eul_wid: wlc-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Canons by Theognostos the Grammarian

ΘΕΟΓΝΩΣΤΟΥ ΚΑΝΟΝΕΣ.

ΤΩ δεσπότῃ μου καὶ σοφῷ στεφηφόρῳ Λέοντι, τῷ κρατοῦντι πάντων ἐν λόγοις, Θεόγνωστος, εὔγνωστός τις ὡς ὢν οἰκέτης, δῶρον φέρω κάλλιστον αὐτῷ κ...ον ἐμοὶ πονηθὲν ἐκβολῆς παλαιοτάτης ὃ καὶ λαβὼν φάνηθι κἀμοὶ συντόμως λιμὴν ἄκλυστος, ἀρραγεστάτη σκέπη. ..............νον τὸν ..... .......μενον ... ἐπειδηποτὲ ..... ....... πεντακόσια ........... στρατεύειν ἐπὶ τὸν ποταμὸν ἐπάγοντος τὰ πέραν συμένῳ γεωργός τις τῶν ἀσήμων καὶ τῶν οὓς ἐγὼ οὐκ οἶδʼ ὅπως .....δε παρατυχὼν ἐκ τοῦ παραρρέοντος νάματος πλήσας ἄμφω τὼ χεῖρε φέρει κατὰ τῆς ἁλουργίδος καὶ τοῦ ἵππου τῷ βασιλεῖ· ὁ δὲ ἐπιστρεφθεὶς ὡς εἶχε τάχους καὶ ἐκστάσεως πυνθάνεται τὸν γεωργὸν οὑτωσὶ πράως καὶ ἱλαρῶς· τί βούλεται οἱ τὸ τολμηθέν· ὁ δὲ ἀνταμείβεται τοῦτον ὧδε· ὅτι τοι ὁρῶ βασιλεῦ ὑπὸ πολλῶν σε περὶ κύκλῳ δορυφορούμενον καὶ τὸ ἀχάριστον δὲ διττόμενος ὡς πρόξενον ὂν βασιλείας ἀγανακτήσεως τῷ πραχθέντι τὸν κίνδυνον ἐκτρίβομαι· καὶ ὁ βασιλεὺς τοῦτο ἀσμενισάμενος τῆς προαιρέσεως ἀπεδέξατο, καὶ δωρεαῖς ἁδραῖς καὶ βασιλικῶς ταύταις τοῦτον φιλοτιμησάμενος, ἐν ὀξείᾳ καιροῦ ῥοπῇ ἀπαλλάττει τῶν τῆς πενίας ἀγχονῶν· τοῦτον ὦ θειότατε βασιλεῦ ἐκμιμούμενος ὁ τόλμιλλος ἐγὼ καὶ αὐθαδίας τὴν μετὰ ζειρὰς προσ..ενη ἐπ.οσιν καρποφορεῖν σοι τῶν ἀναγκαίων· ἠγούμενος ὡς μετὰ τῶν ὅπλων καὶ τὰ πρὸς λόγους ἐν οὕτω νεκρᾷ τῇ ἡλικίᾳ τὸ κράτος ἔχοντι· τῇ σῇ προσφέρω θεοστέπτῳ μεγαλειότητι· ἵνα καὶ αὐτός τι τοῖς σοῖς δόξω συναγωνίσασθαι· πάλαι γάρ μοι διαπονουμένῳ τὰ γραμματικὰ καὶ ἑκάστης λέξεως τὸν ἁρμόδιον κανόνα ὑπὸ τῶν φοιτητῶν ἀπαραιτήτως εἰσπραττομένῳ μοι· οὓς δὲ ἐκ τῆς πολυύλου βίβλου τῆς καθόλου Ἡρωδιανοῦ ἀναλεξάμενος, καὶ λέξει λέξιν τὴν προσήκουσαν ἐπισυνάψας, ἔργον οὔτινι τῶν πρὸ ἐμοῦ μεμελημένον· τινὰς δὲ καὶ τῶν παλαιῶν κανόνας διορθώσεως δεομένους, ἢ καὶ ἀπρεπῶς συγκειμένους εὑρών· τῶν μὲν τὸ ἀπρεπὲς, τῶν δὲ τὸ περιττὸν ἐξευμαρίσας, κανόνας κατὰ τοὺς χιλίους συντεταχὼς, τοῦ φθόνου τὰ κέντρα ἀγωγῇ θείᾳ ὡς νηπίων βέλη διαδιδρὰς, τῇ σῇ προσάγω θεοσόφῳ καὶ πανευμενεῖ γαληνότητι, δέσποτα, δῶρον ἐράσμιον, εἰ μή με τὸ οἰκεῖον, τὸ δὴ λεγόμενον, ἀπατᾶ καὶ κλέπτει παρὰ τὸ εἰκὸς διʼ ἁπλότητα· ἐπειδὴ, ὡς αὐτὰ βοᾶ τὰ πράγματα καὶ πρὸς τὰ ὅπλα καὶ περὶ τοὺς λόγους, ὁ ὑπὸ σοῦ καθαρῶς λατρευόμενος Κύριος ἐνευδοκιμεῖν σοι ἐπʼ αὐτῷ τῷ ἄνθει τῆς νεότητος ὡς ἄλλῳ Δαῒδ ἐδωρήσατο. Ἔχει δὲ ἡμῖν τὰ τοῦ συντάγματος ὧδε.

Ἡ αι συλλαβὴ δηλοῦσα μὲν ἄρθρον, εἴτε προτακτικὸν, εἴτε ὑποτακτικὸν, εἴτε ἀντωνυμίαν, δύναται γὰρ εἶναι καθʼ ἕκαστον, διὰ τῆς αι διφθόγγου γράφεται· καὶ δασυνομένη μὲν καὶ ὀξυνομένη εὐθείᾳ πτώσει πληθυντικῇ συντάττεται· ψιλουμένη δὲ καὶ ὀξυνομένη δηλοῖ εὐκτικὸν ἐπίρρημα, καὶ σχετλιαστικὸν καὶ θαυμαστικόν· ἐπὶ δὲ καταγνώσεως λαμβανομένη ὀξύνεται καὶ δασύνεται.

Ἡ αι δίφθογγος πρὸ φωνήεντος ἐν μιᾷ λέξει σπανία ἐστὶ καὶ ἐν ἱστορουμέναις λέξεσιν· ὡς ἔχει τὸ Αἴας, ὄνομα κύριον· τὸ αἶα ὃ δηλοῖ τὴν γῆν ἐκ τοῦ γαῖα γενόμενον κατʼ ἀφαίρεσιν τοῦ γ· αἰάλλω τὸ ῥῆμα, ὃ δηλοῖ τὸ κινῶ· ἄρʼ ὁ καὶ Αἰολεὺς τὸ ἔθνος, καὶ Αἴολος ὄνομα κύριον, καὶ αἴολος ὁ ποικίλος· αἰωρῶ τὸ κρεμῶ· αἰεὶ τὸ ἐπίρρημα, καὶ αἰέν· λέγεται γὰρ δωδεκαχῶς, καθὼς Ἡρωδιανὸς ἐν τῇ καθόλου· οὕτως γὰρ αὐτὸ παρίστησιν· αἰεί· ἀεὶ συστολῇ τῆς ἀρχούσης· αἰέν· παρὰ δὲ Ἀττικοῖς κατὰ συστολὴν τοῦ α ἀ̆εί· ἀλλὰ καὶ κατὰ ἔκτασιν τοῦ α ἀ̄εί· παρὰ δὲ Αἰολεῦσιν, τῆς ἀρχούσης ἐχούσης τὴν αι δίφθογγον· τοῦ δὲ τέλους τὸ ι συστελλόμενον βαρυτόνως, αἴι· λέγεται δὲ παρʼ αὐτοῖς καὶ σὺν τῷ ν αἰίν· γίνεται δὲ παρʼ αὐτοῖς καὶ κατὰ συστολὴν τῆς ἀρχούσης, καὶ ἀποβολῇ τοῦ ε ἄι βαρυτόνως· Λάκωνες δὲ αἰὲς φασίν· λέγεται δὲ καὶ αἰὲ δίχα τοῦ ν καὶ τοῦ σ· διὰ τῆς αι διφθόγγου κατʼ ἀρχὴν, καὶ διὰ τοῦ ε κατὰ τὸ τέλος· Βοιωτοὶ δὲ ἠῒ διὰ τοῦ η, καὶ μακροῦ τοῦ ι κατὰ τὴν λήγουσαν· λέγεται δὲ καὶ αἰὴ διὰ τοῦ η παρὰ Ταραντίνοις· φυλαττομένης τῆς κατʼ ἀρχὴν αι διφθόγγου, τροπῇ τῆς ει διφθόγγου εἰς η. Εἴτι δὲ τούτων ἐκτὸς ἐν ἀρχῇ λέξεως πρὸ φωνήεντος τῇ ε ὑποπίπτον φωνῇ, διὰ τοῦ ἐ ψιλοῦ γραπτέον· οἷον, ἕως τό τε ὄνομα, τό τε ἐπίρρημα· ἐῶ τὸ συγχωρῶ· ἐῶ τὸ ὑπάρχω· ἠεν· ἔωνον τὸ ὀλέθριον· ἐόργα· ἔολπα· ἐείκοσι· ἐήνδανε· ἐάλω· ἐοτή· ἐάρ· ἔοικεν.

Ἡ ε συλλαβὴ, εἴτε κατʼ ἀρχὴν λέξεως, εἴτε κατὰ τὸ μέσον εἰς σύμφωνον λήγουσα, τῆς ἑξῆς συλλαβῆς ἀπὸ συμφώνου ἀρχομένης διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, Ἑλλάς· ἑλλέβορος· ἔλπω· Ἔμπουσσα· μέλλω· Τερεντός· Βενεβεντός.

Ἡ ε συλλαβὴ ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει πρὸ διπλοῦ οὐκ ἀνέχεται τὴν διὰ τῆς αι διφθόγγου γραφήν· οἷον, ἕξις· ἔξω τὸ ἐπίρρημα· ἑψῶ τὸ ῥῆμα· ἕξω· ἀλέξω· πεζός· ἀνεψιός· ῥέξω· σεσημείωται τὸ αἶψα ἐπίρρημα· καὶ τὸ αἰζηὸς ὄνομα διὰ τῆς αι διφθόγγου γραφόμενον· τὸ μὲν ἀπὸ τοῦ ἀψὰ ἐν πλεονασμῷ τοῦ ι γενόμενον· τὸ δὲ διὰ τοῦ ἀεὶ ζεῖν ὅ ἐστι ζέειν συγκείμενον· ἐπεὶ γὰρ τοῖς νέοις ἀεὶ τὸ ζέειν· πρόσκειται ἐν ἁπλῇ λέξει διὰ τὸ χαμαίζηλος· πρόσκειται ἀκίνητον διὰ τὸ παίζω· ἀλλὰ κεκίνηται· παρὰ γὰρ τὸ πᾶς ὃ δηλοῖ τὸν πατέρα γίνεται πάις καὶ παῖς παιδὸς, παιδίζω, καὶ κατὰ συγκοπὴν παίζω· τὸ δὲ αἲξ παρὰ τὸ ἀΐσσω ἀΐξω ἀῒξ, καὶ κατὰ συναίρεσιν αἴξ· ἐν ὀξείας συναιρέσει ὀξεῖαν ποιεῖ· οἷον, Νηρεῒς Νηρίς· ἑσταὼς ἑστώς· βεβαὼς βεβώς· τὸ γοῦν αἰζηὸς, ὡς ἔφαμεν, ἐσημειοῦτο κατὰ τὴν ἄρχουσαν· σημειοῦται δὲ καὶ κατὰ τὴν παραλήγουσαν· οὐδὲν γὰρ εἰς ος καθαρὸν τὸ η παραλήγεται εἰ μὴ τὸ αἰζηὸς καὶ πηός.

Ἡ ε συλλαβὴ ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει ἔχουσα μεθʼ ἑαυτὴν δύο σύμφωνα κατὰ σύλληψιν, εἴτε κατʼ ἀρχὴν λέξεως, εἴτε κατὰ μέσον, διὰ τοῦ ε ψιλοῦ γράφεται· καὶ κατʼ ἀρχὴν μὲν λέξεως· οἷον, ἔδνον· ἐφθός· ἔτνος· κατὰ δὲ τὸ μέσον· ἄβεστος· κηδεστής· ἀκέστωρ· τὸ κυαίστωρ, οὐχ Ἑλληνικὸν, Ἰταλικὸν γὰρ, καὶ διὰ τῆς αι διφθόγγου γράφεται, καὶ φυλάττει τὸ ω κατὰ τὴν γενικήν· τὸ αἶσχος, καὶ εἴτι παρʼ αὐτὸ, διὰ τῆς αι διφθόγγου γράφεται· σύνθετον γὰρ παρὰ τὸ ἔχω· ἴσχω καὶ ἴσχος, καὶ μετὰ τοῦ α δηλοῦντος τὸ κακὸν, ἄισχος καὶ αἶσχος· τὸ Αἴτνη ἀπὸ τοῦ αἴθω· ὡς καὶ τὸ φαιδρὸς ἀπὸ τοῦ φαίνω· τὸ αἰχμὴ σύνθετον, παρὰ γὰρ τὸ αἷμα χεῖν.

Τὸ β πρὸ ἑαυτοῦ ἐν ἀρχῇ λέξεως, οὐ προσίεται τὴν διὰ τῆς αι διφθόγγου γραφήν· οἷον, Ἐβουσαῖος· Ἐβραῖος· Ἔβερ· ἔβενος τὸ ξύλον· Ἕβρος ὁ ποταμός· τὸ αἰβοὶ σεσημείωται διὰ τῆς αι διφθόγγου γραφόμενον· ἔστιν δὲ ἐπίρρημα σχετλιαστικόν· ὁμοίως δὲ καὶ τὸ αἰβάλη, ὃ δηλοῖ τὴν θύραν.

Ἡ αι δίφθογγος ἐν ἀρχῇ λέξεως πρὸ τοῦ γ οὐχ εὑρίσκεται πλὴν τῶν γεγονότων παρὰ τὸ ἀΐσσω, ὡς ἔχει τὸ αἰγίς· αἴγειρος· Αἴγυπτος, αἰγιαλός· αἰγίλιψ· διὰ δὲ τοῦ ε ἔγρω ἐγείρω.

Ἡ αι δίφθογγος ἐν ἀρχῇ λέξεως σπανίως εὑρίσκεται, ὡς ἔχει τὸ αἰδῶ ῥῆμα, ἐξ οὗ τὸ αἰδοῦμαι, καὶ εἴτι παρʼ αὐτοῦ· αἰδοῖος· αἰδήμων· αἰδέσιμος· αἰδώς· αἴδεσα· τὰ δʼ ἄλλα διὰ τοῦ ε ψιλοῦ· ἔδω τὸ ἐσθίω· ἐδάνη, εἶδος ἀμπέλου· ἐδανὸν τὸ λεπτόν· ἕδνον· ἕδρα· ἐδωδή.

Τὸ θ πρὸ ἑαυτοῦ ἐν ἀρχῇ λέξεως ἀποστρέφεται τὴν διὰ τῆς αι διφθόγγου γραφήν· οἷον, ἔθω τὸ ἐξ ἔθους τι διαπράττεσθαι· ἔθος· ἔθειρα, ἡ θρὶξ τῆς κεφαλῆς· σεσημείωται τὸ αἴθω τὸ καίω, καὶ εἴτι παρʼ αὐτό· αἰθάλη· αἰθήρ· Αἰθίοψ· Αἴθλη ἡ νῦν λεγομένη Χίος· αἶθρον τὸ καῦμα· αἰθύσσω τὸ ῥύπτω· Αἴθιξ ὄνομα ἔθνους· αἴθυμα τὸ δέλος· αἰθερύσσω τὸ ταχύνω, καὶ εἴτι ἐκ τούτων πάρηκται· αἴθε εὐκτικὸν ἐπίρρημα διὰ τοῦ εἴθε Δωρικῶς τέτραπται, ὡς κύπειρον κύπαιρον.

Πρὸ τοῦ κ ἡ αι δίφθογγος ἐν ἀρχῇ λέξεως σπανίως εὑρίσκεται, καὶ ἐν ὀλίγαις λέξεσιν καὶ ἱστορουμέναις· ὡς ἔχει τὸ αἰκίζω, καὶ εἴτι παρʼ αὐτό· αἰκία καὶ αἰκισμός· αἶκνον τὸ σύνδειπνον· αἶκλον τὸ δεῖπνον, ἢ ὁ τραγαλισμός· αἰκάλλω τὸ θωπεύω· τὰ δʼ ἄλλα διὰ τοῦ ε ψιλοῦ· Ἑκάτη· ἕκηλος· Ἑκάτων ὄνομα κύριον· ἑκὰς τὸ ἐπίρρημα.

Τὸ λ καταρχὴν λέξεως προηγεῖσθαι ἑαυτοῦ τὴν αι ἀπαναίνεται πλὴν τινῶν καὶ εὐσυνόπτων λέξεων· λέγω δὴ τοῦ Αἴλιος· αἶλιψ· αἴλινον ὃ τάσσεται ἐπὶ θρήνου· προσΐεται δὲ μᾶλλον τὸ ε· οἷον, ἔλεγχος· ἔλεγος· καὶ εἰ μὲν ὑποτάσσοιτο τὸ λ τὸ ε· ἀμφότερα γὰρ διὰ τοῦ ε ψιλοῦ· ἐλέφας· Ἑλενός· Ἑλένη· ἔλεος ἀρσενικὸν βαρύτονον ὁμοίως καὶ τὸ ὀξύτονον· Ἐλεὰς ὄνομα τόπου, καὶ εἶδος ὀρνέου· ἐλάτη· ἐλέρα· σεσημείωται τὸ ἐλαῖα ἐπὶ τοῦ φύτου, καὶ ἐπὶ τῆς πόλεως, ἀφʼ οὗ καὶ τὸ περιεκτικὸν τὸ ἐλαιών· ἐπὶ γὰρ τοῦ καρποῦ ἐλάα λέγεται· ἐλαχύς· ἐλαφρός.

Τὸ μ πρὸ ἑαυτοῦ ἐν ἀρχῇ λέξεως ἐν ὀλίγαις λέξεσιν διὰ τῆς αι διφθόγγου γράφεται, ὡς ἔχει τὸ αἷμα, καὶ εἴτι παρʼ αὐτὸ πάρηκται ἢ συντέθηται· αἱμάτη ἡ λεκάνη· Αἱμονία ἡ Θετταλία· αἵμνιον τὸ ἄγγος ἐν ᾧ τὸ αἷμα φέρουσιν· αἵμιον τὸ σφάγιον· αἱμύλος ὁ δόλις, ἢ πιθανός· αἱμὸς ὁ ὀβελίσκος, ἢ ὁ ἀδελφὸς, ἢ ὁ ὀδυρμός· αἵμων ὁ ἐπιστήμων, ἢ ὁ συνετός· αἱμασιὰ ἡ ἐκ χαλίκων τοῦ τείχους· τὰ δὲ διὰ τοῦ ε ψιλοῦ εἰσὶ ταῦτα· ἔμυς ἡ ἔνυδρος χελώνη· ἐμωτὸς τὸ νοσῶδες τραῦμα· ἔμετος· Ἔμεσα ἡ πόλις· ἐμίας· ἐμέθεν ἡ ἀντωνυμία.

Πρὸ τοῦ ν ἡ αι δίφθογγος ἐν ἀρχῇ λέξεως σπανίως εὑρίσκεται καὶ ἐν ἱστορουμέναις λέξεσιν, ὡς ἔχει τὸ Αἰνείας· αἰνὸς τὸ ὀξύτονον, ὅπερ ἀπὸ τοῦ δεινὸς γέγονεν ἀφαιρέσει τοῦ δ, καὶ τροπῇ τοῦ ε εἰς α, καὶ εἴτι ἐξ αὐτοῦ· αἰνίσσω· αἴνιγμα· αἶνος βαρύτονον ἐπί τε τῆς πόλεως, ἐπί τε τῆς ᾠδῆς· ὁμοίως καὶ τὰ ἐξ αὐτῶν· αἰνάρετος ὁ ἐπὶ κακίᾳ τὴν ἀρετὴν ἔχων· δηλοῖ δὲ καὶ τὰ μνήμης ἄξια· αἰνῶ τὸ πτίσσω· αἴνυσθαι τὸ λαμβάνειν· αἶνον τὸ ὕψος, ἢ ὁ ὄχθος τοῦ ὅρους· Αἴνη τὸ Στυγὸς ὕδωρ· ὁμοίως καὶ εἴτι ἐξ αὐτῶν εἰς σύνθεσιν ἢ παραγωγὴν ἦλθεν· τὰ δʼ ἄλλα διὰ τοῦ ε ψιλοῦ· ἕνος ὁ ἐνιαυτός· ὀξύτονον δὲ ὁ ἀριθμός· ἔναρος· ἔνοχος· ἔνερος ὁ νεκρός· ἐνιπὴ ἡ ἀπειλὴ καὶ ἡ δύναμις· Αἰνεταὶ πόλις Παφλαγονίας· ἔνερθεν τὸ ὑποκάτωθεν· ἔνοσις ἡ κίνησις· Ἐνυάλιος· Ἐνυὼ πολεμική τις δαίμων· ἔνωρ τὸ ἁπαλόν.

Πρὸ τοῦ π ἡ αι δίφθογγος ἐν ἀρχῇ λέξεως οὐκ ἔστι εἰ μὴ ἐν τῷ αἰπὺς, ὁ ὑψηλὸς καὶ τὰ ἐξ αὐτοῦ παρηγμένα· αἰπεινός· αἶπος τὸ ὕψος· αἰπύκερος ὁ ἔχων ὑψηλὰ κέρατα· τὰ δʼ ἄλλα διὰ τοῦ ε ψιλοῦ· ἐπείγω, ἐπείκτης.

Πρὸ τοῦ ρ ἡ αι δίφθογγος ἐν ἀρχῇ λέξεως σπανίως εὑρίσκεται, ὡς ἔχει τὸ αἰρῶ τὸ καταβάλλω, ἢ βούλομαι, ἢ νικῶ· καὶ τὸ αἴρω τὸ βαρύτονον, ὃ σημαίνει τὸ κουφίζω, καὶ τὸ αἶρα, ὃ σημαίνει τὴν σφύρην, ἢ τὴν ἀξίνην· τὰ δʼ ἄλλα διὰ τοῦ ε ψιλοῦ· ἔρανος· ἔρως· ἐρῳδιός· ἐριούνιος· ἐρέτης· ἔρευθος· ἐρυθρός· ἔρα ἡ γῆ· ἐρίπιον· ἔρημος· δεῖ δὲ προσθεῖναι τῷ κανόνι, ὅτι ἐν τοῖς τοιούτοις οὐδὲ μετὰ τοῦ ρ ἡ αι δίφθογγος εὑρίσκεται ἀλλὰ τὸ ε ψιλὸν, ὡς δῆλον ἐκ τῶν παραδειγμάτων.

Πρὸ τοῦ σ ἡ αι δίφθογγος ἐν ἀρχῇ λέξεως εὑρίσκεται μὲν ἐν οὐ πολλαῖς λέξεσιν, καὶ ταύταις ἱστορουμέναις, ὡς ἔχει τὸ αἶσα, ἡ μοίρα, καὶ εἴτι παρʼ αὐτό· αἴσιμον τὸ καθῆκον· αἰσιμῶ τὸ ἀναγινώσκω· αἴσυλον τὸ νόμιμον· αἰσυμνίτης ὁ ἄρχων· αἶσα τὰ κόσμια· αἰσῶσαι, τὸ ἀφανίσαι· αἰσίτης ὁ νεανίας· αἶσος ὁ ἀφανής· αἴσιον τὸ δέξιον· αἰσύφιος δειλὸς ψεύστης· αἶσχος· αἴσακος ὁ τῆς δάφνης κλάδος· αἴσθησις· αἰσθέσιον τὸ νοσερόν· αἴσυρον τὸ ὑπερήφανον· αἰσίμη ἡ μαντεῖα· αἰσυήτης νομεύς· αἴσωρ ὁ ἁγνὸς, ἢ ὁ φωνεύς· αἰσών ὁ κτητικός· αἴσυλον, κακὸν, μάταιον· Αἴσωπος ὄνομα κύριον· τὰ δὲ διὰ τοῦ ε ψιλοῦ· ἐσθὴς τὸ ἱμάτιον· ἐσθίω, τὸ τρώγω· ἕστημι ἐξ οὗ τὸ ἕσταναι· ἑστία· ἕσπερα· ἔσχαρα· ἐσχατιά· ἑσμός· ἐσίταμον, δηλοῖ δὲ τὴν πρόσοδον· ἔσμιον τὸ νόστημον· Ἕσπερος· ἔσσα· ἐσσὴν ὁ βασιλεὺς, ἢ ὁ ἡγεμών· ἐσσηρὸς ὁ μάντις· ἑστιοῦχος ὁ οἰκώναξ.

Ἡ αι δίφθογγος πρὸ τοῦ τ ἐν ἀρχῇ λέξεως σπανίως εὑρίσκεται· ἔστιν γὰρ τὸ αἴτιος, καὶ τὸ Αἴτνη ὄνομα ὄρους, καὶ εἴτι παρʼ αὐτὰ παρῆκται, ἢ καὶ εἰς σύνθεσιν ἦλθε· Αἰτναῖοι κάνθαροι, οἱ μεγάλοι· Αἰτναῖος πῶλος, ὁ μέγας· αἰτιώδης· αἰτιατόν· αἰτιατικός· τὰ δʼ ἄλλα διὰ τοῦ ε ψιλοῦ· ἕτοιμον τὸ πρόχειρον· ἔτυμος ὁ ἀληθής· ἐτέα τὸ φυτόν· ἑτερούας ὁ μόνωτος· ἐτάζω· τοῦτο εὕρηται καὶ διὰ τῆς αι διφθόγγου εἰ καὶ σπανίως· ἔτος ὁ χρόνος· ἕτερος καὶ ἑταῖρος· ἔτνος εἶδος ὀσπρίου· ἐτεὸς ὁ ἀληθής· ἐτεώνιον τὸ προσφάτως ἐκδημοῦν.

Ἡ αι δίφθογγος πρὸ τοῦ φ ἐν ἀρχῇ λέξεως σπανίως εὑρίσκεται· ἔστιν γὰρ τὸ αἴφνης, καὶ εἴτι παρʼ αὐτό· αἰφνίδιον· τὰ δʼ ἄλλα διὰ τοῦ ε ψιλοῦ· Ἐφύρη· Ἔφυρος· Ἔφεσος· ἔφεσις· Ἐφιάλτης· ἐφημοσύνη ἡ ἐντολή· ἐφετμή· ἐφιδύη ὁ ὄκνος· Ἔφυρος ὄνομα ἔθνους·

Πρὸ τοῦ χ ἡ αι δίφθογγος κατʼ ἀρχὴν λέξεως ἐν ἁπλῇ λέξει οὐχ εὑρίσκεται· τὸ γὰρ αἰχμὴ σύνθετον οἱ παλαιοὶ ἔφασαν ἐκ τοῦ αἷμα χεῖν· παρʼ αὐτὸ δὲ καὶ τὸ αἰχμάζω αἰχμήτης καὶ τὸ αἰχμάλωτος· τὰ δὲ λοιπὰ διὰ τοῦ ε ψιλοῦ. ἔχις ὁ. ὄφις· ἐχέτλη μέρος ἀρότρου· Ἔχετος ὄνομα κύριον· ἐχυρός· ἐχίνος· Ἐχινάδες νῆσοι οὕτω καλούμενοι.

Ἡ αι δίφθογγος ἐν ἀρχῇ λέξεως πρὸ τοῦ ψ οὐκ ἔστιν εἰ μὴ ἐν τῷ αἶψα, ὃ σημαίνει τὸ ταχύ· καὶ τὸ αἰψηρὸς ὁ ταχύς· τὰ δʼ ἄλλα διὰ τοῦ ε ψιλοῦ· ἑψῶ τὸ περισπώμενον· ἑψητοὶ τὰ λητὰ ἰχθύδια· ἑψία ἡ παιδία· ἐψιόωντα σκοτεινά.

Πᾶσα λέξις διὰ τῆς βε συλλαβῆς ἀρχομένη, διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον· Βένετος· βελόνη· βέβαιος· βέβηλος· βέλεμνος· βέραιδον· σεσημείωται τὸ βαίνω ῥῆμα, καὶ τὸ βαιὸν τὸ ὀλίγον, καὶ τὸ βαίτη, ὃ δηλοὶ τὴν διφθέραν διὰ τῆς αι διφθόγγου.

Πᾶσα λέξις ἀπὸ τῆς γε συλλαβῆς ἀρχομένη διὰ τοῦ ε ψιλοῦ γράφεται· γέφυρα· γέρανος· σεσημείωται τὸ γαίων ὃ δηλοῖ τὸ χαίρων, ἢ σεμνυνόμενος· γαῖσος τὸ ὅπλον· γαίω τὸ κερμῶ καὶ διαβάλλω· τὸ γέα διφορεῖται καὶ κατὰ τὴν γραφὴν καὶ κατὰ τὸν τόνον· τῆς γὰρ ἀρχούσης διὰ τοῦ ε ψιλοῦ γραφὴ μακροκαταληκτεῖ· ταύτης δὲ διὰ τῆς αι διφθόγγου γραφομένης βραχυκαταληκτεῖ.

Πᾶσα λέξις ἀπὸ τῆς δε συλλαβῆς ἀρχομένη διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον, Δέκιος· Δέσιος, ὁ μήν· εἰ μή πω ἡ λέξις εἴθισται καὶ ἄνευ τοῦ ι λέγεσθαι, ὡς ἔχει τὸ δαίω καὶ δάω· καὶ τοῦ δαινύω, ἀφʼ οὗ καὶ δαιτυμὼν, καὶ τὸ δαίμων γέγονος παρὰ τὸ εἴδω τὸ γινώσκω. ὁ παρακείμενος εἶκα εἶσμαι· ἐκβολῇ οὖν τοῦ σ, καὶ τροπῇ τοῦ ε εἰς α αἴμων, καὶ πλεονασμῷ τοῦ δ δαίμων.

Τὰ ἀπὸ τῆς ζε συλλαβῆς ἀρχόμενα διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον, Ζέλεια· Ζέφυρος· ζέω τὸ ῥῆμα· ζέσις· ζέμα.

Τὰ ἀπὸ τῆς θε συλλαβῆς ἀρχόμενα, διὰ τοῦ ε ψιλοῦ γράφεται. θεός· θεμέλιος· θέμεθλος· τὸ θαιμὰν διὰ τῆς αι διφθόγγου γράφεται· οὐ τῆς τῶν Ἑλλήνων συνηθείας.

Πᾶσα λέξις ἀπὸ τῆς κε συλλαβῆς ἀρχομένη, διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον, κεραυνός· κεράστης· κέρας· κέλευθος· κελύφιον· Κέκροψ· Κέναγρον ὄνομα τόπου· σεσημείωται τὸ καινὸς ὃ σημαίνει τὸ νέον, καὶ τὸ Καινεὺς ὄνομα κύριον, καὶ τὸ καιρός· Καῖσαρ, καὶ ὅσα παρʼ αὐτοῖς· καίριος· ἄκαιρος· εὔκαιρος· πρόσκαιρος· Καισαρεύς· Καισάρεια.

Πολλὴ ἡ ἐκ τῆς λαι συλλαβῆς κατʼ ἀρχὴν λέξεως διὰ τῆς αι διφθόγγου γραφομένη· εἰσὶ δὲ ταῦτα· λαιθυράζω τὸ διὰ τοῦ στόματος ψόφον τελεῖν ἐπὶ τῷ μαστῷ· λαιψηρὸν τὸ ἀσθενὲς ἢ τὸ ταχύ· λαίεται τὸ κλύεται· λαίταμα τὸ χάσμα, ἢ τὸ μέγα πέλαγος· λαῖλαψ· λαίετον τὸ ἀρχεῖον λαῖφος ἡ χλαῖνα· λαιμὸς ἐπὶ τοῦ σώματος· λαίλας ὁ μὴ ἐκ γένους τύραννος, ἀλλʼ ἐπιθέμενος· λαῖγμα τὸ ἱερόν· λαίω τὸ βλέπω, ἢ τὸ φονεύω· λαιδρὸς ὁ θρασύς· Λαισίνη ὄνομα πόλεως· λαιθαργὸς ὁ λαθραῖος· λαισήιον τὸ κράνος· λαίδας ἡ ἀσπὶς, ἡ ἀπὸ βύρσης· λαιτὸν, τὸ ἀχρεῖον· λαιτρὸν τὸ πρυτανεῖον· λαιλάχω τὸ ψοφῶ· λαισκίδης ὁ βούπαις· λαιμώρη, ἡ λαμυρίς· λαιφύη τὸ πρυτανεῖον· λαίσπης ὁ βούπαις· λαίσθη, ἡ αἰσχύνη· λαίσθα ἡ ἀκολασία· λαιθάργυνος, ὁ λαθραῖος δάκνων· λαιὸς ὁ ἀριστερός· λαῖτμα τὸ οἴδημα τῆς θαλάσσης· λαιμῶ τὸ συνεχῶς μαίνεσθαι· λαιμάσσειν τὸ ἀμέτρως ἐσθίειν· Λαιποδιας Ἀνδρωνύμιος ἑνὸς τῶν Ἀθήνῃσιν ἐπιφανῶν· λαιμοδεῖν τὸ δραπετεύειν· τὰ δὲ τούτων ἐκτὸς διὰ τοῦ ε ψιλοῦ γράφεται· λέχος· λέπας τὸ πρόσαντες· λέκιθος ὁ κρόκος τοῦ ᾠοῦ· λεβηθρὶς τὸ δέρμα τοῦ ὄφεως· λεκτίκιον· λεπὶς ἡ φολίς· λεπρὸς ὁ διάλευκος· λεαίνω τὸ ὁμαλίζω· λέγυνον τὸ εἰλιτὸν καὶ ποικίλον· λέκτρον ἡ κλίνη· λελεγίζω, τὸ κιθαρίζω· Λέλεξ ὄνομα ἔθνους· λενῶ τὸ λυποῦμαι· λέπαδνος· λεπτὸς ὁ ἰσχνός· λέπαργος ἡ χιών· λεπαστὴ γένος τι κύλικος· λεχεποίης· λεχαῖος τὸ λέχος ἐνποιοῦν· λεοφόρος· λεωρία ἡ χαλεπή· λεῶρες, τὸ ἄωρον· λεωκόνητος ὁ ἐφθαρμένος· λεώδης, ὁ λιθόλευστος· καὶ τἄλλα ἀφίημι τοῖς ἐντυγχάνουσιν ἐρευνᾶν.

Πᾶσα λέξις ἀπὸ τῆς με συλλαβῆς ἀρχομένη διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον, μέγαρον· μεσσηγύς· Μελέαγρος· μέδιμνον· μέλαθρον· Μέδων· σεσημείωται τὸ μαίνω τὸ ὀργίζομαι· ἐπὶ γὰρ τοῦ οἰκῶ διὰ τοῦ ε ψιλοῦ· καὶ τὸ μαῖα, ἡ τροφός· παρὰ γὰρ τὸ μαίω τὸ ζητῶ· μαιμάσσω, τὸ προθυμοῦμαι· μαιμάχης ὁ ὑβριστής· μαίω τὸ ἐλίσσομαι ὁ τάλιμνος ὁ ἐν Ἄργει ποταμός· μαίμω τὸ ἐνεργῶ κινεῖσθαι ὡς διὰ τῆς αι διφθόγγου γραφόμενα.

Πᾶσα λέξις ἀπὸ τῆς νε συλλαβῆς ἀρχομένη διὰ τοῦ ε ψιλοῦ γράφεται· νέκταρ· Νέμεσις· νέπως· νέκυς· νεκρός· νεηλος· σεσημείωται τὸ ναὶ ἐπίρρημα, τὸ ναίχι· καὶ τὸ ναίω ῥῆμα, τὸ οἰκῶ, διὰ τῆς αι διφθόγγου γραφόμενα.

Πᾶσα λέξις ἐκ τῆς ξε συλλαβῆς ἀρχομένη διὰ τοῦ ε ψιλοῦ γράφεται· ξένος· Ξενίων ὄνομα κύριον· ξενὼν τὸ περιεκτικόν· ξέω· ξερόν· σεσημείωται τὸ ξαίνω ῥῆμα διὰ τῆς αι διφθόγγου γραφόμενον.

Πᾶσα λέξις ἀπὸ τῆς πε συλλαβῆς ἀρχομένη διὰ τοῦ ε ψιλοῦ γράφεται· πέλαγος· Πελίας· πελεκάν· πέδον ἡ γῆ· πέδηλον· πέταυρον· Πελασγός· περιστερός· πελώριος· πέδουρος ὁ μετέωρος· πεδανός· πέπων· πέπειρος· σεσημείωται τὸ παῖς, καὶ εἴτι παρʼ αὐτό· οἷον, παιδεύω· παιδεία· παιδιὰ, ὀξυτόνως, τὸ παίγνιον· παιδίσκη· παίζω· εἰ δὲ καὶ τὸ παιὰν, καὶ εἴτι παρʼ αὐτό· παιανίζω· παίων ὄνομα ποδὸς μετρικοῦ, καὶ ἔθνους· παιωνία ἡ βοτάνη· εἰδὲ καὶ τὸ παιφάσσω τὸ κινῶ, καὶ τὸ παίπαλον τὸ τραχὺ, παιπαλώσσω, τὸ παίζω, καὶ τὸ παροινῶ· παίραος παρὰ Ἰλείοις ὁ παῖς· Παιήων θεῶν ἰατρός· λαμβάνεται δὲ καὶ ἐπὶ τοῦ ὕμνου, ὃ σημειωτέον ἔχον πρὸ τοῦ ων τὸ η· οὐδὲν γὰρ τῶν εἰς ων ληγόντων τὸ η παραλήγεται· πρὸς τούτοις δὲ καὶ τὸ παίω ῥῆμα, εἴτε ἐπὶ τοῦ τύπτω, εἴτε ἐπὶ τοῦ ἵστασθαι τῆς ὁρμῆς παρʼ ὃ καὶ παῦμα καὶ παιπάλιμος, ὁ ποικίλος καὶ ἐντρεχὴς ἐπὶ κακίᾳ· καὶ τὸ παιστέον τὸ πρακτέον.

Πᾶσα λέξις ἀπὸ τῆς ρε συλλαβῆς ἀρχομένη διὰ τοῦ ε ψιλοῦ γράφεται πλὴν τινῶν ἅπερ εἰσὶ ταῦτα· Γραῖκος ὁ Ἕλλην· ῥαικάμη ἡ ῥαστώνη· ῥαιδαστίζει τὸ σκόπτει· ῥαιβὸν τὸ καμπύλον· ῥαίθω τὸ φθείρω· ῥαῖσαι τὸ ἐξ ἀρωστίας βελτίω γενέσθαι· τὰ δὲ διὰ τοῦ ε ψιλοῦ γραφόμενα εἰσὶ ταῦτα· Ῥέα ἡ Δημήτηρ· λαμβάνεται δὲ καὶ ἐπὶ τοῦ ῥαδίου· ῥεάποντος ὁ Βόσπορος· ῥέθος ἐπί τε τοῦ προσώπου καὶ τοῦ λιμένος· ῥέκος ἡ ζώνη· ῥέμω τὸ πειρῶμαι τὸ δύναμαι· ῥέον· ῥεῦμα θηρίον· ῥέπω τὸ κλίνω· ῥέων ὁ τρέχων, ἢ ὁ εὔωνος· ῥεπούδιον.

Τὰ ἐκ τῆς σε συλλαβῆς ἀρχόμενα διὰ τοῦ ε ψιλοῦ γράφεται πλὴν τινῶν· εἰσὶ δὲ ταῦτα· σαίνω τὸ κινῶ· σαῖστος ἐλαίας κλάδος· σαῖνα τὸ αἰδοῖον· σαῖνος ὁ ἀριστερίων· σαίρει· ῥαίνει σαροῖο· Σαῖοι οἱ πολέμιοι· σαιθάρυγξ ἡ ταραχή· διὰ δὲ τοῦ ε ψιλοῦ ταῦτα· σέλας· σέλινον· Σέριφος· Σέκουνδος· Σέβηρος· σέβερος ὁ εὐσεβὴς, ὁ καὶ δίκαιος· σέβετος ὁ κοχλίας· σέβας· σέβαλα ἡ ἔκπληξις· σεύελις· σεμίδαλις· Σελασία ἡ Ἄρτεμις παρὰ Λάκωσι· σελάπυρος ἡ λαμπρότης· σελάσκων, λάμπων· σελασμὸς ἡ ἀλαζονεία.

Πᾶσα λέξις ἀπὸ τῆς σκε συλλαβῆς ἀρχομένη διὰ τοῦ ε ψιλοῦ γράφεται, πλὴν τοῦ σκαιὸς ἐπὶ τοῦ πονηροῦ· σκαίρω, τὸ σκιρτῶ· τὰ δὲ διὰ τοῦ ε ψιλοῦ εἰσὶ ταῦτα· σκέπη· σκέπαρνον· σκέλυθρος δίφρος ταπεινός· σκεπάζω· σκελίζω· σκέθρος, ἐπιμελὴς, ἀκριβής.

Τὰ ἀπὸ τῆς σπε συλλαβῆς ἀρχόμενα διὰ τοῦ ε ψιλοῦ γράφεται· σπάνιοι δὲ αἱ λέξεις· οἷον, σπέος τὸ σπήλαιον· σπέκιον εἶδος ἱματίου· Σπεκίωσος ὄνομα κύριον· πλὴν τοῦ σπαίρω τοῦ δηλοῦντος τὸ πηδῶ.

Πᾶσα λέξις ἀπὸ τῆς στε συλλαβῆς ἀρχομένη διὰ τοῦ ε ψιλοῦ γράφεται, στέαρ· στέφος· στεγωνός· στέλεχος· στέγη· στενός· στερεός· στενωπός· σεσημείωται τὸ σταῖς μονοσύλλαβον οὐδέτερον διὰ τῆς αι διφθόγγου γραφόμενον.

Πᾶσα λέξις ἐκ τῆς σφε συλλαβῆς ἀρχομένη διὰ τοῦ ε ψιλοῦ γράφεται· σφέλας καθαρὸν ὑποπόδιον· σφεδανὸν δριμὺ, ἰσχυρόν· σφέτερον· σφετερίζω· σφεοβδὸν δασὺ καὶ πολὺ, ἀσθενές· σφεδρόν· σφεδανῶ, τὸ θανατῶ· σεσημείωται τὸ σφαῖρα.

Πᾶσα λέξις ἐκ τῆς σχε συλλαβῆς ἀρχομένη διὰ τοῦ ε ψιλοῦ γράφεται· σχέλις κρέας πλευρημαῖον· Σχερίη ὄνομα πόλεως· σχέμα τὸ ὄχημα· σχέλινος ἄγρια κυπάρισσος· σχερὸς ὁ αἰγιαλὸς, ἀκτὴ, κῦμα, ἕτοιμος· σχεδρὸς τλήμων, καρτερικὸς, τολμηρός· σχελινάζει, τὸ φλυαρεῖ· σχέρω ἑξῆς.

Πᾶσα λέξις ἀπὸ τῆς τε συλλαβῆς ἀρχομένη τὴν αι δίφθογγον παντελῶς ἀποστρέφεται· οἷον, τελετή· τέρην· τερέβινθος, εἶδος φυτοῦ· τερετίζω τὸ κιθαρίζω· τέρετρον· Τερέτιον ὄνομα πόλεως· σεσημείωται τὸ ταινία ἐπὶ τοῦ κόσμου διὰ τῆς αι διφθόγγου γραφόμενον.

Πᾶσα λέξις ἐκ τῆς τρε συλλαβῆς ἀρχομένη διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον, τρέβλος· τρέρεθα φυτὰ νέα· τρέτης· τρέχωνος στέλεχος, κλάδος, φυτὸν, βλάστημα· τρέπω· τρέω τὸ φοβοῦμαι.

Τὰ ἐκ τῆς φε συλλαβῆς ἀρχόμενα διὰ τοῦ ε ψιλοῦ γράφεται· φέβω· φέρω· Φέρα ἡ πόλις· φέλων ὁ ἀλαζών· Φεβρωνία· φερέσβιος· φέρεγγυς ὁ βέβαιος· φέριστος· φέναξ ὁ ἀπατεών· σεσημείωται τὸ φαίνω τὸ λάμπω, ἐπὶ γὰρ τοῦ φονεύω διὰ τοῦ ε ψιλοῦ· Φαίναξ ὄνομα κύριον· φαιδρός· φαίδιμος· φαικάσιον ὑπόδημα γεωργικόν· Φαῖστος ὄνομα πόλεως· φαινόπους ὁ λευκόπους· φαιὸς, ὁ μέσος λευκοῦ τε καὶ μέλανος.

Πᾶσα λέξις ἀπὸ τῆς χε συλλαβῆς ἀρχομένη φεύγει τὴν διὰ τῆς αι διφθόγγου γραφήν· σεσημειωμένου τοῦ χαίτη, ὃ δηλοῖ τὴν τρίχα· γέγονε δὲ ἀπὸ τοῦ κρατῶ κράτη· ἐκβολῇ τοῦ ρ, κάτη, καὶ τροπῇ τοῦ κ εἰς χ, καὶ πλεονασμῷ τοῦ ι χαίτη· οὕτως Ἡρωδιανὸς ἐν τῇ Ὀρθογραφίᾳ· εἰ δὲ καὶ τὸ χαίρω, καὶ χαίνω, καὶ τοῦ χαιὸς, ὃ δηλοῖ τὴν ῥάβδον, καὶ τῶν παρʼ αὐτῶν συγκειμένων, τοῦ χαιρέκακος, καὶ τῶν ὁμοίων· τὰ δὲ διὰ τοῦ ε εἰσὶ ταῦτα· Χεβρὼν ὄνομα πόλεως· χελώνη τό τε ζῶον καὶ τὸ ὄργανον· χέλυς ἡ κιθάρα· χέλανδος· χέω τὸ ῥῆμα· χελιδών· χέλιος, τὸ ὀστόδερμον, ἡ μετὰ ὀστράκων καὶ λίθων ἱλὺς, ἢ ὁ κοχλίας· χέμιτλα εἶδος νόσου· χετῶ τὸ ῥῆμα, ὃ δηλοῖ τὸ ἔχω.

Πᾶσα λέξις ἐκ τῆς ψε συλλαβῆς ἀρχομένη πλὴν τινῶν ὀλιγιστῶν διὰ τοῦ ε ψιλοῦ γράφεται· τὰ γοῦν ὑπεσταλμένα ὑποτάσσεται· ψαιμύθιον τὸ φαῦλον καὶ ψευδές· ψαιδρὸν, τὸ φαιδρόν· ψαίρω, τὸ τινάσσω· ψαιτὰ ἄλφιτα οἴνῳ καὶ ἐλαίῳ μεμαγμένα· ψαίκαλον ἀρνίον ἔμβρυον, νέον βρέφος· ψαίκιον, μακρὸν, ἐλαφρὸν, ὡραῖον· τὰ δὲ διὰ τοῦ ψιλοῦ εἰσὶ ταῦτα· ψελίον· ψεκάς· ψέγω τὸ κακολογῶ· ψεδὸν τὸ ὀλίγον καὶ μαδαρόν· ψίδω τὸ λυπῶ καὶ κτυπῶ· ψεδυρὸς, ψιθυριστής· ψεδνὸς ὁ μαδαρός· ψέφω τὸ δέδοικα, τὸ φροντίζω· ψέφερα ἡ λεπτὴ, ἡ σκοτεινή· ψέφος, τὸ σκότος·

Ἡ ο συλλαβὴ, εἴτε κατʼ ἀρχὴν λέξεως, εἴτε κατὰ τὸ μέσον, ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει ἔχουσα μεθʼ ἑαυτὴν δύο σύμφωνα κατὰ σύλληψιν διὰ τοῦ ο μικροῦ γράφεται· ἐν ἀρχῇ μὲν λέξεως, ὄβριμος· ὄβρυζος· ὄγδοος· ὀδμή· ὀθνεῖος· ὄκνος· ὀκλάζω· ὀκτώ· ὀμνύω· ὅπλον· ὁπλή· ὄσπριον· ὀστέον· ὀσφύς· ὀτρύνω· ὀτρηρός· ὄφλω· ὄχλος ὁ ὀφθαλμός· ὀθνεῖος, τὸ δέδοικα· Ὄθρυς λόφος· ὀκλείω· ὀκριώω τὸ λοιδωρῶ· ὁπλότερος ὁ νεώτερος· ὁπλοῖον τὸ τόξον· ὀπτῶ τό τε βαρύτονον καὶ τὸ περισπώμενον· ὀπτὴρ ὁ σκοπός· ὄτλος ὁ μόχθος, ὁ πόνος· ὄτλημα ἡ κακοπραγία· ὀτραλέον· ὀτρεὺς ὁ ἡμίονος· ὄρχις κλῆμα βότρυος ἔχον· ὀφροκόρινθος ὄνομα τόπου· ὀφρυόεσσα, ὀρεινὴ, ἔνδοξος. ὀχμάζει λαμβάνει· κατὰ δὲ τὸ μέσον τῆς λέξεως, ἢ καὶ συμφώνου τῆς ἀρχούσης προηγουμένου οὕτω· βρόχθος ἡ σταγών· Βόστρα, ἡ πόλις· βόστριχες· γοσταὶ αἱ κριθαί· δόγμος πλάγιος, λοξός· δόχμη δῶρον· κόχλος· κόπρος· κόστος· κοχλιάριον· κοδρᾶτος· κοδράντης· ῥόπτρον πάγη θηρίων, τὸ ἐπιπίπτον τῆς πάγης· ῥοχθεῖ, ψοφεῖ· πόστος· τὸ ὦχρος τό τε βαρύτονον, τό τε ὀξύτονον διὰ τοῦ ω μεγάλου γράφεται οὐχ ἁπλᾶ· ἔστι γὰρ παρὰ τὸ χροῦς χροὸς, καὶ μετὰ τοῦ στερητικοῦ α ἄχροος, καὶ ἐν ἐκθέσει τοῦ ο ἀόχροος, καὶ κράσει τοῦ αο εἰς ω μέγα, ὦχρος· σεσημείωται τὸ σκώπτω διὰ τοῦ ω μεγάλου γραφόμενον· τὸ ὤκλασα· ὤκνησα· διωγμὸς, καὶ εἴτι τοιοῦτον κεκίνηνται· τὸ Σώστρατος σύνθετον, παρὰ γὰρ τὸ σώζω.

Ἡ ο συλλαβὴ ἔχουσα μεθʼ ἑαυτὴν ἓν τῶν διπλῶν, εἴτε κατὰ τὸ μέσον ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει διὰ τοῦ ο γράφεται μικροῦ· ὄζος ὁ κλάδος· ὄζω τὸ ῥῆμα· Ὄξηλος ὄνομα τόπου· ὀξηλὶς, ἡ βοτάνη ὀξυτόνως· ῥόξος· φοξός· τὸ Ὦξος ἐπὶ τοῦ ποταμοῦ διὰ τοῦ ω μεγάλου ὁμοίως καὶ τὸ σῴζω· τὸ ὤξεσα· ὤξυνα, κεκίνηνται.

Τὸ ο ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει, εἴτε κατʼ ἀρχὴν λέξεως, εἴτε κατὰ τὸ μέσον, εἰς σύμφωνον λήγει, τῆς ἐπαγομένης συλλαβῆς ἐκ συμφώνου ἀρχομένης, διὰ τοῦ ο μικροῦ γράφεται· ἐν ἀρχῇ μὲν λέξεως· οἷον, ὄλβος· ὄνθος· ὁλκός· ὁλκάς … … κατὰ ἀναλογίαν χωρεῖ· ἡ δὲ δοτικὴ βαρβαρίζει πρὸς τὸ μηδέποτε δοτικὴν ἑνικὴν ἰσοσύλλαβον τῇ ἰδίᾳ εὐθείᾳ εἰς ου δίφθογγον λήγειν· ἢ ἄνευ τοῦ ι ἀνεκφωνήτου γράφεσθαι· ἰστέον οὖν λοιπὸν ἐπὶ τὰ παραδείγματα· Ἰσδηγέρδης· Ἰσμαήλ· Ἰσραήλ· Ἰσκαρίωθ· ἱστός· ἴσμεν, καίπερ ἐκ τοῦ εἴδω τοῦ διὰ τῆς ει διφθόγγου γραφομένου γεγονός· ἰθμός· ἱστίον· ἴσπω· ἴσχω· Ἵστρος· Ἱσπανία· ἰσχύς· ἴσθι· ἰσθμαίνει τὸ ἀγονιᾷ καὶ αἰσθάνεται· ἰσθμὴν, ἡ φρόνησις· ἴσκεν, ἔλεγεν· ἰσκάνδιον σαλπιγγωτόν· ἰσμέρα τὸ εἰς τοὺς καθαρμούς· ἴσμα δρύμα· Ἴσμαρος πόλις Θρᾴκης· ἰσπίλαι ἀκόλουθοι· ἰσπνιᾶται σειραί· ἰσσέλη αἴγειον δέρμα· ἵστωρ· ἰστάκη τὸ δρέπανον· Ἰστρηνίδες Σκυθικαί· ἰσφαίνει μεριμνᾷ· ἰσφάτατον, βίαιον· ἰσχαναᾶν, κατέχειν, κρατεῖν· ἰσχαλέον λεπτόν· ἰσχνεῦσα. ὑφʼ εῖναι· ἰσχαίρω· ἰσχιάζειν ἀναβάλλειν τὸ ἰσχίον· δίσκος· πρίσκος· κρίσκη· μίσγω· μισθός· ὄλισθος· Αἴγισθος· λιμνίσκος· ἀστερίσκος· οὐρανίσκος· τὸ Θρῇσκος δοκεῖ ἀντικεῖσθαι διὰ τοῦ η γραφόμενον, ἀλλʼ οὖν ἔχει καὶ αὐτὸ τὸ ι ἀνεκφώνητον· γέγονεν δὲ παρὰ τὸ Θράιξ Θραῖξ Θράισκος, καὶ τροπῇ τοῦ α εἰς η Θρήισκος, καὶ κατὰ συναίρεσιν Θρῇσκος· μή ποτε δὲ καὶ τὸ φῆστος ἐκ τοῦ φαίνω γέγονεν φαῖστος, καὶ τροπῇ τῆς αι εἰς η φῆστος· τὸ θνῄσκω· πλεῖστος· ἄπληστος· ἔρεισμα· ἐν κινήσει εἰσὶν ὡς πᾶσιν εὔδηλον.

Ἡ ι συλλαβὴ εἴτε κατʼ ἀρχὴν λέξεως, εἴτε κατὰ τὸ μέσον ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει λήγουσα εἰς ν, ἐπαγομένου τοῦ δ, διὰ τοῦ ι γράφεται· οἷον, ἴνδικτος· ἴνδαλμα· ἴνδιξ· Ἰνδός· σινδών· σκινδαψός· Πίνδαρος· γίνδος· γινδαρις· καλινδοῦμαι· πινδηρα, ἄροτρον· Πίνδος ὄρος Θεσσαλίας· πίνδακας θραύματα σανίδων· σκινδαλαγμός· σκίνδιον τὸ λευκόν· φυγίνδα· βασιλίνδα· κρυπτίνδα· τὸ ἥνδανε ἐκ τοῦ ἁνδάνω γεγονὸς οὐ μάχεται, ὡς οὐδὲ τὸ ἤσχαλλον, εἰστήκειν, ἐκ τοῦ ἀσχάλλω, εἰστήκω, γεγονότα εἰς τὸν προλαβόντα κανόνα.

Ἡ ι συλλαβὴ εἴτε κατʼ ἀρχὴν λέξεως, εἴτε κατὰ τὸ μέσον ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει λήγουσα εἰς ρ, ἢ εἰς ἕν τι τῶν ἀμεταβόλων τῆς ἑξῆς συλλαβῆς ἀρχομένης ἐκ συμφώνου, διὰ τοῦ ι γράφεται· καὶ κατʼ ἀρχὴν μὲν λέξεως· ἴννος· Ἴμβρος· ἰνδάλω· ἴνδαλμα· Ἰνδός· ἴνδικτος· Συλιμβρία· Κιμμέριος· σκίνπους· στίλβων· στιλβανός· οἰκτίρμων· σκιρτῶ· κιρνῶ· κίρκος· θίρρον τὸ τρυφερόν· ἰλκαγλοιός, ῥύπος· ἴλλον, πλάγιον, στραβόν· ἰλλάδας ἀγελαίας, διεστραμμένας· Ἰλλυρίς· ἰλμηδεσμὸς, σειρά· ἴννος ὁ ἐξ ὄνου θηλείας καὶ ἵππου, ἢ τὸ ἐν τῇ κυήσει νοσῆς βρέφος· κιλλαγκτὴρ ὁ ὀνελάτης· κίλλοι ὄνοι τὸ ἑρμὸς ἐκ τοῦ εἵρω γεγονὸς τοῦ τάσσω ἐν κινήσει ὂν, οὐκ ἀντίκειται· σεσημείωται τὸ εἴργω τὸ κωλύω, ἐξ οὗ καὶ εἰρκτὴ διὰ τῆς ει διφθόγγου· καὶ μήποτε παρὰ τὸ ἔργω ἐστὶν ἐν πλεονασμῷ τοῦ ι, καὶ οὐ γνησίαν ἔχει τὴν δίφθογγον· τὸ ἦρχον, εἴτε ἐκ τοῦ ἄρχω, ἢ ἐκ τοῦ ἔρχω ἄδηλον, ὅμως ἐν κινήσει ὂν οὐκ ἀντίκειται.

Ἡ ι συλλαβὴ ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει, εἴτε κατʼ ἀρχὴν λέξεως, εἴτε κατὰ τὸ μέσον, πρὸ τοῦ κτ εὑρισκομένη διὰ τοῦ ι γράφεται· ἴκτινος, τὸ ὄρνεον· ἴκτερος, ἡ νόσος· ἱκτὸν τὸ ἐοικός· ἴκτης, οἰκέτης· ἴκταιον τὸ τρόφημον· ἵκταρ τὸ πρόσφατον· ἰκτὺς, ὁμοίωμα, εἰκών· ἴνδικτος· βίκτωρ· προτίκτωρ· τὸ ἐπείκτης ἐκ τοῦ ἐπείγω γεγονὸς κεκινημένον ὂν, οὐκ ἀντίκειται.

Ἡ ι συλλαβὴ ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει ἔχουσα τὴν ἑξῆς συλλαβὴν ἀρχομένην ἀπὸ τοῦ γ, ἢ τοῦ δʼ, ἢ τοῦ κ, ἢ ἑνὸς τῶν λοιπῶν ἀμεταβόλων, ἢ τοῦ ξ, διὰ τοῦ ι γράφεται· οἷον, ἴγδην· ἴγγηρ· ἰλιγγιῶ· ἰγγιστιάριος· στίγγος· λιγκεύς· κίγγλα· κιγκλίς· τιγγάβαρις· ζιγγίβερ· σφίγγω· κιγκλίζω τὸ κινῶ· κίγκλος, εἶδος ὀρνέου· λιγγῶ, τὸ ἠχῶ, καὶ λίγξω τὸ ἠχήσω· μῆνιγξ· σφίγξ· σάλπιγξ.

Ἡ ι συλλαβὴ ἔχουσα μεθʼ ἑαυτὴν δύο δασέα κατὰ σύλληψιν ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει· διὰ τοῦ ι γράφεται· οἷον, ἴφθιμος· ἰχθύς· διφθέρα· δίφθογγος· τρίφθογγος· τὸ ἤχθην· ἥφθην οὐκ ἀντίκεινται διὰ τοῦ η γραφόμενα, κεκίνηνται γάρ.

Ἡ ι συλλαβῇ ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει, εἴτε κατʼ ἀρχὴν λέξεως, εἴτε κατὰ τὸ μέσον, λήγουσα εἰς ν, τῆς ἑξῆς συλλαβῆς ἐκ τοῦ θ ἀρχομένης, διὰ τοῦ ι γράφεται· σπινθήρ· μίνθα, τὸ ἡδύοσμον· Σμινθεύς· Ῥίνθων· ῥικινθας· Κόρινθος· πλίνθος· σκίνθος, καὶ εἴτι ὅμοιον.

Ἡ ι συλλαβὴ ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει πρὸ τῶν διπλῶν διὰ τοῦ ι γράφεται· οἷον, ἰξός· ἴξαλος· ἰξεύω· ἰξευτής· ἰξύς· ἴξω· σχίζω· καὶ τὸ ἧψα διὰ τοῦ η γραφόμενον οὐκ ἀντίκειται, κεκίνηται γάρ.

Ἡ ι συλλαβὴ ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει εἴτε κατʼ ἀρχὴν λέξεως, εἴτε κατὰ τὸ μέσον, εἰς ἕν τι τῶν ἀμεταβόλων λήγουσα, συμφώνου ἢ συμφώνων ἐκ τῆς ἑξῆς συλλαβῆς ἀρχομένης, διὰ τοῦ ι γράφεται· Σίλβεστρος· σίλφιον· σίρφιον· σίμβρος· πιμπρῶ· θρίγκος· κιγκλίς· σκίγκος· Σίρμιον· σινδών· Πίνδαρος· Κίρκη· βίργος ὁ ῥάβδος· Σιμπλίκιος· λιμπάνω· κίνδυνος· Κιμμέριος· τὸ μεσημερία διὰ τοῦ η γραφόμενον τὴν μέσην ἀλλʼ οὐχ ἁπλοῦν· ἐκ γὰρ τοῦ μεσημερία γέγονεν κατὰ συγκοπὴν τοῦ ε, καὶ πλεονασμῷ τοῦ β· τὸ κῆνσος λῆγον εἰς ν καὶ ἔχον τὴν ἑξῆς ἐκ τοῦ σ ἀρχομένην διὰ τοῦ η γράφεται, καὶ τὸ ἴνβεν τὸ διὰ τοῦ ι καὶ ν ἀμφότερα παράλογα καὶ Ἰταλικά· τὸ μὲν ὅτι διὰ τοῦ η, τὸ δὲ ὅτι μὴ ἔτρεψεν τὸ ν εἰς τὸ μ ἔχον τὴν ἑξῆς ἐκ τοῦ η ἀρχομένην.

Πρὸ δύο τῶν αὐτῶν συμφώνων ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει, εἴτε κατʼ ἀρχὴν λέξεως, εἴτε κατὰ τὸ μέσον οὐκ ἔστιν εὑρεῖν, οὔτε τὸ η οὔτε τινὰ τῶν διφθόγγων ἀλλʼ ἢ τὸ ι, ἢ τὸ υ· οἷον, ἴλλος· ἵππος· ἴννος· ὕρρας· μικκός· φρίσσω· ψύλλος· σκύλλος· κυλλός· βιλλός· ὁ μαλλός· τίλλω· μίλλα· σκίλλα· ἄμιλλα· Πρίσκιλλα· βίσσα· κίσσα· λύσσα· πτίσσω· πτίσσα· πίσσος εἶδος ὀσπρίου· νύσσω· πτύσσω· σεσημείωται τὸ Θράισσα καὶ κατὰ συναίρεσιν Θραῖσσα· σεσημείωται καὶ τὸ πήσσω· πλήσσω· ῥήσσω διὰ τοῦ η γραφόμενα· τὸ γὰρ ἥσσων τὸ συγκριτικὸν καὶ αὐτὸ γὰρ διὰ τοῦ η γράφεται, ἀλλʼ οὐχ ἁπλοῦν· γέγονεν δὲ παρὰ τὸ ἅμα καὶ τὸ ἴσος ἅμισυς, καὶ τροπῇ τοῦ α εἰς η ἥμισυς, ὡς καὶ ἡ δασεῖα μαρτυρεῖ· ἀφʼ οὗ τὸ συγκριτικὸν ἡμισύτερος καὶ ἡμισίων ὁ δεύτερος τύπος, καὶ ὁ τρίτος ἥσσων· καὶ Ἀττικῶς ἥττων· τὸ κρείσσων διὰ τῆς ει διφθόγγου γραφόμενον οὐκ ἀκίνητον· γέγονεν γὰρ παρὰ τὸ κράτος τὸ συγκριτικόν.

Ἡ ι συλλαβὴ ἐν τῇ συνθέσει ἐνίοτε τρέπει τὸ ι εἰς ε· σπάνιοι δὲ αἱ λέξεις, ὡς ἔχει τὸ ἄγχι ἀγχέμαχος, καὶ τὸ δικαστὸς ἀδέκαστος· Αἰολέων δὲ τὸ πάθος.

Πρὸ τοῦ μν οὐκ ἔστιν εὑρεῖν δίφθογγον ἀλλʼ ἢ τὸ ι, ἢ τὸ υ· σπάνιοι δὲ αἱ λέξεις· μίμνω· τέμνω· λίμνη· πρύμνη· σκύμνος· ὕμνος· γύμνος· σεσημείωται τὸ ποίμνη καὶ τὸ Λῆμνος ἐπὶ τῆς νήσου, καὶ τὸ κρημνὸς διὰ τοῦ η ἀμφότερα γραφόμενα· καὶ μήποτε παρὰ τὸ κρεμῶ γέγονε κρεμὸς, καὶ τροπῇ τοῦ ε εἰς η, καὶ πλεονασμῷ τοῦ ν κρημνός.

Πρὸ τοῦ χ ἡ αι δίφθογγος ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει οὐχ εὑρίσκεται· ἔχω· λέχος· τὸ πέπαιχα ἐκ κινήσεως τοῦ παίζω· τὸ ναίχι κατʼ ἐπέκτασιν.

Πᾶσα λέξις εἴτε Ἑλληνικὴ, εἴτε βάρβαρος, ἐκ τῆς ια συλλαβῆς ἀρχομένη διὰ τοῦ ι γράφεται· οἷον, ἰατρός· Ἰάπυξ· Ἰάειρος· Ἰαήλ· ἰάλεμος θρῆνος· ἴαμνος θάμνος· ἴανθος· ἴασπις· ἰαοινεῖδι· ἀπορεῖ· ἰάζει βοᾷ· ἰακλάζω καταβοῶ· ἰάπτω τὸ θνήσκω· σεσημείωται τὸ εἶα ἐπίρρημα καὶ τὸ εἴασα ῥῆμα.

Πᾶν ὄνομα Ἑλληνικόν τε καὶ βάρβαρον ἐκ τῆς ιε συλλαβῆς ἀρχόμενον, διὰ τοῦ ι καὶ ε ψιλοῦ γράφεται· οἷον, Ἰεχονίας· Ἰερεμίας· Ἰεσσαῖ· τὸ Ἡετίων τὴν ἄρχουσαν ἔχον διὰ τοῦ η οὐκ ἀντίκειται, ἐκ γὰρ τοῦ ἀετίων γέγονεν τροπῇ τοῦ α εἰς η.

Τὰ διὰ τοῦ ιω ὀνόματα διὰ τοῦ ι γράφεται, καὶ διὰ τοῦ ω· οἷον, Ἰωσίας· Ἰωάβ· Ἰωθώρ· Ἰωβήδ· Ἰωσαφάτ· Ἰωάς· σεσημείωται τὸ Ἰορδάνης καὶ Ἰόππη.

Τὸ υ εἴτε κατʼ ἀρχὴν λέξεως, εἴτε κατὰ τὸ μέσον, ἔχον μεθʼ ἑαυτὸ δύο σύμφωνα κατὰ σύλληψιν, ἢ διάστασιν, ἢ ἓν τῶν διπλῶν, διὰ τοῦ υ γράφεται· οἷον, ὕβρις· ὕδρα· ὕθλος· ὕμνος· ὕσπληξ· ὕτνον· γύψος· πύξος· μύξα· κόρυζα· ὄρυζα· βύβλος· Βύζας· Κύπρις· λυπρός· μύστρα· στρύχνος· ἀμυδρός· σεσημείωται τὸ οἶκτος καὶ οἰκτρός· οἶστρος· οἰκτίρμων· οἶδμα· οἴτη ὁ μαλλός· οἴστρησις σχοινίου τι εἶδος· οἶφνος τετραχοινικὸν μέτρον· οἰχνῆσαι πορευθῆναι, καὶ τὸ ῥοῖζος καὶ αὐτὸ διὰ τῆς οι διφθόγγου γραφόμενον.

Ἡ ν συλλαβὴ πρὸ φωνήεντος διὰ τοῦ υ ψιλοῦ γράφεται· εἰ δέ τι καὶ διὰ τῆς οι διφθόγγου εὑρεθῇ ἐν σημειώσει παραδεξόμεθα· ὡς ἔχει τὸ οἶος ὁ μόνος, καὶ τὸ ἀναφορικόν· Οἵα κώμη, καὶ ἐπὶ τοῦ ἀγροῦ· οἴα τὸ ἐκ προβάτων· οἴας ἀρχὴ καταλόγου· τὰ δὲ διὰ τοῦ υ ψιλοῦ εἰσὶ ταῦτα· ὕας τὸ ἀρσενικόν· ὑάδες· ὑάκυνθος· ὕαλος ὁ βόρβορος, ἐνίοτε δὲ καὶ τὸ λαμπρόν· ὑαλόεν τὸ διαφανές· ὑαλίης εἰκαῖος, βλοσυρός· Ὕης Ζεὺς, ὄμβριος· υἱός.

Ἡ υ συλλαβὴ πρὸ τοῦ β διὰ τοῦ υ ψιλοῦ γράφεται· βυθός· βυζός· πυκνός· Ὕβλη πόλις Σικελική· ὑβριστής· ὑβαλλὴν λάγνος.

Πᾶσα λέξις ἐκ τῆς βυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ ψιλοῦ γράφεται βυθός· βυζὸς, πυκνὸς, συνετός· βύζανα, κόνδυλος· βύζειν ἀθρόον, πυκνόν· Βύνη ἡ Λευκοθέα Ἴνω· βύσσος· βυσός· σεσημείωται βοικία, ἡ θεράπαινα· βοικεῖ γαμήσκει· Βοίβη λίμνη καὶ πόλις ἐν Θεσσαλίᾳ· Βοιωτὸς τὸ ἔθνος· βοῖπις γῆ βουνώδης, διὰ τῆς οι διφθόγγου γραφόμενα.

Τὸ γ πρὸ αὐτοῦ τὴν οι δίφθογγον ἔχειν ἀπείπατο, πλὴν ἐν τῷ οἴγω, τῷ δηλοῦντι τῷ ἀνοίγω· τὰ δʼ ἄλλα διὰ τοῦ υ ψιλοῦ· σπάνιοι δὲ αἱ λέξεις, ὡς ἔχει τὸ ὑγιής· ὑγίεια τετρασύλλαβον, οὕτω ζητεῖ ἡ ἀναλογία· ὑγρός· ὑγρασία· καὶ εἴτι ὅμοιον.

Πᾶσα λέξις ἐκ τῆς γυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ ψιλοῦ γράφεται· γύαλον· γυάλαον τὸ κοῖλον· Γυρα, Ἀθηνᾶ ἐγχώριος· γύη πᾶσα ἡ γῆ· γυήτης, χωλός· γύλινα, ἐρίσματα· Γυλιὸς, Ἡρακλῆς· γυναιμανές· γυπῶσαι, πληρῶσαι· γυπαρία· γῦροι, βόθροι· γυρῖνος, ἡ μήπω πόδας ἔχουσα βάτραχος· σεσημείωται τὸ γοῖ τὸ διὰ τῆς οι διφθόγγου γραφόμενον.

Πᾶσα λέξις ἐκ τῆς γρυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ ψιλοῦ γράφεται· οἷον, γρύτη, τὸ μικρόν· γρῦ, ὁ ὑπὸ τὸν ὄνυχα ῥύπος· γρυπόν· γρύξαι, μικρὸν φθέγξασθαι· γρύνη λιβανωτός· γρυμπάνειν ἐπικάμπτειν· γρυμαία σκευοθήκη· γρυνοὶ, δαλοί.

Τὸ δ πρὸ αὐτοῦ ἔχειν ἐν ἀρχῇ λέξεως τὴν οι δίφθογγον πλὴν τινῶν λέξεων οὐκ ἀνέχεται· σχέδον γὰρ τὰ πάντα διὰ τοῦ υ ψιλοῦ γράφεται· οἷον, ὕδης, συνετός· ὕδη, φήμη, ᾠδή· ὕδαρος· ὕδειν, τρέχειν, λέγειν· ὕδος τὸ ὕδωρ· ὕδρος· ὕδρα· σεσημείωται τὸ οἶδα· οἶδμα· οἰδαίνεται· Οἰδήπους, διὰ τῆς οι διφθόγγου γραφόμενα.

Πρὸ τοῦ ζ, ἢ ξ, ἢ ψ τὸ υ ψιλὸν κατʼ ἀρχὴν λέξεως οὐχ εὕρηται, εἰ μὴ ἐν τῷ ὕψος· γεγονέναι δὲ καὶ αὐτὸ φασὶν παρὰ τὸ ὄπτω τὸ βλέπω, ὄψω ὄψος, καὶ τροπῇ Αἰολικῇ ὕψος· οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ πνευμάτων.

Πᾶσα λέξις ἐκ τῆς ζυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ ψιλοῦ γράφεται ζύμη· ζύθος, ὁ ἐκ κριθῆς οἶνος· ζύγλορον κιβωτός· ζυχεινεῖ τὸ μύει.

Πᾶσα λέξις ἀπὸ τῆς ζω συλλαβῆς ἀρχομένη διὰ τοῦ ω μεγάλου γράφεται· ζωγρία θῆκαι νεκρῶν· ζωγρεῖ, ζῶντας θηρεύει· ζώαξ, θώραξ λαγαρός· ζῴδιον· ζωθάλμιον, τὸν βιώσιμον· ζῶμα θώραξ· ζωμός· ζώνη· ζώω· ζωννύω· ζωπυρεῖ· ζωρότερον, ταχύτερον· ζωρὸν ἀκρατεύτερον· ζωστήρ· ζώστρα, τὰ ἐνδύματα· σεσημείωται τὸ ζόφος, καὶ εἴτι παρʼ αὐτὸ διὰ τοῦ ο μικροῦ γραφόμενον· ζοφόεν· ζοφοδορπίας, λαθροφάγος· ζόη βαρυτόνως, τὸ ἐπάνω τοῦ μέλιτος, καὶ αὐτὸ διὰ τοῦ ο μικροῦ γραφόμενον.

Ἡ υ συλλαβὴ πρὸ τοῦ θ ἐν ἑνὶ μέρει λόγου καὶ ἡ οι δίφθογγος οὐκ ἔστιν καθόλου· διὸ σημειούμεθα τὸ ὕθλος μόνον διὰ τοῦ υ ψιλοῦ γραφόμενον.

Πᾶσα λέξις ἐκ τῆς θυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ ψιλοῦ γράφεται· θύελλα· θυευτὸς οὑξόμβρων ποταμός· θυηλὴ, ἡ διὰ θυμάτων μαντεῖα· θυηπόλος, ὁ ἱερεύς· θυηκόλος, ἱερεύς· θυμαρὲς, τὸ ὠφέλημον· θυρεός· θύνεται, ἥδεται· σεσημείωται τὸ θοιὸν ὀξυτόνως· θοία ζεῦγος ἡμιόνων· θοίνη, ἡ εὐωχεῖα διὰ τῆς οι διφθόγγου.

Πᾶσα λέξις ἐκ τῆς θρυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ ψιλοῦ γράφεται· θρύψιχος φοβερός· θρυαλλίς· θρυγονᾶν τὸ ξύειν· θρυλεῖν συνεχῶς λέγειν· θρυματὶς κρηπίς· θρύπτω· θρυλιχθῆναι· Θρυὸς πόλις Ἀρκαδίας· θρύειν θορυβεῖν.

Πᾶσα λέξις ἐκ τῆς θρω συλλαβῆς ἀρχομένη διὰ τοῦ ω μεγάλου γράφεται· θρῴσκω τὸ πηδῶ· θρωμὸς ᾤα δικτύου· θρωγμὸς τρίβος· θρῶσις τὸ σπαρτίον· θρώσσει ἅλλεται· σεσημείωται τὸ θρόνος· θρόος ὁ φθόγγος· θρόννα ἄνθεα, βάμματα, διὰ τοῦ ο μικροῦ γραφόμενα.

Ἡ υ συλλαβὴ πρὸ τοῦ κ ἐν ἑνὶ μέρει λόγου διὰ τοῦ υ ψιλοῦ οὐκ ἔστιν εἰ μὴ ἐν τῷ ὕκηλος, ὃ σημαίνει τὸ ὑγιές· τὰ δʼ ἄλλα διὰ τῆς οι διφθόγγου· οἴκελος ὁ πίσος· οἰκόσιτος ὁ οἴκοθεν ἐσθίων· οἰκεὺς δοῦλος· οἰκιπάζει οὐκ ἐμποιεῖ· οἰκώδης, φορεύς· οἰκῆι λευκῷ· οἰκτρός· οἴκυλος, τὸ ὄσπριον· οἶκτος· οἰκτίρμων· οἰκιμβάζει.

Πᾶσα λέξις ἐκ τῆς κρο συλλαβῆς ἀρχομένη διὰ τοῦ ο μικροῦ γράφεται· κρόκος· κρόκαλος αἰγιαλός· κροταφὶς, σφύρα μικρά· κροαίνων κρούων τοῖς ποσίν· κροτῶ· Κροτώνη· Κροκύλιον πόλις· κροκόπεπλος· κροκοείδης· κρόταλον, λάλον· κροτητὰ, ἐγγεγλυμμένα· κροτεύσαι τὸ μὴ πλῆρες δοῦναι· κροκώδεσμος· σεσημείωται τὸ κρῶπος ἡ ὑδρία· κρώσιον ἡ στάμνος· κρῶσι, βοῶσι· κρωσσὸς κεράμιον, κρατήρ· Κρῶμνα πόλις Παφλαγονική.

Τὰ ἀπὸ τῆς κρυ συλλαβῆς ἀρχομένα διὰ τοῦ υ ψιλοῦ γράφεται, εἴτε ὀνόματα, εἴτε ῥήματα, εἴτε ἐπιρρήματα· κρύος ὁ χειμών· κρυαίνει, ἱμείρει· κρυμός· κρυὸν, ξηρόν· κρυπτεύω ἐνεδρεύω· κρυμώσσει ῥιγοῖ· κρύβηλος, πύργος· κρυερὸν ἐλεεινόν· σεσημείωται τὸ κροιὸν ἐπὶ τοῦ κολοβοῦ.

Πᾶσα λέξις ἐκ τῆς κυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ ψιλοῦ γράφεται· κυλοιάζειν, τὸ τοὺς ὀφθαλμοὺς ἐπικλίνειν χλευάζοντα· κυληβὶς, ἄκαρπος κράμβη· κύλινδρος· κυμαίνω· κύλιξ· κύμινος· κύμινες, γλαύξ· κυμὸν περικεφαλαία πλοίου· κυματαγωγεῖ· κυμήνασθαι κείρεσθαι· κύμορον τὸν ὑπὸ κυμάτων ῥοῦνχος, βαλλάντιον· κυνωτὸς, βώλου ὄνος· κυνώπιδος, ἀναιδοῦς· κύνειρον ἁπαλόν· κυνοθρασὺς, ἀναιδής· σεσημείωται τὸ κοῖλον, ἐξ οὗ καὶ τὸ κοιλία· κοίδυμος· κοινός· κοινωνός· κοίρανος· κοίτη· κοιμίζω· κοίολις ἱερεύς· κοίας στρογγύλος· κοινοδήμιον δημόσιον· κοινομήτωρ ἀδελφός· κοικύλλει παρατρέπει· κοισοιροῦται κοσμεῖται· κοιλοριζὼν πάναξ· κοῖτος ὕπνος· διὰ τῆς οι διφθόγγου.

Ἡ οι δίφθογγος κατʼ ἀρχὴν λέξεως πρὸ τοῦ λ οὐχ εὕρηται· ὅθεν πᾶσα λέξις ἐκ τοῦ υ ἀρχομένη μεθʼ οὗ ὑπάρχει τὸ λ διὰ τοῦ υ ψιλοῦ γράφεται· λύαιος· λύμη· ὑλακή· ὑλακόμωρος, ὀξύφωνος. ὑλᾷ, θρηνεῖ· ὑλάξεσθαι, αὐλίζεσθαι· ὑλάσσει· ὑλιᾶσθαι, κινεῖσθαι· Ὕλλος ποταμὸς Λυδίας.

Πᾶσα λέξις ἐκ τῆς λυ συλλαβῆς ἀρχομένη· διὰ τοῦ υ ψιλοῦ γράφεται λύαιος· λύμη· λυᾶσθαι, διαφθείρεσθαι· λύαια, παύσιμα· λυμαίνω· λυγρόν· λυπρόν· λύπη· λύρα· λύαι στάσεις, διαφοραί· λυγίζει, τὸ κάμπτει· λυάζει, φλυαρεῖ· λυγαίη, σκοτεινή· λυγίσασθαι, κρυβῆναι· Λυδός· λύκος· Λυκοῦργος· λυσιτελής· Λυσίμαχος. λύχνος· Λυκόφρων· Λύκαιστος· σεσημείωται τὸ λοιδορῶ· λοιβαῖον, ἔνσπονδον· λοιάδες αἱ κόραι τῶν ὀφθαλμῶν· λοιβὴ ἡ θυσία· λοίγια ὀλέθρια· λοιγὸς, πονηρὸς φθορά· λοίσθιον, τὸ ὕστατον· λοιμός· λοιγισθῆναι ἀπόλεσθαι· λοίσθημα, τὸ τέλος· διὰ τῆς οι διφθόγγου.

Τὸ μ πρὸ ἑαυτοῦ ἐν ἑνὶ μέρει λόγου ἔχει μὲν τὸ υ ἐν ἀρχῇ λέξεως, ἔχει δὲ καὶ τὴν οι δίφθογγον σχεδὸν ἐν ἴσαις ταῖς λέξεσιν· ὡς εἶναι τὰς λέξεις ἐν σημειώσει καὶ ἱστορίᾳ· καὶ τὰ μὲν διὰ τοῦ υ ψιλοῦ εἰσὶ ταῦτα· ὑμὰ, τὰ ὑμέτερα· ὑμέτιαι, αἱ ἐπὶ ἑνὸς γεγενημέναι· ὕμνος· ὑμίν· ὑμέλαι, στερραί· ὑμέναις· ὕμενον, ἄτακτον· τὰ δὲ διὰ τῆς οι διφθόγγου· οἷμος ἡ ὁδὸς, καὶ εἴτι παρʼ αὐτό· οἱμήσειας ὁδοπορίσειας· οἱμηδοκεῖ ᾠδὴν προσδέχεται, ὁδὸν τηρεῖ· οἱμητεύει, διαπορεύεται· οἱμᾶν νήχεσθαι· οἰμωγή· οἰμὴ κυβευτικὴ βῶλος.

Τὸ ν πρὸ ἑαυτοῦ ἔχον τὸ υ ψιλὸν ἐν ἀρχῇ λέξεως οὐχ εὕρηται εἰ μὴ ἐν μιᾷ λέξει· λέγω δὲ ἐν τῷ ὕνις· ἔστιν δὲ γεωργικὸν ἐργαλεῖον· εὕρηται δὲ καὶ διὰ τῆς οι διφθόγγου ἐν μιᾷ λέξει· λέγω δὴ ἐν τῷ οἶνος, ἐξ οὗ σύνθετα ἔχομεν πολλά· οἷον, οἰνάνθη· οἶνοψ· οἰνοχόος· οἰνόπους· οἰνόπεδον, ἀμπελών· οἰναρχεῖον συμπόσιον· οἰνοβαρὴς, μέθυσος· οἰνωπὸν, μέλαν πυρρόν· οἴνοτρον, χάρακα ἐν ᾧ τὴν ἄμπελον ἱστᾶσιν· οἴνη ἡ ἄμπελος κατὰ παραγωγήν· οἴναρα τὰ φύλλα τῶν ἀμπέλων· ἔστιν δὲ καὶ τὸ οἰνὰς εἶδος ὂν ὀρνέου.

Πρὸ τοῦ π κατʼ ἀρχὴν λέξεως ἡ οι δίφθογγος οὐκ ἔστιν· διὸ ὅσα πρὸ τοῦ π ἐν ἀρχῇ λέξεως ζητεῖ τὸ υ διὰ τοῦ υ ψιλοῦ γραπτέον· ὑπερήφανος· ὑπόδικος· ὑπέρτατος.

Πᾶσα λέξις ἐκ τῆς πρυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ ψιλοῦ γράφεται· πρυμνήσιον, τὸ σχοινίον· πρυμνωρία ἀκρώρεια· πρύμνος, τὸ ἔσχατον· πρυλεῖς, πεζοί· πρύλιν, πυρρίχην· πρύτανις· πρυτανεῖον.

Πᾶσα λέξις ἐκ τῆς πτυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ ψιλοῦ γράφεται· πτύσσω· πτύον· πτύχει· πτύανοι, μῖγμα παντοδαπῶν ὀστρέων· πτυγαργὸς, λέγεται, δὲ καὶ δίχα τοῦ τ· πτύανοι· σεσημείωται τὸ πτοῖα, ὃ δηλοῖ τὸν φόβον, καὶ τὸ πτοιόμενος ὃ σημαίνει τὸν περὶ τὰ ἀφροδίσια ὡρμημένον.

Πᾶσα λέξις ἐκ τῆς πυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ ψιλοῦ γράφεται· πύανοι· πυγαργός· πυγόνος, πήχεως· πυδαρισμὸς, δυσχέρεια· πυδαρίζει, σκιρτᾶ· πυηρὸν ἀναπεπλασμένον· πύθεται· πυθμὴν, γένεσις, ἀρχὴ, ῥίζα· Πυθὼ πόλις Φωκίδος· πυκᾶες, ἰσχυρόν· πυκινόν· πυκνὸν ἰσχυρόν· πυκιμήδεος, συνετός· πυκάσαι, καλύψαι· πυκναῖα, πτερά· Πυκνίας τὸ ἐν Ἀθήναις δικαστήριον· Πυκνὶς τόπος ἐν ᾧ αἱ ἐκκλησίαι ἐγένοντο· πυλοσάκις· πυρετός· τὰ δὲ διὰ τῆς οι διφθόγγου τοιαῦτα· ποι τὸ ἐπίρρημα· ποιπνύει, διακονεῖ· ποινή· ποιῶ· ποιμήν· ποίφυγμα σχῆμα ποικίλον· ποινίδες βάκχαι· ποιμάνωρ, βασιλεύς· ποῖ γῆς εἴς τινα τόπον.

Ἡ οι συλλαβὴ πρὸ τοῦ ρ ἐν ἀρχῇ λέξεως διὰ τοῦ υ ψιλοῦ γράφεται· οἷον, ὑργάλαι, ἀεὶ ἔρρωσο· ὕργα, πτύον· ὑρισσὸς ἀγγεῖον πλεκτὸν, εἰς ὃ σῦκα ἐμβάλλουσιν· ὑρμίνη, μάχη, πόλις· ὕρους σίμβλον· ὕρραξ, μίγδην, ἀναμίξ· ὑρράδιος προγονίος ἢ ἄδοξος· ὕρραδα, σπυρίδιον· ὑρραπλεα, ῥηγαλέα· ὑργαὶ ἐπιθέματα πρὸς κουφισμὸν τῶν φορτίων· σεσημείωται τὸ οἰρωγὸς ὁ χάραξ· οἴριος, ἀποστερητής· οἵριζον, ὅρισον· οἱριάζων, τραχυνόμενος· διὰ τῆς οι διφθόγγου.

Πᾶσα λέξις ἀπὸ τῆς ρυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ ψιλοῦ γράφεται· ῥύαξ, στεφάνη, πύργος· ῥυάδες, οἱ ἀγελαῖοι καὶ παντοδαποὶ ἰχθύες· ῥύδην· ῥευστικῶς, δαψιλῶς· ῥύζειν, ἕλκειν ἐφʼ ὕβρει· ῥύζων, πενθῶν· ῥυηφενὲς, πλούσιον· ῥυκαν, χειρομύλη· ῥύματα, φάρμακα σωτήρια· ῥύμινα ἐλαφρὰ, πυκνά· ῥυμὸς ὁ τῆς ἁμάξης· ῥύμη, ὁρμή· Ῥύπαι· ῥύπον σπῖλον· ῥυσὸν οὖλον· ῥύσιον, σωτήριον· ῥύσον, ἕλκυσον· σεσημείωται τὸ ῥοικὸν, τὸ σημαῖνον τὸ κακόν· ῥοίβδειν, τὸ ῥοιφῶ· ῥοίδια ὑποδήματα γυναικεῖα· ῥοιγεὺς, βαφεύς· Ῥοίτιον πόλις Τροίας· ῥοιβδῳδεῖ μετὰ ῥοιζοῦ σαλεύει, ᾀδεῖ· ῥοῖβδος, ψόφος ποιός.

Τὸ υ πρὸ τοῦ σ ἐν ἀρχῇ λέξεως φεύγει τὴν διὰ τῆς οι δίφθογγον γραφήν· ὑσαλιβάτης ὃ Σκύθαι ἀλίμματι χρῶνται στέατι μοσχείῳ καὶ αἰγίῳ· ὑσεκώμασε, παροιμία ἐπὶ τῶν ἀκόσμων· ὕσδει, ὄζει· ὕσκλοι ἀγκύλοι· ὑσμίνη, μάχη· ὕσπληξ, πάσσαλος· ὕσπελθος, υἱὸς ἔκπατος· ὑσσὸς, ἐμβόλιον· Ὑσσέλειον ὄνομα ὄρους· ὑστριχὶς, μάστιξ· ὑστακὸς, πάσσαλος· ὕστα, ξυρίς· σεσημείωται τὸ οἶσθα· οἶσε, φέρε· οἴστη, μαλλός· οἰσυπηρόν· οἰσύδρα, ὑδροχέα· οἶσον, σχοινίον· οἰστρεῖον ὁρᾶν· οἶστρος· οἶστρα, σφόδρα· οἰσοπόνηρον, λυπηρόν· οἴσυπος, ῥύπος, διὰ τῆς οι διφθόγγου γράφεται.

Τὸ υ πρὸ τοῦ τ κατʼ ἀρχὴν λέξεως σπάνιον πάνυ· τὸ ὕτνον γὰρ εὕρομεν διὰ τοῦ υ ψιλοῦ, καὶ τὸ οἶτος, ὃ δηλοῖ τὸν ὀδυρμὸν διὰ τῆς οι διφθόγγου καὶ μόνα.

Πᾶσα λέξις ἀπὸ τῆς τρυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ ψιλοῦ γράφεται· τρυφάλεια κοινῇ προσκεφαλαία· τρυφαλὶς, κοινή· τρυφερός· τρυφὲν, κλασθέν· τρύζω· τρυφῶ· τρύχεται· τρύγει, ξηραίνει· τρύγα πυθμένα· τρυγίας· τρύγη, σῖτος· τρυσὸν, ἀσθενές· τρυλίζει, ὀδύρεται· τρύφη, διεσκεδάσθη· τρύμα, πόνος· τρυτᾶν, τρίβειν· τρυτα, ἄμητος· τρυφὴ, σπατάλη, τρύσιππος ὁ γεγηρακὼς ἵππος· τρυγών· τρυγίας· τρύπη· τρυγῳδία, ἡ νῦν κομῳδία· σεσημείωται τὸ Τροίη ἐπὶ τῆς Ἰλίου· καὶ τὸ Τροίζην πόλις Ἄργους, διὰ τῆς οι διφθόγγου γραφόμενα.

Πᾶσα λέξις ἐκ τῆς τυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ ψιλοῦ γράφεται· τύχη· τύπος· τύραννος· τυκάνη, ᾧ ἀλῳῶσι· τύλος· τύλη, τὸ τύλιον· τύχη· τυλὸν τὸ αἰδοῖον· τύνυτον τηλικοῦτον· τυπὶς, σφύρα· τύπης πλήκτης· τύτοον, μικρόν· τύφος· Τυφῶς· τυφῶσαι, ἐμπρῆσαι· τύφεσθαι, μαίνεσθαι· τυφεδανὸς, καπνός· τύχος, ὄρυξ· σεσημείωται τὸ τοῖχος ἐπὶ τῆς οἰκίας· τοιοῦτος, τὸ ἀναφορικόν· τοῖον, ἐπὶ τοῦ αὐτοῦ, καὶ εἴτι ἐξ αὐτῶν εἰς παραγωγὴν ἤχθη, ἢ εἰς σύνθεσιν, ὡς ἔχει τὸ τοιχοδιφήτωρ, ὁ τοιχορύχος· καὶ τὸ τοιόν τε τὸ δύνατον, διὰ τῆς οι διφθόγγου γραφόμενα.

Τὸ υ πρὸ τοῦ φ ἐν ἀρχῇ λέξεως φυσικὸν οὐκ ἔστιν εὑρεῖν· εἴτι γὰρ εὑρεθήσεται, ἐκ τῆς ὑπὸ προθέσεως καὶ συντεθὲν εὑρεθήσεται· οἷον, ὑφείς· ὑφεῖναι· ὕφεσις· τὸ ὑφαίνω παρὰ τὸ εἷς γέγονεν αἵνω καὶ ὑφαίνω· οἱ γὰρ ὑφαίνοντες τὰ διῃρημένα καὶ κεχωρισμένα εἰς ἓν ἄγειν μάλιστα σπεύδουσιν· τὸ οἰφεῖ, ὃ δηλοῖ τὸ ὀχεύει, καὶ τὸ οἰφίλης ὁ ἀκρατὴς καὶ λάγνος, ἀκόλαστος, καὶ τὸ οἴφνη, τὸ τετραχοινικὸν μέτρον, διὰ τῆς οι διφθόγγου γραφόμενα σεσημείωνται.

Πᾶσα λέξις ἐκ τῆς φρυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ ψιλοῦ γράφεται· φρύγανον· φρυατὸς, πυρσός· φρυγαδίς· φρυγόων, φεύγων· φρύκτωρος· φρυνὸς, τὸ ζῶον· σεσημείωται τὸ φροίμιον, τὸ προοίμιον· διὰ τῆς οι διφθόγγου γραφόμενα.

Πᾶσα λέξις ἐκ τῆς φυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ ψιλοῦ γράφεται· φύζα ἡ φυγή· φυή· φῦκος· φύκιον, πορφυροῦν· φῦλλον· φύλιψ, ἡ θρίξ· φυλεὺς, ἀλώπηξ· φυτὰ ἡ γένεσις· φυταλίη κῆπος· σεσημείωται τὸ φοῖβος ὁ καθαρὸς, καὶ τὸ φοιτῶ τὸ παραγίνομαι, καὶ εἴτι παρʼ αὐτά· φοιτητής· φοιτεία ἡ μάθησις· γέγονεν δὲ τὸ φοιτῶ οὕτως· ὥσπερ παρὰ τὸ πόρος γίνεται πορῶ καὶ πορεύω παράγωγον, καὶ γὰρ τὰ εἰς ος ἰσοσυλλαβεῖ τῇ γενικῇ τοῦ ὀνόματος· ἐὰν δὲ καὶ περιττοσυλλαβᾷ τῆς γενικῆς, παράγωγον καὶ οὐ πρωτότυπον τὸ τοιοῦτον εἶδος ὑποληπτέον· οἷον, δοῦλος δούλου, δούλῳ· τοῦτο πρωτότυπον, τόδʼ οὖν δουλεύω παράγωγον· τὸ γοῦν φοιτῶ ἐκ τοῦ ὁδὸς γίνεται ὁδῶ, καὶ πλεονασμῷ τοῦ ι οἱδῶ· καὶ τροπῇ τοῦ δ εἰς τ οἱτῶ, καὶ πλεονασμῷ τοῦ φ φοιτῶ· καὶ τὸ φοινιήεις ὁ ἐρυθρός· φοινὰς, ἡ ἐρυσίβη· φοίνιον τὸ φοινικὸν, τὸ αἱματῶδες· Φοινίκη· φοῖτος μανία· φοινικελήκτης ὁ ἀπατηλός· φοῖνιξ ὀργάνου εἶδος· φοίνια πυρά· φοιβαρτήρια, καθαρτήρια· φοιβαῖμαν.

Τὸ υ τὸ ψιλὸν καθαρὸν ἐν ἀρχῇ λέξεως παρὰ πᾶσι τοῖς Ἕλλησι πρὸ τοῦ χ εἶναι ἀπείρηται, καὶ τὸ αἴτιον ἐχυρόν· πᾶν γὰρ φωνῆεν πρὸ τοῦ χ ψιλοῦται· καὶ τὸ υ ἀρχῇ λέξεως δασύνεται, δύο οὖν κανόνων ἀλλήλοις ἀνθισταμένοις, ἐξέφυγεν τὸ υ πρὸ τοῦ χ καθαρὸν εὑρίσκεσθαι· καθαρὸν δὲ εἶπον ἐπεὶ τὸ ὕρχας οὐ καθαρὸν ἔχον τὸ υ πρὸ τοῦ χ εὕρηται· οὕτως Ἡρωδιανὸς ἐν τῇ τάξει τῶν κδ στοιχείων.

Ἀπὸ τῆς χρυ συλλαβῆς τὸ χρυσὸς μόνον διὰ τοῦ υ γράφειν τῇ παλαιότητι διέγνωσται· καὶ εἴτι παρʼ αὐτὸ ἢ παρῆκται, ἢ καὶ εἰς σύνθεσιν προελήλυθεν, ὡς ἔχει τὸ χρυσίον· Χρύσης· χρυσήλατος· καὶ εἴτι ὅμοιον· τὸ χροιὰ μόνον εὕρηται διὰ τῆς οι διφθόγγου· εἰς βοήθειαν τῆς οι τὸ χρόα παρατίθεμεν.

Πᾶσα λέξις ἐκ τῆς χυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ ψιλοῦ γράφεται· χύδην· χυμός· χυτὶς, βαθεῖα χωστορυγίς· χυτήν· χυλός· χυτλίζειν βρέφη ἐν χύτρα ἐκτίθεσθαι· σεσημείωται τὸ χοῖρος διὰ τῆς οι διφθόγγου.

Πᾶσα λέξις ἐκ τῆς ψυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ ψιλοῦ γράφεται· οἷον, ψύαι· ψυάνη, ἁρεὰ ὀλίγη· ψύδα, δυσῳδία· ψύθιος ψίθυρος· ψύθυρος· ψῦθος· ψεῦδος· ψυρὶς, γῆ λυπρὰ, χέρσος· ψυχρότητα, μειρακειωδίαν· ψύχω· ψυκτήρ· ποριον τὸ ψοῖθος ἐπὶ τῆς σποδοῦ, καὶ ψοίθης, ὁ ἀλαζὼν, σεσημείωται διὰ τῆς οι διφθόγγου.

Τὰ εἰς αν λήγοντα, ἢ καθαρεύειν ἐθέλει, ὡς τὸ Παιάν· Ἰάν· ἢ ἓν ἔχειν σύμφωνον πρὸ τοῦ α, ὡς τὸ Λυκάν· Ἀκάν· ἢ δύο, καὶ ταῦτα, ἢ κατὰ σύλληψιν, ὡς τὸ ἰδμάν· μεγιστάν· ἢ κατὰ διάστασιν, ὡς τὸ πορμάν· Πελλάν· οὐδέποτε δὲ τρία· σεσημείωται τὸ Ἀλκμὰν ἔχον τρία σύμφωνα, καὶ κατὰ σύλληψιν καὶ κατὰ διάστασιν· καὶ δηλονότι πλεονασμὸς ἐγένετο συμφώνου ἐν τῷ ὀνόματι· εἰ γὰρ παρὰ τὴν ἀκμὴν ἐγένετο πεπλεόνακεν τὸ λ· εἰ δὲ παρὰ τὴν ἀλκὴν, πεπλεόνακεν τὸ μ· εἰ δὲ παρὰ τὸ ἄλκιμος, ἐν συγκοπῇ γέγονεν· τὸ γὰρ κύριον εἶναι τὸ ὄνομα οὐκ εὐθύνεται ὑπὸ τοῦ σημαινομένου· οὕτως Ἡρωδιανὸς ἐν τῇ καθολικῇ.

Εἰς ην, ἢ εἰς ιν, ἢ εἰς ης, ἢ εἰς ις ἐν οὐδετέρῳ γένει ἐπὶ ἑνικῆς εὐθείας ἢ πληθυντικῆς οὐκ ἔστιν εὑρεῖν· λείπεται δὴ τὰ ὄντα ἢ ἀρσενικὰ ἢ θηλυκὰ γένη εἶναι· ἀρκτέον οὖν αὐτόθεν.

Τὰ εἰς ην λήγοντα, εἴτε βαρύτονα, εἴτε ὀξύτονα, μὴ ὄντα δικατάληκτα διὰ τοῦ η γράφεται· καὶ πρὸ τοῦ ην διὰ συμφώνου ἢ συμφώνων ἐκφέρεται· οἷον, λιμήν· σειρήν· τιβήν· πυθμήν· ἀτμήν· σεσημείωται τὸ δοθιὴν διὰ καθαροῦ τοῦ ην ἐκφερόμενον· καὶ τὸ Ἔγκτην ὃ ἔχει τὴν πρὸ τέλους διὰ τριῶν συμφώνων· Ἔγκτηνες δὲ ἐλέγοντο μετὰ τοὺς Ὕαντας τὴν Βοιωτίαν οἰκήσαντες.

Τὰ εἰς ιν δικατάληκτα διὰ τοῦ ι γράφεται· δελφίν· ῥίν· Ἐλευσίν· θίν.

Τὰ εἰς υν ἐπʼ εὐθείας ἑνικῆς οὐκ οἶδε τὴν οι δίφθογγον· Φόρκυν· Πόλτυν· Κόλυν· Κάπυν· Γόρτυν ὄνομα ἥρωος.

Εἰς ων μέγα οὐδέτερον ὄνομα οὐκ ἔστιν εὑρεῖν· εἶπον δὲ ὄνομα διὰ τὰς μετοχάς.

Τὰ εἰς ων πατρωνυμικὰ τὴν παραλήγουσαν τὴν αὐτὴν ἔχει τοῖς εἰς δης πατρωνυμικοῖς, καὶ φυλάττει τὸ ω κατὰ τὴν γενικήν· οἷον, Πριαμὶς, Πριαμίων, Πριαμίωνος· Κρονίδης, Κρονίων, Κρονίωνος· Ἀτρείδης, Ἀτρείων, Ἀτρείωνος· πῶς δὲ τὰ εἰς δης πατρωνυμικὰ γράφονται ὕστερον ἐροῦμεν.

Τὰ διὰ τοῦ ιων ὑποκοριστικὰ διὰ τοῦ ι γράφεται κατὰ τὴν παραλήγουσαν, καὶ φυλάττει τὸ ω κατὰ τὴν γενικήν· Ἡφαιστίων Ἡφαιστίωνος· Ξενίων Ξενίωνος· Μοσχίων Μοσχίωνος· Ἠμαθίων Ἠμαθίωνος· Μελανίων Μελανίωνος· Πορφυρίων Πορφυρίωνος· Τυραννίων Τυραννίωνος· εἰ δέ τι τούτων εἰς κυριότητα μετάγοιτο τὴν αὐτὴν φυλάττει γραφήν.

Τὰ ἐπὶ μηνῶν τῶν Ἀθηναίων εἰς ων λήγοντα τῷ ι παραλήγεται, καὶ φυλάττει τὸ ω κατὰ τὴν γενικήν· Ἀνθεστεριὼν, Ἀνθεστεριῶνος· Βοϊδρομιὼν Βοϊδρομιῶνος· Πυανεψιὼν Πυανεψιῶνος· Γαμηλιὼν Γαμηλιῶνος ἐπιστατέον οὖν τὸ ἱππαλεκτρυὼν καὶ Ποσειδεὼν, ὃ μὲν διὰ τοῦ υ, ὃ δὲ διὰ τοῦ ε γράφοντα τὴν παραλήγουσαν, καὶ φυλάττοντα τὸ ω κατὰ τὴν γενικήν.

Τὰ εἰς ων συγκριτικὰ εἰ μὲν εἴη δισύλλαβα διφθόγγῳ παραλήγονται, εἰ οὐ εἴη ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ ι γραφόμενα, πάντα διὰ τοῦ ο μικροῦ κλίνεται· πλείων πλείονος· μείων μείονος· λῴονος· ῥᾴονος· βελτίονος· ἡδίων ἡδίονος· κακίων κακίονος· ἐπιστατέον οὖν τὸ μείζων μείζονος· ὀλίζων ὀλίζονος· χείρων χείρονος· καὶ τὸ χερείων χερείονος· ἀρείων ἀρείονος· ἀμείνων ἀμείνονος, συγκριτικῆς ὕλης ὄντα, καὶ πλὴν τοῦ ὀλίζονος, τοῦτο γὰρ διὰ τοῦ ι γράφεται· τὰ δὲ λοιπὰ διὰ τῆς ει διφθόγγου· ὅμως δὲ καὶ αὐτὰ τρέπει τὸ ω ἐπὶ τῆς γενικῆς· παράλογα δὲ καθὸ τὰ μὲν εἰς ζων, τὰ δὲ εἰς ρων, τὰ δὲ εἰς ων λήγει· τὰ γὰρ εἰς ων συγκριτικὰ ἢ καθαριεύει, ὡς τὸ βελτίων· καλλίων· ἢ εἰς σων λήγει· ὡς τὸ κρείσσων· ἥσσων· θάσσων.

Τὰ εἰς ων παράγωγα ὑπὲρ δύο συλλαβὰς ἐκ πρωτοτύπου φωνῆς ἔχοντα τὴν ει δίφθογγον, ταύτην φυλάττει καὶ ἐπὶ τοῦ παραγώγου· καὶ φυλάττει τὸ ω καὶ ἐν τῇ γενικῇ· Καδμεῖος Καδμείων Καδμείωνος· Ἀργεῖος Ἀργείων Ἀργείωνος· Βακχεῖος Βακχείων Βακχείωνος.

Τὰ εἰς ων ὀξύτονα ὑπὲρ δύο συλλαβὰς μὴ εἰωθότα καὶ διὰ τοῦ α ἐκφέρεσθαι, ὡς ἔχει τὸ ὀπαὼν, διὰ τοῦ ε ψιλοῦ γράφεται κατὰ τὴν παραλήγουσαν, καὶ φυλάττει τὸ ω κατὰ τὴν γενικήν· ἀνδερεὼν ἀνδερεῶνος· ἀνθερεὼν ἀνθερεῶνος· κενεὼν κενεῶνος· κυκεὼν κυκεῶνος· καυκεὼν καυκεῶνος· λεγεὼν λεγεῶνος· λυμεὼν λυμεῶνος· πυλεὼν πυλεῶνος· ξενεὼν ξενεῶνος· ἀπατεὼν ἀπατεῶνος· λουτρεὼν λουτρεῶνος· περιστερεὼν περιστερεῶνος· παρθενεὼν παρθενεῶνος· λαυρεὼν λαυρεῶνος· τὸ ἐλαιὼν ἐλαιῶνος σεσημείωται διὰ τῆς αι διφθόγγου γραφόμενον κατὰ τὴν παραλήγουσαν, καὶ φυλάττοντα τὸ ω κατὰ τὴν γενικήν.

Τὰ διὰ τοῦ αιων βαρύτονα κύρια ὑπὲρ δύο συλλαβὰς διὰ τῆς αι διφθόγγου γράφεται, καὶ φυλάττει τὸ ω ἐπὶ τῆς γενικῆς· οἷον· Εὐφραίων Εὐφραίωνος· Αἰγαίων Αἰγαίωνος· ὀνόματα κύρια· Ἀκταίων Ἀκταίωνος· Ἀλκμαίων Ἀλκμαίωνος· Εὐγαίων Εὐγαίωνος· Καδμαίων Καδμαίωνος· Ἀθηναίων Ἀθηναίωνος· ὀνόματα κύρια· δυσαίων δυσαίωνος· ἰσαίων ἰσαίωνος, καὶ εἴτι ὅμοιον.

Τὰ εἰς ων λήγοντα καθαρὸν ὑπὲρ δύο συλλαβὰς μὴ ἔχοντα ἀπὸ πρωτοτύπου φωνῆς τὴν ει δίφθογγον, τὸ η παραλήγοντα, σχεδὸν ταῦτα ἐστίν· προπρήων· ξυνήων· παιήων· καὶ πάντα βαρύνεται, καὶ φυλάττει τὸ ω κατὰ τὴν γενικήν.

Τὰ διὰ τοῦ ιων ὑπὲρ δύο συλλαβὰς, μὴ ἔχοντα πρωτοτύπου φωνῆς τὴν ει δίφθογγον, ὡς ἔχει τὸ Καδμεῖος Καδμείων, καὶ Ἀργεῖος Ἀργείων, διὰ τοῦ ι γράφεται· οἷον, Ἀμφίων· Ὑπερίων· Ἀμφικτίων· περικτίων· ἰνδικτίων.

Τὰ διὰ τοῦ υων, εἴτε δισύλλαβα, εἴτε ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ υ ψιλοῦ γράφει τὴν παραλήγουσαν· οἷον, κύων τὸ ζῶον· μύων· δύων· ἀλεκτρύων· Ἀμφικτύων· Ἠλεκτρύων· μηνύων· ἰχθύων· ἀρτύων· Κελενδρύων· Κρεμμύων· Κολουτρύων.

Τὰ εἰς ων περιεκτικὰ, φυλάττει τὸ ω καὶ ἐπὶ γενικῆς· δαφνών· παρθενών· ἀνδρών· λειμών· χειμών· ἀγών· αἰών· σεσημείωται τὸ κανὼν κανόνος.

Τὰ εἰς ων παρώνυμα, μὴ κοινωνοῦντα θηλυκῷ γένει κατὰ τὴν φωνὴν διὰ τοῦ ω κλίνεται· οἷον Φίλωνος· Ἀγάθωνος· Μελίτωνος· Νίκωνος· πρόσκειται μὴ κοινωνοῦντα θηλυκῷ γένει κατὰ τὴν φωνὴν διὰ τὸ ἀπείρων· τοῦτο γὰρ λέγεται καὶ ἡ ἄπειρος παρώνυμον ὂν ἐκ τῆς ἄπειρος, καὶ τρέπει τὸ ω ἐπὶ τῆς γενικῆς· τοιοῦτον δὲ καὶ τὸ ἀσχήμων· εὐσχήμων· λευχήμων· μελανείμων· χαιρείμων, καὶ εἴτι ἕτερον.

Τὰ εἰς ων περισπώμενα, κἄντε διὰ τοῦ ντ κλίνοιτο, κἄν τε μὴ, φυλάττει τὸ ω κατὰ τὴν γενικήν· Χαρναβῶν Χαρναβῶντος Σολομῶν Σολομῶντος· Τυφῶν Τυφῶνος.

Τὰ εἰς ων ἀρσενικῷ καὶ θηλυκῷ γένει κοινωνοῦντα ἁπλᾶ ὄντα, καὶ μὴ συγκείμενα ἀπὸ ἁπλῶν τῶν φυλαττόντων τὸ ω ἐπὶ τῆς γενικῆς διὰ τοῦ ο κλίνεται· ἐλεήμων ἐλεήμονος· οἰκτίρμων οἰκτίρμονος· πρόσκειται μὴ ἀπὸ ἁπλῶν τῶν φυλαττόντων τὸ ω συγκείμενα διὰ τὸ χιτὼν χιτῶνος, καὶ τὸ ἐξ αὐτοῦ συγκείμενον ὁμοίως· λειμὼν λειμῶνος· ὁ βαθυλείμων δὲ τοῦ βαθυλείμωνος κοινὸν ὂν τῷ γένει, οὐ τρέπει τὸ ω ἐπὶ τῆς γενικῆς, ἐπεὶ μηδὲ τὸ ἁπλοῦν ἔτρεπεν.

Τὰ εἰς ων βαρύτονα διὰ τοῦ ντ κλινόμενα τρέπει τὸ ω ἐπὶ τῆς γενικῆς· δράκων δράκοντος· θεράπων θεράποντος· γέρων γέροντος.

Τὰ εἰς ων καθαρὰ δισύλλαβα ἀρσενικὰ βαρύτονα βραχείᾳ παραληγόμενα φυλάττει τὸ ω ἐπὶ τῆς γενικῆς· Κάων Κάωνος· Φάων Φάωνος· τὸ Κρέων Κρέοντος, καὶ λέων λέοντος ὡς μετοχικὰ οὐκ ἀντίκειται· κοινωνεῖ δὲ μετοχικὸν μετοχῇ τόνῳ καὶ κλίσει.

Τὰ εἰς ων βαρύτονα ἐθνικὰ διὰ τοῦ ω κλίνεται· οἷον Μίτων Μίτωνος· Λάκων Λάκωνος· Ἀργείων Ἀργείωνος· τὸ Κίκων κύριον μὲν ὂν φυλάττει τὸ ω, ἐθνικὸν δὲ γενόμενον διὰ τοῦ ο γράφεται· Μέμνων καὶ ἐπὶ κυρίου τρέπει τὸ ω ἐπὶ τῆς γενικῆς.

Τὰ εἰς ων ὀνόματα ἔχοντα πρὸ τοῦ ων δύο σύμφωνα κατὰ συμπλοκὴν, μὴ ὄντα παρώνυμα, διὰ τοῦ ο κλίνεται· οἷον, τέκτων τέκτονος· τὸ Ἄβρων Ἄβρωνος παρώνυμον φυλάττει τὸ ω.

Τὰ εἰς ων ὀξύτονα ἐθνικὰ διὰ τοῦ ο κλίνεται· οἷον Μυρμιδόνος· Μακεδόνος· πρόσκειται ὀξύτονα διὰ τὰ βαρύτονα διὰ τὸ Μίκων καὶ Λάκων περὶ ὧν εἴρηται.

Τὰ σύνθετα τῶν εἰς ων τὴν τῶν ἁπλῶν φυλάττουσιν κλίσιν· οἷον, Ἐνοσίχθων Ἐνοσίχθονος· εὐδαίμων εὐδαίμονος.

Τὰ εἰς βων λήγοντα καθαρὸν, εἴτε δισύλλαβα, εἴτε ὑπὲρ δύο συλλαβὰς, εἴτε βαρύτονα, εἴτε ὀξύτονα, διὰ τοῦ ω κλίνεται· οἷον, Σκρίβων Σκρίβωνος· Στράβων Στράβωνος· Κίκων Κίκωνος· στίβων στίβωνος· Ἀλαβὼν Ἀλαβῶνος· ἀρραβὼν ἀρραβῶνος· σεσημείωται τὸ Χαρναβῶν περισπώμενον, διὰ τοῦ ντ κλινόμενον καὶ φυλάττον τὸ ω.

Τὰ εἰς βων δισύλλαβα καθαρὰ τὴν παραλήγουσαν γράφει διὰ τοῦ ι, ἢ τοῦ υ, ἢ τοῦ ο· οἷον, Σκρίβων· τρίβων· τὸ τερεβὼν καὶ ὀξύνεται, καὶ διὰ τοῦ ε γράφεται.

Καθόλου τὰ εἰς βων εἰ καὶ μὴ ὑπάρχει καθαρὰ, φυλάττει τὸ ω ἐπὶ γενικῆς· οἷον, κάρβωνος· ἄμβωνος.

Τὰ εἰς γων δισύλλαβα βαρύτονα διὰ τοῦ ω κλίνεται· λύγων λύγωνος· πώγων πώγωνος· Φλέγων Φλέγωνος, καὶ ὡς μετοχικὸν Φλέγοντος.

Τὰ εἰς γων δισύλλαβα ὀξύτονα μὴ ὄντα περιεκτικὰ, διὰ τοῦ ο κλίνεται· οἷον, λάγων λάγονος· στάγων στάγονος· τὸ ἀγὼν ὡς περιεκτικὸν φυλάττει τὸ ω.

Τὰ εἰς γων ὑπὲρ δύο συλλαβὰς ἁπλᾶ βαρύτονα, μὴ ὄντα μετοχικὰ, διὰ τοῦ ντ κλίνεται, καὶ τρέπει τὸ ω, καὶ διὰ τοῦ ω μεγάλου γράφεται τὴν παραλήγουσαν· οἷον, Σταλάγωνος ὄνομα ποταμοῦ· ἀρίγων ἀρίγωνος, εἶδος δόρατος· Ἐρίγων Ἐρίγωνος, ὄνομα κύριον· τὸ Οὐκαλέγοντος Ἁρπάγοντος μετοχικά· τὸ προάγωνος σύνθετον ὂν τοῦ ἁπλοῦ τὴν κλίσιν ἐφύλαξεν· τὸ καταπύγων καταπύγονος, καὶ ἐγκύμων ἐγκύμονος, καὶ ἀσχήμων ἀσχήμονος, καὶ εἴτι τούτοις ὅμοιον τρέποντα τὸ ω οὐκ ἀντίκεινται, παρασύνθετα γὰρ καὶ κοινὰ τῷ γένει· κατάπυγος γὰρ καὶ καταπύγων· καὶ αὖθις ὁ καταπύγων καὶ ἡ καταπύγων· κῦμα ἔγκυμος, ὁ ἐγκύμων ἡ ἐγκύμων.

Τὰ εἰς δων λήγοντα δισύλλαβα ἀρσενικὰ, μὴ κλινόμενα διὰ τοῦ ντ, διὰ τοῦ ω κλίνονται· οἷον κώδωνος, τὸ ὄργανον καὶ τὴν ἄρχουσαν διὰ τοῦ ω· Κόδων Κόδωνος ὄνομα κύριον· τούτου ἡ ἀρχούση βραχεῖα πρὸς ἀντιδιαστολὴν τοῦ ἑτέρου· Κύνδων Κύνδωνος, ὄνομα ποταμοῦ· Φίδων Φίδωνος· Φαίδων Φαίδωνος· ψίδων ψίδωνος· πόδων πόδωνος· Μέδων Μέδωνος, ὅτε δὲ Μέδοντος διὰ τοῦ ο· σπάδων σπάδωνος· ὅτε δὲ σπάδοντος διὰ τοῦ ο· τοιοῦτον δὲ καὶ τὸ Λάδωνος καὶ Λάδοντος, καὶ εἴτι ὅμοιον.

Τὰ εἰς δων ὀξύτονα δισύλλαβα, μὴ ἐπὶ πόλεων λαμβανόμενα διὰ τοῦ ο κλίνεται σπληδὼν σπληδόνος· φλεγδὼν φλεγδόνος· κληδὼν κληδόνος· σινδὼν σινδόνος· πρόσκειται μὴ ἐπὶ πόλεων λαμβανόμενα, διὰ τὸ Σιδὼν Σιδῶνος, καθαρὸν γάρ.

Τὰ εἰς ων θηλυκὰ ἐπὶ πόλεων διὰ τοῦ ω κλίνεται, εἴτε ὀξύνηται, εἴτε βαρύνοιτο· οἷον, Βαβυλὼν Βαβυλῶνος· Ἀσκάλων Ἀσκαλῶνος· σεσημείωται τὸ Ἀνθηδόνος· Ὀλοσσόνος· Ἀπληδόνος· τερηδόνος· Ἰσσηδόνος· Ἀπληδόνος· Καρχηδόνος ἐπὶ τῆς Λιβύης· Καλχηδόνος τῆς ἐν τῷ Βυζαντίῳ, ἡ καὶ Χαλκηδὼν λέγεται· Ἑρμιὼν Ἑρμιόνος· Ἡιόνος, ὅτι ἐπὶ πόλεων ὄντα τρέπουσι τὸ ω ἐπὶ τῆς γενικῆς.

Τὰ διὰ τοῦ εδων ἀρσενικά τε καὶ θηλυκὰ ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ ε γράφει τὴν πρὸ τέλους· οἷον, Μακεδών· σηπεδών· τηκεδών· ληθεδών· ἀκηχεδών· ἀλθεδών· τυφεδών· καὶ πάντα ὀξύνεται τρέποντα τὸ ω ἐπὶ τῆς γενικῆς.

Τὰ διὰ τοῦ ηδων ἀρσενικὰ καὶ ὀξύνεται, καὶ τρέπει τὸ ω ἐπὶ τῆς γενικῆς, καὶ διὰ η γράφει τὴν παραλήγουσαν· οἷον, Σαρπηδόνος· ἀκηδόνος· ἀλγηδόνος· ἀχθηδόνος· ἀῃδόνος, τοῦτο καὶ σὺν τῷ ι· ἐκ γὰρ τοῦ ἀείδω ἀειδὼν, καὶ τροπῇ τῆς ει Αἰολικῶς εἰς η ἀῃδὼν, καὶ φυλάττει τῆς ει τὸ ι· Ἀνθηδόνος· Ἀσπληδόνος· Καρχηδόνος· Καλχηδόνος· Φαρκηδόνος· Τενθρηδόνος· σεσημείωται ἐν μὲν ἀρσενικοῖς τὸ Μυρμιδόνος· ἐν δὲ τοῖς θηλυκοῖς τὸ χελιδὼν, ὃ καὶ ἀρσενικῶς λέγεται ἐπὶ κυρίου ὀνόματος· ἀπιδὼν ὅτι διὰ τοῦ ι γράφει τὴν παραλήγουσαν.

Τὰ διὰ τοῦ υδων τῷ υ ψιλῷ παραλήγει, καὶ φυλάττει τὸ ω· Ἀμυδὼν Ἀμυδῶνος· Καλυδὼν Καλυδῶνος.

Τὰ εἰς δων ὑπὲρ δύο συλλαβὰς, μὴ ὄντα παρώνυμα, μή τε σύνθετα παρὰ τὴν ὀδόντος γενικὴν διὰ τοῦ ντ κλίνεται· ὁ δὲ λόγος ἐπὶ βαρυτόνων ἃ καὶ τρέπει τὸ ω κατὰ τὴν γενικήν· οἷον, κελαδόντος· τὸ γὰρ Κελαδῶνος παρώνυμον ἀπὸ τοῦ κέλαδος· Ἀκήδων Ἀκήδοντος ὄνομα ποταμοῦ· Λαομέδων Λαομέδοντος· Σαρπήδων Σαρπηδόντος· ἡ γὰρ Σαρπηδόνος γενικὴ ἀπὸ εὐθείας ὀξυνομένης· πρόσκειται μὴ ὄντα παρώνυμα διὰ τὸ κόρυδος Κορυδὼν Κορυδῶνος· κινιάδος Κινάδων Κινάδωνος· κελάδος Κελάδων Κελάδωνος· πρόσκειται μὴ ὄντα σύνθετα παρὰ τὸ ὀδοὺς, ὅτι ταῦτα διὰ τοῦ ντ κλινόμενα, καὶ τρέπει τὸ ω· Θερμόδων Θερμόδοντος· χαυλιόδων χαυλιόδοντος· εἴωθε δὲ πολλάκις τὰ τοιαῦτα διὰ μετρικὴν χρεῖαν καὶ δίχα τοῦ ντ καὶ διὰ τοῦ ω μεγάλου γράφεσθαι· ὡς ἔχει τὸ ἀμφόδοντος καὶ ἀμφόδωνος.

Τὰ εἰς ων δισύλλαβα βαρύτονα ἔχοντα πρὸ τοῦ ω ἕν τι τῶν διπλῶν ἢ τὸ σ, μὴ ὄντα παρώνυμα, κύρια μὲν ὄντα, φυλάττει τὸ ω· προσηγορικὰ δὲ τρέπουσιν αὐτό· καὶ ἐπὶ μὲν κυρίων· Ῥίζων Ῥίζωνος· Ὄζων Ὄζωνος ὄνομα ποταμοῦ· Ἄζων Ἄζωνος ὄνομα κύριον· Γράσων Γράσωνος· Παύσων Παύσωνος· Θράσων Θράσωνος· ταῦτα ὡς κύρια διὰ τοῦ ω μεγάλου κλίνεται· τὸ Αἴσων κύριον ὂν διχῶς κλίνεται· ἐπὶ δὲ προσηγορικῶν· οἷον, μείζων μείζονος· μάσσων μάσσωνος· δηλοῖ δὲ τὸν μείζονα· εἰ δὲ καὶ κύριον εἴη, δηλοῖ γὰρ ποταμοῦ ὄνομα, τὴν αὐτὴν φυλάττει γραφήν· ἄξων ἄξονος· τὸ καύσων καύσωνος ὡς παρώνυμον διὰ τοῦ ω μεγάλου γραφόμενον οὐκ ἀντίκειται· ἐφυλάξατο γὰρ αὐτὸ ὁ κανών.

Τὰ εἰς ων ὑπὲρ δύο συλλαβὰς βαρύτονα ἔχοντα πρὸ τοῦ ω ἕν τι τῶν διπλῶν, ἢ τὸ σ, μὴ ὄντα μετοχικὰ μή τε συγκριτικὰ, διὰ τοῦ ω μεγάλου γράφεται· οἷον, Ἀλίζων Ἀλίζωνος· Τελέσσων Τελέσσωνος· σεσημείωται τὸ Ἰάσων Ἰάσονος διὰ τοῦ ο μικροῦ κλιθέν· τὸ Ὑψίζων Ὑψίζοντος, δηλοῖ δὲ ὄνομα ποταμοῦ, ὡς μετοχικὸν διὰ τοῦ ντ κλίνεται· τὸ ὀλίζων ὀλίζονος ὡς συγκριτικὸν διὰ τοῦ ο κλίνεται.

Τὰ εἰς ων δισύλλαβα ἔχοντα πρὸ τοῦ ω ἓν τῶν δασέων, βαρύτονα ὄντα διὰ τοῦ ω κλίνεται· οἷον, ῥώθων ῥώθωνος· πίθων πίθωνος· μόθων μόθωνος· σίφων σίφωνος· σόφων σόφωνος· Τρύφων Τρύφωνος· Βρύχων Βρύχωνος ὄνομα ποταμοῦ· γλήχων γλήχωνος· Τύχων Τύχωνος ὁ Ἑρμῆς.

Τὰ εἰς ων ὑπὲρ δύο συλλαβὰς ἔχοντα πρὸ τοῦ ω ἓν τῶν δασέων μὴ ὄντα μετοχικὰ διὰ τοῦ ω μεγαλοῦ κλίνεται, σπάνια δὲ τὰ παραδείγματα· Ἀγάθων Ἀγάθωνος· Μαραθὼν Μαραθῶνος· Ἀργανθὼν Ἀργανθῶνος ὄνομα ὄρους· Κολοφὼν Κολοφῶνος· τὸ Φαέθων Φαέθοντος, καὶ Πυριφλεγέθων Πυριφλεγέθοντος, ὡς μετοχικὰ οὐκ ἀντίκειται· ἐφυλάξατο γὰρ αὐτὰ ὁ κανών.

Τὰ εἰς ων δισύλλαβα βαρύτονα ἔχοντα πρὸ τοῦ ω ἓν τῶν ψιλῶν διὰ τοῦ ω μεγάλου γράφεται· μὴ ὄντα μετοχικὰ δηλονότι, μή τε ἔχοντα θηλυκὰ διὰ τοῦ αινα· οἷον, Λάκων Λάκωνος· Δόρκων Δόρκωνος· Χάλκων Χάλκωνος· φάλκων φάλκωνος· γλαύκων γλαύκωνος· μήκων μήκωνος· σκήπων σκήπωνος· Λάμπων Λάμπωνος ὄνομα κύριον· σώπων σώπωνος· δράπων δράπωνος ὁ δραπέτης· Δούπων Δούπωνος ὄνομα κύριον· Κρότων Κρότωνος· Πλούτων Πλούτωνος· μίτων μίτωνος· τὸ δράκων δράκοντος καὶ θεράπων θεράποντος, ὡς ἔχοντα θηλυκὸν διὰ τοῦ αινα οὐκ ἀντίκειται· ἐφυλάξατο γὰρ αὐτὰ ὁ κανών· τὸ λάμποντος· τρέποντος, μετοχικά· δεῖ προσθῆναι χωρὶς τῶν ἐχόντων τὸ γένος κοινὸν, ὁποῖον ἐστὶ τὸ γείτων γείτονος.

Τὰ εἰς ων ὑπὲρ δύο συλλαβὰς ἔχοντα πρὸ τοῦ ω ἓν τῶν ψιλῶν διὰ τοῦ ω μεγάλου κλίνονται· οἷον, Χαρίτων Χαρίτωνος· Μελίτων Μελίτωνος· Ἑκάτων Ἑκάτωνος· τὸ τριάκων τριάκοντος ὡς μετοχικὰ διὰ τοῦ ντ κλίνεται, καὶ τὸ θεράπων ὡς ἔχον θηλυκὸν διὰ τοῦ αινα.

Τὰ διὰ τοῦ εμων ὑπὲρ δύο συλλαβὰς ὀξύτονα διὰ τοῦ ε γράφεται, καὶ τρέπει τὸ ω, ἡγεμὼν ἡγεμόνος· κηδεμὼν κηδεμόνος· πρόσκειται ὑπὲρ δύο συλλαβὰς, διὰ τὸ δαίμων δισύλλαβον βαρύτονον διὰ τῆς αι διφθόγγου γραφόμενον καὶ βαρυνόμενον· ὅμως δὲ ὅτι καὶ αὐτὸ τρέπει τὸ ω ἐπὶ γενικῆς, ὁμοίως καὶ ὁ γείτων καὶ ἡ γείτων.

Τὰ εἰς μων δισύλλαβα βαρύτονα ἔχοντα πρὸ τοῦ μ ἀμετάβολον μὴ ὄντα κύρια, διὰ τοῦ ο μικροῦ κλίνεται· τέρμων τέρμονος· σίρμων σίρμονος· σάλμων σάλμονος· Ἄμμων δὲ Ἄμμωνος διὰ τοῦ ω μεγάλου, κύριον γάρ.

Τὰ διὰ τοῦ ημων δισύλλαβα ἐκ πρώτης ἢ δευτέρας συζυγίας τῶν περισπωμένων ῥημάτων παρηγμένα, διὰ τοῦ η γράφει τὴν παραλήγουσαν, καὶ τρέπει τὸ ω ἐπὶ τῆς γενικῆς· μνήμων μνήμονος· κτήμων κτήμονος· στήμων στήμονος· γνώμων γνώμονος· τὸ Τίμων Τίμωνος· Σίμων Σίμωνος οὐ ῥηματικὰ ἀλλὰ παρώνυμα, διὸ καὶ διὰ τοῦ ι γράφει τὴν παραλήγουσαν, καὶ φυλάττει τὸ ω.

Τὰ εἰς μων ἔχοντα πρὸ τοῦ μ σύμφωνον κατὰ σύλληψιν, τρέπει τὸ ω· Λάκμων Λάκμονος, ἡ κορυφὴ τοῦ ὄρους· κάρθμων κάρθμονος· κέρχμων κέρχμονος· φράδμων φράδμονος· ἴδμων ἴδμονος· τάτε κύρια αὐτῶν καὶ τὰ προσηγορικά· ἄκμων ἄκμονος ἐπί τε κυρίου καὶ προσηγορικοῦ.

Τὰ εἰς μων δισύλλαβα τὸ ε παραληγόμενα οὐκ ἔστιν πολλά· βαρύτονα μὲν γὰρ, τὸ Θέμων ὄνομα κύριον, καὶ τὸ Βρέμων κύριον· καὶ τὸ κρεμὼν ὀξύτονον καὶ διὰ τοῦ ο μικροῦ γράφεται· καὶ τρισυλλάβως λέγεται καὶ ὀξυτόνως, ἀκρεμόνος διὰ τοῦ ο μικροῦ· τὰ γὰρ κύρια διὰ τοῦ ω μεγάλου.

Τὰ διὰ τοῦ υμων, εἴτε δισύλλαβα, εἴτε ὑπὲρ δύο συλλαβὰς, διὰ τοῦ υ ψιλοῦ γράφει τὴν παραλήγουσαν, καὶ τρέπει τὸ ω εἰς ο ἐπὶ τῆς γενικῆς· οἷον, Στρυμὼν Στρυμόνος· δαιτυμὼν δαιτυμόνος· δεῖ προσθεῖναι μὴ ὄντα περιεκτικὰ, ἐπεὶ τὸ δρυμὼν περιεκτικὸν ὂν τὸ μὲν ι ψιλὸν γράφει τὴν παραλήγουσαν, καὶ φυλάττει τὸ ω ἐπὶ τῆς γενικῆς· δρυμῶνος γάρ.

Τὰ διὰ τοῦ εμων ὑπὲρ δύο συλλαβὰς βαρύτονα διὰ τοῦ ε ψιλοῦ γράφει τὴν παραλήγουσαν, καὶ φυλάττει τὸ ω· οἷον, Ἀρτέμων Ἀρτέμωνος· Πολέμων Πολέμωνος· τὸ κηδεμὼν καὶ ἀκρεμὼν ὀξυνόμενα ἐναλλάξαντα τὰ περὶ τόνων, παρήλλαξε καὶ κατὰ τὴν γραφήν· τρέπει γὰρ τὸ ω εἰς ο.

Τὰ εἰς λων δισύλλαβα φυλάττει τὸ ω, καὶ παραλήγεται ἢ τὸ ι, ὡς τὸ Δρίλων· Φίλων· Μίλων· τιλών· βριλὼν, ὁ βαλανεύς· Χίλων· ἢ τὸ ο, ὡς τὸ Σόλων Δόλων· ἢ τὸ η, ὡς τὸ χήλων· Μήλων ὁ Ἡρακλῆς· ἢ τὸ α, ὡς τὸ σκάλων· ἢ τὸ ε, ὡς τὸ Γέλων· μέλων· τοῦτο δὲ ἀδιάγνωστον μήποτε μετοχή ἐστιν· ἢ τὸ υ, ὡς τὸ σκύλων· Πύλων τὸ κύριον· τὸ γὰρ ἕτερον ὀξύνεται ὁμοίως τὸ πυλών· μυλών.

Τὰ εἰς λων λήγοντα ὑπὲρ δύο συλλαβὰς ἀρσενικὰ ὀξύτονά τε καὶ βαρύτονα φυλάττει τὸ ω ἐπὶ τῆς γενικῆς· οἷον, Ἀπόλλωνος· Ἀσκάλωνος, ἀφʼ οὗ καὶ ἡ πόλις· Κεφάλωνος· Νασσάλωνος ὄνομα πόλεως· Βαβυλῶνος· ἀμπελῶνος· καμηλῶνος· τὸ μιμαλὼν μιμαλῶνος θηλυκὸν ὂν καὶ ὀξύτονον διὰ τοῦ ο κλινόμενον οὐ μάχεται· ἐφυλάξατο γὰρ αὐτὸ ὁ κανών· δηλοῖ δὲ τὰς μαινάδας.

Τὰ εἰς ων βαρύτονα δισύλλαβα κύρια ἔχοντα πρὸ τοῦ ω ἀμετάβολον φυλάττει τὸ ω ἐπὶ τῆς γενικῆς· οἷον, Σόλων Σόλωνος· Φίλων Φίλωνος· Ἕρμων Ἕρμωνος· Σίμων Σίμωνος· Νέρων Νέρωνος· Χείρων Χείρωνος· ἐπὶ τοῦ Κενταύρου, τὸ γὰρ συγκριτικὸν τρέπει τὸ ω εἰς ο· Νάρων Νάρωνος τὸ γὰρ Νάρονος ὄχθας διὰ μετρικὴν χρεῖαν συνέσταλται· σεσημείωται τὸ πάμμων πάμμονος διὰ τοῦ ο μικροῦ γραφόμενον.

Τὰ διὰ τοῦ ερων ὀνόματα δισύλλαβα βαρύτονα διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον, γέρων· Νέρων· πτέρων· φέρων· πέρων· πρόσκειται ὀνόματα διὰ τὰς μετοχάς· τὸ αἴρων καὶ σκαίρων καὶ παίρων διὰ τῆς αι διφθόγγου γράφονται· πίστις δὲ τῆς διὰ τῆς αι διφθόγγου γραφῆς οἱ ἐξ αὐτῶν μέλλοντες· σπαρῶ γὰρ, καὶ ἀρῶ, καὶ σκαρῶ· πᾶς δὲ μέλλων πρῶτος διὰ τοῦ α ἐκφερόμενος ἔχει τὸν ἐνεστῶτα διὰ τῆς αι διφθόγγου γραφόμενον ὡς ἐπὶ τὸ πλεῖστον· φανῶ φαίνω· ξανῶ ξαίνω· χαρῶ χαίρω· εἶπον ὡς ἐπὶ τὸ πλεῖστον διὰ τὸ ψαλῶ ψάλλω· θαλῶ θάλλω, καὶ εἴτι ὅμοιον· ἔχουσι γὰρ ταῦτα τὸν μέλλοντα εἰς α· οὐκ ἔτι δὲ τὸν ἐνεστῶτα διὰ τῆς αι διφθόγγου.

Τὰ παρὰ τὸ φρὴν συγκείμενα, καὶ τὰ παρὰ ῥῆμα, καὶ παρὰ τὸ δαίμων, καὶ τὰ ἀπὸ τῶν εἰς ος συνθέτων, τὰ γὰρ πάντα κοινὰ ὑπάρχει τῷ γένει, τρέπουσι τὸ ω εἰς ο ἐπὶ τῆς γενικῆς· οἷον, ἄφρων ἄφρονος· ὁ ἄφρων γὰρ καὶ ἡ ἄφρων· ὁ μεγαλόφρων καὶ ἡ μεγαλόφρων, τοῦ μεγαλόφρονος· ὁ οἰκτίρμων καὶ ἡ οἰκτίρμων, τοῦ οἰκτίρμονος· ὁ ἐλεήμων καὶ ἡ ἐλεήμων, τοῦ ἐλεήμονος· ὁ εὐδαίμων καὶ ἡ εὐδαίμων, τοῦ εὐδαίμονος· ὁ ἄπειρος, ἐξ οὗ ὁ ἀπείρων καὶ ἡ ἀπείρων, τοῦ ἀπείρονος· σεσημείωται τὸ εἴρων εἴρωνος ὅτι κοινὸν τῷ γένει ὂν φυλάττει τὸ ω.

Τὰ εἰς μων ὑπὲρ δύο συλλαβὰς βραχείᾳ παραληγόμενα βαρύτονα ὄντα διὰ τοῦ ω μεγάλου γράφε τὴν παραλήγουσαν τῆς γενικῆς· οἷον, Ἀρτέμων Ἀρτέμωνος· Σολόμων Σολόμωνος· Πολέμων Πολέμωνος.

Τὰ εἰς νων ὑπὲρ δύο συλλαβὰς βαρύτονα, ὡς ἐπὶ τὸ πλεῖστον μετοχικά ἐστιν, καὶ τὴν τῶν μετοχῶν κλίσιν ἀναδέχονται· οἷον, Ὑγιαίνων Ὑγιαίνοντος ὄνομα ἰατροῦ· Αὐξάνων Αὐξάνοντος ὄνομα κύριον· τὸ ἀμείνων ἀμείνονος οὐ μετοχικὸν ἀλλὰ συγκριτικὸν, καὶ τὴν τῶν συγκριτικῶν κλίσιν ἐφύλαξεν.

Πᾶσα μετοχὴ εἰς ων λήγουσα, εἴτε βαρύτονος, εἴτε ὀξύτονος, εἴτε περισπώμενος, ἐπὶ ἀρσενικοῦ γένους διὰ τοῦ ω μεγάλου γράφεται, καὶ διὰ τοῦ ντ κλίνεται· καὶ βαρύτονος μὲν οὖσα ἢ ὀξύτονος, τρέπει τὸ ω· οἷον, λέγων λέγοντος· λαβὼν λαβόντος· τῶν περισπωμένων γὰρ ἡ δεύτερα συζυγία μόνη ἐφύλαξεν τὸ ω· οἷον, βοῶν βοῶντος· ἀγαπῶν ἀγαπῶντος· ἡ πρώτη γὰρ καὶ ἡ τρίτη οὐκ ἔτι.

Αἱ εἰς ον μετοχαὶ οὐδετέρου γένους οὖσαι, βαρύτονοι μὲν οὖσαι ἢ ὀξύτονοι διὰ τοῦ ο μικροῦ γράφονται, καὶ διὰ τοῦ ντ κλίνονται· τῶν περισπωμένων δὲ ἡ δεύτερα μόνη διὰ τοῦ ω μεγάλου· αἱ δὲ λοιπαὶ εἰς ουν περαίνουσι τὸ οὐδέτερον.

Τὰ εἰς ων ὀνόματα μονοσύλλαβα φυλάττει τὸ ω ἐπὶ τῆς γενικῆς· οἷον, κλὼν κλωνός· πρὼν πρωνός· ἀφʼ οὗ τὸ πρωόνες ἄκροι κατὰ πλεονασμὸν τοῦ ο· τὸ χθὼν χθονὸς μόνον θηλυκοῦ γένους ὂν σεσημείωται διὰ τοῦ ο μικροῦ γραφόμενον.

Τὰ εἰς ων καθαρὸν ὀξύτονα ἀρσενικὰ, μὴ ὄντα ἐθνικὰ, διὰ τοῦ ω μεγάλου γράφει τὴν παραλήγουσαν τῆς γενικῆς· οἷον, παίων παίωνος ἐπὶ τοῦ ὕμνου, ἐπὶ γὰρ τοῦ ἔθνους διὰ τοῦ ο μικροῦ· αἰὼν αἰῶνος· Ποσειδέων Ποσειδέωνος· ὁμοίως καὶ τὰ ἐπὶ μηνῶν τῶν Ἀθηναίων· οἷον, Ἑκατομβεὼν Ἑκατομβεῶνος· Βοϊδρομιὼν Βοϊδρομιῶνος· ὁμοίως ὅσα βραχεῖ διχρόνῳ παραλήγεται· καὶ ταῦτα γὰρ διὰ τοῦ ο μικροῦ γράφει τὴν παραλήγουσαν τῆς γενικῆς· Περιεκτιόνος· Ἀλεκτρυόνος· σεσημείωται τὸ Κνακιὼν Κνακιῶνος ὄνομα ποταμοῦ, καὶ τὸ Ἀσιὼν Ἀσιῶνος· δηλοῖ δὲ ὄνομα ὄρους· καὶ κηρυβιὼν, δηλοῖ δὲ τὸν καθαρματώδη, ὅτι βραχεῖ διχρόνῳ παραληγόμενα φυλάττει τὸ ω ἐπὶ τῆς γενικῆς.

Τὰ εἰς γων ὀξύτονα θηλυκὰ διὰ τοῦ ο κλίνεται· οἷον, λαγὼν λαγόνος· σταγὼν σταγόνος· τρυγὼν τρυγόνος· τὸ ἀγὼν ἀγῶνος καὶ ὀξύτονον καὶ εἰς γων λῆγον καὶ φυλάττον τὸ ω οὐ λυμαίνεται τῷ κανόνι, ὅτι καὶ ἀρσενικὸν καὶ περιεκτικὸν, ὡς περιέχον γυμνάσια.

Τὰ εἰς ων ὀξύτονα ἔχοντα πρὸ τοῦ ω ἕν τι τῶν διπλῶν ἢ τὸ σ, ἐπίθετα ὄντα ἢ ἐθνικὰ, τρέπει τὸ ω ἐπὶ τῆς γενικῆς· οἷον, Αὐσὼν Αὐσόνος· πρηξὼν πρηξόνος, οὕτως γὰρ τοὺς ἀγοραίους καλοῦσι Σικελοί· Ἀμαζὼν Ἀμαζόνος· λέγεται γὰρ καὶ ἀρσενικῶς, ὡς παρὰ Καλλιμάχῳ, ἵνʼ Ἀμαζόνες ἄνδρες ἐῶσιν· ἀλαζὼν ἀλαζόνος τὸ ἐπίθετον· τὸ γὰρ ἐπὶ ἔθνους φυλάττει τὸ ω ἐπὶ τῆς γενικῆς, ὡς Ἡρωδιανὸς ἐν τῇ καθόλου· ὁ δὲ αὐτὸς οἶδε καὶ τὸ Ὀλιζὼν Ὀλιζῶνος ὀξύτονον ἐπὶ πόλεως ὂν, καὶ διὰ τοῦ ω μεγάλου γραφόμενον· τὸ κισσὼν κισσῶνος φυλάττον τὸ ω οὐ μάχεται, περιεκτικὸν γάρ.

Τὰ εἰς ων ὀξύτονα ἀρσενικὰ, ἔχοντα πρὸ τοῦ ω τὸ λ ἢ τὸ ρ, φυλάττει τὸ ω ἐπὶ τῆς γενικῆς· οἷον, αὐλὼν αὐλῶνος· Βαβυλὼν Βαβυλῶνος· ἐξ οὗ καὶ ἡ πόλις· οἰορὼν οἰορῶνος, οὕτως δὲ ἡ χάραξις τοῦ ἀρότρου· Χαιρὼν Χαιρῶνος ὄνομα κύριον· Βραυρὼν Βραυρῶνος ὄνομα ἥρωος· τὸ μιμαλὼν μιμαλόνος διὰ τοῦ ο κλιθὲν οὐ μάχεται, θηλυκὸν γάρ.

Τὰ εἰς ων ὀξύτονα ἀρσενικὰ ἔχοντα πρὸ τοῦ ω ἕν τι τῶν ψιλῶν, μὴ ὄντα ἐθνικὰ, φυλάττουσι τὸ ω καὶ ἐπὶ γενικῆς· οἷον, ἀγκὼν ἀγκῶνος· κροτὼν κροτῶνος εἶδος ζώου φθαρτικοῦ· Πλατανιστὼν Πλατανιστῶνος ὄνομα ποταμοῦ· πρόσκειται μὴ ὄντα ἐθνικὰ, διὰ τὸ Βιστὼν Βιστόνος, ἐθνικὸν γὰρ, καὶ τρέπει τὸ ω εἰς ο ἐπὶ τῆς γενικῆς.

Τὰ εἰς μων δισύλλαβα ἀρσενικὰ ὀξύτονα ἐπὶ καιροῦ ἢ τόπου λαμβανόμενα, φυλάττει τὸ ω· οἷον, χειμὼν χειμῶνος· κευθμὼν κευθμῶνος· οὐχ οὕτως δὲ ἔχοντα διὰ τοῦ ο κλίνεται· οἷον, Στρυμὼν Στρυμόνος· κρεμὼν κρεμόνος· λέγεται γὰρ καὶ δισυλλάβως ἐπὶ τῆς αὐτῆς σημασίας τῷ τρισυλλάβῳ.

Τὰ εἰς νων ὀξύτονα περιεκτικὰ φυλάττει τὸ ω· οἷον, ξενὼν ξενῶνος· σεσημείωται τὸ κανὼν κανόνος ὅτι τρέπει τὸ ω εἰς ο.

Τὰ εἰς ων θηλυκὰ βαρύτονα μὲν ὄντα φυλάττουσι τὸ ω· οἷον, μήκων μήκωνος· τρήρων τρήρωνος· ἅλων ἅλωνος· Ἀσκάλων Ἀσκάλωνος· τὸ γὰρ Λακεδαίμων Λακεδαίμονος τοῦ ἁπλοῦ τὴν κλίσιν ἐφύλαξεν· ὀξύτονα δὲ ὄντα, καὶ μὴ ἐπὶ πόλεως λαμβανόμενα τρέπουσι τὸ ω ἐπὶ τῆς γενικῆς· σταγὼν σταγόνος· τρυγὼν τρυγόνος· ἐπὶ πόλεων δὲ φυλάττει τὸ ω· οἷον, Βαβυλὼν βαβυλῶνος· χωρὶς τοῦ Ὀλοσσὼν Ὀλοσσόνος· Ἀνθηδὼν Ἀνθηδόνος· Ἰσσηδὼν Ἰσσηδόνος· Καρχηδὼν Καρχηδόνος, ἡ ἐν τῷ Βυζαντίῳ ἥτις καὶ Χαλκηδὼν λέγεται· Ἑρμιὼν Ἑρμιόνος· Ἠιὼν Ἠιόνος· ὅτι ἐπὶ πόλεως ὄντα διὰ τοῦ ο γράφεται· καὶ χωρὶς τοῦ Ἠβιὼν Ἠβιόνος· ἔστι δὲ ὄνομα νήσου· σεσημείωται ἐν τοῖς ὀξυτόνοις, καὶ μὴ οὖσιν ἐπὶ πόλεων φυλάττοντα τὸ ω κατὰ τὴν γενικὴν ποιητικῶς· τὸ μελεδῶνος ἐπὶ τῆς φροντίδος, καὶ τὸ τυφεδῶνος ἐπὶ τῆς καύσεως.

Εἰς ξ μονοσύλλαβον, ἢ καὶ ὑπὲρ μίαν συλλαβὴν, ἔχον πρὸ τοῦ ξ τὴν οι δίφθογγον οὐκ ἴσμεν, εἰ μὴ μόνον τὸ προίξ· πρόσκειται τὴν οι δίφθογγον, ἐπεὶ ἡ αι δίφθογγος καὶ ἡ αυ εὑρίσκεται σπανίως, ὡς ἐν τῷ αἲξ, γλαύξ· ἀλλʼ οὔτε ἡ ει δίφθογγος εὑρίσκεται πρὸ τοῦ ξ· τὰ γοῦν εἰς υξ μονοσύλλαβα, ἢ καὶ ὑπὲρ μίαν συλλαβὴν διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, νύξ· Στύξ· κήρυξ· κώυξ· Κήυξ· φάρυξ· οὕτω γὰρ ὅ τε Ἡρωδιανὸς καὶ οἱ λοιποὶ γραμματικοὶ, χωρὶς τοῦ γ τὴν εὐθεῖαν καὶ τὴν γενικὴν διʼ ἑνὸς γ.

Τὰ εἰς εξ ὀνόματα καὶ βαρύνεται, καὶ ὑπὲρ μίαν συλλαβήν ἐστιν, καὶ διὰ τοῦ ε ψιλοῦ γράφεται· σπάνιοι δὲ αἱ λέξεις· οἷον, Λέλεξ· Βέβρεξ, ὄνομα ἔθνους· ἐπίτεξ· ἀγχίτεξ· πινυτάλεξ, καὶ εἴτι ὅμοιον.

Ἡ εἰς οξ κατάληξις διὰ τοῦ ο μικροῦ καὶ στενὴ λίαν, καὶ ἱστορίας οὐκ ἀναλογίας ἐχομένη· ἔστι γὰρ τὸ φέροξ βαρβαρικόν τι ὄνομα· Ἀλλόβροξ ὄνομα ἔθνους· τινὲς δὲ Ἀλλόβριξ διὰ τοῦ ι προφέρονται· ἴσοξ ποιός τις ἰχθύς· ἄλοξ παρὰ δέ τισιν αὔλαξ· πρὸς τούτοις δὲ καὶ τὸ Καππάδοξ· τούτου δὲ τοῦ ὀνόματος οἱ παλαιοὶ τρεῖς εὐθείας διδόασιν· ὁ Καππάδοξ γὰρ λέγουσιν, καὶ ὁ Καππάδοκος, καὶ ὁ Καππαδόκης, ἥτις καὶ τέτριπται· αἱ γὰρ ἄλλαι οὐκ εὔχρηστοι.

Τὰ εἰς ηξ εἰωθότα Δωρικῶς τρέπεσθαι εἰς α, διὰ τοῦ η γράφεται ἁπλᾶ ὄντα· οἷον, νάρθηξ, νάρθαξ αὐτοί· κάχληξ, κάχλαξ ἐκεῖνοι· ὁμοίως σκώληξ, ὅτι σκώλαξ· θώρηξ θώραξ· μύρμηξ μύρμαξ· ἀλώπηξ ἀλώπαξ, καὶ εἴτι ὅμοιον.

Τὰ εἰς ηξ σύνθετα παρὰ τὸ πλήσσω, ἢ πήσσω, ἢ τήκω, ἢ θήγω διὰ τοῦ η γράφεται· οἷον, ἁρματοπήξ· κλινοπήξ· ξυμπήξ· ἀκανθοπλήξ· παραπλήξ· μολυβδοτήξ· κεραμοτήξ· εὐθήξ· φιλοθήξ· καὶ εἴτι ὅμοιον.

Τὰ εἰς ιξ μὴ εἰωθότα Δωρικῶς τρέπεσθαι εἰς α· μήτε ἀπὸ ῥήματος τοῦ πλήσσω, πήσσω, τήκω ἢ θήγω γινόμενα, διὰ τοῦ ι γράφεται· οἷον, πέρδιξ· κώδιξ· Κίλιξ· ἥλιξ· πάλλιξ· μάστιξ· Φοίνιξ· χοίνιξ· χάλιξ· χόλιξ· ἕλιξ· κύλιξ· ἄδδιξ μέτρον τετραχοινικόν· σκάνδιξ λάχανον ποιόν τι· οἷς ὅμοια κατὰ τὴν γραφὴν καὶ ὅσα ἐκ τούτων συντέθειται· καλλίτριχος· ὁμήλικος· καὶ εἴτι παρόμοιον.

Εἰς οξ μονοσύλλαβα πέντε τινά ἐστιν· πρὸξ καὶ κρόξ· φλόξ· ζόρξ· δόρξ· ὥσπερ καὶ εἰς ωξ μέγα· τὸ βώξ· πτώξ· καὶ ῥώξ· πρώξ· ὤλξ.

Εἰς ηξ διὰ τοῦ η γραφόμενα σπάνιά ἐστι μονοσύλλαβα, καὶ σημειώσεως δεόμενα· ἔστι γὰρ τὸ βήξ· σφήξ· κήξ· ῥήξ.

Τὰ εἰς ιξ μονοσύλλαβα εἴτε καθαρὸν ἔχει τὸ ξ, ἢ καὶ μετὰ συμφώνου διὰ τοῦ ι γράφεται· οἷον, θρίξ· Βρὶξ ὄνομα ἔθνους· στρὶξ εἶδος ὀρνέου· εὕρηται δὲ τοῦτο καὶ στλὶξ μετὰ τοῦ λ· ψίξ· στίξ· ἲξ θηρίδιον ἐσθίων τὰς ἀμπέλους· πνὶξ ἐξ οὗ τὸ πνίγος· πλὶξ, καὶ εἴτι ὅμοιον.

Τὰ εἰς ωξ ὀνόματα συγκείμενα παρὰ ῥῆμα τὸ ῥώσσω, ἢ τρώγω, ἢ πτώσσω διὰ τοῦ ω μεγάλου γράφονται· οἷον ἀπορρώξ· ἀρρώξ· κυαμοτρώξ· θυλακοτρώξ· ἀπτώξ· πολυπτώξ, καὶ εἴτι ὅμοιον.

Πᾶν ὄνομα εἰς ρ λῆγον, πᾶσαν δίφθογγον ἀποστρέφεται πλὴν τῆς ει ποσότητος συλλαβῆς ἐν τῷ κανόνι μὴ τηρουμένης· οἷον, κήρ· θήρ· ἀνήρ· αἰθήρ· σεσημείωται τὸ χεὶρ καὶ φθεὶρ ἀπὸ τῆς σαρκὸς διὰ τῆς ει διφθόγγου γραφόμενα· τὸ γὰρ κυρίον ὄνομα οἱ πλείους διὰ τοῦ ι γράφουσι· τὸ αὐτόχειρ· ἑκατόγχειρ· πολύχειρ, διὰ τῆς ει διφθόγγου γραφόμενα σύνθετά ἐστι παρὰ τὸ χεὶρ, καὶ τοῦ ἁπλοῦ τὴν γραφὴν ἐφύλαξαν.

Τὰ εἰς υρ λήγοντα διὰ τοῦ υ ψιλοῦ γράφεται· μάρτυρ· ψίθυρ· Κέρκυρ· Ἴλλυρ· Φίλυρ· Ἄσυρ.

Τὰ εἰς ειρ λήγοντα, καὶ σπάνια καὶ ἀσυνήθη τῇ κοινῇ διαλέκτῳ, καὶ σχεδὸν ἐν σημειώσει· οἷον, τὸ Βέχειρ ὄνομα ἔθνους· Σάπειρ ὁμοίως· Ἀλάζειρ ὄνομα κύριον· Λίγειρ ὄνομα ποταμοῦ· Ἐλάτειρ ὁμοίως· τὸ χρυσέθειρ ἀπὸ τοῦ χρυσέθειρος ἀποκέκοπται· οἱ μεντοὶ Βοιωτοὶ πολλὴν ἴσασι τὴν ειρ κατάληξιν· καθὸ παρʼ αὐτοῖς εἴωθε τὸ η εἰς τὴν ει δίφθογγον τρέπεσθαι· τὸ γὰρ πένης πένεις γράφουσιν διὰ τῆς ει διφθόγγου· καὶ τὸ πατὴρ καὶ μήτηρ παρʼ ἡμῖν μὲν διὰ τοῦ η παρʼ αὐτοῖς δὲ διὰ τῆς ει διφθόγγου.

Εἰς ορ λῆγον καὶ διὰ τοῦ ο μικροῦ γραφόμενον ἐπʼ εὐθείας πτώσεως ἐπʼ οὐδενὸς γένους ἐστὶν εὑρεῖν ὅτι μὴ μόνον τὸ ἄορ καὶ ἦτορ οὐδετέροις· τὰ γὰρ λοιπὰ πάντα διὰ τοῦ ω μεγάλου γράφονται· οἷον, Νέστωρ· Ἕκτωρ· κέλωρ· πέλωρ· ὕδωρ· τέκμωρ.

Τῶν εἰς ωρ ληγόντων τὰ τὸ λ παραληγόμενα φυλάττει τὸ ω ἐπὶ γενικῆς· Ἕλωρος· πέλωρος· τὰ δὲ μὴ ἔχοντα τὸ λ, διὰ τοῦ ο, Κάστορος· Θέστορος· Νικάνορος· τὸ κοιαίστωρος τὴν ἀπὸ τέλους τρίτην γράφον διὰ τῆς αι διφθόγγου, τῆς ἀναλογίας τοῦτο οὐ παραδεχομένης, καθὸ οὐκ ἔστιν εὑρεῖν συλλαβὴν ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει ἐχούσῃ μεθʼ ἑαυτὴν δύο σύμφωνα κατὰ σύλληψιν, διὰ τῆς αι διφθόγγου γράφουσιν· ὁμοίως δὲ καὶ τὸ πραίτωρος φυλάττον τὸ ω, Ἰταλικὰ οὐχ Ἑλληνικά.

Τὰ διὰ τοῦ ιας δισύλλαβα καθαρὰ διὰ τῆς ει διφθόγγου γράφοντα τὴν πρὸ τέλους ἕν ἐστι τὸ φλειάς· τὰ δὲ διὰ τῆς αι διφθόγγου· τὸ Αἴας καὶ Λαίας· διὰ δὲ τῆς οι διφθόγγου τὸ Ποίας καὶ Δοίας· διὰ δὲ τοῦ υ ψιλοῦ τὸ Δρύας καὶ Ὕας καὶ ῥύας· οὔτε δὲ διὰ τοῦ ε ψιλοῦ, οὔτε δὲ διὰ τοῦ ω μεγάλου, ἀλλὰ διὰ τοῦ ο μικροῦ· κρόας· Θόας· ῥόας· μόας· πλόας· διὰ δὲ τοῦ ι· Βίας· Πρίας· Ἴας· Τίας.

Τὰ διὰ τοῦ ιας ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ ι γράφει τὴν παραλήγουσαν· οἷον, πραγματίας· Ἱππίας· πωγωνίας· Γλαυκίας· τοξίας, πλὴν τοῦ Αἰνείας· παρείας· Ἑρμείας· Αὐγείας.

Τὰ διὰ τοῦ εας ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ ε ψιλοῦ γράφει τὴν παραλήγουσαν· οἷον, Βανέας· Βορέας· Ἀνδρέας· Θρασέας· Μενέας· Ἀριστέας· Μνασέας.

Τὰ διὰ τοῦ υας ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ υ ψιλοῦ γράφεται· οἷον, Μαρσύας· Ἰχθύας· Ὀθρύας· Φλεγύας· Λινύας· Σατύας· Πακτύας.

Εἰς ες λῆγον ἐπʼ εὐθείας πτώσεως μονογενὲς οὐκ ἔστιν εὑρεῖν ἢ μόνον τὸ Κυνόσαργες ἐπὶ οὐδετέρου γένους· ἡ γὰρ τοιαύτη κατάληξις ἐπὶ μὲν οὐδετέρων τὰ παρασχηματισμένα ἀπὸ ἀρσενικῶν δείκνυσιν, ὡς ἔχει ὁ εὐγενὴς καὶ τὸ εὐγενές· ὁ εὐλαβὴς καὶ τὸ εὐλαβὲς, καὶ εἴτι ὅμοιον· ἐπὶ δὲ τῶν ἀρσενικῶν ἑνικῶν μὲν κλητικὴν ἐπαγγέλλεται· Διόμηδες· Ἀριστόφανες· ἐπὶ δὲ τῶν πληθυντικῶν εὐθεῖαν· Αἴαντες· Θόαντες.

Τὰ εἰς ης ὀνόματα ἔχοντα τὴν γενικὴν εἰς ου ἢ εἰς τος, ἢ εἰς ους περατουμένην, μὴ Βοιωτικῶς προϊόντα, διὰ τοῦ η γράφονται· οἷον, Πέρσης διὰ τοῦ η, ἡ γὰρ γενικὴ Πέρσου· ὁμοίως Ἰορδάνης, Ἰορδάνου γάρ· πένης ὅτι πένητος· ὁ Χάρης, τοῦ Χάρητος γὰρ, τὸ ἀρσενικόν· τὸ δὲ θηλυκὸν διὰ τοῦ ι, ὅπερ διὰ τοῦ δος κλίνεται, ὡς ἔρις ἔριδος· ἀλλὰ τροπὴν πέπονθεν τοῦ δ εἰς τὸ τ, καὶ γέγονεν χάριτος· πρόσκειται μὴ Βοιωτικῶς προϊόντα, διὰ τὸ λέβεις· πένεις· παρʼ ἐκείνοις διὰ τῆς ει διφθόγγου γραφόμενα.

Εἰς ης καθαρὸν ὀξύτονα τὸ ι παραληγόμενα δύο ἐστὶ, τὸ χαρίεις, ἐξ οὗ τὸ χαριέστερος συγκριτικὸν, καὶ τὸ ὑγιής.

Τὰ εἰς της, εἴτε βαρύτονα, εἴτε ὀξύτονα, ἔχοντα πρὸ τοῦ τ τὸ σ, οὐκ οἶδε τὴν διὰ τῆς αι δίφθογγον πρὸ τέλους γραφήν· οἷον, κηδεστής· Ὀρέστης· Θυέστης· σεσημείωται τὸ παλαίστης διὰ διφθόγγου.

Τὰ διὰ τοῦ ετης, εἴτε ὀξύτονα, εἴτε βαρύτονα, μηδενὸς συμφώνου πρὸ τοῦ γ ἡγουμένου, διὰ τοῦ ε ψιλοῦ γράφει τὴν παραλήγουσαν· εὑρετής· προπετής· εὐπετής· εὐνέτης· ὀφειλέτης· φυλέτης· ἐρέτης· στρατηγέτης.

Τὰ εἰς της ἔχοντα πρὸ τοῦ τ ἀμετάβολον καθόλου πᾶσαν δίφθογγον ἀποστρέφεται, ἀλλὰ καὶ τὴν διὰ τοῦ η γραφὴν κατὰ τὴν παραλήγουσαν· οἷον, ὀξύντης· ἀγύρτης· ἐγέρτης· ὀρίντης· αὐθέντης· Λαέρτης· ποικιλτής· βιβύρτης.

Τὰ εἰς της ἀπὸ τῶν διὰ τοῦ ιζω ῥημάτων γινόμενα διὰ τοῦ ι γράφει τὴν παραλήγουσαν· οἷον, ὑβριστής· λεπιστής· ἐρανιστής· τὸ δανειστὴς μόνον διὰ τῆς ει διφθόγγου, ἐπεὶ καὶ τὸ δανείζω ῥῆμα· τὸ ὀρχηστὴς οὐκ ἀπὸ τοῦ ὀρχίζω, οὐδὲ γάρ ἐστιν, ἀλλʼ ἀπὸ τοῦ ὀρχῶ, ὀρχήσω ὀρχητὴς, ὡς ἀπὸ τοῦ ποιήσω ποιητὴς, καὶ πλεονασμῷ τοῦ σ ὀρχηστής.

Τὰ εἰς ης λήγοντα ἔχοντα πρὸ τοῦ η ἀμετάβολον οὐκ οἶδε τὴν αυ δίφθογγον ἐν τῇ πρὸ τέλους· οἷον, ἀχέλης· ἀχέρης· ὑπέρης· ἀμελής· εὐμενής· δυσμενής· ὑψικέρης· ἀφελής· Δημοσθένης.

Τὰ διὰ τοῦ ινης κύρια βαρύτονα διὰ τοῦ ι γράφεται· Αἰσχίνης· Σμικρίνης· Λεπτίνης.

Τὰ διὰ τοῦ ηνης ὀξύτονα ἐπιθετικὰ διὰ τοῦ η γράφει τὴν παραλήγουσαν· οἷον, ἀπηνής· προσηνής· δυσηνής· τὸ ἀπινὴς ἐπὶ τοῦ κυρίου, διὰ ι γράφεται· πινὸς γὰρ ὁ ῥύπος· παρὸ Ἀπινὸς ὄνομα κύριον· ἐξ οὗ ἀπινὴς ὁ ἀμόλυντος.

Καθόλου τὰ εἰς ης σύνθετα ὀξύτονα καὶ βαρύτονα τὴν παραλήγουσαν ἔχει τὴν αὐτὴν τοῦ πρωτοτύπου· οἷον, σέβω τό σε ψιλόν· ἀσεβὴς, τό σε ψιλόν· σθένος ἀσθενής· εὐσθενής· Δημοσθένης· Καλλισθένης· διὰ τοῦ ε ψιλοῦ· λήθω ἀληθής· πείθω εὐπειθής· γένος εὐγενής· δυσγενής· προσγενής· κῆτος μεγακήτης· ἦθος εὐήθης· συνήθης· τέλος εὐτελής· ἐντελής· μένος εὐμενής· δυσμενής· μέρος ἀμερής.

Τὰ διὰ τοῦ ηρης ἅπαντα διὰ τοῦ η γράφει τὴν παραλήγουσαν· οἷον, τριήρης· ποδήρης· θυμήρης· μονήρης· μόνον τὸ πλήρης ἐκ πάντων δισύλλαβον εὕρηται· βούλονται δὲ αὐτὸ γεγενῆσθαι παρὰ τὸ πολὺ πολυήρης, καὶ κατὰ συγκοπὴν πλήρης.

Τὰ διὰ τοῦ υτης ὀξύτονα καὶ βαρύτονα διὰ τοῦ υ ψιλοῦ γράφεται· πρεσβύτης· ἐλύτης· βασανύτης· μεγύτης· Ἀρχύτης· πεδύτης· ἀλκυονύτης· κωλύτης· μηνύτης.

Τὰ διὰ τοῦ ωτης καθαρὰ ὑπὲρ δύο συλλαβὰς βαρύτονα ἀρσενικὰ διὰ τοῦ ω μεγάλου γράφονται· οἷον, στρατιώτης· νηώτης· ταξεώτης· βοώτης· γαλεώτης· Ἀμβρακιώτης· Μαρεώτης· ἀγγελιώτης· Ἰταλιώτης· Ἡρακλειώτης· πρόσκειται βαρύτονα ἀρσενικὰ διὰ τὸ ἁγιότης· ὁσιότης· πραότης· βαρύτονα καὶ καθαρὰ διὰ τοῦ ο μικροῦ γράφεται, ἀλλʼ οὐκ ἀντίκειται ἡμῖν θηλυκὰ γάρ εἰσιν.

Τὰ διὰ τοῦ ωτης παρώνυμα βαρύτονα ἔχοντα πρὸ τοῦ ω σύμφωνον διὰ τοῦ ω μεγάλου γράφεται· ὁ δὲ κανὼν ἐπὶ ἀρσενικῶν· Περκώτης· Μαλλώτης· Ἡπειρώτης· Κολώτης· ἀσκαλαβώτης· δεσμώτης· δενδρώτης· λεσχηνώτης· ἀγρώτης, καὶ ἐν πλεονασμῷ τοῦ σ ἀγρώστης· ὁμοίως δὲ μονώτης καὶ μονώστης· σεσημείωται διὰ τοῦ ο μικροῦ γραφόμενα· τὸ ὁμότης καὶ ξυνωμότης· δεσπότης· ἀγρότης· τοξότης· δημότης· ἱππότης· ἀκρότης.

Τὰ διὰ ιτης παρώνυμα μὴ ὄντα ἀπὸ τῶν εἰς ευς, μήτε ἀπὸ τῶν εἰς η θηλυκῶν διὰ τοῦ ι γράφει τὴν παραλήγουσαν· οἷον, ζευγίτης· στυλίτης· τεμενίτης· ἑρκίτης· Θερσίτης· πολίτης· μεσίτης· στεφανίτης· πυρίτης· ὁδίτης· ἐπαλξίτης· μαγνίτης· φεγγίτης· λυχνίτης· καὶ εἴτι ὅμοιον· πρόσκειται μὴ ὄντα ἀπὸ τῶν εἰς ευς, ἐπεὶ τὰ ἀπὸ τῶν εἰς ευς διὰ τοῦ ειτης γινόμενα διὰ τῆς ει διφθόγγου γράφει τὴν παραλήγουσαν· οἷον, ἱερεὺς ἱερείτης· Σαμαρεὺς Σαμαρείτης· Ἀταρνεὺς Ἀταρνείτης, καὶ εἴτι ὅμοιον· δεῖ προσθεῖναι καὶ εἴτι παρὰ τὸ ῥέω ῥῆμα παρήχθη, καὶ ταῦτα γὰρ διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, εὐρείτης, ὁ καλῶς ῥέων· βαθυρρείτης, ὁ εἰς βάθος ῥέων· ἀκαλλαρείτης, ὁ ἡσύχως ῥέων· ἀκαλὸν γὰρ παρὰ Σικελοῖς τὸ ἥσυχον· τὸ τραπεζίτης ἐπὶ διαφόρου σημασίας, διάφορον ἔσχε τῆς παραληγούσης τὴν γραφήν· ἐπὶ μὲν γὰρ τοῦ ἐν τῇ ἀγορᾷ διαπονουμένου διὰ τὸ ι γράφεται, παρὰ γὰρ τὸ τράπεζα· ἐπὶ δὲ τοῦ κυνὸς, ἐπεὶ ἀπὸ τοῦ τραπεζεὺς παρῆκται διὰ τῆς ει διφθόγγου γράφεται· τοῦτο δὲ παρʼ Ἰβύκῳ εὕρηται κατὰ τροπὴν τῆς ει διφθόγγου εἰς η, ὡς φησὶν Ἡρωδιανὸς ἐν τῇ καθόλου· πρόσκειται μὴ ὄντα ἀπὸ τῶν εἰς η θηλυκῶν· ἐπεὶ τὰ ἀπὸ τῶν εἰς η θηλυκῶν διὰ τοῦ ητης παραγόμενα διὰ τοῦ η γράφεται· οἷον, πλάνη πλανήτης· κώμη κωμήτης· ὑπήνη ὑπηνήτης· κορύνη κορυνήτης· νίκη νικήτης· ἄλη ἀλήτης· κόμη κομήτης· λίμνη λιμνήτης· πλὴν τοῦ τεχνίτης· στυλίτης· στήλη στηλίτης· ἀφʼ οὗ τὸ στηλιτεύω· ταῦτα γὰρ διὰ τοῦ ι γράφεται.

Τὰ διὰ τοῦ ωρης διὰ τοῦ ω μεγάλου γράφει τὴν παραλήγουσαν· οἷον, κατώρης· Διώρης ὄνομα κύριον· αὐτώρης νεσσώρης· ὑληώρης· νεώρης· ἡ Λυκωρέος γενικὴ ἀπὸ τῆς Λυκωρεὺς εὐθείας ἐκφερομένη οὖσα τετήρηται.

Τὰ διὰ τοῦ οιτης βαρύτονα, μὴ ὄντα παρώνυμα, διὰ τῆς οι διφθόγγου γράφονται· Δαμοίτης· Ἀγροίτης· Φιλοίτης· Μενοίτης· Ἀτοίτης· Θαμοίτης· Λοίτης· Ἀνεμοίτης· Ἀροίτης· Ἀνδροίτης· Σακοίτης· ἀλοίτης· τὸ πρεσβύτης· εὐλύτης· μεγύτης· βασανύτης· Ἀρχύτης· πιδύτης· ἀλκυονύτης, σεσημείωνται ὡς παρώνυμα διὰ μακροῦ τοῦ υ γράφοντα τὴν παραλήγουσαν.

Τὰ διὰ τοῦ ωδης καθόλου διὰ τοῦ ω μεγάλου γράφει τὴν παραλήγουσαν· οἷον, γεώδης· ἀμμώδης· γραώδης· σαρκώδης, καὶ εἴτι ὅμοιον.

Τὰ εἰς της ὀξύτονα ῥηματικὰ διὰ καθαροῦ τοῦ τ ἐκφερόμενα, πρώτης ἢ δευτέρας συζυγίας τῶν περισπωμένων ὑπάρχοντα, διὰ τοῦ η γράφει τὴν παραλήγουσαν· οἷον, ποιητής· μαθητής· ἀθλήτης· ἐγγυητής· φοιτητής· τρυγητής· ἀκονητής.

Τὰ εἰς της ὀξύτονα καθαρὰ ἀπὸ τῆς τρίτης συζυγίας τῶν περισπωμένων ὁρμώμενα, διὰ τοῦ ω μεγάλου γράφει τὴν παραλήγουσαν· οἷον, σταυρώτης· χρυσώτης· βεβαιώτης· ζηλώτης· διορθώτης.

Τὰ εἰς ος ἀρσενικὰ, εἴτε ἀπὸ εὐθείας, εἴτε ἀπὸ γενικῆς ποιοῦντα πατρωνυμικὰ εἰς δης, ἢ καὶ εἰς ων, διὰ τοῦ ι γράφει τὴν παραλήγουσαν· οἷον, Πρίαμος Πριαμίδης· Πάνταλος Πανταλίδης Ἕκτωρ Ἕκτορος Ἑκτορίδης· Πέλοψ· Πέλοπος Πελοπίδης· Κέκροπος Κεκροπίδης.

Τὰ ἀπὸ τῶν εἰς ευς, ἢ καὶ παρὰ τὸ κλέος εἰς δης παρηγμένα ἀρσενικὰ πατρωνυμικὰ, ἢ εἰς ων καθαρὸν, διὰ τῆς ει διφθόγγου γράφει τὴν παραλήγουσαν· οἷον, Ἀτρεὺς Ἀτρείδης Ἀτρείων· Πηλεὺς Πηλείδης Πηλείων· Ἡρακλῆς Ἡρακλείδης Ἡρακλείων· Χαρικλῆς Χαρικλείδης Χαρικλείων.

Τὰ ἀπὸ ῥημάτων συγκείμενα τὴν αὐτὴν ἔχει τῷ ῥήματι γραφὴν κατὰ τὴν παραλήγουσαν· οἷον, λήθω ἀληθής· πείθω ἀπειθής· τρίβω ἀτριβής· παιδοτρίβης· κλίνω ἀκλίνης· εἴκω ἐπιεικής· πλήθω ἐμπληθής· δεῖ προσθεῖναι χωρὶς τῶν ἀπὸ τοῦ δευτέρου μέλλοντος συγκειμένων· ὁποῖον ἐστὶν τὸ εὐλαβής· ἐλλιπής· ἐμφανὴς, καὶ εἴτι ὅμοιον.

Τὰ ἀπὸ οὐδετέρων συγκείμενα φυλάττει τὴν τοῦ οὐδετέρου γραφὴν κατὰ τὴν παραλήγουσαν· οἷον, ἧθος εὐήθης· συνήθης· κακοήθης· κῆτος μεγακήτης· εἶδος εὐειδής· τέλος εὐτελής.

Τὰ ἀπὸ τῶν εἰς υς εἰς ης γινόμενα φυλάττει τὴν τοῦ πρωτοτύπου γραφὴν κατὰ τὴν παραλήγουσαν· οἷον, ἡδὺς ἀηδής· βριθὺς ἐμβριθής· ὠκὺς ποδώκης.

Τὰ διὰ τοῦ οτης θηλυκὰ διὰ τοῦ ο μικροῦ γράφει τὴν παραλήγουσαν· οἷον, λαμπρότης· ὁσιότης· γενναιότης· μεγαλειότης.

Τὰ εἰς ις ἀρσενικὰ τὲ καὶ θηλυκὰ, εἴτε ὀξύτονα, εἴτε βαρύτονα, διὰ τοῦ δος, ἢ διὰ τοῦ θος κλινόμενα, διὰ τοῦ ι γράφεται· οἷον, Πάρις Πάριδος· τίγρις τίγριδος· ἰάσπις ἰάσπιδος· μέρμις μέρμιθος· ἔρις ἔριδος· ὄρνις ὄρνιθος· σεσημείωται τὸ κλεῖς κλειδὸς, καὶ ἀντίρεις ἀντίρειδος διὰ τῆς ει διφθόγγου γραφόμενα.

Τὰ εἰς ις προσηγορικὰ διὰ τοῦ εος κλινόμενα, καὶ τρέποντα τῆς γενικῆς τὸ ο εἰς ω Ἀττικῶς, διὰ τοῦ ι γράφονται· οἷον, πόλις· νῆστις· ἔχις· ὄφις· πόσις· ὕννις· ῥάχις· ἴβις· λέξις· θέσις· γνῶσις· πρόσκειται τρέποντα τὸ ο εἰς ω Ἀττικῶς, ἐπεὶ τὸ εὐγενὴς κλίνεται μὲν διὰ τοῦ εος, εὐγενέος γὰρ λέγομεν· ἀλλὰ μὴ τρέποντα τὸ ο εἰς ω Ἀττικῶς οὐχ ὑποπίπτει τῷ κανόνι.

Τὰ εἰς εις ὀνόματά τε καὶ μετοχαὶ διὰ τοῦ εντος, ἢ διὰ καθαροῦ τοῦ νος ποιοῦντα τὴν γενικὴν, καὶ μὴ Σικελικῷ ἔθει διὰ τοῦ εντος κλινόμενα, διὰ τῆς ει διφθόγγου γράφονται· οἷον, πυρόεις, πυρόεντος γάρ· Σιμόεις Σιμόεντος· εἷς ὁ ἀριθμὸς, ἑνὸς γάρ· κτεὶς τὸ ὄστρεον, κτενὸς γάρ· δεῖς ὁ μετὰ τῆς μὴ ἀπαγορεύσεως, καὶ τῆς οὐ ἀποφάσεως γίνεται μηδεὶς καὶ οὐδείς· μηδενὸς γὰρ καὶ οὐδενός· τυφθεὶς τυφθέντος· δαρεὶς δαρέντος· καὶ εἴτι ὅμοιον· τὸ Κλήμης Κλήμεντος, καὶ Κρήσκης Κρήσκεντος· Οὐάλης Οὐάλεντος· Μάνης Μάνεντος διὰ τοῦ εντος κλινόμενα, καὶ τὰς εὐθείας ἔχοντα διὰ τοῦ η, οὐ τῆς κοινῆς ἀλλὰ τῆς Σικελικῆς ἀρχαιότητος ἴδιον, ὡς φησὶν ὁ Ἡρωδιανὸς ἐν τῷ Ὀνοματικῷ.

Τὰ διὰ τοῦ αιος ἀρσενικὰ κύριά τε καὶ προσηγορικὰ ὀξύτονα δισύλλαβα διὰ τῆς αι διφθόγγου γράφονται· οἷον, λαιὸς ὁ εὐώνυμος· σκαιὸς ὁ δόλιος· ἔστι δὲ καὶ κύριον ὄνομα· φαιὸς ὁ μέσον λευκοῦ καὶ μέλανος· Σαβαιὸς ὄνομα ἔθνους· βαιὸς ἐπὶ τοῦ ὀλίγου ἢ τοῦ μόνου· ἔστι δὲ καὶ κύριον ὄνομα βαρυτονουμένου· σεσημείωται τὸ θεὸς διὰ τοῦ ε ψιλοῦ γραφόμενον· γεγονέναι δὲ τὸ ὄνομα φασὶν οἱ περὶ ταῦτα σοφοὶ ἀπὸ τοῦ θῶ ῥήματος, θὸς, καὶ ἐπεὶ εἰς ος λῆγον ὄνομα μονοσύλλαβον οὐκ ἔστιν εὑρεῖν, τοῦτο γὰρ ἄρθρων καὶ ἀντωνυμιῶν ἴδιον, ἐπλεόνασε τὸ ε καὶ ἐγένετο θεός· τὸ κλέος· σπέος βαρύτονα καὶ οὐδέτερα οὐκ ἀντίκεινται.

Τὰ διὰ τοῦ ειος ἀρσενικὰ δισύλλαβα βαρύτονα, ἔχοντα οὐδετέρου παρασχηματισμὸν διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, μεῖος· θεῖος· Κεῖος· ῥεῖος· χρεῖος, ὁ χρήζων· πλεῖος· λεῖος· τὸ νειὸς ὀξύτονον καὶ αὐτὸ διὰ τῆς ει διφθόγγου γραφόμενον, μὴ ὂν ἀρσενικὸν, μηδὲ ἔχον οὐδετέρου παρασχηματισμὸν ἐπὶ τῆς ἀνανεουμένης γῆς μονῆρες.

Τὰ διὰ ιος δισύλλαβα ἀπὸ συμφώνου ἢ συμφώνων ἀρχόμενα, εἴτε κύρια, εἴτε προσηγορικὰ, διὰ μακροῦ τοῦ ι γράφεται· οἷον, Πῖος· Χῖος· δῖος· Θρῖος· Γρῖος· Φθῖος· κρῖος· κἄν τε βαρύνοιτο, κἄν τε ὀξύνοιτο· τούτοις ὅμοιον κατά τε γραφὴν καὶ χρόνον, τὸ ἰὸς ὀξύτονον ἐπὶ τοῦ βέλους, εἰ καὶ μὴ ἀπὸ συμφώνου ἢ συμφώνων ἤρξατο· σεσημείωται τὸ Ἰὸς ἐπὶ τῆς νήσου· δηλοῖ δὲ καὶ τὸν μόνον· Τῖος ὄνομα πόλεως· Χῖος ὄνομα νήσου· Κῖος ὄνομα ποταμοῦ καὶ ἔθνους· βίος ἐπὶ τῆς ζωῆς· ἐπὶ γὰρ τοῦ βέλους ὀξύνεται, ὅτι διὰ βραχέος τοῦ ι γράφεται.

Τὰ διὰ τοῦ υος δισύλλαβα οὐδέτερα, εἴτε κύρια εἴτε προσηγορικὰ, μονογενῆ διὰ τοῦ υ ψιλοῦ γράφονται· πύος· τρύος· κρύος· θύος· φῦος· ῥῦος· σεσημείωται τὸ Δρῦος ὄνομα κύριον υἱὸς Αἰγύπτου, καὶ τὸ φλύος ὅτι ἀρσενικὰ, καὶ τὸ νυὸς ὅτι θηλυκὸν καὶ ὀξύτονον ὅμως, ὅτι καὶ αὐτὰ διὰ τοῦ υ ψιλοῦ γράφεται· πρόσκειται μονογενῆ διὰ τὸ ποῖος καὶ οἷος, κἄντε προπερισπῶνται, κἄντε ὀξύνονται· καὶ τὸ τοῖος, ἐξ οὗ παράγωγον τὸ τοιοῦτος· ταῦτα γὰρ οὐ μονογενῆ, καὶ διὰ τῆς οι διφθόγγου γράφονται.

Τὰ διὰ τοῦ εος δισύλλαβα ἀπὸ συμφώνου ἢ συμφώνων ἀρχόμενα βαρύτονα, διὰ τοῦ ε ψιλοῦ γράφεται· φλέος· Κέος· Τέος· πλέος· νέος· οἷς ἀκόλουθον τὸ ἔος ἐπὶ τοῦ ἀγαθοῦ οὐκ ἀπὸ συμφώνου ἀρξάμενον.

Τὰ διὰ τοῦ οος δισύλλαβα κύριά τε καὶ προσηγορικὰ ἀπὸ συμφώνου ἢ συμφώνων ἀρχόμενα, μὴ κτητικῆς ἐννοίας ἐχόμενα, διὰ τοῦ ο μικροῦ γράφει τὴν παραλήγουσαν· οἷον, γόος· θρόος· πλόος· φλόος· σόος· εἴτε τὸ κύριον, εἴτε τὸ προσηγορικόν· ὅπερ ἡ συνήθεια νῦν διὰ τοῦ ω γράφει, τινὲς δὲ καὶ σὺν τῷ ι· Κόος ὄνομα τόπου· γέγονεν δὲ ἀπὸ τῆς Κέος τροπῇ τοῦ ε εἰς ο ἐπὶ τοῦ αὐτοῦ σημαινομένου· ὁμοίως, φλέος φλόος· πλέος πλόος· νέος νόος· πρόσκειται μὴ κτητικῆς ἐννοίας ἐχόμενα διὰ τὸ Κῷος· δηλοῖ δὲ τὸν πολίτην τῆς Κώ· τοῦτο γὰρ διὰ τῆς ῳ διφθόγγου γράφεται.

Τὰ διὰ τοῦ ῳος κτητικὰ διὰ τῆς ῳ διφθόγγου γράφεται· οἷον, Κῷος· Μινῷος ἡρῷος· ἀνδρῷος· ἀστρῷος· πατρῷος.

Τὰ διὰ τοῦ οιος δισύλλαβα ἀρσενικὰ, εἴτε κύρια, εἴτε προσηγορικὰ, εἴτε προπερισπώμενα, εἴτε ὀξύτονα, εἴτε πυσματικὰ, εἴτε ἀναφορικὰ, διὰ τῆς οι διφθόγγου γράφονται· οἷον, σμοῖος τὸ ἐπιθετικόν· σκοῖος ὁ σκολιός· δοῖος· μνοῖος ὁ ἰπνός· γλοῖος ἡ κόπρος· Βοῖος τὸ ἔθνος, δηλοῖ δὲ καὶ ὄνομα κύριον φλοιός· κλοιὸς ὃ καὶ κλῳὸς λέγεται· τοῖος· ποῖος· τό τε προπερισπώμενον τό τε ὀξύτονον· τό τε ψιλούμενον καὶ τὸ δασυνόμενον· κοῖος· ποῖος· οἷος· τό τε ὀξύτονον· δηλοῖ δὲ δῆμον Ἀττικὸν καὶ πόλιν Κρητικὴν, καὶ ὄνομα λιμένος καὶ ῥεῖθρον.

Τὰ εἰς ος λήγοντα καθαρὸν δισύλλαβα τῇ υι διφθόγγῳ παραληγόμενα δύο ἐστιν· υἱὸς καὶ γυιός· ταῦτα δὲ Ἀττικοὶ ἄνευ τοῦ ι γράφουσιν.

Τὰ διὰ τοῦ λεος τρισύλλαβα ὀξύτονα μονογενῆ ἁπλᾶ διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον, Ἀλεὸς ὄνομα κύριον· εἰλεὸς ἡ νόσος· παλεὸς ὁ σκώπτης τίθεται δὲ καὶ ἐπὶ τοῦ ἄφρονος· γαλεὸς τὸ ζῷον καὶ μάντεων γένος· Κελεός· κολεός· μαλεός· πελεός· ἐλεός· τό τε κύριον καὶ τὸ σημαῖνον τὸν ἐλεεινὸν, ἤγουν τὸν ἀπὸ τοῦ ἔλους· συναπηνέχθη δʼ αὐτοῖς κατὰ τὴν γραφὴν εἰ καὶ μὴ κατὰ τόνον, τὸ μέλεος, προπαροξύτονον, σύνθετον ὂν παρὰ τὸ μὴ ἐλεεῖν· ἢ παρὰ τὸ μὴ λῶ, ὃ δηλοῖ τὸ θέλω· τὸ γὰρ τέλεος· κήλεος ὁ καυστικὸς, κατὰ πάθος, ἀπὸ τοῦ τέλειος· κήλειος, κατὰ ἀποβολὴν τοῦ ι.

Τὰ εἰς ος λήγοντα καθαρὸν ὀξύτονα ὑπὲρ δύο συλλαβὰς, παραληγόμενα τῇ νε συλλαβῇ διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, ἐνεός· Φηνεός· γενεός· ἀφνεός· κανεός· Ἐλινεὸς ὄνομα ἔθνους· λαϊνεὸς, ἐλαϊνεὸς, ὁμοίως κατὰ τὴν γραφὴν, λέγεται γὰρ καὶ ἄνευ τοῦ ε· τὸ κυάνεος προπαροξύτονον κτητικὸν ἀποβολὴν ἔπαθεν τοῦ ι ἀπὸ τοῦ κυάνειος γεγονός· τὸν τόνον ἀμείψαν, τὴν γραφὴν ἐφύλαξεν.

Τὰ εἰς ος καθαρὸν ὑπὲρ δύο συλλαβὰς ὀξύτονα ἀπὸ τῶν διὰ τοῦ ευω ῥημάτων γινόμενα διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, φωλεύω φωλεός· κηδεύω κηδεός· ὀχεύω ὀχεός· καὶ ἐν πλεονασμῷ τοῦ σ ὀσχεός· ὀρεύω ὀρεός· μεδεύω Μεδεός, ὄνομα κύριον· σωρεύω σωρεός· τούτοις ἀκόλουθον καὶ τὸ θυρεὸς, εἰ καὶ μὴ ἔχει πρωτότυπον ῥῆμα διὰ τοῦ ευω· δηλοῖ δὲ τὴν ἀσπίδα, ἐπὶ γὰρ τοῦ οιδοῦ θυραῖος λέγεται προπερισπωμένως παρὰ γὰρ τὸ θύρα, ὡς ὧρα ὡραῖος.

Τὰ ἀπὸ τῶν εἰς τος ὀξυτόνων ἀπὸ ῥημάτων παρηγμένων κατὰ πλεονασμὸν τοῦ ε, παροξυνόμενα διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, γραπτὸς γραπτέος· μεμπτὸς μεμπτέος· λαλητὸς λαλητέος· νοητὸς νοητέος· ποιητὸς ποιητέος· γνωστὸς γνωστέος· εἰ οὖν εὐκτὸς εὐκτέος ὥστε διὰ τῆς αι διφθόγγου γραφόμενον, ἀδιάγνωστον ἁμάρτημα· τὸ ἐτὸς ὀξύτονον ποιῆσαν τὸ ἐτεὸς ὀξύτονον, τὸν τόνον ἀμείψαν τὴν γραφὴν ἐφύλαξεν τοῖς πρὸ αὐτοῦ· γέγονεν δὲ ἀπὸ τοῦ εἰμὶ δηλοῦντος τὸ ὑπάρχω· ἔτος· ἀφʼ οὗ παράγωγον τὸ ἔτυμος διὰ τοῦ υ ψιλοῦ, δηλοῖ δὲ τὸν ἀληθῆ· ὁ γὰρ ἀληθὴς ἀεὶ τὰ ὄντα καὶ ὑφεστῶτα πρεσβεύει, ὥσπερ ἐκ τοῦ ἐναντίου ὁ ψευδόμενος τὰ μὴ ὑπάρχοντα καὶ μὴ ὑφεστῶτα· ἀπὸ γοῦν τοῦ ἐτὸς ὀξυτόνου, ἐν πλεονασμῷ τοῦ ε γέγονεν ἐτεὸς, ὡς ἀπὸ τοῦ κενὸς κενεὸς ὀξείᾳ τάσει.

Τὰ διὰ τοῦ αλεος παροξύτονα παράγωγα διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, νηφαλέος· ῥωμαλέος· ὀπταλέος· σμερδαλέος· ἰκμαλέος· κερδαλέος· καρφαλέος· φρικαλέος· ἁρπαλέος· τὸ δαιδάλεος· κονισάλεος· αἰθάλεος· ἀτασθάλεος, κοινωνήσαντα τῇ γραφῇ τὸν τόνον διήλλαξαν, ἀπὸ τοῦ δαιδάλειος· κονισάλειος· αἰθάλειος, γεγονότα κατὰ ἀποβολὴν τοῦ ι, καὶ τὸ ἀτασθάλεος κατὰ πλεονασμὸν τοῦ ε.

Τὰ εἰς ος λήγοντα καθαρὸν ἁπλᾶ κατὰ τὴν κοινὴν διάλεκτον τὸ η παραληγόμενα οὐκ ἔστιν εὑρεῖν, εἰ μὴ τὸ αἰζηὸς, καὶ αὐτὸ ἐκ πάθους, καὶ τὸ πηὸς ὁ συγγενής· πρόσκειται κατὰ τὴν κοινὴν διάλεκτον· ἐπεὶ τὸ παλῃός· ἀρχῃός· Ἀχῃὸς Βοιώτιά ἐστιν κατὰ τροπὴν τῆς αι διφθόγγου εἰς η ὡς καὶ τὸ ὄρηος· Λύκηος, Λακονικά· πρόσκειται ἁπλᾶ διὰ τὸ πολύνηος· ἐχένηος σύνθετα· παρὰ γὰρ τὸ ναῦς νηὸς συνετέθη.

Τὰ διὰ τοῦ υος καθαροῦ ὑπὲρ δύο συλλαβὰς κύρια προπαροξύτονα διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, Σίκυος· Πέρυος ὄνομα ποταμοῦ· Κάνδυος· Ἀλάσυος· Φόγγυος· Ἐρύγυος· Νώγυος, ὄνομα ποταμοῦ.

Τὰ διὰ τοῦ αιος καθαροῦ ἀπὸ τῶν εἰς η θηλυκῶν ὀξυτόνων γεγενημένα διὰ τῆς αι διφθόγγου γράφονται, καὶ προπερισπῶνται· οἷον, ἀρχὴ ἀρχαῖος· πηγὴ πηγαῖος· ἀμοιβὴ ἀμοιβαῖος· σπουδὴ σπουδαῖος· τροπὴ τροπαῖος· εὐνὴ εὐναῖος.

Τὰ διὰ τοῦ μαιος, εἴτε κύρια, εἴτε προσηγορικὰ διὰ τῆς αι διφθόγγου γράφονται· οἷον, Πτολεμαῖος· Ἰδουμαῖος· δρομαῖος· ἀκμαῖος· ἰμαῖος ἡ ἐπιμύλιος ᾠδή· δηλοῖ δὲ καὶ ὄνομα κύριον.

Τὰ διὰ τοῦ δαιος, εἴτε κύρια, εἴτε προσηγορικὰ διὰ τῆς αι διφθόγγου γράφονται· οἷον, Ἰουδαῖος· Χαλδαῖος· σπουδαῖος· Θαδδαῖος· ῥαγδαῖος· χυδαῖος· σταδαῖος ὀπιδαῖος.

Τὰ διὰ τοῦ αιος ὑπὲρ τρεῖς συλλαβὰς πρὸ μιᾶς ἔχοντα τὸν τόνον, διὰ τῆς αι διφθόγγου γράφονται· οἷον, ἀγοραῖος· Ἀμυκλαῖος· Ἀθηναῖος· κορυφαῖος· Δερκεταῖος· Ἀριδαῖος· τούτοις ὅμοιον καὶ τὸ ὑμέναιος κατὰ γραφὴν εἰ καὶ μὴ κατὰ τόνον· ἐτυμολογοῦσι δὲ τὸ ὄνομα ἀπὸ τοῦ ὁμοῦ ναίειν ὁμοναῖος, καὶ τροπῇ Αἰολικῇ τοῦ ο εἰς υ, καὶ τοῦ κατὰ τὸ μέσον ο εἰς ε ὑμέναιος· Ἱμεραῖος· ἡμεραῖος· ταλαντιαῖος· ἀρουραῖος· πηχυαῖος· ὀργυαῖος.

Τὰ διὰ τοῦ χαιος προπερισπώμενα διὰ τῆς αι διφθόγγου γράφονται· οἷον, ἀρχαῖος· τροχαῖος· λοχαῖος· λεχαῖος· νυχαῖος· Μαρδοχαῖος· ἡσυχαῖος· Παγχαῖος· τούτοις ὅμοιον κατὰ τὴν γραφὴν τὸ Ἀχαιὸς ὀξυνόμενον.

Τὰ διὰ τοῦ αιος ὀξύτονα τρισύλλαβα ἀπὸ οὐδετέρων δισύλλαβα παρηγμένα διὰ τῆς αι διφθόγγου γράφονται· οἷον, γῆρας γηραιός· γέρας γεραιός· κράτος κραταιός· ἄχος ἀχαιός· τὸ ἀρεὸς ἀπὸ τοῦ ῥέω ῥήματος, ὃ δηλοῖ τὸ φθείρω, γέγονε ῥεός, καὶ ἐν πλεονασμῷ τοῦ α ἀραιὸς, μετελθούσης τῆς δασείας τοῦ ρ εἰς τὸ α, καθὼς καὶ ἐπὶ τοῦ ῥέζω καὶ ἔρδω· οὕτως Ἡρωδιανὸς ἐν τῇ καθόλου.

Τὰ διὰ τοῦ αιος προπερισπώμενα διὰ τῆς αι διφθόγγου γράφονται, ἀπὸ τῶν εἰς α, ἢ εἰς η, ἢ εἰς ος παραγόμενα· οἷον, πύλη πυλαῖος· ὕλη ὑλαῖος· Πέλλη Πελλαῖος· ὧρα ὡραῖος· θύρα θυραῖος· δρόμος δρομαῖος· τὸ φύλαιος· δείλαιος προπαροξύτονα, καὶ τὸ ἐλαιὸς ὀξύτονον, κατὰ τόνον μόνον διήλλαξεν.

Τὰ διὰ τοῦ αιος τρισύλλαβα προπερισπώμενα ἔχοντα κατʼ ἀρχὴν δύο σύμφωνα ἢ καὶ πλείονα, εἴτε κατὰ σύλληψιν, εἴτε κατὰ διάστασιν, διὰ τῆς αι διφθόγγου γράφονται· οἷον, Ἀγκαῖος· Ἀνταῖος· Ἀρναῖος· Τυμφαῖος ὄνομα ἔθνους· Τριγκαῖος· ἐρσαῖος· Ἑρμαῖος· ἀρχαῖος· Δικταῖος· Ἀλκαῖος· Μενδαῖος· βαρκαῖος εἶδος ἰχθύος.

Τὰ διὰ τοῦ αιος τρισύλλαβα, ἔχοντα τὴν πρώτην τὴν διὰ τοῦ υ, προπερισπώμενα διὰ τῆς αι διφθόγγου γράφονται· οἷον, ὑλαῖος· χυδαῖος· Λυαῖος· Λυγαῖος ὄνομα κύριον προπαροξύτονον τὴν γραφὴν φυλάξαν τὸν τόνον ἤμειψεν.

Τὰ διὰ τοῦ αιος τρισύλλαβα, ἔχοντα ἐν τῇ πρώτῃ συλλαβῇ τὸ ι βραχὺ, προπερισπώμενα διὰ τῆς αι διφθόγγου γράφονται· Βιλλαῖος, ὄνομα ποταμοῦ· Ἰμαῖος ὄνομα κύριον· Νισαῖος· Πισαῖος· Κρισαῖος· Θιαῖος· οἷς ὅμοιον κατὰ τὴν γραφὴν τὸ φίλαιος· βίαιος· δίκαιος, εἰς καὶ κατὰ τὸν τόνον διήλλαξεν· ἐπιστατέον οὖν τὸ Τίμαιος· Νίκαιος ἐκτείνοντα τὸ ι.

Τὰ διὰ τοῦ αιος προπερισπώμενα, ἔχοντα πρὸ τῆς αι ἕν τι τῶν διπλῶν, ἢ τὸ σ διὰ τῆς αι διφθόγγου γράφονται· κολαξαῖος· Γαζαῖος· Στρεψαῖος, ὁ Ἑρμῆς παρὰ τῷ Ἀριστοφάνει παρὰ τὸ διεστράφθαι τὰς ὄψεις· Νισαῖος· χαρσαῖος Πισαῖος· Μουσαῖος· Δερσαῖος ὄνομα ἔθνους.

Τὰ παρʼ ἐπίρρημα διὰ τοῦ αιος διὰ τῆς αι διφθόγγου γράφονται· οἷον, πάλαι παλαιός· δηναιός χυδαῖος· ῥαγδαῖος· Ἀδαῖος· σταδαῖος ἀνταῖος· Ἀγκαῖος παρὰ τὸ ἀγκάς· μάταιος.

Τὰ διὰ τοῦ αιος ἀπὸ ῥημάτων, εἴτε κύρια, εἴτε προσηγορικὰ, καὶ προπαροξύνεται, καὶ διὰ τῆς αι διφθόγγου γράφονται· οἷον, τιμῶ Τίμαιος· λύω Λύαιος· ὀνόματα κύρια· ματῶ μάταιος· τὸ βέβαιος παρὰ τὸ βιβῶ βίβαιος, καὶ τροπῇ Αἰολικῇ τοῦ ι εἰς ε ὡς ἀγχίμαχοι ἀγχέμαχοι· ἀδίκαστος ἀδέκαστος, γέγονε βέβαιος.

Τὰ διὰ τοῦ οιος ὀξύτονα ὑπὲρ δύο συλλαβὰς διὰ τῆς οι διφθόγγου γράφονται· οἷον, κολοιός· ψοθοιὸς ὁ ἀκάθαρτος· τὸ Ζάτοιος· Ἄθοιος κύρια ὄντα προπαροξύνονται· οἷς ὅμοιον καὶ τὸ τραπέζοιος, Βοιωτιακὸν ὂν, καὶ κατὰ τόνον καὶ κατὰ τὴν γραφήν.

Τὰ διὰ τοῦ οιος ὑπὲρ δύο συλλαβὰς προπερισπώμενα, εἴτε κύρια, εἴτε προσηγορικὰ, διὰ τῆς οι διφθόγγου γράφονται· οἷον, ἀλλοῖος· αἰδοῖος· ἑτεροῖος· γελοῖος· ἠοῖος ὁ τῆς ἠούς· ὁποῖος· ὁμοῖος· τοῦτο οἱ νεώτεροι Ἀττικοὶ δὲ προπαροξύνουσιν.

Τὰ διὰ τοῦ ινδος, εἴτε δισύλλαβα, εἴτε ὑπὲρ δύο συλλαβὰς, διὰ τοῦ ι γράφονται· οἷον, Ἰνδός· Ἄλινδος· Ἴσινδος πόλις Μακεδονίας· Ἄρινδος ὄνομα ποταμοῦ· Βερέκινδος.

Τὰ διὰ τοῦ ηθος δισύλλαβα διὰ τοῦ η γράφονται· Λῆθος ὄνομα κύριον· Σῆθος ὄνομα ποταμοῦ Σκυθίας· Ζῆθος ὄνομα κύριον· σεσημείωται τὸ λίθος ἐπὶ τῆς πέτρας, καὶ τὸ πίθος διὰ τοῦ ι γραφόμενα.

Τὰ διὰ τοῦ οθος δισύλλαβα διὰ τοῦ ο μικροῦ γράφονται· νόθος· πόθος· ῥόθος· ψόθος ὁ ψόφος· μόθος· Κόθος ὄνομα κύριον· σεσημείωται τὸ κῶθος τὸ προσηγορικὸν διὰ τοῦ ω μεγάλου γραφόμενον· δηλοῖ δὲ τὸν κωβίον.

Τὰ διὰ τοῦ υθος δισύλλαβα διὰ τοῦ υ ψιλοῦ γράφονται, εἰ καὶ σπάνιοι αἱ λέξεις· οἷον μῦθος, τοῦτο ἐκτείνει τὸ υ· ζύθος ὁ ἐκ κριθῆς οἶνος· γνύθος τὸ κοῖλον τῆς πέτρας καὶ ὁ βοθρός· τὸ βυθὸς τὴν γραφὴν φυλάξαν τὸν τόνον ἤμειψεν.

Τὰ διὰ τοῦ διος ὑπὲρ δύο συλλαβὰς ἁπλᾶ προπαροξύτονα, εἴτε κύρια, εἴτε προσηγορικὰ, μὴ ὄντα μετουσιαστικὰ, ἢ ἀπὸ ῥημάτων παρηγμένα διὰ τοῦ ι γράφονται· οἷον, παυρίδιος· τυμβίδιος· ῥαΐδιος ῥηίδιος· φωρίδιος· μαψίδιος· σχέδιος· Ἀρκάδιος· νυμφίδιος· ὠμίδιος καὶ ἐπωμίδιος· εἰ γὰρ καὶ λέξις συνετέθη ἀλλὰ τοῦ ἁπλοῦ τὴν γραφὴν ἐφύλαξεν· μηνυνθάδιος· Ἐξάδιος· ἴδιος· Κνίδιος ὁ ἀπὸ τῆς Κνίδου, ὡς καὶ Ῥόδιος ὁ ἀπὸ τῆς Ῥόδου· τὸ ἐρῳδιὸς τὴν γραφὴν φυλάξαν τὸν τόνον ἤμειψεν, ὀξύνεται γὰρ καὶ τὴν τρίτην ἀπὸ τέλους ἔχει διὰ τῆς ῳ διφθόγγου· λέγεται δὲ καὶ ῥῴδιος τρισυλλάβως παρὰ τοῖς παλαιοῖς· πρόσκειται μὴ ὄντα μετουσιαστικὰ διὰ τὸ κνίδειος καρπὸς, ἤγουν ὁ τῆς κνίδης, καὶ σίδειος κλάδος ὁ τῆς σίδης· πρόσκειται μὴ ἀπὸ ῥήματος, διὰ τὸ ἐπιτηδεύω ἐπιτήδειος διὰ τῆς εἰ διφθόγγου γραφόμενα.

Τὰ διὰ τοῦ ωνιος ὑπὲρ δύο συλλαβὰς προπαροξύτονα κύριά τε καὶ προσηγορικὰ, μὴ σημαίνοντα μέρος σωματικὸν, διὰ τοῦ ι γράφονται, καὶ τὴν τρίτην ἀπὸ τέλους διὰ τοῦ ω μεγάλου· Ἑλικώνιος· Κιθαιρώνιος· Ἀπολλώνιος· Μαραθώνιος· ἐναγώνιος· Ἀμμώνιος· αἰώνιος· Πλευρώνιος· Σιδώνιος· Λαβρώνιος εἶδος ἐκπώματος· Τροφώνιος· πρόσκειται μὴ ὄντα μετουσιαστικὰ διὰ τὸ χελώνειος καὶ ἀχελώνιος οὐρά· τοῦτο γὰρ διὰ τῆς ει διφθόγγου γράφεται, μέρος γάρ ἐστι σωματικόν· δεῖ προσθεῖναι τῷ κανόνι, ὁπότε ἡ πρωτότυπος φωνὴ τοῦ ὀνόματος φυλάττει τὸ ω, ἐὰν γὰρ ἡ πρωτότυπος φωνὴ τοῦ ὀνόματος τρέψῃ τὸ ω εἰς ο ἐπὶ γενικῆς, τότε καὶ ἡ τρίτη ἀπὸ τέλους ἔχει τὸ ο μικρόν· οἷον, Μακεδὼν Μακεδόνος Μακεδόνιος· δαίμων δαίμονος δαιμόνιος· Σαρπηδὼν Σαρπηδόνος Σαρπηδόνιος.

Καθόλου τὰ διὰ τοῦ νιος ὑπὲρ δύο συλλαβὰς, μὴ σημαίνοντα μέρος σωματικὸν, μήτε μετουσίαν δηλοῦντα, διὰ τοῦ ι γράφονται· Τιτάνιος· Γερήνιος· Ἑλλήνιος· Τροιζήνιος· παρθένιος· πυθμένιος· Λυκαόνιος· Σαλαμίνιος· Ἐλευσίνιος· τὸ κλονίος καὶ τὸ μονιὸς τὴν γραφὴν τὴν αὐτὴν φυλάξαντα τὸν τόνον ἤμειψεν· τὸ μὲν γὰρ παροξύνεται· τὸ δὲ μονιὸς ὀξύνεται· δεχόμενον δὲ καὶ αὐτὸ πλεονασμὸν τοῦ υ ἐν τῷ «μούνιος ὕπνος·» πρόσκειται μὴ σημαίνοντα μέρος σωματικὸν διὰ τὸ χήνειος κάρα· ὄνειος δορά· ταῦτα γὰρ καὶ τὰ ὅμοια διὰ τῆς ει διφθόγγου γράφονται· πρόσκειται μετουσιαστικὰ, διὰ τὸ δάφνειος καρπός· σχίνειος κλάδος· καὶ αὐτὰ γὰρ διὰ τῆς εἰ διφθόγγου γράφονται· ἡ δὲ τρίτη ἀπὸ τέλους ἡ αὐτή ἐστι τοῖς πρωτοτύποις· ὡς ἐπιστήσας εὑρήσειας.

Τὰ διὰ τοῦ κιος ἀπὸ τῶν εἰς ξ ληγόντων γινόμενα, μὴ ὄντα μετουσιαστικὰ, ἢ μέρος σωματικὸν δηλοῦντα, διὰ τοῦ ι γράφονται· οἷον, Φαίαξ Φαίακος Φαιάκιος· Κίλιξ Κίλικος Κιλίκιος· Θρήιξ Θρήικος Θρηίκιος· Νάρυξ Νάρυκος Ναρύκιος· πρόσκειται μὴ ὄντα μετουσιαστικὰ, διὰ τὸ σμίλαξ, σμιλάκειος βλαστὸς διὰ τῆς ει διφθόγγου γραφόμενον· σμίλαξ δέ ἐστιν εἶδος φυτοῦ· ἐπὶ δὲ μέρους σωματικοῦ διὰ τὸ πέρδιξ πέρδικος περδίκειος κάρα, γραφόμενον καὶ αὐτὸ διὰ τῆς ει διφθόγγου.

Τὰ ἀπὸ τῶν εἰς ρ ληγόντων διὰ τοῦ ριος γινόμενα, διὰ τοῦ ι γράφονται· τῆς τρίτης ἀπὸ τέλους ἀπὸ τῆς παραληγούσης τῆς γενικῆς θεωρουμένης· οἷον, ἀὴρ ἀέρος ἀέριος· αἰθὴρ αἰθέρος αἰθέριος· σωτὴρ σωτῆρος σωτήριος· ὀλετὴρ ὀλετῆρος ὀλετήριος· μάκαρ μάκαρος μακάριος.

Τὰ ἀπὸ τῶν εἰς ος ἀρσενικῶν τε καὶ θηλυκῶν διὰ τοῦ ιος γινόμενα, μήτε μετουσίαν ἢ μέρος σωματικὸν δηλοῦντα, διὰ τοῦ ι γράφονται· Ῥόδος Ῥόδιος· Σάμος Σάμιος· Αἴγυπτος Αἰγύπτιος· Δῆλος Δήλιος· Κύπρος Κύπριος· τόπος τόπιος καὶ ἐντόπιος· οὐρανὸς οὐράνιος· Ἄψινθος Ἀψίνθιος ἐπὶ τοῦ ἔθνους· Πύλος Πύλιος· πρόσκειται μὴ σημαίνοντα μέρος σωματικὸν, διὰ τὸ ἀνθρώπιος χείρ· βόειος κάρα· μήτε μετουσίαν, διὰ τὸ χρύσειος ἦλος· ἀργύριος δίσκος· σιδήρειος λόγχη· ταῦτα γὰρ καὶ τὰ ὅμοια διὰ τῆς ει διφθόγγου γράφονται.

Καθόλου πᾶν μετουσιαστικὸν ἢ μέρος σωματικὸν δηλοῦν, διὰ τῆς ει διφθόγγου γράφονται· σημειωτέον δὲ ὅτι μετουσιαστικὰ ἐπὶ ἀψύχων· τὰ δὲ μέρος σωματικὸν δηλοῦντα ἀπὸ ἐμψύχων παράγονται· χάλκειος· χρύσειος· ἀργύρειος· σιδήρειος· χήνειος πούς· βόειος κάρα· βρόβειος οὐρά· καὶ παραιτοῦμαι τῶν παραδειγμάτων τὸ πλῆθος διὰ τὸ εὐσύνοπτον.

Τὰ διὰ τοῦ σιος ἅπαντα, πλὴν τῶν μετουσιαστικῶν καὶ τῶν δηλούντων μέρος σωματικὸν, διὰ τοῦ ι γράφονται· οἷον, διπλάσιος· ἀσπάσιος· ταράσιος· ἀμβρόσιος· ἱκέσιος· ἀνάρσιος· Ἐφέσιος· Συρακόσσιος, οὕτω γὰρ Ἡρωδιανὸς ἐν τῇ καθόλου διὰ δύο σσ καὶ διὰ τοῦ ο γράφων τὸ ὄνομα παραδίδωσι· δημόσιος· διαπρύσιος· ὁμοίως καὶ τὰ ἐπὶ ἀριθμῶν διὰ τοῦ σιος· διακόσιοι· τριακόσιοι· πεντακόσιοι· εἶπον μὴ σημαίνοντα μέρος σωματικὸν ἢ μετουσίαν, διὰ τὸ νήσειος κάρα· χρύσειος στρατὸς, διὰ τῆς ει διφθόγγου γραφόμενα.

Τὰ διὰ τοῦ τιος, εἴτε κύρια, εἴτε προσηγορικὰ, μὴ ὄντα μετουσιαστικὰ, διὰ τοῦ ι γράφονται· οἷον, Ὑπάτιος· Εὐστράτιος· Ἀέτιος· Φιλοίτιος· Μενοίτιος· ὑστάτιος· ὁσσάτιος· Μελέτιος· Ἀχερόντιος· γερόντιος· πρόσκειται μὴ ὄντα μετουσιαστικὰ, διὰ τὸ ἐλάτειος κλάδος, διὰ τῆς ει διφθόγγου γραφόμενον.

Τὰ κατὰ διάλυσιν τῶν ἀπὸ τῶν διὰ τοῦ ειος, καὶ ἔκτασιν τοῦ ε εἰς τὸ η ὁμοίως, καὶ ὅσα ἀπὸ τῶν διὰ τοῦ ῳος κτητικῶν, διὰ τοῦ η γράφει τὴν παραλήγουσαν, καὶ τὴν τρίτην ἀπὸ τέλους ἔχει διὰ τοῦ η, ἢ διὰ τοῦ ω· ὁμοίως δὲ καὶ ὅσα ἔχει ἀπὸ πλεονασμοῦ τὸ η κατὰ τὴν τρίτην ἀπὸ τέλους· οἷον, δήιος, τοῦτο ἀπὸ πλεονασμοῦ ἀπὸ τοῦ δῖος· Κίηος ὁμοίως ἐκ τοῦ Κῖος· νήιος· Τήιος βασιλήιος· Ἰλήιος χαλκήιος· Ὀδυσσήιος· ἀρχήιος· αἰζήιος· πλεονάσαν γὰρ τὸ ι, οὐ τὸ η, ἀνεβίβασε τὸν τόνον, ὡς φησὶν Ἡρωδιανὸς ἐν τῇ καθόλου· λώιος· Κώιος· πατρώιος· ἡρώιος· Τρώιος· Μινώιος· Λητώιος.

Τὰ διὰ τοῦ ηλιος ἢ ωλιος, μὴ ὄντα μετουσιαστικὰ, μὴ σημαίνοντα μέρος σωματικὸν, διὰ τοῦ ι γράφει τὴν παραλήγουσαν, καὶ τὴν πρὸ αὐτῆς διὰ τοῦ η, ἢ διὰ τοῦ ω· οἷον, κειμήλιος· γαμήλιος· Ταργήλιος· ἀπατήλιος· Σετήλιος ὄνομα ἔθνους· ἐτώλιος· ἀφώλιος· εἶπον μὴ ὄντα μετουσιαστικὰ, διὰ τὸ μήλειος κλάδος· μὴ ἐπὶ μέρους σωματικοῦ ταττόμενα, διὰ τὸ καμήλειος ποὺς, διὰ τῆς ει διφθόγγου γραφόμενα.

Τὰ διὰ τοῦ ελιος μὴ ὄντα μετουσιαστικὰ, διὰ τοῦ ι γράφεται, καὶ τὴν τρίτην ἀπὸ τέλους διὰ τοῦ ε· οἷον, θεμέλιος· ἠέλιος· νυκτέλιος· ἀεικέλιος εἶπον μὴ ὄντα μετουσιαστικὰ, διὰ τὸ ἀμπέλειος βότρυς, διὰ τῆς ει διφθόγγου γραφόμενον.

Τὰ διὰ τοῦ λιος τρισύλλαβα ὀξύτονα διὰ τοῦ ι γράφονται· οἷον, πολιός· φαλιός· σκολιός· λαλιός· βαλιός· πελιός.

Τὰ παρὰ μέλλοντα διὰ τοῦ ιος γινόμενα διὰ τοῦ ι γράφονται· οἷον, ἅζω τὸ σέβομαι ἅσω ἅσιος, καὶ τροπῇ τοῦ α εἰς ο ὅσιος· ἀσπάσω ἀσπάσιος· ἀλέξω ἀλέξιος· κτήσω κτήσιος· μνήσω μνήσιος· τὸ δεξιὸς καὶ ἀνεψιὸς κατὰ τόνον μόνον διήλλαξεν.

Τὰ διὰ τοῦ ιος τρισύλλαβα προπαροξύτονα, ἔχοντα ἐν τῇ πρώτῃ συλλαβῇ τὸ υ, διὰ τοῦ ι γράφονται· οἷον· κύριος· Σύριος· Τύριος· Κύπριος· νύχιος· Στύγιος· Μύσιος· Πύθιος· βύθιος· δύιος· κύκλιος· μύριος, ἡ τῶν δέκα χιλιάδων ἀπαρίθμησις· ἐπὶ γὰρ τοῦ ἀορίστου παροξύνεται, ὁμοίως καὶ τὸ νυμφίος καὶ νύμφιος· ἐπὶ μὲν γὰρ τοῦ οἰκοῦ ἐν ᾧ ὁ νυμφίος, προπαροξύνεται, ἐπὶ δὲ αὐτοῦ τοῦ νυμφίου παροξύνεται· προσκείσθω δὲ τῷ κανόνι εἰς τελειότητα, τὸ μὴ μέρος σωματικὸν σημαίνειν, διὰ τὸ κύκνειος ποὺς διὰ τῆς ει διφθόγγου γραφόμενον.

Τὰ παρʼ ἐπίρρημα διὰ τοῦ ιος προπαροξύτονα διὰ τοῦ ι γράφονται· οἷον, ἶφι ἴφιος· πρωὶ πρώιος· σχεδὸν σχέδιος· ἐκτάδην ἐκτάδιος· ἀμφαδὸν ἀμφάδιος· ἐταδὸν ἐτάδιος· σταδὸν στάδιος· ὀπίσθιος· νοσφίδιος· ἀεὶ ἀΐδιος, κατὰ συστολὴν τῆς ει διφθόγγου εἰς τὸ ι· ῥηίδιος· μαψίδιος· τὸ ἀντίος μόνον κατὰ τόνον παρήλλαξε παροξυνόμενον.

Τὰ διὰ τοῦ ιος τρισύλλαβα παροξύτονα ἀπὸ μακρᾶς ἀρχόμενα διὰ τοῦ ι γράφεται· οἷον, Βάκχιος· Μούλιος, οὐ τὸ σωματικὸν μέρος, ἐκεῖνο γὰρ διὰ τῆς ει διφθόγγου· Αἴνιος· Φήμιος, καὶ Εὐφήμιος· Λάιος· ἄγριος· Αἴλιος· μάντιος· τὸ ἐρχίος· ἀντίος τοῖς λοιποῖς ἐναντία μόνον κατὰ τόνον.

Τὰ διὰ τοῦ εδος κύρια ἐπὶ πόλεων τιθέμενα, ὑπὲρ δύο συλλαβὰς προπαροξύτονα ἁπλᾶ διὰ τοῦ ι γράφονται· οἷον, Τένεδος· Λέβεδος· Κάπεδος.

Τὰ διὰ τοῦ ιθος ὑπὲρ δύο συλλαβὰς ἁπλᾶ διὰ τοῦ ι γράφονται· οἷον, λέπιθος· λέκιθος· ἔριθος· θωνέκιθος· Πεπάριθος· Ἄριθος· Κάνιθος· Σέβιθος ὄνομα ποταμοῦ· ὀλόκιθος· Λάπιθος.

Τὰ διὰ τοῦ υθος ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, ἄκυθος ἡ ἠμίονος, παρὰ τὸ μὴ κύειν· Μίκυθος ὄνομα κύριον· μαμμάκυθος ὁ μωρός.

Τὰ διὰ τοῦ αιθος ὑπὲρ δύο συλλαβὰς διὰ τῆς αι διφθόγγου γράφονται· οἷον, Σίμαιθος, ὄνομα ποταμοῦ· Ἀρίαιθος· Κύναιθος ὄνομα κύριον· Τενέαιθος ὄνομα ποταμοῦ· Ὀλίγαιθος.

Τὰ εἰς κος ὀξύτονα κτητικὰ διὰ τοῦ ι γράφονται· οἷον, Ὁμηρικός· δουλικός· βασιλικός· δεσποτικός· πλὴν τοῦ βοεικός· Δαρεικός· Δεκελεικός· Κεραμεικὸς, διὰ τῆς ει διφθόγγου γραφομένων, καὶ τοῦ μαληκὸς διὰ τοῦ η, ἀπὸ τοῦ μαλακὸς γεγενημένου τροπῇ τοῦ α εἰς η.

Τὰ εἰς κος δισύλλαβα βραχεῖ διχρόνῳ παραληγόμενα σπάνιά ἐστι μονογενῆ ὄντα· οἷον, λύκος· κρίκος· Μύκος, ὄνομα ἔθνους.

Εἰς κος λῆγον ὑπὲρ δύο συλλαβὰς τὸ ε παραληγόμενον τὸ ἀλώπεκος ἀπὸ γενικῆς μεταβᾶν εἰς εὐθεῖαν.

Τὰ εἰς κος λήγοντα καθαρὸν ὑπὲρ δύο συλλαβὰς τὸ ο παραληγόμενα σπάνιά ἐστι, καὶ σχεδὸν ἐν περιλήψει· ἔστι γὰρ τὸ Καππάδοκος· λέγεται γὰρ τὸ ὄνομα τριχῶς· ὁ Καππάδοκος, ὁ Καππάδοξ, ὁ Καππαδόκης· ἔστι δὲ καὶ Σπάρδοκος, Θρᾴκιον δὲ τὸ ὄνομα· δοίδοκος· διόδοκος· ξεινόδοκος· Δημόδοκος ὄνομα κύριον.

Τὰ εἰς κος λήγοντα ὑπὲρ δύο συλλαβὰς, τὸ ο παραληγόμενα ἢ τὸ ω, ὀλιγιστά εἰσι, καὶ ἐν περιλήψει ποσότητος εἰρήμενα· εἴσι δὲ καὶ βαρύτονα· Ἄτρικος πόλις Κρητική· μάλικος ὄνομα ὀρνέου βαρυτονούμενον· ὀξυνόμενον δὲ ἀπὸ τοῦ μαλακὸς γέγονεν τροπῇ τοῦ α εἰς η· πίθηκος· Πίληκος νήσου ὄνομα· Ζάληκος ὄνομα ποταμοῦ· Κάθωκος ὄνομα ἥρωος, ὥσπερ καὶ τὸ Ἰολκὸς ὀξύτονον, εἰ καὶ μὴ καθαρὸν ἔχει τὸ ω.

Τὰ εἰς κος λήγοντα καθαρὸν βαρύτονα, εἴτε κύρια, εἴτε προσηγορικὰ, μὴ κτητικῆς ἐννοίας ἐχόμενα, διὰ τοῦ ι γράφονται· καὶ ὅσα μὲν μακρὸν ἔχει τὸ ι σημειούμεθα· ὡς ἔχει τὸ Αἰνικὸς ὄνομα ποιητοῦ· Κάικος· Γρήνικος ὀνόματα ποταμῶν· Ἑλλάνικος· Φίλικος ὄνομα κύριον· τὸ γὰρ κτητικὸν ὀξύνεται, καὶ βραχὺ ἔχει τὸ ι· τὸ Καμικὸς ὄνομα ποταμοῦ ἐν Σικελίᾳ ὀξυνόμενον, καὶ διὰ τοῦ ι γραφόμενον, ἀμφίβολον ἔχει τὸν χρόνον τοῦ ι· τοιοῦτον δὲ καὶ τὸ Παλικὸς ὀξύτονον, καὶ αὐτὸ πόλις Σικελικὴ ἐφʼ ᾗ οἱ ἀπυθμένες κρατῆρες· τὰ δὲ ἔχοντα βραχὺ τὸ υ, ἔστι ταῦτα· ἀνθέρικος· ἀνθιήνικος· Σώρικος ὄνομα λιμένος· Ἔρικος ὄνομα κύριον· Τεμικὸς ὄνομα πόλεως Κρητικῆς· Λυκάνικος ὄνομα ποταμοῦ· ἀσφάδικος· τὸ Θωρικὸς οἱ πλείους ὀξύνουσι.

Τὰ εἰς κος λήγοντα καθαρὸν ὑπὲρ δύο συλλαβὰς, εἴτε κύρια, εἴτε προσηγορικὰ, εἴτε ἐπίθετα, μὴ ἔχοντα κατʼ ἰδίαν θηλυκὰ, οὐκ οἶδεν ἐν τῇ πρὸ τέλους τὴν οι δίφθογγον· οἷον, Ἴβυκος· Ἄμυκος· Κώρυκος· Σίμυκος· Δίνυκος ὄνομα πόλεως· Σίτυκος· Ἁρπάλυκος ὄνομα κύριον· Εὔτυκος· Ἐλίσυκος ὄνομα ἔθνους· Κήρυκος ὄνομα κύριον· πλὴν τοῦ σόλοικος· τὸ θηλυκός· Λιβυκός· ἁλυκὸς, τὴν γραφὴν φυλάξαντα τὸν τόνον καὶ τὴν σημασίαν ἐνήλλαξαν, κτητικῆς ὕλης τυγχάνοντα.

Τὰ εἰς κος λήγοντα ὑπὲρ δύο συλλαβὰς, ἔχοντα πρὸ τοῦ κ τὸ σ, τὸ υ παραλήγεται, ἐνίοτε δὲ καὶ τὸ υ, καὶ παροξύνεται· σατυρίσκος· παιδίσκος· οὐρανίσκος· ἀστερίσκος· τὸ ἀργησκὸς σεσημείωται διὰ τοῦ η γραφόμενον καὶ ὀξυνόμενον.

Τὰ διὰ τοῦ αικος ὑπὲρ δύο συλλαβὰς, σπάνια· τὰ δὲ ὄντα, διὰ τῆς αι διφθόγγου γράφονται· οἷον, Φάλαικος· Πάταικος· Μίθαικος ὄνομα κύριον· μόνον τὸ ἀλώπεκος σεσημείωται διὰ τοῦ ε ψιλοῦ.

Τὰ διὰ τοῦ ηλικος τρισύλλαβα πυσματικὰ δύο ἐστί· τὸ πηλίκος· ἡλίκος, καὶ τὸ ὁπήλικος ἀναφορικὸν τετρασύλλαβον· τὰ πάντα δὲ τὴν μὲν πρὸ τέλους γράφει διὰ τοῦ ι, καὶ τὴν πρὸ αὐτῆς διὰ τοῦ η, καὶ δασύνει τὰ κατʼ ἀρχὴν φωνήεντα.

Τὰ διὰ τοῦ ιλος δισύλλαβα μονογενῆ, εἴτε κύρια, εἴτε προσηγορικὰ βαρύτονα, διὰ μακροῦ τοῦ ι γράφεται· οἷον, Ἶλος τὸ κύριον· ἐπὶ γὰρ τῆς καταδύσεως τοῦ θηρίου ὀξύνεται· πῖλος· κτῖλος· Βρῖλος ὄνομα κύριον· Μῖλος ὄνομα νήσου· φίλος· τοῦτο συστέλλει τὸ ι· κτῖλος ὁ προηγούμενος τῶν προβάτων κριός· οἷς ὅμοιον τὸ ψιλός· χιλός· εἰ καὶ περὶ τὸν τόνον διήλλαξεν· τὸ δειλὸς ἀπὸ τοῦ δέος διὰ τῆς ει διφθόγγου γράφεται· σεσημείωται τὸ Τῆλος ὄνομα κύριον λιμένος καὶ πόλεως· Μῆλος· Βῆλος ὁ Ζεύς· δῆλος ὁ φανερός· Σφῆλος ὄνομα κύριον· ἧλος τὸ δασυνόμενον· Ἦλος τὸ κύριον, ὃ καὶ ψιλοῦται.

Τὰ διὰ τοῦ ηλος δισύλλαβα ἔχοντα ἐν τῇ πρώτῃ ἄφωνον διὰ τοῦ η γράφονται· χηλός· βηλός· πηλός· φηλός· τούτοις ὅμοιον καὶ τὸ δηλὸς ἀπὸ τοῦ δέελος γεγονὸς κατὰ συναίρεσιν τῶν δύο εε εἰς η.

Καθόλου τὰ διὰ τοῦ υλος δισύλλαβά τε καὶ ὑπὲρ δύο συλλαβὰς, ὀξύτονά τε καὶ παροξύτονα, πλὴν τοῦ κοῖλος· τοῦτο γὰρ διὰ τῆς οι διφθόγγου γράφεται, ὅτι εὕρηται καὶ ἐν διαλύσει κόιλον· τὰ λοιπὰ πάντα διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, μυλός· τύλος· στύλος· γρύλος· σύλος· θρύλος· χύλος· δάκτυλος· σπόνδυλος· Βάκχυλος· Πάπυλος· Αἰσχύλος· αἱμύλος· Ῥώμυλος· στώμυλος· κήρυλος, ὁ τῶν ἀλκυόνων ἄρρην· Βετύλος ὁ λίθος ὃν ὁ Κρόνος κατέπιεν· κρώβυλος· δείμυλος· θηβύλος· Σίπυλος· τίτυλος· νικάσυλος· Ὀνήσυλος.

Τὰ διὰ τοῦ υλλος διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, Ὕλλος· ψύλλος σκύλλος· Λύλλος ὄνομα κύριον· εἴρηται δὲ περὶ τούτων κἂν τοῖς καθολικωτέροις κανόσι.

Τὰ διὰ τοῦ ελος, εἴτε τρισύλλαβα, εἴτε ὑπὲρ τρεῖς συλλαβὰς, βαρύτονά τε καὶ ὀξύτονα, διὰ τοῦ ε ψιλοῦ γράφονται· εἴκελος· ἄγγελος· Σθένελος· ἄμπελος· πύελος· σφάκελος· σκόπελος· ἀσφόδελος· Κύψελος· μυελός· πτυελός· ὀβελός· Σικελός.

Τὰ διὰ τοῦ ηλος ὑπὲρ δύο συλλαβὰς προπαροξύτονα κύριά τε καὶ προσγορικὰ διὰ τοῦ η γράφονται· οἷον, Κάρμηλος ὄνομα ὄρους· τράχηλος· κάπηλος· πάσηλος· φάσηλος· κάμηλος· βέβηλος.

Τὰ διὰ τοῦ ηλος ὀξύτονα ὑπὲρ δύο συλλαβὰς, διὰ τοῦ η γράφονται· οἷον, μιμηλός· σιγηλός· ὑψηλός· χαμηλός· ἀπατηλός· ἰδρηλός· ὀμβρηλός· ὀκνηλός.

Τὰ διὰ τοῦ ιλος ὑπὲρ δύο συλλαβὰς πρὸ τέλους ἔχοντα τὸν τόνον διὰ τοῦ ι γράφονται· Ζωίλος· Καδμίλος· Τρωίλος· ναυτίλος· βανδίλος· πενθίλος· ὀργίλος· Μυρτίλος· Χοιρίλος· φρυγίλος.

Τὰ διὰ τοῦ ιλλος δισύλλαβά τε καὶ ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ ι γράφονται· οἷον, σίλλος· Βίλλος· Στίλλος τὸ ἔθνος· Κύριλλος· Μέγιλλος· Ἀΐλλος· Πέριλλος· Σόφιλλος· Ἀνάσιλλος· Τήριλλος· Ἔπιλλος· Δώριλλος· Πράστιλλος.

Τὰ διὰ τοῦ υλος δισύλλαβα βαρύτονα, κύριά τε καὶ προσηγορικὰ διὰ τοῦ ω μεγάλου γράφονται· οἷον, Πῶλος τὸ κύριον ὄνομα· βῶλος ὁ τῆς γῆς· Σκῶλος· Στῶλος πόλις Θρᾴκης· Τμῶλος· μῶλος· κῶλος τὸ σωματικόν· Χῶλος τὸ κύριον καὶ τὸ ὀξύτονον· ψῶλος· τὸ χόλος· ψόλος ἡ ἀσβόλη· βόλος· πόλος· κόλος· μόλος· στόλος· πρὸς ἀντιδιαστολὴν τῶν κυρίων τε καὶ ἐπιθέτων τὸ σόλος· θόλος· ὅλος· σεσημείωται διὰ τοῦ ο μικροῦ· ἐπιστήσεις δὲ ὅτι τὸ μὲν θόλος βαρυνόμενον ἐπὶ οἰκοδομῆς· τὸ δὲ ὀξυνόμενον ἐπὶ ὕδατος τεταραγμένου λαμβάνεται· καὶ τὸ ὅλος βαρυνόμενον μὲν καὶ δασυνόμενον, περιληπτικόν τι δηλοῖ· ψιλούμενον δὲ καὶ ὀξυνόμενον ποικίλην ποιεῖ τὴν σημασίαν· δηλοῖ δὲ τὸν πηλὸν, τὸν ῥύπον, τὸν μολυσμὸν, καὶ τῆς σηπίας τὸ μέλαν.

Τὰ διὰ τοῦ ωλος ὑπὲρ δύο συλλαβὰς, εἴτε βαρύτονα, εἴτε ὀξύτονα, ἁπλᾶ ὄντα διὰ τοῦ ω μεγάλου γράφονται· οἷον, Κίμωλος, ὄνομα νήσου· Μαύσωλος· φάκωλος ὁ θύλακος· Μαγδωλὸς ὄνομα πόλεως· Ἐτέωλος ὄνομα λιμένος· Ἄρρωλος ὄνομα πόλεως· ἕωλος· φειδωλός· Αἰτωλός· ἁμαρτωλός· Πακτωλός· Σπαρτωλός· πρόσκειται ἁπλᾶ διὰ τὰ σύνθετα· ἐκηβόλος· ἀσβόλος· διάβολος, διὰ τοῦ ο μικροῦ γραφόμενα, καὶ εἴτι ὅμοιον.

Τὰ διὰ τοῦ ημος δισύλλαβα κύριά τε καὶ προσηγορικὰ βαρύτονα διὰ τοῦ η γράφονται· οἷον, Κνῆμος ὄνομα κύριον· Φῆμος· Ῥῆμος ὄνομα ποταμοῦ· κημὸς τὸ ἐπιτιθέμενον τοῖς ἵπποις ἐν στόματι· δηλοῖ δὲ καὶ πλέγμα ἐκ σχοινίου· δῆμος τὸ πλῆθος βαρύτονον, ἐπὶ γὰρ τοῦ λίπους, ὀξύνεται, ἀμφότερα δὲ διὰ τοῦ η· τὸ φιμός· σιμός· λιμὸς ὀξύτονα οὐκ ἀντίκειται γραφόμενα διὰ τοῦ ι· τὸ μῖμος· βρῖμος· πρίμος σεσημείωται ὅτι καὶ βαρύνεται καὶ διὰ τοῦ ι γράφεται· τὸ δεῖμος ἐπὶ τοῦ φόβου διὰ τῆς ει διφθόγγου· γέγονεν γὰρ παρὰ τὸ δέος δέιμος, καὶ κατὰ συναίρεσιν δεῖμος.

Τὰ διὰ τοῦ υμος δισύλλαβα ὀξύτονα, τῷ υ ἐκτεταμένῳ παραλήγεται· θυμὸς ἡ ὀργὴ, ἐπὶ γὰρ τοῦ φυτοῦ βαρύνεται, καὶ τὴν αὐτὴν φυλάττει γραφήν· ῥυμὸς ἐπὶ τῆς ἁμάξης· χυμός· δρυμός· σεσημείωται τὸ λοιμὸς διὰ τῆς οι διφθόγγου γραφόμενον.

Τὰ διὰ τοῦ ωμος δισύλλαβα ὀξύτονα ἀπὸ συμφώνου ἀρχόμενα, καὶ ἐπὶ οὐσίας τιθέμενα, διὰ τοῦ ω μεγάλου γράφονται· οἷον, μωμός· ζωμός· ψωμός· θωμὸς ὁ σωρός· οἷς ὅμοιον καὶ τὸ βρῶμος ἐπὶ τοῦ χόρτου βαρύτονον, ἐπὶ γὰρ τοῦ ἤχου διὰ τοῦ ο μικροῦ βαρύτονον· παρὰ γὰρ τὸ βρέμω βρόμος, ὡς τρέμω τρόμος· καὶ ὅτι οὐκ ἔστιν ἐπὶ οὐσίας· τὸ ὠμὸς ἐπὶ τοῦ σκληροῦ διὰ τοῦ ω, εἰ καὶ μὴ ἀπὸ συμφώνου ἤρξατο, καὶ οὐσίαν ὑπισχνεῖται· τὸ κῶμος ἀπὸ συμφώνου ἀρξάμενον, τὴν γραφὴν φυλάττον, τὸν τόνον καὶ τὴν σημασίαν παρήμειψεν· τὸ ὦμος ἐπὶ τοῦ σώματος τὴν σημασίαν φυλάξαν καὶ τὴν γραφὴν, περὶ τὸν τόνον διενήνοχε· σεσημείωται τὸ ὁμὸς ἐπὶ τοῦ ὁμοίου διὰ τοῦ ο μικροῦ γραφόμενον.

Καθόλου τὰ εἰς ος, εἴτε βαρύτονα, εἴτε ὀξύτονα, ἀπὸ ῥημάτων τὸ ε παραληγομένων γινόμενα, διὰ τοῦ ο μικροῦ γράφονται· βρέμω βρόμος· γέμω γόμος· τρέμω τρόμος· τέμνω τόμος· μένω μόνος· φένω τὸ φονεύω φόνος· πένω πόνος· νείφω τὸ χιονίζω νόφος, καὶ μετὰ τοῦ γ γνόφος· τέκω τόκος· μείρω τὸ μερίζω μόρος, καὶ πλεονασμὸς τοῦ τ μόρτος· καὶ κατὰ ἐναλλαγὴν τοῦ ρ μροτος· καὶ ἐπεὶ τὸ μ πρὸ τοῦ ρ οὔτε κατὰ σύλληψιν, οὔτε κατὰ διάστασίν ἐστιν εὑρεῖν, τέτραπται τὸ μ εἰς τὸ β, καὶ γέγονε βροτός· οὕτως Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς.

Τὰ εἰς μος δισύλλαβα διφθόγγῳ τῇ διὰ τοῦ ι παραληγόμενα, σπάνια καὶ ἐν ἀριθμῷ· ὁποῖον τί ἐστιν τὸ λοιμὸς ἀπὸ τοῦ λείπω γεγονὸς κατὰ ἐναλλαγὴν τοῦ π εἰς μ, καὶ τοῦ λαιμὸς ἀπὸ τοῦ λαύω· καὶ τοῦ δειμὸς, ἀπὸ τοῦ δεϊμός· καὶ τοῦ Αἷμος ὄνομα κύριον, ἀφʼ οὗ καὶ Αἷμος τὸ ὄρος ἐν Θρᾴκῃ, καὶ οἶμος ἐπὶ τῆς ὁδοῦ.

Τὰ διὰ τοῦ εμος ἁπλᾶ ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, ἄνεμος· πόλεμος· ἤρεμος· Ἔχεμος ὄνομα κύριον· τήλεμος· τρίλεμος· Ἰάλεμος· κάλλεμος· φάλεμος· ἄγρεμος· ἄνθεμος, ἐξ οὗ τὸ ἀνθεμόεις· καὶ τὸ θελεμὸς ὀξύτονον· πρόσκειται ἁπλᾶ διὰ τὸ ἄναιμος σύνθετον παρὰ τὸ αἷμα, καὶ εἴτι παρʼ αὐτὸ ἕτερον, σύναιμος· πολύαιμος.

Τὰ διὰ τοῦ ημος ἁπλᾶ οὐκ ἔστιν εὑρεῖν διὰ τοῦ η γραφόμενα, εἰ μὴ τὸ ἔρημος, ὅπερ καὶ αὐτὸ γέγονεν ἀπὸ τοῦ ἥρεμος κατὰ ἐναλλαγὴν τῶν στοιχείων· ἢ ἀπὸ τοῦ ἔρα ἔραμος, καὶ τροπῇ τοῦ α εἰς η ἔρημος· ἔρα δέ ἐστιν ἡ γῆ· καὶ τὸ Κέημος ὄνομα νήσου· πρόσκειται ἁπλᾶ διὰ τὸ σῆμα εὔσημος· ἄσημος· ἐπίσημος· φήμη εὔφημος· βλάσφημος· πάνδημος ὡς ἀπὸ τοῦ δῆμος· Νικόδημος· ἐπίδημος· τὰ δὲ ἁπλᾶ· οἷον, ἄλκιμος· κύδιμος· φαίδιμος· δόκιμος· καὶ τἄλλα τῶν παραδειγμάτων ἐῶ διὰ τὸ πλῆθος.

Τὰ διὰ τοῦ υμος προπαροξύτονα διὰ τοῦ υ ψιλοῦ γράφονται· Ἔλυμος· ἤδυμος· νήδυμος ἔτυμος ὁ ἀληθὴς, καὶ ἐν πλεονασμῷ τῆς τη συλλαβῆς ἐτήτυμος· δίδυμος· Σόλυμος· Πόλυμος ὄνομα κύριον· σκώλυμος· ἔρυμος ὁ ῥυμὸς ὅμοιον κατὰ γραφὴν οὐ κατὰ τόνον, ὀξύνεται γάρ.

Τὰ διὰ τοῦ οιμος τρισύλλαβα ὀξύτονα μὴ παρασχηματιζόμενα εἰς θηλυκὸν γένος διὰ τῆς οι διφθόγγου γράφονται· οἷον, ἀλοιμός· κυδοιμός· ἀμοιμὸς κατὰ ἐναλλαγὴν στοιχείων ἀπὸ τοῦ ἀμοιβός· σεσημείωται τὸ ἕτοιμος προπαροξυνόμενον καὶ διὰ τῆς οι διφθόγγου γραφόμενον· τριγενὲς γὰρ, καὶ τὸ ἀλύδοιμος.

Τὰ εἰς ος δισύλλαβα ἔχοντα ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ τὸ αὐτὸ σύμφωνον· διὰ τοῦ ι γράφεται· οἷον, Νίνος· μῖμος· Τίτος· τίτλος· βίβλος.

Τὰ εἰς ος ὑπὲρ δύο συλλαβὰς ἔχοντα ἐν τῇ ἀρχούσῃ καὶ ἐν τῇ μετὰ ταύτην τὸ αὐτὸ σύμφωνον διὰ τοῦ ι γράφονται· οἷον, διδάσκαλος· δίδυμος· Τίτανος· Σισίννιος· σεσημείωται τὸ σήσαμος διὰ τοῦ η.

Τὰ διὰ τοῦ ενος δισύλλαβα, εἴτε ὀξύτονα εἴτε βαρύτονα, διὰ τοῦ ε ψιλοῦ γράφονται τῇ παραληγούσῃ· σεσημείωται τὸ αἶνος ἐπὶ τοῦ ὕμνου, ἐπί τε τῆς πόλεως, διὰ τῆς διφθόγγου γραφόμενον, καὶ βαρυνόμενον· ἐπὶ γὰρ τοῦ δεινοῦ ὀξύνεται καὶ τὴν αὐτὴν φυλάττει γραφήν· γέγονε γὰρ οὕτω· ἀπὸ τοῦ δέος παρωνύμως γέγονε δεινὸς, ὡς καὶ ἀπὸ τοῦ κλέος κλεεινὸς, καὶ κατὰ συγκοπὴν κλεινὸς καὶ δεινός· ἀποβολῇ οὖν τοῦ δ καὶ τροπῇ τοῦ ε εἰς α αἰνός· τὰ γοῦν διὰ τοῦ ψιλοῦ γραφόμενα εἰσὶ ταῦτα· ἐνὸς ὁ ἐνιαυτός· ξένος· στενός· κενὸς ὁ μάταιος· ἐπὶ γὰρ τοῦ νέου διὰ τῆς αι διφθόγγου.

Τὰ εἰς νος δισύλλαβα ὀξύτονα διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, στενός· πτενός· κενὸς ὁ μάταιος· μενὸς ὄνομα ἐπίθετον· τὸ καινὸς ἐπὶ τοῦ νέου σεσημείωται διὰ τῆς αι διφθόγγου.

Τὰ διὰ τοῦ ηνος δισύλλαβα κύριά τε καὶ προσηγορικὰ βαρύτονα διὰ τοῦ η γράφεται· οἷον Τῆνος· Ἦνος· Σφῆνος, ὄνομα τόπου· Ῥῆνος ὄνομα ποταμοῦ· Σμῆνος ὄνομα ποταμοῦ· Γλῆνος ὄνομα πόλεως Κρητικῆς· Μῆνος· Θρῆνος· τὸ γὰρ ἐπίθετον ὀξύνεται· Φῆνος ὄνομα ποταμοῦ, τὸ δὲ ἐπίθετον ὀξύνεται· δηλοῖ δὲ τὸν λαμπρὸν ἀπὸ τοῦ φανὸς γεγονός· οἷς ὅμοιον καὶ τὸ πτηνός· στρηνός· ψηνός· ληνός.

Τὰ διὰ τοῦ ινος δισύλλαβα προσηγορικὰ διὰ τοῦ ι γράφονται· οἷον, λῖνος· σχῖνος· πρῖνος· σπῖνος εἶδος ὀρνέου· πῖνος ὁ ῥύπος· δῖνος ἡ συστροφή· βρῖνος.

Τὰ διὰ τοῦ υνος δισύλλαβα οὐκ οἶδε τὴν διὰ τῆς οι διφθόγγου γραφήν· θυνός· φρυνός· ξυνός· γρυνός· πλυνός· τὸ οἶνος σεσημείωται διὰ τῆς οι διφθόγγου γραφόμενον· τὸ γὰρ κοινὸς διφορεῖται· ἐπὶ μὲν γὰρ τῆς πόλεως βαρύνεται καὶ διὰ τοῦ υ ψιλοῦ γράφεται· ἐπὶ δὲ τοῦ ἐν δυσὶ τισὶ κειμένου διὰ τῆς οι διφθόγγου ὀξύνεται· ὁμοίως καὶ τὸ φοινὸς, ἀφʼ οὗ τὸ δαφοινὸς ὁ ἄγαν φόνιος.

Τὰ εἰς νος λήγοντα δισύλλαβα μονογενῆ ἀπαρασχημάτιστα, διὰ τοῦ ο γράφει τὴν παραλήγουσαν· οἷον, χρόνος· Κρόνος· δόνος· φθόνος· κλόνος· τὸ ὄνος ἔχον θηλυκὸν συνέπεσε τοῖς εἰρημένοις ὡς ἀσχημάτιστον.

Τὰ διὰ τοῦ ωνος δισύλλαβα μὴ ἀπὸ ῥήματος ἔχοντα τὴν γένεσιν διὰ τοῦ ω μεγάλου γράφονται· οἷον, ὦνος ἡ τιμή· Πρῶνος πόλις Κρητική· κῶνος τὸ ἀποσκίασμα τῆς γῆς· στῶνος· χῶνος ἡ χώνη· φῶνος ὁ μεγαλόφωνος· πρόσκειται μὴ ἀπὸ ῥήματος γενόμενα διὰ τὸ πένω πόνος· μένω μένος· φένω τὸ φονεύω, ἐξ οὗ φόνος καὶ εἴτι ὅμοιον.

Τὰ διὰ τοῦ ανος ὑπὲρ δύο συλλαβὰς ὀξύτονα μὴ ἔχοντα ἀπὸ πρωτοτύπου φωνῆς τὴν ει δίφθογγον τὴν τρίτην ἀπὸ τέλους ἔχει διὰ τοῦ ι· τάδε παραδείγματα ὀλίγα ἐκ πολλῶν ὑμῖν ἀρκέσει· οἷον, Ἀσιανός· Ἀδρειανός· Ἀγαλλιανός· Δαμιανός· Ἰουλιανός· Ἰουστινιανός· Κυπριανός· Παρειανὸς ἀπὸ τοῦ αρειος ἔχον τὴν ει δίφθογγον οὐ μάχεται, ἐφυλάξατο γὰρ αὐτὸ ὁ κανών.

Τὰ διὰ τοῦ αινος ὑπὲρ δύο συλλαβὰς, μὴ ἔχοντα κατʼ ἰδίαν θηλυκὰ εἰς η λήγοντα, βαρύτονα ὄντα διὰ τῆς αι διφθόγγου γράφονται· γέγονε δὲ τὰ πλείω ἀπὸ τῶν διὰ τοῦ αινα τροπῇ τοῦ α εἰς ος· Κόλαινος ὄνομα κύριον, ἀφʼ οὗ καὶ Κολαινία Ἄρτεμις· Κρύσταινος· Λέαινος ὄνομα κύριον· Μύραινος· Τάλαινος ἀπὸ τοῦ τάλας· Μακαρίαινος· Πέρταινος· Ἀρίσταινος· κέλαινος ὁ μέλας.

Τὰ διὰ τοῦ εανος ὀξύτονα ὑπὲρ δύο συλλαβὰς τὴν τρίτην ἀπὸ τέλους ἔχει διὰ τοῦ ε ψιλοῦ γραφήν· οἷον, ὠκεανός· Μυρλεανός· κτεανός· ἀκεανός.

Τὰ διὰ τοῦ μενος, εἴτε ὀνόματα, εἴτε μετοχαὶ, εἴτε ὀξύτονα, εἴτε βαρύτονα, διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, Τισαμενός· Σωζομενός· Δεξαμενός· τυπτόμενος· νικώμενος.

Τὰ διὰ τοῦ ενος τρισύλλαβα προπαροξύτονα διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, Ἕλενος ὄνομα κύριον· ἔβενος εἶδος ξύλου· ὤγενος· Ὤλενος· ἄφενος· ἴσχενος· οἷς ὅμοιον καὶ τὸ παρθένος κατὰ τὴν γραφὴν, εἰ καὶ κατὰ τόνον διήλλαξεν.

Τὰ διὰ τοῦ ηνος ὀξύτονα ἐθνικὰ διὰ τοῦ η γράφονται· Αἰδεσηνός· Σαρακηνός· Ἀβυδηνός· Δαμασκηνός· Περγαμηνός· Λαμψακηνός· οἷς ὅμοιον καὶ τὸ Γαληνὸς, εἰ καὶ μὴ ἐθνικὸν ἀλλὰ κύριον.

Τὰ διὰ τοῦ ινος ἐπὶ μετουσίας λαμβανόμενα, ἢ τοιαύτης ὕλης ἐχόμενα, προπαροξύτονα διὰ τοῦ ι γράφονται· οἷον, ξύλινος· δρύινος· λίθινος· πέτρινος· γήινος· δερμάτινος· τούτοις ὅμοια τὸ κάμινος· ἴκτινος· κύμινος· κυκλάμινος· κόφινος· κότινος· διὰ τοῦ ι γραφόμενα, εἰ καὶ μὴ μετουσιαστικά.

Τὰ διὰ τοῦ ινος ὑπὲρ δύο συλλαβὰς πρὸ τέλους ἔχοντα τὸν τόνον διὰ μακροῦ τοῦ ι γράφεται· οἷον· Κρατῖνος· Φαυστῖνος· Λογγῖνος· Κωνσταντῖνος· Ἰουστῖνος· σεσημείωται τὸ Ἐχίνος καὶ Καρκίνος διὰ βραχέος.

Τὰ εἰς νος ὀξύτονα ἐπὶ καιροῦ διὰ τοῦ ι γράφεται· πρωινός· ὀψινός· χθεσινός· περυσινός· δειλινός· μετοπωρινός· χειμερινός· θερινός· ἐαρινός.

Τὰ εἰς νος ὀξύτονα παρώνυμα διὰ τῆς ει διφθόγγου γράφονται· φωτεινός· ἐλεεινός· ὀρεινός· κλεεινὸς, καὶ κατὰ συγκοπὴν κλεινός· ὁμοίως δεεινὸς καὶ δεινός· τὸ ταπεινὸς ἀπὸ τοῦ τόπος τοπεινὸς, καὶ τροπῇ τοῦ ο εἰς α ταπεινός· τὸ ταχινός· ἀληθινός· λεπτακινός· οὐδαμινός· φυζακινός· χαλινός· διὰ τοῦ ι γράφονται, οὐ γὰρ παρώνυμα.

Τὰ διὰ τοῦ ηνος ὑπὲρ δύο συλλαβὰς μὴ ὄντα μετουσιαστικὰ, μήτε ὑποκοριστικὰ, διὰ τοῦ η γράφονται· οἷον, Ἀκεσηνὸς ὄνομα ποταμοῦ· Εὐηνός· σεληνός· ποτηνός· ὠγηνός· μεμηνός· γαλαθηνός· πετηνός· ἀργηνός· τὸ δύστηνος· δίμηνος· πανσέληνος· διχόμηνος σύνθετα, περὶ τόνον μόνον οὐ περὶ γραφὴν διήλλαξαν.

Τὰ διὰ τοῦ ηνος ἀπὸ γενικῆς εἰς εὐθεῖαν παρωνύμως παραχθέντα, ἢ ἀπὸ τῶν εἰς η γραφομένων· οἷον, ὁ Γέρην, τοῦ Γέρηνος, ὁ Γέρηνος· ὁ Τροίζην τοῦ Τροίζηνος, ὁ Τροίζηνος· ἰπήνη ἴπηνος· Μυκήνη Μύκηνος· Κυλλήνη Κύλληνος.

Τὰ διὰ τοῦ υνος ὑπὲρ δύο συλλαβὰς οὐκ οἶδε πρὸ τέλους τὴν οι δίφθογγον· οἷον, Πάχυνος· Μόσσυνος· κίνδυνος· χέλυνος· εὔθυνος· Ῥόσχυνος· Πόλτυνος· Ὄρδυνος, ὄνομα ποταμοῦ· Κόρυνος.

Τὰ διὰ τοῦ ονος ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ ο μικροῦ γραφόμενα δύο ἐστίν· τὸ Μύκονος προπαροξυνόμενον, καὶ τὸ Ἤδονος ἐπὶ τοῦ ποταμοῦ· τὰ δʼ ἄλλα σύνθετα διὰ τοῦ ο μικροῦ· ἠμίονος· ἔγγονος· πρόγονος· ἄτονος.

Τὰ διὰ τοῦ ωνος ὑπὲρ δύο συλλαβὰς ἁπλᾶ ὀξύτονα διὰ τοῦ ω μεγάλου γράφονται· οἷον, υἱωνὸς ὁ υἱοῦ υἱός· οἰωνὸς ὁ κόραξ· κοινωνός· Τιθωνός· ξυνωνός· Κολωνός· μελλεδωνὸς ὁ φροντιστής· Ἠδωνὸς ὄνομα ἔθνους· Ἐτεωνός· Καννωνός· Ὀθρωνὸς ὄνομα ἔθνους· Κορωνός.

Τὰ διὰ τοῦ υπος, δισύλλαβα τὸ υ ψιλὸν παραλήγεται· οἷον, ῥύπος· τύπος· κτύπος· στύπος τὸ στέλεχος τοῦ δένδρου· κύπος· γρυπός· σεσημείωται τὸ λοιπὸς διὰ τῆς οι διφθόγγου, ἀπὸ γὰρ τοῦ λείπω· ὥσπερ ἀπὸ τοῦ ἀμείβω ἀμοιβός.

Τὰ διὰ τοῦ ιπος δισύλλαβα, τὸ ι παραλήγεται· οἷον, τρίπος· ῥίπος· γρίπος· ἵπος· λίπος, εἰ καὶ διαφέρει κατὰ γένος, οὐδέτερον ὄν· σεσημείωται τὸ κῆπος διὰ τοῦ η γραφόμενον· κᾶπος γὰρ οἱ Δωριεῖς.

Τὰ διὰ τοῦ οπος δισύλλαβα ἀπαρασχημάτιστα ἁπλᾶ διὰ τοῦ ο μικροῦ γραφόμενα σπάνιά ἐστιν· ἔστι γὰρ τὸ λόπος, ὃ δηλοῖ τὸ λαμπρόν· κόπος· τόπος· τὸ σκοπὸς καὶ ὀπὸς ἐναντία περὶ τόνον, οὐ περὶ γραφήν· λῶπος δὲ τὸ ἱμάτιον διὰ τοῦ ω μεγάλου σεσημείωται.

Τὰ διὰ τοῦ επος ὑπὲρ δύο συλλαβὰς δύο ἐστὶν τὸ υ ψιλὸν παραληγόμενα· χαλεπός· ἀρεπός.

Τὰ εἰς πος δισύλλαβα τὸ ω παραληγόμενα δύο ἐστί· τὸ ῥῶπος καὶ κρῶπος ὁ παντοδαπὸς φόρτος· ἀμφότερα βαρύνεται.

Τὰ εἰς πος παρὰ τὴν ὦπα συγκείμενα διὰ τοῦ ω μεγάλου γράφονται· οἷον, αἵμωπος· εὔωπος· τήλωπος· μελεσωπός· χαρωπός· πελιωπός.

Τὰ εἰς ξος, εἴτε δισύλλαβα, εἴτε ὑπὲρ δύο συλλαβὰς, διὰ τοῦ ο μικροῦ γράφεται κατὰ τὴν παραλήγουσαν· οἷον, κοξός· λοξός· φοξός· κροξός· βοξός· λαοξός· φίλοξος· Δαοξὸς ὁ ποταμός· τὸ Ὦξος ἐπὶ μὲν τοῦ ποταμοῦ διὰ τοῦ ω μεγάλου, ἐπὶ δὲ τοῦ οἴνου, διὰ τοῦ ο μικροῦ γραπτέον.

Τὰ εἰς ξος δισύλλαβα τὴν διὰ τοῦ η, τὴν διὰ τῆς ει, καὶ τῆς οι διφθόγγων, παραιτεῖται γραφήν· ἔχει γὰρ πρὸ τοῦ ξ τὸ ι ἢ τὸ υ· οἷον, ἰξός· Σιξὸς πόλις· Φριξός· Λιξὸς ἡ πόλις· μύξος· πύξος· Βύξος ὄνομα κύριον.

Τὰ εἰς πος κύρια ὑπὲρ δύο συλλαβὰς ἀπὸ φύσει μακρᾶς ἀρχόμενα διὰ τοῦ ω μεγάλου γράφονται τῇ παραληγούσῃ· οἷον, Ἰνωπὸς ὄνομα ποταμοῦ· Αἰσωπός· Εὐρωπός· Ὠρωπός· τὸ Αἴσωπος· ἄνθρωπος, σημειώδη οὐ κατὰ τὴν γραφὴν ἀλλὰ κατὰ τόνον.

Τὰ εἰς πος ὑπὲρ δύο συλλαβὰς βαρύτονα ἀπὸ βραχείας ἀρχόμενα διὰ τοῦ ω μεγάλου γράφει τὴν παρατέλευτον· Κρότωπος ὄνομα κύριον· Μελάνωπος· τὸ προσηγορικὸν γὰρ ὀξύνεται· κατενωπὸς δὲ ὀξυνόμενον τὴν αὐτὴν ἐφύλαξεν γραφήν.

Τὰ διὰ τοῦ ηρος δισύλλαβα κύριά τε καὶ προσηγορικὰ καὶ ἐπίθετα, ὁποίας ἂν εἴη τάσεως, διὰ τοῦ η γράφεται· οἷον, Σῆρος ὄνομα κύριον· Δρῆρος πόλις Κρητικὴ, ἀμφότερα βαρύνονται· πηρός· μηρός· κηρός· ξηρός· φηρὸς ἡ τροφὴ τῶν θεῶν· κλῆρος· λῆρος· σκληρός· νηρός· σεσημείωται διὰ τοῦ ι γραφόμενα κύρια τέσσαρα· Ἴρος· Τίρος· Πίρος· Σκίρος· καὶ ἐπὶ προσηγορικῶν ὀξύτονα δύο· ἱρὸς ὁ ἱερός· σιρὸς τὸ οἴκημα.

Τὰ διὰ τοῦ υρος ἅπαντα διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, Κύρος· Τύρος· Σύρος· Σκύρος· φυρός· πυρός· ξυρός· πλὴν τοῦ χοῖρος.

Τὰ διὰ τοῦ ορος δισύλλαβα κύριά τε καὶ προσηγορικὰ, μὴ ἔχοντα ῥῆμα ἐξ οὗ παρήχθησαν, διὰ τοῦ ω μεγάλου γράφονται, ὀξύτονά τε καὶ βαρύτονα τυγχάνοντα· λῶρος· χῶρος· Ὦρος ὄνομα κύριον· πρῶρος· βῶρος· Πῶρος ὄνομα κύριον· ψῶρος· βλῶρος ὁ διάλευκος· πωρὸς ὀξυτόνως· ζωρός· μωρός· τοῦτο ἐπὶ ἐμψύχου τιθέμενον βαρύνεται· τὸ Φλόρος ὄνομα κύριον διὰ τοῦ ο μικροῦ· τὸ σωρὸς ἀρσενικὸν μὲν ὂν διὰ τοῦ ω μεγάλου· θηλυκὸν δὲ διὰ τοῦ ο μικροῦ· ὁμοίως καὶ τὸ μωρὸς, ὀξυνόμενον μὲν διὰ τοῦ ω, βαρυνόμενον δὲ διὰ τοῦ ο μικροῦ.

Τὰ διὰ τοῦ ορος δισύλλαβα ἀπὸ ῥημάτων γινόμενα διὰ τοῦ ο μικροῦ γράφονται· εἴρω τὸ συμπλέκω ὅρος· σπείρω σπόρος· χαίρω χαρῶ χόρος· τροπῇ τοῦ ω εἰς ο· οὕτως Ἡρωδιανὸς ἐν τῇ καθόλου· σπερῶ σπόρος· φθερῶ φθόρος.

Τὰ διὰ τοῦ αιρος δισύλλαβα σπάνια καὶ ἐν ἱστορίᾳ περιληπτὰ διὰ τῆς αι διφθόγγου γράφονται· Σφαῖρος· Σκαῖρος· ὀνόματα κύρια· τὸ καιρὸς ὀξύτονον· τὸ γὰρ δαῖρος περὶ τόνον διαφορεῖται.

Τὰ διὰ τοῦ τερος βαρύτονά τε καὶ ὀξύτονα διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον· κρατερός· ἀριστερός· περιστερός· Βλαττερὸς ὄνομα κύριον· πρότερος· ὕστερος· φέρτερος· ὁ δὲ κανὼν καὶ ἐπὶ ἀντωνυμιῶν· σφέτερος· σφωίτερος· ἡμέτερος· ὑμέτερος.

Τὰ διὰ τοῦ αιτερος ἢ αιτατος, τὴν τρίτην ἀπὸ τέλους ἔχει διὰ τῆς αι διφθόγγου· οἷον, φιλαίτερος· πλησιαίτερος· περαίτερος· μεσαίτατος· ἰδιαίτατος, καὶ εἴτι ὅμοιον.

Τὰ διὰ τοῦ ερος ὑπὲρ δύο συλλαβὰς, εἴτε ὀξύτονα, εἴτε βαρύτονα διὰ τοῦ υ ψιλοῦ γράφει τὴν παραλήγουσαν· οἷον, σφαλερός· δολερός· χλοερός· νοερός· φοβερός· νοσερός· σταθερός· ἥμερος καὶ ἵμερος ὁ ἐπιθυμητός· Κέρβερος· πέρπερος· ἕτερος· σεσημείωται τὸ Πάλαιρος· Χήμαιρος διὰ τῆς αι διφθόγγου γραφόμενα· τὸ γὰρ κύπαιρος Δωρικὸν ἀπὸ τοῦ κύπειρος γέγονεν τροπῇ τοῦ ε εἰς α, ὡς κατόγειος κατόγαιος· εἰ δὲ σεσημείωται τὸ ἑταῖρος προπερισπώμενον διὰ τῆς αι διφθόγγου, γέγονεν δὲ παρὰ τὸ ἔθος ἐθαῖος, ὡς δρόμος δρομαῖος, καὶ τροπῇ τοῦ θ εἰς τ, καὶ πλεονασμῷ τοῦ ρ ἑταῖρος, μεταθέσει τῆς ψιλῆς εἰς δασεῖαν· οὕτως Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς.

Τὰ διὰ τοῦ ηρος παράγωγα ὑπὲρ δύο συλλαβὰς ὀξύτονα διὰ τοῦ η γράφονται· οἷον, ὀλισθηρός· μοχθηρός· καματηρός· αἱματηρός· πονηρός· τὸ καυτειρὸς σεσημείωται διὰ τῆς ει διφθόγγου γραφόμενον τροπῇ Βοιωτιακῇ τοῦ η εἰς τὴν ει δίφθογγον.

Τὰ διὰ τοῦ ηρος ὑπὲρ δύο συλλαβὰς κύριά τε καὶ προσηγορικὰ προπαροξύτονα, μὴ ἔχοντα ἀπὸ ῥήματος τὴν γένεσιν, διὰ τοῦ η γράφονται· οἷον, Ὅμηρος· Ἄβδηρος· Ἄηρος πόλις Κρητική· Φάληρος· Ἄνδηρος· Ἵβηρος· σίδηρος· ἄσηρος· ἐρίηρος· Σεύηρος.

Τὰ διὰ τοῦ ειρος προπαροξύτονα ἀπὸ ῥημάτων γινόμενα διὰ τῆς ει διφθόγγου γράφονται· οἷον, μάσσω μάγειρος· Αἰολεῖς δὲ διὰ τοῦ ι· πέπτω πέπειρος· ὀνῶ τὸ ὀφελῶ ὄνειρος· ἀΐσσω αἴγειρος· ἥδω Ἄνδειρος ὄνομα ποταμοῦ· κονῶ Κόνειρος ὄνομα ἔθνους· καίω καυστειρός· τοῦτο τὴν γραφὴν ἐφύλαξεν οὐ τὸν τόνον, ὀξύνεται γάρ· τοῦτο δὲ διὰ τοῦ η ἔδει γράφεσθαι, ἐτράπη δὲ παρὰ Βοιωτοῖς εἰς τὴν ει δίφθογγον, εἴγε παρʼ αὐτοῖς ἠγνόηται ἡ διὰ τοῦ η γραφή· διὸ καὶ τὸ πένης· πονηρός· ἥρως, παρʼ ἡμῖν διὰ τοῦ η γραφόμενα, παρʼ αὐτοῖς διὰ τῆς ει διφθόγγου γράφονται.

Τὰ διὰ τοῦ ιρος ἐπὶ πόλεων βαρύτονα διὰ μακροῦ τοῦ ι γράφονται· οἷον, Κάμιρος· Στάγιρος· Στάλιρος· Κύστιρος· Δύιρος· Βεδύσιρος· Σίτιρος· Πύστιρος· τοῦτο καὶ διὰ διφθόγγου γράφεται.

Τὰ διὰ τοῦ υρος ὑπὲρ δύο συλλαβὰς, εἴτε κύρια, εἴτε προσηγορικὰ, εἴτε ὀξύτονα, εἴτε βαρύτονα διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, πόρφυρος· πάπυρος· Ἴπυρος ὄνομα ποταμοῦ· Μάνθυρος· ἑκυρός· ἰσχυρός· βδελυρός· ἁλμυρός.

Τὰ παρὰ τὸ ὁρῶ συγκείμενα ὀξύτονα διὰ τοῦ ω μεγάλου γράφονται· οἷον, θυρωρός· πυλωρός· μυλωρός· φρυκτωρός· σκευωρός· ἰωρός.

Τὰ διὰ τοῦ ησος βαρύτονα δισύλλαβα κύριά τε καὶ προσηγορικὰ διὰ τοῦ η γράφονται· οἷον, Κῆσος ὄνομα ποταμοῦ· Κτῆσος· Βῆσος· Μνῆσος· Δρῆσος· νῆσος· Ῥῆσος.

Τὰ διὰ τοῦ ωσος δισύλλαβα θηλυκὰ καὶ ὀξύτονα διὰ τοῦ ω μεγάλου γράφονται· Κνωσὸς διʼ ἑνὸς σ, Τρύφων δὲ διὰ δύο· Ῥωσός· Κρῶσος βαρύτονον καὶ μόνως ἀρσενικὸν τῷ τόνῳ παραλλάξαν κατὰ τὴν γραφὴν τοῖς θηλυκοῖς ἠκολούθησεν.

Τὰ διὰ τοῦ ισος δισύλλαβα κύρια μονογενῆ βαρύτονα διὰ μακροῦ τοῦ ι γράφει τὴν παραλήγουσαν· οἷον, Κρῖσος· Ῥῖσος· Ἶσος· Κῖσος· Πῖσος, ἀφʼ οὗ καὶ Πῖσα ἡ πόλις.

Τὰ διὰ τοῦ υσος δισύλλαβα βαρύτονα διὰ μακροῦ τοῦ υ γράφονται· οἷον, ῥῦσος· κῦσος· Νῦσος ποταμός· Τρῦσος ποταμός· τὸ χρυσός· Μυσὸς, ὄνομα ἔθνους, κατὰ τόνον οὐ κατὰ τὴν γραφὴν διήλλαξεν· σεσημείωται τὸ Κροῖσος καὶ τόνῳ καὶ γραφῇ διήλλαξαν· γράφεται γὰρ διὰ τῆς οι διφθόγγου, καὶ βαρύνεται.

Τὰ διὰ τοῦ αισος δισύλλαβα ὀξύτονα διὰ τῆς αι διφθόγγου γράφονται· οἷον, Παισός· Πραισὸς, ὄνομα ἔθνους· βλαισός· τὸ Ναῖσος ἐπὶ τοῦ ποταμοῦ καὶ τὸ παῖσος ἐπὶ τοῦ δόρατος, καὶ τὸ γαῖσος βαρύτονα κατὰ τόνον μόνον οὐ κατὰ τὴν γραφὴν διήλλαξαν.

Τὰ διὰ τοῦ εσος ὑπὲρ δύο συλλαβὰς προπαροξύτονα σπάνια· τὰ δʼ ὄντα διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, Ἔφεσος, Ἔρεσος, ὀνόματα πόλεων· τὸ Εὐεσσὸς σεσημείωται διὰ δύο σσ γραφόμενον· ἔστι δὲ ὄνομα πόλεως.

Τὰ διὰ τοῦ ησσος ὀξύτονα ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ η καὶ δύο σσ γράφονται· οἷον, Μυκαλησσός· Τευμησσός· Ταρτησσός· ὀνόματα ποταμῶν Λυρνησσὸς ὄνομα ποταμοῦ· Ἐλβησσὸς ὄνομα ποταμοῦ· Ὀρδησσός· Μοδησσός· Σαλμυδησσός· τὸ Κέησος· Βρίλησος διʼ ἑνὸς σ γραφόμενα βαρύνονται· τὸ Μαρπησσὸς παρώνυμον ἀπὸ τοῦ Μαρπήσσας, ὡς καὶ ἀπὸ τοῦ μέλισσα Μέλισσος.

Τὰ διὰ τοῦ ισσος ὑπὲρ δύο συλλαβὰς ἁπλᾶ μονογενῆ προσηγορικὰ προπαροξύτονα, ἔχοντα τὴν πρὸ τέλους εἰς σ καταλήγουσαν, διὰ τοῦ ι γράφονται· οἷον, κυπάρισσος· νάρκισσος· Μέλισσος· Κύρμισσος· Πόλισσος· Ἀρχέμισσος ὄνομα ποταμοῦ· τὸ περισσὸς τὸν τόνον ἀμεῖψαν τὴν γραφὴν ἐφύλαξεν· τὸ Χερόνησος, Μυόνησος, ὀνόματα πόλεων οὐχ ἁπλᾶ.

Τὰ διὰ τοῦ ισος ὑπὲρ δύο συλλαβὰς βαρύτονα κύριά τε καὶ προσηγορικὰ διὰ τοῦ ι γράφονται· δηλονότι τῆς παραληγούσης διʼ ἑνὸς σ ἐκφερομένης· οἷον, Ἄρνισος ὁ ποταμός· Κήφισος· Ἔλισος· Λάνισος· Νήρισος· Ἄρισος ὁ ποταμός· Πάμισος· Λάρισος· Ῥίμισος ὁ ποταμὸς Σικελίας· Κρίμισος· Μόρμισος ὁ ποταμός· ἄισος· ὕβρισος· τὸ Ἀμισὸς τὸν τόνον ἀμεῖψαν τὴν γραφὴν ἐφύλαξεν.

Τὰ κατὰ διπλασιασμὸν τοῦ σ ὀξύτονα τὸ ο παραληγόμενα πάνυ σπάνια, καὶ σχεδὸν ὡρισμένα· ἔστι γὰρ τὸ Μολοσσὸς ὄνομα ἔθνους, καὶ τὸ νεοσσός· Κολοσσὸς καὶ μόνον.

Τὰ διὰ τοῦ υσος ἅπαντα, εἴτε διʼ ἑνὸς σ ἐκφέροιντο, εἴτε διὰ δύο, εἴτε δισύλλαβα, εἴτε ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, βύσος ὁ βυθός· Ὄνυσος ὁ ποταμός· μέθυσος· Διόνυσος· Βρύσος ὁ λιμήν· ἄφυσος· ἄρυσος ἀγγεῖον πλεκτὸν σπυριδῶδες· Γένυσσος ὄνομα ποταμοῦ διὰ δύο σσ· Ἄμβρυσσος· σεσημείωται τὸ Κροῖσος διὰ τῆς οι διφθόγγου γραφόμενον.

Τὰ διὰ τοῦ αισος ὑπὲρ δύο συλλαβὰς τῇ αι διφθόγγῳ παραληγόμενα σπάνιά εἰσι καὶ ἐν ἀριθμῷ· ὡς ἔχει τὸ Ἄπαισος· κέλαισος· κάβαισος ὁ ἄπληστος· τὸ Γναῖσος ὄνομα ποταμοῦ, τὸ παραισὸς μόνον ὀξυνθὲν τὴν αὐτὴν γραφὴν τοῖς βαρυτόνοις ἐφύλαξεν.

Εἰς ος λήγοντα ὑπὲρ δύο συλλαβὰς καὶ διὰ δισσοῦ σ προσφερόμενα, καὶ τὸ ω παραληγόμενα σπάνιά ἐστιν· ἔστι γὰρ τὸ Βήρωσσος διὰ δύο σσ προσφερόμενον, καὶ τὸ Κερωσσὸς ὀξυνόμενον· ἔστι δὲ πόλις Ἀπολλωνιάδος· καὶ τὸ Βλῶσος βαρύτονον παρὰ τὸν βλώσω μέλλοντα γεγονὸς, καὶ διʼ ἑνὸς σ γραφόμενον.

Τὰ διὰ τοῦ οιτος δισύλλαβα ἀρσενικὰ, μὴ ἐπιθετικὰ βαρύτονα διὰ τῆς οι διφθόγγου γράφονται· οἷον, μοῖτος· οἶτος· κοῖτος· Προῖτος· γοῖτος ὁ ῥύπος· φοῖτος.

Τὰ διὰ τοῦ αιτος δισύλλαβα βαρύτονα, μὴ ἐπιθετικὰ, τῇ αι διφθόγγῳ παραλήγεται· οἷον, Λαῖτος· Παῖτος· οἷς ἀκόλουθον καὶ τὸ Κλοιτὸς διὰ τῆς οι διφθόγγου γραφόμενον, εἰ καὶ μὴ διὰ τῆς αι· σεσημείωται τὸ ἔτος ἐπὶ τοῦ χρόνου.

Τὰ διὰ τοῦ ητος ἢ ωτος, κύρια ἢ ἐπιθετικὰ δισύλλαβα, τὴν πρὸ τέλους ἔχει διὰ τοῦ η, ἢ διὰ τοῦ ω· οἷον, Κλητὸς ὄνομα ποταμοῦ· νητός· ῥητός· κρητός· τρητός· Δωτός· Κνωτός· Ὦτος ὄνομα κύριον καὶ τὸ ὄρνεον· νῶτος ἐπὶ τῆς ψόας, ἐπὶ γὰρ τοῦ ἀνεμοῦ διὰ τοῦ ο μικροῦ· πλωτός· στρωτός· γνωτός· καὶ ἐν πλεονασμῷ τοῦ σ γνωστός· πτωτός· βωτός· οἷς ἀκόλουθον τὸ πρῶτος οὐ κατὰ τόνον ἀλλὰ κατὰ τὴν γραφήν.

Τὰ διὰ τοῦ οτος δισύλλαβα μονογενῆ βαρύτονα διὰ τοῦ ο μικροῦ γράφονται· οἷον, βρότος· νότος ὁ ἄνεμος, ἐπὶ γὰρ τῆς ψύας διὰ τοῦ ω· κρότος· σκότος· κότος.

Τὰ διὰ τοῦ ιτος δισύλλαβα βαρύτονα διὰ μακροῦ τοῦ ι γράφονται· οἷον, ῥῖτος· σῖτος· μῖτος· Τρῖτος ἐπὶ τοῦ ποταμοῦ, ἐπὶ γὰρ τοῦ ἀριθμοῦ βραχὺ τὸ ι· ὁμοίως καὶ τὸ τίτος διὰ βραχὺ τοῦ ι· τὸ λιτὸς ὃ κατὰ τὴν γραφὴν οὐ δὲ κατὰ χρόνον, ἢ μόνον διήλλαξεν.

Τὰ διὰ τοῦ υτος δισύλλαβα ὀξύτονα διὰ τοῦ υ ψιλοῦ γράφονται ἀπὸ ῥημάτων γινόμενα· οἷον, χυτός· ῥυτός· βρυτός· πλυτός· κλυτός· τρυτός.

Τὰ διὰ τοῦ ετος δισύλλαβα τριγενῆ ἀπὸ τῶν εἰς μι ῥημάτων παραγόμενα, διὰ τοῦ ε ψιλοῦ γράφει τὴν παραλήγουσαν ὀξύτονα ὄντα· οἷον, δετός· ἀπὸ γὰρ τοῦ δίδημι, ὃ δηλοῖ τὸ δεσμεύω· θετὸς ἀπὸ τοῦ τίθημι· ἐτὸς ὁ ἀληθής· ἀπὸ γὰρ τοῦ εἰμὶ ὃ δηλοῖ τὸ ὑπάρχω.

Τὰ διὰ τοῦ ετος ὑπὲρ δύο συλλαβὰς κύριά τε καὶ προσηγορικὰ ὀξύτονά τε καὶ βαρύτονα, διὰ τοῦ ε ψιλοῦ γράφει τὴν παραλήγουσαν· οἷον, νιφετός· ἀφετός· τοκετός· Ἔχετος ὄνομα κύριον· πυρετός· αἰνετός· τηλύγετος.

Τὰ διὰ τοῦ ητος ὑπὲρ δύο συλλαβὰς κύρια μονογενῆ προπαροξύτονα διὰ τοῦ η γράφονται· οἷον, Ἄρητος ὄνομα κύριον· Λάμητος ὁ ποταμός· Κατάρητος ὁ ποταμός· Ἔνητος ὄνομα κύριον· Μέλητος ὄνομα κύριον· Μίλητος ὄνομα πόλεως· Κόρητος· οἷς ἀκόλουθον τὸ τρύγητος καὶ ἄμητος προπαροξυνόμενα ἐπὶ καιροῦ λαμβανόμενα, ἐπὶ γὰρ τῆς πράξεως ὀξύνεται.

Τὰ διὰ τοῦ ητος ὀξύτονα ὑπὲρ δύο συλλαβὰς ἀπὸ ῥημάτων γεγενημένα, τῆς πρώτης ἢ καὶ δευτέρας συζυγίας τῶν περισπωμένων, διὰ τοῦ η γράφονται· οἷον, ποτητός· λαλητός· ἀγαπητός· τρυγητός· τοῦτο διαφορεῖ καθὼς εἴρηται οὐ κατὰ τὴν γραφὴν ἀλλὰ κατὰ τόνον.

Τὰ διὰ τοῦ ιτος ὑπὲρ δύο συλλαβὰς ἁπλᾶ προπαροξύτονα, ἐπιθετικά τε καὶ κύρια, διὰ τοῦ ι γραφόμενα σπάνιά ἐστιν· οἷον, Ἄγχιτος ὄνομα κύριον· Ἀφρόδιτος· ἀδήριτος· Ὀΐκριτος ὄνομα κύριον· τὸ ἁμαξιτός· λυχνιτός· ἀτραπιτὸς ὀξύτονα, κατὰ τόνον καὶ κατὰ γένος, οὐ κατὰ τὴν γραφὴν ἀνακόλουθα.

Τὰ διὰ τοῦ οτος ὑπὲρ δύο συλλαβὰς τὸ ο παραληγόμενα προπαροξύτονα δύο ἐστιν· βίοτος· ἄροτος· ὀξύτονα δὲ τέσσαρα· βιοτός· ὀμοτός· ὀνοτός· μολοτός.

Τὰ διὰ τοῦ υτος ὑπὲρ δύο συλλαβὰς, εἴτε βαρύτονα, εἴτε ὀξύτονα, εἴτε κύρια, εἴτε προσηγορικὰ, διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, Νέρυτος ὄνομα κύριον· πίνυτος· Ἄνυτος· Μάδυτος ἡ πόλις· Αἴπυτος· Ὄρυτος· Ὠκυτός· ὀξυτός· φορυτός· ἀρυτός· Βηρυτός· κωκυτός· κορδυτός· ὠρυτός· Κολλυτός· τὸ ἄλοιτος, ὃ δηλοῖ τὸν ἄδικον καὶ μιαρὸν, σεσημείωται διὰ τῆς οι διφθόγγου γραφόμενον.

Τὰ διὰ τοῦ ωτος ὀξύτονα ἀπὸ τῆς τρίτης συζυγίας τῶν περισπωμένων γεγενημένα, εἴτε δισύλλαβα, εἴτε ὑπὲρ δύο συλλαβὰς, διὰ τοῦ ω μεγάλου γράφονται· οἷον, πλωτός· στρωτός· τρωτός· πτωτός· ἀλωτός· περωτός· αὐλωτός· κηρωτός· ἄζωτος.

Τὰ διὰ τοῦ υφος, εἴτε δισύλλαβα, εἴτε ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, ἄργυφος· κόσσυφος· κολόσυφος· κόρυφος· κύφος· τύφος· κρύφος· σύφος· σκύφος· ὕφος.

Τὰ διὰ τοῦ ιφος δισύλλαβά τε καὶ ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ ι γράφονται· οἷον, γρίφος· στίφος, τὸ οὐδέτερον· ἔριφος· Σέριφος· σεσημείωται τὸ ψῆφος διὰ τοῦ η γραφόμενον.

Τὰ εἰς χος δισύλλαβα τὸ η παραληγόμενα σπάνια· ἔστιν γὰρ τὸ ἦχος· Τρῆχος ὄνομα κύριον· σεσημείωται τὸ τεῖχος διὰ τῆς ει διφθόγγου γραφόμενον· καὶ τὸ στῖχος διὰ τοῦ ι.

Τὰ διὰ τοῦ υχος δισύλλαβα διὰ τοῦ υ ψιλοῦ γραφόμενα σπάνια· ἔστι γὰρ τὸ μυχὸς, ἐπὶ τοῦ βαθοῦς· καὶ τὸ τύχος· βρύχος ὁ κήρυξ, δηλοῖ δὲ καὶ ὄνομα τόπου· σεσημείωται τὸ μοιχὸς ἐπὶ τοῦ πόρνου, καὶ τοῖχος ἐπὶ τοῦ κτίσματος, διὰ τῆς οι διφθόγγου γραφόμενα· γέγονε δὲ τὸ τοῖχος ἀπὸ τοῦ στείχω στοῖχος, καὶ ἀποβολῇ τοῦ σ τοῖχος.

Τὰ διὰ τοῦ ιχος ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ ι γράφονται· καὶ προπαροξύνονται· οἷον, σωτήριχος· μείλιχος· Ἰάμβλιχος· τάριχος· δόλιχος.

Τὰ διὰ τοῦ υχος ὑπὲρ δύο συλλαβὰς οὐκ οἶδε τὴν οι δίφθογγον· οἷον, ἥσυχος· βόρυχος· βόστρυχος· Μόρυχος.

Οὐδὲν τῶν εἰς ψος ληγόντων ὀνομάτων, οὔτε δισύλλαβα, οὔτε ὑπὲρ δύο συλλαβὰς, πρὸ τοῦ ψ εὕρηται ἔχον τὴν οι δίφθογγον, ἢ τὴν ει, ἢ τὸ η, ἢ τὴν αι δίφθογγον, ἢ τὸ ω· ὅθεν ταῦτα περιελομένου τοῦ κανόνος, τὰ λοιπὰ ἴσχει διὰ τοῦ ι, ἢ διὰ τοῦ υ, ἢ διὰ τοῦ ε, ἢ διὰ τοῦ ο γραφόμενα· οἷον· ὕψος· γύψος· Τίψος ἡ πόλις· δίψος· Μίψος τὸ ἔθνος· νίψος· Γάλιψος· Τράνιψος τὸ ἔθνος· Κάλυψος τὸ ἔθνος.

Τὰ εἰς ος οὐδέτερα, εἴτε δισύλλαβα, εἴτε ὑπὲρ δύο συλλαβὰς ὀνόματα βαρύνεται, καὶ διὰ τοῦ ε ψιλοῦ γράφει τὴν παραλήγουσαν· οἷον, βέλος· δέλος· βρέφος· δέος· κλέος· μέγεθος· στέλεχος· καὶ τἄλλα διὰ τὸ πλῆθος ἐῶ· σεσημείωται τὸ λαῖφος καὶ αἶσχος διὰ τῆς αι διφθόγγου γραφόμενα· γέγονε δὲ τὸ αἶσχος οὕτως· ὥσπερ ἀπὸ τοῦ ἔπω γίνεται ἴσπω καὶ ἐνίσπω, οὕτως καὶ παρὰ τὸ ἔχω γίνεται ἴσχος, καὶ μετὰ τοῦ α τοῦ δηλοῦντος τὸ κακὸν ἄισχος, καὶ κατὰ συναίρεσιν αἶσχος.

Τὰ εἰς μα λήγοντα οὐδέτερα, πάντα παράγωγά ἐστιν, καὶ ἐκ τοῦ πρώτου προσώπου τοῦ παρακειμένου τὴν γένεσιν ἔχει· καὶ τὰ μὲν ἀπὸ βαρυτόνων ῥημάτων γινόμενα τὴν παραλήγουσαν τὴν αὐτὴν φυλάττει τῷ ἐνεστῶτι· τύπτω τέτυμμαι τύμμα· λήβω λέλημμαι λῆμμα· τοῦτο συστέλλουσι τινὲς, καὶ διὰ τοῦ ι γράφουσιν· δήκω, ἐξ οὗ τὸ δαγκάνω, δέδηγμαι δῆγμα· δείκω, ἐξ οὗ τὸ δεικνύω, δέδειγμαι, δεῖγμα καὶ ὑπόδειγμα.

Τὰ εἰς μα οὐδέτερα ἀπὸ περισπωμένων γινόμενα τὴν παραλήγουσαν τὴν αὐτὴν ἔχει τῇ παραληγούσῃ τοῦ ἐνεργητικοῦ παρακειμένου· οἷον, πεποίηκα πεποίημαι, ποίημα· τετέλεκα, τετέλεσμαι, τέλεσμα· εἰ γὰρ καὶ τὸ σ προσέλαβεν κλητικῇ ἀκολουθίᾳ, ἀλλὰ τὸ ε ἐφύλαξεν τῆς παραληγούσης τοῦ ἐνεργητικοῦ παρακειμένου· μεμελέτηκα, μεμελέτημαι, μελέτημα· ἐστεφάνωκα, ἐστεφάνωμαι, στεφάνωμα· οὕτω δὲ καὶ ὅσα τῆς ε συζυγίας ὡς ἀπὸ περισπωμένων ἐκλίθη, ὡς ἔχει τὸ τεθέληκα, τεθέλημαι, θέλημα· βεβούληκα, βεβούλημαι, βούλημα· ἐπιστήσεις γὰρ ὅτι ἀπὸ παθητικοῦ ἐνεστῶτος ῥηματικὸν ὄνομα οὐ παράγεται.

Τὰ εἰς μα οὐδέτερα ἀπὸ τῶν εἰς μι παραγόμενα, καὶ αὐτὰ ἀπὸ παθητικοῦ παρακειμένου τὴν γένεσιν ἔχοντα τὰ πάντα βραχεῖα παραλήγεται· καὶ τὰ μὲν ἀπὸ τῆς πρώτης συζυγίας, τὸ ε ψιλὸν παραλήγεται· τίθημι, τέθεικα, τέθεμαι, θέμα· τὰ δὲ ἀπὸ τῆς δευτέρας τὸ α· βίβημι βέβηκα, βέβαμαι, βάμα καὶ τροπῇ τοῦ α εἰς η βῆμα· τὰ ἀπὸ τῆς τρίτης τὸ ο· δέδωκα, δέδομαι, δόμα· τὰ τῆς τετάρτης διχρόνῳ βραχεῖ· δύμι, δέδυκα, δέδυμαι, δύμα καὶ ἔνδυμα.

Τὰ εἰς μα οὐδέτερα καὶ βαρύνεται καὶ συστέλλει τὸ α, καὶ τὸ μ, παραλήγεται καὶ διὰ τοῦ τος κλίνεται· οἷον, θέμα θέματος· καὶ εἴτι ὅμοιον· τὸ δὲ κάρα· λίπα· ἄλειφα, ἀπὸ τοῦ κάρανον, λιπαρὸν, ἄλειφαρ γεγενῆσθαι φησὶν κατὰ ἀποκοπὴν ὁ τεχνικός· οὕτω δὲ καὶ τὰ τῶν στοιχείων ὀνόματα· ἄλφα, βῆτα, ἦτα, θῆτα, καὶ τὰ λοιπά· τὸ ἰῶτα μόνον ἐκ πάντων καὶ τρισύλλαβον καὶ προπερισπώμενον· καὶ ἐχρὴν αὐτὸ προπαροξύνεσθαι, ἀλλʼ ἐπεὶ στοιχεῖον ἦν ἠκολούθησε τοῖς δισυλλάβως ἔχουσι πρὸ τέλους τὸν τόνον· οὕτως Ἡρωδιανὸς ἐν τῇ συντάξει τῶν στοιχείων· σημειούμεθα δὲ μὴ τὸ μ παραληγόμενα τὸ φάβα καὶ Πάσχα· ὧν τὸ μὲν ἀπὸ τῆς Ἰταλῶν· τὸ Πάσχα δὲ ἀπὸ τῆς Ἐβραίων φωνῆς μετηγμένον εἰς τὴν Ἑλλάδα φωνήν· τὸ μὲν κλίνεται ἀκολούθως τοῖς εἰς μα· τοῦ Πάσχα δὲ αἱ καθεξῆς πτώσεις σεσίγηνται.

Τὰ ἀπὸ τοῦ δευτέρου καὶ τρίτου προσώπου τοῦ παθητικοῦ παρακειμένου γινόμενα ὀνόματα ῥηματικὰ, εἴτε ἀπὸ τῶν εἰς ω, εἴτε ἀπὸ τῶν εἰς μι κατὰ τὴν παραλήγουσαν τὴν αὐτὴν φυλάττει γραφήν· οἷον, λέλεξαι, λέξις· λέλεκται, λεκτὸς καὶ ἄλεκτος, καὶ διάλεκτος· τέθεσαι θέσις· τέθεται, θετὸς, καὶ ἄθετος, καὶ ἐπίθετος· δέδοσαι, δόσις, ἐπίδοσις· δέδοται, δοτὸς καὶ θεόδοτος.

Εἰς α μακρὸν, ἢ εἰς η ἐπὶ ἑνικῶν οὐδετέρων οὐκ ἔστιν εὑρεῖν· διὸ τὸ μὲν κάρα ἀπὸ τοῦ κάρανον ἀποκεκόφθαι φαμέν· τὸ δὲ κάρη ἀπὸ τοῦ κάρηνον· τὸ δὲ καρὴ ὀξύτονον θηλυκὸν εἶναι.

Τὰ εἰς ι οὐδέτερα ἀπαρασχημάτιστα μονογενῆ ὑπὲρ μίαν συλλαβὴν καὶ σπάνια καὶ Αἰγύπτια· ἃ καὶ βαρύνεται καὶ διὰ τοῦ ι γράφεται· οἷον, μέλι· κίκι εἶδός τι ἐλαίου· παρʼ οἷς καὶ γίνεται φημὶ δὴ διὰ τοῦ ι κατὰ τὴν παραλήγουσαν, ἐν πολλοῖς δὲ τῶν ἀντιγράφων διὰ τοῦ η ἐστὶν ἡ παραλήγουσα· ἴσως ἐννοηθέντων τῶν γραφέων ὅτι ἐκ τὰς κηκίδας ἐστίν· κάκις γὰρ παρὰ Δωριεῦσι τῆς κηκίδος ἡ τελαιοτάτη στᾶχις σύνηθες Αἰγυπτίοις· ἔστι δὲ ἐρυθρὸν ἀπὸ πλίνθου λελεπτυσμένης, ὃ μετὰ γύψου φυραθὲν, καὶ χρισθὲν εὐθέως πήγνυται· κόρι τὸ κορίαννον· κόμι· πέπερι· κιννάβαρι· τοῦτο οἱ Ἀττικοὶ τιγγάβαρυ φασίν· τάγυρι· χνάσμι· κόρι· σέσελι, καὶ εἴτι ὅμοιον.

Τὰ εἰς υ οὐδέτερα διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, δόρυ· δάκρυ· κάχρυ· ἄστυ· πῶυ· μώλυ· γόνυ· μέθυ· φίτυ, τὸ φυτόν· ἄσχυ, ἀπόρευμα δένδρου· κόνδυ εἶδος ἐκπόματος· σίνηπυ· τοῦτο Ἀττικοὶ νάπυ φασίν· ἡ δὲ συνήθεια σίνηπι διὰ τοῦ ι ἀπὸ τῆς τῶν Αἰγυπτίων χρήσεως· αἴπυ, τὸ γὰρ τριγενὲς ὀξύνεται.

Εἰς ων μέγα οὐδέτερον μονογενὲς, ἢ εἰς ην, ἢ εἰς αν, ἢ εἰς εν, ἢ εἰς ιν, ἢ εἰς υν οὐκ ἔστιν εὑρεῖν· τὸ γὰρ ἰθύτρην παρὰ Δημοκρίτῳ βεβίασται· οὕτως Ἡρωδιανὸς ἐν τῇ καθόλου· μονογενῆ δὲ εἰπὼν ὁ κανὼν ὀνόματα νόει· ἐπὶ γὰρ μετοχῶν τῆς δευτέρας συζυγίας τῶν περισπωμένων χρόνου ἐνεστῶτος τὰ οὐδέτερα διὰ τοῦ ω μεγάλου γράφονται· οἷον, τὸ βοῶν, τὸ ἀγαπῶν, καὶ εἴτι ὅμοιον.

Τὰ εἰς ον οὐδέτερα ὀνόματα μονογενῆ διὰ τοῦ ο μικροῦ γράφονται, καὶ εἰς ου ἔχει τὴν γενικήν· οἷον, νίτρον νίτρου, καὶ εἴτι ὅμοιον.

Τὰ διὰ τοῦ εαρ οὐδέτερα δισύλλαβα διὰ τοῦ ε ψιλοῦ γράφει τὴν παραλήγουσαν· οἷον, ἔαρ· κέαρ· φρέαρ· στέαρ· κτέαρ· οἷς ἀκόλουθον καὶ τὸ δέλεαρ ὑπὲρ δύο συλλαβὰς ὄν· καὶ ὄνειαρ· ἄλειαρ, διὰ τῆς ει διφθόγγου γραφόμενα.

Εἰς αρ λήγοντα οὐδέτερα δισύλλαβα ἔχοντα ἐν ἐπιπλοκῇ δύο σύμφωνα σπάνιά ἐστιν· ἔστι γὰρ τὸ τέκμαρ· ἔχθαρ· νέκταρ.

Εἰς αρ λήγοντα οὐδέτερα δισύλλαβα ἔχοντα ἐν ἐπιπλοκῇ δύο σύμφωνα ἑνὶ τῶν φύσει βραχέων παραληγόμενα σπάνιά ἐστιν, ἔχοντα πρὸ τοῦ α σύμφωνον· ἔστι γὰρ τὸ πέπαρ· σθέναρ· ὄναρ· καὶ τὸ νόαρ καθαρόν.

Εἰς αρ λήγοντα οὐδέτερα δισύλλαβα ἑνὶ τῶν φύσει μακρῶν παραληγόμενα σπάνιά ἐστιν· ἔστι γὰρ τὸ ἧπαρ· ἦμαρ· νῶκαρ· μῶμαρ.

Εἰς αρ λήγοντα οὐδέτερα τὸ υ παραληγόμενα τρία ἐστίν· ὕπαρ· πύαρ· σύφαρ.

Εἰς αρ λήγοντα οὐδέτερα δισύλλαβα τὸ ι παραληγόμενα δύο ἐστίν· πίαρ καὶ ἴλαρ.

Εἰς αρ λήγοντα οὐδέτερα δισύλλαβα τῇ ει διφθόγγῳ παραληγόμενα σπάνιά ἐστιν· εἶδαρ· στεῖαρ· φρεῖαρ· μήποτε οὖν ἀπὸ τοῦ φρέαρ· στέαρ· ἔδαρ γεγόνασιν ἐν πλεονασμῷ τοῦ ι.

Τὰ εἰς ας οὐδέτερα δισύλλαβα, τὸ ε παραλήγεται· οἷον, δέπας· κέρας· δέμας· πέρας· τέρας· βρέτας· λέπας· κρέας· τοῦτο μονῆρες εἰς ας καθαρὸν τὸ ε παραληγόμενον· σκέπας· κνέφας· σέβας· γέρας· σέλας· ψέφας· σεσημείωται τὸ γῆρας διὰ τοῦ η γραφόμενον.

Τὰ εἰς ωρ οὐδέτερα μονογενῆ διὰ τοῦ ω μεγάλου γράφονται· οἷον, ὕδωρ· τέκμωρ· ἔλωρ· σεσημείωται τὸ ἄορ· ἦτορ· διὰ τοῦ ο μικροῦ γράφονται.

Πᾶσα λέξις ἐξ ἁπλότητος εἰς σύνθεσιν προϊοῦσα, ἢ τὸ ὁλόκληρον φυλάττει τῶν λέξεων, ὡς ἔχει τὸ Χειρίσοφος· θεόσδοτος· ἢ τὸ ἕτερον μέρος τῆς λέξεως ἀλλοιοῦσα, ἢ καὶ ἀμφότερα, τὴν σύνθεσιν ἀπεργάζεται, ὡς ἔχει τὸ προφήτης· Νικόδημος· Δημοσθένης.

Πᾶσα πρόθεσις βραχυκαταληκτεῖ ἀνεπέκτατος οὖσα δηλονότι πλὴν τῆς ἐξ καὶ εἰς· ἐν γοῦν τῇ συνθέσει, εἴτε κατʼ ἀρχὴν τῆς λέξεως, εἴτε κατὰ τὸ μέσον τὴν ἰδίαν φυλάττει γραφήν· κατʼ ἀρχὴν μέν· οἷον, ἔντιμος· ἔνδοξος· εἴσπραξις· σύνδουλος· πρόλογος· πρόδρομος· πρόσφατον· ἐπίτροπος· ἀντίληψις, καὶ εἴτι ὅμοιον· κατὰ δὲ τὸ μέσον· ἀνέκβατος· πολυείσοδος· ἀσυντελής· ἀπροσδεής· ἀπερίληπτος· ἀναντίρρητος· ἀναμφίλεκτος· ἀνυπέρθετος.

Τὰ παρὰ τὸ λέγω συγκείμενα διὰ τοῦ ε ψιλοῦ γράφει τὴν παραλήγουσαν· οἷον, διάλεκτος· ἄλεκτος· ἐπίλεκτος.

Ὁμοίως καὶ παρὰ τὸ στέγω ἢ φλέγω, ἢ τέγγω συγκείμενα φυλάττει τὸ ε· οἷον, ἄστεκτος· ἄφλεκτος· ἄτεγκτος ὁ σκληρός· τὸ γὰρ βρέχω τοῦ τέγγω διαφέρειν φησὶν Αἰέτιος ὁ ἰατρός· βρέχεται μὲν γὰρ τὸ ξύλον ἢ ὁ λίθος, ἤγουν τὸ τῆς ἐπιφανείας· τέγγεται δὲ ὁ σπόγγος ἢ τὸ ἱμάτιον, ἤγουν τὸ εἰς βάθος χωρεῖν.

Τὰ παρὰ τὸ ἄνεμος συγκείμενα τὴν μὲν παραλήγουσαν ἔχει διὰ τοῦ ει, τὴν δὲ τρίτην ἀπὸ τέλους διὰ τοῦ η· δυσήνεμος· ὑπήνεμος· νήνεμος· ἐξ οὗ καὶ νηνεμία· ποδήνεμος.

Τὰ παρὰ τὸ λόγος συγκείμενα διὰ τοῦ ο μικροῦ γράφονται· οἷον, θεολόγος· πρόλογος· σύλλογος· ἄλογος· ἐπίλογος· διάλογος.

Τὰ παρὰ τὴν ὦπα συγκείμενα διὰ τοῦ ω μεγάλου γράφονται· οἷον, μέτωπον πρόσωπον· ἄνθρωπος, καὶ εἴτι ὅμοιον.

Τὸ βιὸς γέγονεν οὕτως· ἔστιν ὄνομα ἲς ὃ δηλοῖ τὴν δύναμιν ὃ καὶ ἲν λέγεται· δικατάληκτον γάρ ἐστι· τούτου ἡ γενικὴ ἰνός· ἀποβολῇ οὖν τοῦ ν καὶ πλεονασμῷ τοῦ β βίος· τὰ γοῦν παρʼ αὐτὸ συγκείμενα, εἴτε κατʼ ἀρχὴν λέξεως, εἴτε κατὰ τὸ μέσον διὰ τοῦ ι γράφονται· οἷον, βιωφελής· βιοτελής· ἀμφίβιος· Πολύβιος· ἄβιος· ὑπέρβιος.

Τὰ παρὰ βαρύτονον ἐνεστῶτα συγκείμενα, εἰ μὲν ὁ ἐνεστὼς εἴη δισύλλαβος, τοῦ τρίτου προσώπου ἀποβάλλει τὸ ι, καὶ οὕτως ποιεῖ τὴν σύνθεσιν· οἷον, φέρω, φέρεις, φέρει· φερέοικος· Ἐχεκράτης· Μενέλαος· χαιρέκακος· εἰ δὲ ὑπὲρ δύο συλλαβὰς βαρύτονος ἐκκόπτει μίαν συλλαβὴν, ὅπως ἀναλογοίη τοῖς δισυλλάβοις· οἷον, γανύω, γανύεις γανύει, Γανυμήδης· τανύω, τανύεις, τανύει, τανύπεπλος· ἰθαίνω, ἰθαίνεις, ἰθαίνει, ἰθαινάθυμος, ἰθαιγένης· μιαίνω, μιαίνεις, μιαίνει, μιαιφόνος· τὸ ἀλέξω ἐν τῷ ἀλεξίκακος· ἀλεξιφάρμακον οὐκ ἀποβαλὸν συλλαβὴν οὐκ ἀντίκειται, οὐ γὰρ βαρύτονον κυρίως· ὁ γὰρ ἀλεξήσω μέλλων δείκνυσι τὸν ἐνεστῶτα περισπώμενον, εἰ καὶ Ἀττικῶς βεβάρυνται, ὡς καὶ τὸ αὔξω· ἔψω· τὸ ἐθελόκακος· ἐθελόσυχνος οὐκ ἀπὸ βαρυτόνου, ἀλλʼ ἀπὸ περισπωμένου εἶναι τὴν σύνθεσιν· οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶν.

Πᾶς ἐνεστὼς ἢ μέλλων ἐν πρώτῳ προσώπῳ λαβὼν σύνθεσιν τρέπει τὸ ω εἰς ο· οἷον, λείπω, λειποτάκτης· ἀλιτῶ, ἀλιτόμηνος· ἐθέλω, ἐθελόκακος· μίξω, μιξοπόλιος, μιξοβάρβαρος· λείψω, λειψόθριξ· λήξω, ληξοπύρετος· κερῶ, κέρσω, κερσοκόμης καὶ ἀκερσοκόμης.

Τὸ χειμὼν γέγονεν ἀπὸ τοῦ χέω ῥήματος, οὗ ὁ μέλλων χεύσω, ῥηματικὸν ὄνομα χεῖμα τροπῇ τοῦ υ εἰς ι, ἀφʼ οὗ χειμών· τὰ γοῦν ἀπὸ τῶν εἰς μα οὐδετέρων εἰς μων παραγόμενα ὀνόματα, κοινὰ τῷ γένει ἐστὶ, καὶ τρέπει τὸ ω ἐπὶ γενικῆς· οἷον, μνῆμα, ἀμνήμων, ἀμνήμονος· σχῆμα, ἀσχήμων ἀσχήμονος· εἷμα, λευχείμων, λευχείμονος· τὸ γοῦν χειμὼν καὶ ὀξύτονον καὶ ἁπλοῦν καὶ περιεκτικὸν ὃν διήλλαξε περὶ τὴν γραφὴν, καὶ φυλάττει τὸ ω ἐπὶ γενικῆς· ὁμοίως καὶ εἴτι παρʼ αὐτὸ σύγκειται φυλάττει τὴν αὐτὴν γραφήν· οἷον, βαρυχείμων, βαρυχείμωνος· εὐχείμων, εὐχείμωνος.

Τὸ νοῦς ὄνομα γέγονεν παρὰ τὸ νέω ῥῆμα, ὃ δηλοῖ τὸ ὁρμῶ, οὗ ὁ μέλλων, νεύσω, ὡς πλέω, πλεύσω, ἀποβολῇ τοῦ ω νεὺς, καὶ τροπῇ τοῦ ε εἰς ο νοῦς· τούτου ἡ γενικὴ νοός· τὰ γοῦν παρʼ αὐτὸ συγκείμενα διὰ τοῦ ο μικροῦ γράφονται· οἷον, Ἀλκίνοος· Ἀντίνοος.

Ὅσα ῥήματα ἐν κινήσεσιν εὑρίσκονται γεννῶντα τὸ ο τὸ ε προεῖχον· γείνω, τὸ γεννῶ γόνος· δρέμω, τὸ τρέχω δρόμος· ἔχω, ὄχος, καὶ ἔξοχος· ἀείδω, ἀοιδή· ἀμείβω, ἀμοιβή· τὰ γοῦν ἀπʼ αὐτῶν συγκείμενα τὴν αὐτὴν φυλάττει γραφήν· σύλλογος· σύγγονος· ἱππόδρομος.

Τὸ κηρύσσω γίνεται οὕτω· ὥσπερ παρὰ τὸ πτερὸν γίνεται πτερῶ, καὶ ἐν παραγωγῇ πτερύσσω, οὕτως καὶ παρὰ τὸ ἐρῶ, ὃ δηλοῖ τὸ λέγω, ἐρύσσω, ὁ μέλλων ἐρύξω, ἀποβολῇ τοῦ ω ἔρυξ· καὶ τροπῇ τοῦ ε εἰς η ἤρυξ, καὶ πλεονασμῷ τοῦ κ κήρυξ· τὰ γοῦν ἐξ αὐτοῦ συγκείμενα τὴν αὐτὴν φυλάττει γραφήν· οἷον, ἀκήρυκτος· ἐγκήρυκτος, καὶ εἴτι ὅμοιον.

Τὸ μηνύω γέγονεν παρὰ τὸ ἀνύω τροπῇ τοῦ α εἰς η, καὶ πλεονασμῷ τοῦ μ μηνύω· τὰ γοῦν παρʼ αὐτὸ συγκείμενα τὴν αὐτὴν φυλάττει γραφήν· οἷον, εὐμήνυτος· ἀμήνυτος.

Τὸ ἥμισυς ὄνομα γέγονεν παρὰ τὸ ἅμα καὶ ἴσος· ἐν συνθέσει ἁμάισος, καὶ διʼ εὐφωνίαν ἥμισυς τροπῇ τοῦ α εἰς η· τὰ γοῦν ἐξ αὐτοῦ συγκείμενα ἀποβάλλει τὴν συ συλλαβήν· οἷον, ἡμίονος· ἡμίφωνον· ἡμιμέδιμνον εὕρηται δὲ παρὰ τοῖς παλαιοῖς σπανίως μετὰ τῆς συ συλλαβῆς· ὡς ἐν τῷ ἡμισύχοιρος· ἡμισυψοίνιξ οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶν· ἐφθημιμερής· πενθημιμερής.

Τὰ εἰς υς ὀνόματα ἐν τῇ συνθέσει κατʼ ἀρχὴν μὲν λέξεως συντιθέμενα ἀεὶ ἀποβάλλει τὸ σ καὶ φυλάττει τὸ υ· οἷον, ὀξὺς, ὀξύθυμος· βραδὺς, βραδύγλωσσος· ταχὺς, ταχύγραφος· κατὰ δὲ τὸ τέλος συγκείμενα ἢ φυλάττει τὸ υ καὶ σ, ὡς ἔχει τὸ εὔσταχυς· τρίπηχυς· τρίβραχυς· ἀρρενόθηλυς· ἢ τρέπει αὐτὰ εἰς ης, ὡς ἔχει τὸ βριθὺς, ἐμβριθής· ἠδὺς, ἀηδής· πλατὺς, ἀπλατής· ὠκὺς, ποδωκής.

Τὸ ὀπίσω ἐπίρρημα διὰ τοῦ ο μικροῦ γραπτέον κατὰ τὴν ἄρχουσαν· κατὰ δὲ τὸ μέσον διὰ τοῦ ι· καὶ κατὰ τὸ τέλος διὰ τοῦ ω μεγάλου· ὡς γὰρ παρὰ τὴν εἰς πρόθεσιν γίνεται εἴσω, καὶ παρὰ τὴν ἐξ ἔξω, καὶ τὴν ἀνὰ ἄνω, καὶ τὴν κατὰ κάτω, οὕτω καὶ παρὰ τὴν ἐπὶ ἐπίσω, καὶ τροπῇ τοῦ ε εἰς ο ὀπίσω· τὰ γοῦν παρʼ αὐτὸ συγκείμενα τὴν αὐτὴν φυλάττει γραφήν· οἷον, ὀπισθόπους· ὀπισθόπονδος ὀπισθόδρομος· ὀπίσθιος.

Τὸ πρῶτον γέγονεν παρὰ τὴν προ πρόθεσιν· ὡς γὰρ παρὰ τὴν ἐξ γίνεται ἐξώτερος, οὕτως καὶ παρὰ τὴν πρὸ πρότερος τὸ συγκριτικὸν καὶ πρότατος ὑπερθετικόν· καὶ ἀποβολῇ τοῦ τ, πρόατος, καὶ κράσει τοῦ αο εἰς ω πρῶτος· οὕτως Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς· τὰ γοῦν παρʼ αὐτὰ συγκείμενα κατʼ ἀρχὴν λέξεως τὴν αὐτὴν φυλάττει γραφήν· πρωτόγονος· πρωτότοκος· πρωτόθρονος.

Τὸ ἀλλότριος ὄνομα σύνθετόν ἐστι, παρὰ γὰρ τὸ ἄλλος καὶ τὸ ὅρος ἀρσενικὸν, ἀλλόορος καὶ ἀλλοόριος· ἀποβολῇ οὖν τοῦ ο, καὶ πλεονασμῷ τοῦ τ γίνεται ἀλλότριος· τὰ γοῦν παρὰ τὸ ἄλλος συγκείμενα διὰ δύο λλ γράφονται· οἷον, ἀλλογενής· ἀλλόφυλος· ἀλλοδαπής.

Ζῆλος, τὸ ζη η· παρὰ γὰρ τὸ ζέω ῥῆμα καὶ τὸ λίαν ζέλος, ὁ γὰρ ζῆλος θερμὸς λίαν ὀφείλει εἶναι, καὶ τροπῇ τοῦ ε εἰς η ζῆλος· τὰ γοῦν παρʼ αὐτὸ συγκείμενα, εἴτε κατʼ ἀρχὴν λέξεως, εἴτε κατὰ τέλος τὴν αὐτὴν φυλάττει γραφήν· οἷον, ζηλότυπος· ζηλωτής· τοῦτο οὐ σύνθετον ἀλλὰ παράγωγον· ἀρίζηλος· πολύζηλος.

Τὰ κατὰ τροπὴν τοῦ α ἐν τῇ συνθέσει ὀνόματα γινόμενα, διὰ τοῦ ο μικροῦ γράφονται· οἷον, ἡμέρα ἡμερόβιος· Ἧρα, Ἡρόδοτος· ὧρα, ὡροσκόπος, ὡρολόγος· Ἀθηνὰ, Ἀθηνόδωρος· μοῖρα μοιρογενὴς καὶ μοιριγενὴς διὰ τοῦ ι.

Κλῆρος παρὰ τὸ καλῶ κλῶ, κλήσω, κλῆρος διὰ τοῦ η· τὰ γοῦν παρʼ αὐτὸ συγκείμενα διὰ τῆς αὐτῆς πρόεισι γραφῆς· οἷον, ναύκληρος· ἄκληρος· ἐπίκληρος.

Τὸ ἧλος διὰ τοῦ η· ἀπὸ γὰρ τοῦ ἵημι, ἥσω, ἧλος· τὰ γοῦν παρʼ αὐτὸ συγκείμενα τὴν αὐτὴν φυλάττει γραφήν· οἷον, ἀργυρόηλος· χρυσόηλος· μακρόηλος.

Τὸ οἶκος διὰ τῆς οι διφθόγγου· παρὰ γὰρ τὸ εἴκω τὸ ὑποχωρῶ οἶκος· ὡς λείπω, λοιπός· τὰ γοῦν ἐξ αὐτοῦ συγκείμενα διὰ τῆς οι διφθόγγου γράφονται· πάροικος· ἔξοικος· μέτοικος· ἔνοικος· ἄποικος.

Πᾶσα λέξις ἁπλὴ εἰς σύνθεσιν ἐρχομένη· ἢ ὅλη ἡ λέξις, ἢ λείψανόν τι ταύτης ἐν τῇ συνθέσει ὁρᾶται· οἷον, Χειρίσοφος· νυκτίλοχος· Σωσθένης· Σωκράτης· Ἱπποκράτης· Δημοσθένης.

Τὰ εἰς ος ὀνόματα ἀρσενικά τε καὶ θηλυκὰ ἐπὶ τέλους λέξεως συντιθέμενα τὴν αὐτὴν φυλάττει γραφὴν, εἰ μὴ Ἀττικὴ παρακολουθήσει τροπή· σοφὸς, φιλόσοφος· καλὸς, φιλόκαλος· εἶπον ἀρσενικὰ καὶ θηλυκὰ, ἐπεὶ τὰ οὐδέτερα τρέπεται· τέλος, ἐντελής· μέρος, τριμερής· σθένος, ἀσθενής· εἶπον εἰ μὴ Ἀττικὴ τροπὴ παρακολουθήσει, διὰ τὸ λαὸς Μενέλαος, Μενέλεως· χρέως, ἀξιόχρεως, καὶ εἴτι ὅμοιον.

Τὰ παρὰ τὸ ἡδὺς παραγόμενα φυλάττει τὸ υ· ἡδὺς, νήδυμος.

Τὸ χαίτη τὸ χαι δίφθογγον· γέγονεν γὰρ παρὰ τὸ κρατῶ κράτη ἀποβολῇ οὖν τοῦ ρ, καὶ πλεονασμῷ τοῦ ι, καὶ τροπῇ τοῦ κ εἰς χ· οὕτως Ἡρωδιανὸς ἐν τῇ Ὀρθογραφίᾳ· τὰ γοῦν παρʼ αὐτὸ συγκείμενα διὰ τῆς αι διφθόγγου γράφονται· οἷον, κυανοχαίτης· μελανοχαίτης.

Τὰ παρὰ τὸ ἔλω, ὃ δηλοῖ τὸ ἐλαύνω, συγκείμενα διὰ τοῦ η γράφει τὴν τρίτην ἀπὸ τέλους ἁρματηλάτης· χρυσήλατος· σφυρήλατος· θεήλατος· ἱππήλατος.

Τὰ ἀπὸ τοῦ α ἀρχόμενα ὀνόματα ἐν τῇ συνθέσει τρέπει τὸ α εἰς η· οἷον, δυσήνεμος· ποδήνεμος· ἀνήκοος· ταρήκοος· ὑπήκοος· δυσήκοος· ἀνήμελκτος· ἀνήνυτος.

Τὸ θρὶξ γέγονεν ἢ ἀπὸ τοῦ θερίζω, θερίξω, Δωρικῶς θέριξ καὶ συγκοπῇ θρίξ· ἢ ἀπὸ τοῦ τρέχω, τρέχιξ, καὶ κατὰ συγκοπὴν τρὶξ, καὶ τροπῇ τοῦ τ εἰς θ θρὶξ, τὰ γοῦν παρʼ αὐτὸ πάντα διὰ τοῦ ι· οἷον, ἄθριξ· εὔθριξ· πολύθριξ· οὐλόθριξ.

Τὸ ὁδὸς παρὰ τὸ ἕζω ῥῆμα ἕδος, ὡς καὶ πέζω, ὃ δηλοῖ τὸ πεζεύω, πέδος καὶ ποδὸς, καὶ ἐν πλεονασμῷ τοῦ σ σποδός· τὰ γοῦν παρʼ αὐτὸ συγκείμενα διὰ τοῦ ο γράφονται· οἷον, ἄνοδος· κάθοδος· πάροδος· δίοδος· ἔξοδος· πρόσοδος.

Τὰ ἀπὸ τῆς πρώτης, δευτέρας, τρίτης τε καὶ τετάρτης συζυγίας ῥήματα, ἐν τῷ δευτέρῳ ἀορίστῳ γεννῶντα τὸ α, ἐν τῇ παραληγούσῃ τοῦ ἐνεστῶτος εἶχε τὸ η· οἷον, σήπω, ἔσαπον· λήβω, ἔλαβον· δήκω, ἔδακον· λήχω, ἔλαχον· τήκω, ἔτακον· λήθω, ἔλαθον· πήθω τὸ πάσχω, ἔπαθον· πήσσω, ἔπαγον· πλήσσω, ἔπλαγον· τοῦτο ἐπὶ τοῦ ψυχικοῦ, ἐπὶ γὰρ τοῦ σωματικοῦ διὰ τοῦ η· τὰ γοῦν παρʼ αὐτὸ συγκείμενα διὰ τοῦ η γράφονται· οἷον, ἄσηπτος· ἄληπτος· ἄδηκτος· ἄτηκτος· ἄληστος· ἄπληκτος· καὶ ἀκατάπληκτος.

Τὰ ἀείδω ἐπὶ τοῦ ψάλλω ἢ μέλπω διὰ τῆς ει διφθόγγου γράφονται, ὡς μαρτυρεῖ τὸ ἀοιδός· τὰ γοῦν ἐξ αὐτοῦ συγκείμενα τὴν αὐτὴν φυλάττει γραφήν· οἷον, ὑμναοιδός· ἐπαοιδός· κελαοιδός· ἀπὸ γοῦν τοῦ ἀοιδὸς γίνεται κατὰ κράσιν τοῦ αο εἰς ω ᾠδὸς, διὰ τῆς ῳ διφθόγγου, μένει γὰρ τὸ ι μὴ ἐκφωνούμενον διὰ τὸ μέγεθος τοῦ ω· τὰ γοῦν ἐξ αὐτοῦ συγκείμενα διὰ τῆς ῳ διφθόγγου γράφονται· οἷον, ὑμνῳδός· μελῳδός· τραγῳδός· κομῳδός· ψαλμῳδός.

Τὸ πυθμὴν γέγονεν ἀπὸ τοῦ κεύθω, ὃ δηλοῖ τὸ κρύπτω· κυθὴν καὶ πλεονασμῷ τοῦ μ, καὶ τροπῇ τοῦ κ εἰς π πυθμήν· γράφεται διὰ τοῦ υ, καὶ ὡς ἔχον δύο σύμφωνα καθέν· ὧν τὸ μὲν δεύτερον ἀμετάβολον, τὸ δὲ ἡγούμενον ἄφωνόν ἐστι, καθὼς ἤδη εἰρήκαμεν· τὰ γοῦν παρʼ αὐτὸ συγκείμενα τὴν αὐτὴν φυλάττει γραφήν· οἷον, ἀπύθμην· βαθυπύθμην· ὀλιγοπύθμην.

Καθόλου ἀπὸ γενικῆς συγκείμενα τὴν ὀφειλομένην τῇ γενικῇ φυλάττει γραφήν· οἷον, πρόχειρος· δίμηνος· ἐπίρρινος.

Τὰ παρὰ τὸ δύο συγκείμενα διὰ τοῦ ι γράφει τὴν τρίτην ἀπὸ τέλους· οἷον, δίμηνος· δίψυχος.

Τὰ ἀπὸ τῶν εἰς η θηλυκῶν ἐν τῇ συνθέσει τρέπει τὸ η εἰς ο· οἷον, τιμὴ, Τιμολέων· σκηνὴ, σκηνοποιός· κλίνη, κλινόπους· εἰρήνη, εἰρηνόδωρος.

Τὰ εἰς ων ἀπὸ εὐθείας συγκείμενα τρέπει τὸ ω εἰς ο· οἷον, Ἀπόλλων, Ἀπολλόδωρος· Ἀπολλογενής· λέων, λεόπαρδος· λεομακέλλης.

Τὰ εἰς ος ὀνόματα ἐν τῇ συνθέσει, τῆς ἐπαγομένης λέξεως ἀπὸ συμφώνου ἀρχομένης, ἀποβάλλει τὸ σ, καὶ φυλάττει τὸ ο· οἷον, θεὸς, Θεόδωρος· Θεόδωτος· νέος, νεόφυτος· λόγος, λογοποιός· λογοθέτης.

Τὰ εἰς ος ἐν τῇ συνθέσει, τῆς ἐπαγομένης λέξεως ἀπὸ φωνήεντος ἀρχομένης, διὰ τὴν τῶν φωνηέντων σύγκρασιν ἐκτείνεται τὸ ο εἰς ω· οἷον, Ἱππόαναξ, Ἱππῶναξ· Λεσβῶναξ· τοιχορύχος, τοιχωρύχος· τυμβωρύχος.

Τὸ γλῶσσα γέγονεν οὕτως· ὥσπερ ἀπὸ τοῦ ὀγδοήκοντα, ὀγδώκοντα, κατὰ κρᾶσιν τοῦ ο καὶ η εἰς ω μέγα, οὕτω καὶ παρὰ τὸ νοήσω, νώσω, καὶ ἐκ τούτου νῶσσα, καὶ πλεονασμῷ τοῦ γ γνῶσσα, καὶ τροπῇ τοῦ ν εἰς λ γλῶσσα· τὰ γοῦν παρʼ αὐτὸ συγκείμενα τὴν πρὸ τέλους γραφὴν διὰ τοῦ ω· οἷον, ἀλλόγλωσσος· ἑτερόγλωσσος· πολύγλωσσος.

Τὰ διὰ τοῦ νικος διττὴν ἔχει τὴν γραφήν· ἐπὶ μὲν γὰρ τῆς ἐρισίας διὰ τοῦ ι· ἐπὶ δὲ τῆς ἀμφισβητήσεως διὰ τῆς ει διφθόγγου· ἐφʼ ἑκατέρας οὖν σημασίας τὴν ἀνάλογον φυλάξοις γραφήν· οἷον, Νικόλαος· Νικόπολις· φιλόνεικος, φιλονεικία.

Τὸ τιμὴ γέγονεν παρὰ τὸ τίω τὸ τιμῶ· τὰ γοῦν παρʼ αὐτὸ συγκείμενα διὰ τοῦ ι γράφονται· οἷον, ἔντιμος· ἄτιμος· βαρύτιμος.

Μηχανὴ τὸ μη η· μαχανὰ γὰρ λέγουσι Δωριεῖς· τὰ γοῦν παρʼ αὐτὸ συγκείμενα τὴν διὰ τοῦ η γραφὴν συντηρεῖ· οἷον, εὐμήχανος· ἀμήχανος· πολυμήχανος.

Τὸ πολὺ τὸ πο μικρὸν, καὶ τὸ λυ ψιλόν· τὰ γοῦν παρʼ αὐτὸ συγκείμενα τὴν αὐτὴν τηρεῖ γραφήν· οἷον, πολύολκος· πολύτιμος· πολύαρνος.

Τὸ ζωὴ διὰ τοῦ ω μεγάλου· ὡς γὰρ ἀπὸ τοῦ ῥέω ῥοὴ, καὶ χέω χοὴ, οὕτω καὶ ἀπὸ τοῦ ζέω ζοὴ, καὶ τροπῇ τοῦ ο εἰς ω ζωή· τὰ γοῦν παρʼ αὐτὸ συγκείμενα τὴν αὐτὴν φυλάττει γραφήν· οἷον, ζωηφόρος· ζωητόκος· ἀείζωος· φιλόζωος.

Τὸ δίκη διὰ τοῦ ι· ἐκ γὰρ τοῦ εἰς δύο χέειν τὰ πράγματα εἴρηται δυχήτις οὖσα, τροπῇ καὶ ἐναλλαγῇ τῶν στοιχείων δίκη· τὰ γοῦν παρʼ αὐτὸ συγκείμενα διὰ τοῦ ι γράφονται· οἷον, ἔνδικος· ἔκδικος· ἄδικος· διάδικος.

Τὸ φημὶ τὸ φη η· δευτέρας γὰρ συζυγίας· τὰ γοῦν παρʼ αὐτὸ συγκείμενα διὰ τοῦ η γράφονται· οἷον, εὔφημος· δύσφημος· βλάσφημος.

Ἡμέρα τὸ η η· ἁμέρα γὰρ λέγουσι Δωριεῖς· διὸ καὶ τὰ παρʼ αὐτὸ πάντα διὰ τοῦ η· τριήμερος· τετραήμερος· ὀλιγοήμερος.

Ζώνη τὸ ζω μέγα, ἀπὸ γὰρ τοῦ ζώω ζώνη, ὡς καὶ ἀπὸ τοῦ χώω χώνη, διὸ καὶ τὰ παρʼ αὐτὸ πάντα διὰ τοῦ ω γράφονται· οἷον, ἄζωνος· βαθύζωνος· καλλίζωνος· χρυσόζωνος.

Τὸ μοῖρα τὸ μ δίφθογγον· παρὰ γὰρ τὸ μείρω μοῖρα, διὸ καὶ τὰ παρʼ αὐτὸ διὰ τῆς οι διφθόγγου· οἷον, ἄμοιρος· εὔμοιρος· δίμοιρος.

Ὀδοὺς παρὰ γὰρ τὸ ἔδω, ὃ δηλοῖ τὸ ἐσθίω, ὀδὸς, ὡς τέμνω τόμος, καὶ πλεονασμῷ τοῦ υ ὀδούς· διὸ καὶ τὰ παρʼ αὐτὸ πάντα διὰ τοῦ ο· τριόδους· καρχαρόδους.

Ὄλβος παρὰ γὰρ τὸ ὅλος, καὶ πλεονασμῷ τοῦ β ὄλβος· οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶν· διὸ καὶ τὰ παρʼ αὐτὸ διὰ τοῦ ο· πανόλβιος· ὑπερόλβιος.

Δόξα, ἢ ἀπὸ τοῦ δόκω βαρυτόνου, ἢ ἀπὸ τοῦ δοκῶ περισπωμένου δοκήσω, κατὰ συγκοπὴν τοῦ η, καὶ κρᾶσιν τοῦ κσ εἰς ξ, ὃ καὶ περίεργον· τὰ γοῦν παρʼ αὐτὸ πάντα διὰ τοῦ ο μικροῦ γράφονται· οἷον, ἔνδοξος· ἐπίδοξος· Εὐδόξιος.

Τοῦ κνήμη διὰ τοῦ η ἡ πρὸ τέλους· ἀπὸ γὰρ τοῦ κινῶ κινήσω κινήμη, καὶ κατὰ συγκοπὴν τοῦ ι κνήμη· οὕτως Ἡρωδιανὸς καὶ Φιλόξενος· ὅσα δὲ παρʼ αὐτὸ τὴν αὐτὴν φυλάττει γραφήν· εὔκνημος· βαθύκνημος· πολύκνημος· κακόκνημος.

Γυνὴ τὸ γυ ψιλόν· παρὰ γὰρ τὸ γείνω, ὃ δηλοῖ τὸ τίκτω, γονὴ, καὶ τροπῇ τοῦ ο εἰς υ Αἰολικῇ, ὡς ὅμοιον ὔμμιον, γονὴ γυνή· διὸ καὶ τὰ παρʼ αὐτὸ διὰ τοῦ υ ψιλοῦ· οἷον, ἀνδρόγυνος· λάγυνος· μισόγυνος.

Πορφύρα τὸ φυ ψιλόν· τὰ γὰρ διὰ τοῦ υρα θηλυκὰ πλὴν τοῦ μοῖρα, οὐκ οἶδε τὴν οι δίφθογγον· οἷον, γέφυρα· ὄλυρα· λύρα· θύρα· τὰ γοῦν παρʼ αὐτὸ συγκείμενα διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, ὁλοπόρφυρος· μεσοπόρφυρος· χρυσοπόρφυρος· διπόρφυρος.

Ὧρα ἡ φροντὶς, καὶ ὁ καιρὸς, καὶ ἡ θεὰ διὰ τοῦ ω μεγάλου· τὰ γοῦν παρʼ αὐτὸ διὰ τοῦ ω· οἷον, ἄωρος· ὀλίγωρος· μετέωρος.

Νεφέλη τὸ νε ψιλόν· παρὰ γὰρ τὸ νείφω νεφέλη, ὡς καὶ ἄγω ἀγέλη, διὸ τὰ παρʼ αὐτὸ διὰ τοῦ ε ψιλοῦ· ἀνέφελος· πολυνέφελος.

Ἄγγελος τὸ γε ψιλόν· ὡς γὰρ παρὰ τὸ εἴκω τὸ ὁμοιῶ εἴκελος, οὕτω καὶ παρὰ τὸ ἄγω ἄγελος, καὶ ἐν διπλασιασμῷ τοῦ γ ἄγγελος, ὁμοίως καὶ εἴτι παρʼ αὐτό· ἀρχάγγελος· ἀγαθάγγελος· ἰσάγγελος.

Ψυχὴ τὸ ψυ ψιλόν· πρὸ γὰρ τοῦ χ οὐχ εὕρηται ἡ οι δίφθογγος, εἰ μὴ ἐν τῷ τοῖχος, καὶ ἐν τῷ μοιχὸς ἐπὶ τοῦ ἀνδρός· διὸ καὶ τὰ παρʼ αὐτὸ διὰ τοῦ υ ψιλοῦ· δίψυχος· ἄψυχος· μεγαλόψυχος.

Τὸ ἥβω διὰ τοῦ η, καὶ ὅσα παρʼ αὐτό· ἔφηβος· ἄνηβος. πάρηβος.

Πρῶρα τὸ πρω μέγα· παρὰ γὰρ τὸ προῶρας ὃ δηλοῖ τὸν καιρὸν ἔργον τῷ πρωρεῖ προῶρας ὁρᾶν· τὰ οὖν παρʼ αὐτὸ διὰ τοῦ ω· ἀντίπρωρος· ἐπίπρωρος.

Ὅπλον τὸ ο μικρόν· παρὰ γὰρ τὸ ἕπω ὅπλον ἐν πλεονασμῷ τοῦ λ· διὸ καὶ τὰ παρʼ αὐτὸ τὴν αὐτὴν ἀποίσει γραφήν· οἷον, ἔνοπλος· εὔοπλος· ὑπέροπλος.

Πτερὸν, παρὰ τὸ πέτω πετέρον, καὶ κατὰ συγκοπὴν πτερόν· τὰ γοῦν παρʼ αὐτὸ πάντα διὰ τοῦ ε ψιλοῦ γράφονται· ἄπτερος· πολύπτερος· ἐξάπτερος.

Ἀπὸ τοῦ τέκω, τέκανον, ὡς λείψω, λείψανον· πήσσω, πήγανον· καὶ κατὰ συγκοπὴν τέκνον· τὰ γοῦν παρʼ αὐτὸ διὰ τοῦ ε ψιλοῦ· οἷον, ἄτεκνος· καλλίτεκνος· φιλότεκνος.

Τὰ παρὰ τὸ ὄνομα συγκείμενα τὴν τρίτην ἀπὸ τέλους ἔχει διὰ τοῦ ω, καὶ τὴν μετʼ αὐτὴν διὰ τοῦ υ· οἷον, διώνυμος· παρώνυμος· ἀνώνυμος· ἐπώνυμος.

Φοιτῶ τὸ φοι δίφθογγον· ἀπὸ γὰρ τοῦ ὁδὸς, ὁδῶ καὶ πλεονασμῷ τοῦ ι οἰδῶ, καὶ τροπῇ τοῦ δ εἰς τ, πλεονασμῷ τοῦ φ, φοιτῶ· τὰ γοῦν παρʼ αὐτὸ τὴν αὐτὴν ἀποίσει γραφήν· οἷον, φοιτητὴς οὖν ὁ φοίτης· ἀεροφοίτης.

Ῥίγος τὸ ρι υ· ἀπὸ γὰρ τοῦ φρίσσω φρίγος, καὶ ἀποβολῇ τοῦ φ ῥίγος· οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶν· τὰ γοῦν παρʼ αὐτὸ διὰ τοῦ ι· δύσριγος·

Παρὰ τὸ φύω φύλλον διὰ δύο λλ, ὁμοίως καὶ ὅσα παρʼ αὐτό· πολύφυλλος· τρίφυλλον.

Πόθος τὸ πο μικρόν· ἢ παρὰ τὸ πήθω τὸ δηλοῦν τὸ πάσχω, τροπῇ τοῦ η εἰς ο· ἢ ἀπὸ τοῦ πείθω τοῦ εἰς συγκατάθεσιν ἄγειν· ἐξ οὗ τὸ πέποιθα, ὁ γὰρ πόθος πείθει τὸν ποθοῦντα ποθεῖν ὃ ποθεῖ· διὸ καὶ τὰ παρʼ αὐτὸ πάντα διὰ τοῦ ο· ποθεινός· ποθητός· πολυπόθητος.

Βλέφαρον παρὰ τὸ βλέπω καὶ αἴρω, βλεπέαρόν τι ὄν· τὰ γοῦν παρʼ αὐτὸ τὴν αὐτὴν ἀποίσει γραφήν· καλλιβλέφαρος· κυανοβλέφαρος· εὐβλέφαρος.

Τὰ παρὰ τὸ αἴθω ῥῆμα, ὃ δηλοῖ τὸ καίω, διὰ τῆς αι διφθόγγου γράφονται· οἷον, αἰθάλη· αἰθήρ· ἀπὸ οὖν τοῦ αἴθω, ὁ παθητικὸς παρακείμενος ἦσμαι, ἀφʼ οὗ ῥηματικὸν ὄνομα αἶσμα, καὶ ἀποβολῇ τοῦ σ αἷμα, καὶ δασύνεται· τὰ γοῦν παρʼ αὐτὸ πάντα διὰ τῆς αι διφθόγγου· οἷον, ἄναιμος· σύναιμος· πολύαιμος.

Τὸ σφυρὸν τὸ φυ ψιλόν· τὰ γὰρ διὰ τοῦ υρον οὐδέτερα δισύλλαβα διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, πυρόν· ξυρόν· μῦρον· οὕτω δὴ καὶ σφύρον· τὰ γοῦν παρʼ αὐτὸ συγκείμενα τὴν αὐτὴν φυλάττει γραφήν· οἷον, μεγαλόσφυρος· ὁλόσφυρος.

Τὸ κινῶ γέγονεν οὕτως· ἔστιν ὄνομα ἲς, ὃ καὶ ἲν λέγεται, δικατάληκτον γὰρ, καὶ δηλοῖ τὴν δύναμιν, καὶ γράφεται διὰ τοῦ ι· τούτου ἡ γενικὴ ἰνὸς, ἀφʼ οὗ ῥῆμα ἰνῶ· τὰ γοῦν παρʼ αὐτὸ πάντα διὰ τοῦ ι γράφονται· οἷον, ἀκίνητος· εὐκίνητος· δυσκίνητος.

Δῶρον τὸ δω μέγα· παρὰ γὰρ τὸν δώσω μέλλοντα· ἢ δοκεῖ σημειῶδες εἶναι τὸ ὄνομα διὰ τοῦ ω μεγάλου γραφόμενον, ὥσπερ καὶ τὸ ἁλωτὸς ἀπὸ τῶν εἰς μι· οὐδὲν γὰρ ὄνομα ἀπὸ τῆς τρίτης συζυγίας τῶν εἰς μι παραχθὲν, διὰ τοῦ ω μεγάλου γράφεται, πλὴν τῶν δύο τούτων· διὸ καὶ τὰ παρʼ αὐτοῖς συγκείμενα διὰ τοῦ ω μεγάλου γράφονται· οἷον, Ἀθηνόδωρος· μεγαλόδωρος· αἰχμάλωτος· ἀνάλωτος.

Τὰ παρὰ τὸ καριν συγκείμενα διὰ τοῦ η γράφονται· οἷον, τρικάρηνος· οὐλοκάρηνος.

Μῆλον τὸ μη η· μᾶλον γὰρ λέγουσιν Δωριεῖς· ὁμοίως καὶ εἴτι παρʼ αὐτὸ διὰ τοῦ η· οἷον, χρυσόμηλος· πολύμηλος· ὀξύμηλος.

Τὰ διὰ τοῦ ιφος δισύλλαβα οὐδέτερα διὰ τοῦ ι γράφονται· οἷον, ξίφος· στίφος· πρόσκειται οὐδέτερα διὰ τὸ ψῆφος θηλυκὸν διὰ τοῦ η γραφόμενον· τὰ γοῦν παρʼ αὐτὰ πάντα τὴν αὐτὴν φυλάττει γραφήν· οἷον, ἄξιφος· πολύξιφος· ἀψήφιστος.

Τὰ ἀπὸ τῆς κρι συλλαβῆς ἀρχόμενα διὰ τοῦ ι γράφονται· οἷον, κρῖνον τὸ ῥόδον· κριὸς τὸ ζῶον· κριτής· κρίβανος, καὶ τροπῇ τοῦ ρ εἰς λ κλίβανος· καὶ τἄλλα τῶν παραδειγμάτων ἐατέον διὰ τὸ πλῆθος· σεσημείωται διὰ τῆς ει διφθόγγου γραφόμενον, τὸ κρείων ἡ μετοχὴ, καὶ τὸ κρείσσων ὄνομα συγκριτικόν· διὰ δὲ τοῦ η τὸ Κρὴς τὸ ἐθνικὸν, ἀφʼ οὗ καὶ τὸ Κρητίζειν τὸ ψεύδεσθαι· οἰκεῖον γὰρ τοῖς Κρησὶ τὸ ψεύδεσθαι, ὡς καὶ ζώῳ παντὶ τὸ κινεῖσθαι· κρημνός· κρηπίς· κρήδεμνον· κρήγυον· κρητήριον ἡ ἐπίχυσις· … κρήδεσμον τὸ εὐῶδες· κρητήριον ὁ κρατήρ· κρηστεύω, κρησέριον τὸ κόσκινον· κρησέρα ἱμάτιον τραχύ· κρήηνον τὸ ἐπιτέλεσον· γέγονεν δὲ παρὰ τὸ κραίνω· ὁ ἀόριστος ἔκρανα, ὡς φαίνω, ἔφανα· τὸ προστακτικὸν κράνον, ὡς φάνον, καὶ Ἰωνικῶς τροπῇ τοῦ α εἰς η κρῆνον, καὶ ἐν πλεονασμῷ τοῦ η κρήηνον· οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶν· τοιαῦτα δὲ καὶ τὰ ἐξ αὐτῶν σύνθετα μετὰ τῆς αὐτῆς γραφῆς.

Γῆρας τὸ γη η, παρὰ γὰρ τὸ γέρας· ἕπεται γὰρ τοῖς γέρουσιν ἡ τιμή· τὰ γοῦν παρʼ αὐτὸ συγκείμενα διὰ τοῦ η γράφονται· βαθύγηρος· καλόγηρος· ὑπέργηρος.

Τύπος τὸ τυ ψιλὸν, παρὰ γὰρ τὸ τύπτω· τὰ δὲ διὰ τοῦ υπτω διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, κρύπτω· θρύπτω· κύπτω· καλύπτω· οὕτω δὴ καὶ τύπτω· ἀφʼ οὗ τύπος· ἐν γὰρ τῷ τύπτειν τύπος ἐπακολουθεῖ· ὅσα δὲ παρʼ αὐτὸ διὰ τοῦ υ ψιλοῦ· οἷον, ἀρχαίτυπος· προτύπωσις.

Τὰ παρὰ τὸ ἡγοῦμαι συγκείμενα διὰ τοῦ η γράφονται· στρατηγός· κυνηγός· ὁδηγός· ποδηγός· ἀρχηγός· φορτηγός.

Τὰ παρὰ τὸ ἄγω συγκείμενα, τοῦ γ ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ τὸ ω παραλαμβάνοντα μέσον, διὰ τοῦ ω μεγάλου γράφονται· ἀγωγός· χειραγωγός· παιδαγωγός· δημαγωγός.

Τὰ παρὰ τὸ βόσκω συγκείμενα διὰ τοῦ ο μικροῦ γράφονται· οἷον, χηνοβοσκός· αἰγοβοσκός.

Τὰ παρὰ τὸ φέρβω συγκείμενα διὰ τοῦ ο μικροῦ γράφονται· οἷον, συφορβός· ἱπποφορβός.

Τὰ παρὰ τὸ ποιῶ συγκείμενα διὰ τῆς οι διφθόγγου γράφονται· σιτοποιός· ἀρτοποιός· ὀψοποιός.

Φωνὴ παρὰ τὸ φῶς καὶ νοῦς· ἡ τὰ ἐν τῷ νῷ φωτίζουσα· τὰ γοῦν παρʼ αὐτὸ συγκείμενα ἢ παραγόμενα διὰ τοῦ ω μεγάλου γράφονται· φωνητικός· ἄφωνος· εὔφωνος· σύμφωνος.

Τὰ παρὰ τὸ βάλλω συγκείμενα διὰ τοῦ ο μικροῦ γράφονται· ἑκηβόλος· ἐλαφηβόλος· πετροβόλος.

Τὸ πολῶ διφορεῖται κατά τε γραφὴν, καὶ σημασίαν· ἐπὶ μὲν γὰρ τοῦ πιπράσκω διὰ τοῦ ω μεγάλου, ἐπὶ δὲ τοῦ κινοῦμαι ἢ περιπατῶ διὰ τοῦ ο μικροῦ· ἀμφότερα οὖν ἐν τῇ συνθέσει τὴν ἰδίαν φυλάττει γραφὴν, ὅθεν γὰρ τὸ πώλης καὶ οἰνοπώλης καὶ κρεοπώλης· καὶ οἰνοπώλης μὲν διὰ τοῦ ω μεγάλου· οἰωνοπόλος δὲ καὶ ὀνειροπόλος διὰ τοῦ ο μικροῦ· σεσημείωται τὸ ἀπεμπολῶ καὶ πυρπολῶ διὰ τοῦ ο γραφόμενα· τὸ μὲν ἀπὸ τοῦ πωλῶ τοῦ πιπράσκω· τὸ πυρπολῶ δὲ ἀπὸ τοῦ πολῶ τοῦ ἀναστρέφομαι προαχθέν.

Τὰ παρὰ τὸ ἀγορῶ συγκείμενα τὴν μὲν παραλήγουσαν διὰ τοῦ ο μικροῦ, τὴν δὲ τρίτην ἀπὸ τέλους ἔχει διὰ τοῦ η· οἷον, συνήγορος· κατήγορος· θεήγορος· δημήγορος.

Τὰ παρὰ τὸ χέω συγκείμενα διὰ τοῦ ο μικροῦ γράφονται κατὰ τὴν πρὸ τέλους· οἰνόχοος· ὑδρόχοος· χρυσόχοος· ἀργυρόχοος.

Τὰ παρὰ τὸ ῥέω συγκείμενα διὰ τοῦ ο μικροῦ γράφει τὴν παραλήγουσαν· ὠκύροος· βαθύροος.

Τὰ παρὰ τὸ πλέω διὰ τοῦ ο μικροῦ γράφει τὴν παραλήγουσαν· οἷον, εὔπλοος· δύσπλοος· κακόπλοος.

Τὰ παρὰ τὸ ἔχω συγκείμενα διὰ τοῦ ο μικροῦ γράφει τὴν παραλήγουσαν· οἷον, ἔξοχος· μέτοχος· κάτοχος· ἡνίοχος· τούτου ἡ ἄρχουσα διὰ τοῦ η δασυνομένου· γέγονε δὲ ἀπὸ τοῦ εἷς ὀνόματος, ὃ δηλοῖ τὸν ἀριθμὸν, οὗ ἡ γενικὴ ἑνὸς, ἀφʼ οὗ ἑνία καὶ τροπῇ τοῦ ο εἰς η ἡνία, καὶ ἐν συνθέσει ἡνίοχος· καὶ τοῦ ἀριθμοῦ ἡ δασεῖα πεφύλακται.

Τὰ παρὰ ῥῆμα συγκείμενα τὴν αὐτὴν τῷ ῥήματι ἐν τῇ πρὸ τέλους φυλάττει γραφήν· πείθω, ἀπειθής· λήθω, ἀληθής· εἴκω, ἐπιεικής· φημὶ, εὔφημος· τρέφω, ἀτρεφής· συλῶ, ἱερόσυλος· πλὴν τοῦ λείπω ἐλλιπής· λήβω, εὐλαβής· φαίνω, ἐμφανής.

Πῆρα ὁ θύλακος τὸ πη η· ἀπὸ γὰρ τοῦ φέρω φέρα, καὶ τροπῇ τοῦ φ εἰς π καὶ τοῦ ε εἰς η πῆρα· οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶν· τὰ γοῦν παρʼ αὐτὸ συγκείμενα διὰ τοῦ γ γράφονται· οἷον, κακόπηρος· μονόπηρος.

Τὰ παρὰ τὸ φόνος συγκείμενα διὰ τοῦ ο μικροῦ ἔχει τὴν πρὸ τέλους· οἷον, μιαιφόνος· ἀνδροφόνος.

Τὰ παρὰ τὸ ὀρύσσω ἐν τῇ συνθέσει ἐκτείνει τὸ ο· τυμβωρύχος· φρεωρύχος.

Τὰ παρὰ τὸ ὁμῶ ἐν τῇ συνθέσει ἐκτείνει τὸ ο τῆς ἀρχούσης, καὶ τὴν πρὸ τέλους ἔχει διὰ τοῦ ο μικροῦ· οἷον, ἀπώμοτον· ἐξώμοτον· ἐπώμοτον.

Ἀπὸ τοῦ σκέπτω ῥήματος γίνεται σκοπός· τὰ γοῦν παρʼ αὐτὸ διὰ τοῦ ο μικροῦ γράφονται· οἷον, ἐπίσκοπος· κατάσκοπος.

Καθόλου ὅσα ἀπὸ τροπῆς τοῦ ε εἰς ο ἀπὸ ῥήματος γεγένηται, εἰς σύνθεσιν ἐρχόμενα τὴν αὐτὴν φυλάττει γραφήν· τρέφω, τροφὸς, ἄτροφος· πολύτροφος· πρόλογος· ἱππόδρομος.

Τὸ ἵππος παρὰ τὸ ἵππω, ῥῆμα ὃ δηλοῖ τὸ πέταμαι· ἵπτος· δοκεῖ γὰρ τὸ ζῶον πτῆσιν ἀπομιμεῖσθαι τῷ τάχει τοῦ δρόμου· τροπῇ οὖν τοῦ τ εἰς π ἵππος· τὰ γοῦν παρʼ αὐτὸ κατά τε ἀρχὴν λέξεως, κατά τε τὸ τέλος τὴν αὐτὴν φυλάττει γραφήν· οἷον, φίλιππος· ἱππόδρομος· ἱππαλεκτρυών· τὸ Ἰώσηπος οὐ παρὰ τὸ ἵππος, διὸ οὐδὲ διὰ δύο π· γράφεται καὶ τοῦ η· ἀπὸ γὰρ τοῦ Ἰωσὴφ, Ἰώσηφος, κατὰ παραγωγὴν, καὶ τροπῇ τοῦ φ εἰς π, Ἰώσηπος.

Τὰ διὰ τοῦ ιος ἀπὸ βαρβάρων ὀνομάτων εἰς παραγωγὴν ἐληλυθότα, καὶ τὴν πρωτότυπον πειρᾶται φυλάττειν γραφὴν, καὶ διὰ τοῦ ι ποιεῖσθαι τὴν παραγωγήν· οἷον, Ἀβραὰμ, Ἀβραάμιος· Ἰσαὰκ, Ἰσαάκιος.

Τὸ ἐρὶ ἀρὶ μόρια ἐπιτατικὰ, διὰ τοῦ ι γράφονται· καὶ τὸ νη καὶ αὐτὸ ἐπιτατικὸν διὰ τοῦ η· τὰ ἐξ αὐτῶν συγκείμενα διὰ τῆς αὐτῆς παράγει γραφῆς· ἐριαύχην· ἐρίτιμος· ἀρίδηλος· ἀρίσημος· «νήχυτος ὄρπηξ.»

Τὸ νο, καὶ νω, καὶ νε, καὶ νη στερητικὰ ἐπιρρήματα, καθʼ ἑαυτὰ εἶναι μὴ δυνάμενα, ἐν τῇ συνθέσει τὴν αὐτὴν φυλάττει γραφήν· νοσερός· νωθὴς ὁ στερημένος τοῦ θέειν· νήστης ὁ ἐστερημένος σιτίων· νέπους ὁ ἐστερημένος ποδῶν.

Εἰς νω λήγοντα ῥήματα δισύλλαβα τὸ ι παραληγόμενα οὐχ ὁρῶ πολλά· ἔστι γὰρ τὸ γίνω τὸ κατασκευάζω· κλίνω· κρίνω· τίνω τὸ ἀποδίδωμι, ὃ καὶ τίω λέγεται, ἐξ οὗ παράγωγον τὸ τιννύω· καὶ τὸ φθίνω, ὃ καὶ αὐτὸ φθίω λέγεται· τὰ γοῦν ἐξ αὐτῶν συγκείμενα τὴν αὐτὴν φυλάττει γραφήν· οἷον, ἀκλινής· εὐκρινής· ἄφθιτος· κατάκριτος.

Κοίτη ἀπὸ τοῦ κῶ ῥήματος, ὃ δηλοὶ τὸ ὑπνῶ, τὴν γένεσιν ἔσχεν· ὡς γὰρ παρὰ τὸ θῶ θείω, καὶ σῶ σείω, οὕτω καὶ παρὰ τὸ κῶ κείω· τὸ παθητικὸν κείομαι, καὶ ἐν συγκοπῇ κεῖμαι, ἀφʼ οὗ ῥηματικὸν ὄνομα κοίμη· ἐξ οὗ πάλιν ῥῆμα δευτέρας συζυγίας τῶν περισπωμένων, κοιμῶ κοιμᾶς· τὰ γὰρ ἀπὸ τῶν εἰς η θηλυκῶν γινόμενα ῥήματα, δευτέρας γίνεται συζυγίας ὡς ἐπὶ τὸ πολύ· οἷον, βοὴ, βοῶ, βοᾶς· τεχνὴ, τεχνῶ, τεχνᾶς· ἀγάπη, ἀγαπῶ, ἀγαπᾶς· μελέτη, μελετῶ, μελετᾶς· οὕτω δὴ καὶ κοιμῶ, κιμᾶς, ἀπὸ τοῦ κοίμη· ἀπὸ οὖν τοῦ κεῖμαι τὸ τρίτον τῶν ἑνικῶν κεῖται· ἐξ οὗ τὸ κοίτη ὄνομα ῥηματικὸν διὰ τῆς οι διφθόγγου· διὸ καὶ τὰ παρʼ αὐτὸ συγκείμενα τὴν διὰ τῆς οι διφθόγγου φυλάττει γραφήν· ἐξόκοιτος· παράκοιτος· ἀλλόκοιτος· ἄκοιτις.

Τὰ ἀπὸ τῆς τρίτης συζυγίας τῶν εἰς ω περισπωμένων διὰ τοῦ ω μεγάλου· τὰ δὲ ἀπὸ τῶν εἰς μι τῆς αὐτῆς συζυγίας διὰ τοῦ ο μικροῦ ποιεῖται τὴν παραγωγήν· οἷον, χρυσῶ χρύσωμα· χρυσωτής· χρύσωσις· δίδωμι, δότης· δόσις· δοτός· δόμα· σεσημείωται ἀπὸ τῶν εἰς ω τὸ ὁμωτός· ὀνοτὸς ὁ μεμπτέος· ἀροτὸς ὁ ἠροτριασμένος, ἐξ οὗ καὶ τὸ ἀνήροτος ὅτι διὰ τοῦ ο μικροῦ γράφονται κατὰ τὴν πρὸ τέλους· καὶ τὸ ἁλωτὸς διὰ τοῦ ω μεγάλου ἀπὸ τῶν εἰς μι· παρʼ ὃ καὶ αἰχμάλωτος, καὶ ἀνάλωτος, καὶ θηριάλωτος.

Θύω τὸ ὁρμῶ διὰ τοῦ υ ψιλοῦ· τὰ γὰρ διὰ τοῦ υω βαρύτονα διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, λύω· κύω· ἀνύω· μηνύω· πλὴν τοῦ οἴω τὸ δηλοῦν τὸ νομίζω· τοῦτο γὰρ διὰ τῆς οι διφθόγγου γράφεται· εὕρηται καὶ ἐν διαλύσει ὀΐω· πρόσκειται βαρύτονα, διὰ τοῦ ποιῶ καὶ ἀλοιῶ περισπώμενα· καὶ τὰ ὅμοια αὐτοῖς διὰ τῆς οι διφθόγγου γραφόμενα· ἀπὸ οὖν τοῦ θύω, θυμὸς, διὰ τοῦ υ ψιλοῦ· ὁμοίως καὶ εἴτι παρʼ αὐτό· οἷον, ῥάθυμος· ἄθυμος· θυμώδης.

Τὰ παρὰ δοτικὴν ἑνικὴν τὴν εἰς ι ἐκφωνούμενον λήγουσαν συντεθημένα φυλάττει τὸ ι τῆς δοτικῆς ἀμετάθετον· οἷον, πυριλαμπής· πυρίκαυστος· πυρίμορφος· νυκτίλοχος· νυκτικόραξ· θηριάλωτος· μαστιγιφόρος· αἰγίλιψ· αἰγίβοτον· γαστρίδουλος· γαστρίμαργος· Ἀλκίνοος· ἁλίπαστος· λαμπαδιφόρος· γραμματιφόρος· ἐλπιδιφόρος.

Τὰ παρὰ δοτικὴν ἑνικὴν τὴν ἀπὸ τῶν εἰς ος οὐδετέρων συντεθημένα, πλὴν τῶν παρὰ τὸ κάλλος, καὶ τῶν παρὰ τὸ ὕψος, καὶ τῶν ἐχόντων ἐπαγόμενον ἓν τῶν διπλῶν, ἢ δύο σύμφωνα, εἰ τὴν ἑξῆς εὕροι ἀπὸ ἑνὸς ἁπλοῦ συμφώνου ἀρχομένην, ἢ ἀπὸ φωνήεντος· οἷον, ὀρείαυλος· Ὀρειβάσιος· ὀρειγένης ὁ ἐν ὄρει γεννηθείς· τὸ γὰρ κύριον ὄνομα διὰ τοῦ ω μεγάλου, καὶ διὰ τοῦ ι γράφεται· στεφειφόρος· θερείαυλος· βελειώδυνος· πρόσκειται πλὴν τῶν παρὰ τὸ κάλλος, ἐπεὶ ταῦτα διὰ τοῦ ι γράφονται· οἷον, καλλίτεκνος· καλλιπάρθενος· πρόσκειται πλὴν τῶν παρὰ τὸ ὕψος· καὶ ταῦτα γὰρ διὰ τοῦ ι γράφονται· οἷον, ὑψιμέδων· ὑψίλοφος· πρόσκειται πλὴν τῶν ἐχόντων τὴν ἑξῆς ἀπὸ ἑνὸς ἀρχομένην τῶν διπλῶν, καὶ ἀπὸ δύο συμφώνων διὰ τὸ ὑψίζυγος· ὑψιβρεμέτης· ὑψίθρονος· διὰ τοῦ ι γραφόμενα· πρόσκειται ἓν ἁπλοῦν σύμφωνον, ἐὰν γὰρ εὑρεθῶσιν δύο, καὶ οὕτως διὰ τοῦ ι γράφονται, ὡς ἔχει τὸ ἀγχίκτυπος· σεσημείωται τὸ ὀρίγανον ἡ βοτάνη διὰ τοῦ ι γραφόμενον.

Τὰ παρὰ δοτικὴν πληθυντικὴν συγκείμενα διὰ τοῦ ι γράφει τὴν τρίτην ἀπὸ τέλους· οἷον, ναυσιπόρος· ἐγχεσίμαχος· τειχεσιπλήτης· πασιμέλλουσα· σαρξιφάγος· ὀρεσίτροφος· ἁρμασίπουδος· Προτεσίλαος· ναυσίθεος· Ἀναξίμανδρος.

Τὰ παρὰ τὸ πήσσω συγκείμενα διὰ τοῦ η γράφονται· οἷον, ναυπηγός· κλινοπηγός.

Τὰ εἰς ις ἀρσενικά τε καὶ θηλυκὰ ἐν τῇ συνθέσει ἀποβάλλει τὸ σ τῆς ληγούσης, καὶ φυλάττει τὸ ι· οἷον, ὄφις, ὀφιοῦχος· ἔχις, ἐχίδηκτος· πόσις, ποσίφιλος· πόλις, πολιοῦχος· Ἴσις, Ἰσίδωρος· φύσις, φυσίζωος· πατρὶς, πατριάρχης· τάξις, ταξίαρχος.

Τὰ εἰς η λήγοντα θηλυκὰ, ἐν τῇ συνθέσει μη τρέποντα τὸ η εἰς ο, ὡς ἐπὶ τοῦ σκηνὴ, σκηνοποιός· κλινὴ, κλινόπους· εἰρήνη, εἰρηνόδωρος· περὶ ὧν ἤδη διείληπται, φυλάττει τὸ η· οἷον, μύλη, μυλήφατος· κοτύλη, κοτυλήρυτος· βοὴ, βοηθός· ζωὴ, ζωηφόρος· νίκη, νικηφόρος· στρωμνὴ, στρωμνηφόρος.

Τὰ ἀπὸ τῶν εἰς ος εις σύνθεσιν ἐλθόντων, καὶ τῇ ἀποβολῇ τοῦ σ τὴν σύνθεσιν ποιοῦντα διὰ τοῦ ο, καὶ ἢ διὰ μετρικὴν χρεῖαν, ἢ διʼ εὐφωνίαν τοῦτο μετατιθέντων, εἰς η αὐτὸ μεθίστησιν· οἷον, νεογεννὴς, νεηγενής· ἐλαφοβόλος, ἐλαφηβόλος· ἀθλοφόρος, ἀθληφόρος.

Τὰ εἰς ως θηλυκὰ ἐν τῇ συνθέσει φυλάττει τὸ ω· ἑωσφόρος, ἡωσφόρος· οἷς, ἀκόλουθον καὶ τὸ φωσφόρος, εἰ καὶ οὐδέτερον.

Τὰ παρὰ βαρύτονον μέλλοντα συγκείμενα διὰ τοῦ ι γράφονται, ἢ διὰ τοῦ ο μικροῦ, ἐνίοτε δὲ καὶ διὰ τοῦ ε ψιλοῦ· οἷον, στήσω, Στησίχορος· πράξω, Πραξιφάνης· λύσω, Λυσίμαχος· μίξω, μιξόθηρ· μιξοπόλιος· μιξοβάρβαρος· ὄρσω, ὀρσόθριξ· ὀρσοθώραξ· δρύψω, δρυψόπαις· πέρσω, περσεπόλις· Περσεφώνη· κέρσω, κερσεκόμης· καὶ ἀπὸ τοῦ οἰδήσω οἰδησίπους, καὶ κατὰ συγκοπὴν τοῦ ης Οἰδίπους.

Τὰ παρὰ ἐνεστῶτα τῆς πρώτης συζυγίας τῶν περισπωμένων ἐν συνθέσει γινόμενα, διὰ τοῦ ο, ἢ διὰ τοῦ ι, ἢ διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, ἀλιτόμηνος· ἁμαρτῶ, ἁμαρτοέπης· δάω, δαΐφρων· εἴλω, εἰλιπόδης· εἰλίπους· ἁμαρτῶ, ἁμαρτίνοος· ἡγῶ, ἡγεμών.

Οὐδὲν τῶν εἰς υς ληγόντων ἀρσενικῶν ἢ θηλυκῶν ὀνομάτων ἐπʼ εὐθείας ἑνικῆς εὕρηται διὰ τῆς οι διφθόγγου, ὅτι μὴ τὸ οἶς μόνον, ὃ καὶ γέγονεν κατὰ συναίρεσιν ἐκ τοῦ ὄις, δηλοῖ δὲ τὸ πρόβατον· ταχύς· βραδύς· ὀξύς· ἰσχύς· ὀσφύς.

Τὰ εἰς ως, εἴτε ὀνόματα, εἴτε μετοχαὶ, εἴτε ὀξύτονα, εἴτε βαρύτονα, εἴτε περισπώμενα, κατὰ ἀποβολὴν τοῦ σ ποιοῦντα τὴν γενικὴν, ἢ διὰ καθαροῦ τοῦ ος, ἢ διὰ τοῦ τος, τὴν εὐθεῖαν ἔχει διὰ τοῦ ω μεγάλου ἐπὶ παντὸς γένους· οἷον, ὀρφὼς, ὀρφώ· ταὼς, ταῶ· Τρὼς, Τρωός· δμὼς, δμωός· χρὼς, χρωτός· γέλως, γέλωτος· ἔρως, ἔρωτος· Μίνως, Μίνωος· ἥρως, ἥρωος· Τυνδάρεως, Τυνδάρεω· ἵλεως, ἵλεω.

Τὰ εἰς εψ λήγοντα ἁπλᾶ οὐκ ἔστιν εὑρεῖν πλὴν τοῦ φλὲψ μονοσύλλαβον· τὸ γὰρ ἐφευροκλέψ· νακοκλέψ· κατώβλεψ εἶδος θηρίου, σύνθετά ἐστιν.

Εἰς ηψ διὰ τοῦ η γραφόμενον οὐκ ἔστιν εὑρεῖν ὅτι μὴ μόνον τὸ κώληψ βαρύτονον· τὰ δʼ ἄλλα πάντα διὰ τοῦ ι· θρίψ· κνίψ· τοῦτο δὲ καὶ σὺν τῷ σ σκνίψ· Κεντόριψ· παιδότριψ· χοιρότριψ· ἀμφίτριψ.

Τὰ εἰς υψ σπάνια, καὶ διὰ τοῦ υ ψιλοῦ γράφονται· Κίνυψ ὁ λιμήν· Χάλυψ· ἄρυψ οἱ ἀπὸ δύσεως μέχρι Ἰσθμοῦ Ἀχαιοί· τοῦτο δὲ καὶ μονοσυλλάβως λέγεται παρὰ τοῖς Ἕλλησιν· ῥὺψ γὰρ παρʼ αὐτοῖς εἴρηται.

Τὰ διὰ τοῦ οψ μικροῦ τε καὶ μεγάλου γραφόμενα ἀδιώριστα καθέστηκεν ὁμοίως ἐπὶ κυρίων καὶ προσηγορικῶν, διὸ στοιχητέον τῇ ἱστορίᾳ.

Τὰ εἰς ων ὀνόματα προηγούμενα λέξεως ἐν τῇ συνθέσει τρέπει τὸ ω εἰς ο· σπάνια δὲ τὰ παραδείγματα· οἷον, λέων, λεόπαρδος· γέρων, γεροκόμος· Ἀπόλλων, Ἀπολλογενής· Ἀπολλοφάνης.

Πᾶσα γενικὴ εἰς ος λήγουσα, κατʼ ἀρχὴν ἑτέρας λέξεως συντιθεμένη, φυλάττει τὸ ο μικρὸν ἐν τῇ συνθέσει· οἷον, λέοντος, λεοντοκόμος· δράκοντος, δρακοντόπους· ἰχθύος, ἰχθυοφάγος· παιδὸς, παιδοτρίβης· χειρὸς, χειρόγραφον.

Τὰ εἰς ις ὀξύτονα θηλυκὰ διὰ τοῦ δος κλινόμενα, καὶ ἔχοντα καθαρὸν τὸ ις, τὸ η παραλήγεται, ἢ ἐκ πλεονασμοῦ, ὡς Ἑκτορηΐς· Πελοπηίς· ἢ ἐκ παραγωγῆς· οἷον, Νηλεὺς, Νηλέως, Νηλεῒς καὶ Νηληῒς, τροπῇ τοῦ ε εἰς η· ὁμοίως Βρισέως, Βρισεῒς καὶ Βρισηίς· τὰ πλείω γὰρ αὐτῶν πατρωνυμικὰ ὁρᾶται.

Τὰ διὰ τοῦ τρια προπαροξύτονα ἀναμφιβόλως ἅπαντα διὰ τοῦ ι γράφονται· οἷον, ψάλτρια· μαθήτρια· μονάστρια· λεκάστρια ἡ πόρνη· αὐλήτρια· τὸ λατρεῖα διὰ τῆς ει διφθόγγου γραφόμενον οὐκ ἀντίκειται, οὐ γὰρ προπαροξύνεται.

Καθόλου τὰ διὰ τοῦ εια προπαροξύτονα, εἴτε ἐπὶ πόλεων, εἴτε ἐπʼ ἄλλης τινὸς οἱασοῦν σημασίας, πλὴν τῶν διὰ τοῦ τρια, διὰ τῆς ει διφθόγγου γράφονται· σεσημειωμένων τοῦ πότνια· Ὄμπνια· Λάμια· Πολύμνια· τὸ γὰρ θάλια ἐπὶ διαφόρου σημασίας διάφορον ἀπενέγκατο τὴν γραφήν· τὸ μὲν γὰρ ἐπίθετον τῆς εὐωχείας, καὶ ἡ Μοῦσα διὰ τῆς ει διφθόγγου· οἷον, «δαῖτα θάλειαν,» καὶ «Μοῦσα Θάλεια·» αὐτὴ δὲ ἡ εὐωχεῖα, καὶ ἡ Χάρις, καὶ ἡ Νηρηὶς διὰ τοῦ ι· Ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἐνὶ πολλῇ· οὕτως εὗρον παρακείμενον σχόλιον εἰς τὰ Ἔργα Ἡσιόδου. Ἰστέον δὲ εἰς τὰ παραδείγματα τοῦ κανόνος· οἷον, ἀλήθεια· εὐλάβεια· Ἀλεξάνδρεια· Ἀπάμεια· Μήδεια· βοήθεια· ὠφέλεια· χαλκοβάρεια· Πηνελόπεια· πρόσκειται πλὴν τῶν διὰ τοῦ τρια, ἐπειδὴ ταῦτα διὰ τοῦ ι γράφονται, ἐφυλάξατο ὁ κανών.

Τὰ ἀπὸ τῶν εἰς υς διὰ τοῦ εια διὰ βραχὺ τοῦ α καὶ διὰ τῆς οι διφθόγγου γράφεται, διὸ καὶ πάντα προπερισπᾶται· οἷον, ταχὺς, ταχεῖα· ὀξὺς, ὀξεῖα· βαρὺς, βαρεῖα· τὸ λιγὺς καὶ ἐλαχὺς ὀξύτονα, καὶ ἡμίσυς καὶ θῆλυς βαρύτονα σημειοῦνται ποιοῦντα τὸ λίγεια· ἐλάχεια· θήλεια· ἡμίσεια, διὰ τῆς ει διφθόγγου παράγοντα τὰ θηλυκὰ καὶ προπαροξύτονα.

Τὰ διὰ τοῦ αινα παροξύτονα διὰ τῆς αι διφθόγγου γράφονται· θέαινα· Λάκαινα· δράκαινα· θεράπαινα, καὶ τὰ ὅμοια· τὸ χλαῖνα μόνον δισύλλαβον ὂν, τὴν αι δίφθογγον ἐφύλαξεν· ὡς καὶ τὸ δέσποινα μονῆρες ὂν, τὴν οι δίφθογγον· πρόσκειται προπαροξύτονα, ἐπεὶ τὸ Ἑλένα διὰ τοῦ ε ψιλοῦ γράφεται, ἀπὸ γὰρ τοῦ Ἑλένη γέγονεν κατὰ τροπὴν τοῦ η εἰς α μακρόν.

Τὰ διὰ τοῦ εσσα οὐκ οἶδε τὴν διὰ τῆς οι διφθόγγου γραφήν· ἐρώεσσα· τιμήεσσα· χαρίεσσα· μόνον τὸ Θραῖσσα δισύλλαβον καὶ διὰ τῆς αι διφθόγγου, ἀπὸ τοῦ Θραΐσσα συναιρεθέντος, καὶ τοῦ αισσα, ὅ ἐστιν παράγωγον ἀπὸ τοῦ δαίω τὸ μερίζω.

Τὰ εἰς ρα προπαροξύτονα δίφθογγον ἔχει πρὸ τοῦ ρ· οἷον, σώτειρα· εὐπάτειρα· δότειρα· Κάειρα· μάκαιρα· ἀντιάνειρα· κυδιάνειρα· κτεάνειρα.

Τὰ διὰ τοῦ ισσα δισύλλαβα, καὶ ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ ι γράφονται· οἷον, βίσσα· κίσσα· πίσσα· Φοινίκισσα· βασίλισσα· Κιλίκισσα· μέλισσα.

Τὰ διὰ τοῦ υσσα ὑπὲρ δύο συλλαβὰς οὐκ οἶδε τὴν διὰ τῆς οι διφθόγγου γραφήν· οἷον, Βέβρυσσα· Λίβυσσα· Βλέμμυσσα.

Τὰ διὰ τοῦ υσσα δισύλλαβα φεύγει τὴν διὰ τῆς οι διφθόγγου γραφήν· οἷον, λύσσα· Νύσσα.

Τὰ εἰς ης διὰ τοῦ τος καθαροῦ κλινόμενα, ἡνίκα ποιεῖ θηλυκὸν εἰς α, τὸ η φυλάττει· οἷον, πένης, πένητος, πένησα· θὴς, θητὸς, θῆσα· Κρῆς, Κρητὸς, Κρῆσα.

Τὰ εἰς α λήγοντα θηλυκὰ τὸ ε παραληγόμενα δύο ὁρῶ· ἁπλοῦν μὲν τὸ πέζα, ὃ δηλοῖ τὸν πόδα, καὶ τὰ ἐξ αὐτοῦ συντεθέντα, ἀργυρόπεζα· τετράπεζα· τράπεζα.

Τὰ εἰς α λήγοντα δισύλλαβα μονογενῆ, ἔχοντα πρὸ τοῦ α διπλοῦν, διὰ τοῦ ι γράφονται· ῥίζα· σχίζα· σπῖζα εἶδος ὀρνέου· δίψα· φρίξα.

Τὰ εἰς α λήγοντα ὑπὲρ δύο συλλαβὰς, ἔχοντα πρὸ τοῦ α διπλοῦν, οὐκ οἶδεν, οὔτε τὴν διὰ τῆς οι διφθόγγου γραφὴν, οὔτε τὴν διὰ τοῦ η, οὔτε τὴν διὰ τοῦ ω μεγάλου, ἀλλʼ ἢ τὴν διὰ τοῦ ι, ἢ τὴν διὰ τοῦ υ ψιλοῦ γραφὴν· οἷον, Δούριζα, λίμνης ὄνομα· Τυρόδιζα, ὄνομα πόλεως.

Τὰ διὰ τοῦ ελλα δισύλλαβα διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, βέλλα· κέλλα· σέλλα.

Τὰ διὰ τοῦ ελλα ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ ε ψιλοῦ γράφονται· θύελλα· ἄελλα· δίκελλα· πάτελλα.

Τὰ διὰ τοῦ υλλα δισύλλαβά τε καὶ ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, ψύλλα· Σκύλλα· Ἀγύλλα· Ἐρετύλλα· δίφυλλα· Σίβυλλα.

Τὰ διὰ τοῦ ιλλα δισύλλαβά τε καὶ ὑπὲρ δύο συλλαβὰς, διὰ τοῦ ι γράφονται· οἷον, σκίλλα, ἡ βοτάνη· Κίλλα ἡ πόλις· Μύριλλα· Πρίσκιλλα· Πράξιλλα· Τελέσιλλα· Κύδιλλα.

Τὰ διὰ τοῦ ινα προπαροξύτονα διʼ ἑνὸς ν γραφόμενα, ἢ καὶ διὰ δισσοῦ, διὰ τοῦ ι γράφονται· οἷον, Ἅρπινα· Βέλβινα, ὄνομα τόπου· Καμάρινα· Αἴγινα· Μυκέρινα, ὄνομα πόλεως· Φίλιννα· Ἵριννα· Βίτιννα· Κόριννα· Σάλπινα, ὄνομα κύριον· Μύρινα· οἷς ὅμοιον καὶ τὸ πῖνα ἐπὶ τοῦ ὀστρέου διʼ ἑνὸς ν γραφόμενον.

Τὰ διὰ τοῦ ινα Ἰταλικὰ προπερισπώμενα διὰ τοῦ ι γράφονται· Ἠμῖνα· Φαυστῖνα· Κωνσταντῖνα· Πλωτῖνα.

Τὰ διὰ τοῦ υνα προπαροξύτονα διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, χέλυνα· ἄμυνα· εὔθυνα· ἔρυνα· Δίκτυννα· σίγυννα· κίκυνα.

Τὰ διὰ τοῦ αιρα δισύλλαβα βαρύτονα βραχυκατάληκτα τῇ αι διφθόγγῳ παραλήγεται· οἷον, σφαῖρα· αἶρα· δαῖρα.

Τὰ εἰς ρα δισύλλαβα μακροκατάληκτα διὰ τοῦ ε γράφονται· οἷον, ἔρα· Πέρα, ὄνομα τόπου· Μέρα, ὄνομα πόλεως· πέρα· τοῦτο παρὰ τῷ ποιητῇ διὰ τῆς ει διφθόγγου γράφεται, καὶ ὀξύνεται· οἷς ὅμοιον καὶ τὸ Φερὰ ὀξυνόμενον.

Τὰ διὰ τοῦ ερα ὑπὲρ δύο συλλαβὰς πρὸ τέλους ἔχοντα τὸν τόνον διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, μάχαιρα· χίμαιρα· διφθέρα· χολέρα· τρομέρα· ἑσπέρα.

Τὰ διὰ τοῦ αιρα ὑπὲρ δύο συλλαβὰς προπαροξύτονα διὰ τῆς αι διφθόγγου γράφονται· οἷον, μάχαιρα· χίμαιρα· Ἄπαιρα, ὄνομα τόπου.

Τὰ διὰ τοῦ ειρα δισύλλαβα βραχυκατάληκτα διὰ τῆς ει διφθόγγου γράφονται· οἷον, στεῖρα ἡ μὴ τίκτουσα, καὶ τὸ μέρος τῆς γεώς· πεῖρα· σπεῖρα· ζεῖρα εἶδος χιτῶνος, οἱ δὲ ζώνης.

Τὰ διὰ τοῦ ειρα δισύλλαβα ὀξύτονα μονογενῆ διὰ τῆς ει διφθόγγου γράφονται· οἷον, εἰρά· σειρά· δειρά· σχειρά.

Τὰ διὰ τοῦ ειρα ὑπὲρ δύο συλλαβὰς προπαροξύτονα διὰ τῆς ει διφθόγγου γράφονται· οἷον, σώτειρα· πρέσβειρα· ὀλέτειρα· σάπφειρα· μενέτειρα· Θυάτειρα.

Τὰ διὰ τοῦ υρα δισύλλαβα διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, θύρα· λύρα· Μύρα ἡ πόλις, ἐπὶ γὰρ τοῦ μέρους διὰ τῆς οι διφθόγγου· παρὰ γὰρ τὸ μείρω· Κύρα ἡ κρήνη· οἷς ὅμοιον κατὰ τὴν γραφὴν τὸ πυρὰ ὀξυόμενον.

Τὰ διὰ τοῦ υρα ὑπὲρ δύο συλλαβὰς προπαροξύτονά τε καὶ παροξύτονα διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, γέφυρα· ὄλυρα· Ἔφυρα· Κόρκυρα· σίσυρα· πόρφυρα· κολύρα.

Τὰ διὰ τοῦ αισα σπάνια, καὶ διὰ τῆς αι διφθόγγου γράφονται δισύλλαβα· οἷον, αἶσα ἡ μοῖρα· Φαῖσα· συναπηνέχθη δὲ αὐτοῖς τὸ δεῖσα ἡ ὑγρασία· καὶ τὸ πεῖσα ἡ πεισμονὴ, διὰ τῆς ει διφθόγγου.

Τὰ διὰ τοῦ ισα δισύλλαβα διʼ ἑνὸς σ γραφόμενα, διὰ τοῦ ι γράφονται· Πῖσα ἡ πόλις· Νίσα ἡ πόλις· Κρίσα πόλις.

Τὰ διὰ τοῦ υσα δισύλλαβα διʼ ἑνὸς σ γραφόμενα, διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, Νῦσα· Φῦσα· τὸ νύσσα ὁ καμπτὴρ, καὶ λύσσα διὰ δύο σσ γράφονται.

Τὰ διὰ τοῦ ησσα δισύλλαβα, δισσοῦ ὄντος τοῦ σ, διὰ τοῦ η γραφόμενα σπάνια· οἷον, βήσσα· ῥῆσσα· πονῆσσα· τὸ κίσσα· πίσσα τὸ δάκρυον τῆς πεύκης, διὰ τοῦ ι σεσημείωνται.

Τὰ διὰ τοῦ οσσα δισύλλαβα διὰ τοῦ ο μικροῦ γράφονται· οἷον, ὄσσα· φόσσα· ῥόσσα ἡ κίχλη· κρόσσα· σεσημείωται τὸ γλῶσσα.

Τὰ διὰ τοῦ αια δισύλλαβα ἀπαρασχημάτιστα διὰ τῆς αι διφθόγγου γράφονται· οἷον, γαῖα· χραῖα· μαῖα· φαῖα· Ζαῖα ἡ πόλις· αἶα, ὅπερ ἀπὸ τοῦ γαῖα γέγονεν κατὰ ἀφαίρεσιν τοῦ γ· σεσημείωται τὸ ῥέα· Βρέα· θέα τὸ βαρύτονον, ὅπερ Συρακόσσιοι θάα λέγουσιν· τὸ γὰρ γέα γῆ διὰ τοῦ ε ψιλοῦ γραφόμενον, καὶ εἰς η συναιρούμενον, δῆλον ἐστὶν ὡς ἑτέρῳ κανόνι ὑπείκει· τὸ νέα οὐκ ἀντίκειται, ἀπὸ γὰρ τοῦ νεός.

Τὰ διὰ τοῦ υια βαρύτονα ἀπαρασχημάτιστα, εἴτε δισύλλαβα, εἴτε ὑπὲρ δύο συλλαβὰς, διὰ τῆς υι διφθόγγου γράφονται· οἷον, μυῖα· θυῖα· υἷα· ἐθυῖα· ἁρπυῖα· ὄργυια· ἄγυια· Εἰλήθυια.

Τὰ διὰ τοῦ εα τρισύλλαβα ὀξύτονα μονογενῆ διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, γενεά· δωρεά· ὀχεά.

Τὰ διὰ τοῦ αια ὑπὲρ δύο συλλαβὰς προπαροξύτονα, ἐπὶ πόλεων ἢ τόπων τιθέμενα, διὰ τῆς αι διφθόγγου γράφονται· οἷον, Νίκαια· Ποτίδαια Κάρθαια· Λίλαια· Δίκαια ἡ πόλις· Βάρκαια· Ἴσταια· Ὄσταια· Ἄφαια· Πλάταια· ταῦτα δὲ, εἰ μεταλάττει τὸν ἀριθμὸν, μεταλάττει καὶ τὸν τόνον εἰς τὴν ἐσχάτην, καὶ ὀξύνεται.

Τὰ παρὰ τὸ οὖς, ἢ πλοῦς, ἢ χροῦς, ἢ ῥοῦς, ἢ νοῦς, ἢ πλέω συγκείμενα διὰ τοῦ οια, διὰ τῆς οι διφθόγγου γράφονται· οἷον, εὔνοια· ἄνοια· εὔπλοια· δύσπλοια· εὔχροια· δύσχροια· παλίρροια· ἀπόρροια· ὀρθόπνοια· δύσπνοια.

Τὰ διὰ τοῦ οια προπαροξύτονα, ἔχοντα ἐν τῇ πρωτοτύπῳ φωνῇ τὸ ο, διὰ τῆς οι διφθόγγου γράφονται· οἷον, Εὐβοεὺς, Εὔβοια· Μελίβοια· Περίβοια· Ἐρίβοια· Σθενέβοια· οἷς ἀκόλουθον τὸ ἔσσοια· τρίττοια ἡ θυσία, ἥτις ἐκ τριῶν ζώων ἐθύετο· ἢ ὅτι τριετῆ ἢν τὰ θυόμενα· καὶ τὸ νεοία δὲ παροξυνόμενον τὴν διὰ τῆς οι διφθόγγου γραφὴν ἐφύλαξεν.

Τὰ διὰ τοῦ οια παρώνυμα διὰ τῆς αι διφθόγγου γράφονται· σεληναῖα· ἁμαξαῖα· θυραῖα ἐπὶ τῆς διεξόδου, οὐκ ἐπὶ τοῦ κατακλείοντος· εὐναῖα· γαληναῖα· σφενδοναῖα· δραχμαῖα· ὀπαῖα κεραμὶς τὴν ὀπὴν ἐπικλείουσα.

Τὰ διὰ τοῦ εα ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὸ α μακρὸν παροξύτονα, ἢ καὶ συναιρέσει ὑποπίπτοντα τοῦ ε καὶ α εἰς η, διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, Μαντινέα· Ὠκαλέα· Ὠκαλὴ γάρ· συκέα συκή· ἀμυγδαλέα ἀμυγδαλή· ἰτέα· σηπέα· πτελέα· μηλέα· λεοντέα· γαλέα· Νεμέα· Μενέα ἡ πόλις.

Τὰ διὰ τοῦ εια δισύλλαβα μονογενῆ ἔχοντα τὸ α μακρὸν, ὀξύτονα ἐπὶ οὐσίας τιθέμενα, διὰ τῆς ει διφθόγγου γράφονται· ζειά· χειά· Φειά· οἷς ὅμοια κατὰ τὴν γραφὴν, εἰ καὶ μὴ κατὰ τόνον, τὸ χρεῖα· μνεῖα, διὰ βραχέος τοῦ α ἐκφερόμενα· τὸ θεῖα, εἰ καὶ βαρύτονον καὶ μακροκατάληκτον, κατὰ τόνον ἀντίκειται, οὐ κατὰ τὴν γραφὴν, τριγενὲς γάρ· σεσημείωται τὸ φλία· στία· Θρία διὰ τοῦ ι γραφόμενα, καὶ τὸ Φθία μακρὸν ἔχον τὸ α καὶ βαρυνόμενον· καὶ τὸ σκιὰ ἀπὸ τοῦ κίω γεγονός· κιὰ καὶ πλεονασμῷ τοῦ σ σκιά.

Τὰ διὰ τοῦ ια ἐπὶ χωρῶν διὰ τοῦ υ γράφεται, καὶ ἐκτείνει τὸ α, καὶ πάντα παροξύνεται· οἷον, Παφλαγονία· Ἰτουρία· Ἰταλία· Σικελία· Καππαδοκία· Ἀρμενία.

Τὰ διὰ τοῦ εια ἀπὸ τῶν διὰ τοῦ ευω ῥημάτων, μὴ ὄντων ἀπὸ τῶν εἰς ος συνθέτων, μήτε ἀπὸ τῶν εἰς μων ὀξυτόνων, ἀλλʼ ἐξ ἑτέρας οἱασδήποτʼ οὖν καταλήξεως, διὰ τῆς ει διφθόγγου γράφονται· οὐ γὰρ ἀπὸ τῶν εἰς ος συνθέτων ἡ παραγωγή· δοῦλος, δουλεύω, δουλεῖα· ῥητὼρ, ῥητορεύω, ῥητορεῖα· κόλαξ, κολακεύω, κολακεῖα· σεσημείωται τὸ πονηρία καὶ ὀρφανία, ὅτι ἀπὸ τῶν εἰς ος ἁπλῶν ὄντα, καὶ ἔχοντα ἀντιπαρακείμενον ῥῆμα διὰ τοῦ ευω, οὐκ γράφει διὰ τῆς ει διφθόγγου· πρόσκειται μὴ ὄντα ἀπὸ τῶν εἰς ος συνθέτων, διὰ τὸ πρόεδρος, προεδρεύω, προεδρία· φιλάνθρωπος, φιλανθρωπεύω, φιλανθρωπία· ταῦτα γὰρ καὶ τὰ ὅμοια διὰ τοῦ ι γράφονται· πρόσκειται μὴ ὄντα ἀπὸ τῶν εἰς μων ὀξυτόνων, διὰ τὸ κηδεμὼν, κηδεμονεύω, κηδεμονία· καὶ γὰρ καὶ τὰ τούτοις ὅμοια διὰ τοῦ ι γράφονται.

Τὰ διὰ τοῦ εια ἀπὸ τῶν εἰς ος συνθέτων διὰ τοῦ ι γράφεται, εἰ καὶ ἔχοι ἀντιπαρακείμενον ῥῆμα διὰ τοῦ ευω· οἷον, σύνεδρος, συνεδρεύω, συνεδρία· οὐ γὰρ συνδρεύω νῦν χῶραν ἔχει εἰς τὴν διὰ τῆς αι διφθόγγου γραφήν· ὁμοίως φιλόπτωχος, φιλοπτωχία· εὐχάριστος, εὐχαριστία.

Τὰ ἀπὸ των εἰς μων ὀξυτόνων παραγόμενα, ἐχόντων ἀντιπαρακείμενον ῥῆμα διὰ τοῦ ευω, διὰ τοῦ ι γράφεται· σπάνια δὲ τὰ παραδείγματα· παράγωνται δὲ ἀπὸ τῶν γενικῶν τῶν εἰς μων, διὸ καὶ τὴν τρίτην ἀπὸ τέλους ἔχει διὰ τοῦ ο μικροῦ· οἷον, ἡγεμὼν, ἡγεμόνος, ἡγεμονεύω, ἡγεμονία· κηδεμὼν, κηδεμόνος, κηδεμονεύω, κηδεμονία.

Τὰ ἀπὸ τῶν εἰς ος ἁπλῶν, μὴ ἐχόντων ἀντιπαρακείμενον ῥῆμα διὰ τοῦ ευω, διὰ τοῦ ια γινόμενα, διὰ τοῦ ι γράφονται· οἷον, κακὸς, κακία· φίλος, φιλία· σοφὸς, σοφία· πρόσκειται μὴ ἔχοντα ἀντιπαρακείμενον ῥῆμα διὰ τοῦ ευω, διὰ τὸ δοῦλος, δουλεύω, δουλεῖα· μοιχὸς, μοιχεύω, μοιχεῖα· ταῦτα γὰρ καὶ τὰ ὅμοια αὐτοῖς διὰ τῆς ει διφθόγγου γράφονται.

Τὰ ἀπὸ τῶν εἰς ης, εἰς ους ἐχόντων τὴν γενικὴν, διὰ τοῦ ια γινόμενα, πρὸ τέλους ἔχοντα τὸν τόνον, διὰ τοῦ ι γράφονται· οἷον, εὐώδης, εὐώδους, εὐωδία· δυσώδης, δυσώδους, δυσωδία· εὐφυὴς, εὐφυοῦς, εὐφυΐα· εὐτυχῆς, εὐτυχοῦς, εὐτυχία· τριετὴς, τριετοῦς, τριετία· πρὸ τέλους ἔχοντα τὸν τόνον πρόσκειται, ἐπεὶ τὰ προπαροξυνόμενα διὰ τῆς ει διφθόγγου γράφονται· οἷον, εὐλαβὴς, εὐλάβεια, καὶ εἴτι ὅμοιον.

Τὰ ἀπὸ τῶν εἰς ις διὰ τοῦ ια γινόμενα καὶ παροξύνεται, καὶ διὰ τοῦ ι γράφεται· Κύπρις, Κυπρία· κόνις, κονία· ῥῆσις, ῥησία, καὶ παρρησία· κλῆσις, κλησία, καὶ ἐκκλησία· κλίσις, κλισία ἡ σκηνὴ, ἐκ τοῦ κλίνω· δόσις, δοσία, καὶ προδοσία· θέσις, θεσία, καὶ ἀσυνθεσία· μῆνις, μηνία, καὶ θεομηνία· τάξις, ταξία, καὶ ἀταξία· οὕτω καὶ ἲς ὄνομα, ἡ δύναμις, καὶ ἲν, ὡς δικατάληκτον, ἴα, καὶ πλεονασμῷ τοῦ μ μία· οὕτως Ἡρωδιανὸς ἐν τῇ καθόλου.

Τὰ παρὰ μέλλοντα διὰ τοῦ ια, διὰ τοῦ ι γράφονται· οἷον, θύσω, θυσία· ἄξω, ἀξία· λούσω, λουσία, καὶ ἀλουσία· ὀρέξω, ὀρεξία· ἔχω, ἕξω, ἔξια, καὶ εὐεξία· πέψω, πεψία, καὶ ἀπεψία.

Τὰ διὰ τοῦ σια ὑπὲρ δύο συλλαβὰς, μὴ ἔχοντα ἀντιπαρακείμενον ῥῆμα διὰ τοῦ ευω, διὰ τοῦ ι γράφονται· οἷον, ἱκεσία· τὸ δὲ ἱκετεῖα διὰ τῆς ι διφθόγγου· ἱκετεύω γάρ· μετουσία· ἀφασία· πρόσκειται μὴ ἔχοντα ἀντιπαρακείμενον ῥῆμα διὰ τοῦ ευω, διὰ τὸ περισσεύω, περίσσεια διὰ τῆς ει διφθόγγου.

Τὰ διὰ τοῦ ια ὑπὲρ δύο συλλαβὰς ὀξύτονα διὰ τοῦ ι γράφονται· οἷον, λαλιά· καλιά· δεξιά· σποδιά· ῥοδονιά· ἱμονιὰ τὸ ἀντλητήριον· ὁρμιά· σεσημείωται διὰ τῆς ει διφθόγγου γραφόμενα· τὸ παρειά· φορβειά· στηλειά· ἀρειά.

Τὰ διὰ τοῦ ια ὑπὲρ δύο συλλαβὰς, πρὸ τέλους ἔχοντα τὸν τόνον, μὴ ὄντα ἀπὸ τῶν διὰ τοῦ ευω ῥημάτων, μονογενῆ διὰ τοῦ ι γράφονται· οἷον, γωνία· πενία· ταινία· Ἰωνία· μανία· κεωρία· καρδία· ἁρμονία· Παιωνία· πρόσκειται ὑπὲρ δύο συλλαβὰς, διὰ τὸ μνεῖα· χρεῖα· δισύλλαβα, καὶ διὰ τῆς ει διφθόγγου γραφόμενα· πρόσκειται μονογενῆ, διὰ τὸ Ὀδύσσειος οἶκος· Ὀδυσσεῖα σκηνή· Χαρίκλειος δοῦλος· Χαρικλεῖα δούλη, διὰ τῆς ει διφθόγγου γραφόμενα· πρόσκειται μὴ ὄντα ἀπὸ τῶν διὰ τοῦ ευω, διὰ τὸ δουλεύω, δουλεῖα· λατρεύω, λατρεῖα.

Εἰς α λήγοντα καθαρὸν τὸ ο παραληγόμενα σπανία καὶ σχεδὸν ἀπὸ πάθους γεγόνασιν· ἔστιν γὰρ τὸ Ὄα, ὅπερ ἀπὸ τοῦ ᾮα διὰ τῆς ῳ διφθόγγου· δηλοῖ δὲ δῆμον Ἀττικὸν, καὶ τοῦ χιτῶνος τὸ ἄκρον· ἔστιν δὲ καὶ τὸ χρόα ἀπὸ τοῦ χροιὰ γεγονὸς κατʼ ἔλλειψιν τοῦ ι· ὁμοίως καὶ τὸ στοὰ ἀπὸ τοῦ στοιά· ἴσως δὲ καὶ τὸ πόα ἡ βοτάνη ἀπὸ τοῦ ποῖα γέγονεν ἀποβολῇ τοῦ ι.

Τὰ διὰ τοῦ οια δισύλλαβα βαρύτονά τε καὶ ὀξύτονα διὰ τῆς οι διφθόγγου γράφονται· οἷον, πτοῖα· Τροῖα· κοῖα· οἶα ἡ κόμη· χροιά· τοιά· σεσημείωται τὸ ψύα διὰ τοῦ υ ψιλοῦ γραφόμενον, μήποτε καὶ αὐτὸ ἀπὸ τοῦ ψύη Δωρικῶς εἰς α τέτραπται.

Τὰ διὰ τοῦ υα ὑπὲρ δύο συλλαβὰς παροξύτονα διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, ὀξύα εἶδος ξύλου· τὰ γοῦν ἐξ αὐτοῦ κατασκευασθέντα διὰ τοῦ η, ὀξύη· οἰσύα· κωδύα τῆς μήκωνος ἡ κεφαλή· καρύα· ἰξύα· σιπύα· σικύα· μελανδρύα· Δατύα ἡ πόλις· ἰγνύα· ὁρύα Ἀρίσταρχος συστέλλει τὸ α, καὶ ἐκτείνει τὸ υ, καὶ προπαροξύνη, ἐναλαγὴν τόνου πεποιηκὼς, ὡς φησὶν Ἡρωδιανός.

Τὰ διὰ τοῦ ωα δισύλλαβα καὶ ὑπὲρ δύο συλλαβὰς διὰ τῆς ῳ διφθόγγου γράφονται· οἷον, ᾦα ἡ μηλωτή· ἡῶα· προθυρῶα· ὑπερῶα· ταῦτα δὲ οὐ παρὰ πᾶσιν ἔχει τὸ ι· Κριῶα, ὄνομα δήμου Ἀττικοῦ· ψοθῶα ἡ ψῶρα.

Τὰ διὰ τοῦ ερα τρισύλλαβα μονογενῆ μακροκατάληκτα, πρὸ τέλους ἔχοντα τὸν τόνον, διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, ἡμέρα· ἑσπέρα· διφθέρα· χολέρα· ὑπέρα· τρομέρα· ἀλέρα κυδέρα· Θεσκέρα ἡ τιθηνὸς Διονύσου· τὸ γλυκερά· φοβερά· πενθερά· οὐ μονογενῆ, ὅμως καὶ οὕτως περὶ τόνον οὐ περὶ τὴν γραφὴν διαφορά· πρόσκειται πρὸ τέλους ἔχοντα τὸν τόνον, διὰ τὸ χίμαιρα· μάχαιρα· ταῦτα γὰρ προπαροξύνεται, καὶ διὰ τῆς αι διφθόγγου γράφεται.

Τὰ διὰ τοῦ ηρα δισύλλαβα βαρύτονα μακροκατάληκτα διὰ τοῦ η γράφονται· οἷον, θήρα· Ἥρα· σπήρα· πήρα ὁ θύλακος· τὸ σειρά· δειρὰ τὸ ἄκρον, ὀξύνονται, καὶ διὰ διφθόγγου γράφονται, ἀλλʼ οὐκ ἀντίκεινται, ἐφυλάξατο γὰρ αὐτὰ ὁ κανών· τὸ Φηρὰ τὴν γραφὴν φυλάξαν τὸν τόνον ἤμειψεν.

Τὰ διὰ τοῦ ια τρισύλλαβα μονογενῆ, μὴ ὄντα ἀπὸ τῶν διὰ τοῦ ευω ῥημάτων, παραληγόμενα τῇ λι συλλαβῇ, διὰ τοῦ ι γράφονται· οἷον, φυλία· Μαλία, ὄνομα ὄρους· τηλία· ἁλία· πρόσκειται τρισύλλαβα διὰ τὸ ὠφέλεια· πρὸ τέλους ἔχοντα τὸν τόνον, διὰ τὸ θάλεια ἡ εὐωχία διὰ τῆς ει διφθόγγου γραφόμενον, καὶ προπαροξυνόμενον· πρόσκειται μὴ ὄντα ἀπὸ τῶν διὰ τοῦ ευω, διὰ τὸ δουλεύω, δουλεῖα, ἀλλὰ τὸ ἔχον ἀντιπαρακείμενον ῥῆμα οὐκ ἀντίκειται.

Τὰ διὰ τοῦ ηρα μονογενῆ μακροκατάληκτα ὑπὲρ δύο συλλαβὰς, πρὸ τέλους ἔχοντα τὸν τόνον, διὰ τοῦ η γράφονται· οἷον, μερμήρα· ὀτρήρα· δασλῆρα· μενδῆρα.

Τὰ εἰς ρα ὀξύτονα δισύλλαβα ὀξύτονα μονογενῆ ἀπὸ ῥημάτων γενόμενα, διὰ τοῦ ο μικροῦ γράφει τὴν παραλήγουσαν· οἷον, σπείρω, σπορά· φθείρω, φθορά· δείρω, δορά· θέρω, Θορὰ δῆμος Ἀττικός· φέρω, φόρα.

Τὰ εἰς ρα δισύλλαβα μονογενῆ, οὐκ ἀπὸ ῥημάτων γενόμενα, βαρύτονα, διὰ τοῦ ω μεγάλου γράφονται· οἷον, ὀπῶρα· Φαλῶρα, ὄνομα πόλεως· πληθῶρα· ληθῶρα· αἰῶρα· νοβῶρα· τὸ θαλπωρά· ἐλπωρὰ, τὸν τόνον ἀμείψαντα τὴν γραφὴν ἐφύλαξεν· χῶρα· ψῶρα· ὧρα, τό τε ψιλούμενον καὶ τὸ δασυνόμενον· φῶρα· πρῶρα· τοῦτο οἱ πλείους σὺν τῷ ι.

Τὰ διὰ τοῦ ωρα ὑπὲρ δύο συλλαβὰς ἁπλᾶ μονογενῆ μακροκατάληκτα, πρὸ τέλους ἔχοντα τὸν τόνον, διὰ τοῦ ω μεγάλου γράφονται· οἷον, ὀπώρα· Φαλῶρα, ὄνομα πόλεως· πληθώρα· ληθώρα· αἰώρα· νοβώρα· τὸ θαλπωρά· ἐλπωρὰ, τὸν τόνον ἀμείψαντα τὴν γραφὴν ἐφύλαξαν.

Τὰ εἰς ρα ῥηματικὰ μετʼ ἐπιπλοκῆς συμφώνου, εἴωθεν τοῦ πρωτοτύπου λειψανόν τι τηρεῖν· οἷον, ὕω τὸ βρέχω· ὑγρά· ὑδρά· χέω, χύτρα· αἴθω, αἴθρα· μήσω, μήτρα· ξύω, ξύστρα· μύω, μύστρα· φαίνω, Φαῖδρα.

Τὰ διὰ τοῦ οη θηλυκὰ καθαρὰ δισύλλαβα, προσηγορικά τε καὶ κύρια, ὀξύτονα καὶ βαρύτονα, διὰ τοῦ ο μικροῦ γράφει τὴν παραλήγουσαν· οἷον, φθόη· χλόη· χνόη ἡ χυνικὶς τοῦ ἅρματος· πνοή· ῥοὴ, λέγεται γὰρ καὶ διὰ τοῦ ο μικροῦ· χοή· βοὴ, τὸ ὀξύτονον· τὸ γὰρ περισπώμενον συνήρηται ἀπὸ τοῦ βοέα βοῆ, ὡς κυνέα κυνῆ· τραγέα τραγῆ· θόη τὸ βαρύτονον, οὕτω δὴ καὶ τὸ ὀξύτονον· νοῆ· Ὀὴ δῆμος Ἀττικός· σεσημείωται διὰ τοῦ ω μεγάλου, τὸ ζωή· θωὴ, ἡ ζημία· τοῦτο δὲ καὶ σὺν τῷ ι, ἐξ οὗ καὶ τὸ ἀθῷος.

Τὰ διὰ τοῦ οη καθαρὰ ὑπὲρ δύο συλλαβὰς, διὰ τοῦ ο μικροῦ γράφει τὴν παραλήγουσαν· οἷον, ἀλόη· Μερόη· Φολόη, ὄνομα ὄρους· Χωλόη τὸ ὄρος τῆς Ἰταλίας ἐν ᾧ φασὶν γεννηθῆναι τὸν Ἤφαιστον χωλόν· οἰονόη· Κολόη· οἷς ὅμοιον καὶ τὸ ἀκοὴ κατὰ τὴν γραφὴν οὐ κατὰ τὸν τόνον· σεσημείωνται διὰ τοῦ ω μεγάλου γραφόμενα· τὸ ἐρωή· ἰωή· ἀλῴη, τοῦτο δὲ ἀπὸ τοῦ ἀλλοιῶ ῥήματος γεγονὸς σὺν τῷ ι γράφεται.

Τὰ διὰ τοῦ οιβη δισύλλαβα, εἴτε κύρια, εἴτε προσηγορικὰ, διὰ τῆς οι διφθόγγου γράφονται, κἂν βαρύτονα εἴη, κἂν ὀξύτονα· οἷον, Φοίβη· Βοίβη· λοιβή· στοιβή· οἷς ὅμοιον καὶ τὸ ἀμοιβὴ τρισύλλαβον.

Τὰ διὰ τοῦ ηβη δισύλλαβα βαρύτονα διὰ τοῦ η γράφει τὴν πρὸ τέλους· οἷον, Ἥβη· Θήβη· σεσημείωται τὸ στίβη διὰ μακροῦ τοῦ ι, καὶ τὸ λώβη διὰ τοῦ ω μεγάλου.

Τὰ διὰ τοῦ υβη ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ υ ψιλοῦ γραφόμενα σπάνια· οἷον, καλύβη· Ἀλύβη· τὸ ἀμοιβὴ μόνον διὰ τῆς οι διφθόγγου, καὶ ὀξύνεται.

Καθόλου τὰ διὰ τοῦ υγη, εἴτε δισύλλαβα, εἴτε ὑπὲρ δύο συλλαβὰς, τὸ υ ψιλὸν παραλήγεται, εἴτε βαρύτονα, εἴτε ὀξύτονα· οἷον, τρύγη· Ὕγη ἡ πόλις· πυγή· ἠλύγη· μαρμαρυγή· κορκορυγή· βορβορυγή· ὀλολυγή· ὠρυγὴ ἡ κραυγή.

Τὰ διὰ τοῦ ωγη ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ ω μεγάλου γράφονται· οἷον, ἀρωγή· οἰμωγή· ἀνωγή· ὑπιωγή· τὸ ἁρμογὴ μόνον διὰ τοῦ ο.

Τὰ διὰ τοῦ εδη δισύλλαβα διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, πέδη· Νέδη.

Τὰ διὰ τοῦ ιδη δισύλλαβα διὰ τοῦ ι γράφονται· οἷον, κνίδη· Σίδη· χλίδη· Ἴδη· τὸ ὄρος τὸ Λήδη· Μήδη, σεσημείωται τὸ η παραληγόμενα.

Τὰ διὰ τοῦ υδη δισύλλαβα διὰ τοῦ υ ψιλοῦ γράφονται, οἷον, ὕδη· πύδη.

Τὰ εἰς θη δισύλλαβα βραχεῖα φύσει παραληγόμενα σπάνια· οἷον, μέθη· πόθη· τὸ Αἴθη διὰ τῆς αι διφθόγγου γράφεται, ἔστι δὲ ὄνομα κύριον.

Τὰ εἰς θη δισύλλαβα τὸ η παραληγόμενα σπάνια, κἄν τε βαρύνοιντο, κἄν τε ὀξύνοιντο· οἷον, λήθη· ἐπί τε τοῦ προσηγορικοῦ καὶ τῆς πόλεως· σήθη· πλήθη.

Τὰ εἰς θη λήγοντα δισύλλαβα τὸ ι παραληγόμενα σπάνιά εἰσιν· οἷον, Σίθη, ὄνομα κύριον βαρύτονον, καὶ τὸ κριθὴ ὀξύτονον.

Τὰ εἰς θη λήγοντα ὑπὲρ δύο συλλαβὰς σπάνια πάνυ, καὶ πρὸς κανονικὴν συναρμογὴν ἀκατάλληλα· ἔστι γὰρ τὸ Ληκύθη ἡ πόλις, τὴν ἄρχουσαν ἔχον διὰ τοῦ η, καὶ τὴν μετʼ αὐτὴν διὰ τοῦ υ ψιλοῦ, καὶ τὸ Λυκέθη, ὄνομα κύριον· τὴν μὲν ἄρχουσαν ἔχον διὰ τοῦ υ ψιλοῦ· ἔστιν δὲ καὶ τὸ κακιθὴ ὀξύτονον τὸ ι παραληγόμενον· ὅθεν ταύτη ἱστορία φέρειν παραχωροῦμεν.

Τὰ διὰ τοῦ ικη δισύλλαβα μονογενῆ διὰ τοῦ ι γράφονται· οἷον, νίκη· δίκη· φρίκη· σεσημείωται τὸ βήκη διὰ τοῦ η γραφόμενον, καὶ ἴσως παρὰ τὸν βήσω μέλλοντα, ὡς καὶ παρὰ τὸν θήσω θήκη, καὶ τὸ φώκη διὰ τοῦ ω μεγάλου.

Τὰ διὰ τοῦ ικη ὑπὲρ δύο συλλαβὰς μονογενῆ διὰ τοῦ ι γράφονται· οἷον, Ἑλίκη· Φοινίκη· μυρίκη· Κυζίκη· μόνον τὸ ἐρείκη διὰ τῆς ει διφθόγγου· ἔστιν δὲ εἶδος φυτοῦ· τὸ ἀϊκὴ ἐν τόνῳ διαλλάξαν τὴν γραφὴν ἔσχεν ἀπαράλλακτον, ὀξύνεται γάρ· τὸ γραμματική· μουσικὴ, καὶ εἴτι ὅμοιον ὡς κτητικὰ ὀξύνεται, καὶ τὸ ι παραλήγεται.

Τὰ διὰ τοῦ ιση ἀπὸ ἀρσενικῶν γεγενημένα, διὰ τοῦ ι γράφει τὴν παραλήγουσαν· οἷον, παιδίσκη· λεκανίσκη· στεφανίσκη.

Τὰ εἰς κη κτητικὰ ἀπὸ τῶν εἰς κος κτητικῶν παρηγμένα, τὴν αὐτὴν τῷ ἀρσενικῷ φυλάττει γραφὴν τὸ θηλυκὸν κατὰ τὴν παραλήγουσαν· οἷον, μυστικὸς, μυστική· βοεικὸς, βοεική.

Τὰ διὰ τοῦ υκη ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ υ ψιλοῦ γράφει τὴν πρὸ τέλους· καλύκη· ζαμβύκη· ἰαμβύκη· σαμβύκη· Ἰτύκη· Ἐρύκη ἡ πόλις· καρύκκη ἡ διὰ δισσοῦ τοῦ κ· ἔστιν δὲ εἶδος βρώματος ἐκ πολλῶν ἐδεσμάτων συνεστός.

Τὰ διὰ τοῦ ωκη ὑπὲρ δύο συλλαβὰς τὸ ω παραληγόμενα σπάνια· ὀξύτονα μὲν γάρ εἰσι δύο· ἀκωκὴ καὶ ἰωκὴ, καὶ τὸ Ἐώκη βαρύτονον· ἔστιν δὲ ὄνομα πόλεως.

Τὰ διὰ τοῦ ελη δισύλλαβα διὰ τοῦ ε ψιλοῦ· οἷον, ἔλη· Πέλη, πόλις Θετταλίας Ζέλη· κελή· τοῦτο τὴν γραφὴν φυλάξαν τὸν τόνον ἤμειψεν· ὀξύνεται γάρ.

Τὰ διὰ τοῦ ηλη δισύλλαβα τὸ η παραλήγεται· μήλη· στήλη· πήλη· κήλη· οἷς ὅμοια κατὰ γραφὴν οὐ κατὰ τόνον, τὸ Χηλή· θηλὴ ὀξύτονα.

Τὰ διὰ τοῦ ολη, ἀπὸ τροπῆς τοῦ ε ἢ τοῦ α εἰς ο γινόμενα, διὰ τοῦ ο μικροῦ γράφονται· οἷον, στέλλω, στολή· τέλλω, τολὴ, καὶ ἐντολή· βάλλω, βολὴ, καὶ ἐμβολή· χέω, χολή· κωλῆ οὐχ οὕτως ἔχον, διὰ τοῦ ω μεγάλου γράφεται, καὶ περισπᾶται, ὡς καὶ τὸ Νῶλα εἰς λ λῆγον προπερισπᾶται.

Τὰ διὰ τοῦ υλη δισύλλαβα μονογενῆ διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, ὕλη· πύλη· μύλη· τύλη· φύλη· πρόσκειται μονογενῆ, διὰ τὸ κοῖλος κοίλη, διὰ τῆς οι διφθόγγου γραφόμενα.

Τὰ διὰ τοῦ ειλη δισύλλαβα τῇ ει διφθόγγῳ παραληγόμενα σπάνια· τὸ εἴλη γὰρ καὶ δείλη βαρύτονα μονογενῆ, καὶ τὸ σμιλὴ ὀξύτονον διὰ τοῦ ι.

Τὰ διὰ τοῦ ελη ὑπὲρ δύο συλλαβὰς μονογενῆ διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, Σεμέλη· Θυμέλη· ἀγέλη· Κυβέλη· ὑβέλη· νεφέλη· μακέλη· κυψέλη· πιμέλη διὰ μακροῦ τοῦ ι.

Τὰ διὰ τοῦ ηλη ὑπὲρ τρεῖς συλλαβὰς βαρύτονα διὰ τοῦ η γράφονται· οἷον, Καθήλη ἡ πόλις· Γαβήλη, πόλις Φοινίκης· καπήλη· νοθήλη· ὁπήλη· κωβήλη ἡ συνουσία· ξυήλη· στυμφήλη· βαρβήλη· κιχήλη· τὸ γαμφηλὴ, καὶ θυηλὴ ἡ ἐκ θυμάτων μαντεῖα σεσημείωνται ὀξυνόμενα· σεσημείωται καὶ τὸ σπατίλη τὸ ἀπόξυσμα τῶν δερμάτων, καὶ τῆς γαστρὸς ἡ ὑδατώδης φορά· μαρίλη ἡ θερμὴ σποδός· μυστίλη ὁ κοῖλος ἄρτος· πραδίλη· βασίλη ἡ βασιλὶς, διὰ τοῦ ι γραφόμενα· καὶ τὸ ὠτειλὴ ὀξυνόμενον, καὶ διὰ τῆς ει διφθόγγου γραφόμενον, γεγονὸς ἀπὸ τοῦ οὐτήσω, οὐτηλὴ, τροπῇ τῆς ου διφθόγγου εἰς ω, καὶ τοῦ η εἰς τὴν ει δίφθογγον Βοιωτιακῶς, ὡς πένης, πένεις· καὶ διὰ τὸ παρʼ Αἰωλεῦσιν ὠτέλλη λέγεσθαι.

Τὰ διὰ τοῦ ολη ὑπὲρ δύο συλλαβὰς βαρύτονα διὰ τοῦ ο μικροῦ γράφονται· οἷον, Ὁμόλη τὸ ὄρος· Ἰόλη· ἀβόλη· τριβόλη· θερσόλη· ἀπαιόλη ἡ ἀπάτη· σεσημείωται τὸ ἐριώλη διὰ τοῦ ω μεγάλου γραφόμενον.

Τὰ διὰ τοῦ υλη ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, κρωδύλη· κορδύλη· κοτύλη· ἀρβύλη· σταφύλη· γογγύλη· ἡδύλη· κροκύλη· ἀγρύλη· ἀγκύλη.

Τὰ διὰ τοῦ ωλη ὀξύτονα ὑπὲρ δύο συλλαβὰς ἀπὸ ῥημάτων γινόμενα διὰ τοῦ ω μεγάλου γράφονται· οἷον, παυσωλή· τερπωλή· θερμωλή· γαμψωλή· εὐχωλή· χαριτωλή· μεμφωλή· θεραπωλή· ἀδμωλή· τὸ ἐριώλη βαρυνόμενον τὴν γραφὴν φυλάξαν τὸν τόνον ἤμειψεν.

Τὰ εἰς μη δισύλλαβα, ἔχοντα ἐν τῇ πρώτῃ συλλαβῇ τὸ υ, μεθʼ οὗ ἐστὶ δύο σύμφωνα, ἀπὸ ῥημάτων γενόμενα, διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, νυγμή· ξυσμή· πυγμή· δυσθμή.

Τὰ εἰς μη ἔχοντα πρὸ τοῦ μ σύμφωνον κατὰ σύλληψιν, ἢ κατὰ διάστασιν, ἢ βραχεῖ, ἢ βραχυνομένῳ φωνήεντι παραλήγεται· σεσημειωμένου ἡ αἰχμὴ διὰ τῆς αι διφθόγγου γραφόμενον· ἔστι γὰρ σύνθετον παρὰ τὸ αἷμα χεῖν· οἷον, λίχμη· δεσμή· ἐφετμή· ἀϋτμή· Μεδμή· ἰθμή· δυθμή· λόχμη· δόχμη· Θέρμη· λόγχη· τόλμη· σπέρμη· σέλμη.

Τὰ εἰς μη δισύλλαβα ἀπὸ ῥημάτων γινόμενα διὰ τοῦ ο γράφει τὴν πρὸ τέλους· νέμω, νομή· τέμνω, τομή· δέμω, δομή, καὶ οἰκοδομή· τὸ κώμη παρώνυμον, παρὰ γὰρ τὸ κόσμος κόσμη, καὶ ἀποβολῇ τοῦ σ κόμη· κόσμος γὰρ τῆς κεφαλῆς ἡ κόμη.

Τὰ εἰς μη δισύλλαβα βαρύτονα διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, λύμη· ῥύμη· Κύμη ἡ πόλις· Δύμη· Στρύμη· τρύμη ἡ ταλαιπωρία· ζύμη· τὸ κοίμη ἐπὶ τοῦ ὕπνου, ἐξ οὗ καὶ τὸ κοιμῶ κοιμαῖς διὰ τῆς οι διφθόγγου· ἀπὸ γὰρ τοῦ κείομαι κεῖμαι κοίμη, ὡς καὶ ἀπὸ τοῦ οἷμος οἴμη.

Τὰ διὰ τοῦ ημη δισύλλαβα βαρύτονα τὸ η παραλήγεται· οἷον, μνήμη· φήμη· κνήμη· χήμη· τούτοις ἀκόλουθον καὶ τὸ τιμὴ ὀξυνόμενον τὸ προσηγορικόν· τὸ γὰρ κύριον βαρύνεται· ἀμφότερα δὲ διὰ τοῦ ι γράφεται.

Τὰ εἰς μη ὑπὲρ δύο συλλαβὰς μονογενῆ τὸ η παραλήγεται· οἷον, νοσίμη· θελήμη· φιλήμη, οὕτως ἡ φιλία.

Τὰ διὰ τοῦ ωμη δισύλλαβα βαρύτονα, διὰ τοῦ ω μεγάλου γράφονται· οἷον, ῥώμη· γνώμη· κώμη, ἡ πόλις· Ἰθώμη τρισύλλαβον· βρώμη.

Τὰ εἰς νη δισύλλαβα, ἔχοντα τὴν πρὸ τοῦ ν εἰς τὴν ερ συλλαβὴν καταλήγουσαν, διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, Λέρνη ἡ κρήνη· Κέρνη ὁ λιμήν· πτέρνη· Πέρνη ἡ πόλις· οἷς ὅμοιον καὶ τὸ φερνὴ ὀξύτονον.

Τὰ διὰ τοῦ ενη δισύλλαβα μονογενῆ τὸ ε παραληγόμενα δύο ἐστίν· θένη, καὶ ἔνη, καὶ ἐν πλεονασμῷ τοῦ υ εὔνη· γέγονεν γὰρ ἀπὸ τοῦ εἷς ἑνὸς, ὃ δηλοῖ τὸν ἀριθμὸν, ὡς εἶπον, ἕνη καὶ εὔνη, ψιλουμένης τῆς ευ διφθόγγου· ἐπεὶ τὸ ευ πλεονάζον ψιλοῖ τὰ πρὸ ἑαυτοῦ φωνήεντα· ἕκηλος εὔκηλος· ἕαδε εὔαδε, καὶ τὰ ἑξῆς.

Τὰ διὰ τοῦ ενη ὑπὲρ δύο συλλαβὰς ἔχοντα πρὸ τοῦ ε τὸ λ ἢ τὸ μ διὰ τοῦ ε ψιλοῦ γράφονται· ὠλένη· Ἑλένη· καυμένη· φυμένη· Κτημένη· δυναμένη· ἐλπομένη.

Τὰ διὰ τοῦ ηνη μονογενῆ δισύλλαβα βαρύτονα τὸ η παραλήγεται· Ῥήνη, ὄνομα κύριον· Σήνη ἡ πόλις· Οὐχηουήνη· φήνη εἶδος ὀρνέου· μήνη ἡ σελήνη· χήνη, ἔνθεν καὶ καταχήνη τὸ γέλασμα· κρήνη· γλήνη· λήνη· τὸ σκηνὴ μόνον τὸν τόνον ἤμειψεν καὶ τὴν γραφὴν ἐφύλαξεν· τὸ ῥινὴ τὸ ἐργαλίον διὰ τοῦ ι γραφόμενον καὶ ὀξυνόμενον, μόνον καὶ τόνῳ καὶ γραφῇ διήλλαξεν.

Τὰ διὰ τοῦ ηνη τρισύλλαβα μονογενῆ βαρύτονα τὸ η παραλήγεται· οἷον, εἰρήνη· σαγήνη· Ἀρήνη· ἀθήνη εἶδος μελίσσης· Μεσσήνη· Πελλήνη· πυλήνη· γαλήνη· Μυκήνη· Λευκήνη· Πριήνη· Κυλλήνη· τιθήνη· Πειρήνη ἡ πόλις· Κισθήνη ἡ πόλις· Σιδήνη· Ἰσμήνη ἡ ἡρωὶς, ἔστιν δὲ καὶ πόλις Βοιωτίας· συβήνη· ἀπήνη· Κυρήνη· Χαλδήνη, ὄνομα κύριον· Καβήνη ἡ κρήνη Λυκίας· Σεδήνη ἡ Ἀμαζών· τὸ Γερμηνὴ τὴν αὐτὴν γραφὴν φυλάττον ὀξύνεται.

Τὰ διὰ τοῦ ηνη ὑπὲρ τρεῖς συλλαβὰς ὀξύτονα διὰ τοῦ η γράφει τὴν παραλήγουσαν· οἷον, Ἀτραμυτηνή· Καμασσηνή· Κομμαγηνή· Κοδρομηνή· Παραστακηνή· Μελητηνὴ, ὄνομα πόλεως· Σιπυληνὴ ἡ Δημήτηρ· τὸ Μιτυλήνη βαρυτονηθὲν τὴν αὐτὴν φυλάττει γραφήν· λέγεται δὲ καὶ Μιτυλήνη· Πακτυήνη· Δινδυμήνη.

Τὰ διὰ τοῦ ινη δισύλλαβα διὰ τοῦ ι γραφόμενα τὴν παραλήγουσαν ὀλίγιστά εἰσιν· ἔστιν γὰρ τὰ δίνη ἡ συστροφή· κλίνη· ῥίνη ὁ ἰχθύς· Βίνη ἡ πόλις· ῥινὴ τὸ ἐργαλεῖον τοῦ χαλκέως· σεσημείωται τὸ πείνη ὁ λιμὸς διὰ τῆς ει διφθόγγου γραφόμενον· λέγεται δὲ καὶ πεῖνα διὰ τοῦ α.

Τὰ διὰ τοῦ ινη μονογενῆ ὑπὲρ δύο συλλαβὰς βαρύτονα τὸ ι παραλήγεται· οἷον, Ἀσίνη ἡ Ἑρμιόνη· σατίνη· εἰλαπίνη· μυρσίνη· Μολυβδίνη ἡ πόλις· Ματίνη· κηρυκίνη· θριδακίνη· φίνη· ἀριγίνη· ἐριγίνη· ἡρωίνη· δωτίνη· Αἰητίνη· Ἀδρηστίνη Εὐηνίνη· Μενεκίνη ἡ πόλις· μελίνη κέγχρος· χοιρίνη ἡ δικαστικὴ ψῆφος Καρίνη ἡ πόλις· Ὑρμίνη· ὑσμίνη· Εὐκολίνη· Λογίνη· τὸ ἐχινῆ ἀπὸ τοῦ ἐχινέα συναιρεθὲν περισπᾶται.

Τὰ εἰς νη δισύλλαβα μονογενῆ βαρύτονα ἔχοντα τὴν οι δίφθογγον πρὸ τοῦ ν ὀλίγιστά ἐστιν· οἴνη ἡ ἄμπελος καὶ ὁ ἐν τοῖς βόλοις κενός· θοίνη ἡ τροφή· οἷς ὅμοιον καὶ τὸ ποινὴ, οὐ κατὰ τόνον ἀλλὰ κατὰ γραφὴν, ὀξύνεται γάρ· γέγονεν δὲ παρὰ τὸ φόνος φονὴ, καὶ πλεονασμῷ τοῦ ι, καὶ τροπῇ τοῦ φ εἰς π ποινή· ἢ παρὰ τὸ πόνος, πονὴ, καὶ ποινή.

Τὰ διὰ τοῦ οινη ὑπὲρ δύο συλλαβὰς ἔχοντα πρὸ τοῦ ν τὴν οι δίφθογγον, οὐκ εἰσὶν γνήσια· τὸ μὲν γὰρ ἀγκοίνη βαρυνόμενον παρὰ τὴν ἀγκῶνος γενικὴν πεποιημένον, τροπὴν ἔσχεν τοῦ ω εἰς τὴν οι δίφθογγον· τὸ δὲ οἰνὴ ὀξυνόμενον καὶ αὐτὸ τροπὴν ἔσχεν τοῦ ω εἰς τὴν οι δίφθογγον· ὤφειλεν γὰρ εἶναι μενωνή· τὰ γὰρ εἰς η λήγοντα θηλυκὰ ἀπὸ ῥημάτων γινόμενα, ἔχοντα ἐν τῇ τελευταίᾳ καὶ τῇ πρὸ αὐτῆς τὸ αὐτὸ σύμφωνον ἢ ἀντίστοιχον, τὸ ω μεγάλῳ παραλήγεται· ὁ δὲ λόγος ἐπὶ τρισυλλάβου· οἷον, ἀγωγὴ ἔδει εἶναι, καὶ γέγονεν ἀγωγή· ὁμοίως, ἔδω, ἐδωδή· ὄζω, ὀδωδή· ὄπτω, ὠπὴ, ὀπωπή· ἔχω, ὀχὴ, ὀκωχή· ἥκω, ἀκὴ, ἀκωκή· οὕτω μένω τὸ προθυμοῦμαι, μενὴ μενωνὴ, εἰ καὶ μὴ τὸ αὐτὸ σύμφωνον ἢ καὶ ἀντίστοιχον ἔχει ἐν τῇ τελευταίᾳ, καὶ τῇ πρὸ αὐτῆς συλλαβῇ· καὶ ἴσως ὡς κατὰ τοῦτο γέγονεν τροπῇ τοῦ ω εἰς τὴν οι δίφθογγον μενοινή· παρατηρήσεις γὰρ τοῦτο ὅτι τὰ οὕτω διπλασιασθέντα ἀπὸ φωνήεντος ἤρχετο· οἷον, ἀγωγή· ἀκωκή· ἐδωδή· τὸ δὲ μενοινὴ μόνον ἀπὸ συμφώνου· καὶ ἐπεὶ παρήλλαξεν κατὰ τὴν ἄρχουσαν πρὸς τὰ προκείμενα, παρήλλαξεν καὶ περὶ τὴν παραλήγουσαν· οὕτως Ἡρωδιανὸς ἐν τῇ καθόλου.

Τὰ διὰ τοῦ ονη δισύλλαβα ἁπλᾶ ἀπὸ ῥημάτων γινόμενα διὰ τοῦ ο μικροῦ γράφει τὴν παραλήγουσαν· οἷον, μένω, μονή· φένω, φονή· ἐξ οὗ τὸ φονῶ, φονᾶς· γείνω, γονή· πρόσκειται ἁπλᾶ, τὸ γὰρ φωνὴ σύνθετον ὂν διὰ τοῦ ω γράφεται· παρὰ γὰρ τὸ φῶς φωνὴ, ἡ ἐν τῷ νῷ φωτίζουσα κατὰ ἀποβολὴν τοῦ σ.

Τὰ διὰ τοῦ ονη ὑπὲρ δύο συλλαβὰς, εἴτε βαρύτονα, εἴτε ὀξύτονα διὰ τοῦ ο μικροῦ γράφονται· οἷον, Ἀντιγόνη· Καλλιγόνη· Ἑρμιόνη· Ἀλκυόνη· Πληιόνη· Ἠριγόνη· αὐόνη· πλησμόνη· καλλόνη· ἡδόνη· χαρμόνη· οὕτω δὴ καὶ στρομόνη καὶ κατὰ συγκοπὴν στρομνή.

Τὰ διὰ τοῦ υνη δισύλλαβα βαρύτονα διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, βύνη· μύνη· Φρύνη· ταῦτα διὰ τοῦ υ μακροῦ· τὸ γυνὴ τὴν γραφὴν φυλάξαν τὸν τόνον καὶ τὸν χρόνον ἤμειψεν· σεσημείωται τὸ ποινὴ διὰ τῆς οι διφθόγγου γραφόμενον.

Τὰ διὰ τοῦ υνη ὑπὲρ δύο συλλαβὰς βαρύτονα διὰ τοῦ υ βραχέος γράφεται· οἷον, δελφύνη· αἰσχύνη· χελύνη· τορύνη· ὀδύνη· Ταμύνη· σιγύνη· κορύνη.

Τὰ διὰ τοῦ οσυνη καθόλου διὰ τοῦ υ ψιλοῦ γράφεται, καὶ τὴν τρίτην ἀπὸ τέλους ἔχει, εἰ μὲν ἡ πρὸ αὐτῆς ἐστὶν βραχεῖα, διὰ τοῦ ω μεγάλου· οἷον, ἁγιωσύνη· μεγαλωσύνη· εἰ δὲ μακρὰ, διὰ τοῦ ο μικροῦ· οἷον, χαρμοσύνη· δικαιοσύνη· εὐφροσύνη.

Τὰ διὰ τοῦ ωνη δισύλλαβα μονογενῆ, μὴ ἀπὸ ῥημάτων γενόμενα, διὰ τοῦ ω μεγάλου γράφονται· οἷον, φωνή· ὠνή· χώνη· ζώνη· γρώνη· μνώνη· πρόσκειται μὴ ἀπὸ ῥημάτων γινόμενα διὰ τὸ μένω μονή· σεσημείωται τὸ σμώνη ἡ τοῦ ἀνέμου πλήγη, ἀπὸ τοῦ σμῶ ῥήματος γενόμενον, καὶ διὰ τοῦ ω μεγάλου γραφόμενον· τοῦ δὲ σμῶ ὁ μέλλων σμώσω, καὶ ἐν παραγωγῇ σμώζω, ἐξ οὗ σμώδιξ ἡ ὕφαιμος πληγή.

Τὰ διὰ τοῦ ωνη ὑπὲρ δύο συλλαβὰς βαρύτονα διὰ τοῦ ω μεγάλου γράφονται· οἷον, Δωδώνη· Μεθώνη· Μοθώνη· μελεδώνη· Ἰτώνη· ἐντεριώνη· χελώνη τό τε ζῶον καὶ ὁ στέφανος· ἀτρυτώνη· Ἀκρισιώνη· Ἠλεκτρυώνη· Ἠιώνη, πόλις Βοιωτίας· Ἀμυμώνη· Ἠριώνη· Διώνη· Μηκώνη· Ἀργειώνη, οὕτως ἡ Ἑλένη· ῥαστώνη· διώνη· χιτώνη· ἠλώνη· μηθώνη· κολώνη· γρονθώνη· Γυρτώνη· Ἰζώνη ἡ πόλις· χρυσώνη ἡ πληγή· τὸ Ἀξωνὴ τὴν γραφὴν φυλάξαν τὸν τόνον ἤμειψεν, ὀξύνεται γάρ.

Εἰς ξη λήγοντα θηλυκὰ οὐκ ἔστιν εὑρεῖν, εἰ μὴ μόνον τὸ αὐξὴ, καὶ αὐτὸν ἀμφίβολον περὶ τόνον· οἱ μὲν γὰρ βαρυτονοῦσιν, λέγοντες αὐτὸ ἀπὸ τοῦ αὔξησις ἀποκεκόφθαι· Ἡρωδιανὸς δὲ συνηγορεῖ τοῖς ὀξύνουσιν, κἂν ἡμεῖς τὰ τῆς συνηγορίας ἐκκλίνομεν διὰ τὸ σύντομον, οὐδʼ γὰρ περὶ τόνων γράφειν ὡρμήμεθα.

Τὰ διὰ τοῦ οπη δισύλλαβα ἀπὸ ῥημάτων γενόμενα ὀξύτονα διὰ τοῦ ο μικροῦ γράφονται· οἷον, τρέπω, τροπῆ· ῥέπω, ῥοπή· ἔπω τὸ φαίνω, ὀπὴ, διὸ καὶ ψιλοῦται· ἐπὶ γὰρ τὸ ἀκολουθῶ δασύνεται· κλέπτω, κλοπή.

Τὰ διὰ τοῦ οπη ὑπὲρ δύο συλλαβὰς κύρια βαρύτονα διὰ τοῦ ο μικροῦ γράφονται· οἷον, Καλλιόπη· Ἀντιόπη· Μερόπη· Στερόπη· ἐνοπὴ τὴν γραφὴν φύλαξαν τὸν τόνον ἤμειψεν· τὸ Σινώπη· Εὐρώπη· Κερκώπη· Μετώπη ὁ ποταμός· Κασσιώπη· κύρια, σεσημείωται διὰ τοῦ ω μεγάλου γραφόμενα· ὁμοίως καὶ τὰ Κασώπη ἡ πόλις· τὸ σιωπή· ἐνωπή· ἐσωπή· περιωπὴ, οὐ κύρια καὶ ὀξύτονα, καὶ σεσημείωται διὰ τοῦ ω μεγάλου γραφόμενα.

Τὰ διὰ τοῦ υπη, εἴτε δισύλλαβα, εἴτε ὑπὲρ δύο συλλαβὰς, εἴτε ὀξύτονα, εἴτε βαρύτονα μονογενῆ, διὰ τοῦ υ ψιλοῦ γράφεται· οἷον, λύπη· γύπη· κύπη εἶδος πλοίου· τυπὴ ὀξυτόνως· Ἀρυπὴ ἡ πόλις· λατυπὴ ὀξυτόνως· χαμαιτυπή· τὸ λύπη βαρυτόνως· πρόσκειται μονογενῆ, διὰ τὸ λοιπὴ ὀξυνόμενον, καὶ διὰ τῆς οι διφθόγγου γραφόμενον, τριγενὲς γάρ.

Εἰς πη λήγοντα δισύλλαβα βαρύτονα ἑνὶ τῶν φύσει μακρῶν παραληγόμενα ὀλίγιστά ἐστιν, καὶ σημειώδη, καὶ οὐ κανονικῆς τεχνολογίας ἐχόμενα· ἔστιν γὰρ τὸ σήπη διὰ τοῦ η· καὶ τὸ κώπη· λώπη· διὰ τοῦ ω· ἔστιν δὲ καὶ τὸ σκέπη μονῆρες διὰ τοῦ ε· καὶ τὸ ῥιπη διὰ τοῦ ι· τοῦτο δὲ τὸ Ῥίπη ἐπὶ μὲν τῆς πόλεως βαρύνεται, ἐπὶ δʼ ἄλλης σημασίας ὀξύνεται· ῥιπὴ γὰρ ὀξυτόνως, ὅθεν δοκεῖ ὁ ἥλιος ἀνατέλλειν καὶ δύνειν.

Εἰς ρη λήγοντα κυρίως, μὴ ἀπὸ Ἰωνικῆς διαλέκτου κατὰ τροπὴν τοῦ α εἰς η γενόμενα, ἄγαν ὀλίγιστά ἐστιν· διὰ γὰρ ἑνὸς τῶν φύσει βραχέων παραληγόμενα δύο ἐστίν· τὸ κόρη· δέρη· δισύλλαβα· καὶ τῷ υ ψιλῷ παραληγόμενα δύο· δισύλλαβον μὲν τὸ Κύρη ἐπὶ τῆς κρήνης· τρισύλλαβον δὲ τὸ Ἐφύρη ἐπὶ τῆς πόλεως.

Εἰς ση λήγοντα καθαρὸν οὐκ ἔστιν εὑρεῖν, εἰ μὴ τὸ Χρύση ἡ πόλις διὰ τοῦ υ ψιλοῦ· καὶ τὸ λίση, καὶ βισσὴ ὀξύτονον ἐν δισυλλάβοις· ὑπὲρ δὲ δύο συλλαβὰς τὸ ε παραληγόμενα, τὸ Γενέση ἐπὶ τῆς πόλεως, καὶ Τεμέση.

Τὰ διὰ τοῦ ητη θηλυκὰ μονογενῆ βαρύτονα, δισύλλαβά, τε καὶ ὑπὲρ δύο συλλαβὰς, διὰ τοῦ η γράφει τὴν παραλήγουσαν· οἷον, ἤτη· Ἀρήτη· Λήτη ἡ πόλις· ἀήτη· τὸ λιτὴ οὐ μάχεται ὀξύτονον διὰ τοῦ ι γραφόμενον αὐτὸ ὁ κανών· τὸ Ἀφροδίτη οὐ μονογενὲς, διὸ καὶ αὐτὸ παραφυλακτέον.

Τὰ διὰ τοῦ ετη ἅπαντα διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, τηλυγέτη· δρεμέτη· ὠκυπέτη· Δαμαρέτη· τελετή· οἷς ἀκόλουθον καὶ τὸ βιοτὴ διὰ τοῦ ο μικροῦ γραφόμενον· τὸ χαίτη· βαίτη ἡ διφθέρα δαίτη· σεσημείωται διὰ τῆς αι διφθόγγου γραφόμενα.

Τὰ διὰ τοῦ ιτη ὑπὲρ δύο συλλαβὰς κύρια βαρύτονα διὰ τοῦ ι γράφονται· οἷον, Μελίτη· Ἀφροδίτη.

Τὰ διὰ τοῦ υτη ὑπὲρ δύο συλλαβὰς σπάνια, ἀλλʼ οὖν διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, ἀϋτὴ ἡ βοή· πινυτή.

Τὰ διὰ τοῦ οιτη δισύλλαβα βαρύτονα διὰ τῆς οι διφθόγγου γράφονται· Λοίτη· Προίτη ἡ πόλις· Οἴτη· κοίτη· δροίτη ἡ πύελος· τὸ λυτὴ διὰ τοῦ υ ψιλοῦ γραφόμενον οὐκ ἀντίκειται ὀξύτονον ὄν.

Τὰ διὰ τοῦ ωτη ὑπὲρ δύο συλλαβὰς, κύριά τε καὶ προσηγορικὰ, βαρύτονά τε καὶ ὀξύτονα, ἁπλᾶ μονογενῆ διὰ τοῦ ω μεγάλου γράφονται· Κριθωτὴ ἡ πόλις· Περκωτὴ ἡ πόλις· Γεφυρωτὴ ἡ πόλις· Γιγγλυμωτὴ ἡ πόλις· μηλωτή· κηρωτή· πρόσκειται ἁπλᾶ μονογενῆ, διὰ τὸ Θεόδοτος, Θεοδότη διὰ τοῦ ο γραφόμενον, σύνθετον ὂν καὶ τριγενές.

Τὰ διὰ τοῦ υφη μονογενῆ διὰ τοῦ υ βραχέος γράφει τὴν παραλήγουσαν, ποσότητος συλλαβῶν μὴ τηρουμένης· οἷον, δρυφή· γλυφή· κορυφή· σεσημείωται τὸ ἀλοιφή.

Τὰ διὰ τοῦ ιφη μονογενῆ βαρύτονα διὰ τοῦ ι γράφονται· οἷον, Σίφη ἡ πόλις· ἀγρίφη ἡ σκάφη· τὸ κνήφη· ἀκαλήφη ἡ κνίδη, σεσημείωνται διὰ τοῦ η γραφόμενα.

Τὰ διὰ τοῦ υχη δισύλλαβα μονογενῆ διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, ψυχή· βρυχή· πτυχή· οἷς ὅμοιον κατὰ τὴν γραφὴν οὐ κατὰ τὸν τόνον τὸ τύχη.

Τὰ διὰ τοῦ ιχη ὑπὲρ δύο συλλαβὰς μονογενῆ, ἢ καὶ τριγενῆ, διὰ τοῦ ι γράφονται· καὶ τὴν παραλήγουσαν αὐτὴν ἔχει τῷ πρωτοτύπῳ, καὶ πάντα ἔστιν ὑποκοριστικά· οἷον, λήθη, ληθὼ, καὶ Λητώ· Πυρρίχη· Δολίχη· μαστίχη· μυστίχη· σαμαρίχη, τὸ τῆς γυναικὸς αἰδοῖον.

Τὰ εἰς ω λήγοντα θηλυκὰ, καὶ ὀξύνεται, καὶ πάντα διὰ τοῦ ω μεγάλου γράφεται, καὶ τὴν παραλήγουσαν τὴν αὐτὴν ἔχει τῷ πρωτοτύπῳ, καὶ πάντα ἐστὶν ὑποκοριστικά· οἷον, λήθη, ληθὼ καὶ Λητώ· πείθω τὸ ῥῆμα, πειθώ· φείδω τὸ ῥῆμα, φειδώ· ἐρατὸς, Ἐρατώ· χρεῖα, χρειώ· βασιλεὺς, βασιλώ.

Πᾶν εἰς ες λῆγον οὐδέτερον, πλὴν τοῦ Κυνόσαργες, τὴν μονογένειαν οὐ προσίεται, ἀκολουθεῖ γὰρ τὰ πάντα καὶ κατὰ τόνον καὶ κατὰ γραφὴν τῇ κλητικῇ τοῦ ἀρσενικοῦ· οἷον, ὦ εὔμηκες, τὸ εὔμηκες· ὦ εὔηθες, τὸ εὔηθες· ὦ ἀσθενὲς, τὸ ἀσθενές.

Πᾶν οὐδέτερον εἰς ον λῆγον, ἀπὸ ἀρσενικοῦ ἰσοσυλλάβως κλινομένου γεγενημένον, ταυτόν ἐστιν κατὰ τὴν γραφὴν τῇ αἰτιατικῇ τοῦ ἀρσενικοῦ· οἷον, τὸν καλόν, τὸ καλόν· τὸν σοφὸν, τὸ σοφόν· ἄπειρον δὲ τὸ πλῆθος τῶν παραδειγμάτων, διὸ σεσημείωται τὸ αὐτό· ἄλλο· τοῦτο· ἐκεῖνο· ὅτι τῶν ἀρσενικῶν εἰς ν ἐχόντων τὴν αἰτιατικὴν, ταῦτα χωρὶς τοῦ ν εἰσὶν ἐν τῷ οὐδετέρῳ.

Τὰ εἰς ον οὐδέτερα συγκριτικὰ καὶ τόνον καὶ γραφὴν φυλάττει τὴν αὐτὴν τῇ κλητικῇ τοῦ ἀρσενικοῦ· οἷον, ὦ ἄμεινον, τὸ ἄμεινον· πάντων γὰρ τῶν εἰς ων ἀρσενικῶν συγκριτικῶν ἡ κλητικὴ εἰς ον μικρὸν λήγει, καὶ ἀναβιβάζει τὸν τόνον, εἰ μὴ δισυλλαβεία κωλύσῃ· ὦ βελτίον, τὸ βελτίον· ὦ ἄρειον, τὸ ἄρειον.

Εἰς ων μέγα λῆγον ὄνομα οὐδέτερον μονογενὲς οὐκ ἔστιν εὑρεῖν· εἰ δέ τι καὶ εὑρεθείη, τοῦτο μετοχῆς δευτέρας συζυγίας τῶν περισπωμένων ἐστίν· οἷον, τὸ βοῶν, τὸ γελῶν, τὸ ὁρῶν, τὸ ἀγαπῶν, τὸ μελετῶν.

Τὰ εἰς εν λήγοντα οὐδέτερα ἀπὸ ἀρσενικοῦ γεγενημένα, εἴτε ὀνόματα, εἴτε μετοχαὶ, διὰ τοῦ ε ψιλοῦ γράφονται, καὶ ὁμοτονεῖ τῇ κλητικῇ τοῦ ἀρσενικοῦ· τὸ χαρίεν, ὦ χαρίεν· τὸ γὰρ προπαροξύτονον ἐπίρρημά ἐστιν· τὸ αὐδῆεν, ὦ αὐδῆεν· τὸ τυφθὲν, ὦ τυφθέν.

Τὰ κατὰ ἀποβολὴν τοῦ σ ἀρσενικὰ ποιοῦντα οὐδέτερα, τὴν αὐτὴν τῷ ἀρσενικῷ φυλάττει γραφὴν τὸ οὐδέτερον· οἷον, ὁ ταχὺς, τὸ ταχύ· ὁ ὀξὺς, τὸ ὀξύ· ὁ λειπόπατρις, τὸ λειπόπατρι· ὁ ἄπολις, τὸ ἄπολι· ὁ αὐτὸς, τὸ αὐτό· ὁ ἐκεῖνος, τὸ ἐκεῖνο.

Τὰ εἰς ον οὐδέτερα μονογενῆ διὰ τοῦ ο μικροῦ γράφονται·

Οἷον, νίτρον· κίτρον ξύλον.

Εἰς ως μέγα λῆγον οὐδέτερον, οὔτε ὄνομα, οὔτε μετοχὴν ἐστὶν εὑρεῖν, μὴ ἐκ πάθους γεγένηται, πλὴν τοῦ φῶς, καὶ τοῦ ὦς· καὶ τὸ μὲν φῶς γέγονεν ἀπὸ τοῦ φῶ ῥήματος, ὃ δηλοῖ τὸ λάμπω, ἀφʼ οὗ παράγωγον τὸ φαίνω, ἀφʼ οὗ φάος, καὶ κατὰ κρᾶσιν τοῦ αο εἰς ω φῶς· καὶ τὸ ὦς, ὃ δηλοῖ τὸ ὠτίον, γέγονεν ἀπὸ τοῦ αὔω ῥήματος, τοῦ δηλοῦντος τὸ ἀκούω· αὖος, καὶ ἐν συστολῇ ἄος, καὶ κατὰ κρᾶσιν τοῦ αο εἰς ω ὦς, καὶ Δωρικῶς, οὖς, καὶ ὡς μονῆρες μένει ἄκλιτον· ἀπὸ οὖν τοῦ ἄος μετὰ τοῦ στερητικοῦ α, καὶ πλεονασμῷ τοῦ ν ἄναος, καὶ Ἀττικῶς ἄνεως ὁ ἄφωνος· πρόσκειται ὀνόματα, ἐπεὶ πολλάκις αἱ εἰς ως μετοχαὶ ἀπὸ περισπωμένων κατὰ πάθος γενόμεναι, καὶ φυλάττουσαι τὸ ω ἐπὶ τῆς γενικῆς τοῦ ἀρσενικοῦ, ἔχουσαι τὸ οὐδέτερον, εἰς ως ἔχει· τὸ βεβῶς, βεβῶτος, καὶ τὸ βεβῶς· ὁ γεγῶς, τοῦ γεγῶτος, καὶ τὸ γεγῶς· ὁ ἑστῶς, τοῦ ἑστῶτος, τὸ ἑστῶς· ὁ τεθνῶς, τοῦ τεθνῶτος, καὶ τὸ τεθνῶς.

Τὰ εἰς ος οὐδέτερα διὰ τοῦ ο μικροῦ γράφονται· οἷον, βέλος· δάνος· γένος· εἶδος.

Τὰ εἰς ος οὐδέτερα ὀνόματα διὰ τοῦ ε ψιλοῦ γράφει τὴν παραλήγουσαν, εἴτε δισύλλαβα εἴη, εἴτε ὑπὲρ δύο συλλαβὰς, εἴτε καθαρὰ, εἴτε μὴ καθαρά· ἄφθονα δὲ τὰ παραδείγματα· οἷον, βρέφος· βέλος· γένος· δέλος· δεός· ἕλος· ἔπος· ἔτος· θέρος· μέγεθος· στέλεχος· σεσημείωται τὸ λαῖφος, ὃ δηλοῖ τὸ ἱμάτιον· καὶ τὸ αἶσχος διὰ τῆς αι διφθόγγου γραφόμενον.

Τὰ εἰς α λήγοντα οὐδέτερα μονογενῆ βαρύνεται, καὶ συστέλλει τὸ α καὶ τὸ μ παραλήγεται, καὶ ὡς ἀπὸ ῥημάτων γενόμενα, τῇ κινήσει τῶν ῥημάτων κατὰ τὴν παραλήγουσαν ἀκολουθεῖ· πρόσκειται μονογενῆ, διὰ τὸ μέγα· τοῦτο γὰρ λήγει εἰς α, καὶ πρὸ τοῦ α οὐκ ἔχει τὸ μ, διὰ τὸ μὴ εἶναι μονογενὲς, ἀπὸ γὰρ τοῦ μέγας· τὸ γὰρ Πάσχα βάρβαρον, διὸ καὶ ἄκλιτον· τὸ φάβα καὶ αὐτὸ βάρβαρον, εἰ καὶ κλίνοιτο· παράγεται δὲ ἀπὸ τοῦ πρώτου προσώπου τοῦ παθητικοῦ παρακειμένου, οὗ καὶ τὴν παραλήγουσαν ἔχει· τὰ δὲ παραδείγματα ὀλίγα ἐκ πολλῶν ἀρκέσει· τέθεμαι, θέμα· δέδεμαι, δέμα· κέχρημαι, χρῆμα· ἔρρημαι, ῥῆμα· πεποίημαι ποίημα· εἰς α δὲ μακρὸν, ἢ εἰς η, ἐπὶ ἑνικῆς εὐθείας ὀνόματος οὐδετέρου οὐκ ἔστιν εὑρεῖν· τὸ γὰρ κάρα ἀπὸ τοῦ κάρανον, καὶ τὸ κάρη ἀπὸ τοῦ κάρηνον ἀποκέκοπται.

Τὰ εἰς ι λήγοντα οὐδέτερα μονογενῆ διὰ τοῦ ι γράφονται· οἷον, μέλι· κῆκι εἶδος ἐλαίου· στάχι· κόρι τὸ κορίαννον· κόμι· κιννάβαρι, Ἀττικοὶ δὲ τιγγάβαρυ· τάγυρι· χνάσμι· κάρι· σέσελι.

Τὰ εἰς υ λήγοντα μονογενῆ ὑπὲρ μίαν συλλαβὴν διὰ τοῦ υ ψιλοῦ γράφονται, διὰ τὸ μηδέποτε εὐθείαν ἑνικὴν εἰς οι δίφθογγον λήγειν· οἷον, δόρυ· γόνυ· κόνδυ· μέθυ· πῶυ· ἄστυ· νάπυ· δάκρυ· κάχρυ· φίτυ τὸ φύτευμα· μῶλυ· τρῆνυ.

Τὰ εἰς ον καθαρὸν οὐδέτερα ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῇ λε συλλαβῇ ὀξύτονα διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, Χαλεὸν ἡ πόλις· στελεὸν, ὃ καὶ στελειὸν λέγεται ποιητικῶς, καὶ στελεός· κολεὸν ἢ κουλεόν· ἐλεόν· ἔστιν δὲ καὶ ἕτερον τὸ δηλοῦν τὸ ἐλεητικὸν, ἀπὸ ἀρσενικοῦ γεγενημένον.

Τὰ διὰ τοῦ εον ὑπὲρ δύο συλλαβὰς προπαροξύτονα, μὴ ὄντα ὑποκοριστικὰ, διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, ὄρνεον· ὄστρεον, ὃ καὶ ὄστρειον λέγεται· τὸ ὀστέον μόνον ἐν τόνῳ διήλλαξεν· γέγονεν δὲ παρὰ τὸ στῶ στέον, καὶ ὀστέον, τὸ τῆς στάσεως αἴτιον· ὤεον· τοῦτο ἐν πλεονασμῷ τοῦ ε ἀπὸ τοῦ ὠόν.

Τὰ διὰ τοῦ ιον οὐδέτερα δισύλλαβα μονογενῆ βαρύτονα διὰ τοῦ ι γράφονται· οἷον, μνίον· ῥίον· σίον ἡ βοτάνη· ἴον τὸ ἄνθος· δρίον· τοῦτο τινὲς καὶ δρίος γράφουσι· Δῖον ἡ πόλις, διὰ μακροῦ τοῦ ι· σεσημείωται τὸ κρεῖον, τὸ δεκτικὸν τῶν κρεῶν ἀγγεῖον· εἶον, ὃ καὶ ἤιον ἐν διαλύσει λέγεται, ἀπὸ τοῦ εἴω ῥήματος γεγονός· δηλοῖ δὲ τὰ εἰς τὸ ἰέναι ἐπιτήδεια· ἔτι δὲ καὶ τὸ νεῖον, δηλοῖ δὲ τῆς νηὸς τὸ πυθμενοειδὲς ξύλον· διὰ τῆς ει διφθόγγου γραφόμενα.

Τὰ διὰ τοῦ διον ὑποκοριστικὰ, εἴτε παροξύτονα, εἴτε προπαροξύτονα, διὰ τοῦ ι γράφει τὴν παραλήγουσαν· τὴν δὲ τρίτην ἀπὸ τέλους, εἰ μὲν ἀπὸ πρωτοτύπου φωνῆς ἔχει τὸ ε, διὰ τῆς ει διφθόγγου· οἷον, φύσεως, φυσίδειον· λέξεως, λεξίδειον· εἰ δὲ μὴ διὰ τοῦ ι· βοῦς, βοὸς, βοΐδιον· μῦς, μυὸς, μυΐδιον, καὶ ἐν συγκοπῇ τοῦ ι μύδιον· τοῦ γὰρ υ καὶ ι εἰς τὴν υι δίφθογγον συναιρεθῆναι μὴ δυναμένοις, διὰ τὸ μηδέποτε τὴν οι δίφθογγον ἐπὶ τέλους λέξεως, μήτε μετὰ συμφώνου εὑρίσκεσθαι, ὡς εἴρηται, ἐξέπεσεν τὸ ι, καὶ ἔμεινεν μόνον τὸ υ· ὄις τὸ πρόβατον, ὀΐδιον, καὶ ἐν συναιρέσει οἴδιον· σεσημείωται τὸ κλεὶς, κλειδίον, καὶ παῖς, παιδιόν· ἔτι καὶ σεσημείωται τὸ πεδίον, τότε προπαροξυνόμενον καὶ τὸ παροξυνόμενον· διὰ τοῦ ε ψιλοῦ γράφει τὴν τρίτην ἀπὸ τέλους· ὡς καὶ τὸ ζῴδιον διὰ τῆς ῳ διφθόγγου.

Τὰ διὰ τοῦ διον ὑποκοριστικὰ, ἔχοντα ἀπὸ πρωτοτύπου φωνῆς τὸ η, διὰ τοῦ η γράφει τὴν τρίτην ἀπὸ τέλους· οἷον, γῆ, γήδιον· κλίνη, κλινήδιον· πόρνη, πορνήδιον.

Τὰ διὰ τοῦ ιον τρισύλλαβα προπαροξύτονα ἀπὸ βραχείας ἀρχόμενα διὰ τοῦ ι γράφονται· οἷον, κτένιον· πέδιον ὁ δεσμός· ἐπὶ γὰρ τῆς γῆς παροξύνεται· πτύχιον· τρύβλιον· σχόλιον· χόλιον· ῥάχιον· πτέριον· ζύγιον· σπόδιον· φλέβιον· τρίχιον.

Τὰ διὰ τοῦ ιον μονογενῆ παροξύτονα, ἀπὸ φύσει ἢ θέσει μακρᾶς ἀρχόμενα, διὰ τοῦ ι γράφει τὴν παραλήγουσαν· οἷον, μηρίον· θηρίον· κηρίον· ξηρίον· σφηρίον· χαρτίον· φορτίον· σταυρίον· σχοινίον· σπερτίον· τιτθίον· στρουθίον· σαρκίον· βιβλίον· χρυσίον· καρφίον· χωρίον· κρουνίον· σιτίον· ψωμίον· τὸ ἄρκιον ἐπὶ τῆς μικρᾶς ἄρκου, καὶ τὸ ὤνιον ἐπὶ τοῦ ἀγορασθῆναι δυναμένου, τοὺς τόνους ἀλλάξαντα τὴν γραφὴν ἐφύλαξαν· τὸ Ῥήγίον· βίβλίον· κρώσίον, ἐπὶ δυσὶ τόνοις δύο σημασίας ἐπήνεγκαν· τὸ κερδίον εἰ ἦν ἀπὸ τοῦ κέρδους ὑποκοριστικὸν κἂν παροξύνετο ἀπὸ μακρᾶς ἀρχόμενον· ἔστιν δὲ συγκριτικὸν ἀπὸ τοῦ ὁ κερδίων, ὡς καὶ βελτίων· ὧν τὰ οὐδέτερα βελτίον· κέρδιον.

Τὰ διὰ τοῦ ιον οὐδέτερα μονογενῆ προπαροξύτονα ὑποκοριστικὰ, ἀπὸ φύσει μακρᾶς ἀρχόμενα, διὰ τοῦ ι γράφονται· οἷον, φρούριον· ὤνιον· ἴκριον· ῥάκτριον· λείριον τὸ ἄνθος· ὄσπριον· ὄβριον τὸ τῶν λεόντων ἢ τῶν λύκων σκυλάκιον· κούριον· Χώριον ἡ πόλις, ἐπὶ γὰρ ὑποκοριστικοῦ παροξύνεται· Δαύνιον ἡ πόλις.

Τὰ διὰ τοῦ ιον κύρια τρισύλλαβα προπαροξύτονα, εἴτε ἀπὸ μακρᾶς ἄρχηται, εἴτε ἀπὸ βραχείας, διὰ τοῦ ι γράφεται· οἷον, Ἴλιον· Σπήλιον· Ὄβριον τὸ ὄρος· Κούριον· Χώριον· Οἴνιον· Σέστριον· Θρόνιον ἡ πόλις· Αἴγιον ἡ πόλις· Σούνιον· Ῥήγιον· Δώριον· Πύθιον· Ἄκτιον.

Τὰ διὰ τοῦ ατιον ὑποκοριστικὰ μονογενῆ προπαροξύτονα διὰ τοῦ ι γράφονται· ἁλάτιον· ἀκάτιον· γονάτιον· δωμάτιον· κεράτιον· παλάτιον.

Τὰ διὰ τοῦ οντιον ὑποκοριστικὰ μονογενῆ διὰ τοῦ ι γράφει τὴν παραλήγουσαν, καὶ τὴν τρίτην ἀπὸ τέλους ἔχει διὰ τοῦ ο μικροῦ· οἷον, λεόντιον ὁ μικρὸς λέων· δρακόντιον ὁ μικρὸς δράκων· ἀκόντιον· ὀδόντιον ἡ βοτάνη, καὶ τὸ τοῦ στόματος· Μεταπόντιον· γερόντιον· Ἱερόντιον ἡ πόλις· τὸ δὲ δρακόντειον αἷμα, καὶ λεόντειον δέρμα μετουσιαστικά.

Τὰ διὰ τοῦ νιον τρισύλλαβα μονογενῆ προπαροξύτονα, ἔχοντα τὴν τρίτην ἀπὸ τέλους διὰ δύο συμφώνων διειργομένην, κατὰ σύλληψιν ἢ κατὰ διάστασιν ὄντων, διὰ τοῦ ι γράφεται· οἷον, δέμνιον· παίγνιον· ἴχνιον· φέρνιον ἡ σπυρίς· σάννιον τὸ αἰδοῖον· κέρνιον.

Τὰ διὰ τοῦ ιον τρισύλλαβα, ἀπὸ διφθόγγου ἀρχόμενα προπαροξύτονα, διὰ τοῦ ι γράφεται· οἷον, φρούριον· Σούνιον· ποίμνιον· παίγνιον· αἴγιον· πλαίσιον, δηλοῖ δὲ τὴν τετραγωνοειδῆ τῶν στρατιωτῶν σύνταξιν· γέγονεν δὲ παρὰ τὸ πέλας πελάσιος, καὶ πλεονασμῷ τοῦ ι πλαίσιος· οὕτως Ἡρωδιανὸς ἐν τῇ καθόλου.

Τὰ διὰ τοῦ νιον οὐδέτερα μονογενῆ τρισύλλαβα, ἀπὸ φύσει μακρᾶς ἀρχόμενα, πρὸ μιᾶς τοῦ τέλους ἔχοντα τὸν τόνον, διὰ τοῦ ι γράφονται· οἷον, ἡνίον· σπλήνιον· σχοίνιον· κρούνιον.

Τὰ διὰ τοῦ ιον μονογενῆ ἀπὸ ῥημάτων γενόμενα προπαροξύτονα διὰ τοῦ ι γράφονται· οἷον, παίζω, παίγνιον· δαίμνω, δαίμνιον· ὤνω, ὤνιον.

Τὰ διὰ τοῦ ιον οὐδέτερα μονογενῆ προσηγορικὰ, ἔχοντα μετὰ τὴν πρώτην δύο σύμφωνα κατὰ σύλληψιν, ἢ κατὰ διάστασιν, πρὸ τέλους ἔχοντα τὸν τόνον, μὴ ὄντα ἀπὸ τῶν διὰ τοῦ ευω ῥημάτων, διὰ τοῦ ι γράφεται· οἷον, ὀγκίον· ἀντίον, τὸ τοῦ ἰστοῦ· κυμβίον· ἰσχίον· πρόσκειται μὴ ἔχοντα ῥῆμα διὰ τοῦ ευω, διὰ τὸ πορνεύω, πορνεῖον.

Τὰ διὰ τοῦ ηιον προπαροξύτονα Ἰωνικὰ τὴν πρὸ τέλους ἔχει διὰ τοῦ ι, καὶ τὴν πρὸ αὐτῆς διὰ τοῦ η· διαλύουσι γὰρ τὴν ει δίφθογγον εἰς ε καὶ ι, καὶ τρέπουσι τὸ ε εἰς η· οἷον, μνημεῖον παρʼ ἡμῖν· μνημήιον παρὰ τοῖς Ἴωσιν· σημεῖον, σημήιον· βασιλεῖον, βασιλήιον.

Τὰ διὰ τοῦ ωιδιον οὐδέτερα μονογενῆ προπαροξύτονα διὰ τοῦ ι γράφει τὴν πρὸ τέλους, καὶ τὴν πρὸ αὐτῆς εἰς τὴν ῳ δίφθογγον· οἷον, ζῴδιον· κῴδιον· καλῴδιον· στῴδιον.

Τὰ διὰ τοῦ ηριον οὐδέτερα μονογενῆ προπαροξύτονα τὴν τρίτην ἀπὸ τέλους ἔχει διὰ τοῦ η, καὶ τὴν μετʼ αὐτὴν διὰ τοῦ ι· οἷον, θυτήριον· μοναστήριον· ἱλαστήριον.

Τὰ διὰ τοῦ αντιον οὐδέτερα μονογενῆ διὰ τοῦ ι γράφεται· οἷον, Αἰάντιον ἡ πόλις· Περγάντιον ἡ πόλις· βαλλάντιον τὸ ἀκόντιον· πρόσκειται μονογενῆ, ἐπεὶ τὰ τριγενῆ διὰ τῆς ει διφθόγγου γράφεται· Αἰάντειος οἶκος· Αἰαντία ἑστία· Αἰάντειον βούλημα.

Τὰ διὰ τοῦ ωνιον ὑπὲρ τρεῖς συλλαβὰς οὐδέτερα μονογενῆ προπαροξύτονα διὰ τοῦ ι γράφει τὴν παραλήγουσαν, καὶ τὴν πρὸ αὐτῆς διὰ τοῦ ω μεγάλου· οἷον, Ἱππώνιον ἡ πόλις· παιώνιον· Πλατώνιον· ταγώνιον· κωδώνιον· χελώνιον, τὸ ἐπὶ ταῖς κλεισὶ λεγόμενον, σπανίως δὲ παρὰ τοῖς παλαιοῖς εἰρήμενον· ὀψώνιον· χιτώνιον· τριβώνιον· πετώνιον· τὸ ὀθόνιον· Ἰκόνιον· εἰκόνιον· ἀκόνιον, διὰ τοῦ ο μικροῦ γράφοντα τὴν τρίτην ἀπὸ τέλους σεσημείωνται.

Ὅσα ἀπὸ πρωτοτύπου φωνῆς τρέπει τὸ ω εἰς ο ἐπὶ γενικῆς, καὶ διὰ τοῦ ονιον ποιεῖ τὸ παράγωγον, τὴν τρίτην ἀπὸ τέλους ἔχει διὰ τοῦ ο μικροῦ· οἷον, δαίμων, δαίμονος, δαιμόνιον· εἰκὼν, εἰκόνος, εἰκόνιον· χελιδὼν, χελιδόνος, χελιδόνιον.

Τὰ διὰ τοῦ ενιον μονογενῆ οὐδέτερα διὰ τοῦ ι γράφει τὴν παραλήγουσαν, καὶ τὴν τρίτην ἀπὸ τέλους διὰ τοῦ ε ψιλοῦ· οἷον, ἑλένιον ἡ βοτάνη· Ὁρμένιον· Παρθένιον, ὄνομα ὄρους· αὐχένιον· τοῦτο διφορεῖται κατὰ τὴν παραλήγουσαν, ὡς καὶ διὰ τῆς ει διφθόγγου γράφεται· σεσημείωται τὸ γένειον διὰ τῆς ει διφθόγγου γραφόμενον.

Τὰ διὰ τοῦ αριον καὶ ανιον οὐδέτερα οὐκ ἔχεται ζητήσεως, ἀδιαστόλως γὰρ διὰ τοῦ ι γράφονται· οἷον, ὀψάριον· οἰνάριον· Μελάνιον ἡ πόλις· βοτάνιον· λεκάνιον.

Τὰ διὰ τοῦ σιον οὐδέτερα μονογενῆ καὶ προπαροξύνεται, καὶ διὰ τοῦ ι γράφει τὴν παραλήγουσαν, καὶ τὴν τρίτην ἀπὸ τέλους ἔχει τὴν αὐτὴν τῷ πρωτοτύπῳ· οἷον, Ἀφροδίτη, Ἀφροδίσιον· γενέτης, γενέσιον· Διόνυσος, Διονύσιον· ἄντικρυς, ἀντικρύσιον· Ἄρτεμις, Ἀρτεμίσιον· ζευγίσω, ζευγίσιον· κυνηγέτης, κυνηγέσιον· πόσις, πόσιον, καὶ συμπόσιον· βόσις ἡ τροφὴ, ἱπποβόσιον διὰ μακροῦ τοῦ ι.

Τὰ ἀπὸ τῶν εἰς υς μονογενῆ διὰ τοῦ υδιον γενόμενα, τὴν πρὸ τέλους ἔχει διὰ τοῦ ι, καὶ τὴν πρὸ αὐτῆς διὰ τοῦ υ ψιλοῦ· οἷον, βότρυς, βοτρύδιον· ἰχθὺς, ἰχθύδιον· σικὺς, σικύδιον· ὀφρὺς, ὀφρύδιον· πίτυς, πιτύδιον· κρόκυς, κροκύδιον· ὀσφὺς, ὀσφύδιον.

Τὰ διὰ τοῦ τιον οὐδέτερα μονογενῆ ὑπὲρ δύο συλλαβὰς προπαροξύτονα διὰ τοῦ ι γράφει τὴν παραλήγουσαν· οἷον, Σέστιον ἡ πόλις· Ἀργήτιον· Κορυφήτιον τὸ ὄρος Ἀζανίας· Μέντιον τὸ ὄρος· Λαφύστιον.

Τὰ διὰ τοῦ χιον οὐδέτερα μονογενῆ ὑπὲρ δύο συλλαβὰς προπαροξύτονα διὰ τοῦ ι γράφονται· οἷον, λείχιον· σελάχιον ὁ ἰχθύς· μαστίχιον· δολίχιον.

Τὰ διὰ τοῦ νιον ὑπὲρ δύο συλλαβὰς μονογενῆ οὐδέτερα προπαροξύτονα διὰ τοῦ ι γράφει τὴν παραλήγουσαν, καὶ τὴν πρὸ αὐτῆς τὴν αὐτὴν τῷ πρωτοτύπῳ· οἷον, Ἐλευσὶν, Ἐλευσίνιον· σκηνὴ, προσκήνιον, περισκήνιον· θὶν, θινὸς, θίνιον, καὶ ἀκροθίνιον· οὕτως Ἡρωδιανὸς ἐν τῇ καθόλου.

Τὰ διὰ τοῦ εριον οὐδέτερα μονογενῆ διὰ τοῦ ι γράφεται κατὰ τὴν παραλήγουσαν, καὶ τὴν πρὸ αὐτῆς ἔχει διὰ τοῦ ε ψιλοῦ· οἷον, ἀστέριον· περιστέριον· διφθέριον.

Τὰ διὰ τοῦ ασιον οὐδέτερα μονογενῆ διὰ τοῦ ι γράφονται· οἷον, Βουπράσιον· γυμνάσιον· ἱππάσιον· κοράσιον· τοῦτο οὐ δόκιμον τοῖς παλαιοῖς Ἕλλησι, κόριον γὰρ λέγουσιν.

Τὰ διὰ τοῦ λιον ὑπὲρ δύο συλλαβὰς οὐδέτερα μονογενῆ προπαροξύτονα διὰ τοῦ ι γράφεται κατὰ τὴν πρὸ τέλους· Ὁμόλιον ἡ πόλις· πιδάλιον· κειμήλιον· κανθήλιον, τὸ ἐπὶ τῇ προίμνῃ ἐπικαμπὲς ξύλον· ἐδώλιον τὸ βάθρον τῆς νεὼς, ἐφʼ ὁ καθέζονται οἱ ἐρέσσοντες· τραγάλιον· οἰνοπώλιον· ἀρτοπώλιον.

Τὰ διὰ τοῦ γιον οὐδέτερα μονογενῆ ὑπὲρ δύο συλλαβὰς προπαροξύτονα διὰ τοῦ ι γράφονται· οἷον, Φρύγιον· κυνήγιον· ὀροπύγιον· σιράγγιον· φαλάγγιον.

Τὰ διὰ τοῦ ριον οὐδέτερα μονογενῆ προπαροξύτονα διὰ τοῦ ι γράφονται· οἷον, σχοφόριον· ἀνεμοδούριον· προσφόριον· νεώριον· θεσμοφόριον· ὠμοφόριον· ἐμπόριον ἐπὶ τόπου· οὐ γὰρ παρὰ τὸ ἐμπορεύομαι· παλινδόριον τὸ εἰργασμένον δέρμα· σισύμβριον ἡ βοτάνη· κιχόριον καὶ αὐτὸ εἶδος βοτάνης.

Τὰ παρὰ τὸ φέρβω συγκείμενα διὰ τοῦ ι γράφονται· οἷον, ἱπποφόρβιον· συφόρβιον.

Τὰ παρὰ τὴν ὦπα διὰ τοῦ ιον οὐδέτερα μονογενῆ διὰ τοῦ ι γράφονται τὴν δεύτεραν ἀπὸ τέλους, καὶ τὴν πρὸ αὐτῆς διὰ τοῦ ω μεγάλου· οἷον, ἐνώπιον τὸ ἔνδον τῶν θυρῶν· προνώπιον, τὸ ἔμπροσθεν τῶν θυρῶν ἔνθα αἱ εἰκόνες τίθενται· παρώπιον τὸ ἐπιτιθέμενον τοῖς ἵπποις δέρμα ἀνὰ τὰς ὄψεις· ἀνθρώπιον· ἰσώπιον· σημειωτέον τὸ ἐρίπιον κατὰ τὴν τρίτην ἀπὸ τέλους· καὶ δῆλον ὅτι οὐ παρὰ τὴν ὦπα ἡ σύνθεσις.

Τὰ διὰ τοῦ ακιον οὐδέτερα μονογενῆ διὰ τοῦ ι γράφονται· οἷον, πινάκιον· πιττάκιον· θρινάκιον· δελφάκιον· σκυλάκιον.

Τὰ διὰ τοῦ ιον ὑπὲρ τρεῖς συλλαβὰς οὐδέτερα μονογενῆ προπαροξύτονα διὰ τοῦ ι γράφονται, καὶ τὴν τρίτην ἀπὸ τέλους τὴν αὐτὴν ἔχει τῷ πρωτοτύπῳ· οἷον, σελήνιον· κωδώνιον· τριβώνιον· δορκάδιον· ὀνύχιον· περδίκιον.

Τὰ διὰ τοῦ υλλιον οὐδέτερα μονογενῆ ὑποκοριστικὰ διὰ τοῦ ι γράφει τὴν δεύτεραν ἀπὸ τέλους, καὶ τὴν τρίτην διὰ τοῦ υ· παιδαρύλλιον· κρεΰλλιον· μειρακύλλιον.

Τὰ διὰ τοῦ υδριον τὴν δεύτεραν ἀπὸ τέλους ἔχει διὰ τοῦ ι, καὶ τὴν πρὸ αὐτῆς διὰ τοῦ υ· οἷον, τρωγλύδριον· πριαμιλλύδριον· νεανισκύδριον.

Τὰ διὰ τοῦ υφιον οὐδέτερα μονογενῆ προπαροξύτονα διὰ τοῦ ι γράφει τὴν παραλήγουσαν, καὶ τὴν πρὸ αὐτῆς διὰ τοῦ υ ψιλοῦ· οἷον, ζωΰφιον· δενδρύφιον· ὀρνύφιον· ᾠΰφιον· τὰ γοῦν διὰ τοῦ φιον οὐδέτερα μονογενῆ πάντα παράγωγά ἐστιν, ἐὰν ἔχῃ τὸ πρωτότυπον τὸ υ, τὸ οὐδέτερον διὰ τοῦ αφιον γίνεται· οἷον, χρυσὸς, χρυσάφιον· ἀργυράφιον· ὁμοίως κἂν ἀπὸ τῶν εἰς α, ὡς ἔχει τὸ μοιράφιον· εἰ δὲ μὴ παραλήγοιτο τὸ ν ἢ τὸ α, διὰ τοῦ υ τὸ οὐδέτερον· δενδρύφιον· ᾠΰφιον.

Τὰ διὰ τοῦ αιον οὐδέτερα μονογενῆ προπαροξύτονα διὰ τῆς αι διφθόγγου γράφονται· σεσημειωμένου τοῦ χαιον δισυλλάβου μόνου, καὶ διὰ τῆς αι διφθόγγου γράφονται· ὁ γὰρ κανὼν περὶ τρισυλλάβων γίνεται· οἷον, κώπαιον· Ἥραιον τὸ τέμενος· νόμαιον τὸ μονογενές· ἔλαιον· οὔραιον· σκύλλαιον· πρέμναιον· Κίρκαιον τὸ ὄρος· Δίρκαιον· εὔαιον· Κότταιον τὸ ὄρος· Ἕρμαιον· Φοίβαιον· Κύταιον ἡ πόλις· γύναιον· Λύκαιον τὸ ὄρος· δέραιον· σεσημείωται τὸ ὄρνεον· ὄστρεον διὰ τοῦ ε ψιλοῦ γραφόμενα· λέγεται δὲ καὶ ὄστρειον διὰ τῆς ει διφθόγγου κατὰ πλεονασμὸν τοῦ ι· οὕτω δὲ κάνεον διὰ τοῦ ε ψιλοῦ, καὶ κατὰ συναίρεσιν γίνεται κανοῦν· τὸ ᾤεον διὰ τοῦ ε ψιλοῦ γραφόμενον οὐ μάχεται, διότι ἐκ πλεονασμοῦ ἔχει τὸ ε· τὸ χρύσεον· ἀργύρεον· χάλκεον· καὶ εἴτι ὅμοιον οὐ μονογενές· ἀπὸ γὰρ τοῦ χρύσειος· ἀργύρειος· χάλκειος Ἰωνικῶς ἐγένοντο χρύσεος καὶ ἀργύρεος, καὶ τὸ οὐδέτερον ἔχουσιν χρύσεον καὶ ἀργύρεον, καὶ χάλκεον· τὸ δένδρεον καὶ αὐτὸ οὐκ ἀντίκειται, ἐκ πλεονασμοῦ γὰρ τὸ ε.

Τὰ διὰ τοῦ αιον ὑπὲρ τρεῖς συλλαβὰς, εἴτε προπαροξύνοντο, εἴτε προπερισπῶντο, διὰ τῆς αι διφθόγγου γράφονται· οἷον, Χαλαστραῖον τὸ νίτρον· Στεφαναῖον, ὄνομα τόπου· Ἠλακαταῖον, τόπος Λακωνικοῦ· Καναστραῖον· ἀμυχναῖον· Ἀραχναῖον.

Τὰ διὰ τοῦ ειον τρισύλλαβα κύρια, ἢ καὶ ἰδιάζοντα κατὰ πόλεων, προπαροξύτονα, διὰ τῆς ει διφθόγγου γράφονται· εἶπον δὲ ἰδιάζοντα, διὰ τὸ Λάγειον παρὰ Ἀλεξανδρεῦσιν ἐν αὐτῇ τῇ πόλει μόνον λεγόμενον, καὶ τὸ Λύκειον Ἀθήνῃσι· τὸ γὰρ χαλκεῖον προπερισπώμενον κοινὸν κατὰ πᾶσαν πόλιν, ἐπὶ τόπου λαμβανόμενον· ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα· Χλούνειον, ὄνομα τόπου· Γύθειον· Σέρρειον ἡ πόλις· Λαύρειον, ὄνομα τόπου· ἰδιάζει τοῦτο Ἀθήνῃσι· Φίκειον, ὄνομα τόπου· τοῦτο εὕρηται καὶ διὰ βράχεως τοῦ ι κατὰ τὴν παραλήγουσαν· ἴσως δὲ συνεξέδραμεν τὸ Ῥύτιον· Αἴγιον· Σούνιον, περὶ ὧν ἤδη προείρηται· Βούδειον· Σίγειον· Λέπρειον, Καυκώνων πόλις· Ῥοίτειον πόλις· Φίττειον· Κράνειον γυμνάσιον ἐν Κορίνθῳ.

Τὰ διὰ ειον τρισύλλαβα καθαρεύοντα τοῦ ν προπαροξύτονα μονογενῆ, ἀπὸ ἑνὸς φωνήεντος ἀρχόμενα, διὰ τῆς ει διφθόγγου γράφονται· ὄνειον· φάνειον· κράνειον· κώνειον· δάνειον· γένειον, κάνειον ὃ καὶ κάνεον· ξάνειον· κτένειον, ὃ φοροῦσιν γυναῖκες ἐπὶ τοῦ ἀναδήματος.

Τὰ διὰ τοῦ ειον μονογενῆ τρισύλλαβα προπαροξύτονα, ἀπὸ ἑνὸς συμφώνου ἀρχόμενα, ἔχοντα τὸ η ἢ τὸ ω, μὴ ἔχοντα τὸ μ πρὸ τῆς ει διφθόγγου, διὰ τῆς ει διφθόγγου γράφονται· οἷον, θώρειον· ζώτειον, ὁ μύλος ὅπου αἱ ζειαὶ ἐκόπτοντο· ἢ τόπου ὄνομα ὅπου οἱ δοῦλοι ἐκολάζοντο· βήτειον· χείλιον, ὃ καὶ χέλειον· γήρειον· βήχειον ἡ βοτάνη· κήτειον ἡ βοτάνη τῇ ἀνθέρικι παραπλήσιον εἰς ἔμετον ἐπιτήδειος.

Τὰ διὰ τοῦ ειον μονογενῆ τρισύλλαβα περισπώμενα διὰ τῆς ει διφθόγγου γράφονται· οἷον, μνημεῖον· σημεῖον· πρωτεῖον· σφηκεῖον, ἠχεῖον· ἠλεῖον· κυνεῖον· πορνεῖον· λυχνεῖον· ἀρχεῖον· φυλλεῖον· τῶν λαχάνων τὸ ἔωλον καὶ φαῦλον· στοιχεῖον· ἀγγεῖον· χοιτρεῖον· χυρρεῖον τὸ ξύλινον δεσμωτήριον· τὸ πεῖον τὸ σχοινίον τῆς νεώς· σκαφεῖον τὸ γεωργικὸν ἐργαλεῖον· κουρεῖον τὸ κοινῶς λεγόμενον· τὸ δὲ ἰδίως παρʼ Ἀθηναίοις προπαροξύνεται, καὶ διὰ τοῦ ι γράφεται· γραφεῖον· πρεσβεῖον· χαλκεῖον, τόπος, καὶ ἑορτή· βαλανεῖον· λοφεῖον ἡ θήκη τῆς περικεφαλαίας· πορθμεῖον· μουσεῖον· βραβεῖον· φορεῖον· πορεῖον ἀντὶ τοῦ ὀχήματος· ποδεῖον εἴλημα τῶν ποδῶν· Πομπεῖον ὁ τόπος· ὀχεῖον ἡ ἀγκύρα· σεσημείωται τὸ βαΐον ἐπὶ τοῦ φοίνικος διὰ τοῦ ι γραφόμενον.

Τὰ διὰ τοῦ ειον ὑπὲρ τρεῖς συλλαβὰς προπερισπώμενα διὰ τῆς ει διφθόγγου γράφονται· οἷον, βαλανεῖον· ἐπισκοπεῖον· πανδοχεῖον· θωρακεῖον· τεκτονεῖον· ἰαμβεῖον· κηρυκεῖον τὸ μονογενὲς καὶ προσηγορικὸν, ὅπερ ἐπίσταται καὶ ἡ συνήθεια, τὸ γὰρ ἐπιθετικὸν προπαροξύνεται· ἀσωτεῖον· δοκιμεῖον· ἐκλογεῖον· διδασκαλεῖον· ἑστιατορεῖον· προσωπεῖον· μορμολυκεῖον· ἱερεῖον· πρυτανεῖον· μεγαλλεῖον, ὄνομα μύρου ἀπὸ Μεγάλου Σικελιώτου εὑρόντος αὐτό· σκευοφορεῖον, τὸ ἐπὶ τῶν ὤμων ἀμφίκοιλον ξύλον ἀφʼ οὗ ἀπαρτῶσι φορτία· ὠκυτοκεῖον· τοῦτο διφορεῖται κατὰ τόνον οὐ κατὰ γραφήν.

Τὰ διὰ τοῦ ειον ὑπὲρ τρεῖς συλλαβὰς κύρια μονογενῆ προπαροξύτονα διὰ τῆς ει διφθόγγου γράφονται· οἷον, Ἀτραμύττειον, ὄνομα τόπου· Προκοίλειον· Ὑπάτειον, ὄνομα ὄρους Καρίας· Ἐφιάλτειον, ὄνομα ὄρους· Κηρύκειον, ὄνομα λόφου οὗ φασὶν τὸν Ἑρμὴν ἀναβάντα, τὴν γένεσιν τῆς Ἀρτέμιδος τοῖς θεοῖς ἀνακηρύξαι, τοῦ Διὸς τοῦτο προστάξαντος· Ταντάλειον, ὄνομα ὄρους· Δασκάλειον, ἡ πόλις· Φορβάντειον, ὄνομα ὄρους· Νάξειον, τὸ ὄρος· Κυκλώπειον, τὸ ὄρος· Μυρμήκειον, πόλις· τὸ γὰρ ἕτερον προπερισπᾶται· Κλεάδειον, τὸ ὄρος· Γορδίειον, ὄνομα πόλεως.

Τὰ ἐπὶ τεμένων διὰ τοῦ ειον οὐδέτερα μονογενῆ ὑπὲρ τρεῖς συλλαβὰς, προπαροξύτονά τε καὶ προπερισπώμενα, διὰ τῆς ει διφθόγγου γράφονται· τούτων δὲ αὐτῶν ὅσα ἀπὸ τῶν εἰς ις παράγονται, τῆς γενικῆς καθαρᾶς οὔσης, μὴ φυλαττούσης τὸ σύμφωνον τῆς γενικῆς· τὰ γοῦν προπερισπώμενα εἰσὶν τοιαῦτα· οἷον, Πρυτανεῖον· Νεμεσεῖον· Σεραπεῖον· οὐ γὰρ ἐφύλαξεν τὸ δ τῆς γενικῆς τοῦ Σεράπιδος· τοιοῦτο καὶ τὸ Ὀσίρειον· Ἀνούβειον· Τεχόσειον· Μενδίδειον δὲ προπαροξύτονον· ἐφύλαξεν γὰρ τὸ δ τῆς Μενδίδος γενικῆς· ὁμοίως καὶ τὸ Θετίδειον· προπερισπῶνται δʼ ὁμοίως διὰ τῆς ει διφθόγγου γραφόμενα· καὶ ὅσα ἀπὸ τῶν εἰς ος καθαρῶν τὸ ι παραληγομένων κύρια καὶ κτητικά· καὶ ὅσα τῇ αι διφθόγγῳ παραλήγεται· οἷον, Ἀσκληπιεῖον, Ἀσκληπιὸς γάρ· Ὀλύμπιος, Ὀλυμπίειον· Καπιτώλειον· Ἀμμωνίειον, τὸ γὰρ κτητικὸν διὰ τοῦ ι· οὕτω δὴ καὶ τὰ προπαροξύτονα· Πλουτώνειον· Ἡράκλειον· Ποσειδόνειον· Χαρώνειον· Αἰάκειον· Διοσκόρειον· Ἑλένειον· Κλεοπάτρειον· Τιμώνειον· Μαυσώλειον· Καισάρειον· οἷς ὅμοια καὶ ἐπὶ ἑορτῶν· Μουσεῖον· Σεραπεῖον· Ἡρακλεῖον· Ὁμηρεῖον.

Τὰ διὰ τοῦ υον ἅπαντα, δισύλλαβά τε καὶ ὑπὲρ δύο συλλαβὰς, παροξύτονά τε καὶ προπαροξύτονα, διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, θρύον· βρύον· πτύον· θύον, ὃ καὶ θύος λέγεται· πύον τὸ ἔλκος· τοιοῦτο δὲ καὶ τὸ γυῖον, τῇ υι διφθόγγῳ παραληγόμενα, καὶ οὐκ ἔχον ὁμοίου παράθεσιν· οὕτω μὲν δὴ τὰ δισύλλαβα· τὰ δὲ ὑπὲρ δύο συλλαβὰς τοιαῦτα· κάρυον· κρόμμυον· δίκτυον· ἔμβρυον· δάκρυον· κρήγυον· μήνυον εἶδος ἄνθους· γεράνδρυον· μεσόφρυον· ἔνδρυον· γήθυον.

Τὰ διὰ τοῦ οιον ὀξύτονα δισύλλαβα οὐδέτερα μονογενῆ διὰ τῆς οι διφθόγγου γράφεται· οἷον, Κροιὸν, ὄνομα ὄρους· βοιὸν τῶν πεντήκοντα ἐτῶν ἀριθμός· μοιὸν τὸ αἰδοῖον· γλοιὸν τὸ τοῖς πώγωσιν τῶν τράγων ἐπισυναγόμενον ἀπὸ τῆς ὕλης· τοιοῦτο κατὰ τὴν γραφὴν οὐ κατὰ τὸν τόνον, τὸ πλοῖον· οὕτω δὴ καὶ εἴτι ἐξ αὐτῶν σύγκειται· οἷον, εἰκοσάβοιον· πεντηκοντάβοιον· ἐννεάβοιον.

Τὰ διὰ τοῦ ωον δισύλλαβα σπάνια, διὰ τῆς ῳ διφθόγγου γραφόμενα, ἅπερ εἴωθε πολλάκις καὶ διαίρεσιν πάσχειν τοῦ ι· οἷον, ζῷον, ζώιον· Πτῷον, Πτώιον, τὸ ὄρος· τὸ Κῶον· λῶον οὐ μονογενῆ· τὸ ᾠὸν περὶ τόνον διαλλάξαν τὴν γραφὴν ἐφύλαξεν· λέγεται δὲ καὶ ἐν διαλύσει ὤιον καὶ ὤεον ἐν πλεονασμῷ τοῦ ε.

Τὰ διὰ τοῦ ωον ὑπὲρ δύο συλλαβὰς μονογενῆ τῇ ῳ διφθόγγῳ παραλήγεται· ἐνίοτε δὲ καὶ αὐτὰ διὰ ποιητικὴν χρεῖαν ἀναλύονται· ὑπερῷον, ὑπερώιον· περιστῷον, περιστώιον· μηνῷον, μηνώιον.

Τὰ διὰ τοῦ υλον δισύλλαβα οὐδέτερα μονογενῆ διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, κῦλον διὰ μακροῦ τοῦ υ· τὸ κοῖλον διὰ τῆς οι διφθόγγου γραφόμενον οὐκ ἀντίκειται, οὐ γὰρ μονογενές.

Τὰ διὰ τοῦ υρον δισύλλαβα οὐδέτερα ὀξύτονα μονογενῆ διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, ξυρόν· πυρόν· στυρόν· τὸ μύρον τὸν τόνον ἀμεῖψαν τὴν γραφὴν ἐφύλαξεν.

Τὰ διὰ τοῦ ερον οὐδέτερα, εἴτε δισύλλαβα, εἴτε ὑπὲρ δύο συλλαβὰς, διὰ τοῦ ε ψιλοῦ γράφονται· πτερόν· ξερόν· νερόν· μέρμερον· ἔντερον· ἔλλερον τὸ κακόν· κόλερον τὸ ἀκούρευτον πρόβατον, οἱ δὲ τραχὺ ἔριον· τὸ γέρρον διὰ δύο ρρ γραφόμενον σεσημείωται.

Τὰ εἰς ρον οὐδέτερα ὑπὲρ δύο συλλαβὰς, τὸ ο ἢ τὸ ι παραληγόμενα, σπάνια, καὶ σημειώσεως ἐχόμενα· ἁπλοῦν γὰρ ἐν αὐτοῖς μόνον τὸ ἀνάκτορον, καὶ τὸ σκίρον· τὰ γὰρ σύνθετα παρὰ τὸ φέρω ῥῆμα, διὸ καὶ διὰ τοῦ ο μικροῦ γράφεται· οἷον, ἔκφορον· ἀνώφορον· πρόσφορον.

Τὰ διὰ τοῦ ηρον οὐδέτερα μονογενῆ διὰ τοῦ η γραφόμενα· εὔληρον· Ἄμηρον, ὄνομα ὄρους· Κύθηρον· ἄνδηρον τὸ χεῖλος τοῦ ποταμοῦ· ἄβληρον ἡ ἠνία· σεσημείωται τὸ ὄνειρον· κύπειρον, διὰ τῆς ει διφθόγγου γραφόμενον· λέγεται δὲ καὶ κύπειρον Δωρικῶς, τραπείσης τῆς ει διφθόγγου εἰς τὴν αι, ὡς ἀνώγειον ἀνώγαιον.

Τὰ διὰ τοῦ ωρον οὐδέτερα μονογενῆ, εἴτε δισύλλαβα, εἴτε ὑπὲρ δύο συλλαβὰς, διὰ τοῦ ω μεγάλου γράφει τὴν παραλήγουσαν· οἷον, πέλωρον· Κύτωρον οἱ δὲ ἡ Κύτωρος φασίν· κνέωρον ἀκανθῶδες φύτον· μετόπωρον· φθινόπωρον· δῶρον· Κῶρον ἡ πόλις τὸ τῆς Καππαδοκίας· μῶρον ὁ καρπὸς τῆς βάτου.

Τὰ διὰ τοῦ υρον ὑπὲρ δύο συλλαβὰς οὐδέτερα μονογενῆ διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, πίτυρον· ἄχυρον· λίπυρον ἄτυρον· ἐνέχυρον· κίχυρον πάλμυρον· ἔνυρον· Ἀτάβυρον, ὄνομα ὄρους· Ἄγγυρον, ὄνομα ὄρους.

Τὰ εἰς ες οὐδέτερα, ἀπὸ ἀρσενικοῦ τὴν γένεσιν ἔχοντα, περιεργάζεσθαι οὐ χρεών· τὴν αὐτὴν γὰρ τάσιν καὶ γραφὴν ἔχουσιν ἐν ταῖς κλητικαῖς τῶν ἀρσενικῶν· τὰ γοῦν μονογενῆ σπάνια, καὶ διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, τὸ Κυνόσαργες προπαροξύτονον, καὶ τὸ πάγηες· ὅμαργες· πεύκαες· ῥώπαες· δονάκαες.

Τὰ εἰς ων μονοσύλλαβα ἐπὶ ἀρσενικοῦ ἢ θηλυκοῦ γένους διὰ τοῦ ω μεγάλου γράφει τὴν παραλήγουσαν τῆς γενικῆς· οἷον, κλὼν, κλωνός· πρὼν, πρωνός· Χὼν, Χωνὸς, ὄνομα ποταμοῦ, ἐξ οὗ καὶ ἡ Ἤπειρος Χωνία παρὰ Ἡροδότῳ· Θὼν ἀφʼ οὗ καὶ ἡ γενικὴ Θωνός· σεσημείωται τὸ χθὼν χθονὸς διὰ τοῦ ο μικροῦ γραφόμενον ἐπὶ γενικῆς, ὡς μόνον θηλυκὸν ἐκ τῶν εἰς ων μονοσυλλάβων, ὡς δὲ καὶ τὸ θῶν ἐκ πάντων τῶν μονοσυλλάβων περισπώμενον, καὶ διὰ τοῦ ντ κλινόμενον, μιμησάμενον τὴν σμῶντος· κλῶντος· δρῶντος, μετοχήν.

Εἰς ων μονοσύλλαβον οὐκ ἔστιν εὑρεῖν· πάντα γὰρ ὑπὲρ μίαν συλλαβήν ἐστιν· διὸ τὴν κυνὸς γενικὴν ἀπὸ τῆς κύονος συγκεκόφθαι φαμέν· ὡς καὶ ἡ κλητικὴ μαρτυρεῖ, ὦ κύων.

Εἰς εξ, ἢ εἰς οξ λῆγον ὄνομα μονοσύλλαβον διὰ τοῦ ε ψιλοῦ, ἢ τοῦ ο μικροῦ, σπάνιά ἐστιν, καὶ ἱστορίας ἐχόμενα· ὁποῖον ἐστὶν τὸ κρέξ· λέξ· πρόξ· κρόξ· φλόξ· ξόρξ· δόρξ.

Εἰς ηξ μονοσύλλαβον διὰ τοῦ η γραφόμενα τρία ἐστίν· σφήξ· κήξ· ῥήξ· τὰ δὲ λοιπὰ πάντα διὰ τοῦ ι· φίξ· σφίγξ· ψίξ· θρίξ· Βρὶξ, ὄνομα ἔθνους· τρίγξ εἶδος ὀρνέου, ὅπερ τινὲς καὶ διὰ τοῦ λ γράφουσιν· στίξ· ἴξ, θηρίδιόν τι ἐσθίον τὰς ἀμπέλους· πνίξ· πλίξ.

Εἰς οιξ διὰ τῆς οι διφθόγγου γραφόμενον μονοσύλλαβον οὐκ ἴσμεν, ἢ μόνον τὸ προὶξ, ὃ καὶ αὐτὸ παρὰ τὸ οἶκος καὶ τὴν πρὸ πρόθεσιν σύγκειται, πρόοιξ καὶ κατὰ συγκοπὴν προίξ· τὰ δʼ ἄλλα πάντα διὰ τοῦ υ ψιλοῦ· οἷον, νύξ· Στύξ· Φρύξ· Βρύξ· σφύξ· στρύξ· τρύξ· πτύξ· λύγξ· λύξ.

Ἐς ωξ μονοσύλλαβον διὰ τοῦ ω μεγάλου γραφόμενα ὀλίγα ἐστὶν, καὶ σχεδὸν ἐν καταλήψει· πτώξ· πρώξ· ὤλξ· βῶξ, ὃ καὶ μόνον ἐκ πάντων περισπᾶται, παρὰ γὰρ τὸ βόαξ.

Τὰ εἰς αιξ μονοσύλλαβα διὰ τῆς αι διφθόγγου γραφόμενα σπάνιά ἐστιν, ἃ καὶ ὀξύνονται· ἔστιν γὰρ τὸ αἲξ ἐπὶ τοῦ ζώου· Γραΐξ· ῥαίξ· καὶ τὸ Θραῖξ περισπώμενον, ὅπερ οὐδὲ ἐκφωνῆ τὸ ι· ὃ καὶ Θρήιξ δισυλλάβως λέγεται· μόνον δὲ εἰς αιξ δισύλλαβον τὸ γύναιξ.

Τὰ εἰς ην μονοσύλλαβα ἀρσενικὰ πάντα ὀξύνεται, καὶ διὰ τοῦ η γράφεται, εἰ μὴ δικατάληκτα εἴη καὶ, προσθέσει τοῦ ος τὴν γενικὴν ποιεῖ· οἷον, σπλὴν, σπληνός· χὴν, χηνός· μὴν, μηνός· σφὴν, σφηνός· Ζὴν, Ζηνὸς, ὁ Ζεύς· ῥὴν, ῥηνὸς, τὸ πρόβατον· τὸ φρὴν μόνον θηλυκὸν, διὸ καὶ τὴν κλίσιν παρήλλαξεν, φρενὸς γάρ· καὶ ἐν τῇ συνθέσει τῶν εἰς ην πάντων τὴν αὐτὴν κατάληξιν τηρούντων· οἷον, αὐχὴν, ἀριαύχην· ποιμὴν, ἀρχιποίμην· τὸ φρὴν ἤμειψεν τὴν κατάληξιν εἰς ων· οἷον, ἄφρον, καὶ ἐν τοῖς ὁμοίοις· πρόσκειται μὴ ὄντα δικατάληκτα, διὰ τὸ ῥὶν ῥινὸς, ὃ καὶ ῥὶς λέγεται, δικατάληκτον γάρ· καὶ τὸ θὶν θινὸς, ὃ καὶ θὶς λέγεται, ὁμοίως καὶ ἲς ἰνὸς, ἡ δύναμις, ὃ καὶ ἲς λέγεται· ταῦτα γὰρ καὶ ὀξύνεται, καὶ προσθέσει τοῦ ος κλίνεται· ἀλλὰ διὰ τοῦ ι γράφονται ὡς δικατάληκτα.

Τὰ εἰς ρ μονοσύλλαβα ἐξ ἴσου τὴν διὰ τοῦ ι, καὶ τὴν διὰ τῆς ει διφθόγγου γραφὴν καθʼ ἕκαστον γένος ἐκτίθεται· σεσημείωται διὰ τῆς ει διφθόγγου τὸ χεὶρ ἐπὶ τοῦ σωματικοῦ, ὅπερ ἀπὸ τοῦ ἔχω γέγονεν, ἐχεῖρ καὶ ἀποβολῇ τοῦ ε χείρ· οὕτως Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς· ἔτι δὲ καὶ ἀπὸ τοῦ φθείρω, φθεῖρ· εἴρω, Εἶρ ἐπὶ τοῦ ποταμοῦ, διὰ τῆς ει διφθόγγου γραφόμενα, καὶ τοῦ Φθεὶρ ὀνόματος κυρίου διὰ τοῦ ι γραφομένου· τὰ δʼ ἄλλα πάντα διὰ τοῦ η γράφονται· κὴρ τὸ θηλυκὸν, τὸ γὰρ οὐδέτερον περισπᾶται· θήρ· Σὴρ ἔθνος Μηδικόν· Τρὴρ ἔθνος Θραικικόν· ἢρ ἐπὶ τῆς ἐπικουρίας.

Τὰ εἰς ωρ μονοσύλλαβα ἐπὶ παντὸς γένους διὰ τοῦ ω μεγάλου γράφονται· οἷον, φὼρ ὁ κλέπτης· Νὼρ, ὄνομα ἔθνους· σώρ· σκὼρ τὸ οὐδέτερον, δηλοῖ δὲ τὴν κόπρον· καὶ οὐδὲν εἰς ωρ λῆγον ἐπʼ εὐθείας πτώσεως διὰ τοῦ ο μικροῦ γράφεται, εἰ μὴ τὸ ἄορ καὶ ἦτορ.

Εἰς υρ μονοσύλλαβα δύο ἐστίν· σῦρ τὸ φόρτιον, καὶ πῦρ τὸ στοιχεῖον· ἀμφότερα δὲ κλίνεται διὰ τοῦ ρος.

Εἰς αις λήγοντα μονοσύλλαβα διὰ τῆς αι διφθόγγου γραφόμενα σπάνια κατὰ τὴν κοινὴν διάλεκτον· ἔστι γὰρ τὸ παῖς κοινὸν κατὰ γένος, ὁ παῖς γὰρ καὶ ἡ παῖς· ὃ καὶ περισπᾶται· καὶ γὰρ ἀπὸ τοῦ πάις ἐστίν· ἔστιν δὲ καὶ τὸ δαὶς ὀξύτονον μόνως θηλυκὸν, καὶ τὸ σταῖς περισπώμενον μόνως οὐδέτερον· δηλοῖ δὲ τὴν ζύμην.

Τὰ εἰς εις μονοσύλλαβα διὰ τῆς ει διφθόγγου γραφόμενα σπάνιά ἐστιν· ἔστιν γὰρ τὸ δεὶς ὀξύτονον, ὅπερ ἀεὶ μετὰ τῆς οὐ ἀποφάσεως, ἢ τῆς μὴ ἀπαγορεύσεως σύνεστιν, οὐδεὶς καὶ μηδείς· ἔστιν δὲ καὶ τὸ κλεὶς θηλυκὸν, καὶ τὸ εἷς ἀρσενικὸν ἐπὶ τοῦ ἀριθμοῦ περισπώμενον ὑγιῶς· αἱ γὰρ εἰς εις λέξεις ὀξυνόμεναι, καὶ ἔχουσαι εἰς εν οὐδέτερον μετοχαί εἰσιν· οἷον, τιθεὶς, τιθέν· νυγεὶς, νυγέν· βαρυνόμεναι δὲ ὀνόματά εἰσιν· οἷον, τιμήεις· ἐρόεις· ἐπεὶ οὖν τὸ εἷς εἶχεν οὐδέτερον τὸ ἓν, ἐχρὴν βαρύνεσθαι· οὐκ ἦν δὲ τοῦτο πῶς διὰ τὴν μονοσυλλαβίαν· ἀναγκαίως περισπᾶται, ἵνα δυνάμει βαρύνηται· ἀμέλει εἰς δισυλλαβίαν μετελθὸν βαρύνεται ἐν τῷ ὀφθαλμὸς ἕεις ἐπέκειτο μετώπω. ἵνα τὴν ὀνοματικὴν σημασίαν ἀποφήναι· οὕτως Ἡρωδιανὸς περὶ μονοσυλλάβων.

Εἰς οις λῆγον ἐπʼ εὐθείας πτώσεως καὶ ἑνικοῦ ἀριθμοῦ δύο μόνα ἐστιν φθοῖς καὶ τὸ οἶς, ἃ καὶ περισπᾶται, ὡς ἐκ δισυλλάβων συναιρεθέντα, τὸ φθόις καὶ ὄις.

Εἰς ης μονοσύλλαβα, ὀξύτονα δὴ λέγω, καὶ περισπώμενα, ἰσοσυλλάβως καὶ περιττοσυλλάβως κλινόμενα, σπάνιά ἐστιν· τὸ βλὴς καὶ θὴς, ὁ διὰ τροφὴν δουλεύων ἐλεύθερος· παρὰ δὲ Ἀττικοῖς ὁ ἄτιμος, καὶ μηδὲν ἔχων· Κλὴς ἐπὶ τοῦ ποταμοῦ· Κρὴς ὃ ἐπὶ τοῦ ἔθνους· τὸ γὰρ οὐδέτερον ἐκ συναιρέσεως ὂν περισπᾶται· Γνὴς, ὄνομα ἔθνους· γλής· φρής· σὴς ὁ σκώληξ, καὶ τὸ ποταμοῦ ὄνομα· περισπᾶται δὲ τὸ δρῆς καὶ τρῆς, ὡς δὲ τινὲς βούλονται καὶ τὸ ζῆς.

Τὰ εἰς ης μονοσύλλαβα ἀπὸ τροπῆς τινὸς γεγενημένα, διὰ τοῦ η γράφονται, καὶ τὸν αὐτὸν τόνον φυλάττει τοῖς ἀφʼ ὦν τέτραπται· τὸ γὰρ μὴν ὀξύτονον ποιεῖ τὸ μὴς καὶ αὐτὸ ὀξυνόμενον· τὸ παῖς περισπᾶται, ἀλλὰ καὶ τὸ πῆς· τὸ δαὶς ὀξύνεται, ἀλλὰ καὶ τὸ δής· εἷς ἐπὶ τοῦ ἀριθμοῦ περισπᾶται, ἀλλὰ καὶ τὸ ἦς· κρῆς τὸ οὐδέτερον περισπᾶται, ἀπὸ γὰρ τοῦ κρέας.

Τὰ εἰς ις μονοσύλλαβα, μὴ ὄντα δικατάληκτα διὰ τοῦ ι γραφόμενα, οὐκ ἔστι πολλά· ἔστιν γὰρ τὸ τίς ἐρωτηματικόν· κὶς ὁ σκώληξ· λὶς ὁ λέων· Ἲς ὁ ποταμὸς, ἐπὶ γὰρ τῆς ἰσχύος δικατάληκτον· ὅμως δὲ καὶ αὐτὸ διὰ τοῦ ι γράφεται· Δὶς ὁ Ζεύς· τὸ γοῦν θίς· ῥίς· κἂν γὰρ διὰ τοῦ ι γράφηται, ἀλλʼ οὖν δικατάληκτά ἐστιν· θὶς γὰρ καὶ ῥίς.

Τὰ εἰς υς μονοσύλλαβα καὶ περισπᾶται, καὶ διὰ τοῦ υ ψιλοῦ γράφεται· οἷον, μῦς· δρῦς· σῦς· ὗς· πλὴν τοῦ οἶς, ὃ δηλοῖ τὸ πρόβατον.

Εἰς ος ὄνομα μονοσύλλαβον διὰ τοῦ ο μικροῦ γραφόμενον οὐκ ἔστιν εὑρεῖν· τοῦτο γὰρ ἐπὶ ἄρθρων καὶ κτητικῶν ἀντωνυμιῶν τηρεῖν ἡμᾶς ἡ τέχνη παρέδωκεν· τοίνυν τὸ ὅστις ἀόριστον ὄνομα ἀπὸ ἄρθρου ἀφελόμενος ὁ Διονύσιος, τῇ ἀναλογίᾳ καὶ αὐτὸς δουλεύων, διὰ τοῦ τις μορίου τὴν ἐπέκτασιν τῆς λέξεως προηνέγκατο ἐν τῷ ὅστις· ὁποῖος· καὶ τοῖς λοιποῖς· τὰ γοῦν εἰς ως μονοσύλλαβα ὀνόματα διὰ τοῦ ω μεγάλου γράφονται· Τρώς· δμώς· φὼς ἀρσενικῶς καὶ ὀξυτόνως· χρώς· πλὼς ὁ ἰχθύς· θώς· Μὼς τὸ ἔθνος· ζώς· σώς· Κῶς ἀρσενικὸν περισπώμενον, ἀφʼ οὗ καὶ ἡ πόλις· κρώς· χώς· φὼς τὸ ἀρσενικὸν καὶ ὀξύνεται.

Εἰς εψ μονοσύλλαβον διὰ τοῦ ε γράφεται· σπάνια δὲ τὰ παραδείγματα· ἔστι γὰρ τὸ κλὲψ, ὃ δηλοῖ τὸν κλέπτην· καὶ τὸ φλὲψ, καὶ τὸ σκέψ.

Τῶν εἰς ηψ μονοσυλλάβων διὰ τοῦ η γραφόμενα δύο μόνα ἐστίν· θὴψ καὶ σὴψ, εἶδος ὄφεως σῆψιν ἐμποιοῦν· τὰ δὲ λοιπὰ πάντα διὰ τοῦ ι· ἲψ ὁ σκώληξ ὁ φυόμενος ἐν τοῖς κέρασιν· Λὶψ ὁ ἄνεμος· νίψ· σκνὶψ, ὁ μὲν Ἀριστοτέλης μετὰ τοῦ σ· οἱ δὲ λοιποὶ χωρὶς τοῦ σ· θρίψ· ῥὶψ πλέγμα ψιαθῶδες.

Τὰ εἰς υψ μονοσύλλαβα διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, στύψ· γύψ· ῥύψ· γρύψ.

Τὰ εἰς ωψ μονοσύλλαβα διὰ τοῦ ω μεγάλου γράφονται· Ὢψ ὄνομα κύριον· ῥὼψ τὰ νεοθαλῆ τῶν δρυῶν· θὼψ ὁ πλάνος· κνὼψ εἶδος θηρίου· κλὼψ ὁ κλέπτης· σκὼψ ὁ σκώπτης· Ἀριστοτέλης δὲ χωρὶς τοῦ σ.

Τὰ εἰς ω μακρὸν λήγοντα θηλυκὰ, κατʼ ἀρχὴν λέξεως συντιθέμενα, ποτὲ μὲν φυλάττει τὸ α, ὡς ἔχει τὸ ἀγορανόμος· σκιαμαχῶ· σκιαγραφῶ· θηρανόμος, ποτὲ δὲ τρέπει εἰς ο, ὡς ἐν τῷ ἡμερόβιος· ἡμερόδοτος· ὀποροφυλάκιον· διὸ καὶ ἀπὸ τοῦ γέα, γεομέτρης· γεολόφος· γεόμορος· ἥδονται δὲ Ἀττικοὶ τρέπειν τὸ ο εἰς ω, τοῦ ε προηγουμένου· ἐκ τούτου, γεωμέτρης· γεωλόφος· γεώμορος, διὰ τοῦ ω μεγάλου· σημειωτέον οὖν τὸ γέα διφορούμενον καὶ κατὰ τὴν γραφὴν καὶ κατὰ χρόνον· εἰ γὰρ μακρὰ παραλήγοιτο, συστέλλει τὴν λήγουσαν, γαῖα· εἰ δὲ βραχεῖα παραλήγοιτο, ἐκτείνει τὴν λήγουσαν, γέα.

Τὰ εἰς α μακρὸν λήγοντα θηλυκὰ, ἐπὶ τέλος λέξεως συντιθέμενα, ποιεῖ τὸ τέλος εἰς ος· οἷον, σκιὰ, σκιὸς, σύσκιος· ὧρα, ἄορος· γέα, εὔγεος, καὶ εὔγεως Ἀττικῶς.

Καθόλου πᾶν ῥῆμα ἐν κινήσει τινὶ, τῇ κατὰ τὸν ἐνεστῶτα ἢ μέλλοντα, γεννῶντα τὸ ο, ἢ μόνον, ἢ σὺν τῷ ι, διὰ τοῦ ε ψιλοῦ, ἢ διὰ τῆς ει διφθόγγου γράφει τὸ ῥῆμα, ἀφʼ οὗ κεκίνηται· λόγος, λέγω· τρόπος, τρέπω· λείβω, λοιβή· στίβω, στοιβή· μείρω, μοῖρα· φέρω, φορά· σπείρω, σπορά· φθείρω, φθορά· σεσημείωται τὸ λήχω ἐπὶ τοῦ λαγχάνω, διὰ τοῦ η γραφόμενον, καὶ τρέπον τὸ η εἰς ο μετὰ πλεονασμὸν τοῦ γ ἐν τῷ λέλογχα, καὶ τὸ πλήθω, ὃ δηλοῖ τὸ πάσχω, μετὰ καὶ πλεονασμοῦ τοῦ ν ἐν τῷ πέπονθα.

Πᾶν ῥῆμα πλὴν τῆς πέμπτης συζυγίας καὶ ἕκτης τῶν βαρυτόνων, τὴν παραλήγουσαν τοῦ δευτέρου ἀορίστου ἔχον εἰς α παραγομένην, ἔχει τὴν παραλήγουσαν τοῦ ἐνεστῶτος διὰ τοῦ η ἐκφερομένην· οἷον, ἔλαβον, λήβω· ἔτακον, τήκω· ἔπαθον, πήθω· ἔλαθον, λήθω· ἔπλαγον, πλήσσω· ἔπαγον, πήσσω· ἔδακον, δήκω· ἔπραθον, πρήθω· ἔρραγον, ῥήσσω· τὸ ἔτραγον σεσημείωται διὰ τοῦ ω ἔχον τὸν ἐνεστῶτα, καὶ τρέπον αὐτὸ εἰς α εἰς τὸν δεύτερον ἀόριστον, διὰ τὸ δεύτερον ἀόριστον ἀεὶ διχρόνῳ παραλήγεσθαι· πρόσκειται πλὴν τῆς εʹ καὶ ἕκτης συζυγίας τῶν βαρυτόνων, ὅτι ἐπὶ αὐτῶν ὁ δεύτερος ἀόριστος διὰ τοῦ α ἐκφερόμενος, τὸν ἐνεστῶτα ἔχει οὐ διὰ τοῦ η, ἀλλὰ διὰ τῆς ει διφθόγγου, ἢ διὰ τῆς αι διφθόγγου ἐκφερόμενος κατὰ τὴν πρὸ τέλους· οἷον, κείρω, ἔκαρον· φαίνω, ἔφανον· δαίω, ἔδαον.

Ὅσα τῶν ῥημάτων εἶχεν ἐν τῇ παραληγούσῃ τοῦ ἐνεστῶτος τὴν ευ δίφθογγον, εἶχεν τὴν παραλήγουσαν τοῦ δευτέρου ἀορίστου διὰ τοῦ υ ψιλοῦ βραχέως ἐκφερομένην· οἷον, φεύγω, ἔφυγον· ζεύγω, ἔζυγον· πεύθω, ἔπυθον· κεύθω, ἔκυθον· ἐλεύθω, ἤλυθον, καὶ ἐν συγκοπῇ ἦλθον· τεύχω, ἔτυχον.

Ὅσα ῥήματα ἐν τῷ ἐνεστῶτι εἶχεν τὴν ει δίφθογγον κατὰ τὴν παραλήγουσαν, ταῦτα διὰ τοῦ ι εἶχεν τοῦ δευτέρου ἀορίστου τὴν παραλήγουσαν· οἷον, λείβω, ἔλιβον· ἀμείβω, ἤμειβον· πείθω, ἔπιθον· λείπω, ἔλιπον.

Τὰ διὰ τοῦ εβω ῥήματα δισύλλαβα βαρύτονα διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, σέβω· φέβω τὸ φοβοῦμαι.

Τὰ διὰ τοῦ επω ῥήματα δισύλλαβα βαρύτονα διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, βλέπω· δρέπω· ἔπω· τρέπω· σκέπω· λέπω· νέπω τὸ ἐννέπω.

Τὰ διὰ τοῦ οπτω ῥήματα δισύλλαβα βαρύτονα διὰ τοῦ ο μικροῦ γράφει τὴν παραλήγουσαν· οἷον, κόπτω τὸ διαιρῶ, ἢ τὸ μαλάσσω· ὄπτω τὸ βλέπω, καὶ τὸ περισπώμενον ὁμοίως· τὸ σκώπτω ἐπὶ τοῦ λοιδορῶ σεσημείωται διὰ τοῦ ω μεγάλου.

Τὰ διὰ τοῦ ιπτω δισύλλαβα διὰ τοῦ ι γράφονται· οἷον, πίπτω· ῥίπτω· ἵπτω· λίπτω· ἴπτω βλάπτω, ὅπερ ψιλοῦται· ἐπὶ γὰρ τοῦ πετῶ δασύνεται, καὶ περισπᾶται· νίπτω· οἷς ἀκόλουθον καὶ τὸ ἐνίπτω· σκηρίπτω· κἂν μὴ δισύλλαβα.

Τὰ διὰ τοῦ υπτω δισύλλαβα διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, θρύπτω· θύπτω τὸ τυφλῶ· κύπτω· κρύπτω· ῥύπτω· τύπτω· δύπτω· οἷς ὅμοια κατὰ τὴν γραφὴν οὐ κατὰ συλλαβῶν ποσότητα, τὸ καλύπτω· κορύπτω.

Τὰ διὰ τοῦ επτω βαρύτονα διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, κλέπτω· σκέπτω· χαλέπτω.

Τὰ διὰ τοῦ εφω δισύλλαβα διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, δέφω· τρέφω· στρέφω· στέφω· ψέφω.

Τὰ διὰ τοῦ υφω βαρύτονα διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, γλύφω· στύφω· τύφω.

Τὰ διὰ τοῦ ηφω δισύλλαβα σπάνια· δύο γάρ εἰσι τὸν ἀριθμόν· τὸ μὲν διὰ τοῦ η γραφόμενον, τὸ νήφω ἐπὶ τοῦ φρονῶ, ἐξ οὗ καὶ τὸ νεφάλαιος· ἐπὶ δὲ τοῦ χιωνίζω διὰ τῆς ει διφθόγγου· παρʼ οὗ καὶ νειφάλιος διὰ διφθόγγου, καὶ νιφὰς καὶ νιφετὸς διὰ τοῦ ι, ἀφʼ οὗ καὶ νέφος· ἐξ οὗ καὶ ὁ μέσος παρακείμενος νένοφα δίχα τοῦ ι, ὡς φησὶν Ἡρωδιανὸς ἐν τῷ περὶ συζυγιῶν.

Τὰ διὰ τοῦ ηγω δισύλλαβα τὸ η παραληγόμενα σπάνιά ἐστιν· οἷον, θήγω τὸ ἀκονῶ, πρὸς ἀντιδιαστολὴν τοῦ θίγω τοῦ διὰ τοῦ ι γραφομένου, τοῦ δηλοῦντος τὸ ἐγγίζω· λήγω· τμήγω.

Τὰ εἰς γω λήγοντα ὑπὲρ δύο συλλαβὰς περισπώμενα, τὸ η παραλήγεται, ἔχοντα ὄνομα προκατάρχον σύνθετον εἰς γος τὸ η παραληγόμενον· οἷον, ποδηγὸς, ποδηγῶ· στρατηγὸς, στρατηγῶ· κυνηγὸς, κυνηγῶ· φορτηγὸς, φορτηγῶ· τὸ ἀρήγω οὐχ οὕτως ἔχον, τὴν γραφὴν ἐφύλαξεν, τὸν τόνον δὲ καὶ τὴν κλίσιν ἐνήλλαξεν, ὁμοίως τὸ πεπλήγω· κεκλήγω.

Τὰ διὰ τοῦ εγω δισύλλαβα βαρύτονα διὰ τοῦ ε γράφονται· οἷον, λέγω· φλέγω· στέγω· οἷς ὅμοιον τὸ ἀλέγω· ὀρέγω· κατὰ τὴν γραφὴν καὶ κατὰ τόνον· ἀλλʼ οὐ κατὰ ποσότητα συλλαβῶν.

Τὰ εἰς γω λήγοντα δισύλλαβα βαρύτονα τὸ ω παραληγόμενα, σπάνια· οἷον, τμώγω· τρώγω· πλὴν τοῦ μογῶ, τοῦτο γὰρ περισπώμενον· τὸ λωγῶ περισπώμενον, διὰ τοῦ ω μεγάλου γραφόμενον, οὐ γνήσιον εἶχεν τὸ ω ἀλλὰ ποιητικόν.

Τὰ διὰ τοῦ εκω δισύλλαβα βαρύτονα διὰ τοῦ ε ψιλοῦ γράφονται· πλέκω· τέκω· κρέκω· δέκω.

Τὰ διὰ τοῦ ηκω δισύλλαβα τὸ η παραληγόμενα σπάνια, βαρύτονά τε καὶ περισπώμενα· ὡς ἔχει τὸ τήκω· δήκω, ἐξ οὗ τὸ δαγκάνω· ἤκω τὸ παραγίνομαι, ὅπερ ἐν μὲν τοῖς ἐνεργητικοῖς διὰ τοῦ η, ἐν δὲ τοῖς παθητικοῖς διὰ τοῦ ι γράφεται, ὡς ἔχει τὸ ἀφίκομαι καὶ ἀφίγμαι· ληκῶ· μηκῶ· σφηκῶ, περισπώμενα.

Τὰ διὰ τοῦ υκω, μὴ παρὰ τὸ οἶκος γινόμενα, ὁμοίως δὲ καὶ τὰ διὰ τοῦ υσκω, κἄν τε βαρύτονα, κἄν τε περισπώμενα, διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, μυκῶ· κυκῶ· ἐρύκω· ἀλύσκω· μεθύσκω· πινύσκω· διδύσκω· τιτύσκω· τὸ οἰκῶ περισπώμενον, καὶ παροικῶ, διὰ διφθόγγου γράφονται.

Τὰ εἰς σκω βαρύτονα ῥήματα παρὰ μέλλοντα παρηγμένα, τὴν αὐτὴν τῷ μέλλονται φυλάττει γραφὴν κατὰ τὴν παραλήγουσαν· οἷον, τρώσω, τρώσκω, καὶ τιτρώσκω· γνώσω, γνώσκω, καὶ γιγνώσκω· θνήσω, θνήσκω· μνήσω, μνήσκω· ἀρέσω, ἀρέσκω· φαύσω, φαύσκω, καὶ πιφαύσκω· βρώσω, βρώσκω, καὶ βιβρώσκω· ἀλδήσω, ἀλδήσκω· πιπήσω, πιπίσκω· μαχέσω, μαχέσκω· ἀέσω, ἀέσκω· δείσω, διδείσκω· καὶ ἐπεὶ πρὸ τοῦ σκ ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει ἡ ει δίφθογγος οὐκ ἔστιν, ὑπέρθεσις γίνεται τοῦ ε, καὶ γίνεται διδίσκω, τῆς μὲν πρώτης διὰ τῆς ει διφθόγγου· τῆς δὲ μετʼ αὐτὴν διὰ τοῦ ι διὰ τὴν σύνταξιν· σεσημείωται τὸ εὑρίσκω· τελίσκω· γαμίσκω· κυΐσκω· ὀφλίσκω, ἀφʼ οὗ τὸ ὀφλισκάνω· ἁλίσκω· ἀπαφίσκω· ἀραρίσκω, διὰ τοῦ ι γράφεται· τὸ δίσκω οὐ παρὰ μέλλοντα ἀλλὰ παρʼ ὄνομα.

Τὰ διὰ τοῦ υχω δισύλλαβα βαρύτονα, μὴ ἀπὸ ὀνομάτων γενόμενα, διὰ μακροῦ τοῦ υ γράφεται· οἷον, τρύχω· ψύχω· σμύχω· βρύχω· τὸ στοιχῶ διὰ τῆς οι διφθόγγου, ὡς ἀπὸ τοῦ ὀνόματος γεγονὸς, ὡς καὶ παρὰ τὸ μοιχὸς, μοιχῶ.

Τὰ διὰ τοῦ εχω δισύλλαβα διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, βρέχω· δέχω· ἔχω· λέχω· τρέχω.

Τὰ διὰ τοῦ ηχω δισύλλαβα βαρύτονα, εἰ μή τι εὑρεθείη ἐν κινήσει γεννῶν τὸ ο, διὰ τοῦ η γράφονται· οἷον, νήχω, τὸ κολυμβῶ· σμήχω· τρήχω, ἐξ οὗ τὸ τετρήχει δʼ ἀγορή. ψήχω· τὸ βληχῶ· βρηχῶ· ἠχῶ περισπώμενα τὴν γραφὴν φυλάξαντα τὴν αὐτὴν τὸν τόνον ἤμειψεν.

Τὰ ἔχοντα ἐν τῇ πρωτῇ καὶ δευτέρᾳ συλλαβῇ τὸ αὐτὸ σύμφωνον, ἢ καὶ ἀντίστοιχον, περισπώμενα ῥήματα, διὰ συνεσταλμένου τοῦ ι γράφονται· οἷον, λιλῶ· διδῶ· βιβῶ· κιχῶ· τιθῶ· κιχρῶ.

Τὰ εἰς χω λήγοντα δισύλλαβα περισπώμενα διὰ μικροῦ τοῦ ο γράφει τὴν παραλήγουσαν· οἷον, λοχῶ· τροχῶ· βροχῶ· ὀχῶ.

Τὰ εἰς χω λήγοντα δισύλλαβα περισπώμενα διὰ τοῦ ι γράφει τὴν παραλήγουσαν, ἢ διὰ τοῦ υ· οἷον, τυχῶ· στιχῶ· τριχῶ· διχῶ· κιχῶ· πλὴν τοῦ στοιχῶ· ἀπὸ γὰρ τοῦ στοῖχος.

Τὰ εἰς ω λήγοντα δισύλλαβα ὁριστικὰ ἐνεστῶτος χρόνου οὐδέποτε βαρύνεται, ἔχοντα πρὸ τέλους τὸ ι συνεσταλμένον, ἑνὸς ἀφώνου ἐπαγομένου· ὅσα δὲ τοιαῦτα εὑρεθῇ ὑποτακτικά ἐστιν· ἐὰν λίπω· ἐὰν θίγω· ἐὰν ἴδω· διὸ καὶ τοῦ θήξω μέλλοντος ὁ ἐνεστῶς θίγω μὴ λεγέσθω διὰ τὸ μαχόμενον τοῦ χαρακτῆρος· πρόσκειται ἓν ἄφωνον, διὰ τὸ ἵπτω· λίπτω· νίπτω· πίπτω.

Τὰ εἰς δω δισύλλαβα βαρύτονα, ἀπὸ συμφώνου ἀρχόμενα, μὴ ἐν κινήσει τινὶ γεννῶντα τὸ ο, διὰ τοῦ η γράφονται· οἷον, κήδω τὸ φροντίζω· μήδω τὸ βουλεύομαι· σεσημείωται τὸ ἥδω, ὃ δηλοῖ τὸ τέρπω, μὴ ἀπὸ συμφώνου ἀρχόμενον, καὶ διὰ τοῦ η γραφόμενον, σεσημείωται τὸ φείδω, διὰ τῆς ει διφθόγγου γραφόμενον· τὸ εἴδω οὐκ ἀντίκειται, ἐποίησεν γὰρ ἐν κινήσει τὸ οἶδα· γνωστέον δὲ ὅτι διφορεῖται περὶ τόνον.

Τὰ διὰ τοῦ εδω δισύλλαβα βαρύτονα διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, σκέδω· πέδω· ἔδω τὸ ἐσθίω· μέδω· τὸ αἰδῶ ἐπὶ τοῦ αἰσχύνομαι καὶ περισπᾶται, καὶ διὰ τῆς αι διφθόγγου γράφεται, καὶ διφορεῖται κατὰ τὸν μέλλοντα· αἰδήσω γὰρ καὶ αἰδέσω.

Τὰ εἰς δω περισπώμενα, πρὸ τέλους ἔχοντα τὸ ο, διὰ τοῦ ο μικροῦ γραφόμενα σπάνια· σποδῶ· μοδῶ· τὸ νωδῶ διὰ τοῦ ω μεγάλου· ἔστιν δὲ σύνθετον παρὰ τὸ νω τὸ στερητικὸν ἐπίρρημα, καὶ παρὰ τὸ δέον, ὃ δηλοῖ τὸ πρέπον.

Τὰ παρʼ ὄνομα εἰς δω λήγοντα ῥήματα περισπώμενα, ἀπὸ τῶν εἰς δος ὀνομάτων τῇ ῳ διφθόγγῳ παραληγομένων γινόμενα, φυλάττει τὴν ῳ δίφθογγον ἐν τῇ πρὸ τέλους· οἷον, μελῳδῶ· ὑμνῳδῶ· τραγῳδῶ.

Τὰ διὰ τοῦ ινδῶ ῥήματα περισπώμενα διὰ τοῦ ι γράφει τὴν παραλήγουσαν· κυλινδῶ· ἀλινδῶ· καλινδῶ.

Τὰ διὰ τοῦ εθω ῥήματα, δισύλλαβά τε καὶ ὑπὲρ δύο συλλαβὰς, διὰ τοῦ ε ψιλοῦ γράφεται, καὶ βαρύνεται· οἷον, σπέθω· σχέθω· μέθω· ἔθω· κενέθω· ἀρέθω· κερέθω· φαέθω· τελέθω· ἐγερέθω· νεμέθω· φλεγέθω· τὸ τηλεθῶ περισπώμενον σεσημείωται, τὴν τρίτην ἀπὸ τέλους ἔχον φύσει μακράν· καὶ τὸ αἴθω ἐπὶ τοῦ καίω, διὰ τῆς αι διφθόγγου γραφόμενον.

Τὰ διὰ τοῦ ηθω δισύλλαβα διὰ τοῦ η γράφει τὴν παρατέλευτον· οἷον, γήθω· δήθω, ἐξ οὗ παράγωγον τὸ δηθύνω· κνήθω· λήθω· μήθω· νήθω· πρήθω· πλήθω· τὸ πήθω ἐπὶ τοῦ πάσχω, διὰ τοῦ η· ἐπὶ γὰρ τοῦ συντίθεμαι, διὰ τῆς ει διφθόγγου, ὡς καὶ τὸ πέποιθα μαρτυρεῖ· σεσημείωται τὸ βρίθω διὰ τοῦ ι γραφόμενον.

Τὰ διὰ τοῦ ωθω δισύλλαβα βαρύτονα διὰ τοῦ ω μεγάλου γράφονται· οἷον, κλώθω· γνώθω, ἀφʼ οὗ τὸ ἐγνώσθη· βρώθω ἀφʼ οὗ τὸ βέβρωθα· πρώθω· ὤθω· τοῦτο κλίνεται καὶ ὡς ἀπὸ περισπωμένου· γίνεται δὲ καὶ ὠθίζω· σεσημείωται δὲ ὅτε δηλοῖ τὸ κινοῦμαι διὰ τοῦ ο μικροῦ γραφόμενον, ὡς καὶ ὁ ποιητὴς, οὐδʼ ὄθομαι κοτέοντος.

Τὰ διὰ τοῦ υθω ὑπὲρ δύο συλλαβὰς σπάνια, καὶ διὰ τοῦ υ ψιλοῦ γράφεται· μινύθω· φθινύθω· βαρύθω.

Τὰ διὰ τοῦ εζω ῥήματα δισύλλαβα οὐδέποτε τῇ αι διφθόγγῳ παραλήγεται· οἷον, ῥέζω· ἕζω· τὸ παίζω σεσημείωται διὰ τῆς αι διφθόγγου· ἀπὸ γὰρ τοῦ παῖς, παιδίζω, καὶ κατὰ συγκοπὴν παίζω· ὡς καὶ παρὰ τὸ δάνειον, δανειάζω, καὶ ἐν συγκοπῇ δανείζω.

Τὰ διὰ τοῦ ιζω ῥήματα, εἴτε δισύλλαβα, εἴτε ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ ι γράφονται· οἷον, τρίζω· σχίζω· πρίζω· κτίζω· χαρίζω· χωρίζω· βαπτίζω· ὀνειδίζω· αἰκίζω· σεσημείωται τὸ χρῄζω διὰ τοῦ η γραφόμενον καὶ διὰ τοῦ ι ἀνεκφωνήτου· καὶ τὸ δανείζω διὰ τῆς ει διφθόγγου· γέγονεν δὲ ἀπὸ τοῦ δάνειον, δανειάζω, καὶ ἐν συγκοπῇ δανείζω· τὸ δὲ χρῄζω παρὰ τὸ χεὶρ, χειρὸς, χειρίζω, ἀποβολῇ τοῦ ι χερίζω, καὶ τροπῇ τοῦ ε εἰς η, καὶ καθʼ ὑπερβιβασμὸν χρηίζω, καὶ ἐν συναιρέσει χρῄζω, καὶ μένει τὸ ι μὴ ἐκφωνούμενον.

Τὰ εἰς ζω λήγοντα ῥήματα βαρύτονα τὸ ο παραληγόμενα τρία ἐστίν· δύο μὲν ὑπὲρ δύο συλλαβάς· ἁρμόζω· δεσπόζω· καὶ δισύλλαβον ἓν τὸ ὄζω· τοῦτο δὲ ἐνίοτε καὶ περισπώμενον λέγεται· ἐξ οὗ καὶ ὁ μέλλων ὀζέσω, ἀλλὰ καὶ ὀζήσω διὰ τοῦ η, ὡς καὶ Ἀριστοφάνης, λίθος τίς ὄζησεν τεθυμιαμένος.

Τὰ εἰς ζω λήγοντα ὑπεσταλμένον, πλὴν τοῦ δεσπόζω· ἁρμόζω· ὄζω, περὶ ὧν διείληπται, διὰ τοῦ ω μεγάλου γράφονται· οἷον, κρώζω· οἰμώζω· πατρώζω· μητρώζω· χρώζω· τὸ σῴζω· πλῴζω σὺν τῷ ι, εὕρηνται γὰρ ἐν διαιρέσει· σωΐζω· πλωΐζω, τρισυλλάβως.

Τὰ διὰ τοῦ υζω ὑπὲρ δύο συλλαβὰς, ἢ καὶ δισύλλαβα, διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, κλύζω· κνύζω· σφύζω· φύζω· γογγύζω· ἑρπύζω· ἑλκύζω· ἀτύζω· λαγαρύζω· ὀτοτύζω· ποππύζω· ὀλοφύζω· ὀλολύζω· κελαρύζω· μασταρύζω· πλὴν τοῦ ἀθροίζω τοῦτο γὰρ διὰ τῆς οι διφθόγγου γράφεται· γέγονεν γὰρ παρὰ τὸ θροὺς, θροὸς, θροΐζω, καὶ μετὰ τοῦ α τοῦ δηλοῦντος τὸ ὁμοῦ, ἀθροίζω, καὶ κατὰ συναίρεσιν ἀθροίζω.

Τὰ διὰ τοῦ ησσω βαρύτονα, ἐπὶ δευτέρου ἀορίστου τὴν πρὸ τέλους διὰ τοῦ α παράγοντα, τὴν τοῦ ἐνεστῶτος παραλήγουσαν διὰ τοῦ η προφέρονται· οἷον, πήσσω, ἔπαγον γάρ· ῥήσσω, ἔραγον· πλήσσω, ἔπλαγον· τοῦτο δὲ τὸ ῥῆμα ἐπὶ μὲν τοῦ σωματικοῦ διὰ τοῦ η ἡ παραλήγουσα τοῦ δευτέρου ἀορίστου παραλόγως καθὸ ὁ δεύτερος ἀόριστος ἀπὸ βαρυτόνων τε καὶ περισπωμένων εἴωθε διχρόνῳ παραλήγεσθαι· ἐπὶ δὲ τοῦ ψυχικοῦ διὰ τοῦ α· ἔπλαγον, ἐπλάγην, καὶ κατεπλάγην.

Τὰ διὰ τοῦ ισσω ἀπὸ μέλλοντος ἐν διπλασιασμῷ τοῦ σ εἰς ἐνεστῶτα μετηγμένα, διὰ τοῦ ι γράφονται· οἷον, ἵω τὸ προτείνω, ἵσω ὁ μέλλων, καὶ ἐν διπλασιασμῷ τοῦ σ ἐνεστὼς, ἵσσω· λιτῶ, λίσω, καὶ λίσσω· πτίω, πτίσω, καὶ πτίσσω· οἷς ἀκόλουθον καὶ τὸ φρίσσω.

Τὰ διὰ τοῦ ισσω ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ ι γράφεται· δεδίσσω· καὶ δειδίσσω· αἰνίσσω· δρομίσσω· ἐνίσσω τὸ ἐκφοβῶ, καὶ ἐκπάγλως ἐπέεσσιν ἐνισσέμενος.

Τὰ διὰ τοῦ εσσω ῥήματα ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, πυρέσσω· ἐρέσσω· ἀηθέσσω· κυνηγέσσω.

Τὰ διὰ τοῦ υσσω πάντα διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, πτύσσω· μύσσω· νύσσω· ἀφύσσω· ὀρύσσω· κηρύσσω· κορύσσω.

Τὰ διὰ τοῦ ωσσω πάντα διὰ τοῦ ω μεγάλου γράφονται· οἷον, πτώσσω· ῥώσσω· ὀνειρώσσω· ἀμβλυώσσω· τυφλώσσω, ἀγρώσσω· ὑπνώσσω· λιμώσσω· νεώσσω· καρδιώσσω.

Τὰ διὰ τοῦ ελω δισύλλαβα, βαρύτονά τε καὶ περισπώμενα, διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, θέλω· πέλω· μέλω· ἔλω, τό τε ψιλὸν καὶ τὸ δασυνόμενον· μελῶ· τελῶ.

Τὰ διὰ τοῦ εμω δισύλλαβα βαρύτονα διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, βρέμω· τρέμω· νέμω· δέμω· δρέμω· χρέμω τὸ ἠχῶ· τέμω· γέμω· τὸ κρεμῶ· θεμῶ· πολεμῶ, διαφορὰ περὶ τόνον, οὐ περὶ τὴν γραφήν.

Τὰ διὰ τοῦ ινω δισύλλαβα ἔχοντα πρὸ τοῦ ν ἀμετάβολον, καὶ περισπώμενα, τὴν ἄρχουσαν ἔχοντα διὰ τοῦ ι, δύο μόνα ἐστὶν, τὸ κιρνῶ καὶ πιλνῶ.

Τὰ διὰ τοῦ ινω δισύλλαβα, εἴτε μακρὸν ἔχει τὸ ι, εἴτε βραχὺ, μὴ ἔχοντα ἐν τῷ μέλλοντι ἀναφαινόμενον τὸ ε, διὰ μόνον τοῦ ι γράφεται· οἷον, σίνω· πίνω· φθίνω· κλίνω· τίνω τὸ ἀποδίδωμι, οὗ παράγωγον τὸ τιννύω· γίνω τὸ κατασκευάζω, ἐπὶ γὰρ τοῦ γεννῶ διὰ τῆς ει διφθόγγου· κτείνω δὲ καὶ τείνω τὸ ἁπλῶ, διὰ τῆς ει διφθόγγου, τενῶ γὰρ καὶ κτενῶ οἱ μέλλοντες.

Τὰ διὰ τοῦ εινω πάντα ἔχοντα ἐν τῷ μέλλοντι τὸ ε ἀναφαινόμενον, κἄν τε δισύλλαβα, κἄν τε ὑπὲρ δύο συλλαβὰς εἴη, διὰ τῆς ει διφθόγγου γράφονται· οἷον, τείνω, τενῶ γὰρ ὁ μέλλων· ὁμοίως μείνω, μενῶ γάρ· κτείνω, κτενῶ· θείνω τὸ τύπτω, θενῶ γάρ.

Τὰ διὰ τοῦ ειρω πάντα, δισύλλαβά τε καὶ ὑπὲρ δύο συλλαβὰς, ἔχοντα τὸ ε ἀναφαινόμενον, διὰ τῆς ει διφθόγγου γράφονται· οἷον, κείρω, κερῶ· μείρω, μερῶ· σπείρω, σπερῶ· φθείρω, φθερῶ· δείρω, δερῶ· ἀείρω, ἀερῶ· οἰκτείρω, οἰκτερῶ· ἐγείρω, ἐγερῶ· ἀγείρω, ἀγερῶ.

Τὰ διὰ τοῦ ενω δισύλλαβα βαρύτονα, μὴ ἀπὸ ὀνόματος παρηγμένα, μὴ ἔχοντα ἐν τῷ μέλλοντι ἀναφαινόμενον τὸ α, διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, στένω· σθένω· μένω τὸ οἰκῶ, ἐπὶ γὰρ τοῦ ὀργίζομαι διὰ τῆς αι διφθόγγου· πένω· ψένω τὸ τύπτω· φένω τὸ φονεύω, ἐπὶ γὰρ τοῦ λάμπω διὰ τῆς αι διφθόγγου.

Τὰ εἰς νω δισύλλαβα περισπώμενα ἀπὸ γενικῆς ὀνόματος παρηγμένα, διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, κτεὶς, κτενὸς, κτενῶ· κενοῦ, κενῶ· φρενὸς, φρενῶ· ἑνὸς, ἑνῶ· ξένου, ξενῶ· στενοῦ, στενῶ τὸ περισπώμενον, οὗ τὸ δεύτερον στενοῖς· περὶ γὰρ τοῦ στένω βαρυτόνου, καὶ πένω, καὶ μένω προείρηται.

Τὰ διὰ τοῦ εινω παράγωγα διὰ τῆς ει διφθόγγου γράφονται· οἷον, φαείνω· ἀλεείνω· ἐλεείνω· τὸ ὀρίνω· ὠδίνω, οὐ παράγωγα, διὸ καὶ διὰ τοῦ ι γράφονται.

Καθόλου τὰ διὰ τοῦ υνω, εἴτε δισύλλαβα, εἴτε ὑπὲρ δύο συλλαβὰς, διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, πλύνω· δύνω· μολύνω· κρατύνω· φαιδρύνω· ὀτρύνω.

Τὰ διὰ τοῦ αινω δισύλλαβά τε καὶ ὑπὲρ δύο συλλαβὰς, ἔχοντα κατὰ τὸν μέλλοντα ἀναφαῖνον τὸ α, διὰ τῆς αι διφθόγγου γράφονται· οἷον, χαίνω, χανῶ· μαίνω, τὸ ὀργίζομαι, μανῶ· βαίνω, βανῶ· μελαίνω, μελανῶ· ὑφαίνω, ὑφανῶ· μιαινῶ, μιανῶ.

Τὰ διὰ τοῦ αιρω, εἴτε δισύλλαβα, εἴτε ὑπὲρ δύο συλλαβὰς, ἔχοντα ἐν τῷ μέλλοντι ἀναφαῖνον τὸ α, διὰ τῆς αι διφθόγγου γράφονται· οἷον, χαίρω, χαρῶ· αἴρω, ἀρῶ· γεραίρω, γεραρῶ· μαρμαίρω, μαρμαρῶ.

Τὰ διὰ τοῦ ερω, εἴτε δισύλλαβα, εἴτε ὑπὲρ δύο συλλαβὰς, ἐν κινήσει τινὶ γεννῶντα τὸ ο, τὸ ε ψιλὸν παραλήγεται· οἷον, δέρω, δορά· φέρω, φορά· ἀγείρω, ἀγερῶ, ἀγορά· καὶ εἴτι ὅμοιον.

Καθόλου τὰ διὰ τοῦ υρω βαρύτονα, μὴ ἀπὸ ὀνόματος ἔχοντα τὴν οι δίφθογγον παρηγμένα, διὰ τοῦ υ ψιλοῦ γράφονται, κἄν τε δισύλλαβα εἴη, κἄν τε ὑπὲρ δύο συλλαβάς· οἷον, φύρω· σύρω· δύρω· ὀδύρω· ὀλοφύρω· πορφύρω· μορμύρω· πρόσκειται βαρύτονα, μή τε ἀπὸ ὀνόματος ἔχον τὴν οι δίφθογγον παρηγμένα, διὰ τὸ μοῖρα μοιρῶ, καὶ ἄμοιρος ἀμοιρῶ, διὰ τῆς οι διφθόγγου γραφόμενα.

Τὰ διὰ τοῦ αιω δισύλλαβα, ἢ καὶ ὑπὲρ δύο συλλαβὰς, μη μελετήσαντα παρασχεῖν συναίρεσιν, ἢ ἐν κινήσει τινὶ γεννᾶν τὸ ο, ἢ τὸ υ προσλαμβάνειν ἐν τῷ μέλλοντι, διὰ τῆς αι διφθόγγου γράφονται· οἷον, κλαίω· καίω· παίω· ταῦτα δὲ τὰ τρία οὐ προσέλαβεν τὸ υ ἐν τῷ μέλλοντι, ἀλλὰ τροπὴν ἔπαθεν τοῦ ι εἰς τὸ υ· ἰτέον οὖν αὖθις ἐπὶ τὰ παραδείγματα· ναίω τὸ οἰκῶ· ἐπὶ γὰρ τοῦ κλίνω διὰ τοῦ ε ψιλοῦ· προσλαμβάνει γὰρ τὸ υ ἐν τῷ νεύσω· γαίω τὸ γαυριῶ· ῥαίω· παλαίω· κεραίω· ὠλιλαίω· ἀγαίω· σκαλαίω· χαλαίω· κρεμαίω· διχαίω· πρόσκειται μὴ μελετήσαντα πάσχειν συναίρεσιν, διὰ τὸ ποιέω, ποιῶ· νοέω, νοῶ· καὶ εἴτι ἄλλο τοιοῦτον διὰ τοῦ ε ψιλοῦ γράφεται· πρόσκειται μὴ ἐν κινήσει τινὶ γεννῶντα τὸ ο, διὰ τὸ ῥέω, ῥοὴ, καὶ πνέω, πνοή· καὶ εἴτι ἄλλο τοιοῦτον· ταῦτα γὰρ καὶ τὸ υ προσλαμβάνει ἐν τῷ ῥεύσω· πνεύσω· μέλλοντι· καὶ ὁμοίως δὲ καὶ ἐν τῷ νεύσω· χεύσω· καὶ τρέπει τὸ ε εἰς ι ἐν τῷ χοὴ καὶ προχοή· σημειωτέον τὸ κέω, ἐξ οὗ τὸ κέομαι καὶ ἐν πλεονασμῷ τοῦ ι, καὶ συγκοπῇ τοῦ ο κεῖμαι· σημειωτέον διὰ τοῦ ε ψιλοῦ γραφόμενον καὶ τὸ ἔω, ὃ δηλοῖ τὸ ὑπάρχω· ἐξ οὗ τὸ εἰμὶ, καὶ τὸ ἔω τὸ πορεύομαι, ἐξ οὗ τὸ εἶμαι τὸ προπερισπώμενον, καὶ τὸ ἕω τὸ δασυνόμενον, καὶ βαρυνόμενον· οὗ παράγωγον, τὸ ἑννύω· ἀφʼ οὗ καὶ ἐν πλεονασμῷ τοῦ ζ ἕζω· δηλοῖ γὰρ τὸ ἕω τὸ δασυνόμενον πλείονα.

Τὰ παρὰ μέλλοντα ἢ ἐνεστῶτα περισπώμενα, ὑπὲρ μίαν συλλαβὴν διὰ τοῦ ειω γινόμενα παράγωγα, διὰ τῆς ει διφθόγγου γράφονται· οἷον, θῶ, θείω· σῶ, σείω, τοῦτο δὲ καὶ σαίνω γίνεται· κῶ τὸ ὑπνῶ, ἐξ οὗ κῶμα ὁ ὕπνος· κείω, οὗ ὁ μέλλων κείσω, καὶ παθητικὸν κείομαι, καὶ κατὰ συγκοπὴν κεῖμαι.

Τὰ διὰ τοῦ ιω καθαροῦ ὑπὲρ δύο συλλαβὰς περισπώμενα, μὴ ἀπὸ ὀνομάτων ἔχοντα τὴν γένεσιν, τῶν διὰ τῆς ει διφθόγγου γραφομένων, διὰ τοῦ ι γράφονται· οἷον, μηνιῶ· μητιῶ· ἀτιῶ· μειδιῶ· ἀντωνιῶ· ἀκηδιῶ· ἐρυθριῶ· κοπιῶ· ἀγαλλιῶ· ἀξιῶ· μετριῶ· πρόσκειται μὴ ἀπὸ ὀνόματος γεγενημένα ἔχοντα τὴν ει δίφθογγον, διὰ τὸ οἰκεῖος, οἰκειῶ· τέλειος, τελειῶ· ἀνδρεῖος, ἀνδρειῶ· ἀχρεῖος, ἀχρειῶ· ἀπὸ ὀνομάτων γενόμενα, καὶ φυλάττοντα τὴν ει δίφθογγον· τὸ ἐσθίω· ἀτίω· ἀΐω· τὸν τόνον ἀμείψαντα, τὴν διὰ τοῦ ι γραφὴν ἐφύλαξαν· οἷς, ἀκόλουθον καὶ τὸ μαστιῶ, ἐκ τοῦ μαστίζω γενόμενον.

Τὰ διὰ τοῦ ειω δισύλλαβα βαρύτονα, κατὰ πλεονασμὸν τοῦ ι γενόμενα, διὰ τῆς ει διφθόγγου γράφονται· οἷον, πνέω, πνείω· χέω, χείω· ζέω, ζείω.

Τὰ διὰ τοῦ ιω δισύλλαβα βαρύτονα, μὴ παρʼ ἐνεστῶτα ἢ μέλλοντα παρηγμένα, διὰ τοῦ ι γράφονται· οἷον, ἴω, τοῦτο καὶ περισπᾶται, ἐξ οὗ καὶ τὸ ἴημι· μνίω τὸ ἐσθίω· τίω διφορεῖται περὶ τόνον οὐ περὶ γραφήν· λίω καὶ αὐτὸ διφορεῖται, γεγονὸς ἀπὸ τοῦ λῶ λιῶ, τοῦ δηλοῦντος τὸ θέλω, ἀφʼ οὗ καὶ τὸ λιαρὸν, ὡς καὶ τὸ χαλῶ, χαλερόν· τὰ γὰρ προσηνῆ θελητά· τὸ πίω, ἀφʼ οὗ ὁ μέλλων πίσω, ἀφʼ οὗ τὸ πιπίσκω· ψίω· σημειωτέον τὸ εἴω τὸ πορεύομαι, διὰ τῆς ει διφθόγγου γραφόμενον, ἀφʼ οὗ ὁ μέσος παρακείμενος εἶα, καὶ ἐν διαλύσει ἐΐα, καὶ τροπῇ τοῦ ε εἰς η ἤια, ἀφʼ οὗ καὶ ὁ μέσος ὑπερσυντελικὸς ἠίειν, ἀφʼ οὗ τὸ ἀπηίειν, καὶ ὁ δεύτερος ἀόριστος ἴον, λόγῳ ἀρχούσης διὰ βραχὺ τοῦ υ, καὶ ἡ μετοχὴ ἰὼν ἐν ὀξείᾳ τάσει· ἀφʼ οὗ ἀνιών· παριών· κατιών· προϊών.

Τὰ παρὰ μέλλοντα ἢ ἐνεστῶτα περισπώμενον ὑπὲρ μίαν συλλαβὴν διὰ τοῦ ειω γινόμενα παράγωγα, διὰ τῆς ει διφθόγγου γράφονται· οἷον, ὄψω, ὀψείω· γαμήσω, γαμησείω· τελῶ, τελειῶ· κρατείω, ἀφʼ οὗ ἡ μετοχὴ κρατείων, καὶ ἐν συγκοπῇ τοῦ ατ κρείων.

Τὰ εἰς ω λήγοντα καθαρὸν περισπώμενα, εἴτε δισύλλαβα, εἴτε ὑπὲρ δύο συλλαβὰς, μὴ ἀπὸ ὀνόματος ἔχοντα τὴν γένεσιν, διὰ τοῦ ο μικροῦ γράφει τὴν παραλήγουσαν· οἷον, βοῶ· γοῶ· θροῶ· νοῶ· ποῶ, καὶ ἐν πλεονασμῷ τοῦ ι ποιῶ· πτοῶ· λοῶ· κοῶ· ἀγνοῶ· ἀκροῶ· μακκοῶ· ἀκοῶ· πρόσκειται μὴ ἀπὸ ὀνόματος ἔχοντα τὴν γένεσιν γραφόμενον διὰ τοῦ ω, διὰ τὸ ζωὴ, ζωῶ, καὶ ἀλῴη, ἀλῳῶ, διὰ τοῦ ω μεγάλου γραφόμενα· ἀλώην δὲ λέγω τὸν ἀλωητὸν, ὃ καὶ ὀξύνεται· τὸ γὰρ ἕτερον βαρύνεται, καὶ διὰ τοῦ ο μικροῦ γράφεται.

Τὰ εἰς ω λήγοντα περισπώμενα, ἔχοντα σύμφωνον πρὸ τοῦ ω, μὴ ἀπὸ ὀνόματος ἔχον τὴν γένεσιν διὰ τοῦ ω μεγάλου, διὰ τοῦ ο μικροῦ γράφεται· οἷον, δολῶ· δονῶ· θολῶ· κροτῶ· κλονῶ· σοβῶ· στορῶ· τορῶ· φρονῶ· χολῶ· φονῶ τὸ φονεύω· κορῶ· φθονῶ· τονῶ· λοχῶ, ἀφʼ οὗ τὸ λοχεύω· μοτῶ· κοτῶ· ποτῶ τὸ πέταμαι· πονῶ· τούτου ὁ μέλλων ἐπὶ μὲν τοῦ ψυχικοῦ διὰ τοῦ η, ἐπὶ δὲ τοῦ σωματικοῦ διὰ τοῦ ε ψιλοῦ· μολῶ· τούτων δὲ τῶν προγραφέντων εἰ καὶ τὰ πλείω ἀπὸ ὀνομάτων μετήχθη, ἀλλʼ οὐκ ἐγράφετο τὰ ὀνόματα διὰ τοῦ ω μεγάλου, διὸ οὐδὲ λυμαίνεται τῷ κανόνι· σεσημείωται τὸ πωρῶ καὶ τὸ πωλῶ ἐπὶ τοῦ πιπράσκω, διὰ τοῦ ω μεγάλου γραφόμενον· πολῶ γὰρ τὸ ἀναστρέφομαι, παρʼ ὃ καὶ πόλις, διὰ τοῦ ο μικροῦ· πρόσκειται μὴ ἀπὸ ὀνόματος ἔχοντα τὴν πρὸ τέλους διὰ τοῦ ω γεγενημένα, διὰ τὸ ὠνὴ, ὠνῶ, τὸ ἀγοράζω· δῶρον, δωρῶ, ἐξ οὗ τὸ δωροῦμαι· φωνὴ, φωνῶ· χῶρος, χωρῶ· καὶ εἴτι ὅμοιον, διὰ τοῦ ω μεγάλου γράφεται.

Τὰ διὰ τοῦ ωω καθαρὰ δισύλλαβα βαρύτονα διὰ τοῦ ω μεγάλου γράφεται· οἷον, ζώω· χώω· γνώω· σώω· πλώω· ῥώω· ἔνθεν τὸ ῥῷον τὸ Τρώων οἶνος· ὅμοιον καὶ τὸ κολωῶ κατὰ τὴν γραφὴν οὐ κατὰ τόνον, οὐ κατὰ ποσότητα συλλαβῶν· τοῦτο δὲ καὶ πρώτης καὶ δευτέρας συζυγίας τῶν περισπωμένων ἐστίν· καὶ παρὰ Φιλοξένῳ σὺν τῷ ι· τὸ ἀλώω· ἠβώω, ἢ ἐπαύξησιν χρόνου ἔσχον, ἢ πλεονασμὸν τοῦ ω.

Τὰ διὰ τοῦ υω καθαρὰ δισύλλαβα βαρύτονα διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, ὕω τὸ βρέχω· βρύω· δύω· θύω· λύω· κύω· μύω· ξύω· πτύω· ῥύω· τὸ οἴω ἐπὶ τοῦ ὑπολαμβάνω, ἢ πείθομαι, σεσημείωται διὰ τῆς οι διφθόγγου.

Τὰ διὰ τοῦ υω ὑπὲρ δύο συλλαβὰς βαρύτονα διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον, ἀλύω· μηνύω· ἀρύω· ἀρτύω· κωλύω· σβεννύω· ζωννύω· πρόσκειται βαρύτονα, διὰ τὸ ἀλοιῶ· ὁμοιῶ, περισπώμενα διὰ τῆς οι διφθόγγου.

Τὰ εἰς ω λήγοντα καθαρὸν δισύλλαβα περισπώμενα διὰ τῆς οι διφθόγγου γράφει τὴν παραλήγουσαν, εἰ μὴ μελετήσοι καὶ κατὰ διάστασιν λέγεσθαι· οἷον, ποιῶ· πτοιῶ· χοιῶ· οἰῶ, ἐξ οὗ τὸ οἰώθη ἢ ὠιώθη· τοῦ οἴσω ὤφειλεν ὁ ἐνεστὼς εἶναι βαρύτονος, ἀλλʼ ἐν χρήσει οὐχ εὕρηται· εἰ δὲ τὸ ποίσω παρὰ τοῖς παλαιοῖς καὶ τῇ συνηθείᾳ λέγεται, συγκοπὴν πέπονθεν τοῦ η· οὐ γὰρ βαρύτονον ἔχει τὸν ἐνεστῶτα.

Τὰ παρὰ μέλλοντα τῆς τρίτης συζυγίας τῶν περισπωμένων διὰ τοῦ υω παρηγμένα τὴν τρίτην ἀπὸ τέλους ἔχει διὰ τοῦ ω μεγάλου γραφομένην· οἷον, χρώσω, χρωννύω· ῥώσω, ῥωννύω· χώσω, χωννύω· στρώσω, στρωννύω.

Τὰ διὰ τοῦ υιω τῇ υι διφθόγγῳ παραληγόμενα σπάνια ὁρῶ βαρύτονά τε καὶ περισπώμενα, ὡς ἔχει τὸ ἀλυίω· ὀπυίω· μεθυίω· καὶ τὸ γυιῶ περισπώμενον.

Τὰ εἰς ω λήγοντα ῥήματα κατʼ ἔνδειαν χρόνου ἐκ βαρυτόνων εἰς περισπώμενα μεταγόμενα, διχρόνῳ βραχεῖ παραλήγεται· οἷον, πείθω βαρύτονον διὰ τῆς ει διφθόγγου· πιθῶ δὲ περισπώμενον διὰ βραχὺ τοῦ ι· ὁμοίως στείχω, στιχῶ· φείδω, φιδῶ· δαίω, δαῶ· τεύχω, τυχῶ· σίνω, σινῶ· οἷς ἀκόλουθον καὶ τὸ λούω, λοῶ· πείρω, περῶ· κείρω· κερῶ· εἰ γὰρ καὶ μὴ εἰς δίχρονον, ἀλλʼ ὅμως εἰς βραχὺ φωνῆεν γέγονεν ἡ συστολή.

Τὰ εἰς ω λήγοντα ῥήματα δισύλλαβα, κατὰ τροπὴν τοῦ ε εἰς ω ἐκ βαρυτόνων εἰς περισπώμενα μετηγμένα, διὰ τοῦ ω μεγάλου γράφεται κατὰ τὴν παραλήγουσαν· καὶ εἰ μὲν διὰ καθαροῦ τοῦ ω ἐκφέρεται, βαρύνεται· οἷον, χέω, χώω· ζέω, ζώω· τρέω, τρώω· ῥέω, ῥώω· σέω, σώω· πλέω, πλώω· εἰ δὲ μετὰ συμφώνου, περισπᾶται· οἷον, στρέφω, στρωφῶ· γίνεται καὶ ἐν τοῖς τοιούτοις τροπὴ τοῦ ε εἰς ο, καὶ αὖθις ἔκτασις τοῦ ο εἰς ω· νέμω, νωμῶ· λέγω, λωγῶ· τρέχω, τρωχῶ· πέτω, πωτῶ· τὸ σώχω· τρώχω· κλώσω· σκώπτω· οὐ ταύτης τύχοντα τῆς παραγωγῆς, διὰ τοῦ ω γράφεται καὶ βαρύνεται.

Τὰ τῆς πρώτης συζυγίας τῶν περισπωμένων ἐν τῇ ἐντελείᾳ τῷ ε ψιλῷ παραλήγεται· οἷον, νοέω· ποιέω· φορέω· τὰ τῆς δευτέρας τὸ α· οἷον, βοάω· γελάω· περάω· τὰ τῆς τρίτης τὸ ο· οἷον, χρυσόω· γυψόω· στεφανόω.

Τὰ εἰς ναι ἀπαρέμφατα διφθόγγῳ οὐδέποτε παραλήγεται· στῆναι· φθῆναι· τυφθῆναι· τυπῆναι· δοθῆναι· βιῶναι· ἁλῶναι· σεσημείωται τέσσαρα· θεῖναι, ὅπερ ἀπὸ τοῦ τίθημι γέγονεν· δοῦναι, ἀπὸ τοῦ δίδωμι· καὶ εἶναι τὸ δασυνόμενον, ὅπερ ἀπὸ τοῦ ἵημι τοῦ δασυνομένου καὶ αὐτὸ γέγονεν· καὶ εἶναι τὸ ψιλούμενον, ὅπερ ἀπὸ τοῦ εἰμὶ τοῦ ὑπάρχω παρήχθη.

Τὰ εἰς μεν ἀπαρέμφατα καὶ πρὸ τέλους ἔχει τὸν τόνον, καὶ διὰ τοῦ ε ψιλοῦ γράφονται· ἐλθέμεν· εὑρέμεν· ἀκουσέμεν.

Τὰ διὰ τοῦ εμεναι παραγόμενα ἀπαρέμφατα διὰ τῆς αι διφθόγγου γράφουσι τὸ τέλος, καὶ τὴν πρὸ αὐτὴν διὰ τοῦ ε ψιλοῦ· οἷον, ἐλθέμεναι· εὑρέμεναι· στήμεναι· δόμεναι.

Τὰ διὰ τοῦ ειας εὐκτικὰ Αἰολικῶς ἐπεκτεινόμενα διὰ τῆς ει διφθόγγου γράφονται· οἷον, γνωσείας· ποιησείας· στρεψείας.

Τὰ κατὰ τρίτον πρόσωπον τῶν εὐκτικῶν Ἀττικῶς διὰ τοῦ ην ἐπεκτεινόμενα διφθόγγῳ παραλήγεται· οἷον, ἀγαπῷμι, ἀγαπῷς, ἀγαπῷ, καὶ Ἀττικῶς ἀγαπῴην· εὐδοκοῖμι, εὐδοκοῖς, εὐδοκοῖ, εὐδοκοίην, καὶ εἴτι ὅμοιον· τοῦτο δὲ παρατηρήσεις, ὅτι εἰς τὰ ἀπὸ περισπωμένων ἡ τοιαύτη ἐπέκτασις γίνεται, οὐκ ἔτι δὲ καὶ ἀπὸ βαρυτόνων.

Ὅσα τῶν εὐκτικῶν κατὰ τὸ δεύτερον πρόσωπον τῶν ἑνικῶν προσθέσει τῆς αν συλλαβῆς τὸ τρίτον τῶν πληθυντικῶν Ἀττικῶς ποιεῖ, διὰ τῆς οι διφθόγγου, ἢ διὰ τῆς αι, γράφει τὴν παραλήγουσαν· οἷον, φάγοιμι, φάγοις, καὶ φάγοισαν Ἀττικῶς· κόψαιμι, κόψαις, κόψαισαν, καὶ εἴτι ὅμοιον.

Πᾶς παρακείμενος ἀπὸ τοῦ ε ἀρχόμενος, καὶ ἔχον μετὰ τοῦ ε τὸ ω, τοῦτο τηρεῖ καὶ ἐν τῷ ὑπερσυντελικῷ· ἑώρακα, ἑωράκειν· ἑώρτακα, ἑωρτάκειν· σεσημείωται τὸ ἔολπα διὰ τοῦ εο μικροῦ γραφόμενον, καὶ τὸ ἔοργα καὶ ἔοικα, καὶ τρέπουσιν τὸ ο εἰς ω ἐν τῷ ἐώλπειν· ἐώργειν· ἐώκειν.

Τὰ διὰ τοῦ ανω ῥήματα πάντα παράγωγά ἐστιν, καὶ συστέλλει τὸ α, καὶ ἕως παρατατικοῦ κλίνεται· οἷον, λανθάνω· μανθάνω· πυνθάνω· τὸ ἱκάνω· κιχάνω· σεσημείωται διὰ μακροῦ τοῦ α ἐκφερόμενα.

Πᾶσα μετοχὴ εἰς ων λήγουσα, ὀξύτονος, ἢ βαρύτονος, ἢ περισπωμένη, ἀρσενικοῦ γένους, διὰ τοῦ ω μεγάλου γράφεται, οὐκ ἔτι καὶ ἐπὶ οὐδετέρου· οἷον, ὁ δραμών· ὁ φέρων· ὁ βοῶν· τὸ δραμὸν δὲ, καὶ τὸ φέρον οὐκ ἔτι, ἀλλὰ διὰ μικροῦ του ο· τὸ βοῶν δὲ, καὶ τὸ γελῶν, δευτέρας συζυγίας τῶν περισπωμένων ἐνεστῶτος χρόνου, διὰ τοῦ ω μεγάλου.

Πᾶσα μετοχὴ εἰς ων λήγουσα, βαρύτονος ἢ περισπωμένη, ἐνεστῶτος χρόνου ἐστὶν, ἢ μέλλοντος· οἷον, λέγων· γράφων· ποιῶν· βοῶν· γράψων· ποιήσων· κερῶν· σεσημείωται ἡ πέφνων βαρύτονος οὖσα, καὶ δευτέρου ἀορίστου.

Πᾶσα μετοχὴ εἰς ων λήγουσα ὀξύτονος, δευτέρου ἀορίστου ἐστίν· οἷον, λαβών· λαθών· φαγών· πιών· σημειώδεις ἡ ὢν καὶ ἐὼν ὀξύτονα ἐπὶ ἐνεστῶτος· ὁμοίως δὲ καὶ ἡ ἑκὼν ἀπὸ τοῦ εἴκω ῥήματος, ὃ δηλοῖ τὸ ὑποχωρῶ, ἀποβολῇ τοῦ ι, καὶ τροπῇ τῆς ψιλῆς εἰς δασεῖαν, καὶ τῆς βαρείας εἰς ὀξεῖαν.

Πᾶσα μετοχὴ βαρύτονος ἢ ὀξύτονος εἰς ον μικρὸν λήγουσα, οὐδέτερον ὑπισχνεῖται γένος· οἷον, τὸ λέγον· τὸ φέρον.

Πᾶσα μετοχὴ οὐδετέρου γένους χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ περισπωμένη, καὶ διὰ τοῦ ω μεγάλου γραφομένη, δευτέρας συζυγίας τῶν περισπωμένων ἐστίν· τὸ βοῶν· τὸ γελῶν· τὸ δρῶν.

Αἱ εἰς ων λήγουσαι μετοχαὶ τῆς δευτέρας συζυγίας τῶν περισπωμένων ἐπὶ παντὸς γένους φυλάττουσιν τὸ ω· οἷον, ἀγαπῶντος, ἀγαπῶσα, τὸ ἀγαπῶν· μελετῶντος, μελετῶσα, τὸ μελετῶν.

Αἱ εἰς ων λήγουσαι μετοχαὶ τῆς δευτέρας συζυγίας τῶν περισπωμένων ἐπὶ πάντος γένους φυλάττουσιν τὸ ω.

Αἱ εἰς ως ἀπαθεῖς μετοχαὶ διὰ τοῦ τος κλίνονται, καὶ τρέπουσι τὸ ω εἰς ο ἐπὶ γενικῆς· οἷον, πεποιηκὼς, πεποιηκότος· δεδρακὼς, δεδρακότος· πρόσκειται ἀπαθεῖς, διὰ τὸ ἑστὼς, ἑστῶτος· βεβὼς, βεβῶτος· γεγὼς, γεγῶτος· τεθνεὼς, τεθνεῶτος· αὗται γὰρ ὡς πεπονθυῖαι φυλάττουσι τὸ ω ἐπὶ τῆς γενικῆς· ἀπὸ γὰρ τοῦ ἕστηκα Ἰωνικῷ ἔθει ἀποβολῇ τοῦ κ, ἕστηα, καὶ τροπῇ τοῦ η εἰς α, ἕσταα, καὶ ἡ μετοχὴ, ἑσταὼς, καὶ κράσει τοῦ αω εἰς ως, ὡς βοάω, βοῶ, ἑστώς· ὁμοίως βέβηκα, βέβαα, βεβαὼς, καὶ βεβώς· γέγηκα, γέγαα, γεγαὼς, καὶ γεγώς· τέθνηκα, τέθνεα, τεθναὼς, καὶ τεθνώς· καὶ ἐν πλεονασμῷ τοῦ ε τεθνεώς.

Αἱ εἰς ως ἀπαθεῖς λήγουσαι ἀρσενικαὶ μετοχαὶ διὰ τοῦ ω μεγάλου γράφονται ἐπʼ εὐθείας καὶ κλητικῆς πτώσεως· οἷον, τετυφώς· τετυπώς· πεποιηκώς· νενοηκώς.

Αἱ εἰς ως ἀπαθεῖς μετοχαὶ τὸ θηλυκὸν ἔχουσιν εἰς α καθαρὸν λῆγον τῇ υι διφθόγγῳ παραληγόμενον· οἷον, τετυφυῖα· πεποιηκυῖα.

Αἱ εἰς ως πεπονθυῖαι μετοχαὶ εἰς α ποιοῦσι τὸ θηλυκὸν, τὴν πρὸ τέλους ἔχουσαι διὰ τοῦ ω· οἷον, βεβῶσα· γεγῶσα· ἑστῶσα.

Αἱ εἰς ως ἀπαθεῖς μετοχαὶ τὸ οὐδέτερον διὰ τοῦ ο μικροῦ γράφουσιν· οἷον, τετυφός· πεποιηκός.

Αἱ εἰς ως πεπονθυῖαι μετοχαὶ τὸ οὐδέτερον ἔχουσι διὰ τοῦ ω μεγάλου γραφόμενον· οἷον, τὸ ἑστώς· τὸ βεβώς· τὸ γεγώς.

Αἱ διὰ τοῦ μενος μετοχαὶ ἐπὶ ἐνεστῶτος χρόνου, ἐπὶ τῶν εἰς ω, τῶν μὲν βαρυτόνων ῥημάτων, ἀεὶ τὴν τρίτην ἀπὸ τέλους ἔχουσιν διὰ τοῦ ο μικροῦ γραφομένην· τῶν δὲ περισπωμένων, ἡ μὲν δευτέρα διὰ τοῦ ω μεγάλου, ἡ πρώτη δὲ καὶ πέμπτη διὰ τῆς ου διφθόγγου.

Αἱ διὰ τοῦ μενος μετοχαὶ διὰ τοῦ ε ψιλοῦ γράφεται· τυπτόμενος· γραφόμενος.

Αἱ ἀπὸ τῶν εἰς μι ἐπὶ ἐνεστῶτος χρόνου μετοχαὶ τὴν τρίτην ἀπὸ τέλους ἔχουσιν οὕτω· ἡ μὲν πρώτη συζυγία διὰ τοῦ ε· ἡ δὲ δευτέρα διὰ τοῦ α· ἡ τρίτη διὰ τοῦ ο· ἡ τετάρτη διχρόνῳ βραχεῖ.

Αἱ εἰς εις μετοχαὶ ἐπὶ ἐνεστῶτος, ἢ καὶ παρῳχημένου χρόνου, ὀξύνονται, καὶ διὰ τῆς ει διφθόγγου γράφονται· οἷον, τιθείς· ἱείς· ληφθείς· τυπείς.

Αἱ θηλυκαὶ τῶν εἰς εις μετοχῶν διὰ τῆς ει διφθόγγου τὴν παραλήγουσαν γράφεται· οἷον, τυφθεῖσα· λυθεῖσα· τιθεῖσα.

Αἱ εἰς εις ἀρσενικαὶ μετοχαὶ τὸ ἴδιον οὐδέτερον εἰς εν παράγουσιν ἐν ὀξείᾳ τάσει· οἷον, ληφθέν· τεθέν.

Τὰ διὰ τοῦ μενος ὀξύτονα διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον, Τισαμενός· Σωζομενός· Δεξαμενός· οἷς ἀκόλουθα κατὰ τόνον τε καὶ γραφὴν καὶ τὰ τούτων θηλυκά.

Πᾶν ἄρθρον ὀρθῆς καὶ αἰτιατικῆς πτώσεως ὂν, εἴτε προτακτικὸν, εἴτε ὑποτακτικὸν, ἐπὶ ἑνικοῦ ἀριθμοῦ, ἐπὶ ἀρσενικοῦ καὶ οὐδετέρου γένους, διὰ τοῦ ο μικροῦ γράφεται· οἷον, ὁ ὃς, τὸ ὃ, τὸν ὃν, τὸ ὅ.

Τὰ θηλυκὰ ἄρθρα τά τε προτακτικὰ ἐπὶ ἑνικοῦ ἀριθμοῦ, ἐπὶ πάσης πτώσεως διὰ τοῦ η γράφεται· οἷον, ἡ, τῆς, τῇ, τήν· ἡ, ἧς, ᾗ, ἥν.

Πᾶν ἄρθρον ἀρσενικοῦ ἢ οὐδετέρου γένους, ἐπὶ τῆς δοτικῆς τῶν ἑνικῶν, καὶ τῆς εὐθείας τῶν δυϊκῶν, διὰ τοῦ ω μεγάλου γράφονται, εἴτε ὑποτακτικὸν εἴη, εἴτε προτακτικόν· καὶ ἐπὶ μὲν τῆς δοτικῆς τῶν ἑνικῶν ἔχουσι προγραφόμενον τὸ ι· τοῦτο γὰρ τελικόν ἐστι τῆς δοτικῆς· ἐπὶ δὲ τῶν δυϊκῶν οὐκ ἔτι· διὰ τὸ μὴ εἶναι τῆς εὐθείας τῶν δυϊκῶν τελικὸν τὸ ι· πίστις δὲ τοῦ λόγου· τὸ βασιλεύς· ὅτι ἐπὶ μὲν τῆς εὐθείας τῶν πληθυντικῶν τὰ δύο εε εἰς τὴν ει δίφθογγον κίρναται· τὸ γὰρ ι εὑρίσκεται τελικὸν ἀρσενικῶν ὀνομάτων· οἷον, ὅμηροι· ἄνθρωποι· εἰς δὲ τὴν εὐθεῖαν τῶν δυϊκῶν τὰ δύο εε εἰς η· τὼ Δημοσθένεε τὼ Δημοσθένη· οὐκ εἰς τὴν ει δίφθογγον· ὅτι μὴ τὸ ι τελικὸν τῆς εὐθείας τῶν δυϊκῶν, καθὼς εἴρηται.

Πᾶν ἄρθρον ἐπὶ παντὸς γένους, προτακτικόν τε καὶ ὑποτακτικὸν, κατὰ τὴν γενικὴν τῶν δυϊκῶν δίφθογγον ἔχει· τοῖν, οἷν· ταῖν, αἷν.

Πᾶν ἄρθρον ἀρσενικοῦ καὶ θηλυκοῦ γένους, ἐπὶ πληθυντικοῦ ἀριθμοῦ, δίφθογγον ἔχει ἐν τῇ εὐθείᾳ καὶ δοτικῇ· οἷον, οἱ, αἱ, τοῖ οἷς, ταῖς, αἷς· πρόσκειται ἀρσενικοῦ καὶ θηλυκοῦ γένους, διὰ τὰ οὐδέτερα· ἐπὶ γὰρ αὐτῶν μόνη ἡ δοτικὴ τῶν πληθυντικῶν διὰ τῆς οι διφθόγγου· τοῖς, οἷς· οὐκ ἔτι δὲ καὶ ἡ εὐθεῖα.

Πᾶσα κλητικὴ κατὰ τὴν ἐσχάτην συλλαβὴν, ἢ ἴσον ἔχει χρόνον τῇ εὐθείᾳ, ἢ ἐλάττω, οὐδέποτε δὲ μείζω· καὶ ἴσον μὲν, ὁ λέβης, ὦ λέβης· ὁ Ἀλκμὰν, ὦ Ἀλκμάν· ὁ σπινθὴρ, ὦ σπινθήρ· ἐλάττω δὲ, ὁ Αἴας, ὦ Αἶαν· ὁ γείτων, ὦ γεῖτον· ὁ ῥήτωρ, ὦ ῥῆτορ.

Τὸ ἄρθρον μικρὸν ἐν τῇ εὐθείᾳ· μέγα δὲ ἐν τῇ κλητικῇ, καὶ μεῖζον ὂν τῆς εὐθείας, οὐκ ἄρθρον.

Πᾶν ἄρθρον δασύνεται ἀπὸ φωνήεντος ἀρχόμενος, τὸ δὲ ὦ ψιλοῦται· οὐκ ἄρα ἄρθρον τὸ ω.

Πᾶν ἄρθρον ἀριθμῷ διαφέρει· τὸ δὲ ω οὐκ οἶδεν ἀριθμὸν, οὐκ ἄρα ἄρθρον τὸ ω.

Πᾶν ἄρθρον ὑπισχνεῖται γένος· τὸ δὲ ω οὐκ οἶδε γένος· οὐκ ἆρα ἄρθρον τὸ ω· ἀλλʼ ἔστιν ἐπίρρημα κλίσεως.

Αἱ διὰ τοῦ τερος ἀντωνυμίαι κτητικαὶ διὰ τοῦ ε ψιλοῦ γράφονται, καὶ τὴν τρίτην ἀπὸ τέλους ἔχουσιν διὰ τοῦ ε ψιλοῦ, ἢ διὰ τοῦ ι ἐκφερομένην, καὶ τὴν ὑπὲρ αὐτὴν φύσει μακράν· οἷον, νωίτερος· σφωίτερος· ἡμέτερος· ὑμέτερος· τὸ σφέτερος τὴν τρίτην ἀπὸ τέλους ἔχον διὰ τοῦ ε, τὸ ἑξῆς τοῦ κανόνος ἐξέκλινεν, ὅτι μὴ ὑπὲρ τρεῖς συλλαβὰς ἡ λέξις.

Πᾶσα πρόθεσις ἀνεπέκτατος βραχυκαταληκτεῖ, καὶ βραχυκαταληκτοῦσα, ἢ διὰ βραχὺ φωνήεντος ἐκφέρεται, ἢ διὰ βραχυνομένου· διὸ σημειώδης ἡ ἐξ καὶ ἡ εἰς, ἐν ταῖς μονοσυλλάβοις μακροκατάληκτοι οὖσαι, καὶ τὸ ἴδιον τῶν προθέσεων μὴ φυλάττουσαι· οἷον, ἐν· σύν· πρός· πρό· ἀνά· κατά· διά· ἀντί· ἐπί· περί· ἀμφί· ἀπό· ὑπό· ὑπὲρ· ἡ ὑπαὶ καὶ ἡ ὑπεὶρ μακροκατάληκτοι καὶ ἐπεκτεταμέναι.

Τὰ εἰς ην ἐπιρρήματα ὑπὲρ μίαν συλλαβὴν διὰ τοῦ η γράφονται· οἷον, μάτην· χύδην· κρύβδην· φύρδην· φοράδην· σποράδην· πρῴην, ὅπερ ἐκ τῆς προ προθέσεως γέγονεν προΐα, ἐξ οὗ καὶ ἡ αἰτιατικὴ προΐαν, καὶ ἐκτάσει τοῦ ο εἰς ω πρωίαν, καὶ Ἰωνικῶς πρωίην, καὶ κατὰ συναίρεσιν τοῦ ω καὶ ϊ εἰς τὴν ῳ δίφθογγον, πρῴην· σεσημείωται τὸ πάλιν διὰ τοῦ ι γραφόμενον· πρόσκειται ὑπὲρ μίαν συλλαβὴν, διὰ τὸ πρὶν μονοσύλλαβον διὰ τοῦ ι γραφόμενον.

Τὰ ἀπὸ τῶν εἰς ως ἐπιρρημάτων, ἢ καὶ ἀπὸ δοτικῆς τῆς η ληγούσης προαγόμενα ἐπιρρήματα, διὰ τοῦ η γράφονται· οἷον, διχῶς, διχῆ· πάντως, πάντη· ἄλλως, ἄλλη· σιωπῇ· ἐνωπῇ.

Τὰ εἰς ον ἐπιρρήματα διὰ τοῦ ο γράφονται· οἷον, σήμερον· αὔριον· ἀγεληδόν· σωρηδὸν, αὐθωρόν· ποταμιδόν· πλὴν τοῦ χρεών.

Τὰ εἰς ες ἐπιρρήματα ἀπὸ κλητικῆς εἰς ἐπιρρηματικὴν σύνταξιν ἐλθόντα, διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, ἐπίτηδες· ἄληθες· αὐτάρκες· ἀεικές.

Τὰ εἰς ην μονοσύλλαβα ἐπιρρήματα διὰ τοῦ η γράφονται· οἷον, δήν· ἤν· πλήν· σεσημείωται τὸ πρὶν διὰ τοῦ ι γραφόμενον.

Τὰ εἰς η λήγοντα ἐπιρρήματα μονοσύλλαβα διὰ τοῦ η γράφονται· οἷον, μή· νή· ἣ, ἀντὶ τοῦ ὡς· ὃ καὶ δασύνεται· κὴ ἀντὶ τοῦ ἐκεῖ, τροπῇ τῆς ει διφθόγγου εἰς ην Αἰολικῶς· βλῆ μίμημα φωνῆς ἀλόγου ἰσοδυναμοῦν τὸ βλιχᾶσθαι, ὃ καὶ περισπᾶται· πῇ τὸ ἐρωτηματικὸν, καὶ αὐτὸ περισπώμενον, καὶ σὺν τῷ ι· σεσημείωται τὸ εἰ, εὐκτικὸν ὂν, καὶ ὅρκου δηλωτικὸν, διὰ τῆς ει διφθόγγου γραφόμενον· καὶ τὸ φνη παρʼ Ἀριστοφάνῃ· ἔστι δὲ καὶ αὐτὸ μίμημα φωνῆς ὀρνέου.

Τὰ εἰς οι λήγοντα ἐπιρρήματα μονοσύλλαβα δύο εἰσίν· τὸ ποῖ πευστικὸν, καὶ τὸ οἶ τοπικόν· ἀμφότερα δὲ περισπᾶται.

Τὰ εἰς υ μονοσύλλαβα διὰ τοῦ υ ψιλοῦ γράφονται, καὶ περισπᾶται· οἷον, νῦ· γρῦ· μῦ.

Τὰ εἰς αι λήγοντα ἐπιρρήματα μονοσύλλαβα, τρία ἐστίν· αἷ τὸ δασυνόμενον, ὡς ὅταν λέγομεν, αἷ τάλας· καὶ αἶ τὸ εὐκτικὸν, ὅπερ ἀπὸ τοῦ ει γέγονεν Δωρικῇ τροπῇ τοῦ ε εἰς α, ὡς κύπειρον· καὶ τὸ ναὶ συγκαταθέσεως.

Τὰ εἰς κα λήγοντα ἐπιρρήματα ὑπὲρ δύο συλλαβὰς τὸ ι παραλήγεται· οἷον, ἡνίκα· πηνίκα· ὁπηνίκα· αὐτίκα· παραυτίκα.

Τὰ εἰς τε λήγοντα ἐπιρρήματα διὰ τοῦ ε ψιλοῦ γράφεται, καὶ τὸ ο παραλήγεται· οἷον, ἄλλοτε· πάντοτε· ἐνίοτε· ἑκάστοτε· ἔκτοτε· τότε· πότε· ὅτε.

Οὐδὲν τῶν εἰς ε ληγόντων ἐπιρρημάτων ὑπὲρ μίαν συλλαβὴν, πρὸ τέλους ἐχόντων τὸν τόνον, διὰ τῆς αι διφθόγγου γράφεται· οἷον, τῆλε· αἶθε· ἄγε· φέρε· δεῦτε· κεῖσε· τῇδε· πόσε· ὦδε· ἀβάλε· τὸ οὐαί· παπαί· βαβαὶ, οὐχ οὕτως ἔχοντα, διὰ τῆς αι διφθόγγου γράφεται.

Τὰ εἰς δε ἐπιρρήματα διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον, οἴκαδε· ἄγραδε· ἔνθαδε· τηνικάδε.

Τὰ εἰς ζε ἐπιρρήματα διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, θυράζε· Ἀθηνάζε· ἐράζε· φοιβάζε.

Τὰ εἰς σε ἐπιρρήματα διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, ἑτέρωσε· ἐκεῖσε· ὁμωσε· ἀμφοτέρωσε· ἑκατέρωσε· ἀλοσε· ἔκτοσε.

Τὰ εἰς θεν ἐπιρρήματα διὰ τοῦ ε ψιλοῦ γράφει τὴν παραλήγουσαν· οἷον, πόθεν· ὅθεν· ἄνωθεν· κάτωθεν.

Τὰ εἰς θεν ἐπιρρήματα τὸ η παραληγόμενα δύο μόνα ἐστίν· δῆθεν καὶ γῆθεν· τὸ γὰρ κεῖθεν ἐκ τρισυλλάβου ἐκεῖθεν γεγονὸς ἀφαιρέσει τοῦ ε, διὰ τῆς ει διφθόγγου.

Τὰ εἰς ω λήγοντα ἐπιρρήματα, προσλαβόντα τὴν θεν συλλαβὴν, διὰ τοῦ ω μεγάλου γράφει τὴν παραλήγουσαν· οἷον, ἄνω, ἄνωθεν· κάτω, κάτωθεν· ἔξω, ἔξωθεν· πόρρω, πόρρωθεν· σεσημείωται τὸ κύκλῳ, κυκλόθεν, διὰ τοῦ ο μικροῦ γραφόμενον, καὶ τούτου ὁ τόνος αἴτιος· τῶν γὰρ λοιπῶν προπαροξυνομένων τῶν ἀπὸ τῶν εἰς ω, τοῦτο μόνον παροξύνεται· διὸ παραλλάξαν περὶ τὸν τόνον, παρήλλαξεν καὶ περὶ τὴν γραφήν.

Τὰ ἀπὸ τῶν εἰς ως ὀνομάτων, ἢ ἐπιρρημάτων εἰς θεν, παραγόμενα, διὰ τοῦ ω μεγάλου γράφεται· οἷον, ἕως, ἔωθεν· ἡὼς, ἡῶθεν· ἐσχάρως, ἐσχάρωθεν· Θρῖος, ὄνομα δήμου Ἀττικοῦ, Θριῶθεν· προτέρωθεν· ἑκατέρωθεν· ὁποτέρωθεν.

Τὰ ἀπὸ τῶν διὰ τοῦ τερως ἐπιρρημάτων εἰς θεν παραχθέντα ἐπιρρήματα διὰ τοῦ ω μεγάλου γράφεται· οἷον, ἑτέρως, ἑτέρωθεν· ἀμφοτέρως, ἀμφοτέρωθεν· ἑκατέρως, ἑκατέρωθεν.

Τὰ εἰς θεν ἐπιρρήματα, μὴ ὄντα ἀπὸ τῶν εἰς ω ληγόντων, μήτε ἀπὸ τῶν διὰ τοῦ τερως, ἢ ἀπὸ τῶν εἰς ως ὀνομάτων, περὶ ὧν ἤδη διείληπται, διὰ τοῦ ο μικροῦ γράφεται κατὰ τὴν παραλήγουσαν· οἷον, οὐρανόθεν· Ἀβυδόθεν· Ἰλιόθεν· ἄλλοθεν· πάντοθεν· προπάροθεν, καὶ ἐν πλεονασμῷ τοῦ ι προπάροιθεν· τὸ τηλῶθεν διὰ τοῦ ω γραφὲν ποιητικῶς ἐκπέτατε· τὸ δὲ Κριῶθεν ἀπὸ τοῦ Κριώαθεν γέγονεν, συγκοπέντος τοῦ α· ἔστιν δὲ ὄνομα δήμου Ἀττικοῦ· τοιούτω δὲ καὶ τὸ τήνωθεν παρὰ Θεοκρίτῳ.

Τὰ εἰς θεν ἐπιρρήματα ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ η γράφεται κατὰ τὴν παραλήγουσαν· ἐξ ἴσου γὰρ ὁ κανὼν παρητήσατο τὴν διὰ τοῦ ι τὲ, καὶ τῆς ει διφθόγγου γραφήν· οἷον, Πιερίηθεν· Αἰγίνηθεν· κλισίηθεν· Μυκήνηθεν· Ἴδηθεν· σεσημείωται τὸ ἐκεῖθεν διὰ τῆς ει διφθόγγου· καὶ τὸ πρωίθεν διὰ τοῦ ι γραφόμενον.

Τὰ εἰς θι ἐπιρρήματα διὰ τοῦ ι γράφεται, καὶ τὴν εἰς τόπον σχέσιν δηλοῖ· οἷον, οὐρανόθι· ὑψόθι· αὐτόθι.

Τὰ εἰς σι λήγοντα ἐπιρρήματα διὰ τοῦ ι γράφεται, καὶ τὴν εἰς τόπον σχέσιν δηλοῖ· οἷον, Ἐρχίασι· Πλατύασιν· Ἀθήνησιν· Ὀλυμπιᾶσι.

Τὰ εἰς σι ἐπιρρήματα, εἴτε προπαροξύνοιτο, εἴτε προπερισπῷτο, ἔχει τὴν πρὸ τέλους, ἢ διὰ μακροῦ τοῦ α, ἢ διὰ τοῦ η· σπανίως δὲ καὶ διὰ τοῦ ω· ὡς ἔχει τὸ Θρίωσιν· οἷον, Ἀθήνησι· Θρίασι· θύρασι· Θήβησι.

Τὰ εἰς οι λήγοντα ἐπιρρήματα τοπικῆς ἐχόμενα σχέσεως διὰ τῆς οι διφθόγγου γράφεται, καὶ περισπᾶται· οἷον, Μεγαροῖ· Φρεαροῖ· Πειραιοῖ· Παιανοῖ· πανταχοῖ· μηδαμοῖ· ἑκασταχοῖ· σεσημείωται τὸ ἀντικρὺ διὰ τοῦ υ ψιλοῦ γραφόμενον· τὸ γὰρ εὐθὺ οὐ τοπικὸν, διὸ καὶ διὰ τοῦ υ ψιλοῦ γράφεται.

Τὰ εἰς οι σχετλιαστικὰ δικατάληκτα διὰ τῆς οι διφθόγγου γράφεται· εἶπον δὲ δικατάληκτα, ἐπεὶ ταῦτα καὶ διὰ τῆς οι, καὶ διὰ τῆς αι διφθόγγου γράφεται· ὀτοτοὶ καὶ ὀτοταὶ· οἰοὶ, οἰαί· αἰβοι, αἰβαι· οἴμοι καὶ ὦμοι, οὐ περὶ τὴν λήγουσαν, ἀλλὰ περὶ τὴν ἄρχουσαν το διττομηστο· ὦ πόποι δυσὶ τόνοις χρησάμενον ἔμφασιν ἐδίδου, ὡς ἄρα δύο μέρη λόγου εἰσιν· Ἀρίσταρχος δέ φησιν, ἀπίθανον εἶναι τὸ τὸν Δία ὦ πόποι λέγειν· ἀλλʼ ἐπειδὴ τὸ πόποι σχετλιαστικὸν ὑπάρχων, καὶ ἀνεὺ τοῦ ω λέγεται, ἐπεὶ παράκειται αὐτῷ τὸ παπαὶ, ὥς τε εἰ μὴ ὀνοματικόν ἐστιν, ὀφείλει περισπᾶσθαι· ὡς εἶναι δύο περισπωμένας ὦ πῶποι· λέγομεν δὲ βαρύνεσθαι αὐτὸ, ὡς τὸ ὦ φίλαι, ἐκ τοῦ ὑπολαβεῖν ὄνομα εἶναι τὸ πόποι· Σκύθαι γὰρ τὰ παρʼ αὐτοῖς ἀγαλμάτια πόπους καλοῦσιν, καθὼς Ἡρωδιανὸς ἐν τῇ καθόλου· καὶ αὖθις ὁ αὐτὸς περὶ τῶν αὐτῶν φησὶν, ὡς οὐ δεῖ τὰ σχετλιαστικὰ τῶν ἐπιρρημάτων εὐκτικὰ, οἰονεὶ βακχικὰ ὄντα, ὑπὸ τὴν ἔντεχνον ἀκολουθείαν ἄγειν, εἴγε οὐδὲ μέρη λόγου τινὲς εἶναι ταῦτα ἐνόμισαν· πασχούσης γὰρ ψυχῆς, ἢ διακόρου ὑπὸ οἴνου οὔσης, ἄλογοι δῆλον ὅτι καὶ αἱ ἐκφωνήσεις αὐτῆς· διὸ καὶ ἐπʼ αὐτῶν ἔσθοτε τὸ δασὺ πνεῦμα ἀλόγως ἐν τῇ ληγούσῃ συλλαβῇ ὁρᾶται, ὡς ἔχει τὸ εὐὁί· εὐἄν· εὐἕν· τὸ γὰρ λέγειν, ὅτι εὖ σοι ἦν κατʼ ἔλλειψιν τοῦ σ γέγονεν εὐ ὁὶ κατὰ συγκοπὴν, ἀμφίβολον, εἰ μὴ ἆρα παρὰ τὸ εὐοὶ ὁ Εὔιος πάρηκται.

Τὰ εἰς αι λήγοντα ἐπιρρήματα ὑπὲρ μίαν συλλαβὴν ὧν καὶ τὰ σχετλιαστικὰ τὰ πλείω ἐστι, διὰ τῆς αι διφθόγγου γράφεται· οἷον, αἰαί· ἀτταταί· παπαί· ὁ δὲ περὶ ταῦτα τόνος ἀμφίβολος· οἱ μὲν γὰρ ὀξύνουσιν αὐτὰ, οἱ δὲ περισπῶσιν· ἄλογοι γὰρ αὐτῶν λυπουμένων ἢ μεθυόντων φωναὶ, καθὼς εἴρηται· χαμαί· τοῦτο ὀξύνεται, ὡς καὶ τὸ νυμαί· ὑμαί· τὸ μεντοὶ πάλαι χρονικὸν βαρύνεται, καὶ ἐν τῇ συνθέσει προπαροξύνεται· ἔκπαλαι· πρόπαλαι· ὁμοίως καὶ τὸ ὕπαι βαρύνεται· λέγεται δὲ καὶ ὕπαιθα κατʼ ἐπέκτασιν τῆς θα συλλαβῆς· σημειωτέον δὲ ὅτι τὰ μὲν χρονικὰ βαρύνεται ὡς τοπάλαι· ὕπαι· τὰ δὲ σχετλιαστικὰ περισπᾶται· τὰ δὲ λοιπὰ ὀξύνεται.

Τὰ εἰς ει δισύλλαβα, εἴτε βαρύτονα, εἴτε περισπώμενα, διὰ τῆς ει διφθόγγου γράφεται· σπάνια δὲ τὰ παραδείγματα, ὡς ἔχει τὸ ἄγρει παρακελευσματικὸν ἐπίρρημα, καὶ τὸ οἴκει ἀπὸ τὸ οἴκοι γεγονὸς κατὰ τροπὴν τοῦ ο εἰς ε· τὰ γὰρ Δωρικῶς παρηγμένα καὶ περισπᾶται, καὶ διὰ τῆς ει διφθόγγου γράφεται· τουτεῖ· τινεῖ· αὐτεῖ· ἐκεῖ.

Τὰ κατὰ ἀποκοπὴν εἰς ει λήγοντα ἐπιρρήματα, διὰ τῆς ει διφθόγγου γραφόμενα, δύο ἐστίν· τὸ ἐπεὶ χρονικὸν, καὶ τὸ ἀεί· τοῦτο δὲ ποικίλην ἔχει τὴν γραφὴν, καθώς μοι ἐν τοῖς κατόπιν ἱστόρηται.

Τὰ δεικτικῶς ἐπεκτεινόμενα διὰ τοῦ ι γράφεται· οἷον, ὠδί· ὀδί· δευρί· νυνί· οὑτωσί· ἐκεινοσί· σεσημείωται τὸ οἱονεί· ὡσεί· κἀνεί· ὡσπερεί· ὡσπερανεί· διὰ τῆς ει διφθόγγου· καὶ τὸ πρινὴ διὰ τοῦ η.

Τὰ παρʼ ὄνομα παρηγμένα ἐπιρρήματα ἐς τι, διὰ μακροῦ τοῦ ι γράφεται, καὶ ὀξύνονται· οἷον, αἱμωτί· ἀκλαυστί· ἀνιδρωτί· ἀγελαστί· ἀπηρωτί· ἀπνευστί· αὐτονυχί· ἀπαυστί.

Τὰ εἰς ι λήγοντα δισύλλαβα βαρύτονα ἐπιρρήματα διὰ βραχὺ τοῦ ι γράφονται· οἷον, ἴφι· νόσφι· αὖθι· ἄγχι· μέχρι· ἄχρι· κεῖθι· πόθι· ἄρτι· ἔτι· ἤρι· ὕψι· ναίχι· ἦχι· οἷς ὅμοιον κατὰ γραφὴν οὐ κατὰ τόνον τὸ οὐχὶ, ἢ οὐκί· λέγεται γὰρ ἀμφότερα· διὸ καὶ τὸ χωρὶς μετὰ μὲν τοῦ σ γραφόμενον ὀξύνεται· ἀποβαλὸν δὲ τὸ σ βαρύνεται· σεσημείωται τὸ πρωὶ ὀξυνόμενον· τὸ γιγγρὶ ἐπιφώνημά τι ὂν ἐν καταμωκήσει λεγόμενον, εἰ ὀξύνετο, οὐκ ἄτοπον, ἀπαρασχημάτιστον γάρ ἐστιν.

Τὰ εἰς τι ἐθνικὰ ὀξύνεται, καὶ διὰ τοῦ ι γράφεται τὴν λήγουσαν καὶ τὴν παραλήγουσαν· οἷον, Δωριστί· Ἰωνιστί· Βουλγαριστί· Σαρακηνιστί.

Τὰ εἰς ως ἐπιρρήματα εἰς τι γενόμενα ὀξύνεται, καὶ διὰ τοῦ ι γράφεται, καὶ τὴν πρὸ τέλους ἔχει διὰ τοῦ ω· οἷον, μεγάλως, μεγαλωστί· νέως, νεωστί· ἵρως ἱρωστί· δηλοῖ δὲ τὸ ταχέως τι ποιῆσαι· δημίως, δημιωστί.

Τὰ διὰ τοῦ ακις ἢ ακι βαρύτονα ἐπιρρήματα διὰ τοῦ ι γράφονται· οἷον, δυάκις καὶ δυάκι· τριάκις καὶ τριάκι· ἑξάκις καὶ ἑξάκι.

Τὰ Αἰολικῶς διὰ καθαροῦ τοῦ ι ἐκφερόμενα βαρύνεται, καὶ διὰ τοῦ ι γράφει τὴν λήγουσαν, καὶ τὴν παραλήγουσαν διὰ τοῦ υ ψιλοῦ, καὶ τοπικὴν σχέσιν δηλοῖ· οἷον, πηλύι· ἀλύει· ἀτερύει· τὸ τυϊ· τοῦτο παρὰ τὸ ὄτοι παροξυνόμενον ἀπολογίαν ἔχει, ὡς οὐκ ἔστιν τοπικὸν, οὔτε Αἰολικὸν, σχετλιαστικὸν δέ· τὰ δὲ σχετλιαστικὰ οὐ πεφρόντικε τῆς ἀκριβοῦς ἐξετάσεως, ὡς πολλάκις διείληπται.

Ἡ κατὰ πτῶσιν γινομένη εἰς φι ἐπέκτασις διὰ τοῦ ι γράφεται· οἷον, ἑτέρηφι· τοῦτο ἀπὸ εὐθείας ἀντὶ τοῦ ἑτέρα· ἀπὸ γενικῆς χαλκόφι· ἐπὶ δοτικῆς φαινομένῃφι· ὡς φρήτρη φρήτρῃφιν ἀρήγει, φύλα δὲ φύλοις· ἐπὶ αἰτιατικῆς δεξιόφιν· ἀριστερόφι· ἀγέληφι· ναῦφι· εἰ δὲ ἔχει πρὸ τοῦ φ τὸ σ τρίτην ἀπὸ τέλους, ἐν τοῖς τοιούτοις καὶ τὴν ὀξεῖαν· κράτεσφι· ὑπόχεσφι· ἐρέβεσφι· κατόρεσφι· τινὰ δὲ τῶν εἰς φι εἴωθεν μετὰ τοῦ ν γράφεσθαι.

Τὰ εἰς η λήγοντα δισύλλαβα ἐπιρρήματα ἀπρόσληπτα τοῦ ι, καὶ ἔχοντα σύμφωνον πρὸ τοῦ η, σπάνια καὶ εὐαρίθμητα· ἔστι γὰρ τὸ ἤδη, ὃ τοὺς τρεῖς χρόνους ὑπισχνεῖται· ἐνεστῶτα· παρωχημένον, καὶ μέλλοντα· νῦν· δή· ὃ δηλοῖ τὸ πρὸ ὀλίγου καὶ τὸ ἄρτι.

Τὰ εἰς η λήγοντα ἐπιρρήματα δύο μόνα ἐστίν· ἴη· ὤη.

Τὰ εἰς χῃ λήγοντα ἐπιρρήματα διὰ τοῦ η γράφεται, προσκειμένου καὶ τοῦ ι, καὶ περισπᾶται· οἷον, διχῇ· τριχῇ· τετραχῇ· ἀλλαχῇ· μοναχῇ· ἡσυχῇ.

Τὰ εἰς ο λήγοντα ἐπιρρήματα ὑπὲρ μίαν συλλαβὴν οὐκ ἔστιν, ὅτι μὴ τὸ δεύτερον βαρύτονον· τὰ γὰρ εἶσο δύο μέρη λόγου εἰσὶν, ὡς καὶ ἐκ τῶν προσωδιῶν ἐστιν ἰδεῖν· τὸ γὰρ ἀπὸ πρόθεσίς ἐστιν ἰσοδυναμοῦσα τὸ ἄποθεν ἐπιρρήματι· τὸ γοῦν δεῦρο παρακελευσματικὸν ὂν ἔχει τὸ δεῦτε πληθυντικὸν, ἐπεὶ καὶ τοπικῶς λαμβάνεται ἀντὶ τοῦ ἐνταῦθα· γίνεται δὲ καὶ δευρί· ποιητικῶς δὲ πολλάκις καὶ διὰ μετρικὴν χρεῖαν καὶ διὰ τοῦ ω· ἐνίοτε δὲ καὶ δεῦρυ διὰ τοῦ υ ψιλοῦ.

Τὰ εἰς υ λήγοντα ἐπιρρήματα, μὴ τοπικῶς λαμβανόμενα, διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον· πάγχυ· πρόχνυ· δεῦρυ· πλὴν ἄρρυ ἐπίφθεγμα τῶν ἐρετῶν, ὡς ἐπὶ κυνηγετῶν τὸ σίζε· κόκκυ τὸ ἐλάχιστον· ἔμβραχυ· ἰὺ τὸ θαυμαστικὸν, ὃ λέγεται καὶ ἰηῢ, ἀπὸ τοῦ ἠΰς· ἐῢ ἀπὸ τοῦ εὖ κατὰ διάλυσιν τῆς ευ διφθόγγου εἰς ε καὶ υ· εὐθύ· μεσσηγύ· μεταξύ· ἀντικρύ· τοῦτο ἀπὸ τοῦ ἄντικρυς προπαροξύτονον γεγενημένον, ἅμα τῇ ἀποβολῇ τοῦ σ ἐξέτεινεν τὸ υ, καὶ τὴν ὀξεῖαν τάσιν ἐφύλαξεν.

Τὰ εἰς ω λήγοντα ἐπιρρήματα καὶ βαρύνεται, καὶ διὰ τοῦ ω μεγάλου γράφεται· οἷον, ἄνω· κάτω· ἔξω· εἴσω· πόρσω· καὶ τροπῇ Ἀττικῇ τοῦ σ εἰς ρ, ὡς ἄρσην ἄρρην, πόρρω· ἐγγυτέρω· ἀνωτάτω· ἐγγυτάτω· ἀπωτέρω· περαιτέρω.

Τὰ εἰς δην ἐπιρρήματα διὰ τοῦ η γράφονται· οἷον, χύδην· φύρδην· ἀλλάγδην· παμπήδην· σποράδην· κρύβδην· μίγδην· διαρρήδην.

Τὰ εἰς ην ἐπιρρήματα, μὴ προηγουμένου τοῦ δ, διὰ τοῦ η γράφεται· πρῴην· μάτην· βύζην· ἄντην· ἔμπλην· ἄκμην· ἄκην· ἐθελόντην· ἑκόντην ἡμῖν τὸ ὅρκιον· τὸ ἐχρῆν περισπώμενον οὐκ ἐπίρρημα ἀλλὰ ῥῆμα, καθὰ φησὶν ὁ τεχνικὸς ἐν τῇ καθόλου· σεσημείωται τὸ πάλιν διὰ τοῦ ι γραφόμενον καὶ τὰ ἐκ τούτου συγκείμενα, ἔμπαλιν· ἀνάπαλιν.

Σπάνια τὰ εἰς εν λήγοντα ἐπιρρήματα, τὰ μὴ ἔχοντα πρὸ τοῦ ε τὸ θ, καὶ εὐαρίθμητα· ἔστι γὰρ τὸ ἔπειτεν ἀπὸ τοῦ ἔπειτα γεγονὸς, καὶ τὸ εἰὲν, ὅ τινες ὀξύνουσιν· καὶ τὸ αἰὲν ὁμότονον καὶ ὁμόσημον τὸ αἰεί.

Τὰ εἰς ιν ἐπιρρήματα ἐκ πλεονασμοῦ ἔχοντα τὸ ν διὰ τοῦ υ γράφονται· οἷον, αὖθι, αὖθιν· οὕτω γάρ φησιν λέγεται παρὰ Ῥηγίνοις· πάλι, πάλιν· πέρυσι, πέρυσιν, ὃ καὶ πέρυτις λέγεται Δωρικῶς· αἰὶν ὅπερ ἀπὸ τοῦ αἰεὶ γέγονεν· νυνίν· οὑτωσίν.

Τὰ εἰς δον ἐπιρρήματα διὰ τοῦ ο μικροῦ γράφεται καὶ ὀξύνονται· παραλήγεται δὲ ἢ τὸ η, ὡς ἀγεληδόν· σωρηδόν· κιονηδόν· ταυρηδόν· κρουνηδόν· βομβηδόν· ἢ τὸ ε, ὡς τὸ σχεδὸν, ἢ τὸ υ, ὡς τὸ βοτρυδόν· ἢ τὸ α, ὡς τὸ εἰλαδόν· ἐνωπαδόν· ὁμαδόν· ἢ τὸ αν ὡς τὸ στοχανδόν· φανδόν· ἀναφανδόν· σεσημείωται τὸ ἔνδον συγκείμενον ἐκ προθέσεως, καὶ βαρυνόμενον, καὶ δηλοῦν τοπικὴν σχέσιν· λήγει δὲ καὶ εἰς δος, ἔνδος γὰρ λέγεται πολλάκις καὶ ἔνδοι· τέσσαρσιν οὖν διαφοραῖς διαλλάξαν, οὐδὲν θαυμαστὸν εἰ καὶ κατὰ τόνον διήλλαξεν· εἰδέναι δὲ δεῖ ὡς τὰ εἰς δον σπανίως κατʼ ἀρχὴν λέξεως συντίθενται, ὡς ἔχει τὸ ἐνδόμοιχος ἐνδόπυρος· ἔνδορχις.

Τὰ εἰς ον ἐπιρρήματα μὴ ἔχοντα πρὸ τοῦ ο τὸ δ, ἀλλʼ ἢ ἕτερον σύμφωνον, ἢ τὸ ι, διὰ τοῦ ο μικροῦ γράφεται· οἷον, σήμερον· αὐθήμερον· αὔθωρον· μᾶλλον· ἦττον· ἆσσον· αὔριον· ἔγγιον· τὸ ἐξὸν μετοχικὸν, ἐκ τῆς ἐξ προθέσεως καὶ τοῦ ὂν οὐδετέρου.

Εἰς υν λῆγον ἐπίρρημα οὐδέν ἐστιν, εἰ μὴ τὸ βίσχυν βαρύτονον μόνον ὄν.

Εἰς ων μέγα λῆγον ἐπίρρημα οὐκ ἔστιν, τὸ γὰρ χρεὼν καὶ ἀκεὼν ὀξύτονα μετοχικά ἐστιν.

Τὰ εἰς ρ λήγοντα ἐπιρρήματα ἁπλᾶ ὀξύτονα οὐκ ἔστιν, τὰ γὰρ βαρύτονα σπάνια καὶ μονήρη, ὡς ἔχει τὸ νύκτωρ διὰ τοῦ ω μεγάλου, καὶ τὸ ἄτερ διὰ τοῦ ε· περὶ γὰρ τοῦ αὐτῆμαρ· ποσσῆμαρ· ἐννῆμαρ, οὐδεῖς λόγος· σύνθετα γὰρ παρώνυμά εἰσιν.

Τὰ εἰς ας ἐπιρρήματα ἔχοντα πρὸ τοῦ η ἀμετάβολον, εἰ καὶ σπάνια, διὰ τοῦ ε ψιλοῦ γράφει τὴν παραλήγουσαν· οἷον, πέλας· ἡρέμας· λέγεται δὲ καὶ ἄνευ τοῦ σ ἡρέμα· ἀτρέμας, ἀτρέμα.

Τὰ εἰς ες λήγοντα ἐπιρρήματα ἁπλᾶ φυσικῶς οὐκ ἔστιν· εἰ μὴ τὸ ἐχθὲς δισύλλαβον, καὶ χθὲς μονοσύλλαβον· καὶ ἐνδελιστὲς ὀξύτονον παρὰ Συρακοσσίοις, ὃ καὶ ἐλλιστὲς λέγεται· τὸ γὰρ ἀὲς ἀπὸ τοῦ ἀεί· τὸ δὲ ἄληθες· ἐπίτηδες ὀνοματικὰ καὶ βαρύτονα.

Τὰ εἰς ης ἐπιρρήματα διὰ τοῦ η γραφόμενα σπάνια, καὶ ἱστορούμενα· ἔστιν γὰρ τὸ ἔμπης, καὶ αἴφνης, καὶ ἐξαπίνης καὶ ἐξείης, ἀφʼ οὗ τὸ ἑξῆς περισπώμενον· τὸ ἀκαρὴς ὄνομα ὅμοιον τὸ εὐρυπύλης.

Τὰ εἰς ις ἐπιρρήματα δισύλλαβα βαρύτονα διὰ τοῦ ι γράφεται· οἷον, μόλις· μόγις· ἅλις· ἄνις ἀντὶ τοῦ χωρίς· μέχρις· ἄχρις· λέγεται δὲ καὶ μέχρι καὶ ἄχρι ἄνευ τοῦ σ· αὖθις καὶ αὖθι, καὶ αὖθιν, ὅτε φωνῆεν ἐπιφέρηται διὰ τοῦ ν· ὅτε δὲ σύμφωνον ἄνευ τοῦ ν· οἷς ὅμοιον κατὰ γραφὴν, εἰ καὶ μὴ κατὰ τόνον, τὸ χωρὶς καὶ ἀμφίς.

Τὰ εἰς ις ὑπὲρ δύο συλλαβὰς ὑπεσταλμένων τῶν διὰ τοῦ δις ἢ ακις, εἴτε ὀξύτονα, εἴτε βαρύτονα, διὰ τοῦ ι γράφεται· ἐγκοιτὶς ὀξύτονος· σολικρίς· λικριφίς· ἀμφικελεμνίς· παμπηδονίς· λέγεται δὲ καὶ πάμπαν, καὶ παμπήδην, καὶ παμπηδόν· αὐτονυχίς· λέγεται δὲ καὶ αὐτονυχίδης, καὶ αὐτονυχί· κραταιίς· τὸ μέντοι πέρυτις προπαροξυνόμενον Δώριόν ἐστιν, ἐκ τοῦ πέρυσι μεταποιηθὲν, καὶ οὐ μάχεται.

Τὰ διὰ τοῦ αδις ἐπιρρήματα τρισύλλαβα διὰ τοῦ ι γράφεται, καὶ παροξύνεται· οἷον, χαμάδις· ὀκλάδις· φυγάδις· ἐσχάδις· πτακάδις· μιγάδις· κρυφάδις· ἀμάδις· τὸ οἰκάδις σεσημείωται προπαροξυνόμενον, καὶ τὸ ὠμαδὶς ὀξυνόμενον.

Τὰ εἰς δις ὑπὲρ τρεῖς συλλαβὰς φύσει μακρᾷ παραληγόμενα, καὶ ὀξύνεται, καὶ διὰ τοῦ ι γράφεται· οἷον, λαθρηδίς· κλωπηδίς· αἰφνηδίς· ἀντηδίς· στοιχηδίς· ἀμοιβαδίς· λέγεται δὲ καὶ ἀμοιβηδόν· ἀμφιουδίς· ἐπιουδίς· ἀκροπουδίς.

Τὰ εἰς δις ἐπιρρήματα ὑπὲρ δύο συλλαβὰς προπαροξύτονα τὸ υ παραληγόμενα διὰ τοῦ ι γράφεται· οἷον, ἄλλυδις· ἄμυδις, Αἰολικὸν ἔχον τὸ πνεῦμα.

Τὰ εἰς δις ἐπιρρήματα ἔχοντα πρὸ τοῦ δ τὴν αν συλλαβὴν, διὰ τοῦ ι γράφονται, καὶ Δώριά ἐστιν· οἷον, χαμάνδις· ἀγράνδις· Ὀλυμπιάνδις.

Τὰ εἰς ος ἐπιρρήματα ἀπὸ προθέσεως παρηγμένα διὰ τοῦ ο μικροῦ γράφονται, καὶ ὀξύνονται, καὶ σχέσιν τοπικὴν δηλοῖ μετὰ τῆς εἰς σο καταλήξεως· οἷον, ἐντός· ἐκτός· ὅσα δὲ τοπικῆς ἀπήλλακται σχέσεως, καὶ χρόνον, ἢ ἄλλο τι δηλοῖ μετὰ τῆς εἰς ος καταλήξεως, τὴν βαρύτονον τάσιν ἐπιζητεῖ· οἷον, πάρος ἐπὶ χρόνου· ἦμος ὁμοίως· τῆμος· ὀπῆμος· κῆχος· τὸ ἔναγχος προπαροξύνεται· τὸ εἰκὸς ὀξυνόμενον οὐδέτερον ἦν μετοχὴ οὐδετέρου γένους εἰς σύνταξιν ἐπιρρηματικὴν ἐλθοῦσα· τὸ γοῦν ἔνδος· ἔξος, βαρύτονα Δώρια.

Τὰ εἰς υς ἐπιρρήματα ὀξύτονα διὰ βραχὺ τοῦ υ γράφεται ἁπλᾶ ὄντα τὰ γὰρ παρὰ πρόθεσιν συγκείμενα προπαροξύνονται· οἷον, ἐγγύς· εὐθύς· ἰθύς· μεσσηγύς· τὸ ἄντικρυς· σύνεγγυς, παρὰ πρόθεσιν συγκείμενα προπαροξύνονται· τὸ ἀντικρὺς ὀξυνόμενον ἐκτείνει τὸ υ· τὸ ἀλλῦς μακρὸν ἔχον τὸ υ περισπᾶται.

Καθόλου τὰ εἰς ως ἐπιρρήματα τῶν γενικῶν πληθυντικῶν ἔχουσι τὴν γραφὴν καὶ τὸν τόνον· οἷον, καλῶν, καλῶς· σοφῶν, σοφῶς· Δωριεῖς δὲ τὰ ἀπὸ τῶν εἰς ως ὀξυτόνων ἐπιρρήματα ὀξύνουσιν· οἷον, σοφὸς, σοφώς· καλὸς, καλῶς.

Τὰ εἰς χως παράγωγα ἐπιρρήματα ἐπὶ ποσότητος ταττόμενα διὰ τοῦ ω μεγάλου γράφονται, καὶ περισπῶνται· οἷον, διχῶς· τριχῶς· ἑξαχῶς· ἑπταχῶς· ποσαχῶς· τὸ ἐξόχως· ἡσύχως, τὴν γραφὴν φυλάξαν, τὴν σημασίαν καὶ τὸν τόνον ἤμειψεν.

Τὰ διὰ τοῦ δεια ἐπιρρήματα προπαροξύτονα διὰ τῆς ει διφθόγγου γράφονται· οἷον, διχάδεια· τυπάδεια· τροπάδεια· κρυφάδεια· ἐγκρικάδεια· τελλοφάδεια, καὶ εἴτι ὅμοιον.

Τὰ διὰ τοῦ ινδα ἐπιρρήματα παροξύνονται, καὶ διὰ τοῦ ι γράφονται, καὶ ἐπὶ παιδίων λαμβάνονται, καὶ πρὸς αἰτιατικὴν συντάσσεται· οἷον, βασιλίνδα παιδίαν· χυτρίνδα· δραπετίνδα· ποσίνδα· ἐπαιτίνδα· ξιφίνδα· δαληκίνδα· μυΐνδα, ἀπὸ τοῦ μύειν τοὺς ὀφθαλμοὺς, καὶ ἐρωτώμενον λέγειν τινὰ τάδε καὶ πόσα τάδε, ἐάν τις ἐπιτύχῃ· φυγίνδα· χυτρίνδα· ὀστρακίνδα, καὶ εἴτι ἕτερον.

Τὰ κατὰ τὸ τέλος καθαρεύοντα ἐπιρρήματα διὰ τῆς ει διφθόγγου γράφονται· οἷον, ἀθεεί· ἀεί· αὐτοβοεί· χωρὶς τοῦ πρωί· τοῦτο γὰρ διὰ τοῦ ι γράφεται.

Τὰ εἰς θει ἐπιρρήματα διὰ τῆς ει διφθόγγου γράφονται· οἷον, ἀμοθεί· ἀμοχθεί· τὸ ἀμισθὶ σεσημείωται μόνον διὰ τοῦ ι.

Τὰ εἰς λει ἐπιρρήματα διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, ἀσυλεί· πανομιλεί· ἀναυλεί· οἷς ἀκόλουθον κατὰ τὴν γραφὴν, οὐ κατὰ τόνον, τὸ ἀμέλει.

Τὰ διὰ τοῦ μει ἐπιρρήματα διὰ τῆς ει διφθόγγου γράφονται· οἷον, πανδημεί· ἀτρεμεί· ἡρεμεί. Τῷ συντελεστῇ τῶν καλῶν Θεῷ χάρις. ὡς τερπνὸν ἄνθος ἐν θεωρίᾳ πέλει, κρῖνον δὲ πανθαύμαστον εἰς εὐοσμίαν, οὕτως χαρᾶς πρόσληψις ἔσχατος στίχος.