eul_wid: hcq-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Comic Fragments on Demagogues by Timocles B Comic Poet

The Comic Fragments on Demagogues is a modern compilation of 172 short passages attributed to the Athenian comic poet Timocles, who was active during the late 4th and early 3rd centuries BCE. Operating within the genre of Middle Comedy during the Hellenistic period, Timocles composed works that satirized contemporary Athenian politicians and popular leaders. The fragments, written in Attic Greek verse, are not excerpts from a single play but are thematically grouped quotations from his various lost comedies. They offer a window into the political and social critiques of an era when Athens had lost its political independence and was adjusting to Macedonian hegemony.

The complete texts of Timocles's plays have not survived. What remains are brief citations preserved by later authors, most notably Athenaeus in his Deipnosophistae, who referenced them primarily for their commentary on social customs and dining habits. Scholars value these fragments as important evidence for the evolution of Athenian comedy, marking a transition from the overtly political satire of the 5th century to the more generalized social observation and character types that characterized later periods. As such, they provide significant insight into the language, political concerns, and public figures of early Hellenistic Athens.

ΑΙΓΥΠΤΙΟΙ.
Πῶς ἂν μὲν οὖν σώσειεν ἶβις ἢ κύων;
ὅπου γὰρ εἰς τοὺς ὁμολογουμένους θεούς
ἀσεβοῦντες οὐ διδόασιν εὐθέως δίκην,
τίνʼ αἰελούρου βωμὸς ἐπιτρίψειεν ἄν;
ΒΑΛΑΝΕΙΟΝ.
ΔΑΚΤΥΛΙΟΣ.
Γαλεοὺς καὶ βατίδας ὅσα τε τῶν γενῶν
ἐν ὀξυλιπάρῳ τρίμματι σκευάζεται.
ΔΗΛΟΣ.
Α. Δημοσθένης τάλαντα πεντήκοντʼ ἔχει.
Β. μακάριος, εἴπερ μεταδίδωσι μηδενί.
Α. καὶ Μοιροκλῆς εἴληφε χρυσίον πολύ.
Β. ἀνόητος ὁ διδούς, εὐτυχὴς δʼ ὁ λαμβάνων.
Α. εἴληφε καὶ Δήμων τι καὶ Καλλισθένης.
Β. πένητες ἦσαν, ὥστε συγγνώμην ἔχω.
Α. ὅ τʼ ἐν λόγοισι δεινὸς Ὑπερείδης ἔχει.
Β. τοὺς ἰχθυοπώλας οὗτος ἡμῖν πλουτιεῖ,
ὀψοφάγος ὥστε τοὺς λάρους εἶναι Σύρους.
ΔΗΜΟΣΑΤΥΡΟΙ.
Οὐδʼ ὁ Χαβρίου Κτήσιππος ἔτι τρὶς κείρεται,
ἐν ταῖς γυναιξὶ λαμπρὸς οὐκ ἐν ἀνδράσιν.
ΔΙΟΝΥΣΙΑΖΟΥΣΑΙ.
Ὦ τᾶν, ἄκουσον ἤν τί σοι μέλλω λέγειν.
ἄνθρωπός ἐστι ζῷον ἐπίπονον φύσει,
καὶ πολλὰ λυπήρʼ ὁ βίος ἐν ἑαυτῷ φέρει.
παραψυχὰς οὖν φροντίδων ἀνεύρατο
ταύτας· ὁ γὰρ νοῦς τῶν ἰδίων λήθην λαβών
πρὸς ἀλλοτρίῳ τε ψυχαγωγηθεὶς πάθει,
μεθʼ ἡδονῆς ἀπῆλθε παιδευθεὶς ἅμα.
τοὺς γὰρ τραγῳδοὺς πρῶτον, εἰ βούλει, σκόπει
ὡς ὠφελοῦσι πάντας. ὁ μὲν ὢν γὰρ πένης
πτωχότερον αὑτοῦ καταμαθὼν τὸν Τήλεφον
γενόμενον ἤδη τὴν πενίαν ῥᾷον φέρει.
ὁ νοσῶν τι μανικὸν Ἀλκμέωνʼ ἐσκέψατο.
ὀφθαλμιᾷ τις, εἰσὶ Φινεῖδαι τυφλοί.
τέθνηκέ τῳ παῖς, ἡ Νιόβη κεκούφικεν.
χωλός τίς ἐστι, τὸν Φιλοκτήτην ὁρᾷ.
γέρων τις ἀτυχεῖ, κατέμαθεν τὸν Οἰνέα.
ἅπαντα γὰρ τὰ μείζονʼ ἢ πέπονθέ τις
ἀτυχήματʼ ἄλλοις γεγονότʼ ἐννοούμενος
τὰς αὐτὸς αὑτοῦ συμφορὰς ἧττον στένει.
ΔΙΟΝΥΣΟΣ.
Α. Ὁ δʼ Ἀχαρνικὸς Τηλέμαχος ἔτι δημηγορεῖ;
Β. οὗτος δʼ ἔοικε τοῖς νεωνήτοις Σύροις.
Α. πῶς ἢ τί πράττων; βούλομαι γὰρ εἰδέναι.
Β. θάργηλον οὗτος ἀγκάλῃ χύτραν φέρει.
ΔΡΑΚΟΝΤΙΟΝ.
Ἔπειτʼ ἐγὼ παράσιτον ἐπιτρέψω τινὶ
κακῶς λέγειν; ἥκιστά γʼ· οὐδέν ἐστι γὰρ
ἐν τοῖς τοιούτοις χρησιμώτερον γένος.
εἰ δʼ ἔστι τὸ φιλέταιρον ἕν τι τῶν καλῶν,
ἀνὴρ παράσιτος τοῦτο ποιεῖ διὰ τέλους.
ἐρᾷς, συνεραστὴς ἀπροφάσιστος γίγνεται.
πράττεις τι, πράξει συμπαρὼν ὅ τι ἂν δέῃ,
δίκαια ταὐτὰ τῷ τρέφοντι νενομικώς,
ἐπαινέτης θαυμαστὸς οἷος τῶν φίλων.
χαίρουσι δείπνων ἡδοναῖς ἀσυμβόλοις.
τίς δʼ οὐχὶ θνητῶν; ἢ τίς ἥρως ἢ θεὸς
ἀποδοκιμάζει τὴν τοιαύτην διατριβήν;
ἵνα μὴ δὲ πολλὰ μακρολογῶ διʼ ἡμέρας,
τεκμήριόν τι παμμέγεθες οἶμαί γʼ ἐρεῖν,
ὁ τῶν παρασίτων ὡς τετίμηται βίος·
γέρα γὰρ αὐτοῖς ταὐτὰ τοῖς τὠλύμπια
νικῶσι δίδοται χρηστότητος οὕνεκα,
σίτησις. οὗ γὰρ μὴ τίθενται συμβολαί,
πρυτανεῖα ταῦτα πάντα προσαγορεύεται.
ΕΠΙΣΤΟΛΑΙ.
Οἴμοι κακοδαίμων, ὡς ἐρῶ. μὰ τοὺς θεούς,
Τιθύμαλλος οὐδεπώποτʼ ἠράσθη φαγεῖν
οὕτω σφόδρʼ, οὐδὲ Κόρμος ἱμάτιον λαβεῖν,
οὐ Νεῖλος ἄλφιτʼ, οὐ Κόρυδος ἀσύμβολος
κινεῖν ὀδόντας.
Ὁ Δημοτίων δὲ παραμενεῖν αὑτῷ δοκῶν
τἀργύριον οὐκ ἐφείδετʼ, ἀλλὰ παρέτρεφεν
τὸν βουλόμενον. ὁ Χαιρεφῶν μὲν παντελῶς
οἴκαδε βαδίζειν ᾤετʼ, ὢ ταλάντατος.
καὶ μὴν ἔτι τοῦτʼ ἔστιν ἄξιον μόνον,
τὸν παραμασήτην λαμβάνει δίκρουν ξύλον·
οὔτʼ εὔρυθμος γάρ ἐστιν οὔτʼ ἀχρήματος.
ΕΠΙΧΑΙΡΕΚΑΚΟΣ.
Ἀγορὰν ἰδεῖν εὔοψον εὐποροῦντι μὲν
ἥδιστον, ἂν δʼ ἀπορῇ τις ἀθλιώτατον.
ὁ γοῦν Κόρυδος ἄκλητος, ὡς ἐμοὶ δοκεῖ,
γενόμενος ὠψώνει παρʼ αὑτὸν οἴκαδε.
ἦν δὲ τὸ πάθος γελοῖον, οἴμοι, τέτταρας
χαλκοῦς ἔχων ἄνθρωπος, ἐγχέλεις ὁρῶν
θύννεια νάρκας καράβους· ᾑμωδία.
καὶ ταῦτα πάντα μὲν περιελθὼν ἤρετο
ὁπόσου, πυθόμενος δʼ ἀπέτρεχʼ εἰς τὰς μεμβράδας.
ΗΡΩΕΣ.
Οὐκοῦν κελεύεις νῦν με πάντα μᾶλλον ἢ
τὰ προσόντα φράζειν. πάνυ γε δράσω τοῦτό σοι.
Β. καὶ πρῶτα μέν σοι παύσεται Δημοσθένης
ὀργιζόμενος. Α. ὁ ποῖος; Β. ὁποῖος; ὁ Βριάρεως,
ὁ τοὺς καταπέλτας τάς τε λόγχας ἐσθίων,
μισῶν λόγους ἄνθρωπος, οὐδὲ πώποτε
ἀντίθετον εἰπὼν οὐδέν, ἀλλʼ Ἄρη βλέπων.
Ὡς δʼ ἦν ἠρμένη
βίου τιθήνη, πολεμία λιμοῦ, φύλαξ
φιλίας, ἰατρὸς ἐκλύτου βουλιμίας,
τράπεζα. Β. περιέργως γε νὴ τὸν οὐρανόν,
ἐξὸν φράσαι τράπεζα συντόμως.
ΙΚΑΡΙΟΙ ΣΑΤΥΡΟΙ.
Ἄνυτος ὁ παχὺς πρὸς Πυθιονίκην ὅταν
ἐλθὼν φάγῃ τι· καλεῖ γὰρ αὐτόν, ὥς φασιν,
ὁπόταν Χαιρεφίλου τοὺς δύο σκόμβρους
ξενίσῃ μεγάλους ἡδομένη.
Ἡ Πυθιονίκη δʼ ἀσμένως σε δέξεται,
καί σου κατέδεται τυχὸν ἴσως ἃ νῦν ἔχεις
λαβὼν παρʼ ἡμῶν δῶρʼ· ἄπληστός ἐστι γάρ,
ὅμως δὲ δοῦναί σοι κέλευσον σαργάνας
αὐτήν· ταρίχους εὐπόρως γὰρ τυγχάνει
ἔχουσα καὶ σύνεστι σαπέρδαις δυσίν,
καὶ ταῦτʼ ἀνάλτοις καὶ πλατυρρύγχοις τισίν.
Τόν τʼ ἰχθυόρρουν ποταμὸν Ὑπερείδην πέρα,
ὃς ἠπίαις φωναῖσιν ἔμφρονος λόγου
κόμποις παφλάζων ἡπίοις πυκνώμασιν
πρὸς πᾶν δύσας ἔχει,
μισθωτὸς ἄρδει πεδία τοῦ δεδωκότος.
Ὥστʼ ἔχειν οὐδὲν παρʼ ἡμῖν· νυκτερεύσας δʼ ἀθλίως
πρῶτα μὲν σκληρῶς καθεῦδον, εἶτα Θούδιππος ὁ λέων
παντελῶς ἔπηξεν ἡμᾶς, εἶθʼ ὁ λιμὸς ἥπτετο.
ἐφέρετο πρὸς Δίωνα τὸν διάπυρον· ἀλλὰ γὰρ
οὐδʼ ἐκεῖνος οὐδὲν εἶχε. πρὸς δὲ τὸν χρηστὸν δραμὼν
Τηλέμαχον Ἀχαρνέα σωρόν τε κυάμων καταλαβὼν
ἁρπάσας τούτων ἐνέτραγον. ὁ δʼ ὄνος ἡμᾶς ὡς ὁρᾷ,
Κηφισόδωρος περὶ τὸ βῆμʼ ἐπέρδετο.
ΚΑΥΝΙΟΙ.
Ἤδη προσενήνεκται. τί μέλλεις; σπεύδετε,
ὦ τᾶν. ὁ γὰρ Τιθύμαλλος οὕτως ἀνεβίω
κομιδῇ τεθνηκώς, τῶν ἀνʼ ὀκτὼ τοὐβολοῦ
θέρμους μαλάξας. οὐκ ἀπεκαρτέρησε γὰρ
ἐκεῖνος, ἀλλʼ ἐκαρτέρησʼ, ὦ φίλτατε,
πίνων.
ΚΕΝΤΑΥΡΟΣ Η ΔΕΞΑΜΕΝΟΣ.
Τιθύμαλλον αὐτὸν καὶ παράσιτον ἀποκαλῶν.
ΚΟΝΙΣΑΛΟΣ.
Πατάξω τʼ ἴσον ἴσῳ ποτηρίοις
μεγάλοις ἅπασαν τὴν ἀλήθειαν φράσαι.
ΛΗΘΗ.
Μετὰ τοῦτον αὐτῷ Τηλέμαχος συνετύγχανεν.
καὶ τοῦτον ἀσπασάμενος ἡδέως πάνυ
ἔπειτα «χρῆσόν μοι σύ, φησί, τὰς χύτρας
ἐν αἷσιν ἧψες τοὺς κυάμους.» καὶ ταῦτά τε
εἴρητο καὶ παριόντα Φείδιππον πάνυ
τὸν Χαιρεφίλου πόρρωθεν ἀπιδὼν τὸν παχὺν
ἐπόππυσεν, εἶτʼ ἐκέλευσε πέμπειν σαργάνας.
ΜΑΡΑΘΩΝΙΟΙ.
Ὅσον τὸ μεταξὺ μετὰ κορίσκης ἢ μετὰ
χαμαιτύπης τὴν νύκτα κοιμᾶσθαι, βαβαί.
ἡ στιφρότης, τὸ χρῶμα, πνεῦμα, δαίμονες,
τό τε μὴ σφόδρʼ εἶναι πάνθʼ ἕτοιμα, δεῖν δέ τι
ἀγωνιᾶσαι καὶ ῥαπισθῆναί τε καὶ
πληγὰς λαβεῖν ἁπαλαῖσι χερσίν· ἡδύ γε
νὴ τὸν Δία τὸν μέγιστον.
ΝΕΑΙΡΑ.
Ἀλλʼ ἔγωγʼ ὁ δυστυχὴς
Φρύνης ἐρασθείς, ἡνίκʼ ἔτι τὴν κάππαριν
συνέλεγεν οὔπω τʼ εἶχεν ὅσαπερ νῦν ἔχει,
πάμπολλʼ ἀναλίσκων ἐφʼ ἑκάστῳ τῆς θύρας
ἀπεκλειόμην.
Ἔπειτα διά τε ταῦτʼ ἀναρίστητος ὤν.
ΟΡΕΣΤΑΥΤΟΚΛΕΙΔΗΣ.
Περὶ δὲ τὸν πανάθλιον
εὕδουσι γρᾶες, Νάννιον, Πλαγγών, Λύκα,
Γνάθαινα, Φρύνη, Πυθιονίκη, Μυρρίνη,
Χρυσίς, Κοναλλίς, Ἱερόκλεια, Λοπάδιον.
ΠΟΛΥΠΡΑΓΜΩΝ.
Εἶθʼ ὁ Καλλιμέδων ἄφνω
ὁ Κάραβος προσῆλθεν, ἐμβλέπων δʼ ἐμοί,
ὡς γοῦν ἐδόκει, πρὸς ἕτερον ἄνθρωπόν τινα
ἐλάλει, συνιεὶς δʼ οὐδὲν εἰκότως ἐγώ
ὧν ἔλεγεν ἐπένευον διακενῆς· τῷ δʼ ἄρα
βλέπουσι χωρὶς καὶ δοκοῦσιν αἱ κόραι.
ΠΟΝΤΙΚΟΣ.
Πολλοὺς γὰρ ἐνίοθʼ ἡ πενία βιάζεται
ἀνάξιʼ αὑτῶν ἔργα παρὰ φύσιν ποιεῖν.
ΠΟΡΦΥΡΑ.
ΠΥΚΤΗΣ.
Εὑρήσεις δὲ τῶν ἐπισιτίων
τούτων τινάς, οἳ δειπνοῦσιν ἐσφυδωμένοι
τἀλλότριʼ, ἑαυτοὺς ἀντὶ κωρύκων δέρειν
παρέχοντες ἀθληταῖσιν.
ΣΑΠΦΩ.
Ὁ Μισγόλας οὐ προσιέναι σοι φαίνεται,
ἀνθοῦσι τοῖς νέοισιν ἠρεθισμένος.
ΣΥΝΕΡΙΘΟΙ.
Τοῖς μὲν τεθνεῶσιν ἔλεος ἐπιεικὴς θεός,
τοῖς ζῶσι δʼ ἕτερον ἀνοσιώτατον φθόνος.
ΦΙΛΟΔΙΚΑΣΤΗΣ.
Ἀνοίγετʼ ἤδη τὰς θύρας, ἵνα πρὸς τὸ φῶς
ὦμεν καταφανεῖς μᾶλλον, ἐφοδεύων ἐὰν
βούληθʼ ὁ γυναικονόμος τὸν ἀριθμὸν λαμβάνειν,
κατὰ τὸν νόμον τὸν καινὸν ὅπερ εἴωθε δρᾶν,
τῶν ἑστιωμένων. ἔδει δὲ τοὔμπαλιν
τὰς τῶν ἀδείπνων ἐξετάζειν οἰκίας.
ΨΕΥΔΟΛΗιΣΤΑΙ.
Καταμαθὼν δὲ κειμένην
θερμὴν σκάφην θερμῶν ἰπνιτῶν ἤσθιον.
Ὅστις φοβεῖται τὸν πατέρα κᾀσχύνεται,
οὗτος πολίτης ἀγαθὸς ἔσται κατὰ λόγον,
καὶ τοὺς πολεμίους δυνάμενος κακῶς ποιεῖν.
Τἀργύριόν ἐστιν αἷμα καὶ ψυχὴ βροτοῖς.
ὅστις δὲ μὴ ἔχει τοῦτο μηδʼ ἐκτήσατο,
οὗτος μετὰ ζώντων τεθνηκὼς περιπατεῖ.
Χῖοι πολὺ
ἄριστʼ ἀνευρήκασιν ὀψαρτυτικήν.
Μὰ γῆν, μὰ κρήνας, μὰ ποταμούς, μὰ νάματα.
Σῦκʼ ἔλαιον ἰσχάδας μέλι.
Β. σὺ μὲν εἰρεσιώνην οὐ γεωργίαν λέγεις.