eul_wid: vdq-af

On Dialects
Περὶ Διαλέκτων

Theodosius of Alexandria On Dialects PDF

On Dialects is a grammatical treatise by Theodosius of Alexandria, a scholar active in the fourth or fifth century CE. Written in Koine Greek, the work is a concise technical manual comprising seventy-six rules, or canons. It systematically details the inflectional patterns—the changes in word endings for case, number, tense, and other grammatical categories—characteristic of the four major literary dialects: Attic, Ionic, Doric, and Aeolic. Theodosius does not trace the historical development of these dialects but instead provides a structured reference guide. His method demonstrates how forms encountered in classical authors, such as Homer, correspond to the standard Koine Greek of his own era.

The treatise survives intact through the Byzantine manuscript tradition, frequently copied alongside other standard grammatical textbooks. It was likely composed for a practical pedagogical purpose: to aid students and teachers in navigating the dialectal variations found in the revered but increasingly archaic literary canon. Modern scholarship views the work as a product of the Alexandrian grammatical tradition, which sought to create precise reference tools to systematize and preserve the study of the Greek language. Its methodical approach ensured its status as a standard textbook in Byzantine education for centuries, significantly shaping how classical Greek literature was read and taught.

t 1 Ἀρχὴ τῶν διαλέκτων τῶν παρὰ τοῦ κυρίου Θεοδοσίου τοῦ Ἀλεξανδρέως διορθωθεισῶν. Ἡ Ἰὰς διάλεκτος λέγεται ἡ τῶν Ἰώνων ἤγουν τῶν Ἀσιανῶν μετοίκων ὄντων Πελοπο〈ν〉νήσου.
ion 2 Αὕτη τὰ εἰς α ς λήγοντα ὀνόματα εἰς ης τρέπει, ἐὰν μὴ ὦσι Δώρια· Ἑρμείας Ἑρμείης, Σωσίας Σωσίης. Τὰ εἰς ης λήγοντα, ὧν ἡ γενικὴ εἰς ου περατοῦται, εἰς εω διαλύουσι· Πέρσης Πέρσεω, Ξέρξης Ξέρξεω.
ion 4 Τὰ εἰς ης ἀρσενικά, ὧν ἡ γενικὴ εἰς ους λήγει, διὰ τοῦ εος κλίνουσιν, οἷον Δημοσθένης Δημοσθένεος, καὶ τὴν αἰτιατικὴν εἰς εα , οἷον Δημοσθένεα. Τὰς εἰς ους ληγούσας γενικὰς τὰς ἀπὸ τῶν εἰς ης εὐθειῶν γινομένας ἐχουσῶν καὶ τὸ οὐδέτερον εἰς ες λῆγον, διὰ τοῦ εος προφέρουσιν, οἷον εὐσεβής εὐσεβέος, τὸ εὐσεβές τοῦ εὐσεβέος, καὶ ἡ εὐσεβής τῆς εὐσεβέος.
ion 6 Τὰς εἰς ευς ληγούσας εὐθείας ἐπὶ γενικῆς διὰ τοῦ ηος ἐκφέρουσιν· Ἀχιλλεύς Ἀχιλλῆος, βασιλεύς βασιλῆος· κατὰ δὲ Ἡρόδοτον βασιλέος, καὶ κατὰ τοὺς νέους Ἴωνας. Τὰ εἰς ος λήγοντα οὐδέτερα διὰ τοῦ εος κλίνουσι· πλῆθος πλήθεος.
ion 8 Τὰς εἰς εις εὐθείας τῶν πληθυντικῶν τὰς ἀπὸ τῶν εἰς ευς εὐθειῶν ἑνικῶν γινομένας εἰς ηες διαλύουσιν· βασιλῆες, καὶ βασιλέες παρὰ τοῖς νεωτέροις. Τὰ εἰς αι πληθυντικὰ ἐπὶ τῆς γενικῆς διὰ τοῦ εων κλίνουσι· Πέρσαι Περσέων, Ἀθῆναι Ἀθηνέων, ἐπὶ πόλεως.
ion 9 καὶ νύμφαι νυμφέων. Τὰς δὲ ληγούσας δοτικὰς εἰς αις τῶν πληθυντικῶν μεταβάλλουσι, τρέποντες μὲν τὸ α εἰς η καὶ τὸ ι προσγράφοντες, τῷ δὲ ς προστιθεῖσιν ἕτερον ι , οἷον καλαῖς καλῇσι, Ἀθήναις Ἀθήνῃσι.
ion 11 Τὰς εἰς α ληγούσας μακρὸν εὐθείας τῶν θηλυκῶν εἰς η [αὐτὸ τὸ α ] τρέπουσιν· οἷον Ἥρα Ἥρη, χώρα χώρη, καὶ ὥρα ὥρη. Τῶν εἰς ω μέγα ληγουσῶν εὐθειῶν θηλυκῶν τὰς αἰτιατικὰς [αὐτῶν] εἰς ουν περατοῦσι· Λητώ Λητοῦν.
ion 13 Τὸ ι ἐνίων λέξεων ἐξαιροῦσι· τὸ πονεῖσθαι πονέσθαι λέγουσι. Τὰ εἰς ις θηλυκὰ διὰ τοῦ ιος κλίνουσι· σχέσις σχέσιος.
ion 15 Μετάθεσιν τῶν στοιχείων αὐτοὶ ποιοῦσιν, οἷον ἀντὶ καρδίας κραδίας. Τὸν ἐπαναδιπλασιασμὸν ποιοῦσι· λάχωσι λελάχωσιν.
ion 17 Ἀσυναίρετον τὴν δοτικὴν τῶν ἑνικῶν ἐκφέρουσι· βέλεϊ καὶ ἔγχεϊ. Ἀναστροφὰς καὶ ὑπερβατὰ ποιοῦνται, οἷον· τόνδε προσέφη ἀντὶ τοῦ πρὸς τόνδε ἔφη, καὶ· νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος ἤσθιον (α 8), ἀντὶ τοῦ κατήσθιον.
ion 19 Τὴν ἄρσιν τοῦ ι ἐκ τῆς 〈 ει 〉 διφθόγγου ποιοῦσιν· Ἑκτόρεος, χρύσεος, ἀντὶ τοῦ Ἑκτόρειος, χρύσειος. Διαίρεσιν τῶν εἰς ως ληγόντων ἐπιρρημάτων τῶν ἀπὸ τῶν εἰς ης ληγουσῶν εὐθειῶν ἀρσενικῶν γινομένων εἰς ε ποιοῦσιν, ἀτρεκέως ἀντὶ τοῦ ἀτρεκῶς.
ion 21 Ἐπὶ τῶν αὐτῶν στοιχείων τὰς προφορὰς τῶν τε ἐνεστώτων καὶ τῶν παρεληλυθότων ποιοῦσιν· ἔχω ἔχον, ἕλω ἕλον, ἀγαπῶ ἀγάπουν. Τὰς εἰς εις εὐθείας τῶν πληθυντικῶν εἰς εες μεταβάλλουσιν, ἀληθεῖς ἀληθέες· ἔτι καὶ τὰς ἀπὸ τῶν εἰς υς εὐθειῶν ἑνικῶν εἰς εις πληθυντικὰς εὐθείας· οἷον ὀξύς, ὀξεῖς, ὀξέες.
ion 23 Τὰ εἰς η πληθυντικὰ οὐδέτερα εἰς εα διαλύουσι· τείχεα, καὶ ἐπὶ τῆς γενικῆς τῶν πληθυντικῶν τειχέων λέγουσι. Τὸ υ ἀεὶ προστιθέασι ταῖς λέξεσιν ἐχούσαις τὸ ο μικρόν· ὄρος οὖρος, ὄνομα οὔνομα.
ion 25 Τὸ δισσὸν ς εἰς ξ τρέπουσι, δισσά διξά. Τῶν λέξεων ἐξαιροῦσι πολλάκις τὸ ι ἐκ τῆς διφθόγγου· τὸ γὰρ δείξω δέξω λέγουσι καὶ ἀπόδεξις.
ion 26 Τῶν μετοχῶν τὰς παθητικὰς διαλύουσι· λυπούμενος λυπεόμενος, ποιούμενος ποιεόμενος. Τὰς εἰς ων ληγούσας μετοχὰς τῆς πρώτης συζυγίας τῶν περισπωμένων διαλύουσι· φρονῶν φρονέων.
ion 28 Τὸν οὖν σύνδεσμον ὦν λέγουσιν. Ὅσα τῶν ῥημάτων εἰσὶ δασυνόμενα καὶ συντίθεται μετὰ προθέσεων, οὐ τρέπουσιν αὐτοὶ τὸ ψιλὸν εἰς δασύ, ἀλλὰ διὰ ψιλοῦ συμφώνου ἐκφέρουσι· κατορῶ ἀντὶ τοῦ καθορῶ.
ion 30 Τοῖς προτακτικοῖς ἄρθροις χρῶνται ἀντὶ ὑποτακτικῶν· τὸν θέλω ἀντὶ τοῦ ὃν θέλω, τὴν ἔπεμψα ἀντὶ τοῦ ἣν ἔπεμψα. Τῷ ω χρῶνται ἀντὶ τοῦ α .
ion 31 τὸν γὰρ ἄνθρωπον ὤνθρωπον λέγουσι καὶ τὸν ἄριστον ὤριστον. Τῷ ωυ ἀντὶ τοῦ αυ διφθόγγου κέχρηνται, οἷον θώυμα ἀντὶ τοῦ θαῦμα.
ion 33 [5] Αἱ τμήσεις τῶν Ἰώνων εἰσί· Πέλοπος νῆσος ἀντὶ τοῦ Πελοπόν〈ν〉ησος, ἄγριον αἶγα ἀντὶ τοῦ αἴγαγρον. Αἱ παραλήψεις τῶν ἀπαρεμφάτων ἀντὶ προστακτικῶν τῶν αὐτῶν εἰσιν· ἐλθὼν εἰς κλισίην Ἀγαμέμνονος Ἀτρείδαο πάντα μάλ’ ἀτρεκέως ἀγορευέμεν (Β 10) ἀντὶ τοῦ ἀγόρευε.
ion 35 [5] Αἱ παραλήψεις τῶν ἀρσενικῶν εὐθειῶν τῶν ὀνομάτων ἀντὶ τῶν γενικῶν· οἷον οἱ 〈δὲ〉 δύο σκόπελοι (μ 73) ἀντὶ τοῦ δυο〈ῖν〉 σκοπέλων καὶ τὸ ἄμφω δ’ ἑξομένω (Τ 211) ἀντὶ τοῦ ἀμφοτέρων. Μεταβάλλουσι δὲ καὶ τὸ η εἰς α βραχύ· μεμηκυῖα μεμακυῖα, λελησμένος λελασμένος.
ion 37 Τὸ μακρὸν α εἰς η τρέπουσι, οἱ δὲ νεώτεροι καὶ τὸ βραχὺ τρέπουσιν, ἀληθείην τὴν ἀλήθειαν λέγοντες. Αἱ κατὰ τὴν ἀρχὴν τῶν λέξεων ἀφαιρέσεις τῶν συμφώνων τῶν αὐτῶν εἰσί· λεῖβον εἶβον.
ion 38 ὁμοίως καὶ τῶν φωνηέντων· ἐκεῖνος κεῖνος, ἑορτή ὁρτή. Ἐπὶ τῶν ῥημάτων τῶν μετὰ προθέσεων συντιθεμένων προστιθέασι μεταξὺ τῶν τε προθέσεων καὶ τῶν ῥημάτων τὴν ων συλλαβήν, οἷον ἐξ ὦν εἷλον ἀντὶ τοῦ ἐξείλοντο, καὶ ἀπ’ ὦν ἔδοντο, ἀντὶ τοῦ ἀπέδοντο.
ion 40 Τὸ προερχόμενον ε κατὰ τοὺς παρῳχημένους ἀφαιροῦσι· τίκτεν ἀντὶ τοῦ ἔτικτεν, καὶ λέγεν ἀντὶ τοῦ ἔλεγεν. Τῷ π ἀντὶ τοῦ φ χρῶνται· ἀπικόμην ἀντὶ τοῦ ἀφικόμην, καὶ ἀπεῖλον ἀντὶ τοῦ ἀφεῖλον.
ion 41a Ἐν τοῖς τρίτοις προσώποις τῶν ῥημάτων τοῖς εἰς ι ἢ εἰς ε ψιλὸν λήγουσι καὶ ἐν ταῖς δοτικαῖς τῶν πληθυντικῶν καὶ συμφώνου ἐπιφερομένου ἐνίοτε προστιθέασι τὸ ν διὰ τὴν τοῦ μέτρου ἀνάγκην. Τοῖς ἐνεστῶσιν ἀντὶ τῶν ἀορίστων χρῶνται, ὡς τὸ ἵνα εἰδῶμεν ἀντὶ τοῦ ἵνα γνῶμεν.
ion 43 Αἱ προ〈σ〉θέσεις τοῦ ι τῶν Ἰώνων εἰσίν, οἷον κεινὴ ἀντὶ τοῦ κενή. Ἡ ἐναλλαγὴ τῆς οι διφθόγγου εἰς ες τῶν Ἰώνων ἐστίν· ἐρίηρες ἀντὶ τοῦ ἐρίηροι, καὶ υἱέες ἀντὶ τοῦ υἱοί καὶ υἱεῖς.
ion 45 Τῶν εἰς α ς ληγόντων οὐδετέρων καὶ διὰ τοῦ τος κλινομένων ἀποβάλλουσι τὸ τ καὶ κλίνουσι διὰ καθαροῦ τοῦ ος , οἷον κρέαος γήραος. Τὸ ἐθέρμανα καὶ ἐκάθαρα ἐθέρμηνα καὶ ἐκάθηρα λέγουσι διὰ τοῦ η .
ion 46 Τέλος τῶν Ἰωνικῶν ἰδιωμάτων. Ἡ Δωρὶς διάλεκτος τρέπει τὸ η εἰς α μακρόν· ἅλιος ἀντὶ τοῦ ἥλιος, ἁμέρα ἀντὶ τοῦ ἡμέρα.
dor 2 Τῷ α ἀντὶ τοῦ ω χρῆται ἐπὶ τῆς γενικῆς τῶν πληθυντικῶν· πασᾶν ἀντὶ τοῦ πασῶν. Τὸ ε καὶ ο εἰς τὴν ευ δίφθογγον κιρνᾷ· ἐμέο ἐμεῦ, σέο σε ῦ.
dor 4 [5] Τῷ ω ἀντὶ τοῦ ου χρῆται ἐπὶ τῶν ὀνομάτων· μῶσα ἀντὶ τοῦ μοῦσα, βωκόλος ἀντὶ τοῦ βουκόλος· ἐπὶ δὲ τῶν θηλυκῶν μετοχῶν τῶν τῇ ου διφθόγγῳ παραληγομένων ἀντὶ τῆς ου τῇ οι διφθόγγῳ χρῶνται· λέγοισα ἀντὶ τοῦ λέγουσα. Διπλασιασμοῖς τῶν αὐτῶν συμφώνων χρῶνται· ὅττι ἀντὶ τοῦ ὅτι, ὁππότε.
dor 6 Ἀφαιρέσεις τοῦ ι ποιοῦνται· ἔστι δὲ τοῦτο τὸ ἰδίωμα καὶ τῇ Ἀττικῇ διαλέκτῳ καὶ τῇ Αἰολίδι. Τὰς ἀποκοπὰς ποιεῖ· δῶ ἀντὶ τοῦ δῶμα, σκέπα ἀντὶ τοῦ σκέπασμα.
dor 8 Ἐπὶ τῶν εἰς ας ληγόντων ὀνομάτων, ὧν ἡ γενικὴ εἰς ου , διὰ τοῦ α τὴν γενικὴν ἐκφέρουσι· κοχλίας κοχλία, Παπίας Παπία. Τὰς εἰς ους ληγούσας γενικὰς τὰς ἀπὸ τῶν εἰς ης εὐθειῶν γινομένας διὰ τοῦ ευς ἐκφέρουσι· Διογένης Διογένους Διογένευς.
dor 10 Τὰς ἀπὸ τῶν εἰς ευς εὐθειῶν αἰτιατικὰς εἰς η συναιροῦσι· τὸν Τυδέα τὸν Τυδῆ, τὸν Ἰδομενέα τὸν Ἰδομενῆ, τὸν βασιλέα τὸν βασιλῆ. Ἐξαιροῦσιν ἐκ τῶν κλίσεων τὸ δ καὶ τὸ τ · Πάρις Πάριος κλίνουσι, καὶ οὐ Πάριδος, καὶ κρέας κρέαος, καὶ οὐ κρέατος, καὶ κέρας κέραος.
dor 12 Τὸ ι τῆς ει διφθόγγου ἀφαιροῦσιν ἐκ τῶν εὐθειῶν, οἷον χαρίες ἀντὶ τοῦ χαρίεις καὶ τιμῆες ἀντὶ τοῦ τιμήεις. Τὸ α καὶ ο εἰς α κιρνᾷ, οἷον Μενέλαος Μενέλας, καὶ Νικόλαος Νικόλας.
dor 14 Τὰ εἰς ιξ διὰ τοῦ γ κλινόμενα διὰ τοῦ κ κλίνεται· τέττιξ τέττικο ς. Τὴν διὰ τῶν δύο σς ἐκφερομένων τετάρτην συζυγίαν τῶν βαρυτόνων διὰ τοῦ ς καὶ γ ποφέρει· ὀρύσγω ἀντὶ τοῦ ὀρύσσω.
dor 16 Τὴν δὲ διὰ τοῦ ζ ἐκφερομένην συζυγίαν διὰ τοῦ ς καὶ δ προφέρει· φράσδω ἀντὶ τοῦ φράζω. Τὴν ἐν τῇ παραληγούσῃ τῶν Ἀττικῶν παρακειμένων βραχεῖαν συλλαβὴν μακρὰν ποιεῖ· ἀκήκουα λέγοντες ἀντὶ τοῦ ἀκήκοα.
dor 18 Τὸ ς τῶν τῆς τετάρτης συζυγίας μελλόντων εἰς τὸ ξ τρέπει, οἷον ἁρπάξω ἀντὶ τοῦ ἁρπάσω. Πάντας τοὺς ὁριστικοὺς μέλλοντας περισπᾷ· τυψῶ λέγουσι καὶ γραψῶ καὶ ποιησῶ.
dor 19 τοὺς δὲ μέσους μέλλοντας τούτων διὰ τῆς ου διφθόγγου ἐκφέρουσι· τυψοῦμαι λέγοντες καὶ γραψοῦμαι καὶ ποιησοῦμαι. Τὸ πεινήσω πεινά̆σ ω, τὸ διψήσω διψά̆σω λέγουσι.
dor 21 Τὸ ι ἐξαιρεῖ ἀπὸ τῶν λέξεων καὶ ἀναβιβάζει τὸν τόνον· λάβεν καὶ λάλεν λέγουσι ἀντὶ τοῦ λαβεῖν καὶ λαλεῖν. Προστίθησιν ἐπὶ τοῖς 〈εἰσ〉 ναι λήγουσιν ἀπαρεμφάτοις τὴν με συλλαβὴν πρὸ τῆς ναι · βήμεναι λέγουσιν ἀντὶ τοῦ βῆναι.
dor 23 Τοῖς ἄρθροις τοῖς ἀπὸ φωνήεντος ἀρχομένοις προστίθησι τὸ τ , τοὶ βοῦται καὶ τοὶ ποιμένες ἀντὶ τοῦ οἱ ποιμένες. Τὴν ἐκεῖνος ἀντωνυμίαν τῆνος λέγουσιν, ἀφαιροῦντες τὸ ε , τὸ δὲ κ τρέποντες εἰς τ , τὴν δὲ δίφθογγον διαιροῦσι καὶ τὸ μὲν ε εἰς η τρέπουσι, τὸ δὲ ι ἐκβάλλουσιν.
dor 25 Τὴν ὑπό πρόθεσιν ὑπαί λέγουσι. Τὸ ς εἰς τ τρέπουσι, τύ λέγοντες ἀντὶ τοῦ σύ.
dor 27 Τὸ συρίζω τυρίσδω λέγουσιν· ἐπὶ δὲ τοῦ δευτέρου καὶ τρίτου προσώπου ἀφαιροῦσι τὸ ι τῆς ει διφθόγγου· τυρίσδες ἀντὶ τοῦ συρίζεις καὶ τυρίσδε ἀντὶ τοῦ συρίζει. Τέλος τῶν Δωρικῶν ἰδιωμάτων. Ἡ Αἰολὶς τὸ β προστίθησι τῷ ρ , τοῦ υ ψιλοῦ ἐπιφερομένου ἢ τοῦ α , οἷον βρύτηρ λέγοντες ἀντὶ τοῦ ῥυτήρ, καὶ βράκος ἀντὶ τοῦ ῥάκος.
aeol 2 Τῷ π χρῆται ἀντὶ τοῦ μ , ὄππατα λέγοντες ἀντὶ τοῦ ὄμματα. Τὰ ἀμετάβολα διπλασιάζει· ἀγείρω καὶ Αἰολικῶς ἀγέρρω.
aeol 4 Προστίθησι τὸ υ ἐπὶ τοῦ ε · χεύαντας λέγουσι ἀντὶ τοῦ χέαντας. Τῷ υ ἀντὶ τοῦ ο χρῆται, ὔμοιον λέγοντες ἀντὶ τοῦ ὅμοιον, καὶ ὄνυμα ἀντὶ τοῦ ὄνομα, ἀφ’ οὗ καὶ τὸ συνώνυμος.
aeol 6 Ταῖς συγκοπαῖς χρῆται· ὦρσεν λέγουσιν ἀντὶ τοῦ ὥρμησεν. Τὰ ὀξύτονα τῶν ὀνομάτων παροξύνει· Ἄτρευς λέγοντες ἀντὶ τοῦ Ἀτρεύς, Πήλευς.
aeol 8 Τὰ μακρᾷ παραληγόμενα τῶν ῥημάτων βραχύνει· φθέρω λέγουσιν ἀντὶ τοῦ φθείρω καὶ λέβω ἀντὶ τοῦ λείβω. Τὰ εἰς ας λήγοντα ὀνόματα εἰς αις μεταποιεῖ· Θόαις λέγουσιν ἀντὶ τοῦ Θόας καὶ μέλαις ἀντὶ τοῦ μέλας, πλὴν τοῦ Αἴας καὶ τῶν ὁμοίων, διὰ τὴν ἐπαλληλίαν τῶν δύο διφθόγγων.
aeol 9 Αἴας γὰρ καὶ αὐτοὶ λέγουσι. Κλητικαῖς ἀντὶ εὐθειῶν χρῶνται, ὡς καὶ οἱ Ἀττικοί, ὁ ἱππότα λέγοντες ἀντὶ τοῦ ἱππότης.
aeol 10a Ὦ Ἄπολλον, καὶ ὦ Πόσιδον. Τὰς ἀπὸ τῶν εἰς αι εὐθειῶν γινομένας γενικὰς πληθυντικὰς διὰ τοῦ αων ἐκφέρουσι· νύμφαι νυμφάων, πύλαι πυλάων.
aeol 12 [5] Τὰ εὐκτικὰ τοῦ πρώτου ἀορίστου διὰ τοῦ εια προφέρουσιν, οἷον τύψεια λέγουσιν ἀντὶ τοῦ τύψαιμι. Ἰστέον δὲ ὅτι οἱ Βοιωτοὶ προστιθέασι τὸ ο ἐπὶ τῆς 〈εἰσ〉 α ληγούσης γενικῆς τῆς ἀπὸ τῶν εἰς ας εὐθειῶν γινομένης, οἷον Αἰνείας, ἡ γενικὴ κοινῶς μὲν Αἰνείου, Δωρικῶς δὲ Αἰνεία, καὶ προσθέσει τοῦ ο κατὰ τοὺς Βοιωτούς, Αἰνείαο.
aeol 14 [5] Τὸ η εἰς τὴν ει δίφθογγον τρέπουσιν οἱ Αἰολεῖς, εἵρωες λέγουσιν ἀντὶ τοῦ ἥρωες. Τὰς τῶν εἰς ευς ληγόντων ὀνομάτων γενικὰς διὰ τοῦ ιο προφέρουσι· βασιλίος λέγοντες ἀντὶ τοῦ βασιλέως καὶ Ἀχιλλίος ἀντὶ τοῦ Ἀχιλλέως· ὅθεν καὶ τὸ Ζεύς Διός κλίνουσι κατὰ τὴν αὐτὴν ἀκολουθίαν, ὅπερ ἐπεκράτησε καὶ παρὰ τοῖς κοινοῖς.
aeol 16 [5] Ἐπὶ τῶν μὴ ἐχόντων ῥημάτων τὴν μετοχὴν εἰς ς λήγουσαν μετ’ ὀξείας, ἰσοσύλλαβον ποιοῦσι τὸ τρίτον τῶν πληθυντικῶν τῷ πρώτῳ· οἷον ἐμάθομεν ἐμάθοσαν, εἴδομεν εἴδοσαν, ὅθεν τὸ παρὰ τῇ θείᾳ γραφῇ εἰρημένον (psalm. xcvii [xcviii], 4)· εἴδοσαν πάντα τὰ πέρατα τὸ σωτήριον τοῦ θεοῦ, Αἰολικὸν ἰδίωμά ἐστιν. Ἀντὶ θηλυκῶν ὀνομάτων ἀρσενικὰ λαμβάνει.
aeol 17 ἕσπερος λέγουσιν ἀντὶ τοῦ ἑσπέρα. Διὰ τῶν αὐτῶν στοιχείων τούς τε ἐνεστῶτας καὶ παρατατικοὺς ἐκφέρουσιν, οἷον ἔχω, καὶ ὁ παρατατικὸς ἔχον.
aeol 19 Τὸ τύπτε τύπτεσκε λέγουσι καὶ τὸ βόα βόασκε· καὶ τὸ εἱστήκειν εἱστήκεα καὶ τὸ ἐτετύφειν ἐτετύφεα· τὰ δὲ πληθυντικὰ εἱστήκεμεν καὶ ἐτετύφεμεν καὶ εἱστήκεσαν καὶ ἐτετύφεσαν. Τὰ δασέα εἰς ψιλὰ τρέπουσι, κύθρα λέγοντες ἀντὶ τοῦ χύτρα.
aeol 21 Τὸ δύνασαι καὶ ἐπίστασαι κατὰ ἀποβολὴν τοῦ ς ἐκφέρουσι· δύνααι καὶ ἐπίστααι, κατὰ δὲ συναίρεσιν τῶν δύο αα δύνῃ καὶ ἐπίστῃ, προσγραφομένου τοῦ ι . Τὸ ἐτύφθησαν ἐτύφθων λέγοντες καὶ τὸ ἐλήφθησαν ἐλήφθων.
aeol 22 Τέλος τῶν Αἰολικῶν ἰδιωμάτων. Ἡ Ἀτθὶς ἤγουν ἡ τῶν Ἀττικῶν διάλεκτος χρῆται τῇ περιττολογίᾳ, οἷον λέγω λόγον, καὶ τρέχω δρόμον.
att 2 [5] Τῶν αὐτῶν ἐστι καὶ ἡ ἔλλειψις· τύπτω ἀμφοτέραις, λείπει γὰρ τὸ χερσίν. Καὶ τούτων τῶν Ἀττικῶν ἐστι τὸ Λαμβάνειν τὸ 〈ἐν〉 οἷς ἀντὶ τοῦ διότι, καὶ τὸ οὕνεκα ἀντὶ τοῦ ὅτι, καὶ τὸ αὖ ἀντὶ τοῦ πάλιν, καὶ ἑκὼν εἶναι οὐ σιωπήσομαι, καὶ τὸ εἰς Ἅιδου, καὶ τρέχω τὸν περὶ ψυχῆς, καὶ τὸ τοῦ θράσους, τῆς ἀναιδείας.
att 4 Τούτων εἰσὶ καὶ αἱ ἐλλείψεις τῶν ἄρθρων, οἷον θεὸς ἦν μὲν ἀεί. Τούτων ἐστὶ καὶ ἡ ἔλλειψις τοῦ ὑπαρκτικοῦ ῥήματος.
att 6 Τούτων ἐστὶ καὶ τὸ ἀπὸ κοινοῦ λαμβάνειν τὰς λέξεις. Τούτων ἐστὶ καὶ ἡ ἀντίπτωσις, ἤγουν νυκτὸς καὶ ἡμέρας, ἀντὶ τοῦ νύκτα καὶ ἡμέραν.
att 8 Τούτων ἐστὶ τὸ λέγειν· ἔαρος μὲν ἀνθεῖ τὰ δένδρα, χειμῶνος δὲ ἀπανθεῖ, καὶ ἀντὶ τοῦ εἰπεῖν· δέον γεγενῆσθαι τόδε, λέγουσιν· ἐγένετο τόδε. καὶ τὸ λαμβάνειν πληθυντικὰ ἀντὶ ἑνικῶν. Τούτων ἐστὶ καὶ τὸ πραγματικῶς εἰς ἑνικὸν συντάσσειν τὰ πληθυντικά, οἷον ἀγαθὸν οἱ λόγοι· τουτέστιν ἀγαθὸν πρᾶγμα.
att 10 Τούτων ἐστὶ καὶ τὸ λέγειν· λεκτέα καὶ πρακτέα, ἀντὶ τοῦ λεκτέον καὶ πρακτέον. Τούτων ἐστὶ καὶ τὸ λέγειν· πολεμίαν ἵππον ἤλασε, καὶ πολὺν τὸν αἰχμάλωτον εἵλκυσε.
att 12 Τούτων ἐστὶ καὶ τὸ λαμβάνειν ὀνόματα εἰς τόπον ἐπιρρήματος, βαρὺς ἐπερράγη λέγοντες ἀντὶ τοῦ βαρέως. Τούτων ἐστὶ καὶ τὸ ἐπιφέρειν πληθυντικὸν ῥῆμα ἑνικῷ ὀνόματι, οἷον ὁ δῆμος κάθηνται.
att 14 Τούτων ἐστὶ καὶ τὸ ἀρσενικῶς ἐκφέρειν τὰ θηλυκά, οἷον στερὸς ἀνθρώπου φύσις ἀντὶ τοῦ στερά. Τούτων ἐστὶ καὶ τὸ λαμβάνειν τὰ συγκριτικὰ ἀντὶ τῶν ἁπλῶν, ἤγουν τῶν θετικῶν, καὶ τὸ λαμβάνειν τὰ ὑπερθετικὰ ἀντὶ συγκριτικῶν.
att 16 Τούτων ἐστὶ καὶ τὸ ἀπὸ μέρους συνεκδοχικῶς δηλοῦν τὸ ὅλον, οἷον ἔφαγον ἄρτου ἀντὶ τοῦ ἄρτον, καὶ ἔπινον οἴνου ἀντὶ τοῦ οἶνον. Τούτων ἐστὶ τὸ ἐκφέρειν εἰς ους τάς τε εὐθείας καὶ τὰς αἰτιατικὰς τὰς πληθυντικὰς ἐπὶ τῶν συγκριτικῶν, οἱ καλλίους λέγοντες ἀντὶ τοῦ οἱ καλλίονες, καὶ τοὺς καλλίους ἀντὶ τοὺς καλλίονας.
att 18 Τούτων ἐστὶ καὶ τὸ λέγειν ἐπὶ τῶν τρίτων προσώπων τῶν ῥημάτων τῶν προστακτικῶν λεγέσθω καὶ νοείσθων ἀντὶ τοῦ λεγέσθωσαν καὶ νοείσθωσαν. Καὶ τὴν γενικὴν τῶν πληθυντικῶν τῆς μετοχῆς ἀντὶ προστακτικοῦ τρίτου προσώπου τῶν πληθυντικῶν λαμβάνειν, τούτων ἐστί· ποιούντων καὶ λεγόντων ἀντὶ τοῦ ποιείτωσαν καὶ λεγέτωσαν.
att 20 [5] Τούτων ἐστὶ καὶ τὸ λέγειν ἀγωνίζομαι πρᾶγμα. καὶ Ἀριστοφάνης (eq. 614)· ἄγγειλον ἡμῖν πῶς τὸ πρᾶγμ’ ἠγωνίσω. τὸ γὰρ κοινὸν οὐχ οὕτως, ἀλλὰ ἀγωνίζομαι περὶ τοῦ πράγματος. Τούτων ἐστὶ καὶ τὸ λέγειν· ἀγάλλομαι ποιεῖν.
att 21 τὸ γὰρ κοινὸν οὐχ οὕτως, ἀλλὰ ἀγάλλομαι ποιῶν. καὶ τὸ οὐδέν λαμβάνειν ἀντὶ τοῦ οὐδαμῶς. Τούτων ἐστὶ καὶ ἡ κρᾶσις τοῦ α καὶ ε εἰς α μακρόν, οἷον τὰ ἐμά τἀμά.
att 23 Τούτων ἐστὶ καὶ ἡ κρᾶσις τοῦ ε καὶ ο εἰς τὴν ει δίφθογγον, οἷον πλέον πλεῖν. Τούτων εἰσὶ καὶ αἱ ἐπεκτάσεις· δευρί, νυνί.
att 25 Τούτων ἐστὶ καὶ ἡ κρᾶσις τοῦ ο καὶ ε εἰς τὴν ου δίφθογγον, οἷον τὸ ἔνδυμα τοὔνδυμα. Τούτων ἐστὶ καὶ ἡ χρῆσις τοῦ ρ ἀντὶ τοῦ ς · θάρρος λέγοντες ἀντὶ τοῦ θάρσος, καὶ ἄρρην ἀντὶ τοῦ ἄρσην.
att 27 Τούτων ἐστὶ καὶ ἡ τροπὴ τῶν δύο σς εἰς δύο ττ , θάλαττα λέγοντες ἀντὶ τοῦ θάλασσα. Τούτων ἐστὶ καὶ ἡ τροπὴ τοῦ ς εἰς ξ · ξύμβολον λέγοντες ἀντὶ τοῦ σύμβολον.
att 29 Τούτων ἐστὶ καὶ ἡ συναλοιφή· θοἰμάτιον λέγοντες ἀντὶ τοῦ τὸ ἱμάτιον. Τούτων ἐστὶ καὶ ἡ χρῆσις τῶν κλητικῶν ἀντὶ εὐθειῶν, ὡς καὶ οἱ Αἰολεῖς ποιοῦσιν, ἱππότα ἀντὶ τοῦ ἱππότης λέγοντες καὶ νεφεληγερέτα Ζεύς ἀντὶ τοῦ νεφεληγερέτης.
att 31 Τούτων ἐστὶ καὶ ἡ διὰ τοῦ εως κλίσις τῶν ἀπὸ τοῦ αος εὐθειῶν ὀξυνομένων ἢ καὶ προπαροξυνομένων, οἷον Μενέλαος καὶ Ἀττικῶς Μενέλεως, Νικόλαος καὶ Ἀττικῶς Νικόλεως, ναός καὶ Ἀττικῶς νεώς. Τούτων ἐστὶ καὶ ἡ διὰ τοῦ ω μεγάλου κλίσις ἐπὶ τῶν εἰς ις καὶ εἰς ευς εὐθειῶν· ὄφις ὄφεως, Ἀχιλλεύς Ἀχιλλέως.
att 33 [5] Τούτων ἐστὶ καὶ ἡ ἐπὶ τῶν γενικῶν συναίρεσις τῶν ἀπὸ τῶν εἰς ευς καθαρὸν εὐθειῶν· Ἐρετριεύς Ἐρετριέως καὶ κατὰ συναίρεσιν Ἀττικὴν Ἐρετριῶς· ἡ δὲ ἐπὶ τῶν μὴ καθαριευουσῶν τῶν Ἰώνων καὶ τῶν Δωριέων ἐστὶν ἰδίωμα. Τούτων ἐστὶ καὶ ἡ συναίρεσις τῶν δοτικῶν· τῷ βασιλεῖ καὶ Ἡρακλεῖ.
att 35 Τούτων ἐστὶ καὶ ἡ ἐπὶ τῶν ἀπὸ τοῦ πούς ὀνομάτων συντιθεμένων κατὰ ἀποβολὴν τοῦ ς κλίσις· τρίπους τρίπου. Τούτων ἐστὶ καὶ ἡ ἀπὸ τῶν εἰς ας οὐδετέρων εἰς ως κλίσις· κρέας κρέως.
att 37 Τούτων ἐστὶ καὶ ἡ ἐπὶ τῶν ῥημάτων τοῦ α καὶ ο εἰς ω μέγα κρᾶσις· ἐκρέμαο ἐκρέμω. Τούτων ἐστὶ καὶ ἡ κατὰ ἀποβολὴν τοῦ ς κλίσις ἐπὶ τῶν εἰς ως ληγόντων ὀνομάτων καὶ διὰ τοῦ τος κλινομένων ἢ διὰ τοῦ ος καθαροῦ, οἷον ὁ γέλως τοῦ γέλω, ὁ ἥρως τοῦ ἥρω.
att 39 Τούτων καὶ ἡ διὰ τοῦ ω μεγάλου τοῦ δύω γραφή. Τούτων ἐστὶ καὶ ἡ τῶν ἀπὸ προθέσεων ἀρχομένων ῥημάτων ἐπὶ τῶν παρῳχημένων αὔξησις· ἀντιβολῶ ἠντιβόλουν, ἀμφισβητῶ ἠμφισβήτουν.
att 41 [5] Τούτων ἐστὶ καὶ ἡ ἐπὶ τῶν δισυλλάβων ῥημάτων τῆς τε πρώτης καὶ δευτέρας συζυγίας τῶν βαρυτόνων κατὰ τὸν παρακείμενον τοῦ ε εἰς ο τροπή· λέλοχα ἀντὶ τοῦ λέλεχα. Τούτων καὶ ἡ ἐπὶ τῶν διὰ τοῦ ιζω ῥημάτων τῶν ὑπὲρ δύο συλλαβὰς τῶν τῷ ι παραληγομένων ἀποβολὴ τοῦ ἐν τῷ μέλλοντι ς καὶ ἀμοιβὴ τῆς βαρείας εἰς περισπωμένην· κουφίζω κουφίσω καὶ Ἀττικῶς κουφιῶ.
att 43 Τούτων ἐστὶ καὶ ἡ ἐπὶ τῶν εἰς μι εὐκτικῶν τῶν τῇ οι διφθόγγῳ παραληγομένων τροπὴ τοῦ μι εἰς ην , οἷον ποιοῖμι, καὶ Ἀττικῶς ποιοίην. Τέλος.