eul_wid: wpi-af
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

On Poetic Tropes by George Choeroboscus

ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΧΟΙΡΟΒΟΣΚΟΥ ΠΕΡΙ ΤΡΟΠΩΝ ΠΟΙΗΤΙΚΩΝ.

Πάσης παλαιᾶς καὶ νέας γραφῆς ποιητικοὶ τρόποι εἰσὶν κζʹ. ἀλληγορία, μεταφορά, κατάχρησις, μετάληψις, ὑπερβατόν, ἀναστροφή, συνεκδοχή, σύλληψις, ὀνοματοποιία, πεποιημένον, ἀντονομασία, μετωνυμία, ἀντίφρασις, περίφρασις, ἔλλειψις, πλεονασμός, ἐπανάληψις, ἐξοχή, ὑπερβολή, αἴνιγμα, παραβολή, ἀνταπόδοσις, προσωποποιία, παράδειγμα, εἰρωνεία, σχῆμα καὶ ὑστερολογία. λέγονται δὲ ποιητικοὶ τρόποι, διότι παρὰ τοῖς ποιηταῖς πλεονάζουσιν τὴν κοινὴν συνήθειαν ὑπερβαίνοντες. αʹ. ΑΛΛΗΓΟΡΙΑ.

Ἀλληγορία ἐστὶ λέξις ἕτερόν τι λέγουσα καὶ ἑτέραν ἔννοιαν παριστῶσα, ὡς τὸ λεγόμενον ἐν τῇ θείᾳ γραφῇ, ἐν οἷς πρὸς τὸν ὄφιν φησὶν ὁ θεός, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν· ὁ γὰρ λόγος πρὸς τὸν ὄφιν ἐστίν, ἐπὶ δὲ τοῦ διαβόλου ἀναλόγως αὐτὸν ἐκλαμβάνομεν, ἤγουν ἀλληγορικῶς. παραλαμβάνεται δὲ αὕτη καὶ διὰ σεμνότητα καὶ διʼ εὐλάβειαν· σεμνότητα μέν, ὡς ἔχει τὰ περὶ τῆς Ἥρας, ἐν οἷς φησιν ὁ Ζεὺς πρὸς αὐτήν, ἦ οὐ μέμνησʼ ὅτε ἐκρέμω ὑψόθεν· ἐκ δὲ ποδοῖιν ἄκμονας ἧκα δύο· περὶ χερσὶ δὲ δεσμὸν ἴηλα χρύσειον· ἧς ἡ ἔννοια αὕτη, τῷ πέρατι τοῦ ἀέρος ἥ τε γῆ καὶ τὸ ὕδωρ συνάπτονται, ἃ καὶ ἄκμονας ὡς βαρύτερα τῶν ἄλλων στοιχείων λέγει, χρύσειον δὲ δεσμὸν τὴν περικεχυμένην τῷ ἀέρι αὐγὴν ἐκ τοῦ ἡλιακοῦ φωτός, ᾧ ἥνωται ὁ ἀήρ. διʼ εὐλάβειαν δέ, ὡς τὸ λῦσε δὲ παρθενικὴν ζώνην, ἀντὶ τοῦ ἔφθειρεν· ὡς καὶ παρὰ Καλλιμάχῳ, τὸ πῦρ δέ τʼ ἀνέκαυσας, ἕως οὗ πολλῇ κεχώρηκε φλογί, καὶ πάλιν ἴσχε δὲ δρόμου μαργῶντας ἵππους, μὴ δευτέραν κάμψῃς, μήτι παρὰ νύσσῃ δίφρον ἄξωσιν, ἐκ δὲ κύμβαχος κυβιστήσῃς. ταῦτα οὐ κυρίως εἴρηται· οὔτε γὰρ περὶ πυρὸς οὔτε περὶ ἱπποδρομίας ὁ λόγος αὐτῷ, ἀλλʼ ὥσπερ αἰδούμενος εἰπεῖν, ὃ ἐβούλετο, τῇ ἀλληγορίᾳ ἐχρήσατο. βʹ. ΜΕΤΑΦΟΡΑ.

Μεταφορά ἐστι λέξις ἀφʼ ἑτέρου εἰς ἕτερον μεταφερομένη, ἢ ἀπὸ τοῦ κυρίως λεγομένου μεταφερομένη ὁμοιώσεως ἢ ἐμφάσεως ἕνεκα, ἔχει δὲ εἴδη δʹ. ἢ γὰρ ἀπὸ ἐμψύχων εἰς ἔμψυχα μετάγεται, ἢ ἀπὸ ἀψύχων ἐπὶ ἄψυχα, ἢ ἀπὸ ἀψύχων εἰς ἔμψυχα, ἢ ἀπὸ ἐμψύχων εἰς ἄψυχα. καὶ ἀπὸ μὲν ἐμψύχων ἐπʼ ἔμψυχα, ὡς ὅταν τις τὸν βασιλέα λέγῃ ποιμένα λαῶν· τὸ γὰρ ποιμαίνειν ἐμψύχων ὂν πάλιν ἐπʼ ἔμψυχα μετενήνεκται, ἐπειδὴ ὥσπερ τοῖς ποιμέσιν ὑποτέτακται τὰ ποίμνια, οὕτω καὶ τοῖς βασιλεῦσιν οἱ ὑπὸ χεῖρα· ποιμὴν γὰρ κυρίως ὁ τῶν προβάτων νομεὺς λέγεται· ἀμφότεροι γοῦν ἔμψυχοι, ὅ τε βασιλεὺς καὶ ὁ τῶν προβάτων νομεύς. ἀπὸ δὲ ἀψύχων ἐπὶ ἄψυχα, ὡς ὅταν τις ἄνθρακα πυρὸς ἐν σποδῷ κρύψας λέγῃ σπέρμα· πυρὸς διασώσασθαι. τὸ γὰρ σπέρμα κυρίως ἐπὶ τῶν σπειρομένων καρπῶν λεγόμενον νῦν ἐπὶ τῆς ἀνθρακιᾶς ἐλήφθη· ἢ εἴπῃ πολλὴ κέχυται τῇ ὕλῃ φλόξ· τὸ γὰρ χεῖσθαι τοῖς ὑγροῖς συμβέβηκεν. ἀπὸ δὲ ἀψύχων εἰς ἔμψυχα, ὡς ὅταν ὁ Ὀδυσσεὺς λέγῃ πρὸς τὸν Αἴαντα τοῖος γάρ σφισι πύργος ἀπώλετο· ὁ γὰρ πύργος ἄψυχος ὢν ἐπὶ τοῦ Αἴαντος ἐμψύχου ὄντος εἴρηται. καὶ ἡ θάλασσα εἶδε καὶ ἔφυγε· τὸ γὰρ ὁρᾶν ἐπὶ ἐμψύχων κυρίως λέγεται, ἡ δὲ θάλασσα ἄψυχός ἐστιν. ἀπὸ δὲ ἐμψύχων ἐπὶ ἄψυχα, ὡς ὅταν τις τὴν ἀκρώρειαν τοῦ ὄρους κορυφὴν ἢ κεφαλὴν εἴπῃ· κορυφὴ γὰρ καὶ κεφαλὴ ἐπὶ ἐμψύχων λέγεται. καὶ πάλιν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα. καὶ πάλιν, πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα καλὸν ἐπαυρεῖν ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι· τὸ γὰρ μαιμώωσα καὶ τὸ λιλαιόμενα καὶ τὸ ἆσαι ἔμψυχα ὄντα ἐπὶ τῶν ἀψύχων λέλεκται δοράτων. ὁμοίως καὶ τὸ οὔρεος ἐν κορυφῇσι, καὶ πόδες πολυπιδάκου Ἴδης, δέον ἀκρώρειαν καὶ ὑπώρειαν εἰπεῖν. ἔστι δὲ καὶ πέμπτον εἶδος μεταφορᾶς ὡς ἀπὸ πράξεως εἰς πρᾶξιν, οἷον ἤδη πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὕφαινε. τὸ γὰρ ὑφαίνειν ἐπὶ τῶν ὑφασμάτων λεγόμενον νῦν ἐπὶ τὴν τῆς βουλῆς κατασκευὴν μετενήνεκται. γʹ. ΚΑΤΑΧΡΗΣΙΣ.

Κατάχρησίς ἐστι φράσις μετενεχθεῖσα ἀπὸ τοῦ πρώτως κατονομασθέντος κυρίως καὶ ἐτύμως ἐπὶ τὸ ἀκατονόμαστον, ὡς ὅταν τὸ ἀπὸ χαλκοῦ ἐπίπεδον πυξίδα εἴπωμεν· πυξὶς γὰρ ἡ ἐκ πύξου γεγονυῖα καλεῖται, ἐπειδὴ δὲ καὶ τὰ ἐξ ἄλλης οἱασοῦν ὕλης κατασκευασθέντα ἀκατονόμαστά εἰσι, πυξίδας καὶ ταῦτα καλοῦμεν καταχρώμενοι τῷ ὀνόματι. καὶ ἀνδροφόνος κυρίως μέν ἐστιν ὁ ἄνδρα φονεύσας, καταχρηστικῶς δὲ καὶ ἐπὶ γυναικὸς λέγεται. καὶ τριήραρχος κυρίως ὁ τριήρους ἄρχων, καταχρηστικῶς δὲ καὶ ὁ διήρους καὶ ὁ πεντήρους. τοιοῦτόν ἐστι καὶ τὸ νέκταρ ᾠνοχόει· τὸ γὰρ οἰνοχοεῖν κυρίως ἐπὶ τοῦ οἴνου λεχθὲν νῦν ἐπὶ τοῦ νέκταρος ἐλέχθη. ὡσαύτως καὶ τράχηλος κεραμίου καὶ γόνυ καλάμου καὶ γαστὴρ νηὸς καὶ γλῶσσα ὑποδήματος καὶ τὰ τοιαῦτα. καὶ ψηφίζειν κυρίως τὸ ταῖς ψήφοις μετρεῖν, καταχρηστικῶς δὲ καὶ τοῖς δακτύλοις. ταῦτα γὰρ ἐπὶ τῶν κυρίως ὀνομασθέντων λεγόμενα καταχρηστικῶς καὶ ἐπὶ τῶν ἀνονομάστων λέγεται. διαφέρει δὲ κατάχρησις μεταφορᾶς, ὅτι ἡ μὲν μεταφορὰ ἀπὸ κατωνομασμένου ἐπὶ κατωνομασμένον πάλιν λέγεται, ἡ δὲ κατάχρησις ἀπὸ κατωνομασμένου ἐπὶ πάντη ἀκατονόμαστον, ὡς ὅταν τὸν ἐν λίμνῃ ἢ ποταμοῖς ἰχθύας ἀγρεύοντα ἁλιέα εἴποι τις· κυρίως γὰρ ἁλιεὺς ὁ ἐπὶ τῆς θαλάσσης λέγεται, ἐπειδὴ δὲ καὶ ὁ ἐν τοῖς ποταμοῖς ἀγρεύων ἀνονόμαστός ἐστι, καλοῦμεν καὶ τοῦτον ἁλιέα καταχρώμενοι τῷ ὀνόματι. Δʹ. ΜΕΤΑΛΗΨΙΣ.

Μετάληψίς ἐστι φράσις μεταλαμβάνουσα τῆς ὁμωνυμίας ἐκ τοῦ κυρίως ὄντος ἢ διὰ τῆς συνωνυμίας τὸ ὁμώνυμον δηλοῦσα, ὡς ὅταν τις τὸν γοργῶς τρέχοντα ὀξὺν παρὰ τὸν δρόμον εἴπῃ, ἢ τὸν ταχυπαθῆ χυμὸν ὀξὺν καλέσῃ χυμόν· ὀξὺ γὰρ κυρίως τὸ ἠκονημένον ξίφος λέγεται, ὅθεν καὶ τὸ ὤξυνεν ἐπὶ μαχαίρας ἢ ἑτέρου τινὸς ξίφους παραλαμβάνεται. ἢ ὡς παρὰ τῷ Ὁμήρῳ ἔνθεν δʼ αὖ νήσοισιν ἐπιπροέηκα θοῇσιν. τῷ μὲν γὰρ θοῷ συνωνυμεῖ τὸ ὀξὺ κατὰ τὴν κίνησιν, ὁμωνυμεῖ τὸ ὀξὺ κατὰ τὸ σχῆμα. τοιοῦτόν ἐστι καὶ τὸ Τεῦκρος δὲ τόξων χρώμενος φειδωλίᾳ· τουτέστιν ἀκριβείᾳ καὶ εὐστοχίᾳ· τῇ μὲν γὰρ φειδωλίᾳ συνωνυμεῖ καὶ ἡ κατὰ δόσιν ἀκρίβεια, τῇ δὲ ὁμωνυμεῖ ἡ κατὰ τέχνην ἀκρίβεια, ἤγουν ἡ εὐστοχία.

εʹ. ΥΠΕΡΒΑΤΟΝ.

Ὑπερβατόν ἐστι λέξις ὑπερβαίνουσα ἐκ τοῦ προηγουμένου εἰς αὐτὸ τὸ ἑπόμενον, οἷον ὡς ὅταν τις ἀντὶ τοῦ εἰπεῖν ἐπικαλοῦμαι τὸν κύριον, εἴποι ἐπὶ τὸν κύριον καλοῦμαι. ϛʹ. ΑΝΑΣΤΡΟΦΗ.

Ἀναστροφή ἐστι λέξις ἀναστρέφουσα ἐκ τοῦ ὑποκειμένου εἰς τὸ προκείμενον, μηδενὸς μέρους λόγου μεταξὺ πίπτοντος, οἷον ὅταν τις ἀντὶ τοῦ εἰπεῖν ἕως ἡμῶν ἐλθεῖν εἴπῃ ἡμῶν ἕως ἐλθεῖν. ζʹ. ΣΥΝΕΚΔΟΧΗ.

Συνεκδοχή ἐστι λέξις διʼ ἑτέρου καὶ ἕτερον συνεκδηλοῦσα νόημα, ὡς ὅταν εἰρήνης οὔσης ἀντὶ τοῦ εἰπεῖν οὐκ ἔστι πόλεμος εἴπῃ, οὐκ ἔνι ὅπλα νῦν, ἢ ἀργοῦσιν ὅπλα νῦν. ἢ συνεκδοχή ἐστι λέξις ἢ φράσις οὐ κατὰ τὸ πλῆρες ἐκφερομένη, προσδεομένη δέ τινος ἔξωθεν διανοίας, ἔχει δὲ διαφορὰς τέσσαρας· ἢ γὰρ ἀπὸ ὅλου δηλοῖ τὸ μέρος, οἷον βόας αὔας ἀντὶ τοῦ ἀσπίδας τὰς ἐκ βοείων βυρσῶν, μέρος δὲ τοῦ ὅλου βύρσα· καὶ χάλκεον ἔγχος· μέρος γὰρ τοῦ ὅλου ἔγχους ὁ χαλκός. ἢ ἀπὸ μέρους τὸ πᾶν, οἷον θεὰ λευκώλενος Ἥρη· αἰνίττεται γὰρ ἀπὸ μέρους τῶν χειρῶν τὴν ὅλην λευκὴν εἶναι. καὶ ἀργυρόπεζα Θέτις. ἢ ἀπὸ τῆς ὕλης τὸ ἀποτέλεσμα, οἷον χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ· ἀντὶ τοῦ χρυσῆν πανοπλίαν. ἢ ἀπὸ τοῦ συμβόλου τὸ κύριον, οἷον σκῆπτρον μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων. ἀντὶ τοῦ βασιλείαν, ἧς τὸ σκῆπτρον σύμβολον. ηʹ. ΣΥΛΛΗΨΙΣ.

Σύλληψίς ἐστι φράσις ἀφʼ ἑνός τινος κυρίου κατὰ δύο ἢ καὶ πλειόνων λαμβανομένη· ἢ φράσις τὸ ἄλλῳ πραχθὲν ἐφʼ ἕτερον ἕλκουσα, οἷον Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον· μόνος γὰρ ὁ Βορρᾶς ἀπὸ Θρᾴκης πνεῖ, συλληπτικῶς δὲ λέγει καὶ τὸν Ζέφυρον ἐκεῖθεν πνεῖν· καὶ πάλιν τὼ δὲ δύο σκάζοντε βάτην Ἄρεως θεράποντε· Τυδείδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεύς· καὶ γὰρ Διομήδης μόνος ἔσκαζε τρωθεὶς τὸν ταρσὸν τοῦ ποδός, Ὀδυσσεὺς δὲ τὴν πλευρὰν ἐβέβλητο. συλληπτικῶς δὲ λέγει καὶ τοῦτον σκάζειν. θʹ. ΟΝΟΜΑΤΟΠΟΙΙΑ.

Ὀνοματοποιία ἐστὶ λέξις κατὰ μίμησιν καὶ ὁμοιότητά τινα τοῦ σημαινομένου γεγονυῖα, ὡς ὅταν τις τοὺς ἀσήμους κτύπους φωνὰς ὀνομάζῃ, αἵ εἰσι πυρός, ξύλου, λίθου καὶ τῶν ὁμοίων· καὶ ὡς ἡ θεία λέγει γραφή, φωνὴν ἔδωκαν αἱ νεφέλαι, δηλοῦσα τὴν βροντήν, φωνὴν ταύτην ὀνομάζουσα διὰ τὴν ὑπὲρ ἡμᾶς περιηχήν. φωνὴ δὲ κυρίως ἡ ἐκ νοῦ προερχομένη λέγεται, ἐπεὶ καὶ φῶς νοῦ ἐτυμολογεῖται ἡ φωνή. ἢ ὀνοματοποιία ἐστὶ λέξις ἢ μέρος λόγου πεποιημένον κατὰ μίμησιν τῶν ἀποτελουμένων ἤχων ἢ φωνῆς· ἤχων μέν, οἷον αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα. καὶ πάλιν ὣς τοῦ σίζʼ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ. φωνῆς δὲ ταῦτα, αἳ δʼ ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον· καὶ πάλιν μυκηθμοῦ δʼ ἤκουσα βοῶν αὐλιζομενάων. ιʹ. ΠΕΠΟΙΗΜΕΝΟΝ.

Πεποιημένον ἐστὶ λέξις λεγομένη κατά τινα τοῦ ἐξ οὗ λέγεται ὁμοιότητα, οἷον ὡς ὅταν τὸν μετὰ θυμοῦ ἡμᾶς ὑποβλεψάμενον εἴποιμεν, ὡς λέων ὑπεβλέψατο ἡμᾶς ὁ δεῖνα. ιαʹ. ΑΝΤΟΝΟΜΑΣΙΑ.

Ἀντονομασία ἐστὶ λέξις διʼ ἐπιθέτων ἢ συσσήμων αὐτὸ τὸ κύριον ὄνομα δηλοῦσα, ὡς ὅταν δύο ἢ καὶ πλείονες ἡμῖν ἐγνωσμένων ἀνθρώπων καὶ τὸ αὐτὸ κύριον ὄνομα ἐχόντων, θελήσωμεν ἐξ αὐτῶν ἑνὸς τὴν μνήμην ποιήσασθαι πρὸς ἀλλήλους, καὶ μὴ εἴπωμεν τὸ κύριον ὄνομα διὰ τὴν ὁμωνυμίαν, ἀλλʼ ἐκ τῶν συμβεβηκότων αὐτὸν ὀνομάσωμεν, τὸν χαλκέα τυχὸν λέγοντες ἢ τὸν τέκτονα, εἰ δὲ καὶ σωματικὰ ἔχει πάθη, τὸν χωλόν, εἰ τύχοι, ἢ τὸν φαλακρὸν λέγοντες. ιβʹ. ΜΕΤΩΝΥΜΙΑ.

Μετωνυμία ἐστίν, ὅταν ἐκ τῶν περιεχόντων τὰ περιεχόμενα μετονομάσωμεν κατὰ τὴν θείαν γραφήν, ἥ φησι, παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν, ἀντὶ τοῦ ἐν τῇ γῇ· ἢ ἐκ τῶν οἰκούντων τὰ οἰκούμενα, ὡς ὅταν τὴν ἀσέλγειαν Σοδομιτικὴν ἐργασίαν εἴποιμεν· καὶ γὰρ ἐκ τῶν οἰκούντων τηνικαῦτα ἀσελγῶν τὰ Σόδομα τὸν σχετλιασμὸν ἐπιφέρεται· ἢ μετωνυμία ἐστὶ λέξις διὰ τῆς ὁμωνυμίας τὸ συνώνυμον δηλοῦσα, οἷον σπλάγχνα γὰρ ἐμπείραντες ὑπείρεχον Ἡφαίστοιο· Ἥφαιστος μὲν γὰρ παρὰ τοῖς Ἕλλησιν ὁ δαίμων καὶ τὸ πῦρ, ἅπερ καθὸ ἀμυδράν τινα διαφορὰν ἔχειν δοκοῦσιν, ὁμώνυμά ἐστιν· ἀϋλότερον γὰρ καὶ θειότερον τὸν δαίμονα λέγουσιν, καθὸ δὲ οὐδέν τι ἄλλο ἐστὶ κυρίως ὁ μυθικὸς οὗτος Ἥφαιστος ἢ τὸ πῦρ, συνώνυμα λέγεται. τοιοῦτόν ἐστι καὶ τὸ ἐνθάδʼ ἔπειτʼ ἀφίη μένος ὄβριμος Ἄρης. ἀντὶ τοῦ ὁ σίδηρος. καὶ ὅταν λέγηται ὁ οἶνος Διόνυσος, ὡς τὸ οἶνός μʼ ἔπεισε, δαιμόνων ὑπέρτατος. ιγʹ. ΑΝΤΙΦΡΑΣΙΣ.

Ἀντίφρασίς ἐστι λέξις διʼ ἐναντίων τὸ ἐναντίον σημαίνουσα, ὡς ὅταν τις τὸν τυφλὸν πολὺ βλέποντα εἴποι, ἢ τὸ ὄξος γλυκάδιον, ἢ τὸ λευκός ἐστιν ὡς Αἰθίοψ. ιδʹ. ΠΕΡΙΦΡΑΣΙΣ.

Περίφρασίς ἐστι περισσὴ φράσις διὰ πλειόνων λέξεων ἕν τι σημαίνουσα, ὡς ὅταν ἀντὶ τοῦ εἰπεῖν μὰ τὸν θεὸν εἴπῃ τις μὰ τὴν φοβερὰν ἡμέραν τοῦ θεοῦ. οὐδὲ γὰρ πλέον τι ἐσήμαινε διὰ τῶν πολλῶν τούτων λέξεων εἰ μὴ τὸν θεόν. διαφέρει δὲ φράσις, περίφρασις, μετάφρασις, ἔκφρασις, ἀντίφρασις καὶ σύμφρασις. φράσις μὲν γὰρ ἡ ἁπλῶς λέξις λέγεται, περίφρασις δὲ ἡ περισσὴ φράσις, ὡς τὸ κάλεσόν μοι τὴν βίην τοῦ Ἡρακλέους, ἀντὶ τοῦ τὸν Ἡρακλῆν, μετάφρασις δὲ ἡ ἐναλλαγὴ τῶν λέξεων κατὰ τὸ ποσὸν ἢ πλειόνων ἢ ἐλαττόνων μετὰ ῥητορικοῦ κάλλους γινομένη, ὡς ὁ Μεταφραστὴς ἡμῖν δείκνυσιν ἐν ταῖς μεταφράσεσι· παράφρασις δὲ ἡ ἐναλλαγὴ τῶν λέξεων κατὰ τὸ ποσὸν τῶν αὐτῶν, ὡς τὸ μῆνιν ἄειδε θεά, παραφράζων εἶπε, τὴν ὀργὴν εἰπὲ ὦ Μοῦσα. ἔκφρασις δὲ ἡ λεπτομερὴς διήγησις, ἡ ἐνεργῶς καὶ σχεδὸν εἰς ὄψιν φέρουσα ἡμῖν τὸ διηγούμενον, ὅπως ἔχει θέσεως καὶ κάλλους, ὡς ἡ ἔκφρασις τοῦ ἱεροῦ Ἀλεξανδρείας ἢ πόλεων ἑτέρων τινῶν. ἀντίφρασις δὲ ἡ διʼ ἐναντίων λέξεων τὸ ἐναντίον σημαίνουσα, ὡς ἀργυροῦς Αἰθίοψ. σύμφρασις δὲ ἡ συνακολούθησις τοῦ λόγου ἢ λέξεων σύνθεσις, ὡς νωβελήσιμος ὑπέρτατος.

ιεʹ. ΕΛΛΕΙΨΙΣ.

Ἔλλειψίς ἐστι λόγος ὁ μὴ κατὰ τὸ πλῆρες ἐκφερόμενος, παρέχων δὲ ἡμῖν νοεῖν τὸ ἑπόμενον, ὡς ὅταν τις πενθῶν καὶ ὀδυρόμενος εἴπῃ, τὸ στῆθός μου ἔτυπτον ἀμφοτέραις, δηλονότι χερσίν, ἢ ὡς παρὰ τῷ ποιητῇ κόπτων ἀμφοτέραις, τουτέστι χερσίν. ιϛʹ. ΠΛΕΟΝΑΣΜΟΣ.

Πλεονασμός ἐστιν, ὅταν πλεονάζῃ λέξις μηδέν τι πλέον σημαίνουσα, εἰ μὴ τὸ αὐτό, ὡς ἔχει τὸ ἀντίος ἐναντίος, καὶ ἔναντι κατέναντι. ιζʹ. ΕΠΑΝΑΛΗΨΙΣ.

Ἐπανάληψίς ἐστι λέξις δὶς παραλαμβανομένη ἐπιτάσεως εἴτουν αὐξήσεως χάριν, ὡς ὅταν τις τοῦ ἐγνωσμένου πράγματος τὴν εἴδησιν ἡμῖν διαβεβαιούμενος εἴπῃ, οἶδα τὸ πρᾶγμα, οἶδα, δὶς τὸ οἶδα λέγων· ἢ εἴπῃ κακὸν τὸ ἁμαρτάνειν, κακόν. ιηʹ. ΕΞΟΧΗ.

Ἐξοχή ἐστιν ἡ μετὰ τὴν κοινὴν σημασίαν ἰδικῶς καθʼ ὑπεροχὴν τῷ ὀφείλοντι προσνεμομένη, ὡς τὸ ἐν τῷ εὐαγγελίῳ ῥηθὲν ὑπὸ τοῦ Κυρίου, εἴπατε τοῖς μαθηταῖς μου καὶ τῷ Πέτρῳ. κατʼ ἐξοχὴν γὰρ τὸ ὄνομα τοῦ Πέτρου ἐνταῦθα εἴληπται, ἐπεὶ καὶ διὰ τοῦ εἴπατε τοῖς μαθηταῖς μου συμπεριελήφθη· εἷς γὰρ τῶν μαθητῶν καὶ αὐτός. ιθʹ. ΥΠΕΡΒΟΛΗ.

Ὑπερβολή ἐστι φράσις ὑπερβαίνουσα τὴν ἀλήθειαν αὐξήσεως χάριν, ὡς ὅταν τις τὸν γοργῶς τρέχοντα εἴπῃ, ὅτι τρέχει, ὡς ὁ ἄνεμος· ἢ ὑπερβολή ἐστι λόγος ὑπεραίρων τὴν ἀλήθειαν ἐμφάσεως ἢ ὁμοιώσεως ἕνεκα. ἐμφάσεως, οἷον ἄκρον ἐπʼ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων· καὶ φαεινότεροι πυρὸς αὐγῆς, καὶ λευκότεροι χιόνος· ἐμφαίνουσι γὰρ τὸ λίαν ἐν τῷ τρέχειν μετέωρον καὶ τὸ πάνυ φωτεινὸν καὶ τὸ λίαν λευκόν. ὁμοιώσεως δέ, ὡς τὸ θείειν δʼ ἀνέμοισιν ὁμοῖοι, καὶ ἀδαμάντινος ἦν τὸ σῶμα, φοῖνιξ τὴν εὐθύτητα τοῦ σώματος καὶ εἴ τι ὅμοιον. κʹ. ΑΙΝΙΓΜΑ.

Αἴνιγμά ἐστι λόγος σκοτεινὸν καὶ κεκαλυμμένον ἔχων ἐν ἑαυτῷ τὸ νοούμενον, ὡς τὸ προβληθὲν ζήτημα παρὰ τοῦ Σαμψὼν τοῖς ἀλλοφύλοις, ἐν ᾧ φησιν, ἐκ τοῦ ἐσθίοντος ἐξῆλθε βρῶσις, σημάναντος τὸν λέοντα ὅνπερ ἀνεῖλε, καὶ τὸ εὑρεθὲν ἐν τῷ στόματι αὐτοῦ ἀπὸ μελισσείου κηρίου· καὶ ὡς ἐκεῖνο τὸ λέγον, ζυγὸν μὴ ὑπερβαίνειν, ἀντὶ τοῦ δίκαιον, καὶ γαμψώνυχας μὴ τρέφειν, ἤγουν ἅρπαγας φεύγειν· μελάνουρον μὴ ἐσθίειν, ἤτοι ψεῦδος μὴ προΐεσθαι· τοῦτο γὰρ ὕστερον ἀμαυροῦται· μαχαίρᾳ τὸ πῦρ μὴ σκαλεύειν, ἀντὶ τοῦ θυμούμενον μὴ προσερεθίζειν. λέγεται δὲ καὶ αἴνιγμα καὶ ἀπὸ τοῦ ἐναντίου, οἷον ἄνθρωπος καὶ οὐκ ἄνθρωπος, ὡς ὁ εὐνοῦχος διὰ τὸ μὴ δύνασθαι γεννᾶν ὅμοιον αὐτῷ, καὶ τὸ ὄρνις καὶ οὐκ ὄρνις, ἡ νυκτερὶς διὰ τὸ δερμόπτερον καὶ ὠδοντωμένον· καθημένη καὶ οὐ καθημένη· ὑπτία γὰρ ἦν· λίθος καὶ οὐ λίθος, ἡ κίσσηρις δηλονότι, διὰ τὸ ἐπὶ τοῦ ὕδατος πλέειν· ἔβαλε κοὐκ ἔβαλε, διὰ τὸ βαλεῖν μέν, ἀστοχῆσαι δέ. γίνεται δὲ καὶ κατὰ συμβεβηκός, ὡς τὸ εἰσὶ κασίγνητοι δύο, ὧν ἡ ἑτέρα τίκτει τὴν ἑτέραν, αὕτη δὲ ἡ τεκοῦσα ταύτην ὑπὸ τῆσδε τεκνοῦται· λέγονται δὲ οὕτως ἡ ἡμέρα καὶ ἡ νύξ. διαφέρει δὲ τὸ αἴνιγμα τῆς ἀλληγορίας, ὅτι ἐκείνη προτροπῆς ἢ ἀποτροπῆς ἢ σεμνότητος ἕνεκεν ἢ εὐλαβείας λαμβάνεται, τοῦτο δὲ χάριν ἀσαφείας μόνης, καὶ ὅτι ἐκείνη σαφεστέρα τούτου πολλῷ.

καʹ. ΠΑΡΑΒΟΛΗ.

Παραβολή ἐστι φράσις διʼ ὁμοίων καὶ γινωσκομένων ἐπʼ ὄψιν ἄγουσα τὸ νοούμενον, ὡς ἔχει ἡ τοῦ Κυρίου περὶ τοῦ ἀσώτου παραβολή, ἐν ᾗ δείκνυσι τὴν τοῦ θεοῦ φιλανθρωπίαν καὶ τὴν τοῦ ἑαυτοῦ πατρὸς ἀγαθότητα, καὶ πῶς προσίεται τοὺς μετανοοῦντας. κβʹ. ΑΝΤΑΠΟΔΟΣΙΣ.

Ἀνταπόδοσίς ἐστιν ἐπεκδιδαχὴ τῶν ἐν τῇ παραβολῇ ὑποκειμένων πραγμάτων, ὡς ἵνα εἴπωμεν, ᾧ λόγῳ ἐχρήσατο ὁ πατὴρ τοῦ ἀσώτου, τοιούτῳ καὶ ὁ θεὸς προσαρμόζεται τοῖς ἀνθρώποις, καὶ δείξωμεν συγκρίνοντες τὰ πράγματα τῆς παραβολῆς, τὴν ὁμοίωσιν. κγʹ. ΠΡΟΣΩΠΟΠΟΙΙΑ.

Προσωποποιία ἐστίν, ὡς ὅταν τις τοῖς ἀψύχοις πρόσωπα ἔσθʼ ὅτε καὶ λόγους ἁρμοδίους προσάπτῃ, ὡς τὸ οἱ οἰωνοὶ διηγοῦνται δόξαν θεοῦ. κδʹ. ΠΑΡΑΔΕΙΓΜΑ.

Παράδειγμά ἐστι λόγος πρὸς ἕτερόν τι συγκριτικῆς δείξεως ἔμφασιν ἔχων, ὡς τὸ Σολομῶντι ῥηθὲν μίμησαι τὸν μύρμηκα, ὦ ὀκνηρέ, καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ, τὸ πονικὸν αὐτοῦ ζηλοῦν ἡμᾶς παρακελευόμενος, οὐ τὴν φύσιν. κεʹ. ΕΙΡΩΝΕΙΑ.

Εἰρωνεία ἐστὶ λόγος ὑποκοριστικὸς διʼ ἐναντίου τὸ ἐναντίον δηλῶν. τῆς δὲ εἰρωνείας εἴδη δʹ, χλευασμός, μυκτηρισμός, σαρκασμός, ἀστεϊσμός. χλευασμὸς λόγος μετὰ μειδιάματος ἐξερχόμενος, ὡς ὅταν τις τὸν ῥιψάσπιδα γελῶν ἀνδρεῖον πολεμιστὴν εἴποι. μυκτηρισμὸς δὲ λόγος διασυρτικὸς μετὰ τῆς τῶν ῥινῶν ἐπιμύξεως γινόμενος, ὡς ὅταν τὸν ἐπὶ κακῷ ἁλόντα ὀνειδίζοντες εἴπωμεν, πνεῦμα διὰ τῶν ῥινῶν ἐκφέροντες, καλὸν ἔργον ἐποίησας, ὦ ἑταῖρε, καὶ ἀναγκαῖον καὶ φρονίμου ἀνδρός. σαρκασμὸς δὲ λόγος τὴν ἀλήθειαν διὰ χρηστῶν ῥημάτων ἐκφέρων, ὡς ὅταν τὸν ἐν προλήψει τιμῆς περιπεσόντα κακοῖς καὶ διὰ τοῦτο ἀτιμαζόμενον ἐπεγγελῶντες εἴπωμεν, εἰς μεγάλην δόξαν καὶ τιμὴν ἤγαγες σεαυτόν, ὦ ἑταῖρε. ἀστεϊσμὸς δὲ λόγος ἀφʼ ἑαυτοῦ διασυρτικός, ὡς ὅταν τῷ μηδὲν ἐπισταμένῳ εἴποιμεν, σὺ εἶ ὦ ἑταῖρε τῶν λόγων τὸ κλέος. κϛʹ. ΣΧΗΜΑ.

Σχῆμά ἐστιν ἀπολογίαν ἔχων σολοικισμός, ὡς ἵνα εἴπωμεν, ὁ κύριος Ἰωάννης, ὃν ὁ θεὸς ἐλεήσει, καλὸς ἄνθρωπός ἐστιν. κζʹ. ΥΣΤΕΡΟΛΟΓΙΑ.

Ὑστερολογία ἐστὶ λόγος πρῶτος ὕστερος λεγόμενος καὶ διὰ τοῦτο πρωθύστερος ὀνομαζόμενος, ὡς ὅταν εἴποιμεν, καλῶς ἐτελειώθη ὁ δεῖνα καὶ καλῶς ἐβίωσεν, ἀντὶ τοῦ εἰπεῖν καλῶς ἐβίωσε καὶ καλῶς ἐτελειώθη· πρῶτον γὰρ βιοῖ τις καὶ ὕστερον τελειοῦται. ΠΑΡΑΠΛΗΡΩΜΑ.

Παραπλήρωμά ἐστι λέξις ἐκ περισσοῦ λαμβανομένη κόσμου χάριν ἢ μέτρου. κόσμου μέν, οἷον καί κέ τις ὧδʼ ἐρέει· περισσεύει γὰρ τὸ κὲ, οὗ καὶ χωρὶς σώζεται τὸ μέτρον· μέτρου δέ, οἷον ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας. ἀναγκαία γὰρ ἐνταυθοῖ ἡ πρὸ πρόθεσις ἐγίνετο διὰ τὸ μέτρον. καὶ αὖθις Πάνδαρος ᾧ καὶ τὸ τόξον Ἀπόλλων αὐτὸς ἔδωκε. τοῦ καὶ συνδέσμου καὶ ἐνταυθοῖ διὰ τὸ μέτρον ληφθέντος. τούτων τῶν συνδέσμων καὶ ἐνταυθοῖ περισσῶν ὄντων ὅμως διὰ τὸ σωθῆναι τὸ μέτρον ἐλήφθησαν.

ΧΑΡΙΕΝΤΙΣΜΟΣ.

Τί ἐστι χαριεντισμός; λόγος εὐτράπελος, ἐν ᾧ διαχεῖται ὅ τε λέγων καὶ ὁ ἀκούων. ΕΠΕΞΗΓΗΣΙΣ.

Ἐπεξήγησίς ἐστιν ἀσαφοῦς λέξεως ἢ λόγου σαφηνισμός, λέξεως μέν, ὡς τὸ λάβετε ἀκινάκην, ὅ ἐστι Περσικὸν ξίφος· λόγου δέ, ὡς τὸ ὁ οἶκος βεβαίως οὐκ οἰκειοῦται· λέγω δέ, ὡς οἱ μένοντες ἐν τούτῳ ταχέως μετέρχονται. ΑΠΟ ΚΟΙΝΟΥ.

Ἀπὸ κοινοῦ ἐστι λέξις ἅπαξ μὲν λεγομένη, καὶ ἔξωθεν λαμβανομένη, οἷον ἀπελθὼν ᾔτησε τοὺς ἄνδρας, μάλιστα δὲ Χαρίδημον καὶ Ἵππαρχον· καὶ Ὅμηρος ἐλίσσετο πάντας Ἀχαιούς, Ἀτρείδα δὲ μάλιστα. ἀπὸ κοινοῦ γὰρ ἐπʼ ἐκείνους μὲν τὸ ᾔτησεν, ἐπὶ τούτου δὲ τὸ ἐλίσσετο. ΕΤΕΡΟΓΕΝΕΣ.

Ἑτερογενές ἐστι μετάβασις ἀπὸ γένους εἰς γένος πρὸς τὸ νοούμενον, οἷον τὰ περὶ θαλάσσης φοβερά εἰσιν ἐρημίαι οὖσαι· καὶ ὁ θεολόγος, παρʼ ἑαυτοῦ δὲ πνοὴν ἐνθείς, ὃ δὴ νοερὰν ψυχὴν οἶδεν ὁ λόγος. ΕΤΕΡΟΠΡΟΣΩΠΟΝ.

Ἑτεροπρόσωπόν ἐστιν, ὅταν ἕτερον πρόσωπον ὑποβάλλωμεν λέγον, ἃ ἡμεῖς ἐμέλλομεν λέγειν, οἷον πάντες οἱ Αἰγύπτιοι βοῶσι τὴν ἀδικίαν ἡμῶν· ἢ ὅταν αὐτοὶ μὲν λέγωμεν, πρὸς ἕτερον δὲ ἀποτεινώμεθα καὶ οὐ πρὸς τὸν ἀδικήσαντα, οἷον ἐγὼ δὲ εἰδώς τινα βλάπτοντα τὸν πέλας εἶπον πρὸς αὐτόν, ὡς ἀδικεῖς τὸν πέλας.