ΑΔΜΗΤΟΣ.
ΑΛΘΑΙΑ.
Τὴν οἰκίαν γὰρ εὗρον εἰσελθὼν ὅλην
κίστην γεγονυῖαν φαρμακοπώλου Μεγαρικοῦ.
Λαβοῦσα πλήρη χρυσέαν μεσόμφαλον
φιάλην· Τελέστης δʼ ἄκατον ὠνόμαζέ νιν.
ΑΦΡΟΔΙΣΙΑ.
Ὄνος μὲν ὀγκᾶθʼ ὁ Μελιτεὺς Φιλωνίδης.
ὄνῳ μιγείσης μητρὸς ἔβλαστεν πόλει.
Ἀλλʼ ἔντραγε
τὴν σηπίαν τηνδὶ λαβοῦσα καὶ τοδί
τὸ πουλυπόδειον.
ΕΙΡΗΝΗ.
Ἡμᾶς δʼ ἀπαλλαχθέντας ἐπʼ ἀγαθαῖς τύχαις
ὀβελισκολυχνίου καὶ ξιφομαχαίρας πικρᾶς.
Ὁ μὲν ἄρτος ἡδύ, τὸ δὲ φενακίζειν προσόν
ἔμβαμμα τοῖς ἄρτοις πονηρὸν γίγνεται.
Ἄχθομαι δʼ ἀπολωλεκώς
ἀλεκτρυόνα τίκτουσαν ᾠὰ πάγκαλα.
Μᾶζαι, πλακοῦντες, ἰσχάδες Τιθράσιαι.
Χλαῖναν δέ σοι
λαβὼν παχεῖαν ἐπιβαλῶ Λακωνικήν.
ΗΔΥΧΑΡΗΣ.
Καὶ στῆτʼ ἐφεξῆς κεστρέων νῆστις χορός
λαχάνοισιν ὥσπερ χῆνες ἐξενισμένοι.
Ἓν γάρ ἐστιν οὐδὲ ἕν,
τὰ δὲ δύο μόλις ἕν ἐστιν, ὥς φησιν Πλάτων.
Φέρε σὺ τὰ καταχύσματα
ταχέως κατάχει τοῦ νυμφίου καὶ τῆς κόρης.
Β. εὖ πάνυ λέγεις.
ΘΗΣΕΥΣ.
Ἥξει δὲ Μήδων γαῖαν, ἔνθα καρδάμων
πλείστων ποιεῖται καὶ πράσων ἀβυρτάκη.
ΚΑΛΛΑΙΣΧΡΟΣ.
Ἰχθύων δὲ δὴ
ὑπογάστριʼ ὦ Δάματερ.
Ἠρίσταμεν· δεῖ γὰρ συνάπτειν τὸν λόγον.
ΚΑΠΗΛΙΔΕΣ.
Λεωτροφίδης ὁ τρίμετρος ὡς Λεόντινος
εὔχρως τε φᾶναι καὶ χαρίεις ὥσπερ νεκρός.
Ἐλεφαντοκώπους ξιφομαχαίρας καὶ δόρη.
Ἢ μετάδος ἢ μέτρησον ἢ τιμὴν λάβε.
Κολάσομαί γέ σε
καὶ τὸν σὸν Ἄττιν.
ΜΗΔΟΣ.
Ὥς ποτʼ ἐκήλησεν Καλλίστρατος υἷας Ἀχαιῶν,
κέρμα φίλον διαδούς, ὅτε συμμαχίαν ἐρέεινεν·
οἶον δʼ οὐ κήλησε δέμας λεπτὸν Ῥαδάμανθυν
Λύσανδρον, κώθωνα πρὶν αὐτῷ δῶκε λεπαστήν.
Παρʼ ἐμοὶ τὰ λίαν μειράκια χαρίζεται
τοῖς ἡλικιώταις.
ΝΕΜΕΑ.
Χώρει σὺ δεῦρο, Θηρικλέους πιστὸν τέκνον·
γενναῖον εἶδος, ὄνομά σοι τί θώμεθα;
ἆρʼ εἶ κάτοπτρον φύσεος ἢν πλῆρες δοθῇς.
οὐδέν ποτʼ ἄλλο. δεῦρο δὴ γεμίσω σʼ ἐγώ.
γραῦ Θεολύτη, γραῦ. Β. τί με καλεῖς σὺ φίλτατε;
Α. ἵνʼ ἀσπάσωμαι· δεῦρο παρʼ ἐμὲ Θεολύτη,
παρὰ τὸν νέον ξύνδουλον· οὑτωσὶ καλῶς·
Β. Σπινθὴρ τάλας, πειρᾷς με; Α. ναί, τοιοῦτό τι·
φιλοτησίαν δὲ τήνδε σοι προπίομαι·
δέξαι, πιοῦσα δʼ ὁπόσον ἄν σοι θυμὸς ᾖ,
παράδος τὸ πρῶτον.
ΟΔΥΣΣΕΥΣ.
Ἵνα μὴ τὸ παλαιὸν τοῦτο καὶ θρυλούμενον
διʼ ἡμετέρων στομάτων
εἴπω σόφισμʼ, ὅ φασι παῖδας Λεσβίων
εὑρεῖν.
Χιτῶνά μοι
φέρων δέδωκας δαιδάλεον, ὃν ᾔκασεν
ἄρισθʼ Ὅμηρος κρομμύου λεπυχάνῳ.
Εὐριπίδου τʼ ἄριστον οὐ κακῶς ἔχον,
τἀλλότρια δειπνεῖν τὸν καλῶς εὐδαίμονα.
ΠΑΙΔΕΣ.
Πάντʼ ἀγαθὰ δὴ γέγονεν ἀνδράσιν ἐμῆς ἀπὸ συνουσίας.
Τηνδὶ περιζωσάμενος ᾤαν λουτρίδα
κατάδεσμον ἥβης περιπέτασον.
ΠΑΜΦΙΛΗ.
Σπόγγος, λεκάνη, πτερόν, λεπαστὴ πάνυ πυκνή,
ἣν ἐκπιοῦσʼ ἄκρατον ἀγαθοῦ δαίμονος
τέττιξ κελαδεῖ.
Λεπαστὴ μάλα συχνή,
ἣν ἐκπιοῦσʼ ἄκρατον ἀγαθοῦ δαίμονος
περιστατὸν βοῶσα τὴν κώμην ποιεῖ.
Αὐτὴ δʼ ἐκείνη πρότερον ἐξηπίστατο
παρὰ τῆς ἐπιτηθῆς.
Τούτων ἁπάντων ὁ ῥαχιστὴς Δημοφῶν.
ΠΑΝΤΑΛΕΩΝ.
ΠΗΝΕΛΟΠΗ.
Καί σε τῇ νουμηνίᾳ
ἀγαλματίοις ἀγαλοῦμεν ἀεὶ καὶ δάφνῃ.
Καὶ τὴν ἱερὰν σφάττουσιν ἡμῶν δέλφακα.
ΣΕΙΡΗΝΕΣ.
Θύννων τε λευκῶν Σικελικῶν ὑπήτρια.
Αὐλεῖ γὰρ σαπρὰ
αὕτη γε κρούμαθʼ οἷα τἀπὶ Χαριξένης.
Ὑποδοῦ λαβὼν τὰς περιβαρίδας.
Φρυγεύς, θυεία, λήκυθος.
ΣΤΡΑΤΙΩΤΙΔΕΣ.
Ἐγὼ γὰρ ἂν κώθωνος ἐκ στρεψαύχενος
πίοιμι τὸν τράχηλον ἀνακεκλασμένη.
Καί τοι τίς οὐκ ἂν εἰκὸς εὖ πράττοι τετρωβολίζων,
εἰ νῦν γε διώβολον φέρων ἀνὴρ τρέφει γυναῖκα;
Ἡ Θρασυμάχου δʼ ὑμῶν γυνὴ καλῶς ἐπιστατήσει.
ΦΙΝΕΥΣ.
Παῦσαι κυβεύων, μειράκιον, καὶ τοῖς βλίτοις
διαχρῶ τὸ λοιπόν· κοιλίαν σκληρὰν ἔχεις,
τὰ πετραῖα τῶν ἰχθυδίων ἀπέσθιε·
ἡ τρὺξ ἄριστόν ἐστιν εἰς εὐβουλίαν.
ταῦτʼ ἢν ποιῇς, ῥᾴων ἔσει τὴν οὐσίαν.
ΤΙΣΑΜΕΝΟΣ.
Τὸν δὲ Μύσιον
Ἀκέστορʼ ἀναπέπεικεν ἀκολουθεῖν ἅμα.
Ἀλλʼ ἡ μὲν Εἰλείθυια συγγνώμην ἔχει
ὑπὸ τῶν γυναικῶν οὖσα καταπλὴξ τὴν τέχνην.
Ὥς μοι δοκεῖν
εἶναι τὸ πρόθυρον τοῦτο βασανιστήριον,
τὴν δʼ οἰκίαν ζήτρειον ἢ κακὸν μέγα.
Ἐπίνομεν μετὰ ταῦτα …
κατακείμενοι μαλακώτατʼ ἐπὶ τρικλινίῳ
Τελαμῶνος οἰμώζοντες ἀλλήλοις μέλη.
Τρώγουσι μύρτα καὶ πέπονα μιμαίκυλα.
Κἄπειτʼ ἰδὼν ἀσφάραγον ἐν θάμνῳ τινί.
Μαλθακωτέρα
πέπονος σικυοῦ μοι γέγονε.
Δεσπότου πενέστου ῥυσὰ βουλευτήρια.
Δὶς παῖδες οἱ γέροντες ὀρθῷ τῷ λόγῳ.
Εἴσω δραμὼν αἴτησον. Β. ἀλλʼ οὐκ ἐκφορά.
Ἄπνους ἄνευρος ἀσθενὴς ἀνέντατος.
Ἀλλʼ εἰ δοκεῖ, χρὴ ταῦτα δρᾶν· εὐοδεῖν πορεύομαι.
Αἱμασιολογεῖν ἄριστʼ ἠπίστατο.
Ἄφωνος ἐγένετο,
ἔπειτα μέντοι πάλιν ἀνηνέχθη.
τοὺς Ἕλληνας ἥδιστον ποτόν
ἐλευθερίας γεύσαντες ὄξος ἐνέχεαν,