπερος, ὃν γράφουσι δορὰν λέοντος φοροῦντα καὶ ῥόπαλον φέροντα, τρία μῆλα κρατοῦντα· ἅπερ τρία μῆλα ἀφελέσθαι αὐτὸν ἐμυθολόγησαν, τῷ ῥοπάλῳ φονεύσαντα τὸν δράκοντα· τουτέστι νικήσαντα τὸν πολυποίκιλον τῆς πικρᾶς ἐπιθυμίας λογισμὸν διὰ τοῦ ῥοπάλου τῆς φιλοσοφίας, ἔχοντα περιβόλαιον φρόνημα ὡς δορὰν λέοντος· καὶ οὕτως ἀφείλετο τὰ μῆλα, ὅπερ ἐστὶ τρεῖς ἀρετὰς, τὸ μὴ ὀργίζεσθαι, τὸ μὴ φιλαργυρεῖν, τὸ μὴ φιληδονεῖν· διὰ γὰρ τὸ ῥόπαλον τῆς καρτερικῆς ψυχῆς, καὶ τῆς δορᾶς τοῦ θρασυτάτου σώφρονος λογισμοῦ, ἐνίκησε τὸν υἱὸν τῆς φαύλης ἐπιθυμίας· φιλοσοφήσας μέχρι θανάτου, καθὼς Ἡρόδοτος ὁ σοφώτατος συνεγράψατο, ὃς καὶ ἄλλους Ἡρακλεῖς ἱστορεῖ γεγενῆσθαι ἑπτά.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Ἄκρα κατὰ τὴν Ἡράκλειαν, ἣν Ἀχερούσιον καλοῦσιν οἱ ἐπιχώριοι. Ἡρόδωρος δὲ καὶ Εὐφορίων ἐν τῷ Ξενίῳ ἐκείνῃ φασὶ τὸν Κέρβερον ἀνῆχθαι ὑπὸ τοῦ Ἡρακλέους, καὶ ἐμέσαι χολήν· ἐξ ἧς φυῆναι τὸ καλούμενον ἀκόνιτον φάρμακον. Ἄνδρων δὲ …

Πραθεὶς Ὀμφάλῃ ἐνιαυτὸν ἐξέπλησεν Ὁ δὲ Ἡρόδωρος τρία ἔτη λέγει.

Ψευδοαπολλόδωρος : Ἡρόδωρος δὲ αὐτὸν Ἡρακλέα οὐδὲ τὴν ἀρχήν φησι πλεῦσαι τότε, ἀλλὰ παρʼ Ὀμφάλῃ δουλεύειν.

Ψευδοαπολλόδωρος : Καθʼ ὃν δὲ χρόνον ἐλάτρευε παρʼ Ὀμφάλῃ, λέγεται τὸν ἐπὶ Κόλχους πλοῦν γενέσθαι, καὶ τὴν τοῦ Καλυδωνίου κάπρου θήραν, καὶ Θησέα παραγενόμενον ἐκ Τροιζῆνος εἰς Ἰσθμὸν καθᾶραι. —

Ἀθήναιος : Οὐκ εὖ δὲ Νεοκλῆς ὁ Κροτωνιάτης ἔφη, ἀπὸ τῆς σελήνης πεσεῖν τὸ ᾠὸν, ἐξ οὗ τὴν Ἑλένην γεννηθῆναι· τὰς γὰρ σεληνίτιδας γυναῖκας ᾠοτοκεῖν, καὶ τοὺς ἐκεῖ γεννωμένους πεντεκαιδεκαπλασίονας ἡμῶν εἶναι, ὡς Ἡρόδωρος ὁ Ἡρακλεώτης ἱστορεῖ. Ἴβυκος δὲ ἐν πέμπτῳ μελῶν περὶ Μολιονιδῶν φησι·

Τούς τε λευκίππους κούρους

τέκνα Μολιόνας κτάνον

ἅλικας, ἰσοκεφάλους, ἑνιγυίους.

ἀμφοτέρους γεγαῶτας ἐν ὠέῳ ἀργυρέῳ.

Πινδαρικὴ ὑπόμνησις : Βωμοὺς ἕξ. Ἡρόδωρός φησι τὸν Ἡρακλέα ἐν Ὀλυμπίᾳ ἱδρύσασθαι δώδεκα θεῶν ἀγάλματα, συμβώμους δὲ αὐτοὺς ποιῆσαι ἓξ βωμοὺς κατασκευάσαντα. Ἄλλως· Ὀλυμπίασι βωμοί εἰσιν ἓξ δίδυμοι τοῖς δώδεκα θεοῖς ἀνιδρυμένοι, ἑνὸς ἑκάστου βωμοῦ δύο θεοῖς καθωσιωμένου· πρῶτος Διὸς καὶ Ποσειδῶνος, δεύτερος Ἥρας καὶ Ἀθηνᾶς, τρίτος Ἑρμοῦ καὶ Ἀπόλλωνος, τέταρτος Χαρίτων καὶ Διονύσου, πέμπτος Ἀρτέμιδος καὶ Ἀλφειοῦ, ἕκτος Κρόνου καὶ Ῥέας, ὥς φησιν Ἡρόδωρος.

Ἱστορεῖ περὶ τῶν ἓξ βωμῶν Ἡρόδωρος γραμματικός· Ἐλθὼν δὲ εἰς τὴν Ἦλιν τὸ ἐν Ὀλυμπίᾳ ἱερὸν ἱδρύσατο Διὸς Ὀλυμπίου, καὶ Ὀλυμπίαν τοῦ θεοῦ ὁμώνυμον τὴν χώραν ἔθετο· ἔθυσε δὲ αὐτῷ αὐτόθι. Καὶ ἄλλοις θεοῖς βωμοὺς ἓξ τῷ ἀριθμῷ, συμβώμων τῶν ιβʹ θεῶν, καὶ πρῶτον μὲν τοῦ Διὸς τοῦ Ὀλυμπίου, ᾧ σύμβωμον ἐποίησε τὸν Ποσειδῶνα· βʹ Ἥρας καὶ Ἀθηνᾶς, γʹ Ἑρμοῦ καὶ Ἀπόλλωνος, δʹ Χαρίτων καὶ Διονύσου, εʹ Ἀρτέμιδος καὶ Ἀλφειοῦ, ϛʹ Κρόνου καὶ Ῥέας.

Στέφανος ὁ Βυζάντιος : Κασσώπη, πόλις ἐν Μολοσσοῖς. Τὸ ἐθνικὸν Κασσωπαῖος καὶ Κασσώπιος. Ἡρόδωρος δὲ Κασσώπους αὐτούς φησιν, ἴσως κακῶς.

Ἀθήναιος : Τὸν δὲ τῷ χερνίβῳ ῥάναντα παῖδα, διδόντα κατὰ χειρὸς Ἡρακλεῖ ὕδωρ, ὃν ἀπέκτεινεν ὁ Ἡρακλῆς κονδύλῳ, Ἡρόδωρος δʼ ἐν ἑπτακαιδεκάτῃ τοῦ καθʼ Ἡρακλέα λόγου Εὔνομον.

Στέφανος ὁ Βυζάντιος : Δρυόπη ... ὁ πολίτης Δρυοπαῖος, ὡς Ἡρόδωρος, ὃν παρατίθησι Ἐπαφρόδιτος.

Σχόλια εἰς Εὐριπίδην : Ἡρόδωρος δέ φησιν, ὅτι τοῦ τῆς Ἰόλης γάμου προκειμένου τοξείας ἐπάθλου, Ἡρακλέα νικήσαντα ἀπαξιοῦσθαι τοῦ γάμου· διὸ καὶ κατὰ κράτος ἑλεῖν τὴν Οἰχαλίαν, καὶ τοὺς ἀδελφοὺς αὐτῆς ἀνελεῖν, Εὔρυτον δὲ φυγεῖν εἰς Εὔβοιαν.

Πλούταρχος : Γαμῶν ὁ Πειρίθους Δηιδάμειαν ἐδεήθη τοῦ Θησέως ἐλθεῖν καὶ τὴν χώραν ἱστορῆσαι καὶ συγγενέσθαι τοῖς Λαπίθαις. Ἐτύγχανε δὲ καὶ τοὺς Κενταύρους κεκληκὼς ἐπὶ τὸ δεῖπνον. Ὡς δὲ ἠσέλγαινον ὕβρει, καὶ μεθύοντες οὐκ ἀπείχοντο τῶν γυναικῶν, ἐτράποντο πρὸς ἄμυναν οἱ Λαπίθαι· καὶ τοὺς μὲν ἔκτειναν αὐτῶν, τοὺς δὲ πολέμῳ κρατήσαντες ὕστερον ἐξέβαλον ἐκ τῆς χώρας τοῦ Θησέως αὐτοῖς συμμαχομένου καὶ συμπολεμοῦντος. Ἡρόδωρος δὲ ταῦτα πραχθῆναι φησὶν οὐχ οὕτως, ἀλλὰ τοῦ πολέμου συνεστῶτος ἤδη τὸν Θησέα βοηθοῦντα τοῖς Λαπίθαις παραγενέσθαι, καὶ τότε πρῶτον ὄψει γνωρίσαι τὸν Ἡρακλέα ποιησάμενον ἔργον ἐντυχεῖν αὐτῷ περὶ Τραχῖνα πεπαυμένῳ πλάνης ἤδη καὶ ἄθλων· γενέσθαι δὲ μετὰ τιμῆς καὶ φιλοφροσύνης καὶ πολλῶν ἐπαίνων ἀμφοτέροις τὴν ἔντευξιν. Οὐ μὴν ἀλλὰ μᾶλλον ἄν τις πρόσχοι τοῖς πολλάκις ἐντυχεῖν αὐτοὺς ἀλλήλοις ἱστοροῦσι· καὶ τὴν μύησιν Ἡρακλεῖ γενέσθαι Θησέως σπουδάσαντος καὶ τὸν πρὸ τῆς μυήσεως καθαρμὸν, ὡς δεομένῳ διά τινας πράξεις ἀβουλήτους.

ΑΡΓΟΝΑΥΤΙΚΑ.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Ἡρόδωρος δέ φησιν, ἐξ Ἀθάμαντος καὶ Θεμιστοῦς γενέσθαι παῖδας, Σχοινέα, Ἐρύθριον, Λεύκωνα, Πτῷον· νεωτάτους δὲ Φρίξον καὶ Ἕλλην· οὓς διὰ τὴν Ἰνοῦς ἐπιβουλὴν ἐκχωρῆσαι. Τελευτῆσαι δὲ τὴν Ἕλλην κατὰ Πακτύην φησὶν, ὡς καὶ Ἑλλάνικος μαρτυρεῖ. Ἰνοῦς δὲ καὶ Ἀθάμαντος Λέαρχος καὶ Μελικέρτης.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Τούτους δὲ Ἡρόδωρός φησιν ἐκ Χαλκιόπης τῆς Αἰήτου θυγατρός.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Ἡρόδωρος δὲ Πολυφήμην φησὶν εἶναι τὴν Ἰάσονος μήτερα, τὴν Αὐτολύκου.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Ἡρόδωρός φησιν μὴ συμπεπλευκέναι αὐτόν τε καί τινας ἄλλους.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Ἡρόδωρος δύο εἶναι Ὀρφεῖς φησιν· ὧν τὸν ἕτερον συμπεπλευκέναι τοῖς Ἀργοναύταις. Ζητεῖται δὲ διὰ τί Ὀρφεὺς ἀσθενὴς ὢν συνέπλει τοῖς ἥρωσιν· ὅτι μάντις ὢν ὁ Χείρων ἔχρησε μὴ δύνασθαι τὰς Σειρῆνας παρελθεῖν αὐτοὺς Ὀρφέως μὴ συμπλέοντος. Οὕτως Ἡρόδωρος.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Ἐριβώτης. Ἡρόδωρος ἐν τοῖς Ἀργοναυτικοῖς τοῦτον Εὐρυβάτην καλεῖ, καί φησιν αὐτὸν Τελέοντος υἱόν.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Ἄβαντος φησὶ νομισθῆναι τὸν Ἴδμονα. Συμμαρτυρεῖ δὲ αὐτῷ καὶ Ἡρόδωρος.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Ζήτης καὶ Καλαΐς Τούτους ἐκ διαφόρων τόπων συμπλεῦσαι τοῖς Ἀργοναύταις φασίν· οἱ μὲν γὰρ ἐκ Θρᾴκης, ὡς Ἀπολλώνιος, Ἡρόδωρος δὲ ἐκ Δαυλίδος, Δοῦρις δὲ ἐξ Ὑπερβορέων.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια ὁ πτολίεθρον ἀγαυοῦ Μιλήτοιο νοσφισθεὶς Ἐργῖνος. Ὁ δὲ Μίλητος, ἀφʼ οὗ καὶ ἡ πόλις Μίλητος, Εὐξανθίου τοῦ Μίνωος ἦν· οἱ δέ φασιν αὐτὸν Ἀπόλλωνος καὶ Ἀρείας τῆς Κλεόχου· ἐκλήθη δὲ Μίλητος, ὅτι ἐκρύβη ἀπὸ τῆς μητρὸς ἐν μίλακι.

Καὶ Ἀριστόκριτος φησὶν ὅτι Ἀρεία θυγάτηρ ἐγένετο Κλεόχου, ἧς καὶ Ἀπόλλωνος γενέσθαι βρέφος, καὶ τοῦτο ἐκτεθῆναι εἰς μίλακα. Τὸν δὲ Κλέοχον ἀνελέσθαι, καὶ ὀνομάσαι ἀπὸ τῆς μίλακος Μίλητον. Τοῦτον δὲ ἀνδρωθέντα, καὶ φθονούμενον ὑπὸ τοῦ Μίνωος, ἀναχωρῆσαι εἰς τὴν Σάμον· ἀφʼ οὗ καὶ τόπος ἐστὶ Μίλητος· καὶ ἀπὸ τῆς Σάμου μεταβὰς εἰς τὴν Καρίαν, ἔκτισε πόλιν, Μίλητον ἀφʼ ἑαυτοῦ καλέσας. Μαρτυρεῖ δὲ καὶ Ἡρόδωρος.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Ὅτι δὲ ἐμίγησαν οἱ Ἀργοναῦται ταῖς Λημνίαις Ἡρόδωρος ἱστορεῖ ἐν τοῖς Ἀργοναυτικοῖς.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Γηγενέες: Τούτων καὶ Ἡρόδωρος μνημονεύει ἐν τοῖς Ἀργοναυτικοῖς· καὶ ὅτι ἐπολέμησαν Ἡρακλεῖ. Οἱ μὲν οὖν γηγενεῖς παρὰ Κύζικον ᾤκουν, οἱ

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Μακριέων: Ἦσαν δὲ ἀστυγείτονες τῶν Δολιόνων οἱ Μάκρωνες. Οἱ δὲ ἔθνος Βεχείρων φασὶ τοὺς Μάκριας, οἵτινες ἀεὶ πολεμοῦσι τοῖς Κυζικηνοῖς· ἦσαν δὲ τὰ πολεμικὰ ἔργα ἠσκηκότες, ὡς ἱστοροῦσι Φιλοστέφανός τε καὶ Ἡρόδωρος, οἱ τὰ περὶ τῶν βίων αὐτῶν γεγραφότες.

Εἰσὶ δʼ οἳ καὶ Βεχείρων ἔθνος φασὶν τοὺς Μάκρωνας, οἵτινες ἀεὶ πολεμοῦσι Κυζικηνοῖς, ὅμοροι ὄντες καὶ ἠσκηκότες καλῶς τὰ πολεμικὰ, ὥς φησι Φιλοστέφανος κ. τ. λ.

Ἡρόδωρος δὲ ἐπὶ τοῦ βωμοῦ φησι τεθυκένει τοὺς Ἀργοναύτας, ἐφʼ οὗ Ἄργος ὁ Φρίξου ἐπανιὼν ἐτεθύκει.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Ἡρόδωρος οὖν φησὶν ἑῷον τὸν Ἀπόλλωνα προσαγορεύεσθαι, καὶ βωμὸν αὐτοῦ εἶναι ἐν τῇ νήσῳ, οὐ καθὸ ὄρθρῳ ἐπεφάνη αὐτοῖς, ἀλλὰ καθὸ οἱ Ἀργοναῦται ὄρθρου εἰς αὐτὴν κατέπλευσαν.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Φασὶ δὲ αὐτὸν υἱὸν εἶναι Δασκύλου τοῦ Ταντάλου, καὶ Ἀνθεμοεισίας τῆς Λύκου τοῦ ποταμοῦ — ὡς μαρτυρεῖ καὶ Νύμφις ἐν τῷ αʹ τῆς Ἡρακλείας, καὶ Ἡρόδωρος παριστορῶν· ὑπεδέξατο δὲ τοὺς ἥρωας, ὥς τινες, διὰ τὸ τὸν Πέλοπα, τὸν θεῖον αὐτοῦ, τιμηθῆναι παρὰ τῶν Ἑλλήνων· ἅμα δὲ καὶ διὰ τὸν Ἀμύκου καὶ τῶν Βεβρύκων φόνον· ἐχθροὶ γὰρ ἦσαν τοῖς Μαριανδυνοῖς οἱ Βέβρυκες.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Ἔτυχον γὰρ μέχρι εʹ σταδίων ἀναπλεύσαντες, διὰ τοῦ Ἀχέροντος καθορμισάμενοι, ὥς φησι καὶ Ἡρόδωρος ἐν τοῖς Ἀργοναύταις.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Ὄτι δὲ χρησμὸς ἦν Αἰήτῃ δεδομένος, ὑπὸ τῶν αὑτοῦ ἐγγόνων ἀπολέσθαι, καὶ Ἡρόδωρος ἐν τοῖς Ἀργοναύταις ἱστορεῖ· τούτου ἕνεκα καὶ τὴν ζεῦξιν τῶν ταύρων λέγει αὐτὸν ἐπινοῆσαι.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Τὰ δʼ αὐτὰ περὶ τοῦ Τυφῶνος καὶ Ἡρόδωρος φησίν· ἔνθα καὶ περὶ τῆς Νύσης ἱστορεῖ, λέγων, Ἔστι δέ τις Νύση, ὕπατον κέρας ἀνθέον ὕλῃ, τηλοῦ Φοινίκης, σχεδὸν Αἰγύπτοιο ῥοάων. Ὁ δὲ Καύκασος διήκει ἀπὸ τῆς Ἀρμενίων χώρας ἕως Κόλχων· ἡ δὲ Σερβωνὶς λίμνη διάκειται περὶ τὸ Πηλούσιον τῆς Αἰγύπτου.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Ὁ μὲν Ἀπολλώνιος μετὰ τὸ φυγεῖν τὴν Μήδειαν ἐκ τοῦ Αἰήτου οἴκου πεποίηκε ὑπισχνουμένην τὸ κῶας τῷ Ἰάσονι· ὁ δὲ τὰ Ναυπακτικὰ γράψας συνεκφέρουσαν αὐτὴν ποιεῖ τὸ κῶας κατὰ τὴν φυγὴν, ἐν τῷ οἴκῳ κείμενον τοῦ Αἰήτου· ὁ δὲ Ἡρόδωρος, μετὰ τὴν ἀνάζευξιν τῶν Ἀργοναυτῶν ἀποσταλῆναι τὸν Ἰάσονα ὑπὸ τοῦ Αἰήτου ἐπὶ τὸ κῶας· τὸν δὲ πορευθέντα φονεῦσαί τε τὸν δράκοντα καὶ τὸ κῶας ἀπενεγκεῖν πρὸς Αἰήτην· τὸν δὲ δόλῳ καλέσαι αὐτοὺς ἐπὶ δεῖπνον.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Ὁ μὲν Ἀπολλώνιος νυκτός φησι πεφευγέναι τὴν Μήδειαν ἐπὶ τὴν ναῦν, Αἰήτου συνέδριον ἔχοντος Κόλχων περὶ διαφθορᾶς τῶν ἡρώων· ὁ δὲ τὰ Ναυπακτικὰ πεποιηκὼς ὑπὸ Ἀφροδίτης φησὶ τὸν Αἰήτην κατακοιμηθῆναι, ἐπιθυμήσαντα τῇ αὑτοῦ γυναικὶ Εὐρυλύτῃ συγγενέσθαι, δεδειπνηκότων παρʼ αὐτῷ τῶν Κόλχων καὶ κοιμωμένων· διὰ τὸ βούλεσθαι αὐτὸν ναῦν ἐμπρῆσαι· Δὴ τότʼ ἄρʼ Αἰήτῃ πόθον ἔμβαλε δῖʼ Ἀφροδίτη Εὐρυλύτης φιλότητι μιγήμεναι, ἧς ἀλόχοιο, κηδομένη φρεσὶν ᾗσιν, ὅπως μετʼ ἄεθλον Ἰήσων νοστήσῃ οἶκόνδε σὺν ἀγχεμάχοις ἑτάροισιν. Ὁ δὲ Ἴδμων συνῆκε τὸ γεγονὸς, καί φησι·

Φευγέμεναι μεγάροιο θοὴν διὰ νύκτα μέλαιναν· τὴν δὲ Μήδειαν τὴν ποδοψοφίαν ἀκούσασαν, ἀναστᾶσαν ἐξορμῆσαι. Λέγει δὲ καὶ Ἡρόδωρος ταῦτα.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Ἡρόδωρος ἐν τοῖς Ἀργοναύταις φησὶ διὰ τῆς αὐτῆς θαλάσσης ἐπανελθεῖν, διʼ ἧς καὶ ἐπορεύθησαν εἰς Κόλχους.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Περὶ τοῦ ἐν Μαριανδυνοῖς γενομένου θανάτου τοῦ Ἴδμονος καὶ Ἡρόδωρος ἱστορεῖ ἐν τοῖς περὶ Ἡρακλείας, ὡς Προμαθίδας εἶπε, καὶ Νύμφις ἐν τῷ Ἡρακλείας, ὡς Ἴδμων ὑπὸ συὸς ἐπλήγη.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Περὶ δὲ τὸν ἀγριέλαιον τὸν ἐπιπεφυκότα τῷ Ἴδμονος τάφῳ ἐθέσπισεν ὁ θεὸς τοῖς Μεγαρεῦσι καὶ Βοιωτοῖς τὴν πόλιν κτίσαι· λέγει δὲ τὴν Ἡράκλειαν· ἐν γὰρ τῇ ἀγορᾷ τῶν Ἡρακλεωτῶν ὑπάρχει ὁ τάφος — ὥς φησιν Ἡρόδωρος —, ἐφʼ οὗ ἐστιν ὁ ἀγριέλαιος.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Ὅτι ἐν τῇ Ἡρακλείᾳ τέθνηκεν καὶ ὁ Τῖφυς, εἶπε Νύμφις. Ἡρόδωρος δέ φησιν ὅτι οὐκ ἀπιόντων εἰς Κόλχους τέθνηκεν ὁ Τῖφυς, ἀλλʼ ὑποστρεφόντων.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Ἡρόδωρος Ἐργῖνον φησὶ κυβερνῆσαι τὴν Ἀργὼ μετὰ τὸν θάνατον Τίφυος.

Ἀθήναιος : Λυσανίας φησὶν ὁ Κυρηναῖος Ἡρόδωρον εἰρηκέναι· «Ἐπεὶ δὲ θύσαντες πρὸς δεῖπνον καὶ κρατῆρας καὶ εὐχὰς καὶ παιᾶνας ἐτράποντο.»

ΠΕΛΟΠΕΙΑ.

Ἀθήναιος : Τὴν Ἀτρέως δὲ χρυσῆν ἄρνα, περὶ ἣν γεγόνασιν ἡλίου τε ἐκλείψεις καὶ βασιλέων μεταβολαὶ, ἔτι τε τῆς τραγῳδίας ἡ πολλὴ, φιάλην ἀργυρᾶν φησι γεγονέναι Ἡρόδωρος ὁ Ἡρακλεώτης, ἔχουσαν ἐν μέσῳ ἄρνα χρυσῆν.

Πινδαρικὴ ὑπόμνησις : Φερεκύδης δὲ Λαοδάμειαν λέγων αὐτὴν. τὸν ταύτης φησὶ παῖδα ἀνῃρῆσθαι ὑπὸ Αἰγίσθου νομιζόμενον Ὀρέστην εἶναι· τὸν δὲ Ὀρέστην ἐκκλαπέντα εἶναι τριῶν ἐτῶν, ὡς Ἡρόδωρος ἐν Πελοπείᾳ

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν : Φόρκυς δαίμων θαλάσσιος, τὸ πρότερον διατρίβων πρὸς τῷ Ἀρυμνίῳ λεγομένῳ ὄρει τῆς Ἀχαΐας, οἰκῶν τε τὴν Φόρκυνος ἀπʼ αὐτοῦ καλουμένην βῆσσαν. Κάτω φανὲν αὐτῷ καταλιπεῖν τὰς τρίβους ταύτας, ἀφίκετο εἰς τὴν Κεφαλληνίαν, καὶ τόπον ἐκλεξάμενος ἐπιτήδειον αὐτῷ ἐνταῦθα ᾤκησεν. Λέγεται δὲ Ἄμμος ὁ τόπος. Προσορμίσας εἰς τὸν τῆς Ἰθάκης λιμένα, ἠξίωσεν αὐτὸν ἀφʼ ἑαυτοῦ προσαγορεύεσθαι Φόρκυνος. Ἡ δὲ ἱστορία παρὰ Ἡροδότῳ.