Σοῦδα Θεόπομπος Χῖος ῥήτωρ· υἱὸς Δαμασιστράτου· γεγονὼς τοῖς χρόνοις κατὰ τὴν ἀναρχίαν Ἀθηναίων, ἐπὶ τῆς ἐνενηκοστῆς τρίτης ὀλυμπιάδος, ὅτε καὶ Ἔφορος. Ἰσοκράτους ἀκουστὴς ἅμα Ἐφόρωι. ἔγραψεν Ἐπιτομὴν τῶν Ἡροδότου Ἱστοριῶν ἐν βιβλίοις β· Φιλιππικὰ ἐν βιβλίοις οβ· Ἑλληνικὰς Ἱστορίας—ἕπονται δὲ ταῖς Θουκυδίδου καὶ Ξενοφῶντος, καί εἰσιν ἐν βιβλίοις ια, ἔχουσαι τὰ ἀπὸ τοῦ Πελοποννησιακοῦ πολέμου—· καὶ λοιπά.
Φώτιος ἔστι δὲ Θεόπομπος Χῖος μὲν τὸ γένος, υἱὸς Δαμοστράτου. φυγεῖν δὲ λέγεται τῆς πατρίδος ἅμα τῶι πατρί, ἐπὶ λακωνισμῶι τοῦ πατρὸς ἁλόντος, ἀνασωθῆναι δὲ τῆι πατρίδι τελευτήσαντος αὐτῶι τοῦ πατρός, τὴν κάθοδον Ἀλεξάνδρου τοῦ Μακεδόνων βασιλέως διʼ ἐπιστολῶν τῶν πρὸς τοὺς Χίους καταπραξαμένου ἐτῶν δὲ εἶναι τότε τὸν Θεόπομπον ε καὶ μ. μετὰ δὲ τὸν Ἀλεξάνδρου θάνατον πανταχόθεν ἐκπεσόντα εἰς Αἴγυπτον ἀφικέσθαι, Πτολεμαῖον δὲ τὸν ταύτης βασιλέα οὐ προσίεσθαι τὸν ἄνδρα, ἀλλὰ καὶ ὡς πολυπράγμονα ἀνελεῖν ἐθελῆσαι, εἰ μή τινες τῶν φίλων παραιτησάμενοι διεσώσαντο.
Φώτιος συνακμάσαι δὲ λέγει αὐτὸς ἑαυτὸν Ἰσοκράτει ... καὶ Θεοδέκτηι ... καὶ Ναυκράτει κτλ.
Ἀθήναιος ὁ Χῖος ῥήτωρ Καύκαλος, ὁ Θεοπόμπου τοῦ ἱστοριογράφου ἀδελφός.
Φώτιος φασὶ δὲ αὐτόν τε καὶ Ἔφορον Ἰσοκράτους γενέσθαι μαθητάς. δῆλον δὲ τοῦτο ποιοῦσι καὶ οἱ λόγοι· πολὺ γὰρ ἐν τοῖς Θεοπόμπου ἡ κατὰ μίμησιν ἰδέα τῶν παρʼ Ἰσοκράτει, εἰ καὶ λείπεται τῆς κατὰ τὴν ἐργασίαν ἀκριβείας κτλ.
Σοῦδα Δημοσθένης· ..... συνεφιλολόγησε δὲ Αἰσίωνι τῶι Ἀθηναίωι καὶ Θεοπόμπωι τῶι Χίωι φιλοσόφωι.
Σοῦδα Θεοδέκτης Ἀριστάνδρου Φασηλίτης ἐκ Λυκίας· ῥήτωρ, τραπεὶς δὲ ἐπὶ τραγωιδίας .... οὗτος καὶ ὁ Ἐρυθραῖος Ναυκράτης καὶ Ἰσοκράτης ὁ ῥήτωρ ὁ Ἀπολλωνιάτης καὶ Θεόπομπος ἐπὶ τῆς ρϛ ὀλυμπιάδος εἶπον ἐπιτάφιον ἐπὶ Μαυσώλωι, Ἀρτεμισίας τῆς γυναικὸς αὐτοῦ προτρεψαμένης. καὶ ἐνίκησε μάλιστα εὐδοκιμήσας ἐν ἧι εἶπε τραγωιδίαι· ἄλλοι δέ φασι Θεόπομπον ἔχειν τὰ πρωτεῖα.
Σωκρατικῶν Ἐπιστολαί : πυνθάνομαι δὲ καὶ Θεόπομπον παρʼ ὑμῖν μὲν εἶναι πάνυ ψυχρόν, περὶ δὲ Πλάτωνος βλασφημεῖν, καὶ ταῦτα ὥσπερ οὐ Πλάτωνος τὴν ἀρχὴν τῆς ἀρχῆς ἐπὶ Περδίκκαι κατασκευάσαντος .... ἵνα οὖν Θεόπομπος παύσηται τραχὺς ὤν, κέλευσον Ἀντίπατρον παραναγνῶναι τῶν Ἑλληνικῶν πράξεων αὐτῶι, καὶ γνώσεται Θεόπομπος δικαίως μὲν ὑπὸ πάντων ἐξαλειφόμενος, ἀδίκως δὲ τῆς παρὰ σοῦ χορηγίας τυγχάνων.
Σοῦδα Ἔφορος· φυγὰς δὲ γενόμενος ὁ Θεόπομπος ἱκέτης ἐγένετο τῆς Ἐφεσίας Ἀρτέμιδος· ἐπέστελλέ τε πολλὰ κατὰ Χίων Ἀλεξάνδρωι, καὶ μέντοι καὶ αὐτὸν Ἀλέξανδρον ἐγκωμιάσας πολλά. λέγεται δὲ καὶ ψόγον αὐτοῦ γεγραφέναι, ὃς οὐ φέρεται.
Σοῦδα Θεόκριτος Χῖος ῥήτωρ· ..... ἀντεπολιτεύσατο δὲ Θεοπόμπωι τῶι ἱστορικῶι. —
Παυσανίας ὡς δέ οἱ διαφορὰ ἐς Θεόπομπον ἐγεγόνει τὸν Δαμασιστράτου ......
Ἀρισταίου Ἐπιστολαί ὁ δὲ Δημήτριος μηδένα τολμῆσαι τῆς τῶν νόμων τούτων ἀναγραφῆς ἅψασθαι διὰ τὸ θείαν αὐτὴν εἶναι καὶ σεμνὴν ἔφασκεν, καὶ ὅτι βλαβεῖεν ἤδη τινὲς τούτοις ἐγχειρήσαντες ὑπὸ τοῦ θεοῦ, δηλῶν ὡς Θεόπομπός τε βουληθεὶς ἱστορῆσαί τι περὶ τούτων ἐταράχθη τὴν διάνοιαν πλείοσιν ἢ τριάκοντα ἡμέραις καὶ παρὰ τὰς ἀνέσεις ἐξιλάσκετο τὸν θεόν, ἐντεῦθεν αὐτῶι γενέσθαι τὴν παραφροσύνην ὑπονοῶν· οὐ μὴν ἀλλὰ καὶ ὄναρ εἶδεν ὅτι τοῦτʼ αὐτῶι συμβαίη περιεργαζομένωι τὰ θεῖα καὶ ταῦτʼ ἐκφέρειν εἰς κοινοὺς ἀνθρώπους θελήσαντι, καὶ ἀποσχόμενος κατέστη τὴν διάνοιαν.
Διόδωρος ὁ Σικελιώτης ὁμοίως δὲ τούτωι Καλλισθένης καὶ Θεόπομπος, κατὰ τὴν αὐτὴν ἡλικίαν γεγονότες, ἀπέστησαν τῶν παλαιῶν μύθων.
τῶν δὲ συγγραφέων Θουκυδίδης μὲν τὴν ἱστορίαν κατέστροφε .... Ξενοφῶν δὲ καὶ Θεόπομπος ἀφʼ ὧν ἀπέλιπε Θουκυδίδης τὴν ἀρχὴν πεποίηνται· καὶ Ξενοφῶν μὲν περιέλαβε χρόνον ἐτῶν τεσσαράκοντα καὶ ὀκτώ, Θεόπομπος δὲ τὰς Ἑλληνικὰς πράξεις διελθὼν ἐπʼ ἔτη ἑπτακαίδεκα καταλήγει τὴν ἱστορίαν εἰς τὴν περὶ Κνίδον ναυμαχίαν ἐν βύβλοις δώδεκα.
Θεόπομπος δʼ ὁ Χῖος τὴν τῶν Ἑλληνικῶν σύνταξιν κατέστροφεν εἰς τοῦτον τὸν ἐνιαυτὸν καὶ εἰς τὴν περὶ Κνίδον ναυμαχίαν, γράψας βύβλους δώδεκα. ὁ δὲ συγγραφεὺς οὗτος ἦρκται μὲν ἀπὸ τῆς περὶ Κυνὸς σῆμα ναυμαχίας, εἰς ἣν Θουκυδίδης κατέληξε τὴν πραγματείαν, ἔγραψε δὲ χρόνον ἐτῶν δεκαεπτά.
Μαρκελλῖνος ὁ Βιογράφος ἀπέθανε δὲ μετὰ τὸν πόλεμον τὸν Πελοποννησιακὸν .... συγγράφων τὰ πράγματα τοῦ εἰκοστοῦ καὶ πρώτου ἐνιαυτοῦ· .... τὰ δὲ τῶν ἄλλων ἓξ ἐτῶν πράγματα ἀναπληροῖ ὅ τε Θεόπομπος καὶ ὁ Ξενοφῶν, οἷς συνάπτει τὴν Ἑλληνικὴν ἱστορίαν.
ὅτι δὲ οὐδὲ Ξενοφῶντός ἐστιν ὁ χαρακτὴρ μόνον οὐχὶ βοᾶι ....... οὐ μὴν οὐδὲ Θεοπόμπου, καθά τινες ἠξίωσαν.
Διόδωρος ὁ Σικελιώτης τῶν δὲ συγγραφέων Θεόπομπος ὁ Χῖος τὴν ἀρχὴν τῶν Περὶ Φίλιππον ἱστοριῶν ἐντεῦθεν ποιησάμενος γέγραφεν βύβλους ὀκτὼ πρὸς ταῖς πεντήκοντα, ἐξ ὧν πέντε διαφωνοῦσιν.
Φώτιος ἀνεγνώσθησαν Θεοπόμπου λόγοι ἱστορικοί. ν δὲ καὶ γ εἰσὶν οἱ σωζόμενοι αὐτοῦ τῶν ἱστορικῶν λόγοι· διαπεπτωκέναι δὲ καὶ τῶν παλαιῶν τινὲς ἔφησαν τήν τε ἕκτην καὶ ἑβδόμην, καὶ δὴ καὶ τὴν ἑνδεκάτην καὶ τὴν ἐνάτην καὶ εἰκοστὴν καὶ τὴν τριακοστήν. ἀλλὰ ταύτας μὲν οὐδʼ ἡμεῖς εἴδομεν· Μηνοφάνης δέ τις τὰ περὶ Θεόπομπον διεξιὼν — ἀρχαῖος δὲ καὶ οὐκ εὐκαταφρόνητος ὁ ἀνήρ — καὶ τὴν δωδεκάτην συνδιαπεπτωκέναι λέγει· καίτοι αὐτὴν ἡμεῖς ταῖς ἄλλαις συνανέγνωμεν.
Πολύβιος ἐγὼ δʼ οὔτε λοιδορεῖν ψευδῶς φημι δεῖν τοὺς μονάρχους οὐδʼ ἐγκωμιάζειν, ὃ πολλοῖς ἤδη συμβέβηκεν ...... μάλιστα δʼ ἄν τις ἐπιτιμήσειε περὶ τοῦτο τὸ μέρος Θεοπόμπωι, ὅς γε ἐν ἀρχῆι τῆς Φιλίππου συντάξεως ταύτην δὲ τήν τε πικρίαν καὶ τὴν ἀθυρογλωττίαν τοῦ συγγραφέως τίς οὐκ ἂν ἀποδοκιμάσειεν; οὐ γὰρ μόνον ὅτι μαχόμενα λέγει πρὸς τὴν αὑτοῦ πρόθεσιν ἄξιός ἐστιν ἐπιτιμήσεως, ἀλλὰ καὶ διότι κατέψευσται τοῦ τε βασιλέως καὶ τῶν φίλων, καὶ μάλιστα διότι τὸ ψεῦδος αἰσχρῶς καὶ ἀπρεπῶς διατέθειται. ....... λοιπὸν ἢ περὶ τὴν ἀρχὴν καὶ προέκθεσιν τῆς πραγματείας ἀνάγκη ψεύστην καὶ κόλακα φαίνεσθαι τὸν ἱστοριογράφον ἢ περὶ τὰς κατὰ μέρος ἀποφάσεις ἀνόητον καὶ μειρακιώδη τελείως, εἰ διὰ τῆς ἀλόγου καὶ ἐπικλήτου λοιδορίας ὑπέλαβε πιστότερος μὲν αὐτὸς φανήσεσθαι, παραδοχῆς δὲ μᾶλλον ἀξιωθήσεσθαι τὰς ἐγκωμιαστικὰς ἀποφάσεις αὐτοῦ περὶ Φιλίππου.
καὶ μὴν οὐδὲ περὶ τὰς ὁλοσχερεῖς διαλήψεις οὐδεὶς ἂν εὐδοκήσειε τῶι προειρημένωι συγγραφεῖ, ὅς γʼ ἐπιβαλόμενος γράφειν τὰς Ἑλληνικὰς πράξεις ἀφʼ ὧν Θουκυδίδης ἀπέλιπεν καὶ συνεγγίσας τοῖς Λευκτρικοῖς καιροῖς καὶ τοῖς ἐπιφανεστάτοις τῶν Ἑλληνικῶν ἔργων, τὴν μὲν Ἑλλάδα μεταξὺ καὶ τὰς ταύτης ἐπιβολὰς ἀπέρριψε, μεταλαβὼν δὲ τὴν ὑπόθεσιν τὰς Φιλίππου πράξεις προύθετο γράφειν. καίτοι γε πολλῶι σεμνότερον ἦν καὶ δικαιότερον ἐν τῆι περὶ τῆς Ἑλλάδος ὑποθέσει τὰ πεπραγμένα Φιλίππωι συμπεριλαβεῖν ἤπερ ἐν τῆι Φιλίππου τὰ τῆς Ἑλλάδος .......... εἰ μὴ νὴ Δίʼ ὅτι ἐκείνης μὲν τῆς ὑποθέσεως τέλος ἦν τὸ καλόν, τῆς δὲ κατὰ Φίλιππον τὸ συμφέρον .......
Διονύσιος ὁ Ἁλικαρνασσεύς Θεόπομπος δʼ ὁ Χῖος ἐπιφανέστατος πάντων τῶν Ἰσοκράτους μαθητῶν γενόμενος καὶ πολλοὺς μὲν πανηγυρικούς, πολλοὺς δὲ συμβουλευτικοὺς συνταξάμενος λόγους ἐπιστολάς τε τὰς Χιακὰς ἐπιγραφομένας καὶ ὑποθήκας ἄλλας λόγου ἀξίας, ἱστορίαν πεπραγματευμένος ἄξιος ἐπαινεῖσθαι πρῶτον μὲν τῆς ὑποθέσεως τῶν ἱστοριῶν — καλαὶ γὰρ ἀμφότεραι, ἡ μὲν τὰ λοιπὰ τοῦ Πελοποννησιακοῦ πολέμου περιέχουσα, ἡ δὲ τὰ Φιλίππωι πεπραγμένα —, ἔπειτα τῆς οἰκονομίας — ἀμφότεραι γάρ εἰσιν εὐπαρακολούθητοι καὶ σαφεῖς —, μάλιστα δὲ τῆς ἐπιμελείας τε καὶ φιλοπονίας τῆς κατὰ τὴν συγγραφήν. δῆλος γάρ ἐστιν, εἰ καὶ μηδὲν ἔγραψε, πλείστην μὲν παρασκευὴν εἰς ταῦτα παρεσκευασμένος, μεγίστας δὲ δαπάνας εἰς τὴν συναγωγὴν αὐτῶν τετελεκώς καὶ πρὸς τούτοις πολλῶν μὲν αὐτόπτης γεγενημένος, πολλοῖς δʼ εἰς ὁμιλίαν ἐλθὼν ἀνδράσι τοῖς τότε πρωτεύουσι καὶ στρατηγοῖς δημαγωγοῖς τε καὶ φιλοσόφοις διὰ τὴν συγγραφήν. οὐ γὰρ ὥσπερ τινὲς πάρεργον τοῦ βίου τὴν ἀναγραφὴν τῆς ἱστορίας ἐποιήσατο, ἔργον δὲ τὸ πάντων ἀναγκαιότατον. γνοίη δʼ ἄν τις αὐτοῦ τὸν πόνον ἐνθυμηθεὶς τὸ πολύμορφον τῆς γραφῆς. καὶ γὰρ ἐθνῶν εἴρηκεν οἰκισμοὺς καὶ πόλεων κτίσεις ἐπελήλυθε, βασιλέων τε βίους καὶ τρόπων ἰδιώματα δεδήλωκε, καὶ εἴ τι θαυμαστὸν ἢ παράδοξον ἑκάστη γῆ καὶ θάλασσα φέρει, συμπεριείληφεν τῆι πραγματείαι. καὶ μηδεὶς ὑπολάβηι ψυχαγωγίαν ταῦτʼ εἶναι μόνον —οὐ γὰρ οὕτως ἔχει—ἀλλὰ πᾶσαν ὡς ἔπος εἰπεῖν ὠφέλειαν περιέχει. ἵνα δὲ πάντʼ ἀφῶ τἆλλα, τίς οὐχ ὁμολογήσει τοῖς ἀσκοῦσι τὴν φιλόσοφον ῥητορικὴν ἀναγκαῖον εἶναι πολλὰ μὲν ἔθη καὶ βαρβάρων καὶ Ἑλλήνων ἐκμαθεῖν, πολλοὺς δὲ νόμους ἀκοῦσαι πολιτειῶν τε σχήματα, καὶ βίους ἀνδρῶν καὶ πράξεις καὶ τέλη καὶ τύχας; τούτοις τοίνυν ἅπασαν ἀφθονίαν δέδωκεν οὐκ ἀπεσπασμένην τῶν πραγμάτων, ἀλλὰ συμπαροῦσαν. πάντα δὴ ταῦτα ζηλωτὰ τοῦ συγγραφέως· καὶ ἔτι πρὸς τούτοις ὅσα φιλοσοφεῖ παρʼ ὅλην τὴν συγγραφὴν περὶ δικαιοσύνης καὶ εὐσεβείας καὶ τῶν ἄλλων ἀρετῶν πολλοὺς καὶ καλοὺς διεξερχόμενος λόγους. τελευταῖόν ἐστι τῶν ἔργων αὐτοῦ καὶ χαρακτηρικώτατον, ὃ παρʼ οὐδενὶ τῶν ἄλλων συγγραφέων οὕτως ἀκριβῶς ἐξείργασται καὶ δυνατῶς οὔτε τῶν πρεσβυτέρων οὔτε τῶν νεωτέρων. τί δὲ τοῦτο ἐστί; τὸ καθʼ ἑκάστην πρᾶξιν μὴ μόνον τὰ φανερὰ τοῖς πολλοῖς ὁρᾶν καὶ λέγειν, ἀλλʼ ἐξετάζειν καὶ τὰς ἀφανεῖς αἰτίας τῶν πράξεων καὶ τῶν πραξάντων αὐτὰς καὶ τὰ πάθη τῆς ψυχῆς, ἃ μὴ ῥάιδια τοῖς πολλοῖς εἰδέναι, καὶ πάντα ἐκκαλύπτειν τὰ μυστήρια τῆς τε δοκούσης ἀρετῆς καὶ τῆς ἀγνοουμένης κακίας. καί μοι δοκεῖ πως ὁ μυθευόμενος ἐν Ἅιδου τῶν ψυχῶν τῶν ἀπολυθεισῶν τοῦ σώματος ἐξετασμὸς ἐπὶ τῶν ἐκεῖ δικαστῶν οὐχ οὕτως ἀκριβὴς εἶναι ὡς ὁ διὰ τῆς Θεοπόμπου γραφῆς γιγνόμενος. διὸ καὶ βάσκανος ἔδοξεν εἶναι, προσλαμβάνων τοῖς ἀναγκαίοις τινὰ ὀνειδισμοῖς κατὰ τῶν ἐνδόξων προσώπων οὐκ ἀναγκαῖα πράγματα, ὅμοιόν τι ποιῶν τοῖς ἰατροῖς, οἳ τέμνουσι καὶ καίουσι τὰ διεφθαρμένα τοῦ σώματος ἕως βάθους τὰ καυτήρια καὶ τὰς τομὰς φέροντες, οὐδὲν τῶν ὑγιαινόντων καὶ κατὰ φύσιν ἐχόντων στοχαζόμενοι. τοιοῦτος μὲν δή τις ὁ πραγματικὸς Θεοπόμπου χαρακτήρ.
ὁ δὲ λεκτικὸς Ἰσοκράτει μάλιστα ἔοικε· καθαρά τε γὰρ ἡ λέξις καὶ κοινὴ καὶ σαφής, ὑψηλή τε καὶ μεγαλοπρεπὴς καὶ τὸ πομπικὸν ἔχουσα πολύ, συγκειμένη τε κατὰ τὴν μέσην ἁρμονίαν, ἡδέως καὶ μαλακῶς ῥέουσα. διαλλάττει δὲ τῆς Ἰσοκρατείου κατὰ τὴν πικρότητα καὶ τὸν τόνον ἐπʼ ἐνίων, ὅταν ἐπιτρέψηι τοῖς πάθεσι, μάλιστα δʼ ὅταν ὀνειδίζηι πόλεσιν ἢ στρατηγοῖς πονηρὰ βουλεύματα καὶ πράξεις ἀδίκους— πολὺς γὰρ ἐν τούτοις—, καὶ τῆς Δημοσθένους δεινότητος οὐδὲ κατὰ μικρὸν διαφέρει, ὡς ἐξ ἄλλων πολλῶν ἄν τις ἴδοι κἀκ τῶν Χιακῶν ἐπιστολῶν, ἃς τῶι συμφύτωι πνεύματι ἐπιτρέψας γέγραφεν. εἰ δʼ ὑπερεῖδεν ἐν τούτοις ἐφʼ οἷς μάλιστα δὴ ἐσπούδακε τῆς τε συμπλοκῆς τῶν φωνηέντων γραμμάτων καὶ τῆς κυκλικῆς εὐρυθμίας τῶν περιόδων καὶ τῆς ὁμοειδείας τῶν σχηματισμῶν, πολὺ ἀμείνων ἂν ἦν αὐτὸς ἑαυτοῦ κατὰ τὴν φράσιν.
ἔστι δὲ ἃ καὶ κατὰ τὸν πραγματικὸν τόπον ἁμαρτάνει, καὶ μάλιστα κατὰ τὰς παρεμβολάς οὔτε γὰρ ἀναγκαῖαί τινες αὐτῶν οὔτʼ ἐν καιρῶι γενόμεναι, πολὺ δὲ τὸ παιδιῶδες ἐμφαίνουσαι· ἐν αἷς ἐστι καὶ τὰ περὶ Σιληνοῦ τοῦ φανέντος ἐν Μακεδονίαι καὶ τὰ περὶ τοῦ δράκοντος τοῦ διαναυμαχήσαντος πρὸς τὴν τριήρη καὶ ἄλλα τούτοις οὐκ ὀλίγα ὅμοια.
Διονύσιος ὁ Ἁλικαρνασσεύς οὐ δὴ δεῖν ὠιόμην Ἰσοκράτους ἐν ἅπασι πάντων τούτων ὑπερέχοντος λόγον τινὰ ποιεῖσθαι περὶ ἐκείνων οὐδέ γε περὶ τῶν συμβιωσάντων Ἰσοκράτει καὶ τὸν χαρακτῆρα τῆς ἑρμηνείας ἐκείνου ἐκμιμησαμένων οὐθενός, Θεοδέκτου λέγω καὶ Θεοπόμπου καὶ Ναυκράτους Ἐφόρου τε καὶ Φιλίσκου καὶ Κηφισοδώρου καὶ ἄλλων συχνῶν. οὐδὲ γὰρ ἐκεῖνοι κρίνεσθαι πρὸς τὴν Ἰσοκράτους δύναμίν εἰσιν ἐπιτήδειοι.
Ἑρμογένης ὁ Ταρσεύς περὶ δὲ Θεοπόμπου καὶ Ἐφόρου καὶ Ἑλλανίκου καὶ Φιλίστου καὶ τῶν ὁμοίων τούτοις περιττὸν ἔδοξεν εἶναί μοι γράφειν κτλ.
Φιλόστρατος ὁ Ἀθηναῖος ἐλλογιμώτατος Ὑπερείδης ὁ ῥήτωρ· Θεόπομπον γὰρ τὸν ἐκ τῆς Χίου καὶ τὸν Κυμαῖον Ἔφορον οὔτʼ ἂν διαβάλοιμι οὔτʼ ἂν θαυμάσαιμι.
Λουκιανός Θεοπόμπωι ... φιλαπεχθημόνως κατηγοροῦντι τῶν πλείστων καὶ διατριβὴν ποιουμένωι τὸ πρᾶγμα, ὡς κατηγορεῖν μᾶλλον ἢ ἱστορεῖν τὰ πεπραγμένα.
Κλαύδιος Αἰλιανός ἐμοὶ δὲ δεινὸς εἶναι δοκεῖ μυθολόγος καὶ ἐν τούτοις καὶ ἐν ἄλλοις δέ.
Πορφύριος, Εὐσέβιος οὐ γὰρ ἔγνως ὅτι καὶ τὸν Θεόπομπον ... κατείληφε τουτὶ τὸ πάθος ......... πραγμάτων δʼ ὑφαίρεσιν πεποίηται μεταθεὶς τὰ ἐπʼ ἄλλων ἄλλοις, ἵνα καὶ ψεύστης ἁλῶι τοῦτον τὸν τρόπον.
Πορφύριος, Εὐσέβιος ... Πολλίωνος δὲ ἐπιστολὴ πρὸς Σωτηρίδαν περὶ τῆς Κτησίου κλοπῆς· τοῦ δʼ αὐτοῦ καὶ περὶ τῆς Ἡροδότου κλοπῆς ἐστι βιβλίον· καὶ ἐν τῶι ἐπιγραφομένωι Ἰχνευταὶ πολλὰ περὶ Θεοπόμπου λέγεται. Ἀρητάδου τέ ἐστι Περὶ συνεμπτώσεως πραγματεία, ἐξ ὧν τοιαῦτα πολλὰ ἔστι γνῶναι.
Ἀθήναιος Θεοπόμπου τοῦ Χίου, ἀνδρὸς φιλαλήθους καὶ πολλὰ χρήματα καταναλώσαντος εἰς τὴν περὶ τῆς ἱστορίας ἐξέτασιν ἀκριβῆ
Σοῦδα ὁ δὲ Θεόπομπος τὸ ἦθος πικρὸς καὶ κακοήθης, τῆι δὲ φράσει πολὺς καὶ συνεχὴς καὶ φορᾶς μεστός, φιλαλήθης ἐν οἷς ἔγραψεν.
Πολύβιος διὸ καὶ τῶν ἀρχαίων συγγραφέων οἱ λογιώτατοι δοκοῦσί μοι προσαναπεπαῦσθαι τῶι τρόπωι τούτωι, τινὲς μὲν μυθικαῖς καὶ διηγηματικαῖς κεχρημένοι παρεκβάσεσι, τινὲς δὲ καὶ πραγματικαῖς, ὥστε μὴ μόνον ἐν αὐτοῖς τοῖς κατὰ τὴν Ἑλλάδα τόποις ποιεῖσθαι τὰς μεταβάσεις, ἀλλὰ καὶ τῶν ἐκτὸς περιλαμβάνειν ...... ἐξ ὧν κεχρημένους μὲν ἅπαντας εὕροι τις ἂν τῶι τοιούτωι χειρισμῶι, κεχρημένους γε μὴν ἀτάκτως, ἡμᾶς δὲ τεταγμένως. ἐκεῖνοι μὲν γὰρ μνησθέντες πῶς Βάρδυλλις ... καὶ Κερσοβλέπτης ...... κατεκτήσαντο τὰς δυναστείας, οὐκέτι προστιθέασι τὸ συνεχὲς οὐδʼ ἀνατρέχουσιν ἐπὶ τἀκόλουθον ἐκ διαστήματος, ἀλλὰ καθάπερ ἐν ποιήματι χρησάμενοι πάλιν ἐπανάγουσιν ἐπὶ τὰς ἐξ ἀρχῆς ὑποθέσεις.
Αἴλιος Θέων ὁ σοφιστής παραιτητέον δὲ καὶ τὸ παρεκβάσεις ἐπεμβάλλεσθαι μεταξὺ διηγήσεως μακράς. οὐ γὰρ ἁπλῶς χρὴ πᾶσαν παραιτεῖσθαι, καθάπερ ὁ Φίλιστος —ἀναπαύει γὰρ τὴν διάνοιαν τῶν ἀκροατῶν—, ἀλλὰ τὴν τηλικαύτην τὸ μῆκος, ἥτις ἀπαλλοτριοῖ τὴν διάνοιαν τῶν ἀκροωμένων, ὥστε δεῖσθαι πάλιν ὑπομνήσεως τῶν προειρημένων, ὡς Θεόπομπος ἐν ταῖς Φιλιππικαῖς· δύο γάρ που καὶ τρεῖς καὶ πλείους ἱστορίας ὅλας κατὰ παρέκβασιν εὑρίσκομεν, ἐν αἷς οὐχ ὅπως Φιλίππου, ἀλλʼ οὐδὲ Μακεδόνος τινὸς ὄνομά ἐστιν.
Φώτιος πλείσταις μὲν οὖν παρεκβάσεσι παντοδαπῆς ἱστορίας τοὺς ἱστορικοὺς αὑτοῦ λόγους Θεόπομπος παρατείνει. διὸ καὶ Φίλιππος ὁ πρὸς Ῥωμαίους πολεμήσας ἐξελὼν ταύτας καὶ τὰς Φιλίππου συνταξάμενος πράξεις, αἳ σκοπός εἰσι Θεοπόμπωι, εἰς ιϛ βίβλους μόνας, μηδὲν παρʼ ἑαυτοῦ προσθεὶς ἢ ἀφελὼν πλήν, ὡς εἴρηται, τῶν παρεκτροπῶν, τὰς πάσας ἀπήρτισε.
Πολύβιος τὸ δʼ αὐτὸ συμβαίνει καὶ Θεοπόμπωι καὶ μάλιστα Τιμαίωι.
Πλούταρχος ἐπὶ δὲ τῶν Ἐφόρου καὶ Θεοπόμπου καὶ Ἀναξιμένους ῥητορειῶν καὶ περιόδων, ἃς περαίνουσιν ἐξοπλίσαντες τὰ στρατεύματα καὶ παρατάξαντες, ἔστιν εἰπεῖν· «οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας».
Φώτιος Δοῦρις μὲν οὖν ὁ Σάμιος ἐν τῆι πρώτηι τῶν αὐτοῦ Ἱστοριῶν οὕτως φησίν· «Ἔφορος δὲ καὶ Θεόπομπος τῶν γενομένων πλεῖστον ἀπελείφθησαν· οὔτε γὰρ μιμήσεως μετέλαβον οὐδεμιᾶς οὔτε ἡδονῆς ἐν τῶι φράσαι, αὐτοῦ δὲ τοῦ γράφειν μόνον ἐπεμελήθησαν».
Ψευδο-Λογγῖνος ταύτηι καὶ τὸ τοῦ Θεοπόμπου καινὸν ἐπαινετόν· διὰ τὸ ἀνάλογον ἐμοί γε σημαντικώτατα ἔχειν δοκεῖ· ὅπερ ὁ Κεκίλιος οὐκ οἶδʼ ὅπως καταμέμφεται. «δεινὸς ὤν», φησίν, «ὁ Φίλιππος ἀναγκοφαγῆσαι τὰ πράγματα». ἔστιν ἄρʼ ὁ ἰδιωτισμὸς ἐνίοτε τοῦ κόσμου παρὰ πολὺ ἐμφανιστικώτερον· ἐπιγινώσκεται γὰρ αὐτόθεν ἐκ τοῦ κοινοῦ βίου, τὸ δὲ σύνηθες ἤδη πιστότερον. οὐκοῦν ἐπὶ τοῦ τὰ αἰσχρὰ καὶ ῥυπαρὰ τλημόνως καὶ μεθʼ ἡδονῆς ἕνεκα πλεονεξίας καρτεροῦντος τὸ «ἀναγκοφαγεῖν τὰ πράγματα» ἐναργέστατα παρείληπται.
δεινὴ δʼ αἰσχῦναι τὰ μεγέθη καὶ ἡ μικρότης τῶν ὀνομάτων ...... ὁμοίως καὶ ὁ Θεόπομπος ὑπερφυῶς σκευάσας τὴν τοῦ Πέρσου κατάβασιν ἐπʼ Αἴγυπτον ὀνοματίοις τισὶ τὰ ὅλα διέβαλεν ..... ἐκ τῶν ὑψηλοτέρων εἰς τὰ ταπεινότερα ἀποδιδράσκει, δέον ποιήσασθαι τὴν αὔξησιν ἔμπαλιν. ἀλλὰ τῆι θαυμαστῆι τῆς ὅλης παρασκευῆς ἀγγελίαι παραμίξας τοὺς θυλάκους καὶ τὰ ἀρτύματα καὶ τὰ σακκία μαγειρείου τινὰ φαντασίαν ἐποίησεν.
Δημήτριος ὁ Φαληρεύς καὶ τὰ περὶ τῆς δεινότητος δὲ δῆλα .... καὶ γὰρ πράγματά τινα ἐξ ἑαυτῶν ἐστι δεινά, ὥστε τοὺς λέγοντας αὐτὰ δεινοὺς δοκεῖν, κἂν μὴ δεινῶς λέγωσιν, καθάπερ ὁ Θεόπομπος .... ταῦτα πάντα δεινὰ ὄντα καίτοι ἀσθενῶς εἰπὼν δεινὸς δοκεῖ.
τὰ δὲ ἀντίθετα καὶ παρόμοια ἐν ταῖς περιόδοις φευκτέον· ὄγκον γὰρ ποιοῦσιν, οὐ δεινότητα, πολλαχοῦ δὲ καὶ ψυχρότητα ἀντὶ δεινότητος, οἷον ὡς ὁ Θεόπομπος κατὰ τῶν ἑταίρων τῶν Φιλίππου λέγων ἔλυσεν τῆι ἀντιθέσει τὴν δεινότητα, «ἀνδροφόνοι δὲ τὴν φύσιν ὄντες», λέγων «ἀνδρόπορνοι τὸν τρόπον ἦσαν»· τῆι γὰρ περισσοτεχνίαι, μᾶλλον δὲ κακοτεχνίαι προσέχων ὁ ἀκροατὴς ἔξω γίνεται θυμοῦ παντός.
Δίων ὁ Χρυσόστομος τῶν δὲ ἄκρων Θουκυδίδης ἐμοὶ δοκεῖ καὶ τῶν δευτέρων Θεόπομπος· καὶ γὰρ ῥητορικόν τι περὶ τὴν ἀπαγγελίαν τῶν λόγων ἔχει, καὶ οὐκ ἀδύνατος οὐδὲ ὀλίγωρος περὶ τὴν ἑρμηνείαν, καὶ τὸ ῥάιθυμον περὶ τὰς λέξεις οὐχ οὕτω φαῦλον ὥστε σε λυπῆσαι.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης ἀλλʼ οὐδὲν Θεοπόμπωι σταθμητὸν εἰς ἑρμηνείας κρίσιν.
Πολύβιος Θεοπόμπου μὲν κατηγορεῖ
Θεοπόμπου Λακωνικός, ἕν· Κορινθιακός, ἕν· Μαύσσωλος, ἕν· Ὀλυμπικός, ἐν· Φίλιππος, ἕν· Ἀλεξάνδρου … ἐγκώμιον, ἕν· Περὶ … κω … η … ἕν· … ρ … ο … ου, ἕν· Πρὸς Εὐαγόραν … ἕν· Ἐπιστολὴ πρὸς——, ἕν· Συμβουλευικὸς πρὸς Ἀλέξανδρον, —· Παναθηναικός, ἕν· Καταδρομὴ τῆς Πλάτωνος διατριβῆς. Θεοπόμπου ἄλλου Περὶ βασιλείας.
ἱστορικοὶ ι· Θουκυδίδης Ἡρόδοτος Ξενοφῶν Φίλιστος Θεόπομπος Ἔφορος Ἀναξιμένης Καλλισθένης Ἑλλάνικος Πολύβιος.