eul_wid: izc-ad
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Idylls by Theocritus of Syracuse

The Idylls are a collection of short poems by Theocritus of Syracuse, composed in the 3rd century BCE during the Hellenistic period. Written primarily in a literary Doric Greek dialect, these works are the foundational texts of the pastoral, or bucolic, genre. The traditional collection comprises thirty poems, though the authorship of several is disputed. The term "idyll," meaning "little picture," aptly reflects the poems' characteristic vivid, miniature scenes.

The collection is notably diverse in its subjects and settings. While the most celebrated idylls are set in an idealized countryside and feature herdsmen singing, competing in musical contests, and lamenting love, the corpus also encompasses urban mimes, mythological narratives, and encomiastic poems praising Theocritus's royal patron, Ptolemy II Philadelphus of Alexandria. This variety indicates the poems were crafted for a sophisticated, cosmopolitan audience capable of appreciating both the stylized simplicity of rural life and the refined complexities of courtly poetry. Scholars interpret the bucolic scenes not as naive folk art but as a highly literary construction exploring universal themes such as desire, artistic creation, and loss.

The text has survived largely intact through medieval manuscripts, the most substantial being a 13th-century codex. The corpus as it exists today was likely assembled by later scholars in antiquity, which accounts for the inclusion of poems of doubtful authenticity. Theocritus's work directly inspired Virgil's Eclogues and established the pastoral tradition that would profoundly influence European literature for centuries.

ΘΕΟΚΡΙΤΟΥ ΘΥΡΣΙΣ Η ΩΙΔΗ
Θύρσις Ἁδύ τι τὸ ψιθύρισμα καὶ ἁ πίτυς, αἰπόλε, τήνα,
ἁ ποτὶ ταῖς παγαῖσι, μελίσδεται, ἁδὺ δὲ καὶ τύ
συρίσδες· μετὰ Πᾶνα τὸ δεύτερον ἆθλον ἀποισῇ.
αἴ κα τῆνος ἕλῃ κεραὸν τράγον, αἶγα τὺ λαψῇ·
αἴ κα δʼ αἶγα λάβῃ τῆνος γέρας, ἐς τὲ καταρρεῖ
ἁ χίμαρος· χιμάρω δὲ καλὸν κρέας, ἔστε κʼ ἀμέλξῃς.
Αἰπόλος ἅδιον, ὦ ποιμήν, τὸ τεὸν μέλος ἢ τὸ καταχές
τῆνʼ ἀπὸ τᾶς πέτρας καταλείβεται ὑψόθεν ὕδωρ.
αἴ κα ταὶ Μοῖσαι τὰν οἴιδα δῶρον ἄγωνται,
ἄρνα τὺ σακίταν λαψῇ γέρας· αἰ δέ κʼ ἀρέσκῃ
τήναις ἄρνα λαβεῖν, τὺ δὲ τὰν ὄιν ὕστερον ἀξῇ.
Θύρσις λῇς ποτὶ τᾶν Νυμφᾶν, λῇς, αἰπόλε, τεῖδε καθίξας,
ὡς τὸ κάταντες τοῦτο γεώλοφον αἵ τε μυρῖκαι,
συρίσδεν; τὰς δʼ αἶγας ἐγὼν ἐν τῷδε νομευσῶ.
Αἰπόλος οὐ θέμις, ὦ ποιμήν, τὸ μεσαμβρινὸν οὐ θέμις ἄμμιν
συρίσδεν. τὸν Πᾶνα δεδοίκαμες· ἦ γὰρ ἀπʼ ἄγρας
τανίκα κεκμακὼς ἀμπαύεται· ἔστι δὲ πικρός,
καί οἱ ἀεὶ δριμεῖα χολὰ ποτὶ ῥινὶ κάθηται.
ἀλλὰ τὺ γὰρ δή, Θύρσι, τὰ Δάφνιδος ἄλγεʼ ἀείδες
καὶ τᾶς βουκολικᾶς ἐπὶ τὸ πλέον ἵκεο μοίσας,
δεῦρʼ ὑπὸ τὰν πτελέαν ἑσδώμεθα τῶ τε Πριήπω
καὶ τᾶν κρανίδων κατεναντίον, ᾇπερ ὁ θῶκος
τῆνος ὁ ποιμενικὸς καὶ ταὶ δρύες. αἰ δέ κʼ ἀείσῃς
ὡς ὅκα τὸν Λιβύαθε ποτὶ Χρόμιν ᾆσας ἐρίσδων,
αἶγά τέ τοι δωσῶ διδυματόκον ἐς τρὶς ἀμέλξαι,
ἃ δύʼ ἔχοισʼ ἐρίφως ποταμέλγεται ἐς δύο πέλλας,
καὶ βαθὺ κισσύβιον κεκλυσμένον ἁδέι κηρῷ,
ἀμφῶες, νεοτευχές, ἔτι γλυφάνοιο ποτόσδον.
τῶ ποτὶ μὲν χείλη μαρύεται ὑψόθι κισσός,
κισσὸς ἑλιχρύσῳ κεκονιμένος· ἁ δὲ κατʼ αὐτόν
καρπῷ ἕλιξ εἱλεῖται ἀγαλλομένα κροκόεντι.
ἔντοσθεν δὲ γυνά, τι θεῶν δαίδαλμα, τέτυκται,
ἀσκητὰ πέπλῳ τε καὶ ἄμπυκι· πὰρ δέ οἱ ἄνδρες
καλὸν ἐθειράζοντες ἀμοιβαδὶς ἄλλοθεν ἄλλος
νεικείουσʼ ἐπέεσσι· τὰ δʼ οὐ φρενὸς ἅπτεται αὐτᾶς·
ἀλλʼ ὅκα μὲν τῆνον ποτιδέρκεται ἄνδρα γέλαισα,
ἄλλοκα δʼ αὖ ποτὶ τὸν ῥιπτεῖ νόον· οἳ δʼ ὑπʼ ἔρωτος
δηθὰ κυλοιδιόωντες ἐτώσια μοχθίζοντι.
τοῖς δὲ μετὰ γριπεύς τε γέρων πέτρα τε τέτυκται
λεπράς, ἐφʼ ᾇ σπεύδων μέγα δίκτυον ἐς βόλον ἕλκει
ὁ πρέσβυς, κάμνοντι τὸ καρτερὸν ἀνδρὶ ἐοικώς.
φαίης κεν γυίων νιν ὅσον σθένος ἐλλοπιεύειν,
ὧδέ οἱ ᾠδήκαντι κατʼ αὐχένα πάντοθεν ἶνες
καὶ πολιῷ περ ἐόντι· τὸ δὲ σθένος ἄξιον ἅβας.
τυτθὸν δʼ ὅσσον ἄπωθεν ἁλιτρύτοιο γέροντος
περκναῖσι σταφυλαῖσι καλὸν βέβριθεν ἀλωά,
τὰν ὀλίγος τις κῶρος ἐφʼ αἱμασιαῖσι φυλάσσει
ἥμενος· ἀμφὶ δέ νιν δύʼ ἀλώπεκες, ἃ μὲν ἀνʼ ὄρχως
φοιτῇ σινομένα τὰν τρώξιμον, ἃ δʼ ἐπὶ πήρᾳ
πάντα δόλον τεύχοισα τὸ παιδίον οὐ πρὶν ἀνησεῖν
φατὶ πρὶν ἢ ἀκράτιστον ἐπὶ ξηροῖσι καθίξῃ.
αὐτὰρ ὅγʼ ἀνθερίκοισι καλὰν πλέκει ἀκριδοθήραν
σχοίνῳ ἐφαρμόσδων· μέλεται δέ οἱ οὔτε τι πήρας
οὔτε φυτῶν τοσσῆνον ὅσον περὶ πλέγματι γαθεῖ.
παντᾷ δʼ ἀμφὶ δέπας περιπέπταται ὑγρὸς ἄκανθος,
αἰπολικὸν θάημα· τέρας κέ τυ θυμὸν ἀτύξαι.
τῶ μὲν ἐγὼ πορθμῆι Καλυδνίῳ αἶγά τʼ ἔδωκα
ὦνον καὶ τυρόεντα μέγαν λευκοῖο γάλακτος·
οὐδέ τί πω ποτὶ χεῖλος ἐμὸν θίγεν, ἀλλʼ ἔτι κεῖται
ἄχραντον. τῷ κά τυ μάλα πρόφρων ἀρεσαίμαν
αἴ κά μοι τύ, φίλος, τὸν ἐφίμερον ὕμνον ἀείσῃς.
κοὔτι τυ κερτομέω. πόταγʼ, ὠγαθέ· τὰν γὰρ ἀοιδάν
οὔ τί πᾳ εἰς Ἀίδαν γε τὸν ἐκλελάθοντα φυλαξεῖς.
Θύρσις Ἄρχετε βουκολικᾶς, Μοῖσαι φίλαι, ἄρχετʼ ἀοιδᾶς.
Θύρσις ὅδʼ ὡξ Αἴτνας, καὶ Θύρσιδος ἁδέα φωνά.
πᾷ ποκʼ ἄρʼ ἦσθʼ, ὅκα Δάφνις ἐτάκετο, πᾷ ποκα, Νύμφαι;
ἦ κατὰ Πηνειῶ καλὰ τέμπεα, ἢ κατὰ Πίνδω;
οὐ γὰρ δὴ ποταμοῖο μέγαν ῥόον εἴχετʼ Ἀνάπω,
οὐδʼ Αἴτνας σκοπιάν, οὐδʼ Ἄκιδος ἱερὸν ὕδωρ.
ἄρχετε βουκολικᾶς, Μοῖσαι φίλαι, ἄρχετʼ ἀοιδᾶς.
τῆνον μὰν θῶες, τῆνον λύκοι ὠρύσαντο,
τῆνον χὠκ δρυμοῖο λέων ἔκλαυσε θανόντα.
ἄρχετε βουκολικᾶς, Μοῖσαι φίλαι, ἄρχετʼ ἀοιδᾶς.
πολλαί οἱ πὰρ ποσσὶ βόες, πολλοὶ δέ τε ταῦροι,
πολλαὶ δὲ δαμάλαι καὶ πόρτιες ὠδύραντο.
ἄρχετε βουκολικᾶς, Μοῖσαι φίλαι, ἄρχετʼ ἀοιδᾶς.
ἦνθʼ Ἑρμᾶς πράτιστος ἀπʼ ὤρεος, εἶπε δὲ «Δάφνι,
τίς τυ κατατρύχει; τίνος, ὠγαθέ, τόσσον ἔρασαι;»
ἄρχετε βουκολικᾶς, Μοῖσαι φίλαι, ἄρχετʼ ἀοιδᾶς
ἦνθον τοὶ βοῦται, τοὶ ποιμένες, ᾡπόλοι ἦνθον·
πάντες ἀνηρώτευν τί πάθοι κακόν. ἦνθʼ ὁ Πρίηπος
κἤφα «Δάφνι τάλαν, τί τὺ τάκεαι; ἁ δέ τυ κώρα
πάσας ἀνὰ κράνας, πάντʼ ἄλσεα ποσσὶ φορεῖται—
ἄρχετε βουκολικᾶς, Μοῖσαι φίλαι, ἄρχετʼ ἀοιδᾶς—
ζάτεισʼ· ἆ δύσερώς τις ἄγαν καὶ ἀμήχανος ἐσσί.
βούτας μὲν ἐλέγευ, νῦν δʼ αἰπόλῳ ἀνδρὶ ἔοικας.
ᾡπόλος, ὅκκʼ ἐσορῇ τὰς μηκάδας οἷα βατεῦνται,
τάκεται ὀφθαλμὼς ὅτι οὐ τράγος αὐτὸς ἔγεντο.
ἄρχετε βουκολικᾶς, Μοῖσαι φίλαι, ἄρχετʼ ἀοιδᾶς.
καὶ τὺ δʼ ἐπεί κʼ ἐσορῇς τὰς παρθένος οἷα γελᾶντι,
τάκεαι ὀφθαλμὼς ὅτι οὐ μετὰ ταῖσι χορεύεις.»
τὼς δʼ οὐδὲν ποτελέξαθʼ ὁ βουκόλος, ἀλλὰ τὸν αὑτῶ
ἄνυε πικρὸν ἔρωτα, καὶ ἐς τέλος ἄνυε μοίρας.
ἄρχετε βουκολικᾶς, Μοῖσαι, πάλιν ἄρχετʼ ἀοιδᾶς.
ἦνθέ γε μὰν ἁδεῖα καὶ ἁ Κύπρις γελάοισα,
λάθρη μὲν γελάοισα, βαρὺν δʼ ἀνὰ θυμὸν ἔχοισα,
κεἶπε «τύ θην τὸν Ἔρωτα κατεύχεο, Δάφνι, λυγιξεῖν·
ἦ ῥʼ οὐκ αὐτὸς Ἔρωτος ὑπʼ ἀργαλέω ἐλυγίχθης;»
ἄρχετε βουκολικᾶς, Μοῖσαι, πάλιν ἄρχετʼ ἀοιδᾶς.
τὰν δʼ ἄρα χὠ Δάφνις ποταμείβετο· «Κύπρι βαρεῖα,
Κύπρι νεμεσσατά, Κύπρι θνατοῖσιν ἀπεχθής,
ἤδη γὰρ φράσδῃ πάνθʼ ἅλιον ἄμμι δεδύκειν;
Δάφνις κἠν Ἀίδα κακὸν ἔσσεται ἄλγος Ἔρωτι.
ἄρχετε βουκολικᾶς, Μοῖσαι, πάλιν ἄρχετʼ ἀοιδᾶς.
οὐ λέγεται τὰν Κύπριν ὁ βουκόλος; ἕρπε ποτʼ Ἴδαν,
ἕρπε ποτʼ Ἀγχίσαν· τηνεὶ δρύες ἠδὲ κύπειρος,
αἱ δὲ καλὸν βομβεῦντι ποτὶ σμάνεσσι μέλισσαι.
ἄρχετε βουκολικᾶς, Μοῖσαι, πάλιν ἄρχετʼ ἀοιδᾶς.
ὡραῖος χὤδωνις, ἐπεὶ καὶ μῆλα νομεύει
καὶ πτῶκας βάλλει καὶ θηρία πάντα διώκει.
ἄρχετε βουκολικᾶς, Μοῖσαι, πάλιν ἄρχετʼ ἀοιδᾶς.
αὖτις ὅπως στασῇ Διομήδεος ἆσσον ἰοῖσα,
καὶ λέγε “τὸν βούταν νικῶ Δάφνιν, ἀλλὰ μάχευ μοι”
ἄρχετε βουκολικᾶς, Μοῖσαι, πάλιν ἄρχετʼ ἀοιδᾶς.
ὦ λύκοι, ὦ θῶες, ὦ ἀνʼ ὤρεα φωλάδες ἄρκτοι,
χαίρεθʼ· ὁ βουκόλος ὔμμιν ἐγὼ Δάφνις οὐκέτʼ ἀνʼ ὕλαν,
οὐκέτʼ ἀνὰ δρυμώς, οὐκ ἄλσεα. χαῖρʼ, Ἀρέθοισα,
καὶ ποταμοὶ τοὶ χεῖτε καλὸν κατὰ Θύβριδος ὕδωρ.
ἄρχετε βουκολικᾶς, Μοῖσαι, πάλιν ἄρχετʼ ἀοιδᾶς.
Δάφνις ἐγὼν ὅδε τῆνος ὁ τὰς βόας ὧδε νομεύων,
Δάφνις ὁ τὼς ταύρως καὶ πόρτιας ὧδε ποτίσδων.
ἄρχετε βουκολικᾶς, Μοῖσαι, πάλιν ἄρχετʼ ἀοιδᾶς.
ὦ Πὰν Πάν, εἴτʼ ἐσσὶ κατʼ ὤρεα μακρὰ Λυκαίω,
εἴτε τύγʼ ἀμφιπολεῖς μέγα Μαίναλον, ἔνθʼ ἐπὶ νᾶσον
τὰν Σικελάν, Ἑλίκας δὲ λίπε ῥίον αἰπύ τε σᾶμα
τῆνο Λυκαονίδαο, τὸ καὶ μακάρεσσιν ἀγητόν.
λήγετε βουκολικᾶς, Μοῖσαι, ἴτε λήγετʼ ἀοιδᾶς.
ἔνθʼ, ὦναξ, καὶ τάνδε φέρευ πακτοῖο μελίπνουν
ἐκ κηρῶ σύριγγα καλὸν περὶ χεῖλος ἑλικτάν·
ἦ γὰρ ἐγὼν ὑπʼ Ἔρωτος ἐς Ἅιδαν ἕλκομαι ἤδη.
λήγετε βουκολικᾶς, Μοῖσαι, ἴτε λήγετʼ ἀοιδᾶς.
νῦν ἴα μὲν φορέοιτε βάτοι, φορέοιτε δʼ ἄκανθαι,
ἁ δὲ καλὰ νάρκισσος ἐπʼ ἀρκεύθοισι κομάσαι,
πάντα δʼ ἄναλλα γένοιτο, καὶ ἁ πίτυς ὄχνας ἐνείκαι,
Δάφνις ἐπεὶ θνάσκει, καὶ τὰς κύνας ὥλαφος ἕλκοι,
κἠξ ὀρέων τοὶ σκῶπες ἀηδόσι γαρύσαιντο.»
λήγετε βουκολικᾶς, Μοῖσαι, ἴτε λήγετʼ ἀοιδᾶς.
χὢ μὲν τόσσʼ εἰπὼν ἀπεπαύσατο· τὸν δʼ Ἀφροδίτα
ἤθελʼ ἀνορθῶσαι· τά γε μὰν λίνα πάντα λελοίπει
ἐκ Μοιρᾶν, χὠ Δάφνις ἔβα ῥόον. ἔκλυσε δίνα
τὸν Μοίσαις φίλον ἄνδρα, τὸν οὐ Νύμφαισιν ἀπεχθῆ.
λήγετε βουκολικᾶς, Μοῖσαι, ἴτε λήγετʼ ἀοιδᾶς.
καὶ τὺ δίδου τὰν αἶγα τό τε σκύφος, ὥς κεν ἀμέλξας
σπείσω ταῖς Μοίσαις. ὦ χαίρετε πολλάκι, Μοῖσαι,
χαίρετʼ· ἐγὼ δʼ ὔμμιν καὶ ἐς ὕστερον ἅδιον ᾀσῶ.
Αἰπόλος πλῆρές τοι μέλιτος τὸ καλὸν στόμα, Θύρσι, γένοιτο,
πλῆρες δὲ σχαδόνων, καὶ ἀπʼ Αἰγίλω ἰσχάδα τρώγοις
ἁδεῖαν, τέττιγος ἐπεὶ τύγα φέρτερον ᾄδεις.
ἠνίδε τοι τὸ δέπας· θᾶσαι, φίλος, ὡς καλὸν ὄσδει·
Ὡρᾶν πεπλύσθαι νιν ἐπὶ κράναισι δοκησεῖς.
ὧδʼ ἴθι, Κισσαίθα· τὺ δʼ ἄμελγέ νιν. αἱ δὲ χίμαιραι,
οὐ μὴ σκιρτασῆτε, μὴ ὁ τράγος ὔμμιν ἀναστῇ.
ΘΕΟΚΡΙΤΟΥ ΦΑΡΜΑΚΕΥΤΡΙΑ
Πᾷ μοι ταὶ δάφναι; φέρε, Θεστυλί. πᾷ δὲ τὰ φίλτρα;
στέψον τὰν κελέβαν φοινικέῳ οἰὸς ἀώτῳ,
ὡς τὸν ἐμὸν βαρὺν εὖντα φίλον καταδήσομαι ἄνδρα,
ὅς μοι δωδεκαταῖος ἀφʼ ὧ τάλας οὐδὲ ποθίκει,
οὐδʼ ἔγνω πότερον τεθνάκαμες ἢ ζοοὶ εἰμές,
οὐδὲ θύρας ἄραξεν ἀνάρσιος. ἦ ῥά οἱ ἀλλᾷ
ᾤχετʼ ἔχων ὅ τʼ Ἔρως ταχινὰς φρένας ἅ τʼ Ἀφροδίτα.
βασεῦμαι ποτὶ τὰν Τιμαγήτοιο παλαίστραν
αὔριον, ὥς νιν ἴδω, καὶ μέμψομαι οἷά με ποιεῖ.
νῦν δέ νιν ἐκ θυέων καταδήσομαι. ἀλλά, Σελάνα,
φαῖνε καλόν· τὶν γὰρ ποταείσομαι ἅσυχα, δαῖμον,
τᾷ χθονίᾳ θʼ Ἑκάτᾳ, τὰν καὶ σκύλακες τρομέοντι
ἐρχομέναν νεκύων ἀνά τʼ ἠρία καὶ μέλαν αἷμα.
χαῖρʼ, Ἑκάτα δασπλῆτι, καὶ ἐς τέλος ἄμμιν ὀπάδει,
φάρμακα ταῦτʼ ἔρδοισα χερείονα μήτε τι Κίρκας
μήτε τι Μηδείας μήτε ξανθᾶς Περιμήδας.
Ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
ἄλφιτά τοι πρᾶτον πυρὶ τάκεται. ἀλλʼ ἐπίπασσε,
Θεστυλί. δειλαία, πᾷ τὰς φρένας ἐκπεπότασαι;
ἦ ῥά γέ θην, μυσαρά, καὶ τὶν ἐπίχαρμα τέτυγμαι;
πάσσʼ ἅμα καὶ λέγε ταῦτα· «τὰ Δέλφιδος ὀστία πάσσω.»
ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
Δέλφις ἔμʼ ἀνίασεν· ἐγὼ δʼ ἐπὶ Δέλφιδι δάφναν
αἴθω· χὠς αὕτα λακεῖ μέγα καππυρίσασα
κἠξαπίνας ἅφθη κοὐδὲ σποδὸν εἴδομες αὐτᾶς,
οὕτω τοι καὶ Δέλφις ἐνὶ φλογὶ σάρκʼ ἀμαθύνοι.
ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
νῦν θυσῶ τὰ πίτυρα. τὺ δʼ, Ἄρτεμι, καὶ τὸν ἐν Ἅιδα
κινήσαις ἀδάμαντα καὶ εἴ τί περ ἀσφαλὲς ἄλλο—
Θεστυλί, ταὶ κύνες ἄμμιν ἀνὰ πτόλιν ὠρύονται·
ἁ θεὸς ἐν τριόδοισι· τὸ χαλκέον ὡς τάχος ἄχει.
ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
ἠνίδε σιγῇ μὲν πόντος, σιγῶντι δʼ ἀῆται·
ἁ δʼ ἐμὰ οὐ σιγῇ στέρνων ἔντοσθεν ἀνία,
ἀλλʼ ἐπὶ τήνῳ πᾶσα καταίθομαι ὅς με τάλαιναν
ἀντὶ γυναικὸς ἔθηκε κακὰν καὶ ἀπάρθενον ἦμεν.
ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
ὡς τοῦτον τὸν κηρὸν ἐγὼ σὺν δαίμονι τάκω,
ὣς τάκοιθʼ ὑπʼ ἔρωτος ὁ Μύνδιος αὐτίκα Δέλφις.
χὠς δινεῖθʼ ὅδε ῥόμβος ὁ χάλκεος ἐξ Ἀφροδίτας,
ὣς τῆνος δινοῖτο ποθʼ ἁμετέραισι θύραισιν.
ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
ἐς τρὶς ἀποσπένδω καὶ τρὶς τάδε, πότνια, φωνῶ·
εἴτε γυνὰ τήνῳ παρακέκλιται εἴτε καὶ ἀνήρ,
τόσσον ἔχοι λάθας ὅσσον ποκὰ Θησέα φαντί
ἐν Δίᾳ λασθῆμεν ἐυπλοκάμω Ἀριάδνας.
ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
ἱππομανὲς φυτόν ἐστι παρʼ Ἀρκάσι, τῷ δʼ ἔπι πᾶσαι
καὶ πῶλοι μαίνονται ἀνʼ ὤρεα καὶ θοαὶ ἵπποι·
ὣς καὶ Δέλφιν ἴδοιμι, καὶ ἐς τόδε δῶμα περάσαι
μαινομένῳ ἴκελος λιπαρᾶς ἔκτοσθε παλαίστρας.
ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
τοῦτʼ ἀπὸ τᾶς χλαίνας τὸ κράσπεδον ὤλεσε Δέλφις,
ὡγὼ νῦν τίλλοισα κατʼ ἀγρίῳ ἐν πυρὶ βάλλω.
αἰαῖ Ἔρως ἀνιαρέ, τί μευ μέλαν ἐκ χροὸς αἷμα
ἐμφὺς ὡς λιμνᾶτις ἅπαν ἐκ βδέλλα πέπωκας;
ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
σαύραν τοι τρίψασα κακὸν ποτὸν αὔριον οἰσῶ.
Θεστυλί, νῦν δὲ λαβοῖσα τὺ τὰ θρόνα ταῦθʼ ὑπόμαξον
τᾶς τήνω φλιᾶς καθʼ ὑπέρτερον ἇς ἔτι καὶ νύξ,
καὶ λέγʼ ἐπιτρύζοισα «τὰ Δέλφιδος ὀστία μάσσω.»
ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
Νῦν δὴ μώνα ἐοῖσα πόθεν τὸν ἔρωτα δακρύσω;
ἐκ τίνος ἄρξωμαι; τίς μοι κακὸν ἄγαγε τοῦτο;
ἦνθʼ ἁ τωὐβούλοιο καναφόρος ἄμμιν Ἀναξώ
ἄλσος ἐς Ἀρτέμιδος, τᾷ δὴ τόκα πολλὰ μὲν ἄλλα
θηρία πομπεύεσκε περισταδόν, ἐν δὲ λέαινα.
φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
καί μʼ ἁ Θευμαρίδα Θρᾷσσα τροφός, ἁ μακαρῖτις,
ἀγχίθυρος ναίοισα κατεύξατο καὶ λιτάνευσε
τὰν πομπὰν θάσασθαι· ἐγὼ δέ οἱ ἁ μεγάλοιτος
ὡμάρτευν βύσσοιο καλὸν σύροισα χιτῶνα
κἀμφιστειλαμένα τὰν ξυστίδα τὰν Κλεαρίστας.
φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
ἤδη δʼ εὖσα μέσαν κατʼ ἀμαξιτόν, ᾇ τὰ Λύκωνος,
εἶδον Δέλφιν ὁμοῦ τε καὶ Εὐδάμιππον ἰόντας·
τοῖς δʼ ἦς ξανθοτέρα μὲν ἑλιχρύσοιο γενειάς,
στήθεα δὲ στίλβοντα πολὺ πλέον ἢ τύ, Σελάνα,
ὡς ἀπὸ γυμνασίοιο καλὸν πόνον ἄρτι λιπόντων.
φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
χὠς ἴδον, ὣς ἐμάνην, ὥς μοι πυρὶ θυμὸς ἰάφθη
δειλαίας, τὸ δὲ κάλλος ἐτάκετο. οὐκέτι πομπᾶς
τήνας ἐφρασάμαν, οὐδʼ ὡς πάλιν οἴκαδʼ ἀπῆνθον
ἔγνων, ἀλλά μέ τις καπυρὰ νόσος ἐξεσάλαξεν,
κείμαν δʼ ἐν κλιντῆρι δέκʼ ἄματα καὶ δέκα νύκτας.
φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
καί μευ χρὼς μὲν ὁμοῖος ἐγίνετο πολλάκι θάψῳ,
ἔρρευν δʼ ἐκ κεφαλᾶς πᾶσαι τρίχες, αὐτὰ δὲ λοιπά
ὀστίʼ ἔτʼ ἦς καὶ δέρμα. καὶ ἐς τίνος οὐκ ἐπέρασα,
ἢ ποίας ἔλιπον γραίας δόμον ἅτις ἐπᾷδεν;
ἀλλʼ ἦς οὐδὲν ἐλαφρόν, ὁ δὲ χρόνος ἄνυτο φεύγων.
φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
χοὔτω τᾷ δώλᾳ τὸν ἀλαθέα μῦθον ἔλεξα·
«εἰ δʼ ἄγε, Θεστυλί, μοι χαλεπᾶς νόσω εὑρέ τι μᾶχος.
πᾶσαν ἔχει με τάλαιναν ὁ Μύνδιος· ἀλλὰ μολοῖσα
τήρησον ποτὶ τὰν Τιμαγήτοιο παλαίστραν·
τηνεὶ γὰρ φοιτῇ, τηνεὶ δέ οἱ ἁδὺ καθῆσθαι.
φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
κἠπεί κά νιν ἐόντα μάθῃς μόνον, ἅσυχα νεῦσον,
κεἴφʼ ὅτι “Σιμαίθα τυ καλεῖ”, καὶ ὑφαγέο τεῖδε.»
ὣς ἐφάμαν· ἃ δʼ ἦνθε καὶ ἄγαγε τὸν λιπαρόχρων
εἰς ἐμὰ δώματα Δέλφιν· ἐγὼ δέ νιν ὡς ἐνόησα
ἄρτι θύρας ὑπὲρ οὐδὸν ἀμειβόμενον ποδὶ κούφῳ—
φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα—
πᾶσα μὲν ἐψύχθην χιόνος πλέον, ἐκ δὲ μετώπω
ἱδρώς μευ κοχύδεσκεν ἴσον νοτίαισιν ἐέρσαις,
οὐδέ τι φωνῆσαι δυνάμαν, οὐδʼ ὅσσον ἐν ὕπνῳ
κνυζεῦνται φωνεῦντα φίλαν ποτὶ ματέρα τέκνα·
ἀλλʼ ἐπάγην δαγῦδι καλὸν χρόα πάντοθεν ἴσα.
φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
καί μʼ ἐσιδὼν ὥστοργος ἐπὶ χθονὸς ὄμματα πάξας
ἕζετʼ ἐπὶ κλιντῆρι καὶ ἑζόμενος φάτο μῦθον·
«ἦ ῥά με, Σιμαίθα, τόσον ἔφθασας, ὅσσον ἐγώ θην
πρᾶν ποκα τὸν χαρίεντα τράχων ἔφθασσα Φιλῖνον,
ἐς τὸ τεὸν καλέσασα τόδε στέγος ἢ ʼμὲ παρῆμεν.
φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
ἦνθον γάρ κεν ἐγώ, ναὶ τὸν γλυκὺν ἦνθον Ἔρωτα,
ἢ τρίτος ἠὲ τέταρτος ἐὼν φίλος αὐτίκα νυκτός,
μᾶλα μὲν ἐν κόλποισι Διωνύσοιο φυλάσσων,
κρατὶ δʼ ἔχων λεύκαν, Ἡρακλέος ἱερὸν ἔρνος,
πάντοθι πορφυρέαισι περὶ ζώστραισιν ἑλικτάν.
φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
καί κʼ, εἰ μέν μʼ ἐδέχεσθε, τάδʼ ἦς φίλα — καὶ γὰρ ἐλαφρός
καὶ καλὸς πάντεσσι μετʼ ἠιθέοισι καλεῦμαι —,
εὗδόν τʼ, εἴ κε μόνον τὸ καλὸν στόμα τεῦς ἐφίλησα·
εἰ δʼ ἄλλᾳ μʼ ὠθεῖτε καὶ ἁ θύρα εἴχετο μοχλῷ,
πάντως κα πελέκεις καὶ λαμπάδες ἦνθον ἐφʼ ὑμέας.
φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
νῦν δὲ χάριν μὲν ἔφαν τᾷ Κύπριδι πρᾶτον ὀφείλειν,
καὶ μετὰ τὰν Κύπριν τύ με δευτέρα ἐκ πυρὸς εἵλευ,
ὦ γύναι, ἐσκαλέσασα τεὸν ποτὶ τοῦτο μέλαθρον
αὔτως ἡμίφλεκτον· Ἔρως δʼ ἄρα καὶ Λιπαραίω
πολλάκις Ἁφαίστοιο σέλας φλογερώτερον αἴθει·
φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
σὺν δὲ κακαῖς μανίαις καὶ παρθένον ἐκ θαλάμοιο
καὶ νύμφαν ἐφόβησʼ ἔτι δέμνια θερμὰ λιποῖσαν
ἀνέρος.» ὣς ὃ μὲν εἶπεν· ἐγὼ δέ νιν ἁ ταχυπειθής
χειρὸς ἐφαψαμένα μαλακῶν ἔκλινʼ ἐπὶ λέκτρων·
καὶ ταχὺ χρὼς ἐπὶ χρωτὶ πεπαίνετο, καὶ τὰ πρόσωπα
θερμότερʼ ἦς ἢ πρόσθε, καὶ ἐψιθυρίσδομες ἁδύ.
ὡς καί τοι μὴ μακρὰ φίλα θρυλέοιμι Σελάνα,
ἐπράχθη τὰ μέγιστα, καὶ ἐς πόθον ἤνθομες ἄμφω.
κοὔτε τι τῆνος ἐμὶν ἀπεμέμψατο μέσφα τό γʼ ἐχθές,
οὔτʼ ἐγὼ αὖ τήνῳ. ἀλλʼ ἦνθέ μοι ἅ τε Φιλίστας
μάτηρ τᾶς ἁμᾶς αὐλητρίδος ἅ τε Μελιξοῦς
σάμερον, ἁνίκα πέρ τε ποτʼ ὠρανὸν ἔτραχον ἵπποι
Ἀῶ τὰν ῥοδόεσσαν ἀπʼ ὠκεανοῖο φέροισαι,
κεἶπέ μοι ἄλλα τε πολλὰ καὶ ὡς ἄρα Δέλφις ἔραται.
κεἴτε νιν αὖτε γυναικὸς ἔχει πόθος εἴτε καὶ ἀνδρός,
οὐκ ἔφατʼ ἀτρεκὲς ἴδμεν, ἀτὰρ τόσον· αἰὲν Ἔρωτος
ἀκράτω ἐπεχεῖτο καὶ ἐς τέλος ᾤχετο φεύγων,
καὶ φάτο οἱ στεφάνοισι τὰ δώματα τῆνα πυκαξεῖν.
ταῦτά μοι ἁ ξείνα μυθήσατο, ἔστι δʼ ἀλαθής.
ἦ γάρ μοι καὶ τρὶς καὶ τετράκις ἄλλοκʼ ἐφοίτη,
καὶ παρʼ ἐμὶν ἐτίθει τὰν Δωρίδα πολλάκις ὄλπαν·
νῦν δέ τε δωδεκαταῖος ἀφʼ ὧτέ νιν οὐδὲ ποτεῖδον.
ἦ ῥʼ οὐκ ἄλλο τι τερπνὸν ἔχει, ἁμῶν δὲ λέλασται;
νῦν μὲν τοῖς φίλτροις καταδήσομαι· αἰ δʼ ἔτι κά με
λυπῇ, τὰν Ἀίδαο πύλαν, ναὶ Μοίρας, ἀραξεῖ·
τοῖά οἱ ἐν κίστᾳ κακὰ φάρμακα φαμὶ φυλάσσειν,
Ἀσσυρίω, δέσποινα, παρὰ ξείνοιο μαθοῖσα.
ἀλλὰ τὺ μὲν χαίροισα ποτʼ ὠκεανὸν τρέπε πώλως,
πότνιʼ· ἐγὼ δʼ οἰσῶ τὸν ἐμὸν πόθον ὥσπερ ὑπέσταν.
χαῖρε, Σελαναία λιπαρόθρονε, χαίρετε δʼ ἄλλοι
ἀστέρες, εὐκάλοιο κατʼ ἄντυγα Νυκτὸς ὀπαδοί.
ΘΕΟΚΡΙΤΟΥ ΚΩΜΟΣ
Κωμάσδω ποτὶ τὰν Ἀμαρυλλίδα, ταὶ δέ μοι αἶγες
βόσκονται κατʼ ὄρος, καὶ ὁ Τίτυρος αὐτὰς ἐλαύνει.
Τίτυρʼ, ἐμὶν τὸ καλὸν πεφιλημένε, βόσκε τὰς αἶγας,
καὶ ποτὶ τὰν κράναν ἄγε, Τίτυρε· καὶ τὸν ἐνόρχαν,
τὸν Λιβυκὸν κνάκωνα, φυλάσσεο μή τυ κορύψῃ.
Ὦ χαρίεσσʼ Ἀμαρυλλί, τί μʼ οὐκέτι τοῦτο κατʼ ἄντρον
παρκύπτοισα καλεῖς, τὸν ἐρωτύλον; ἦ ῥά με μισεῖς;
ἦ ῥά γέ τοι σιμὸς καταφαίνομαι ἐγγύθεν ἦμεν,
νύμφα, καὶ προγένειος; ἀπάγξασθαί με ποησεῖς.
ἠνίδε τοι δέκα μᾶλα φέρω· τηνῶθε καθεῖλον
ὧ μʼ ἐκέλευ καθελεῖν τύ· καὶ αὔριον ἄλλα τοι οἰσῶ.
θᾶσαι μάν. θυμαλγὲς ἐμὶν ἄχος. αἴθε γενοίμαν
ἁ βομβεῦσα μέλισσα καὶ ἐς τεὸν ἄντρον ἱκοίμαν,
τὸν κισσὸν διαδὺς καὶ τὰν πτέριν ἅ τυ πυκάσδει.
νῦν ἔγνων τὸν Ἔρωτα· βαρὺς θεός· ἦ ῥα λεαίνας
μαζὸν ἐθήλαζεν, δρυμῷ τέ νιν ἔτραφε μάτηρ,
ὅς με κατασμύχων καὶ ἐς ὀστίον ἄχρις ἰάπτει.
ὦ τὸ καλὸν ποθορεῦσα, τὸ πᾶν λίθος, ὦ κυάνοφρυ
νύμφα, πρόσπτυξαί με τὸν αἰπόλον, ὥς τυ φιλήσω
ἔστι καὶ ἐν κενεοῖσι φιλήμασιν ἁδέα τέρψις.
τὸν στέφανον τῖλαί με κατʼ αὐτίκα λεπτὰ ποησεῖς,
τόν τοι ἐγών, Ἀμαρυλλὶ φίλα, κισσοῖο φυλάσσω,
ἀμπλέξας καλύκεσσι καὶ εὐόδμοισι σελίνοις.
ὤμοι ἐγών, τί πάθω, τί ὁ δύσσοος; οὐχ ὑπακούεις.
τὰν βαίταν ἀποδὺς ἐς κύματα τηνῶ ἁλεῦμαι,
ὧπερ τὼς θύννως σκοπιάζεται Ὄλπις ὁ γριπεύς·
καἴ κα δὴ ʼποθάνω, τό γε μὲν τεὸν ἁδὺ τέτυκται.
ἔγνων πρᾶν, ὅκα μοι, μεμναμένῳ εἰ φιλέεις με,
οὐδὲ τὸ τηλέφιλον ποτεμάξατο τὸ πλατάγημα,
ἀλλʼ αὔτως ἁπαλῷ ποτὶ πάχεϊ ἐξεμαράνθη.
εἶπε καὶ Ἀγροιὼ τἀλαθέα κοσκινόμαντις,
ἁ πρᾶν ποιολογεῦσα παραιβάτις, οὕνεκʼ ἐγὼ μέν
τὶν ὅλος ἔγκειμαι, τὺ δέ μευ λόγον οὐδένα ποιῇ.
ἦ μάν τοι λευκὰν διδυματόκον αἶγα φυλάσσω,
τάν με καὶ ἁ Μέρμνωνος ἐριθακὶς ἁ μελανόχρως
αἰτεῖ· καὶ δωσῶ οἱ, ἐπεὶ τύ μοι ἐνδιαθρύπτῃ.
ἅλλεται ὀφθαλμός μευ ὁ δεξιός· ἆρά γʼ ἰδησῶ
αὐτάν; ᾀσεῦμαι ποτὶ τὰν πίτυν ὧδʼ ἀποκλινθείς,
καί κέ μʼ ἴσως ποτίδοι, ἐπεὶ οὐκ ἀδαμαντίνα ἐστίν.
Ἱππομένης, ὅκα δὴ τὰν παρθένον ἤθελε γᾶμαι,
μᾶλʼ ἐν χερσὶν ἑλὼν δρόμον ἄνυεν· ἁ δʼ Ἀταλάντα
ὡς ἴδεν, ὣς ἐμάνη, ὣς ἐς βαθὺν ἅλατʼ ἔρωτα.
τὰν ἀγέλαν χὠ μάντις ἀπʼ Ὄθρυος ἆγε Μελάμπους
ἐς Πύλον· ἁ δὲ Βίαντος ἐν ἀγκοίναισιν ἐκλίνθη
μάτηρ ἁ χαρίεσσα περίφρονος Ἀλφεσιβοίας.
τὰν δὲ καλὰν Κυθέρειαν ἐν ὤρεσι μῆλα νομεύων
οὐχ οὕτως Ὥδωνις ἐπὶ πλέον ἄγαγε λύσσας,
ὥστʼ οὐδὲ φθίμενόν νιν ἄτερ μαζοῖο τίθητι;
ζαλωτὸς μὲν ἐμὶν ὁ τὸν ἄτροπον ὕπνον ἰαύων
Ἐνδυμίων· ζαλῶ δέ, φίλα γύναι, Ἰασίωνα,
ὃς τόσσων ἐκύρησεν, ὅσʼ οὐ πευσεῖσθε, βέβαλοι.
Ἀλγέω τὰν κεφαλάν, τὶν δʼ οὐ μέλει. οὐκέτʼ ἀείδω,
κεισεῦμαι δὲ πεσών, καὶ τοὶ λύκοι ὧδέ μʼ ἔδονται.
ὡς μέλι τοι γλυκὺ τοῦτο κατὰ βρόχθοιο γένοιτο.
ΘΕΟΚΡΙΤΟΥ ΝΟΜΕΙΣ
Βάττος Εἰπέ μοι, ὦ Κορύδων, τίνος αἱ βόες; ἦ ῥα Φιλώνδα;
Κορύδων οὔκ, ἀλλʼ Αἴγωνος· βόσκειν δέ μοι αὐτὰς ἔδωκεν.
Βάττος ἦ πᾴ ψε κρύβδαν τὰ ποθέσπερα πάσας ἀμέλγες;
Κορύδων ἀλλʼ ὁ γέρων ὑφίητι τὰ μοσχία κἠμὲ φυλάσσει.
Βάττος αὐτὸς δʼ ἐς τίνʼ ἄφαντος ὁ βουκόλος ᾤχετο χώραν;
Κορύδων οὐκ ἄκουσας; ἄγων νιν ἐπʼ Ἀλφεὸν ᾤχετο Μίλων.
Βάττος καὶ πόκα τῆνος ἔλαιον ἐν ὀφθαλμοῖσιν ὀπώπει;
Κορύδων φαντί νιν Ἡρακλῆι βίην καὶ κάρτος ἐρίσδειν.
Βάττος κἤμʼ ἔφαθʼ ἁ μάτηρ Πολυδεύκεος ἦμεν ἀμείνω.
Κορύδων κᾤχετʼ ἔχων σκαπάναν τε καὶ εἴκατι τουτόθε μῆλα.
Βάττος πείσαι κα Μίλων καὶ τὼς λύκος αὐτίκα λυσσῆν.
Κορύδων ταὶ δαμάλαι δʼ αὐτὸν μυκώμεναι αἵδε ποθεῦντι.
Βάττος δείλαιαί γʼ αὗται, τὸν βουκόλον ὡς κακὸν εὗρον.
Κορύδων ἦ μὰν δείλαιαί γε, καὶ οὐκέτι λῶντι νέμεσθαι.
Βάττος τήνας μὲν δή τοι τᾶς πόρτιος αὐτὰ λέλειπται
τὠστία. μὴ πρῶκας σιτίζεται ὥσπερ ὁ τέττιξ;
Κορύδων οὐ Δᾶν, ἀλλʼ ὅκα μέν νιν ἐπʼ Αἰσάροιο νομεύω
καὶ μαλακῶ χόρτοιο καλὰν κώμυθα δίδωμι,
ἄλλοκα δὲ σκαίρει τὸ βαθύσκιον ἀμφὶ Λάτυμνον.
Βάττος λεπτὸς μὰν χὠ ταῦρος ὁ πυρρίχος. αἴθε λάχοιεν
τοὶ τῶ Λαμπριάδα, τοὶ δαμόται ὅκκα θύωντι
τᾷ Ἥρᾳ, τοιόνδε· κακοχράσμων γὰρ ὁ δᾶμος.
Κορύδων καὶ μὰν ἐς στομάλιμνον ἐλαύνεται ἔς τε τὰ Φύσκω,
καὶ ποτὶ τὸν Νήαιθον, ὅπᾳ καλὰ πάντα φύοντι,
αἰγίπυρος καὶ κνύζα καὶ εὐώδης μελίτεια.
Βάττος φεῦ φεῦ βασεῦνται καὶ ταὶ βόες, ὦ τάλαν Αἴγων,
εἰς Ἀίδαν, ὅκα καὶ τὺ κακᾶς ἠράσσαο νίκας,
χἀ σῦριγξ εὐρῶτι παλύνεται, ἅν ποκʼ ἐπάξα.
Κορύδων οὐ τήνα γʼ, οὐ Νύμφας, ἐπεὶ ποτὶ Πῖσαν ἀφέρπων
δῶρον ἐμοί νιν ἔλειπεν· ἐγὼ δέ τις εἰμὶ μελικτάς,
κεὖ μὲν τὰ Γλαύκας ἀγκρούομαι, εὖ δὲ τὰ Πύρρω.
αἰνέω τάν τε Κρότωνα—«Καλὰ πόλις ἅ τε Ζάκυνθος ...»—
καὶ τὸ ποταῷον τὸ Λακίνιον, ᾇπερ ὁ πύκτας
Αἴγων ὀγδώκοντα μόνος κατεδαίσατο μάζας.
τηνεὶ καὶ τὸν ταῦρον ἀπʼ ὤρεος ἆγε πιάξας
τᾶς ὁπλᾶς κἤδωκʼ Ἀμαρυλλίδι, ταὶ δὲ γυναῖκες
μακρὸν ἀνάυσαν, χὠ βουκόλος ἐξεγέλασσεν.
Βάττος ὦ χαρίεσσʼ Ἀμαρυλλί, μόνας σέθεν οὐδὲ θανοίσας
λασεύμεσθʼ· ὅσον αἶγες ἐμὶν φίλαι, ὅσσον ἀπέσβης.
αἰαῖ τῶ σκληρῶ μάλα δαίμονος ὅς με λελόγχει.
Κορύδων θαρσεῖν χρή, φίλε Βάττε· τάχʼ αὔριον ἔσσετʼ ἄμεινον.
ἐλπίδες ἐν ζωοῖσιν, ἀνέλπιστοι δὲ θανόντες,
χὠ Ζεὺς ἄλλοκα μὲν πέλει αἴθριος, ἄλλοκα δʼ ὕει.
Βάττος θαρσέω. βάλλε κάτωθε τὰ μοσχία· τᾶς γὰρ ἐλαίας
τὸν θαλλὸν τρώγοντι, τὰ δύσσοα. Κορύδων σίτθʼ, ὁ Λέπαργος,
σίτθʼ, ἁ Κυμαίθα, ποτὶ τὸν λόφον. οὐκ ἐσακούεις;
ἡξῶ, ναὶ τὸν Πᾶνα, κακὸν τέλος αὐτίκα δωσῶν,
εἰ μὴ ἄπει τουτῶθεν. ἴδʼ αὖ πάλιν ἅδε ποθέρπει.
αἴθʼ ἦς μοι ῥοικόν τι λαγωβόλον, ὥς τυ πάταξα.
Βάττος θᾶσαί μʼ, ὦ Κορύδων, ποττῶ Διός· ἁ γὰρ ἄκανθα
ἁρμοῖ μʼ ὧδʼ ἐπάταξʼ ὑπὸ τὸ σφυρόν. ὡς δὲ βαθεῖαι
τἀτρακτυλλίδες ἐντί. κακῶς ἁ πόρτις ὄλοιτο·
εἰς ταύταν ἐτύπην χασμεύμενος. ἦ ῥά γε λεύσσεις;
Κορύδων ναὶ ναί, τοῖς ὀνύχεσσιν ἔχω τέ νιν· ἅδε καὶ αὐτά.
Βάττος ὁσσίχον ἐστὶ τὸ τύμμα, καὶ ἁλίκον ἄνδρα δαμάσδει.
Κορύδων εἰς ὄρος ὅκχʼ ἕρπῃς, μὴ νήλιπος ἔρχεο, Βάττε·
ἐν γὰρ ὄρει ῥάμνοι τε καὶ ἀσπάλαθοι κομόωντι.
Βάττος εἴπʼ ἄγε μʼ, ὦ Κορύδων, τὸ γερόντιον ἦ ῥʼ ἔτι μύλλει
τήναν τὰν κυάνοφρυν ἐρωτίδα τᾶς ποκʼ ἐκνίσθη;
Κορύδων ἀκμάν γʼ, ὦ δείλαιε· πρόαν γε μὲν αὐτὸς ἐπενθών
καὶ ποτὶ τᾷ μάνδρᾳ κατελάμβανον ἆμος ἐνήργει.
Βάττος εὖ γʼ, ὤνθρωπε φιλοῖφα. τό τοι γένος ἢ Σατυρίσκοις
ἐγγύθεν ἢ Πάνεσσι κακοκνάμοισιν ἐρίσδει.
ΘΕΟΚΡΙΤΟΥ ΑΙΠΟΛΙΚΟΝ ΚΑΙ ΠΟΙΜΕΝΙΚΟΝ
Κομάτας Αἶγες ἐμαί, τῆνον τὸν ποιμένα, τὸν Συβαρίταν,
φεύγετε, τὸν Λάκωνα· τό μευ νάκος ἐχθὲς ἔκλεψεν.
Λάκων οὐκ ἀπὸ τᾶς κράνας; σίττʼ, ἀμνίδες· οὐκ ἐσορῆτε
τόν μευ τὰν σύριγγα πρόαν κλέψαντα Κομάταν;
Κορύδων τὰν ποίαν σύριγγα; τὺ γάρ ποκα, δῶλε Σιβύρτα,
ἐκτάσω σύριγγα; τί δʼ οὐκέτι σὺν Κορύδωνι
ἀρκεῖ τοι καλάμας αὐλὸν ποππύσδεν ἔχοντι;
Λάκων τάν μοι ἔδωκε Λύκων, ὠλεύθερε. τὶν δὲ τὸ ποῖον
Λάκων ἀγκλέψας ποκʼ ἔβα νάκος; εἰπέ, Κομάτα·
οὐδὲ γὰρ Εὐμάρᾳ τῷ δεσπότᾳ ἦς τοι ἐνεύδειν.
Κορύδων τὸ Κροκύλος μοι ἔδωκε, τὸ ποικίλον, ἁνίκʼ ἔθυσε
ταῖς Νύμφαις τὰν αἶγα· τὺ δʼ, ὦ κακέ, καὶ τόκʼ ἐτάκευ
βασκαίνων, καὶ νῦν με τὰ λοίσθια γυμνὸν ἔθηκας.
Λάκων οὐ μαὐτὸν τὸν Πᾶνα τὸν ἄκτιον, οὐ τέ γε Λάκων
τὰν βαίταν ἀπέδυσʼ ὁ Καλαιθίδος· ἢ κατὰ τήνας
τᾶς πέτρας, ὤνθρωπε, μανεὶς εἰς Κρᾶθιν ἁλοίμαν.
Κορύδων οὐ μάν, οὐ ταύτας τὰς λιμνάδας, ὠγαθέ, Νύμφας,
αἵτε μοι ἵλαοί τε καὶ εὐμενέες τελέθοιεν,
οὔ τευ τὰν σύριγγα λαθὼν ἔκλεψε Κομάτας.
Λάκων αἴ τοι πιστεύσαιμι, τὰ Δάφνιδος ἄλγεʼ ἀροίμαν.
ἀλλʼ ὦν αἴ κα λῇς ἔριφον θέμεν, ἔστι μὲν οὐδέν
ἱερόν, ἀλλά γέ τοι διαείσομαι ἔστε κʼ ἀπείπῃς.
Κορύδων ὗς ποτʼ Ἀθαναίαν ἔριν ἤρισεν. ἠνίδε κεῖται
ὥριφος· ἀλλʼ ἄγε καὶ τύ τινʼ εὔβοτον ἀμνὸν ἔρειδε.
Λάκων καὶ πῶς, ὦ κίναδος τύ, τάδʼ ἔσσεται ἐξ ἴσω ἄμμιν;
τίς τρίχας ἀντʼ ἐρίων ἐποκίξατο; τίς δὲ παρεύσας
αἰγὸς πρατοτόκοιο κακὰν κύνα δήλετʼ ἀμέλγειν;
Κορύδων ὅστις νικασεῖν τὸν πλατίον ὡς τὺ πεποίθεις,
σφὰξ βομβέων τέττιγος ἐναντίον. ἀλλὰ γὰρ οὔτι
ὥριφος ἰσοπαλής τοι, ἴδʼ ὁ τράγος οὗτος· ἔρισδε.
Λάκων μὴ σπεῦδʼ· οὐ γάρ τοι πυρὶ θάλπεαι. ἅδιον ᾀσῇ
τεῖδʼ ὑπὸ τὰν κότινον καὶ τἄλσεα ταῦτα καθίξας.
ψυχρὸν ὕδωρ τουτεὶ καταλείβεται· ὧδε πεφύκει
ποία, χἀ στιβὰς ἅδε, καὶ ἀκρίδες ὧδε λαλεῦντι.
Κορύδων ἀλλʼ οὔτι σπεύδω· μέγα δʼ ἄχθομαι εἰ τύ με τολμῇς
ὄμμασι τοῖς ὀρθοῖσι ποτιβλέπεν, ὅν ποκʼ ἐόντα
παῖδʼ ἔτʼ ἐγὼν ἐδίδασκον. ἴδʼ ἁ χάρις ἐς τί ποχʼ ἕρπει·
θρέψαι καὶ λυκιδεῖς, θρέψαι κύνας, ὥς τυ φάγωντι.
Λάκων καὶ πόκʼ ἐγὼν παρὰ τεῦς τι μαθὼν καλὸν ἢ καὶ ἀκούσας
μέμναμʼ, ὦ φθονερὸν τὺ καὶ ἀπρεπὲς ἀνδρίον αὔτως;
Κορύδων ἁνίκʼ ἐπύγιζόν τυ, τὺ δʼ ἄλγεες· αἱ δὲ χίμαιραι
αἵδε κατεβληχῶντο, καὶ ὁ τράγος αὐτὰς ἐτρύπη.
Λάκων μὴ βάθιον τήνω πυγίσματος, ὑβέ, ταφείης.
ἀλλὰ γὰρ ἕρφʼ, ὧδʼ ἕρπε, καὶ ὕστατα βουκολιαξῇ.
Κορύδων οὐχ ἑρψῶ τηνεί. τουτεὶ δρύες, ὧδε κύπειρος,
ὧδε καλὸν βομβεῦντι ποτὶ σμάνεσσι μέλισσαι,
ἔνθʼ ὕδατος ψυχρῶ κρᾶναι δύο, ταὶ δʼ ἐπὶ δένδρει
ὄρνιχες λαλαγεῦντι, καὶ ἁ σκιὰ οὐδὲν ὁμοία
τᾷ παρὰ τίν· βάλλει δὲ καὶ ἁ πίτυς ὑψόθε κώνοις.
Λάκων ἦ μὰν ἀρνακίδας τε καὶ εἴρια τεῖδε πατησεῖς,
αἴ κʼ ἔνθῃς, ὕπνω μαλακώτερα· ταὶ δὲ τραγεῖαι
ταὶ παρὰ τὶν ὄσδοντι κακώτερον ἢ τύ περ ὄσδεις.
στασῶ δὲ κρατῆρα μέγαν λευκοῖο γάλακτος
ταῖς Νύμφαις, στασῶ δὲ καὶ ἁδέος ἄλλον ἐλαίω.
Κορύδων αἰ δέ κε καὶ τὺ μόλῃς, ἁπαλὰν πτέριν ὧδε πατησεῖς
καὶ γλάχωνʼ ἀνθεῦσαν· ὑπεσσεῖται δὲ χιμαιρᾶν
δέρματα τᾶν παρὰ τὶν μαλακώτερα τετράκις ἀρνᾶν.
στασῶ δʼ ὀκτὼ μὲν γαυλὼς τῷ Πανὶ γάλακτος,
ὀκτὼ δὲ σκαφίδας μέλιτος πλέα κηρίʼ ἐχοίσας.
Λάκων αὐτόθε μοι ποτέρισδε καὶ αὐτόθε βουκολιάσδευ·
τὰν σαυτῶ πατέων ἔχε τὰς δρύας. ἀλλὰ τίς ἄμμε,
τίς κρινεῖ; αἴθʼ ἔνθοι ποχʼ ὁ βουκόλος ὧδε Λυκώπας.
Κορύδων οὐδὲν ἐγὼ τήνω ποτιδεύομαι· ἀλλὰ τὸν ἄνδρα,
αἰ λῇς, τὸν δρυτόμον βωστρήσομες, ὃς τὰς ἐρείκας
τήνας τὰς παρὰ τὶν ξυλοχίζεται· ἔστι δὲ Μόρσων.
Λάκων βωστρέωμες. Κορύδων τὺ κάλει νιν. Λάκων ἴθʼ ὦ ξένε, μικκὸν ἄκουσον
τεῖδʼ ἐνθών· ἄμμες γὰρ ἐρίσδομες, ὅστις ἀρείων
βουκολιαστάς ἐστι. τὺ δʼ, ὠγαθέ, μήτʼ ἐμέ, Μόρσων,
ἐν χάριτι κρίνῃς, μήτʼ ὦν τύγα τοῦτον ὀνάσῃς.
Κορύδων ναί, ποτὶ τᾶν Νυμφᾶν, Μόρσων φίλε, μήτε Κομάτᾳ
τὸ πλέον ἰθύνῃς, μήτʼ ὦν τύγα τῷδε χαρίξῃ.
ἅδε τοι ἁ ποίμνα τῶ Θουρίω ἐστὶ Σιβύρτα,
Εὐμάρα δὲ τὰς αἶγας ὁρῇς, φίλε, τῶ Συβαρίτα.
Λάκων μὴ τύ τις ἠρώτη, ποττῶ Διός, αἴτε Σιβύρτα
αἴτʼ ἐμόν ἐστι, κάκιστε, τὸ ποίμνιον; ὡς λάλος ἐσσί.
Κορύδων βέντισθʼ οὗτος, ἐγὼ μὲν ἀλαθέα πάντʼ ἀγορεύω
κοὐδὲν καυχέομαι· τύγα μὰν φιλοκέρτομος ἐσσί.
Λάκων εἶα λέγʼ, εἴ τι λέγεις, καὶ τὸν ξένον ἐς πόλιν αὖθις
ζῶντʼ ἄφες· ὦ Παιάν, ἦ στωμύλος ἦσθα, Κομᾶτα.
Κορύδων ταὶ Μοῖσαί με φιλεῦντι πολὺ πλέον ἢ τὸν ἀοιδόν
Δάφνιν· ἐγὼ δʼ αὐταῖς χιμάρως δύο πρᾶν ποκʼ ἔθυσα.
Λάκων καὶ γὰρ ἔμʼ Ὡπόλλων φιλέει μέγα, καὶ καλὸν αὐτῷ
κριὸν ἐγὼ βόσκω· τὰ δὲ Κάρνεα καὶ δὴ ἐφέρπει.
Κορύδων πλὰν δύο τὰς λοιπὰς διδυματόκος αἶγας ἀμέλγω,
καί μʼ ἁ παῖς ποθορεῦσα «τάλαν,» λέγει, «αὐτὸς ἀμέλγεις;»
Λάκων φεῦ φεῦ, Λάκων τοι ταλάρως σχεδὸν εἴκατι πληροῖ
τυρῶ, καὶ τὸν ἄναβον ἐν ἄνθεσι παῖδα μολύνει.
Κορύδων βάλλει καὶ μάλοισι τὸν αἰπόλον ἁ Κλεαρίστα
τὰς αἶγας παρελᾶντα καὶ ἁδύ τι ποππυλιάσδει.
Λάκων κἠμὲ γὰρ ὁ Κρατίδας τὸν ποιμένα λεῖος ὑπαντῶν
ἐκμαίνει· λιπαρὰ δὲ παρʼ αὐχένα σείετʼ ἔθειρα.
Κορύδων ἀλλʼ οὐ συμβλήτʼ ἐστὶ κυνόσβατος οὐδʼ ἀνεμώνα
πρὸς ῥόδα, τῶν ἄνδηρα παρʼ αἱμασιαῖσι πεφύκει.
Λάκων οὐδὲ γὰρ οὐδʼ ἀκύλοις ὀρομαλίδες· αἳ μὲν ἔχοντι
λεπτὸν ἀπὸ πρίνοιο λεπύριον, αἳ δὲ μελιχραί.
Κορύδων κἠγὼ μὲν δωσῶ τᾷ παρθένῳ αὐτίκα φάσσαν,
ἐκ τᾶς ἀρκεύθω καθελών· τηνεὶ γὰρ ἐφίσδει.
Λάκων ἀλλʼ ἐγὼ ἐς χλαῖναν μαλακὸν πόκον, ὁππόκα πέξω
τὰν οἶν τὰν πέλλαν, Κρατίδᾳ δωρήσομαι αὐτός.
Κορύδων σίττʼ ἀπὸ τᾶς κοτίνω, ταὶ μηκάδες· ὧδε νέμεσθε,
ὡς τὸ κάταντες τοῦτο γεώλοφον αἵ τε μυρῖκαι.
Λάκων οὐκ ἀπὸ τᾶς δρυός, οὗτος ὁ Κώναρος ἅ τε Κιναίθα;
τουτεὶ βοσκησεῖσθε ποτʼ ἀντολάς, ὡς ὁ Φάλαρος.
Κορύδων ἔστι δέ μοι γαυλὸς κυπαρίσσινος, ἔστι δὲ κρατήρ,
ἔργον Πραξιτέλευς· τᾷ παιδὶ δὲ ταῦτα φυλάσσω.
Λάκων χἀμῖν ἐστι κύων φιλοποίμνιος ὃς λύκος ἄγχει,
ὃν τῷ παιδὶ δίδωμι τὰ θηρία πάντα διώκειν.
Κορύδων ἀκρίδες, αἳ τὸν φραγμὸν ὑπερπαδῆτε τὸν ἁμόν,
μή μευ λωβάσησθε τὰς ἀμπέλος· ἐντὶ γὰρ αὖαι.
Λάκων τοὶ τέττιγες, ὁρῆτε τὸν αἰπόλον ὡς ἐρεθίζω·
οὕτω κὔμμες θην ἐρεθίζετε τὼς καλαμευτάς.
Κορύδων μισέω τὰς δασυκέρκος ἀλώπεκας, αἳ τὰ Μίκωνος
αἰεὶ φοιτῶσαι τὰ ποθέσπερα ῥαγίζοντι.
Λάκων καὶ γὰρ ἐγὼ μισέω τὼς κανθάρος, οἳ τὰ Φιλώνδα
σῦκα κατατρώγοντες ὑπανέμιοι φορέονται.
Κορύδων ἦ οὐ μέμνασʼ, ὅκʼ ἐγώ τυ κατήλασα, καὶ τὺ σεσαρώς
εὖ ποτεκιγκλίζευ καὶ τᾶς δρυὸς εἴχεο τήνας;
Λάκων τοῦτο μὲν οὐ μέμναμʼ· ὅκα μάν ποκα τεῖδέ τυ δήσας
Εὐμάρας ἐκάθηρε, καλῶς μάλα τοῦτό γʼ ἴσαμι.
Κορύδων ἤδη τις, Μόρσων, πικραίνεται· ἢ οὐχὶ παρῄσθευ;
σκίλλας ἰὼν γραίας ἀπὸ σάματος αὐτίκα τίλλοις.
Λάκων κἠγὼ μὰν κνίζω, Μόρσων, τινά· καὶ τὺ δὲ λεύσσεις.
ἐνθὼν τὰν κυκλάμινον ὄρυσσέ νυν ἐς τὸν Ἅλεντα.
Κορύδων Ἱμέρα ἀνθʼ ὕδατος ῥείτω γάλα, καὶ τὺ δέ, Κρᾶθι,
οἴνῳ πορφύροις, τὰ δέ τοι σία καρπὸν ἐνείκαι.
Λάκων ῥείτω χἀ Συβαρῖτις ἐμὶν μέλι, καὶ τὸ πότορθρον
ἁ παῖς ἀνθʼ ὕδατος τᾷ κάλπιδι κηρία βάψαι.
Κορύδων ταὶ μὲν ἐμαὶ κύτισόν τε καὶ αἴγιλον αἶγες ἔδοντι,
καὶ σχῖνον πατέοντι καὶ ἐν κομάροισι κέονται.
Λάκων ταῖσι δʼ ἐμαῖς ὀίεσσι πάρεστι μὲν ἁ μελίτεια
φέρβεσθαι, πολλὸς δὲ καὶ ὡς ῥόδα κισθὸς ἐπανθεῖ.
Κορύδων οὐκ ἔραμʼ Ἀλκίππας, ὅτι με πρᾶν οὐκ ἐφίλησε
τῶν ὤτων καθελοῖσʼ, ὅκα οἱ τὰν φάσσαν ἔδωκα.
Λάκων ἀλλʼ ἐγὼ Εὐμήδευς ἔραμαι μέγα· καὶ γὰρ ὅκʼ αὐτῷ
τὰν σύριγγʼ ὤρεξα, καλόν τί με κάρτʼ ἐφίλησεν.
Κορύδων οὐ θεμιτόν, Λάκων, ποτʼ ἀηδόνα κίσσας ἐρίσδειν,
οὐδʼ ἔποπας κύκνοισι· τὺ δʼ, ὦ τάλαν, ἐσσὶ φιλεχθής.
Μόρσων παύσασθαι κέλομαι τὸν ποιμένα. τὶν δέ, Κομᾶτα,
δωρεῖται Μόρσων τὰν ἀμνίδα· καὶ τὺ δὲ θύσας
ταῖς Νύμφαις Μόρσωνι καλὸν κρέας αὐτίκα πέμψον.
Κορύδων πεμψῶ, ναὶ τὸν Πᾶνα. φριμάσσεο, πᾶσα τραγίσκων
νῦν ἀγέλα· κἠγὼν γὰρ ἴδʼ ὡς μέγα τοῦτο καχαξῶ
καττῶ Λάκωνος τῶ ποιμένος, ὅττι ποκʼ ἤδη
ἀνυσάμαν τὰν ἀμνόν· ἐς ὠρανὸν ὔμμιν ἁλεῦμαι.
αἶγες ἐμαί, θαρσεῖτε, κερουχίδες· αὔριον ὔμμε
πάσας ἐγὼ λουσῶ Συβαρίτιδος ἔνδοθι λίμνας.
οὗτος ὁ λευκίτας ὁ κορυπτίλος, εἴ τινʼ ὀχευσεῖς
τᾶν αἰγῶν, φλασσῶ τυ, πρὶν ἢ ἐμὲ καλλιερῆσαι
ταῖς Νύμφαις τὰν ἀμνόν. ὃ δʼ αὖ πάλιν. ἀλλὰ γενοίμαν,
αἰ μή τυ φλάσσαιμι, Μελάνθιος ἀντὶ Κομάτα.
ΘΕΟΚΡΙΤΟΥ ΒΟΥΚΟΛΙΑΣΤΑΙ
ΔΑΜΟΙΤΑΣ ΚΑΙ ΔΑΦΝΙΣ
Δαμοίτας καὶ Δάφνις ὁ βουκόλος εἰς ἕνα χῶρον
τὰν ἀγέλαν ποκʼ, Ἄρατε, συνάγαγον· ἦς δʼ ὃ μὲν αὐτῶν
πυρρός, ὃ δʼ ἡμιγένειος· ἐπὶ κράναν δέ τινʼ ἄμφω
ἑσδόμενοι θέρεος μέσῳ ἄματι τοιάδʼ ἄειδον.
πρᾶτος δʼ ἄρξατο Δάφνις, ἐπεὶ καὶ πρᾶτος ἔρισδεν.
Δάφνις βάλλει τοι, Πολύφαμε, τὸ ποίμνιον ἁ Γαλάτεια
μάλοισιν, δυσέρωτα καὶ αἰπόλον ἄνδρα καλεῦσα·
καὶ τύ νιν οὐ ποθόρησθα, τάλαν τάλαν, ἀλλὰ κάθησαι
ἁδέα συρίσδων. πάλιν ἅδʼ, ἴδε, τὰν κύνα βάλλει,
ἅ τοι τᾶν ὀίων ἕπεται σκοπός· ἃ δὲ βαΰσδει
εἰς ἅλα δερκομένα, τὰ δέ νιν καλὰ κύματα φαίνει
ἅσυχα καχλάζοντος ἐπʼ αἰγιαλοῖο θέοισαν.
φράζεο μὴ τᾶς παιδὸς ἐπὶ κνάμαισιν ὀρούσῃ
ἐξ ἁλὸς ἐρχομένας, κατὰ δὲ χρόα καλὸν ἀμύξῃ.
ἃ δὲ καὶ αὐτόθε τοι διαθρύπτεται· ὡς ἀπʼ ἀκάνθας
ταὶ καπυραὶ χαῖται, τὸ καλὸν θέρος ἁνίκα φρύγει,
καὶ φεύγει φιλέοντα καὶ οὐ φιλέοντα διώκει,
καὶ τὸν ἀπὸ γραμμᾶς κινεῖ λίθον· ἦ γὰρ ἔρωτι
πολλάκις, ὦ Πολύφαμε, τὰ μὴ καλὰ καλὰ πέφανται.
Τῷ δʼ ἐπὶ Δαμοίτας ἀνεβάλλετο καὶ τάδʼ ἄειδεν.
Δαμοίτας εἶδον, ναὶ τὸν Πᾶνα, τὸ ποίμνιον ἁνίκʼ ἔβαλλε,
κοὔ μʼ ἔλαθʼ, οὐ τὸν ἐμὸν τὸν ἕνα γλυκύν, ᾧ ποθορῷμι
ἐς τέλος — αὐτὰρ ὁ μάντις ὁ Τήλεμος ἔχθρʼ ἀγορεύων
ἐχθρὰ φέροι ποτὶ οἶκον, ὅπως τεκέεσσι φυλάσσοι·
ἀλλὰ καὶ αὐτὸς ἐγὼ κνίζων πάλιν οὐ ποθόρημι,
ἀλλʼ ἄλλαν τινὰ φαμὶ γυναῖκʼ ἔχεν· ἃ δʼ ἀίοισα
ζαλοῖ μʼ, ὦ Παιάν, καὶ τάκεται, ἐκ δὲ θαλάσσας
οἰστρεῖ παπταίνοισα ποτʼ ἄντρα τε καὶ ποτὶ ποίμνας.
σίξα δʼ ὑλακτεῖν νιν καὶ τᾷ κυνί· καὶ γὰρ ὅκʼ ἤρων,
αὐτᾶς ἐκνυζεῖτο ποτʼ ἰσχία ῥύγχος ἔχοισα.
ταῦτα δʼ ἴσως ἐσορεῦσα ποεῦντά με πολλάκι πεμψεῖ
ἄγγελον. αὐτὰρ ἐγὼ κλᾳξῶ θύρας, ἔστε κʼ ὀμόσσῃ
αὐτά μοι στορεσεῖν καλὰ δέμνια τᾶσδʼ ἐπὶ νάσω·
καὶ γάρ θην οὐδʼ εἶδος ἔχω κακὸν ὥς με λέγοντι.
ἦ γὰρ πρᾶν ἐς πόντον ἐσέβλεπον, ἦς δὲ γαλάνα,
καὶ καλὰ μὲν τὰ γένεια, καλὰ δέ μευ ἁ μία κώρα,
ὡς παρʼ ἐμὶν κέκριται, κατεφαίνετο, τῶν δέ τʼ ὀδόντων
λευκοτέραν αὐγὰν Παρίας ὑπέφαινε λίθοιο.
ὡς μὴ βασκανθῶ δέ, τρὶς εἰς ἐμὸν ἔπτυσα κόλπον·
ταῦτα γὰρ ἁ γραία με Κοτυτταρὶς ἐξεδίδαξε.
Τόσσʼ εἰπὼν τὸν Δάφνιν ὁ Δαμοίτας ἐφίλησε·
χὢ μὲν τῷ σύριγγʼ, ὃ δὲ τῷ καλὸν αὐλὸν ἔδωκεν.
αὔλει Δαμοίτας, σύρισδε δὲ Δάφνις ὁ βούτας·
ὠρχεῦντʼ ἐν μαλακᾷ ταὶ πόρτιες αὐτίκα ποίᾳ.
νίκη μὲν οὐδάλλος, ἀνήσσατοι δʼ ἐγένοντο.
ΘΕΟΚΡΙΤΟΥ ΘΑΛΥΣΙΑ
Ἦς χρόνος ἁνίκʼ ἐγών τε καὶ Εὔκριτος εἰς τὸν Ἅλεντα
εἵρπομες ἐκ πόλιος, σὺν καὶ τρίτος ἄμμιν Ἀμύντας.
τᾷ Δηοῖ γὰρ ἔτευχε θαλύσια καὶ Φρασίδαμος
κἀντιγένης, δύο τέκνα Λυκωπέος, εἴ τί περ ἐσθλόν
χαῶν τῶν ἐπάνωθεν ἀπὸ Κλυτίας τε καὶ αὐτῶ
Χάλκωνος, Βούριναν ὃς ἐκ ποδὸς ἄνυε κράναν
εὖ ἐνερεισάμενος πέτρᾳ γόνυ· ταὶ δὲ παρʼ αὐτάν
αἴγειροι πτελέαι τε ἐύσκιον ἄλσος ὕφαινον
χλωροῖσιν πετάλοισι κατηρεφέες κομόωσαι.
κοὔπω τὰν μεσάταν ὁδὸν ἄνυμες, οὐδὲ τὸ σᾶμα
ἁμῖν τὸ Βρασίλα κατεφαίνετο, καί τινʼ ὁδίταν
ἐσθλὸν σὺν Μοίσαισι Κυδωνικὸν εὕρομες ἄνδρα,
οὔνομα μὲν Λυκίδαν, ἦς δʼ αἰπόλος, οὐδέ κέ τίς νιν
ἠγνοίησεν ἰδών, ἐπεὶ αἰπόλῳ ἔξοχʼ ἐῴκει.
ἐκ μὲν γὰρ λασίοιο δασύτριχος εἶχε τράγοιο
κνακὸν δέρμʼ ὤμοισι νέας ταμίσοιο ποτόσδον,
ἀμφὶ δέ οἱ στήθεσσι γέρων ἐσφίγγετο πέπλος
ζωστῆρι πλακερῷ, ῥοικὰν δʼ ἔχεν ἀγριελαίω
δεξιτερᾷ κορύναν. καί μʼ ἀτρέμας εἶπε σεσαρώς
ὄμματι μειδιόωντι, γέλως δέ οἱ εἴχετο χείλευς·
«Σιμιχίδα, πᾷ δὴ τὺ μεσαμέριον πόδας ἕλκεις,
ἁνίκα δὴ καὶ σαῦρος ἐν αἱμασιαῖσι καθεύδει,
οὐδʼ ἐπιτυμβίδιοι κορυδαλλίδες ἠλαίνοντι;
ἦ μετὰ δαῖτʼ ἄκλητος ἐπείγεαι, ἤ τινος ἀστῶν
λανὸν ἔπι θρῴσκεις; ὥς τοι ποσὶ νισσομένοιο
πᾶσα λίθος πταίοισα ποτʼ ἀρβυλίδεσσιν ἀείδει.»
τὸν δʼ ἐγὼ ἀμείφθην· «Λυκίδα φίλε, φαντί τυ πάντες
ἦμεν συρικτὰν μέγʼ ὑπείροχον ἔν τε νομεῦσιν
ἔν τʼ ἀματήρεσσι. τὸ δὴ μάλα θυμὸν ἰαίνει
ἁμέτερον· καίτοι κατʼ ἐμὸν νόον ἰσοφαρίζειν
ἔλπομαι. ἁ δʼ ὁδὸς ἅδε θαλυσιάς· ἦ γὰρ ἑταῖροι
ἀνέρες εὐπέπλῳ Δαμάτερι δαῖτα τελεῦντι
ὄλβω ἀπαρχόμενοι· μάλα γάρ σφισι πίονι μέτρῳ
ἁ δαίμων εὔκριθον ἀνεπλήρωσεν ἀλωάν.
ἀλλʼ ἄγε δή, ξυνὰ γὰρ ὁδὸς ξυνὰ δὲ καὶ ἀώς,
βουκολιασδώμεσθα· τάχʼ ὥτερος ἄλλον ὀνασεῖ.
καὶ γὰρ ἐγὼ Μοισᾶν καπυρὸν στόμα, κἠμὲ λέγοντι
πάντες ἀοιδὸν ἄριστον· ἐγὼ δέ τις οὐ ταχυπειθής,
οὐ Δᾶν· οὐ γάρ πω κατʼ ἐμὸν νόον οὔτε τὸν ἐσθλόν
Σικελίδαν νίκημι τὸν ἐκ Σάμω οὔτε Φιλίταν
ἀείδων, βάτραχος δὲ ποτʼ ἀκρίδας ὥς τις ἐρίσδω.»
ὣς ἐφάμαν ἐπίταδες· ὁ δʼ αἰπόλος ἁδὺ γελάσσας,
«τάν τοι», ἔφα, «κορύναν δωρύττομαι, οὕνεκεν ἐσσί
πᾶν ἐπʼ ἀλαθείᾳ πεπλασμένον ἐκ Διὸς ἔρνος.
ὥς μοι καὶ τέκτων μέγʼ ἀπέχθεται ὅστις ἐρευνῇ
ἶσον ὄρευς κορυφᾷ τελέσαι δόμον Ὠρομέδοντος,
καὶ Μοισᾶν ὄρνιχες ὅσοι ποτὶ Χῖον ἀοιδόν
ἀντία κοκκύζοντες ἐτώσια μοχθίζοντι.
ἀλλʼ ἄγε βουκολικᾶς ταχέως ἀρξώμεθʼ ἀοιδᾶς,
Σιμιχίδα· κἠγὼ μέν—ὅρη, φίλος, εἴ τοι ἀρέσκει
τοῦθʼ ὅτι πρᾶν ἐν ὄρει τὸ μελύδριον ἐξεπόνασα.
Ἔσσεται Ἀγεάνακτι καλὸς πλόος ἐς Μιτυλήναν,
χὤταν ἐφʼ ἑσπερίοις Ἐρίφοις νότος ὑγρὰ διώκῃ
κύματα, χὠρίων ὅτʼ ἐπʼ ὠκεανῷ πόδας ἴσχει,
αἴ κα τὸν Λυκίδαν ὀπτεύμενον ἐξ Ἀφροδίτας
ῥύσηται· θερμὸς γὰρ ἔρως αὐτῶ με καταίθει.
χἀλκυόνες στορεσεῦντι τὰ κύματα τάν τε θάλασσαν
τόν τε νότον τόν τʼ εὖρον, ὃς ἔσχατα φυκία κινεῖ,
ἁλκυόνες, γλαυκαῖς Νηρηίσι ταί τε μάλιστα
ὀρνίχων ἐφίληθεν, ὅσοις τέ περ ἐξ ἁλὸς ἄγρα.
Ἀγεάνακτι πλόον διζημένῳ ἐς Μιτυλήναν
ὤρια πάντα γένοιτο, καὶ εὔπλοος ὅρμον ἵκοιτο.
κἠγὼ τῆνο κατʼ ἆμαρ ἀνήτινον ἢ ῥοδόεντα
ἢ καὶ λευκοΐων στέφανον περὶ κρατὶ φυλάσσων
τὸν Πτελεατικὸν οἶνον ἀπὸ κρατῆρος ἀφυξῶ
πὰρ πυρὶ κεκλιμένος, κύαμον δέ τις ἐν πυρὶ φρυξεῖ.
χἀ στιβὰς ἐσσεῖται πεπυκασμένα ἔστʼ ἐπὶ πᾶχυν
κνύζᾳ τʼ ἀσφοδέλῳ τε πολυγνάμπτῳ τε σελίνῳ.
καὶ πίομαι μαλακῶς μεμναμένος Ἀγεάνακτος
αὐταῖς ἐν κυλίκεσσι καὶ ἐς τρύγα χεῖλος ἐρείδων.
αὐλησεῦντι δέ μοι δύο ποιμένες, εἷς μὲν Ἀχαρνεύς,
εἷς δὲ Λυκωπίτας· ὁ δὲ Τίτυρος ἐγγύθεν ᾀσεῖ
ὥς ποκα τᾶς Ξενέας ἠράσσατο Δάφνις ὁ βούτας,
χὠς ὄρος ἀμφεπονεῖτο καὶ ὡς δρύες αὐτὸν ἐθρήνευν
Ἱμέρα αἵτε φύοντι παρʼ ὄχθαισιν ποταμοῖο,
εὖτε χιὼν ὥς τις κατετάκετο μακρὸν ὑφʼ Αἷμον
ἢ Ἄθω ἢ Ῥοδόπαν ἢ Καύκασον ἐσχατόωντα.
ᾀσεῖ δʼ ὥς ποκʼ ἔδεκτο τὸν αἰπόλον εὐρέα λάρναξ
ζωὸν ἐόντα κακαῖσιν ἀτασθαλίαισιν ἄνακτος,
ὥς τέ νιν αἱ σιμαὶ λειμωνόθε φέρβον ἰοῖσαι
κέδρον ἐς ἁδεῖαν μαλακοῖς ἄνθεσσι μέλισσαι,
οὕνεκά οἱ γλυκὺ Μοῖσα κατὰ στόματος χέε νέκταρ.
ὦ μακαριστὲ Κομᾶτα, τύ θην τάδε τερπνὰ πεπόνθεις·
καὶ τὺ κατεκλᾴσθης ἐς λάρνακα, καὶ τὺ μελισσᾶν
κηρία φερβόμενος ἔτος ὥριον ἐξεπόνασας.
αἴθʼ ἐπʼ ἐμεῦ ζωοῖς ἐναρίθμιος ὤφελες ἦμεν,
ὥς τοι ἐγὼν ἐνόμευον ἀνʼ ὤρεα τὰς καλὰς αἶγας
φωνᾶς εἰσαΐων, τὺ δʼ ὑπὸ δρυσὶν ἢ ὑπὸ πεύκαις
ἁδὺ μελισδόμενος κατεκέκλισο, θεῖε Κομᾶτα.»
Χὢ μὲν τόσσʼ εἰπὼν ἀπεπαύσατο· τὸν δὲ μέτʼ αὖθις
κἠγὼν τοῖʼ ἐφάμαν· «Λυκίδα φίλε, πολλὰ μὲν ἄλλα
Νύμφαι κἠμὲ δίδαξαν ἀνʼ ὤρεα βουκολέοντα
ἐσθλά, τά που καὶ Ζηνὸς ἐπὶ θρόνον ἄγαγε φάμα·
ἀλλὰ τόγʼ ἐκ πάντων μέγʼ ὑπείροχον, ᾧ τυ γεραίρειν
ἀρξεῦμʼ· ἀλλʼ ὑπάκουσον, ἐπεὶ φίλος ἔπλεο Μοίσαις.
Σιμιχίδᾳ μὲν Ἔρωτες ἐπέπταρον· ἦ γὰρ ὁ δειλός
τόσσον ἐρᾷ Μυρτοῦς ὅσον εἴαρος αἶγες ἔρανται.
Ὥρατος δʼ ὁ τὰ πάντα φιλαίτατος ἀνέρι τήνῳ
παιδὸς ὑπὸ σπλάγχνοισιν ἔχει πόθον. οἶδεν Ἄριστις,
ἐσθλὸς ἀνήρ, μέγʼ ἄριστος, ὃν οὐδέ κεν αὐτὸς ἀείδειν
Φοῖβος σὺν φόρμιγγι παρὰ τριπόδεσσι μεγαίροι,
ὡς ἐκ παιδὸς Ἄρατος ὑπʼ ὀστίον αἴθετʼ ἔρωτι.
τόν μοι, Πάν, Ὁμόλας ἐρατὸν πέδον ὅστε λέλογχας,
ἄκλητον τήνοιο φίλας ἐς χεῖρας ἐρείσαις,
εἴτʼ ἔστʼ ἆρα Φιλῖνος ὁ μαλθακὸς εἴτε τις ἄλλος.
κεἰ μὲν ταῦτʼ ἔρδοις, ὦ Πὰν φίλε, μήτι τυ παῖδες
Ἀρκαδικοὶ σκίλλαισιν ὑπὸ πλευράς τε καὶ ὤμως
τανίκα μαστίζοιεν, ὅτε κρέα τυτθὰ παρείη·
εἰ δʼ ἄλλως νεύσαις, κατὰ μὲν χρόα πάντʼ ὀνύχεσσι
δακνόμενος κνάσαιο καὶ ἐν κνίδαισι καθεύδοις·
εἴης δʼ Ἠδωνῶν μὲν ἐν ὤρεσι χείματι μέσσῳ
Ἕβρον πὰρ ποταμὸν τετραμμένος ἐγγύθεν Ἄρκτω,
ἐν δὲ θέρει πυμάτοισι παρʼ Αἰθιόπεσσι νομεύοις
πέτρᾳ ὕπο Βλεμύων, ὅθεν οὐκέτι Νεῖλος ὁρατός.
ὔμμες δʼ Ὑετίδος καὶ Βυβλίδος ἁδὺ λιπόντες
νᾶμα καὶ Οἰκοῦντα, ξανθᾶς ἕδος αἰπὺ Διώνας,
ὦ μάλοισιν Ἔρωτες ἐρευθομένοισιν ὁμοῖοι,
βάλλετέ μοι τόξοισι τὸν ἱμερόεντα Φιλῖνον,
βάλλετʼ, ἐπεὶ τὸν ξεῖνον ὁ δύσμορος οὐκ ἐλεεῖ μευ.
καὶ δὴ μὰν ἀπίοιο πεπαίτερος, αἱ δὲ γυναῖκες,
“αἰαῖ”, φαντί, “Φιλῖνε, τό τοι καλὸν ἄνθος ἀπορρεῖ”.
μηκέτι τοι φρουρέωμες ἐπὶ προθύροισιν, Ἄρατε,
μηδὲ πόδας τρίβωμες· ὁ δʼ ὄρθριος ἄλλον ἀλέκτωρ
κοκκύσδων νάρκαισιν ἀνιαραῖσι διδοίη·
εἷς δʼ ἀπὸ τᾶσδε, φέριστε, Μόλων ἄγχοιτο παλαίστρας.
ἄμμιν δʼ ἁσυχία τε μέλοι, γραία τε παρείη
ἅτις ἐπιφθύζοισα τὰ μὴ καλὰ νόσφιν ἐρύκοι.»
Τόσσʼ ἐφάμαν· ὃ δέ μοι τὸ λαγωβόλον, ἁδὺ γελάσσας
ὡς πάρος, ἐκ Μοισᾶν ξεινήιον ὤπασεν ἦμεν.
χὢ μὲν ἀποκλίνας ἐπʼ ἀριστερὰ τὰν ἐπὶ Πύξας
εἷρφʼ ὁδόν· αὐτὰρ ἐγών τε καὶ Εὔκριτος ἐς Φρασιδάμω
στραφθέντες χὠ καλὸς Ἀμύντιχος ἔν τε βαθείαις
ἁδείας σχοίνοιο χαμευνίσιν ἐκλίνθημες
ἔν τε νεοτμάτοισι γεγαθότες οἰναρέοισι.
πολλαὶ δʼ ἄμμιν ὕπερθε κατὰ κρατὸς δονέοντο
αἴγειροι πτελέαι τε· τὸ δʼ ἐγγύθεν ἱερὸν ὕδωρ
Νυμφᾶν ἐξ ἄντροιο κατειβόμενον κελάρυζε.
τοὶ δὲ ποτὶ σκιαραῖς ὀροδαμνίσιν αἰθαλίωνες
τέττιγες λαλαγεῦντες ἔχον πόνον· ἁ δʼ ὀλολυγών
τηλόθεν ἐν πυκιναῖσι βάτων τρύζεσκεν ἀκάνθαις·
ἄειδον κόρυδοι καὶ ἀκανθίδες, ἔστενε τρυγών,
πωτῶντο ξουθαὶ περὶ πίδακας ἀμφὶ μέλισσαι.
πάντʼ ὦσδεν θέρεος μάλα πίονος, ὦσδε δʼ ὀπώρας.
ὄχναι μὲν πὰρ ποσσί, παρὰ πλευραῖσι δὲ μᾶλα
δαψιλέως ἁμῖν ἐκυλίνδετο, τοὶ δʼ ἐκέχυντο
ὄρπακες βραβίλοισι καταβρίθοντες ἔραζε·
τετράενες δὲ πίθων ἀπελύετο κρατὸς ἄλειφαρ.
Νύμφαι Κασταλίδες Παρνάσιον αἶπος ἔχοισαι,
ἆρά γέ πᾳ τοιόνδε Φόλω κατὰ λάινον ἄντρον
κρατῆρʼ Ἡρακλῆι γέρων ἐστάσατο Χίρων;
ἆρά γέ πᾳ τῆνον τὸν ποιμένα τὸν ποτʼ Ἀνάπῳ,
τὸν κρατερὸν Πολύφαμον, ὃς ὤρεσι νᾶας ἔβαλλε,
τοῖον νέκταρ ἔπεισε κατʼ αὔλια ποσσὶ χορεῦσαι,
οἷον δὴ τόκα πῶμα διεκρανάσατε, Νύμφαι,
βωμῷ πὰρ Δάματρος ἁλωίδος; ἇς ἐπὶ σωρῷ
αὖτις ἐγὼ πάξαιμι μέγα πτύον, ἃ δὲ γελάσσαι
δράγματα καὶ μάκωνας ἐν ἀμφοτέραισιν ἔχοισα.
ΘΕΟΚΡΙΤΟΥ ΒΟΥΚΟΛΙΑΣΤΑΙ βʹ
ΔΑΦΝΙΣ ΚΑΙ ΜΕΝΑΛΚΑΣ
Δάφνιδι τῷ χαρίεντι συνάντετο βουκολέοντι
μῆλα νέμων, ὡς φαντί, κατʼ ὤρεα μακρὰ Μενάλκας.
ἄμφω τώγʼ ἤστην πυρροτρίχω, ἄμφω ἀνάβω,
ἄμφω συρίσδεν δεδαημένω, ἄμφω ἀείδεν.
πρᾶτος δʼ ὦν ποτὶ Δάφνιν ἰδὼν ἀγόρευε Μενάλκας·
«μυκητᾶν ἐπίουρε βοῶν Δάφνι, λῇς μοι ἀεῖσαι;
φαμί τυ νικασεῖν, ὅσσον θέλω αὐτὸς ἀείδων.»
τὸν δʼ ἄρα χὠ Δάφνις τοιῷδʼ ἀπαμείβετο μύθῳ·
«ποιμὴν εἰροπόκων ὀίων, συρικτὰ Μενάλκα,
οὔποκα νικασεῖς μʼ, οὐδʼ εἴ τι πάθοις τύγʼ ἀείδων.»
Μενάλκας χρῄσδεις ὦν ἐσιδεῖν; χρῄσδεις καταθεῖναι ἄεθλον;
Δάφνις χρῄσδω τοῦτʼ ἐσιδεῖν, χρῄσδω καταθεῖναι ἄεθλον.
Μενάλκας καὶ τί νυ θησεύμεσθʼ ὅ κεν ἁμῖν ἄρκιον εἴη;
Δάφνις μόσχον ἐγὼ θησῶ, τὺ δὲ θὲς ἰσομάτορα ἀμνόν.
Μενάλκας οὐ θησῶ ποκα ἀμνόν, ἐπεὶ χαλεπὸς ὁ πατήρ μευ
χἀ μάτηρ, τὰ δὲ μῆλα ποθέσπερα πάντʼ ἀριθμεῦντι.
Δάφνις ἀλλὰ τί μὰν θησεῖς; τί δὲ τὸ πλέον ἑξεῖ ὁ νικῶν;
Μενάλκας σύριγγʼ ἃν ἐπόησα καλὰν ἔχω ἐννεάφωνον,
λευκὸν κηρὸν ἔχοισαν ἴσον κάτω ἶσον ἄνωθεν·
ταύταν κατθείην, τὰ δὲ τῶ πατρὸς οὐ καταθησῶ.
Δάφνις ἦ μάν τοι κἠγὼ σύριγγʼ ἔχω ἐννεάφωνον,
λευκὸν κηρὸν ἔχοισαν ἴσον κάτω ἶσον ἄνωθεν.
πρώαν νιν συνέπαξʼ· ἔτι καὶ τὸν δάκτυλον ἀλγῶ
τοῦτον, ἐπεὶ κάλαμός με διασχισθεὶς διέτμαξεν.
Μενάλκας ἀλλὰ τίς ἄμμε κρινεῖ; τίς ἐπάκοος ἔσσεται ἁμέων;
Δάφνις τῆνόν πως ἐνταῦθα τὸν αἰπόλον, ἤν, καλέσωμες,
ᾧ ποτὶ ταῖς ἐρίφοις ὁ κύων ὁ φάλαρος ὑλακτεῖ.
Χοἰ μὲν παῖδες ἄυσαν, ὁ δʼ αἰπόλος ἦνθʼ ὑπακούσας·
χοἰ μὲν παῖδες ἀείδεν, ὁ δʼ αἰπόλος ἤθελε κρίνειν.
πρᾶτος δʼ ὦν ἄειδε λαχὼν ἰυκτὰ Μενάλκας,
εἶτα δʼ ἀμοιβαίαν ὑπελάμβανε Δάφνις ἀοιδάν
βουκολικάν· οὕτω δὲ Μενάλκας ἄρξατο πρᾶτος.
Μενάλκας ἄγκεα καὶ ποταμοί, θεῖον γένος, αἴ τι Μενάλκας
πήποχʼ ὁ συρικτὰς προσφιλὲς ᾆσε μέλος,
βόσκοιτʼ ἐκ ψυχᾶς τὰς ἀμνάδας· ἢν δέ ποκʼ ἔνθῃ
Δάφνις ἔχων δαμάλας, μηδὲν ἔλασσον ἔχοι.
Δάφνις κρᾶναι καὶ βοτάναι, γλυκερὸν φυτόν, αἴπερ ὁμοῖον
μουσίσδει Δάφνις ταῖσιν ἀηδονίσι,
τοῦτο τὸ βουκόλιον πιαίνετε· κἤν τι Μενάλκας
τεῖδʼ ἀγάγῃ, χαίρων ἄφθονα πάντα νέμοι.
Μενάλκας ἔνθʼ ὄις, ἔνθʼ αἶγες διδυματόκοι, ἔνθα μέλισσαι
σμήνεα πληροῦσιν, καὶ δρύες ὑψίτεραι,
ἔνθʼ ὁ καλὸς Μίλων βαίνει ποσίν· αἰ δʼ ἂν ἀφέρπῃ,
χὠ ποιμὴν ξηρὸς τηνόθι χαἰ βοτάναι.
Δάφνις παντᾷ ἔαρ, παντᾷ δὲ νομοί, παντᾷ δὲ γάλακτος
οὔθατα πιδῶσιν, καὶ τὰ νέα τράφεται,
ἔνθα καλὰ Ναῒς ἐπινίσσεται· αἰ δʼ ἂν ἀφέρπῃ,
χὠ τὰς βῶς βόσκων χαἰ βόες αὐότεραι.
Μενάλκας ὦ τράγε, τᾶν λευκᾶν αἰγῶν ἄνερ, ἐς βάθος ὕλας
μυρίον—αἱ σιμαὶ δεῦτʼ ἐφʼ ὕδωρ ἔριφοι—
ἐν τήνῳ γὰρ τῆνος· ἴθʼ, ὦ κόλε, καὶ λέγε, «Μίλων,
ὁ Πρωτεὺς φώκας καὶ θεὸς ὢν ἔνεμεν.» …
Μενάλκας μή μοι γᾶν Πέλοπος, μή μοι Κροίσεια τάλαντα
εἴη ἔχειν, μηδὲ πρόσθε θέειν ἀνέμων·
ἀλλʼ ὑπὸ τᾷ πέτρᾳ τᾷδʼ ᾄσομαι ἀγκὰς ἔχων τυ,
σύννομα μῆλʼ ἐσορῶν Σικελικάν τʼ ἐς ἅλα.
Δάφνις δένδρεσι μὲν χειμὼν φοβερὸν κακόν, ὕδασι δʼ αὐχμός,
ὄρνισιν δʼ ὕσπλαγξ, ἀγροτέροις δὲ λίνα,
ἀνδρὶ δὲ παρθενικᾶς ἁπαλᾶς πόθος. ὦ πάτερ, ὦ Ζεῦ,
οὐ μόνος ἠράσθην· καὶ τὺ γυναικοφίλας.
Ταῦτα μὲν ὦν διʼ ἀμοιβαίων οἱ παῖδες ἄεισαν,
τὰν πυμάταν δʼ ᾠδὰν οὕτως ἐξᾶρχε Μενάλκας·
Μενάλκας φείδευ τᾶν ἐρίφων, φείδευ, λύκε, τᾶν τοκάδων μευ,
μηδʼ ἀδίκει μʼ, ὅτι μικκὸς ἐὼν πολλαῖσιν ὁμαρτέω.
ὦ Λάμπουρε κύον, οὕτω βαθὺς ὕπνος ἔχει τυ;
οὐ χρὴ κοιμᾶσθαι βαθέως σὺν παιδὶ νέμοντα.
ταὶ δʼ ὄιες, μηδʼ ὔμμες ὀκνεῖθʼ ἁπαλᾶς κορέσασθαι
ποίας· οὔτι καμεῖσθʼ ὅκκα πάλιν ἅδε φύηται.
σίττα νέμεσθε νέμεσθε, τὰ δʼ οὔθατα πλήσατε πᾶσαι,
ὡς τὸ μὲν ὧρνες ἔχωντι, τὸ δʼ ἐς ταλάρως ἀποθῶμαι.
Δεύτερος αὖ Δάφνις λιγυρῶς ἀνεβάλλετʼ ἀείδεν·
Δάφνις κἤμʼ ἐκ τῶ ἄντρω σύνοφρυς κόρα ἐχθὲς ἰδοῖσα
τὰς δαμάλας παρελᾶντα καλὸν καλὸν ἦμεν ἔφασκεν·
οὐ μὰν οὐδὲ λόγον ἐκρίθην ἄπο τὸν πικρὸν αὐτᾷ,
ἀλλὰ κάτω βλέψας τὰν ἁμετέραν ὁδὸν εἷρπον.
ἁδεῖʼ ἁ φωνὰ τᾶς πόρτιος, ἁδὺ τὸ πνεῦμα,
ἁδὺ δὲ τῶ θέρεος παρʼ ὕδωρ ῥέον αἰθριοκοιτεῖν.
τᾷ δρυῒ ταὶ βάλανοι κόσμος, τᾷ μαλίδι μᾶλα,
τᾷ βοῒ δʼ ἁ μόσχος, τῷ βουκόλῳ αἱ βόες αὐταί.
Ὣς οἱ παῖδες ἄεισαν, ὁ δʼ αἰπόλος ὧδʼ ἀγόρευεν·
«ἁδύ τι τὸ στόμα τοι καὶ ἐφίμερος, ὦ Δάφνι, φωνά·
κρέσσον μελπομένω τευ ἀκουέμεν ἢ μέλι λείχειν.
λάσδεο τὰς σύριγγας, ἐνίκασας γὰρ ἀείδων.
αἰ δέ τι λῇς με καὶ αὐτὸν ἅμʼ αἰπολέοντα διδάξαι,
τήναν τὰν μιτύλαν δωσῶ τὰ δίδακτρά τοι αἶγα,
ἅτις ὑπὲρ κεφαλᾶς αἰεὶ τὸν ἀμολγέα πληροῖ.»
ὡς μὲν ὁ παῖς ἐχάρη καὶ ἀνάλατο καὶ πλατάγησε
νικάσας, οὕτως ἐπὶ ματέρι νεβρὸς ἅλοιτο.
ὡς δὲ κατεσμύχθη καὶ ἀνετράπετο φρένα λύπᾳ
ὥτερος, οὕτω καὶ νύμφα δμαθεῖσʼ ἀκάχοιτο.
κἠκ τούτω πρᾶτος παρὰ ποιμέσι Δάφνις ἔγεντο,
καὶ νύμφαν ἄκραβος ἐὼν ἔτι Ναΐδα γᾶμεν.
ΘΕΟΚΡΙΤΟΥ ΒΟΥΚΟΛΙΑΣΤΑΙ γʹ
ΔΑΦΝΙΣ ΚΑΙ ΜΕΝΑΛΚΑΣ
Βουκολιάζεο, Δάφνι· τὺ δʼ ᾠδᾶς ἄρχεο πρᾶτος,
ᾠδᾶς ἄρχεο, Δάφνι, ἐφεψάσθω δὲ Μενάλκας,
μόσχως βουσὶν ὑφέντες, ἐπὶ στείραισι δὲ ταύρως.
χοἲ μὲν ἁμᾷ βόσκοιντο καὶ ἐν φύλλοισι πλανῷντο
μηδὲν ἀτιμαγελεῦντες· ἐμὶν δὲ τὺ βουκολιάζευ
ἐκ τόθεν, ἄλλοθε δʼ αὖτις ὑποκρίνοιτο Μενάλκας.
Δάφνις ἁδὺ μὲν ἁ μόσχος γαρύεται, ἁδὺ δὲ χἀ βῶς,
ἁδὺ δὲ χἀ σῦριγξ χὠ βουκόλος, ἁδὺ δὲ κἠγών.
ἔστι δέ μοι παρʼ ὕδωρ ψυχρὸν στιβάς, ἐν δὲ νένασται
λευκᾶν ἐκ δαμαλᾶν καλὰ δέρματα, τάς μοι ἁπάσας
λὶψ κόμαρον τρωγοίσας ἀπὸ σκοπιᾶς ἐτίναξε.
τῶ δὲ θέρευς φρύγοντος ἐγὼ τόσσον μελεδαίνω,
ὅσσον ἐρῶν τὸ πατρὸς μύθων καὶ ματρὸς ἀκούειν.
Οὕτω Δάφνις ἄεισεν ἐμίν, οὕτω δὲ Μενάλκας·
Μενάλκας Αἴτνα μᾶτερ ἐμά, κἠγὼ καλὸν ἄντρον ἐνοικέω
κοίλαις ἐν πέτραισιν· ἔχω δέ τοι ὅσσʼ ἐν ὀνείρῳ
φαίνονται, πολλὰς μὲν ὄις, πολλὰς δὲ χιμαίρας,
ὧν μοι πρὸς κεφαλᾷ καὶ πρὸς ποσὶ κώεα κεῖται.
ἐν πυρὶ δὲ δρυΐνῳ χόρια ζεῖ, ἐν πυρὶ δʼ αὖαι
φαγοὶ χειμαίνοντος· ἔχω δέ τοι οὐδʼ ὅσον ὤραν
χείματος ἢ νωδὸς καρύων ἀμύλοιο παρόντος.
Τοῖς μὲν ἐπεπλατάγησα καὶ αὐτίκα δῶρον ἔδωκα,
Δάφνιδι μὲν κορύναν, τάν μοι πατρὸς ἔτραφεν ἀγρός,
αὐτοφυῆ, τὰν οὐδʼ ἂν ἴσως μωμάσατο τέκτων,
τήνῳ δὲ στρόμβω καλὸν ὄστρακον, ὧ κρέας αὐτός
σιτήθην πέτραισιν ἐν Ἰκαρίαισι δοκεύσας,
πέντε ταμὼν πέντʼ οὖσιν· ὃ δʼ ἐγκαναχήσατο κόχλῳ.
Βουκολικαὶ Μοῖσαι, μάλα χαίρετε, φαίνετε δʼ ᾠδάν
τάν ποκʼ ἐγὼ τήνοισι παρὼν ἄεισα νομεῦσι·
μηκέτʼ ἐπὶ γλώσσας ἄκρας ὀλοφυγγόνα φύσω.
«τέττιξ μὲν τέττιγι φίλος, μύρμακι δὲ μύρμαξ,
ἴρηκες δʼ ἴρηξιν, ἐμὶν δʼ ἁ Μοῖσα καὶ ᾠδά.
τᾶς μοι πᾶς εἴη πλεῖος δόμος. οὔτε γὰρ ὕπνος
οὔτʼ ἔαρ ἐξαπίνας γλυκερώτερον, οὔτε μελίσσαις
ἄνθεα· τόσσον ἐμὶν Μοῖσαι φίλαι. οὓς γὰρ ὁρεῦντι
γαθεῦσαι. τὼς δʼ οὔτι ποτῷ δαλήσατο Κίρκα.»
ΘΕΟΚΡΙΤΟΥ ΕΡΓΑΤΙΝΑΙ Η ΘΕΡΙΣΤΑΙ
Μίλων Ἐργατίνα Βουκαῖε, τί νῦν, ᾠζυρέ, πεπόνθεις;
οὔτε τὸν ὄγμον ἄγειν ὀρθὸν δύνᾳ, ὡς τὸ πρὶν ἆγες,
οὔθʼ ἅμα λᾳοτομεῖς τῷ πλατίον, ἀλλʼ ἀπολείπῃ,
ὥσπερ ὄις ποίμνας, ἇς τὸν πόδα κάκτος ἔτυψε.
ποῖός τις δείλαν τὺ καὶ ἐκ μέσω ἄματος ἐσσῇ,
ὃς νῦν ἀρχόμενος τᾶς αὔλακος οὐκ ἀποτρώγεις;
Βουκαῖος Μίλων ὀψαμᾶτα, πέτρας ἀπόκομμʼ ἀτεράμνω,
οὐδαμά τοι συνέβα ποθέσαι τινὰ τῶν ἀπεόντων;
Μίλων οὐδαμά. τίς δὲ πόθος τῶν ἔκτοθεν ἐργάτᾳ ἀνδρί;
Βουκαῖος οὐδαμά νυν συνέβα τοι ἀγρυπνῆσαι διʼ ἔρωτα;
Μίλων μηδέ γε συμβαίη· χαλεπὸν χορίω κύνα γεῦσαι.
Βουκαῖος ἀλλʼ ἐγώ, ὦ Μίλων, ἔραμαι σχεδὸν ἑνδεκαταῖος.
Μίλων ἐκ πίθω ἀντλεῖς δῆλον· ἐγὼ δʼ ἔχω οὐδʼ ἅλις ὄξος.
Βουκαῖος τοιγὰρ τὰ πρὸ θυρᾶν μοι ἀπὸ σπόρω ἄσκαλα πάντα.
Μίλων τίς δέ τυ τᾶν παίδων λυμαίνεται; Βουκαῖος ἁ Πολυβώτα,
ἃ πρᾶν ἀμάντεσσι παρʼ Ἱπποκίωνι ποταύλει.
Μίλων εὗρε θεὸς τὸν ἀλιτρόν· ἔχεις πάλαι ὧν ἐπεθύμεις·
μάντις τοι τὰν νύκτα χροϊξεῖται καλαμαία.
Βουκαῖος μωμᾶσθαί μʼ ἄρχῃ τύ· τυφλὸς δʼ οὐκ αὐτὸς ὁ Πλοῦτος,
ἀλλὰ καὶ ὡφρόντιστος Ἔρως. μὴ δὴ μέγα μυθεῦ.
Μίλων οὐ μέγα μυθεῦμαι· τὺ μόνον κατάβαλλε τὸ λᾷον,
καί τι κόρας φιλικὸν μέλος ἀμβάλευ. ἅδιον οὕτως
ἐργαξῇ. καὶ μὰν πρότερόν ποκα μουσικὸς ἦσθα.
Βουκαῖος Μοῖσαι Πιερίδες, συναείσατε τὰν ῥαδινάν μοι
παῖδʼ· ὧν γάρ χʼ ἅψησθε, θεαί, καλὰ πάντα ποεῖτε.
Βομβύκα χαρίεσσα, Σύραν καλέοντί τυ πάντες,
ἰσχνάν, ἁλιόκαυστον, ἐγὼ δὲ μόνος μελίχλωρον.
καὶ τὸ ἴον μέλαν ἐστί, καὶ ἁ γραπτὰ ὑάκινθος·
ἀλλʼ ἔμπας ἐν τοῖς στεφάνοις τὰ πρᾶτα λέγονται.
ἁ αἲξ τὰν κύτισον, ὁ λύκος τὰν αἶγα διώκει,
ἁ γέρανος τὤροτρον· ἐγὼ δʼ ἐπὶ τὶν μεμάνημαι.
αἴθε μοι ἦς ὅσσα Κροῖσόν ποκα φαντὶ πεπᾶσθαι·
χρύσεοι ἀμφότεροί κʼ ἀνεκείμεθα τᾷ Ἀφροδίτᾳ,
τὼς αὐλὼς μὲν ἔχοισα καὶ ἢ ῥόδον ἢ τύγε μᾶλον,
σχῆμα δʼ ἐγὼ καὶ καινὰς ἐπʼ ἀμφοτέροισιν ἀμύκλας.
Βομβύκα χαρίεσσʼ, οἱ μὲν πόδες ἀστράγαλοί τευς,
ἁ φωνὰ δὲ τρύχνος· τὸν μὰν τρόπον οὐκ ἔχω εἰπεῖν.
Μίλων ἦ καλὰς ἄμμε ποῶν ἐλελάθει Βοῦκος ἀοιδάς·
ὡς εὖ τὰν ἰδέαν τᾶς ἁρμονίας ἐμέτρησεν.
ὤμοι τῶ πώγωνος, ὃν ἀλιθίως ἀνέφυσα.
θᾶσαι δὴ καὶ ταῦτα τὰ τῶ θείω Λιτυέρσα.
Δάματερ πολύκαρπε, πολύσταχυ, τοῦτο τὸ λᾷον
εὔεργόν τʼ εἴη καὶ κάρπιμον ὅττι μάλιστα.
σφίγγετʼ, ἀμαλλοδέται, τὰ δράγματα, μὴ παριών τις
εἴπῃ «σύκινοι ἄνδρες· ἀπώλετο χοὖτος ὁ μισθός.»
ἐς βορέαν ἄνεμον τᾶς κόρθυος ἁ τομὰ ὔμμιν
ἢ ζέφυρον βλεπέτω· πιαίνεται ὁ στάχυς οὕτως.
σῖτον ἀλοιῶντας φεύγειν τὸ μεσαμβρινὸν ὕπνον·
ἐκ καλάμας ἄχυρον τελέθει τημόσδε μάλιστα·
ἄρχεσθαι δʼ ἀμῶντας ἐγειρομένω κορυδαλλῶ
καὶ λήγειν εὕδοντος, ἐλινῦσαι δὲ τὸ καῦμα.
εὐκτὸς ὁ τῶ βατράχω, παῖδες, βίος· οὐ μελεδαίνει
τὸν τὸ πιεῖν ἐγχεῦντα· πάρεστι γὰρ ἄφθονον αὐτῷ.
κάλλιον, ὦ ʼπιμελητὰ φιλάργυρε, τὸν φακὸν ἕψειν,
μὴ ʼπιτάμῃς τὰν χεῖρα καταπρίων τὸ κύμινον.
ταῦτα χρὴ μοχθεῦντας ἐν ἁλίῳ ἄνδρας ἀείδειν,
τὸν δὲ τεόν, Βουκαῖε, πρέπει λιμηρὸν ἔρωτα
μυθίσδεν τᾷ ματρὶ κατʼ εὐνὰν ὀρθρευοίσᾳ.
ΘΕΟΚΡΙΤΟΥ ΚΥΚΛΩΨ
Οὐδὲν ποττὸν ἔρωτα πεφύκει φάρμακον ἄλλο,
Νικία, οὔτʼ ἔγχριστον, ἐμὶν δοκεῖ, οὔτʼ ἐπίπαστον,
ἢ ταὶ Πιερίδες· κοῦφον δέ τι τοῦτο καὶ ἁδύ
γίνετʼ ἐπʼ ἀνθρώποις, εὑρεῖν δʼ οὐ ῥᾴδιόν ἐστι.
γινώσκειν δʼ οἶμαί τυ καλῶς ἰατρὸν ἐόντα
καὶ ταῖς ἐννέα δὴ πεφιλημένον ἔξοχα Μοίσαις.
οὕτω γοῦν ῥάιστα διᾶγʼ ὁ Κύκλωψ ὁ παρʼ ἁμῖν,
ὡρχαῖος Πολύφαμος, ὅκʼ ἤρατο τᾶς Γαλατείας,
ἄρτι γενειάσδων περὶ τὸ στόμα τὼς κροτάφως τε.
ἤρατο δʼ οὐ μάλοις οὐδὲ ῥόδῳ οὐδὲ κικίννοις,
ἀλλʼ ὀρθαῖς μανίαις, ἁγεῖτο δὲ πάντα πάρεργα.
πολλάκι ταὶ ὄιες ποτὶ τωὔλιον αὐταὶ ἀπῆνθον
χλωρᾶς ἐκ βοτάνας· ὃ δὲ τὰν Γαλάτειαν ἀείδων
αὐτὸς ἐπʼ ἀιόνος κατετάκετο φυκιοέσσας
ἐξ ἀοῦς, ἔχθιστον ἔχων ὑποκάρδιον ἕλκος,
Κύπριδος ἐκ μεγάλας τό οἱ ἥπατι πᾶξε βέλεμνον.
ἀλλὰ τὸ φάρμακον εὗρε, καθεζόμενος δʼ ἐπὶ πέτρας
ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα·
Ὦ λευκὰ Γαλάτεια, τί τὸν φιλέοντʼ ἀποβάλλῃ,
λευκοτέρα πακτᾶς ποτιδεῖν, ἁπαλωτέρα ἀρνός,
μόσχω γαυροτέρα, φιαρωτέρα ὄμφακος ὠμᾶς;
φοιτῇς δʼ αὖθʼ οὕτως ὅκκα γλυκὺς ὕπνος ἔχῃ με,
οἴχῃ δʼ εὐθὺς ἰοῖσʼ ὅκκα γλυκὺς ὕπνος ἀνῇ με,
φεύγεις δʼ ὥσπερ ὄις πολιὸν λύκον ἀθρήσασα;
ἠράσθην μὲν ἔγωγε τεοῦς, κόρα, ἁνίκα πρᾶτον
ἦνθες ἐμᾷ σὺν ματρὶ θέλοισʼ ὑακίνθινα φύλλα
ἐξ ὄρεος δρέψασθαι, ἐγὼ δʼ ὁδὸν ἁγεμόνευον.
παύσασθαι δʼ ἐσιδών τυ καὶ ὕστερον οὐδʼ ἔτι πᾳ νῦν
ἐκ τήνω δύναμαι· τὶν δʼ οὐ μέλει, οὐ μὰ Δίʼ οὐδέν.
γινώσκω, χαρίεσσα κόρα, τίνος οὕνεκα φεύγεις·
οὕνεκά μοι λασία μὲν ὀφρὺς ἐπὶ παντὶ μετώπῳ
ἐξ ὠτὸς τέταται ποτὶ θώτερον ὦς μία μακρά,
εἷς δʼ ὀφθαλμὸς ὕπεστι, πλατεῖα δὲ ῥὶς ἐπὶ χείλει.
ἀλλʼ οὗτος τοιοῦτος ἐὼν βοτὰ χίλια βόσκω,
κἠκ τούτων τὸ κράτιστον ἀμελγόμενος γάλα πίνω·
τυρὸς δʼ οὐ λείπει μʼ οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρᾳ,
οὐ χειμῶνος ἄκρω· ταρσοὶ δʼ ὑπεραχθέες αἰεί.
συρίσδεν δʼ ὡς οὔτις ἐπίσταμαι ὧδε Κυκλώπων,
τίν, τὸ φίλον γλυκύμαλον, ἁμᾷ κἠμαυτὸν ἀείδων
πολλάκι νυκτὸς ἀωρί. τράφω δέ τοι ἕνδεκα νεβρώς,
πάσας μαννοφόρως, καὶ σκύμνως τέσσαρας ἄρκτων.
ἀλλʼ ἀφίκευσο ποθʼ ἁμέ, καὶ ἑξεῖς οὐδὲν ἔλασσον,
τὰν γλαυκὰν δὲ θάλασσαν ἔα ποτὶ χέρσον ὀρεχθεῖν·
ἅδιον ἐν τὤντρῳ παρʼ ἐμὶν τὰν νύκτα διαξεῖς.
ἐντὶ δάφναι τηνεί, ἐντὶ ῥαδιναὶ κυπάρισσοι,
ἔστι μέλας κισσός, ἔστʼ ἄμπελος ἁ γλυκύκαρπος,
ἔστι ψυχρὸν ὕδωρ, τό μοι ἁ πολυδένδρεος Αἴτνα
λευκᾶς ἐκ χιόνος ποτὸν ἀμβρόσιον προΐητι.
τίς κα τῶνδε θάλασσαν ἔχειν καὶ κύμαθʼ ἕλοιτο;
αἰ δέ τοι αὐτὸς ἐγὼν δοκέω λασιώτερος ἦμεν,
ἐντὶ δρυὸς ξύλα μοι καὶ ὑπὸ σποδῷ ἀκάματον πῦρ·
καιόμενος δʼ ὑπὸ τεῦς καὶ τὰν ψυχὰν ἀνεχοίμαν
καὶ τὸν ἕνʼ ὀφθαλμόν, τῶ μοι γλυκερώτερον οὐδέν.
ὤμοι, ὅτʼ οὐκ ἔτεκέν μʼ ἁ μάτηρ βράγχιʼ ἔχοντα,
ὡς κατέδυν ποτὶ τὶν καὶ τὰν χέρα τεῦς ἐφίλησα,
αἰ μὴ τὸ στόμα λῇς, ἔφερον δέ τοι ἢ κρίνα λευκά
ἢ μάκωνʼ ἁπαλὰν ἐρυθρὰ πλαταγώνιʼ ἔχοισαν·
ἀλλὰ τὰ μὲν θέρεος, τὰ δὲ γίνεται ἐν χειμῶνι,
ὥστʼ οὔ κά τοι ταῦτα φέρειν ἅμα πάντʼ ἐδυνάθην.
νῦν μάν, ὦ κόριον, νῦν αὐτίκα νεῖν γε μαθεῦμαι,
αἴ κά τις σὺν ναῒ πλέων ξένος ὧδʼ ἀφίκηται,
ὡς εἰδῶ τί ποχʼ ἁδὺ κατοικεῖν τὸν βυθὸν ὔμμιν.
ἐξένθοις, Γαλάτεια, καὶ ἐξενθοῖσα λάθοιο,
ὥσπερ ἐγὼ νῦν ὧδε καθήμενος, οἴκαδʼ ἀπενθεῖν·
ποιμαίνειν δʼ ἐθέλοις σὺν ἐμὶν ἅμα καὶ γάλʼ ἀμέλγειν
καὶ τυρὸν πᾶξαι τάμισον δριμεῖαν ἐνεῖσα.
ἁ μάτηρ ἀδικεῖ με μόνα, καὶ μέμφομαι αὐτᾷ·
οὐδὲν πήποχʼ ὅλως ποτὶ τὶν φίλον εἶπεν ὑπέρ μευ,
καὶ ταῦτʼ ἆμαρ ἐπʼ ἆμαρ ὁρεῦσά με λεπτύνοντα.
φασῶ τὰν κεφαλὰν καὶ τὼς πόδας ἀμφοτέρως μευ
σφύσδειν, ὡς ἀνιαθῇ, ἐπεὶ κἠγὼν ἀνιῶμαι.
ὦ Κύκλωψ Κύκλωψ, πᾷ τὰς φρένας ἐκπεπότασαι;
αἴ κʼ ἐνθὼν ταλάρως τε πλέκοις καὶ θαλλὸν ἀμάσας
ταῖς ἄρνεσσι φέροις, τάχα κα πολὺ μᾶλλον ἔχοις νῶν.
τὰν παρεοῖσαν ἄμελγε· τί τὸν φεύγοντα διώκεις;
εὑρησεῖς Γαλάτειαν ἴσως καὶ καλλίονʼ ἄλλαν.
πολλαὶ συμπαίσδεν με κόραι τὰν νύκτα κέλονται,
κιχλίζοντι δὲ πᾶσαι, ἐπεί κʼ αὐταῖς ὑπακούσω.
δῆλον ὅτʼ ἐν τᾷ γᾷ κἠγών τις φαίνομαι ἦμεν.
Οὕτω τοι Πολύφαμος ἐποίμαινεν τὸν ἔρωτα
μουσίσδων, ῥᾷον δὲ διᾶγʼ ἢ εἰ χρυσὸν ἔδωκεν.
ΘΕΟΚΡΙΤΟΥ ΑΙΤΗΣ
Ἤλυθες, ὦ φίλε κοῦρε· τρίτῃ σὺν νυκτὶ καὶ ἠοῖ
ἤλυθες· οἱ δὲ ποθεῦντες ἐν ἤματι γηράσκουσιν.
ὅσσον ἔαρ χειμῶνος, ὅσον μῆλον βραβίλοιο
ἥδιον, ὅσσον ὄις σφετέρης λασιωτέρη ἀρνός,
ὅσσον παρθενικὴ προφέρει τριγάμοιο γυναικός,
ὅσσον ἐλαφροτέρη μόσχου νεβρός, ὅσσον ἀηδών
συμπάντων λιγύφωνος ἀοιδοτάτη πετεηνῶν,
τόσσον ἔμʼ εὔφρηνας σὺ φανείς, σκιερὴν δʼ ὑπὸ φηγόν
ἠελίου φρύγοντος ὁδοιπόρος ἔδραμον ὥς τις.
εἴθʼ ὁμαλοὶ πνεύσειαν ἐπʼ ἀμφοτέροισιν Ἔρωτες
νῶιν, ἐπεσσομένοις δὲ γενοίμεθα πᾶσιν ἀοιδή·
«δίω δή τινε τώδε μετὰ προτέροισι γενέσθην
φῶθʼ, ὃ μὲν εἴσπνηλος, φαίη χʼ Ὡμυκλαϊάζων,
τὸν δʼ ἕτερον πάλιν, ὥς κεν ὁ Θεσσαλὸς εἴποι, ἀίτην.
ἀλλήλους δʼ ἐφίλησαν ἴσῳ ζυγῷ. ἦ ῥα τότʼ ἦσαν
χρύσειοι πάλιν ἄνδρες, ὅτʼ ἀντεφίλησʼ ὁ φιληθείς.»
εἰ γὰρ τοῦτο, πάτερ Κρονίδη, πέλοι, εἰ γάρ, ἀγήρῳ
ἀθάνατοι, γενεῇς δὲ διηκοσίῃσιν ἔπειτα
ἀγγείλειεν ἐμοί τις ἀνέξοδον εἰς Ἀχέροντα·
«ἡ σὴ νῦν φιλότης καὶ τοῦ χαρίεντος ἀίτεω
πᾶσι διὰ στόματος, μετὰ δʼ ἠιθέοισι μάλιστα.»
ἀλλʼ ἤτοι τούτων μὲν ὑπέρτεροι Οὐρανίωνες·
ἔσσεται ὡς ἐθέλουσιν. ἐγὼ δέ σε τὸν καλὸν αἰνέων
ψεύδεα ῥινὸς ὕπερθεν ἀραιῆς οὐκ ἀναφύσω.
ἢν γὰρ καί τι δάκῃς, τὸ μὲν ἀβλαβὲς εὐθὺς ἔθηκας,
διπλάσιον δʼ ὤνησας, ἔχων δʼ ἐπίμετρον ἀπῆλθον.
Νισαῖοι Μεγαρῆες, ἀριστεύοντες ἐρετμοῖς,
ὄλβιοι οἰκείοιτε, τὸν Ἀττικὸν ὡς περίαλλα
ξεῖνον ἐτιμήσασθε, Διοκλέα τὸν φιλόπαιδα.
αἰεί οἱ περὶ τύμβον ἀολλέες εἴαρι πρώτῳ
κοῦροι ἐριδμαίνουσι φιλήματος ἄκρα φέρεσθαι·
ὃς δέ κε προσμάξῃ γλυκερώτερα χείλεσι χείλη,
βριθόμενος στεφάνοισιν ἑὴν ἐς μητέρʼ ἀπῆλθεν.
ὄλβιος ὅστις παισὶ φιλήματα κεῖνα διαιτᾷ.
ἦ που τὸν χαροπὸν Γανυμήδεα πόλλʼ ἐπιβῶται
Λυδίῃ ἶσον ἔχειν πέτρῃ στόμα, χρυσὸν ὁποίῃ
πεύθονται, μὴ φαῦλος, ἐτήτυμον ἀργυραμοιβοί.
ΘΕΟΚΡΙΤΟΥ ΥΛΑΣ
Οὐχ ἁμῖν τὸν Ἔρωτα μόνοις ἔτεχʼ, ὡς ἐδοκεῦμες,
Νικία, ᾧτινι τοῦτο θεῶν ποκα τέκνον ἔγεντο·
οὐχ ἁμῖν τὰ καλὰ πράτοις καλὰ φαίνεται ἦμεν,
οἳ θνατοὶ πελόμεσθα, τὸ δʼ αὔριον οὐκ ἐσορῶμες·
ἀλλὰ καὶ Ἀμφιτρύωνος ὁ χαλκεοκάρδιος υἱός,
ὃς τὸν λῖν ὑπέμεινε τὸν ἄγριον, ἤρατο παιδός,
τοῦ χαρίεντος Ὕλα, τοῦ τὰν πλοκαμῖδα φορεῦντος,
καί νιν πάντʼ ἐδίδασκε, πατὴρ ὡσεὶ φίλον υἱόν,
ὅσσα μαθὼν ἀγαθὸς καὶ ἀοίδιμος αὐτὸς ἔγεντο·
χωρὶς δʼ οὐδέποκʼ ἦς, οὔτʼ εἰ μέσον ἆμαρ ὄροιτο,
οὔθʼ ὁπόχʼ ἁ λεύκιππος ἀνατρέχοι ἐς Διὸς Ἀώς,
οὔθʼ ὁπόκʼ ὀρτάλιχοι μινυροὶ ποτὶ κοῖτον ὁρῷεν,
σεισαμένας πτερὰ ματρὸς ἐπʼ αἰθαλόεντι πετεύρῳ,
ὡς αὐτῷ κατὰ θυμὸν ὁ παῖς πεποναμένος εἴη,
αὐτῷ δʼ εὖ ἕλκων ἐς ἀλαθινὸν ἄνδρʼ ἀποβαίη.
ἀλλʼ ὅτε τὸ χρύσειον ἔπλει μετὰ κῶας Ἰάσων
Αἰσονίδας, οἱ δʼ αὐτῷ ἀριστῆες συνέποντο
πασᾶν ἐκ πολίων προλελεγμένοι ὧν ὄφελός τι,
ἵκετο χὠ ταλαεργὸς ἀνὴρ ἐς ἀφνειὸν Ἰωλκόν,
Ἀλκμήνας υἱὸς Μιδεάτιδος ἡρωίνας,
σὺν δʼ αὐτῷ κατέβαινεν Ὕλας εὔεδρον ἐς Ἀργώ,
ἅτις κυανεᾶν οὐχ ἅψατο συνδρομάδων ναῦς,
ἀλλὰ διεξάιξε βαθὺν δʼ εἰσέδραμε Φᾶσιν,
αἰετὸς ὥς, μέγα λαῖτμα, ἀφʼ οὗ τότε χοιράδες ἔσταν.
Ἆμος δʼ ἀντέλλοντι Πελειάδες, ἐσχατιαὶ δέ
ἄρνα νέον βόσκοντι, τετραμμένου εἴαρος ἤδη,
τᾶμος ναυτιλίας μιμνάσκετο θεῖος ἄωτος
ἡρώων, κοίλαν δὲ καθιδρυθέντες ἐς Ἀργώ
Ἑλλάσποντον ἵκοντο νότῳ τρίτον ἆμαρ ἀέντι,
εἴσω δʼ ὅρμον ἔθεντο Προποντίδος, ἔνθα Κιανῶν
αὔλακας εὐρύνοντι βόες τρίβοντες ἄροτρα.
ἐκβάντες δʼ ἐπὶ θῖνα κατὰ ζυγὰ δαῖτα πένοντο
δειελινοί, πολλοὶ δὲ μίαν στορέσαντο χαμεύναν.
λειμὼν γάρ σφιν ἔκειτο μέγα στιβάδεσσιν ὄνειαρ,
ἔνθεν βούτομον ὀξὺ βαθύν τʼ ἐτάμοντο κύπειρον.
κᾤχεθʼ Ὕλας ὁ ξανθὸς ὕδωρ ἐπιδόρπιον οἴσων
αὐτῷ θʼ Ἡρακλῆι καὶ ἀστεμφεῖ Τελαμῶνι,
οἳ μίαν ἄμφω ἑταῖροι ἀεὶ δαίνυντο τράπεζαν,
χάλκεον ἄγγος ἔχων. τάχα δὲ κράναν ἐνόησεν
ἡμένῳ ἐν χώρῳ· περὶ δὲ θρύα πολλὰ πεφύκει,
κυάνεόν τε χελιδόνιον χλωρόν τʼ ἀδίαντον
καὶ θάλλοντα σέλινα καὶ εἰλιτενὴς ἄγρωστις.
ὕδατι δʼ ἐν μέσσῳ Νύμφαι χορὸν ἀρτίζοντο,
Νύμφαι ἀκοίμητοι, δειναὶ θεαὶ ἀγροιώταις,
Εὐνίκα καὶ Μαλὶς ἔαρ θʼ ὁρόωσα Νύχεια.
ἤτοι ὁ κοῦρος ἐπεῖχε ποτῷ πολυχανδέα κρωσσόν
βάψαι ἐπειγόμενος· ταὶ δʼ ἐν χερὶ πᾶσαι ἔφυσαν·
πασάων γὰρ ἔρως ἁπαλὰς φρένας ἐξεφόβησεν
Ἀργείῳ ἐπὶ παιδί. κατήριπε δʼ ἐς μέλαν ὕδωρ
ἀθρόος, ὡς ὅτε πυρσὸς ἀπʼ οὐρανοῦ ἤριπεν ἀστήρ
ἀθρόος ἐν πόντῳ, ναύτας δέ τις εἶπεν ἑταίροις
«κουφότερʼ, ὦ παῖδες, ποιεῖσθʼ ὅπλα· πλευστικὸς οὖρος».
Νύμφαι μὲν σφετέροις ἐπὶ γούνασι κοῦρον ἔχοισαι
δακρυόεντʼ ἀγανοῖσι παρεψύχοντʼ ἐπέεσσιν·
Ἀμφιτρυωνιάδας δὲ ταρασσόμενος περὶ παιδί
ᾤχετο, Μαιωτιστὶ λαβὼν εὐκαμπέα τόξα
καὶ ῥόπαλον, τό οἱ αἰὲν ἐχάνδανε δεξιτερὰ χείρ.
τρὶς μὲν Ὕλαν ἄυσεν, ὅσον βαθὺς ἤρυγε λαιμός·
τρὶς δʼ ἄρʼ ὁ παῖς ὑπάκουσεν, ἀραιὰ δʼ ἵκετο φωνά
ἐξ ὕδατος, παρεὼν δὲ μάλα σχεδὸν εἴδετο πόρρω.
νεβροῦ φθεγξαμένας τις ἐν οὔρεσιν ὠμοφάγος λίς
ἐξ εὐνᾶς ἔσπευσεν ἑτοιμοτάταν ἐπὶ δαῖτα·
Ἡρακλέης τοιοῦτος ἐν ἀτρίπτοισιν ἀκάνθαις
παῖδα ποθῶν δεδόνητο, πολὺν δʼ ἐπελάμβανε χῶρον.
σχέτλιοι οἱ φιλέοντες, ἀλώμενος ὅσσʼ ἐμόγησεν
οὔρεα καὶ δρυμούς, τὰ δʼ Ἰάσονος ὕστερα πάντʼ ἦς.
ναῦς γέμεν ἄρμενʼ ἔχοισα μετάρσια τῶν παρεόντων,
ἱστία δʼ ἡμίθεοι μεσονύκτιον αὖτε καθαίρουν,
Ἡρακλῆα μένοντες. ὃ δʼ ᾇ πόδες ἆγον ἐχώρει
μαινόμενος· χαλεπὸς γὰρ ἔσω θεὸς ἧπαρ ἄμυσσεν.
οὕτω μὲν κάλλιστος Ὕλας μακάρων ἀριθμεῖται·
Ἡρακλέην δʼ ἥρεως ἐκερτόμεον λιποναύταν,
οὕνεκεν ἠρώησε τριακοντάζυγον Ἀργώ,
πεζᾷ δʼ ἐς Κόλχους τε καὶ ἄξενον ἵκετο Φᾶσιν.
ΘΕΟΚΡΙΤΟΥ ΑΙΣΧΙΝΑΣ ΚΑΙ ΘΥΩΝΙΧΟΣ
Αἰσχίνας Χαίρειν πολλὰ τὸν ἄνδρα Θυώνιχον. Θυώνιχος ἄλλα τοιαῦτα
Αἰσχίνᾳ. ὡς χρόνιος. Αἰσχίνας χρόνιος. Θυώνιχος τί δέ τοι τὸ μέλημα;
Αἰσχίνας πράσσομες οὐχ ὡς λῷστα, Θυώνιχε. Θυώνιχος ταῦτʼ ἄρα λεπτός,
χὠ μύσταξ πολὺς οὗτος, ἀυσταλέοι δὲ κίκιννοι.
τοιοῦτος πρώαν τις ἀφίκετο Πυθαγορικτάς,
ὠχρὸς κἀνυπόδητος· Ἀθαναῖος δʼ ἔφατʼ ἦμεν.
Αἰσχίνας ἤρατο μὰν καὶ τῆνος; Θυώνιχος ἐμὶν δοκεῖ, ὀπτῶ ἀλεύρω.
Αἰσχίνας παίσδεις, ὠγάθʼ, ἔχων· ἐμὲ δʼ ἁ χαρίεσσα Κυνίσκα
ὑβρίσδει· λασῶ δὲ μανείς ποκα, θρὶξ ἀνὰ μέσσον.
Θυώνιχος τοιοῦτος μὲν ἀεὶ τύ, φίλʼ Αἰσχίνα, ἁσυχᾷ ὀξύς,
πάντʼ ἐθέλων κατὰ καιρόν· ὅμως δʼ εἶπον τί τὸ καινόν.
Αἰσχίνας Ὡργεῖος κἠγὼν καὶ ὁ Θεσσαλὸς ἱπποδιώκτας
Ἆγις καὶ Κλεύνικος ἐπίνομες ὁ στρατιώτας
ἐν χώρῳ παρʼ ἐμίν. δύο μὲν κατέκοψα νεοσσώς
θηλάζοντά τε χοῖρον, ἀνῷξα δὲ Βίβλινον αὐτοῖς
εὐώδη τετόρων ἐτέων σχεδὸν ὡς ἀπὸ λανῶ·
βολβός τις, κοχλίας, ἐξαιρέθη· ἦς πότος ἁδύς.
ἤδη δὲ προϊόντος ἔδοξʼ ἐπιχεῖσθαι ἄκρατον
ὧτινος ἤθελʼ ἕκαστος· ἔδει μόνον ὧτινος εἰπεῖν.
ἁμὲς μὲν φωνεῦντες ἐπίνομες, ὡς ἐδέδοκτο·
ἃ δʼ οὐδὲν παρεόντος ἐμεῦ. τίνʼ ἔχειν με δοκεῖς νῶν;
«οὐ φθεγξῇ; λύκον εἶδες;» ἔπαιξέ τις. «ὡς σοφός» εἶπεν,
κἠφλέγετʼ· εὐμαρέως κεν ἀπʼ αὐτᾶς καὶ λύχνον ἇψας.
ἔστι Λύκος, Λύκος ἐστί, Λάβα τῶ γείτονος υἱός,
εὐμάκης, ἁπαλός, πολλοῖς δοκέων καλὸς ἦμεν·
τούτω τὸν κλύμενον κατεφρύγετο τῆνον ἔρωτα.
χἀμῖν τοῦτο διʼ ὠτὸς ἔγεντό ποχʼ ἁσυχᾷ οὕτως·
οὐ μὰν ἐξήταξα, μάταν εἰς ἄνδρα γενειῶν.
ἤδη δʼ ὦν πόσιος τοὶ τέσσαρες ἐν βάθει ἦμες,
χὠ Λαρισαῖος «τὸν ἐμὸν Λύκον» ᾆδεν ἀπʼ ἀρχᾶς,
Θεσσαλικόν τι μέλισμα, κακαὶ φρένες· ἁ δὲ Κυνίσκα
ἔκλαεν ἐξαπίνας θαλερώτερον ἢ παρὰ ματρί
παρθένος ἑξαετὴς κόλπω ἐπιθυμήσασα.
τᾶμος ἐγώ, τὸν ἴσαις τύ, Θυώνιχε, πὺξ ἐπὶ κόρρας
ἤλασα, κἄλλαν αὖθις. ἀνειρύσασα δὲ πέπλως
ἔξω ἀποίχετο θᾶσσον. «ἐμὸν κακόν, οὔ τοι ἀρέσκω;
ἄλλος τοι γλυκίων ὑποκόλπιος; ἄλλον ἰοῖσα
θάλπε φίλον. τήνῳ τεὰ δάκρυα; μᾶλα ῥεόντω.»
μάστακα δοῖσα τέκνοισιν ὑπωροφίοισι χελιδών
ἄψορρον ταχινὰ πέτεται βίον ἄλλον ἀγείρειν·
ὠκυτέρα μαλακᾶς ἀπὸ δίφρακος ἔπτετο τήνα
ἰθὺ διʼ ἀμφιθύρω καὶ δικλίδος, ᾇ πόδες ἆγον.
αἶνός θην λέγεταί τις «ἔβα ποκὰ ταῦρος ἀνʼ ὕλαν».
εἴκατι· ταὶ δʼ ὀκτώ, ταὶ δʼ ἐννέα, ταὶ δὲ δέκʼ ἄλλαι·
σάμερον ἑνδεκάτα· ποτίθες δύο, καὶ δύο μῆνες
ἐξ ὧ ἀπʼ ἀλλάλων· οὐδʼ εἰ Θρᾳκιστὶ κέκαρμαι
οἶδε. Λύκος νῦν πάντα, Λύκῳ καὶ νυκτὸς ἀνῷκται·
ἄμμες δʼ οὔτε λόγω τινὸς ἄξιοι οὔτʼ ἀριθμητοί,
δύστανοι Μεγαρῆες ἀτιμοτάτᾳ ἐνὶ μοίρᾳ.
κεἰ μὲν ἀποστέρξαιμι, τὰ πάντα κεν ἐς δέον ἕρποι.
νῦν δὲ πόθεν; μῦς, φαντί, Θυώνιχε, γεύμεθα πίσσας.
χὤτι τὸ φάρμακόν ἐστιν ἀμηχανέοντος ἔρωτος,
οὐκ οἶδα· πλὰν Σῖμος, ὁ τᾶς ἐπιχάλκω ἐρασθείς,
ἐκπλεύσας ὑγιὴς ἐπανῆνθʼ, ἐμὸς ἁλικιώτας.
πλευσεῦμαι κἠγὼν διαπόντιος· οὔτε κάκιστος
οὔτε πρᾶτος ἴσως, ὁμαλὸς δέ τις ὁ στρατιώτας.
Θυώνιχος ὤφελε μὲν χωρεῖν κατὰ νῶν τεὸν ὧν ἐπεθύμεις,
Αἰσχίνα. εἰ δʼ οὕτως ἄρα τοι δοκεῖ ὥστʼ ἀποδαμεῖν,
μισθοδότας Πτολεμαῖος ἐλευθέρῳ οἷος ἄριστος.
Αἰσχίνας τἆλλα δʼ ἀνὴρ ποῖός τις; Θυώνιχος ... τοισιν ἄριστος·
εὐγνώμων, φιλόμουσος, ἐρωτικός, εἰς ἄκρον ἁδύς,
εἰδὼς τὸν φιλέοντα, τὸν οὐ φιλέοντʼ ἔτι μᾶλλον,
πολλοῖς πολλὰ διδούς, αἰτεύμενος οὐκ ἀνανεύων,
οἷα χρὴ βασιλῆʼ· αἰτεῖν δὲ δεῖ οὐκ ἐπὶ παντί,
Αἰσχίνα. ὥστʼ εἴ τοι κατὰ δεξιὸν ὦμον ἀρέσκει
λῶπος ἄκρον περονᾶσθαι, ἐπʼ ἀμφοτέροις δὲ βεβακώς
τολμασεῖς ἐπιόντα μένειν θρασὺν ἀσπιδιώταν,
ᾇ τάχος εἰς Αἴγυπτον. ἀπὸ κροτάφων πελόμεσθα
πάντες γηραλέοι, καὶ ἐπισχερὼ ἐς γένυν ἕρπει
λευκαίνων ὁ χρόνος· ποιεῖν τι δεῖ ἇς γόνυ χλωρόν.
ΘΕΟΚΡΙΤΟΥ ΣΥΡΑΚΟΣΙΑΙ Η ΑΔΩΝΙΑΖΟΥΣΑΙ
ΓΟΡΓΩ ΚΑΙ ΠΡΑΞΙΝΟΑ
Γοργώ Ἔνδοι Πραξινόα; Πραξινόα Γοργὼ φίλα, ὡς χρόνῳ. ἔνδοι.
θαῦμʼ ὅτι καὶ νῦν ἦνθες. ὅρη δρίφον, Εὐνόα, αὐτᾷ·
ἔμβαλε καὶ ποτίκρανον. Γοργώ ἔχει κάλλιστα. Πραξινόα καθίζευ.
Γοργώ ὢ τᾶς ἀλεμάτω ψυχᾶς· μόλις ὔμμιν ἐσώθην,
Πραξινόα, πολλῶ μὲν ὄχλω, πολλῶν δὲ τεθρίππων·
παντᾷ κρηπῖδες, παντᾷ χλαμυδηφόροι ἄνδρες·
ἁ δʼ ὁδὸς ἄτρυτος· τὺ δʼ ἑκαστέρω αἰὲν ἀποικεῖς.
Πραξινόα ταῦθʼ ὁ πάραρος τῆνος· ἐπʼ ἔσχατα γᾶς ἔλαβʼ ἐνθών
ἰλεόν, οὐκ οἴκησιν, ὅπως μὴ γείτονες ὦμες
ἀλλάλαις, ποτʼ ἔριν, φθονερὸν κακόν, αἰὲν ὁμοῖος.
Γοργώ μὴ λέγε τὸν τεὸν ἄνδρα, φίλα, Δίνωνα τοιαῦτα
τῶ μικκῶ παρεόντος· ὅρη, γύναι, ὡς ποθορῇ τυ.
θάρσει, Ζωπυρίων, γλυκερὸν τέκος· οὐ λέγει ἀπφῦν.
Πραξινόα αἰσθάνεται τὸ βρέφος, ναὶ τὰν πότνιαν. Γοργώ καλὸς ἀπφῦς.
Πραξινόα ἀπφῦς μὰν τῆνός γα πρόαν—λέγομες δὲ πρόαν θην
«πάππα, νίτρον καὶ φῦκος ἀπὸ σκανᾶς ἀγοράσδειν»—
ἷκτο φέρων ἅλας ἄμμιν, ἀνὴρ τρισκαιδεκάπαχυς.
Γοργώ χὠμὸς ταυτᾷ ἔχει· φθόρος ἀργυρίω Διοκλείδας·
ἑπταδράχμως κυνάδας, γραιᾶν ἀποτίλματα πηρᾶν,
πέντε πόκως ἔλαβʼ ἐχθές, ἅπαν ῥύπον, ἔργον ἐπʼ ἔργῳ.
ἀλλʼ ἴθι, τὠμπέχονον καὶ τὰν περονατρίδα λάζευ.
βᾶμες τῶ βασιλῆος ἐς ἀφνειῶ Πτολεμαίω
θασόμεναι τὸν Ἄδωνιν· ἀκούω χρῆμα καλόν τι
κοσμεῖν τὰν βασίλισσαν. Πραξινόα ἐν ὀλβίῳ ὄλβια πάντα.
Γοργώ ὧν ἴδες, ὧν εἴπαις κεν ἰδοῖσα τὺ τῷ μὴ ἰδόντι.
ἕρπειν ὥρα κʼ εἴη. Πραξινόα ἀεργοῖς αἰὲν ἑορτά.
Εὐνόα, αἶρε τὸ νῆμα καὶ ἐς μέσον, αἰνόδρυπτε,
θὲς πάλιν· αἱ γαλέαι μαλακῶς χρῄζοντι καθεύδειν.
κινεῦ δή· φέρε θᾶσσον ὕδωρ. ὕδατος πρότερον δεῖ,
ἃ δὲ σμᾶμα φέρει. δὸς ὅμως. μὴ δὴ πολύ, λᾳστρί.
ἔγχει ὕδωρ. δύστανε, τί μευ τὸ χιτώνιον ἄρδεις;
παῦέ ποχʼ· οἷα θεοῖς ἐδόκει, τοιαῦτα νένιμμαι.
ἁ κλᾲξ τᾶς μεγάλας πεῖ λάρνακος; ὧδε φέρʼ αὐτάν.
Γοργώ Πραξινόα, μάλα τοι τὸ καταπτυχὲς ἐμπερόναμα
τοῦτο πρέπει· λέγε μοι, πόσσω κατέβα τοι ἀφʼ ἱστῶ;
Πραξινόα μὴ μνάσῃς, Γοργοῖ· πλέον ἀργυρίω καθαρῶ μνᾶν
ἢ δύο· τοῖς δʼ ἔργοις καὶ τὰν ψυχὰν ποτέθηκα.
Γοργώ ἀλλὰ κατὰ γνώμαν ἀπέβα τοι· τοῦτό κεν εἴπαις.
Πραξινόα τὠμπέχονον φέρε μοι καὶ τὰν θολίαν· κατὰ κόσμον
ἀμφίθες. οὐκ ἀξῶ τυ, τέκνον. Μορμώ, δάκνει ἵππος.
δάκρυʼ ὅσσα θέλεις, χωλὸν δʼ οὐ δεῖ τυ γενέσθαι.
ἕρπωμες. Φρυγία, τὸν μικκὸν παῖσδε λαβοῖσα,
τὰν κύνʼ ἔσω κάλεσον, τὰν αὐλείαν ἀπόκλᾳξον.
ὦ θεοί, ὅσσος ὄχλος. πῶς καὶ πόκα τοῦτο περᾶσαι
χρὴ τὸ κακόν; μύρμακες ἀνάριθμοι καὶ ἄμετροι.
πολλά τοι, ὦ Πτολεμαῖε, πεποίηται καλὰ ἔργα,
ἐξ ὧ ἐν ἀθανάτοις ὁ τεκών· οὐδεὶς κακοεργός
δαλεῖται τὸν ἰόντα παρέρπων Αἰγυπτιστί,
οἷα πρὶν ἐξ ἀπάτας κεκροτημένοι ἄνδρες ἔπαισδον,
ἀλλάλοις ὁμαλοί, κακὰ παίχνια, πάντες ἀραῖοι.
ἁδίστα Γοργώ, τί γενώμεθα; τοὶ πολεμισταί
ἵπποι τῶ βασιλῆος. ἄνερ φίλε, μή με πατήσῃς.
ὀρθὸς ἀνέστα ὁ πυρρός· ἴδʼ ὡς ἄγριος. κυνοθαρσής
Εὐνόα, οὐ φευξῇ; διαχρησεῖται τὸν ἄγοντα.
ὠνάθην μεγάλως ὅτι μοι τὸ βρέφος μένει ἔνδον.
Γοργώ θάρσει, Πραξινόα· καὶ δὴ γεγενήμεθʼ ὄπισθεν,
τοὶ δʼ ἔβαν ἐς χώραν. Πραξινόα καὐτὰ συναγείρομαι ἤδη.
ἵππον καὶ τὸν ψυχρὸν ὄφιν τὰ μάλιστα δεδοίκω
ἐκ παιδός. σπεύδωμες· ὄχλος πολὺς ἄμμιν ἐπιρρεῖ.
Γοργώ ἐξ αὐλᾶς, ὦ μᾶτερ; Γραῦς ἐγών, τέκνα. Γοργώ εἶτα παρενθεῖν
εὐμαρές; Γραῦς ἐς Τροίαν πειρώμενοι ἦνθον Ἀχαιοί,
κάλλισται παίδων· πείρᾳ θην πάντα τελεῖται.
Γοργώ χρησμὼς ἁ πρεσβῦτις ἀπῴχετο θεσπίξασα.
Πραξινόα πάντα γυναῖκες ἴσαντι, καὶ ὡς Ζεὺς ἀγάγεθʼ Ἥραν.
Γοργώ θᾶσαι, Πραξινόα, περὶ τὰς θύρας ὅσσος ὅμιλος.
Πραξινόα θεσπέσιος. Γοργοῖ, δὸς τὰν χέρα μοι· λάβε καὶ τύ,
Εὐνόα, Εὐτυχίδος· πότεχʼ αὐτᾶς μὴ ἀποπλαγχθῇς.
πᾶσαι ἅμʼ εἰσένθωμες· ἀπρὶξ ἔχευ, Εὐνόα, ἁμῶν.
οἴμοι δειλαία, δίχα μοι τὸ θερίστριον ἤδη
ἔσχισται, Γοργοῖ. ποττῶ Διός, εἴ τι γένοιο
εὐδαίμων, ἄνθρωπε, φυλάσσεο τὠμπέχονόν μευ.
Ξένος οὐκ ἐπʼ ἐμὶν μέν, ὅμως δὲ φυλάξομαι. Πραξινόα ὄχλος ἀλαθέως·
ὠθεῦνθʼ ὥσπερ ὕες. Ξένος θάρσει, γύναι· ἐν καλῷ εἰμές.
Πραξινόα κἠς ὥρας κἤπειτα, φίλʼ ἀνδρῶν, ἐν καλῷ εἴης,
ἄμμε περιστέλλων. χρηστῶ κοἰκτίρμονος ἀνδρός.
φλίβεται Εὐνόα ἄμμιν· ἄγʼ, ὦ δειλὰ τύ, βιάζευ.
κάλλιστʼ· «ἔνδοι πᾶσαι», ὁ τὰν νυὸν εἶπʼ ἀποκλᾴξας.
Γοργώ Πραξινόα, πόταγʼ ὧδε. τὰ ποικίλα πρᾶτον ἄθρησον,
λεπτὰ καὶ ὡς χαρίεντα· θεῶν περονάματα φασεῖς.
Πραξινόα πότνιʼ Ἀθαναία, ποῖαί σφʼ ἐπόνασαν ἔριθοι,
ποῖοι ζωογράφοι τἀκριβέα γράμματʼ ἔγραψαν.
ὡς ἔτυμʼ ἑστάκαντι καὶ ὡς ἔτυμʼ ἐνδινεῦντι,
ἔμψυχʼ, οὐκ ἐνυφαντά. σοφόν τι χρῆμʼ ἄνθρωπος.
αὐτὸς δʼ ὡς θαητὸς ἐπʼ ἀργυρέας κατάκειται
κλισμῶ, πρᾶτον ἴουλον ἀπὸ κροτάφων καταβάλλων,
ὁ τριφίλητος Ἄδωνις, ὁ κἠν Ἀχέροντι φιληθείς.
Ἕτερος ξένος παύσασθʼ, ὦ δύστανοι, ἀνάνυτα κωτίλλοισαι,
τρυγόνες· ἐκκναισεῦντι πλατειάσδοισαι ἅπαντα.
Πραξινόα μᾶ, πόθεν ὥνθρωπος; τί δὲ τίν, εἰ κωτίλαι εἰμές;
πασάμενος ἐπίτασσε· Συρακοσίαις ἐπιτάσσεις.
ὡς εἰδῇς καὶ τοῦτο, Κορίνθιαι εἰμὲς ἄνωθεν,
ὡς καὶ ὁ Βελλεροφῶν. Πελοποννασιστὶ λαλεῦμες,
Δωρίσδειν δʼ ἔξεστι, δοκῶ, τοῖς Δωριέεσσι.
μὴ φύη, Μελιτῶδες, ὃς ἁμῶν καρτερὸς εἴη,
πλὰν ἑνός. οὐκ ἀλέγω. μή μοι κενεὰν ἀπομάξῃς.
Γοργώ σίγη, Πραξινόα· μέλλει τὸν Ἄδωνιν ἀείδειν
ἁ τᾶς Ἀργείας θυγάτηρ, πολύιδρις ἀοιδός,
ἅτις καὶ πέρυσιν τὸν ἰάλεμον ἀρίστευσε.
φθεγξεῖταί τι, σάφʼ οἶδα, καλόν· διαχρέμπτεται ἤδη.
Γυνή ἀοιδός Δέσποινʼ, ἃ Γολγώς τε καὶ Ἰδάλιον ἐφίλησας
αἰπεινάν τʼ Ἔρυκα, χρυσῷ παίζοισʼ Ἀφροδίτα,
οἷόν τοι τὸν Ἄδωνιν ἀπʼ ἀενάω Ἀχέροντος
μηνὶ δυωδεκάτῳ μαλακαὶ πόδας ἄγαγον Ὧραι,
βάρδισται μακάρων Ὧραι φίλαι· ἀλλὰ ποθειναί
ἔρχονται πάντεσσι βροτοῖς αἰεί τι φέροισαι.
Κύπρι Διωναία, τὺ μὲν ἀθανάταν ἀπὸ θνατᾶς,
ἀνθρώπων ὡς μῦθος, ἐποίησας Βερενίκαν,
ἀμβροσίαν ἐς στῆθος ἀποστάξασα γυναικός·
τὶν δὲ χαριζομένα, πολυώνυμε καὶ πολύναε,
ἁ Βερενικεία θυγάτηρ Ἑλένᾳ εἰκυῖα
Ἀρσινόα πάντεσσι καλοῖς ἀτιτάλλει Ἄδωνιν.
πὰρ μέν οἱ ὥρια κεῖται, ὅσα δρυὸς ἄκρα φέροντι,
πὰρ δʼ ἁπαλοὶ κᾶποι πεφυλαγμένοι ἐν ταλαρίσκοις
ἀργυρέοις, Συρίω δὲ μύρω χρύσειʼ ἀλάβαστρα,
εἴδατά θʼ ὅσσα γυναῖκες ἐπὶ πλαθάνω πονέονται
ἄνθεα μίσγοισαι λευκῷ παντοῖα μαλεύρῳ,
ὅσσα τʼ ἀπὸ γλυκερῶ μέλιτος τά τʼ ἐν ὑγρῷ ἐλαίῳ.
πάντʼ αὐτῷ πετεηνὰ καὶ ἑρπετὰ τεῖδε πάρεστι·
χλωραὶ δὲ σκιάδες μαλακῷ βρίθοισαι ἀνήθῳ
δέδμανθʼ· οἱ δέ τε κῶροι ὑπερπωτῶνται Ἔρωτες,
οἷοι ἀηδονιδῆες ἀεξομενᾶν ἐπὶ δένδρῳ
πωτῶνται πτερύγων πειρώμενοι ὄζον ἀπʼ ὄζω.
ὢ ἔβενος, ὢ χρυσός, ὢ ἐκ λευκῶ ἐλέφαντος
αἰετοὶ οἰνοχόον Κρονίδᾳ Διὶ παῖδα φέροντες,
πορφύρεοι δὲ τάπητες ἄνω μαλακώτεροι ὕπνω·
ἁ Μίλατος ἐρεῖ χὠ τὰν Σαμίαν καταβόσκων,
«ἔστρωται κλίνα τὠδώνιδι τῷ καλῷ ἄμμιν».
τὸν μὲν Κύπρις ἔχει, τὰν δʼ ὁ ῥοδόπαχυς Ἄδωνις.
ὀκτωκαιδεκετὴς ἢ ἐννεακαίδεχʼ ὁ γαμβρός·
οὐ κεντεῖ τὸ φίλημʼ· ἔτι οἱ περὶ χείλεα πυρρά.
νῦν μὲν Κύπρις ἔχοισα τὸν αὑτᾶς χαιρέτω ἄνδρα·
ἀῶθεν δʼ ἄμμες νιν ἅμα δρόσῳ ἀθρόαι ἔξω
οἰσεῦμες ποτὶ κύματʼ ἐπʼ ἀιόνι πτύοντα,
λύσασαι δὲ κόμαν καὶ ἐπὶ σφυρὰ κόλπον ἀνεῖσαι
στήθεσι φαινομένοις λιγυρᾶς ἀρξεύμεθʼ ἀοιδᾶς.
ἕρπεις, ὦ φίλʼ Ἄδωνι, καὶ ἐνθάδε κἠς Ἀχέροντα
ἡμιθέων, ὡς φαντί, μονώτατος. οὔτʼ Ἀγαμέμνων
τοῦτʼ ἔπαθʼ οὔτʼ Αἴας ὁ μέγας, βαρυμάνιος ἥρως,
οὔθʼ Ἕκτωρ, Ἑκάβας ὁ γεραίτατος εἴκατι παίδων,
οὐ Πατροκλῆς, οὐ Πύρρος ἀπὸ Τροίας ἐπανενθών,
οὔθʼ οἱ ἔτι πρότεροι Λαπίθαι καὶ Δευκαλίωνες,
οὐ Πελοπηιάδαι τε καὶ Ἄργεος ἄκρα Πελασγοί.
ἵλαος, ὦ φίλʼ Ἄδωνι, καὶ ἐς νέωτʼ· εὐθυμεύσαις
καὶ νῦν ἦνθες, Ἄδωνι, καί, ὅκκʼ ἀφίκῃ, φίλος ἡξεῖς.
Γοργώ Πραξινόα, τὸ χρῆμα σοφώτατον ἁ θήλεια·
ὀλβία ὅσσα ἴσατι, πανολβία ὡς γλυκὺ φωνεῖ.
ὥρα ὅμως κἠς οἶκον. ἀνάριστος Διοκλείδας·
χὠνὴρ ὄξος ἅπαν, πεινᾶντι δὲ μηδὲ ποτένθῃς.
χαῖρε, Ἄδων ἀγαπατέ, καὶ ἐς χαίροντας ἀφικνεῦ.
ΘΕΟΚΡΙΤΟΥ ΧΑΡΙΤΕΣ Η ΙΕΡΩΝ
Αἰεὶ τοῦτο Διὸς κούραις μέλει, αἰὲν ἀοιδοῖς,
ὑμνεῖν ἀθανάτους, ὑμνεῖν ἀγαθῶν κλέα ἀνδρῶν.
Μοῖσαι μὲν θεαὶ ἐντί, θεοὺς θεαὶ ἀείδοντι·
ἄμμες δὲ βροτοὶ οἵδε, βροτοὺς βροτοὶ ἀείδωμεν.
Τίς γὰρ τῶν ὁπόσοι γλαυκὰν ναίουσιν ὑπʼ ἠῶ
ἡμετέρας Χάριτας πετάσας ὑποδέξεται οἴκῳ
ἀσπασίως, οὐδʼ αὖθις ἀδωρήτους ἀποπέμψει;
αἳ δὲ σκυζόμεναι γυμνοῖς ποσὶν οἴκαδʼ ἴασι,
πολλά με τωθάζοισαι, ὅτʼ ἀλιθίην ὁδὸν ἦλθον,
ὀκνηραὶ δὲ πάλιν κενεᾶς ἐν πυθμένι χηλοῦ
ψυχροῖς ἐν γονάτεσσι κάρη μίμνοντι βαλοῖσαι,
ἔνθʼ αἰεί σφισιν ἕδρη, ἐπὴν ἄπρακτοι ἵκωνται.
τίς τῶν νῦν τοιόσδε; τίς εὖ εἰπόντα φιλήσει;
οὐκ οἶδʼ· οὐ γὰρ ἔτʼ ἄνδρες ἐπʼ ἔργμασιν ὡς πάρος ἐσθλοῖς
αἰνεῖσθαι σπεύδοντι, νενίκηνται δʼ ὑπὸ κερδέων.
πᾶς δʼ ὑπὸ κόλπου χεῖρας ἔχων πόθεν οἴσεται ἀθρεῖ
ἄργυρον, οὐδέ κεν ἰὸν ἀποτρίψας τινὶ δοίη,
ἀλλʼ εὐθὺς μυθεῖται· «ἀπωτέρω ἢ γόνυ κνάμα·
αὐτῷ μοί τι γένοιτο.» «θεοὶ τιμῶσιν ἀοιδούς.»
«τίς δέ κεν ἄλλου ἀκούσαι; ἅλις πάντεσσιν Ὅμηρος.»
«οὗτος ἀοιδῶν λῷστος, ὃς ἐξ ἐμεῦ οἴσεται οὐδέν.»
Δαιμόνιοι, τί δὲ κέρδος ὁ μυρίος ἔνδοθι χρυσός
κείμενος; οὐχ ἅδε πλούτου φρονέουσιν ὄνασις,
ἀλλὰ τὸ μὲν ψυχᾷ, τὸ δέ πού τινι δοῦναι ἀοιδῶν·
πολλοὺς εὖ ἔρξαι πηῶν, πολλοὺς δὲ καὶ ἄλλων
ἀνθρώπων, αἰεὶ δὲ θεοῖς ἐπιβώμια ῥέζειν,
μηδὲ ξεινοδόκον κακὸν ἔμμεναι ἀλλὰ τραπέζῃ
μειλίξαντʼ ἀποπέμψαι ἐπὴν ἐθέλωντι νέεσθαι,
Μοισάων δὲ μάλιστα τίειν ἱεροὺς ὑποφήτας,
ὄφρα καὶ εἰν Ἀίδαο κεκρυμμένος ἐσθλὸς ἀκούσῃς,
μηδʼ ἀκλεὴς μύρηαι ἐπὶ ψυχροῦ Ἀχέροντος,
ὡσεί τις μακέλᾳ τετυλωμένος ἔνδοθι χεῖρας
ἀχὴν ἐκ πατέρων πενίην ἀκτήμονα κλαίων.
πολλοὶ ἐν Ἀντιόχοιο δόμοις καὶ ἄνακτος Ἀλεύα
ἁρμαλιὴν ἔμμηνον ἐμετρήσαντο πενέσται·
πολλοὶ δὲ Σκοπάδαισιν ἐλαυνόμενοι ποτὶ σακούς
μόσχοι σὺν κεραῇσιν ἐμυκήσαντο βόεσσι·
μυρία δʼ ἂμ πεδίον Κραννώνιον ἐνδιάασκον
ποιμένες ἔκκριτα μῆλα φιλοξείνοισι Κρεώνδαις·
ἀλλʼ οὔ σφιν τῶν ἦδος, ἐπεὶ γλυκὺν ἐξεκένωσαν
θυμὸν ἐς εὐρεῖαν σχεδίαν στυγνοῖο γέροντος·
ἄμναστοι δὲ τὰ πολλὰ καὶ ὄλβια τῆνα λιπόντες
δειλοῖς ἐν νεκύεσσι μακροὺς αἰῶνας ἔκειντο,
εἰ μὴ θεῖος ἀοιδὸς ὁ Κήιος αἰόλα φωνέων
βάρβιτον ἐς πολύχορδον ἐν ἀνδράσι θῆκʼ ὀνομαστούς
ὁπλοτέροις· τιμᾶς δὲ καὶ ὠκέες ἔλλαχον ἵπποι,
οἵ σφισιν ἐξ ἱερῶν στεφανηφόροι ἦλθον ἀγώνων.
τίς δʼ ἂν ἀριστῆας Λυκίων ποτέ, τίς κομόωντας
Πριαμίδας ἢ θῆλυν ἀπὸ χροιᾶς Κύκνον ἔγνω,
εἰ μὴ φυλόπιδας προτέρων ὕμνησαν ἀοιδοί;
οὐδʼ Ὀδυσεὺς ἑκατόν τε καὶ εἴκοσι μῆνας ἀλαθείς
πάντας ἐπʼ ἀνθρώπους, Ἀίδαν τʼ εἰς ἔσχατον ἐλθών
ζωός, καὶ σπήλυγγα φυγὼν ὀλοοῖο Κύκλωπος,
δηναιὸν κλέος ἔσχεν, ἐσιγάθη δʼ ἂν ὑφορβός
Εὔμαιος καὶ βουσὶ Φιλοίτιος ἀμφʼ ἀγελαίαις
ἔργον ἔχων αὐτός τε περίσπλαγχνος Λαέρτης,
εἰ μή σφεας ὤνασαν Ἰάονος ἀνδρὸς ἀοιδαί.
Ἐκ Μοισᾶν ἀγαθὸν κλέος ἔρχεται ἀνθρώποισι,
χρήματα δὲ ζώοντες ἀμαλδύνουσι θανόντων.
ἀλλʼ ἶσος γὰρ ὁ μόχθος ἐπʼ ᾐόνι κύματα μετρεῖν
ὅσσʼ ἄνεμος χέρσονδε μετὰ γλαυκᾶς ἁλὸς ὠθεῖ,
ἢ ὕδατι νίζειν θολερὰν διαειδέι πλίνθον,
καὶ φιλοκερδείῃ βεβλαμμένον ἄνδρα παρελθεῖν.
χαιρέτω ὅστις τοῖος, ἀνήριθμος δέ οἱ εἴη
ἄργυρος, αἰεὶ δὲ πλεόνων ἔχοι ἵμερος αὐτόν·
αὐτὰρ ἐγὼ τιμήν τε καὶ ἀνθρώπων φιλότητα
πολλῶν ἡμιόνων τε καὶ ἵππων πρόσθεν ἑλοίμαν.
δίζημαι δʼ ὅτινι θνατῶν κεχαρισμένος ἔλθω
σὺν Μοίσαις· χαλεπαὶ γὰρ ὁδοὶ τελέθουσιν ἀοιδοῖς
κουράων ἀπάνευθε Διὸς μέγα βουλεύοντος.
οὔπω μῆνας ἄγων ἔκαμʼ οὐρανὸς οὐδʼ ἐνιαυτούς·
πολλοὶ κινήσουσιν ἔτι τροχὸν ἄματος ἵπποι·
ἔσσεται οὗτος ἀνὴρ ὃς ἐμεῦ κεχρήσετʼ ἀοιδοῦ,
ῥέξας ἢ Ἀχιλεὺς ὅσσον μέγας ἢ βαρὺς Αἴας
ἐν πεδίῳ Σιμόεντος, ὅθι Φρυγὸς ἠρίον Ἴλου.
ἤδη νῦν Φοίνικες ὑπʼ ἠελίῳ δύνοντι
οἰκεῦντες Λιβύας ἄκρον σφυρὸν ἐρρίγασιν·
ἤδη βαστάζουσι Συρακόσιοι μέσα δοῦρα,
ἀχθόμενοι σακέεσσι βραχίονας ἰτεΐνοισιν·
ἐν δʼ αὐτοῖς Ἱέρων προτέροις ἴσος ἡρώεσσι
ζώννυται, ἵππειαι δὲ κόρυν σκιάουσιν ἔθειραι.
αἲ γάρ, Ζεῦ κύδιστε πάτερ καὶ πότνιʼ Ἀθάνα
κούρη θʼ ἣ σὺν μητρὶ πολυκλήρων Ἐφυραίων
εἴληχας μέγα ἄστυ παρʼ ὕδασι Λυσιμελείας,
ἐχθροὺς ἐκ νάσοιο κακαὶ πέμψειαν ἀνάγκαι
Σαρδόνιον κατὰ κῦμα φίλων μόρον ἀγγέλλοντας
τέκνοις ἠδʼ ἀλόχοισιν, ἀριθμητοὺς ἀπὸ πολλῶν.
ἄστεα δὲ προτέροισι πάλιν ναίοιτο πολίταις,
δυσμενέων ὅσα χεῖρες ἐλωβήσαντο κατʼ ἄκρας·
ἀγροὺς δʼ ἐργάζοιντο τεθαλότας· αἱ δʼ ἀνάριθμοι
μήλων χιλιάδες βοτάνᾳ διαπιανθεῖσαι
ἂμ πεδίον βληχῷντο, βόες δʼ ἀγεληδὸν ἐς αὖλιν
ἐρχόμεναι σκνιφαῖον ἐπισπεύδοιεν ὁδίταν·
νειοὶ δʼ ἐκπονέοιντο ποτὶ σπόρον, ἁνίκα τέττιξ
ποιμένας ἐνδίους πεφυλαγμένος ὑψόθι δένδρων
ἀχεῖ ἐν ἀκρεμόνεσσιν· ἀράχνια δʼ εἰς ὅπλʼ ἀράχναι
λεπτὰ διαστήσαιντο, βοᾶς δʼ ἔτι μηδʼ ὄνομʼ εἴη.
ὑψηλὸν δʼ Ἱέρωνι κλέος φορέοιεν ἀοιδοί
καὶ πόντου Σκυθικοῖο πέραν καὶ ὅθι πλατὺ τεῖχος
ἀσφάλτῳ δήσασα Σεμίραμις ἐμβασίλευεν.
εἷς μὲν ἐγώ, πολλοὺς δὲ Διὸς φιλέοντι καὶ ἄλλους
θυγατέρες, τοῖς πᾶσι μέλοι Σικελὴν Ἀρέθοισαν
ὑμνεῖν σὺν λαοῖσι καὶ αἰχμητὴν Ἱέρωνα.
ὦ Ἐτεόκλειοι Χάριτες θεαί, ὦ Μινύειον
Ὀρχομενὸν φιλέοισαι ἀπεχθόμενόν ποτε Θήβαις,
ἄκλητος μὲν ἔγωγε μένοιμί κεν, ἐς δὲ καλεύντων
θαρσήσας Μοίσαισι σὺν ἁμετέραισιν ἴοιμʼ ἄν.
καλλείψω δʼ οὐδʼ ὔμμε· τί γὰρ Χαρίτων ἀγαπητόν
ἀνθρώποις ἀπάνευθεν; ἀεὶ Χαρίτεσσιν ἅμʼ εἴην.
ΘΕΟΚΡΙΤΟΥ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΠΤΟΛΕΜΑΙΟΝ
Ἐκ Διὸς ἀρχώμεσθα καὶ ἐς Δία λήγετε Μοῖσαι,
ἀθανάτων τὸν ἄριστον, ἐπὴν ἀείδωμεν ἀοιδαῖς·
ἀνδρῶν δʼ αὖ Πτολεμαῖος ἐνὶ πρώτοισι λεγέσθω
καὶ πύματος καὶ μέσσος· ὃ γὰρ προφερέστατος ἀνδρῶν.
ἥρωες, τοὶ πρόσθεν ἀφʼ ἡμιθέων ἐγένοντο,
ῥέξαντες καλὰ ἔργα σοφῶν ἐκύρησαν ἀοιδῶν·
αὐτὰρ ἐγὼ Πτολεμαῖον ἐπιστάμενος καλὰ εἰπεῖν
ὑμνήσαιμʼ· ὕμνοι δὲ καὶ ἀθανάτων γέρας αὐτῶν.
Ἴδαν ἐς πολύδενδρον ἀνὴρ ὑλατόμος ἐλθών
παπταίνει, παρεόντος ἄδην, πόθεν ἄρξεται ἔργου.
τί πρῶτον καταλέξω; ἐπεὶ πάρα μυρία εἰπεῖν
οἷσι θεοὶ τὸν ἄριστον ἐτίμησαν βασιλήων.
Ἐκ πατέρων οἷος μὲν ἔην τελέσαι μέγα ἔργον
Λαγείδας Πτολεμαῖος, ὅτε φρεσὶν ἐγκατάθοιτο
βουλάν, ἃν οὐκ ἄλλος ἀνὴρ οἷός τε νοῆσαι.
τῆνον καὶ μακάρεσσι πατὴρ ὁμότιμον ἔθηκεν
ἀθανάτοις, καί οἱ χρύσεος θρόνος ἐν Διὸς οἴκῳ
δέδμηται· παρὰ δʼ αὐτὸν Ἀλέξανδρος φίλα εἰδώς
ἑδριάει, Πέρσαισι βαρὺς θεὸς αἰολομίτρας.
ἀντία δʼ Ἡρακλῆος ἕδρα κενταυροφόνοιο
ἵδρυται στερεοῖο τετυγμένα ἐξ ἀδάμαντος·
ἔνθα σὺν ἄλλοισιν θαλίας ἔχει Οὐρανίδῃσι,
χαίρων υἱωνῶν περιώσιον υἱωνοῖσιν,
ὅττι σφεων Κρονίδης μελέων ἐξείλετο γῆρας,
ἀθάνατοι δὲ καλεῦνται ἑοὶ νέποδες γεγαῶτες.
ἄμφω γὰρ πρόγονός σφιν ὁ καρτερὸς Ἡρακλείδας,
ἀμφότεροι δʼ ἀριθμεῦνται ἐς ἔσχατον Ἡρακλῆα.
τῷ καὶ ἐπεὶ δαίτηθεν ἴοι κεκορημένος ἤδη
νέκταρος εὐόδμοιο φίλας ἐς δῶμʼ ἀλόχοιο,
τῷ μὲν τόξον ἔδωκεν ὑπωλένιόν τε φαρέτραν,
τῷ δὲ σιδάρειον σκύταλον κεχαραγμένον ὄζοις·
οἳ δʼ εἰς ἀμβρόσιον θάλαμον λευκοσφύρου Ἥβας
ὅπλα καὶ αὐτὸν ἄγουσι γενειήταν Διὸς υἱόν.
Οἵα δʼ ἐν πινυταῖσι περικλειτὰ Βερενίκα
ἔπρεπε θηλυτέρῃς, ὄφελος μέγα γειναμένοισι.
τᾷ μὲν Κύπρον ἔχοισα Διώνας πότνια κούρα
κόλπον ἐς εὐώδη ῥαδινὰς ἐσεμάξατο χεῖρας·
τῷ οὔπω τινὰ φαντὶ ἁδεῖν τόσον ἀνδρὶ γυναικῶν
ὅσσον περ Πτολεμαῖος ἑὴν ἐφίλησεν ἄκοιτιν.
ἦ μὰν ἀντεφιλεῖτο πολὺ πλέον. ὧδέ κε παισί
θαρσήσας σφετέροισιν ἐπιτρέποι οἶκον ἅπαντα,
ὁππότε κεν φιλέων βαίνῃ λέχος ἐς φιλεούσης·
ἀστόργου δὲ γυναικὸς ἐπʼ ἀλλοτρίῳ νόος αἰεί,
ῥηίδιοι δὲ γοναί, τέκνα δʼ οὐ ποτεοικότα πατρί.
κάλλει ἀριστεύουσα θεάων πότνʼ Ἀφροδίτα,
σοὶ τήνα μεμέλητο· σέθεν δʼ ἕνεκεν Βερενίκα
εὐειδὴς Ἀχέροντα πολύστονον οὐκ ἐπέρασεν,
ἀλλά μιν ἁρπάξασα, πάροιθʼ ἐπὶ νῆα κατελθεῖν
κυανέαν καὶ στυγνὸν ἀεὶ πορθμῆα καμόντων,
ἐς ναὸν κατέθηκας, ἑᾶς δʼ ἀπεδάσσαο τιμᾶς.
πᾶσιν δʼ ἤπιος ἥδε βροτοῖς μαλακοὺς μὲν ἔρωτας
προσπνείει, κούφας δὲ διδοῖ ποθέοντι μερίμνας.
Ἀργεία κυάνοφρυ, σὺ λαοφόνον Διομήδεα
μισγομένα Τυδῆι τέκες, Καλυδωνίῳ ἀνδρί,
ἀλλὰ Θέτις βαθύκολπος ἀκοντιστὰν Ἀχιλῆα
Αἰακίδᾳ Πηλῆι· σὲ δʼ, αἰχμητὰ Πτολεμαῖε,
αἰχμητᾷ Πτολεμαίῳ ἀρίζηλος Βερενίκα.
καί σε Κόως ἀτίταλλε βρέφος νεογιλλὸν ἐόντα,
δεξαμένα παρὰ ματρὸς ὅτε πρώταν ἴδες ἀῶ.
ἔνθα γὰρ Εἰλείθυιαν ἐβώσατο λυσίζωνον
Ἀντιγόνας θυγάτηρ βεβαρημένα ὠδίνεσσιν·
ἣ δέ οἱ εὐμενέοισα παρίστατο, κὰδ δʼ ἄρα πάντων
νωδυνίαν κατέχευε μελῶν· ὃ δὲ πατρὶ ἐοικώς
παῖς ἀγαπητὸς ἔγεντο. Κόως δʼ ὀλόλυξεν ἰδοῖσα,
φᾶ δὲ καθαπτομένα βρέφεος χείρεσσι φίλῃσιν·
«ὄλβιε κοῦρε γένοιο, τίοις δέ με τόσσον ὅσον περ
Δῆλον ἐτίμησεν κυανάμπυκα Φοῖβος Ἀπόλλων·
ἐν δὲ μιᾷ τιμῇ Τρίοπον καταθεῖο κολώναν,
ἶσον Δωριέεσσι νέμων γέρας ἐγγὺς ἐοῦσιν·
ἶσον καὶ Ῥήναιαν ἄναξ ἐφίλησεν Ἀπόλλων.»
ὣς ἄρα νᾶσος ἔειπεν· ὁ δʼ ὑψόθεν ἔκλαγε φωνᾷ
ἐς τρὶς ἀπὸ νεφέων μέγας αἰετός, αἴσιος ὄρνις.
Ζηνός που τόδε σᾶμα· Διὶ Κρονίωνι μέλοντι
αἰδοῖοι βασιλῆες, ὃ δʼ ἔξοχος ὅν κε φιλήσῃ
γεινόμενον τὰ πρῶτα· πολὺς δέ οἱ ὄλβος ὀπαδεῖ,
πολλᾶς δὲ κρατέει γαίας, πολλᾶς δὲ θαλάσσας.
Μυρίαι ἄπειροί τε καὶ ἔθνεα μυρία φωτῶν
λήιον ἀλδήσκουσιν ὀφελλόμεναι Διὸς ὄμβρῳ,
ἀλλʼ οὔτις τόσα φύει ὅσα χθαμαλὰ Αἴγυπτος,
Νεῖλος ἀναβλύζων διερὰν ὅτε βώλακα θρύπτει,
οὐδέ τις ἄστεα τόσσα βροτῶν ἔχει ἔργα δαέντων.
τρεῖς μέν οἱ πολίων ἑκατοντάδες ἐνδέδμηνται,
τρεῖς δʼ ἄρα χιλιάδες τρισσαῖς ἐπὶ μυριάδεσσι,
δοιαὶ δὲ τριάδες, μετὰ δέ σφισιν ἐννεάδες τρεῖς·
τῶν πάντων Πτολεμαῖος ἀγήνωρ ἐμβασιλεύει.
καὶ μὴν Φοινίκας ἀποτέμνεται Ἀρραβίας τε
καὶ Συρίας Λιβύας τε κελαινῶν τʼ Αἰθιοπήων·
Παμφύλοισί τε πᾶσι καὶ αἰχμηταῖς Κιλίκεσσι
σαμαίνει, Λυκίοις τε φιλοπτολέμοισί τε Καρσί
καὶ νάσοις Κυκλάδεσσιν, ἐπεί οἱ νᾶες ἄρισται
πόντον ἐπιπλώοντι, θάλασσα δὲ πᾶσα καὶ αἶα
καὶ ποταμοὶ κελάδοντες ἀνάσσονται Πτολεμαίῳ,
πολλοὶ δʼ ἱππῆες, πολλοὶ δέ μιν ἀσπιδιῶται
χαλκῷ μαρμαίροντι σεσαγμένοι ἀμφαγέρονται.
Ὄλβῳ μὲν πάντας κε καταβρίθοι βασιλῆας·
τόσσον ἐπʼ ἆμαρ ἕκαστον ἐς ἀφνεὸν ἔρχεται οἶκον
πάντοθε. λαοὶ δʼ ἔργα περιστέλλουσιν ἕκηλοι·
οὐ γάρ τις δηίων πολυκήτεα Νεῖλον ὑπερβάς
πεζὸς ἐν ἀλλοτρίαισι βοὰν ἐστάσατο κώμαις,
οὐδέ τις αἰγιαλόνδε θοᾶς ἐξήλατο ναός
θωρηχθεὶς ἐπὶ βουσὶν ἀνάρσιος Αἰγυπτίῃσιν·
τοῖος ἀνὴρ πλατέεσσιν ἐνίδρυται πεδίοισι
ξανθοκόμας Πτολεμαῖος, ἐπιστάμενος δόρυ πάλλειν,
ᾧ ἐπίπαγχυ μέλει πατρώια πάντα φυλάσσειν
οἷʼ ἀγαθῷ βασιλῆι, τὰ δὲ κτεατίζεται αὐτός.
οὐ μὰν ἀχρεῖός γε δόμῳ ἐνὶ πίονι χρυσός
μυρμάκων ἅτε πλοῦτος ἀεὶ κέχυται μογεόντων·
ἀλλὰ πολὺν μὲν ἔχοντι θεῶν ἐρικυδέες οἶκοι,
αἰὲν ἀπαρχομένοιο σὺν ἄλλοισιν γεράεσσι,
πολλὸν δʼ ἰφθίμοισι δεδώρηται βασιλεῦσι,
πολλὸν δὲ πτολίεσσι, πολὺν δʼ ἀγαθοῖσιν ἑταίροις.
οὐδὲ Διωνύσου τις ἀνὴρ ἱεροὺς κατʼ ἀγῶνας
ἵκετʼ ἐπιστάμενος λιγυρὰν ἀναμέλψαι ἀοιδάν,
ᾧ οὐ δωτίναν ἀντάξιον ὤπασε τέχνας.
Μουσάων δʼ ὑποφῆται ἀείδοντι Πτολεμαῖον
ἀντʼ εὐεργεσίης. τί δὲ κάλλιον ἀνδρί κεν εἴη
ὀλβίῳ ἢ κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἀρέσθαι;
τοῦτο καὶ Ἀτρεΐδαισι μένει· τὰ δὲ μυρία τῆνα
ὅσσα μέγαν Πριάμοιο δόμον κτεάτισσαν ἑλόντες
ἀέρι πᾳ κέκρυπται, ὅθεν πάλιν οὐκέτι νόστος.
Μοῦνος ὅδε προτέρων τε καὶ ὧν ἔτι θερμὰ κονία
στειβομένα καθύπερθε ποδῶν ἐκμάσσεται ἴχνη,
ματρὶ φίλᾳ καὶ πατρὶ θυώδεας εἵσατο ναούς·
ἐν δʼ αὐτοὺς χρυσῷ περικαλλέας ἠδʼ ἐλέφαντι
ἵδρυται πάντεσσιν ἐπιχθονίοισιν ἀρωγούς.
πολλὰ δὲ πιανθέντα βοῶν ὅγε μηρία καίει
μησὶ περιπλομένοισιν ἐρευθομένων ἐπὶ βωμῶν,
αὐτός τʼ ἰφθίμα τʼ ἄλοχος, τᾶς οὔτις ἀρείων
νυμφίον ἐν μεγάροισι γυνὰ περιβάλλετʼ ἀγοστῷ,
ἐκ θυμοῦ στέργοισα κασίγνητόν τε πόσιν τε.
ὧδε καὶ ἀθανάτων ἱερὸς γάμος ἐξετελέσθη
οὓς τέκετο κρείουσα Ῥέα βασιλῆας Ὀλύμπου·
ἓν δὲ λέχος στόρνυσιν ἰαύειν Ζηνὶ καὶ Ἥρῃ
χεῖρας φοιβήσασα μύροις ἔτι παρθένος Ἶρις.
Χαῖρε, ἄναξ Πτολεμαῖε· σέθεν δʼ ἐγὼ ἶσα καὶ ἄλλων
μνάσομαι ἡμιθέων, δοκέω δʼ ἔπος οὐκ ἀπόβλητον
φθέγξομαι ἐσσομένοις· ἀρετήν γε μὲν ἐκ Διὸς αἰτεῦ.
ΘΕΟΚΡΙΤΟΥ ΕΛΕΝΗΣ ΕΠΙΘΑΛΑΜΙΟΣ
Ἔν ποκʼ ἄρα Σπάρτᾳ ξανθότριχι πὰρ Μενελάῳ
παρθενικαὶ θάλλοντα κόμαις ὑάκινθον ἔχοισαι
πρόσθε νεογράπτω θαλάμω χορὸν ἐστάσαντο,
δώδεκα ταὶ πρᾶται πόλιος, μέγα χρῆμα Λακαινᾶν,
ἁνίκα Τυνδαρίδα κατεκλᾴξατο τὰν ἀγαπατάν
μναστεύσας Ἑλέναν ὁ νεώτερος Ἀτρέος υἱῶν.
ἄειδον δʼ ἅμα πᾶσαι ἐς ἓν μέλος ἐγκροτέοισαι
ποσσὶ περιπλέκτοις, ὑπὸ δʼ ἴαχε δῶμʼ ὑμεναίῳ·
Οὕτω δὴ πρωιζὰ κατέδραθες, ὦ φίλε γαμβρέ;
ἦ ῥά τις ἐσσὶ λίαν βαρυγούνατος; ἦ ῥα φίλυπνος;
ἦ ῥα πολύν τινʼ ἔπινες, ὅκʼ εἰς εὐνὰν κατεβάλλευ;
εὕδειν μὰν σπεύδοντα καθʼ ὥραν αὐτὸν ἐχρῆν τυ,
παῖδα δʼ ἐᾶν σὺν παισὶ φιλοστόργῳ παρὰ ματρί
παίσδειν ἐς βαθὺν ὄρθρον, ἐπεὶ καὶ ἔνας καὶ ἐς ἀῶ
κἠς ἔτος ἐξ ἔτεος, Μενέλαε, τεὰ νυὸς ἅδε.
ὄλβιε γάμβρʼ, ἀγαθός τις ἐπέπταρεν ἐρχομένῳ τοι
ἐς Σπάρταν ἅπερ ὧλλοι ἀριστέες, ὡς ἀνύσαιο·
μῶνος ἐν ἡμιθέοις Κρονίδαν Δία πενθερὸν ἑξεῖς.
Ζανός τοι θυγάτηρ ὑπὸ τὰν μίαν ἵκετο χλαῖναν,
οἵα Ἀχαιιάδων γαῖαν πατεῖ οὐδεμίʼ ἄλλα·
ἦ μέγα κά τι τέκοιτʼ, εἰ ματέρι τίκτοι ὁμοῖον.
ἄμμες δʼ αἱ πᾶσαι συνομάλικες, αἷς δρόμος ωὑτός
χρισαμέναις ἀνδριστὶ παρʼ Εὐρώταο λοετροῖς,
τετράκις ἑξήκοντα κόραι, θῆλυς νεολαία,
τᾶν οὐδʼ ἅτις ἄμωμος ἐπεί χʼ Ἑλένᾳ παρισωθῇ.
Ἀὼς ἀντέλλοισα καλὸν διέφανε πρόσωπον,
πότνια Νύξ, τό τε λευκὸν ἔαρ χειμῶνος ἀνέντος·
ὧδε καὶ ἁ χρυσέα Ἑλένα διεφαίνετʼ ἐν ἁμῖν.
πιείρᾳ μεγάλα ἅτʼ ἀνέδραμε κόσμος ἀρούρᾳ
ἢ κάπῳ κυπάρισσος, ἢ ἅρματι Θεσσαλὸς ἵππος,
ὧδε καὶ ἁ ῥοδόχρως Ἑλένα Λακεδαίμονι κόσμος·
οὐδέ τις ἐκ ταλάρω πανίσδεται ἔργα τοιαῦτα,
οὐδʼ ἐνὶ δαιδαλέῳ πυκινώτερον ἄτριον ἱστῷ
κερκίδι συμπλέξασα μακρῶν ἔταμʼ ἐκ κελεόντων.
οὐ μὰν οὐδὲ λύραν τις ἐπίσταται ὧδε κροτῆσαι
Ἄρτεμιν ἀείδοισα καὶ εὐρύστερνον Ἀθάναν
ὡς Ἑλένα, τᾶς πάντες ἐπʼ ὄμμασιν ἵμεροι ἐντί.
ὦ καλά, ὦ χαρίεσσα κόρα, τὺ μὲν οἰκέτις ἤδη.
ἄμμες δʼ ἐς Δρόμον ἦρι καὶ ἐς λειμώνια φύλλα
ἑρψεῦμες στεφάνως δρεψεύμεναι ἁδὺ πνέοντας,
πολλὰ τεοῦς, Ἑλένα, μεμναμέναι ὡς γαλαθηναί
ἄρνες γειναμένας ὄιος μαστὸν ποθέοισαι.
πρᾶταί τοι στέφανον λωτῶ χαμαὶ αὐξομένοιο
πλέξασαι σκιερὰν καταθήσομεν ἐς πλατάνιστον·
πρᾶται δʼ ἀργυρέας ἐξ ὄλπιδος ὑγρὸν ἄλειφαρ
λαζύμεναι σταξεῦμες ὑπὸ σκιερὰν πλατάνιστον·
γράμματα δʼ ἐν φλοιῷ γεγράψεται, ὡς παριών τις
ἀννείμῃ Δωριστί· «σέβευ μʼ· Ἑλένας φυτόν εἰμι.»
Χαίροις, ὦ νύμφα· χαίροις, εὐπένθερε γαμβρέ.
Λατὼ μὲν δοίη, Λατὼ κουροτρόφος, ὔμμιν
εὐτεκνίαν, Κύπρις δέ, θεὰ Κύπρις, ἶσον ἔρασθαι
ἀλλάλων, Ζεὺς δέ, Κρονίδας Ζεύς, ἄφθιτον ὄλβον,
ὡς ἐξ εὐπατριδᾶν εἰς εὐπατρίδας πάλιν ἔνθῃ.
εὕδετʼ ἐς ἀλλάλων στέρνον φιλότατα πνέοντες
καὶ πόθον· ἐγρέσθαι δὲ πρὸς ἀῶ μὴ ʼπιλάθησθε.
νεύμεθα κἄμμες ἐς ὄρθρον, ἐπεί κα πρᾶτος ἀοιδός
ἐξ εὐνᾶς κελαδήσῃ ἀνασχὼν εὔτριχα δειράν.
Ὑμὴν ὦ Ὑμέναιε, γάμῳ ἐπὶ τῷδε χαρείης.
ΘΕΟΚΡΙΤΟΥ ΚΗΡΙΟΚΛΕΠΤΗΣ
Τὸν κλέπταν ποτʼ Ἔρωτα κακὰ κέντασε μέλισσα
κηρίον ἐκ σίμβλων συλεύμενον, ἄκρα δὲ χειρῶν
δάκτυλα πάνθʼ ὑπένυξεν. ὃ δʼ ἄλγεε καὶ χέρʼ ἐφύση
καὶ τὰν γᾶν ἐπάταξε καὶ ἅλατο, τᾷ δʼ Ἀφροδίτᾳ
δεῖξεν τὰν ὀδύναν, καὶ μέμφετο ὅττι γε τυτθόν
θηρίον ἐντὶ μέλισσα καὶ ἁλίκα τραύματα ποιεῖ.
χἀ μάτηρ γελάσασα· «τὺ δʼ οὐκ ἴσος ἐσσὶ μελίσσαις,
ὃς τυτθὸς μὲν ἔεις τὰ δὲ τραύματα ἁλίκα ποιεῖς;»
ΘΕΟΚΡΙΤΟΥ ΒΟΥΚΟΛΙΣΚΟΣ
Εὐνίκα μʼ ἐγέλαξε θέλοντά μιν ἁδὺ φιλᾶσαι
καί μʼ ἐπικερτομέοισα τάδʼ ἔννεπεν· «ἔρρʼ ἀπʼ ἐμεῖο.
βουκόλος ὢν ἐθέλεις με κύσαι, τάλαν; οὐ μεμάθηκα
ἀγροίκως φιλέειν, ἀλλʼ ἀστικὰ χείλεα θλίβειν.
μὴ τύγε μευ κύσσῃς τὸ καλὸν στόμα μηδʼ ἐν ὀνείροις.
οἷα βλέπεις, ὁπποῖα λαλεῖς, ὡς ἄγρια παίσδεις.
χείλεά τοι νοσέοντι, χέρες δέ τοι ἐντὶ μέλαιναι,
καὶ κακὸν ἐξόσδεις. ἀπʼ ἐμεῦ φύγε μή με μολύνῃς.»
τοιάδε μυθίζοισα τρὶς εἰς ἑὸν ἔπτυσε κόλπον,
καί μʼ ἀπὸ τᾶς κεφαλᾶς ποτὶ τὼ πόδε συνεχὲς εἶδεν
χείλεσι μυχθίζοισα καὶ ὄμμασι λοξὰ βλέποισα,
καὶ πολὺ τᾷ μορφᾷ θηλύνετο, καί τι σεσαρός
καὶ σοβαρόν μʼ ἐγέλαξεν. ἐμοὶ δʼ ἄφαρ ἔζεσεν αἷμα,
καὶ χρόα φοινίχθην ὑπὸ τὤλγεος ὡς ῥόδον ἕρσᾳ.
χἂ μὲν ἔβα με λιποῖσα, φέρω δʼ ὑποκάρδιον ὀργάν,
ὅττι με τὸν χαρίεντα κακὰ μωμήσαθʼ ἑταίρα.
ποιμένες, εἴπατέ μοι τὸ κρήγυον· οὐ καλὸς ἐμμί;
ἆρά τις ἐξαπίνας με θεὸς βροτὸν ἄλλον ἔτευξε;
καὶ γὰρ ἐμοὶ τὸ πάροιθεν ἐπάνθεεν ἁδύ τι κάλλος . . . . . . . . .
ὡς κισσὸς ποτὶ πρέμνον, ἐμὰν δʼ ἐπύκαζεν ὑπήναν,
χαῖται δʼ οἷα σέλινα περὶ κροτάφοισι κέχυντο,
καὶ λευκὸν τὸ μέτωπον ἐπʼ ὀφρύσι λάμπε μελαίναις·
ὄμματά μοι γλαυκᾶς χαροπώτερα πολλὸν Ἀθάνας,
τὸ στόμα δʼ αὖ πακτᾶς ἁπαλώτερον, ἐκ στομάτων δέ
ἔρρεέ μοι φωνὰ γλυκερωτέρα ἢ μέλι κηρῶ.
ἁδὺ δέ μοι τὸ μέλισμα, καὶ ἢν σύριγγι μελίσδω,
κἢν αὐλῷ λαλέω, κἢν δώνακι, κἢν πλαγιαύλῳ.
καὶ πᾶσαι καλόν με κατʼ ὤρεα φαντὶ γυναῖκες,
καὶ πᾶσαί με φιλεῦντι· τὰ δʼ ἀστικά μʼ οὐκ ἐφίλασεν,
ἀλλʼ ὅτι βουκόλος ἐμμὶ παρέδραμε κοὔποτʼ ἀκούει.
οὐκ ἔγνω δʼ ὅτι Κύπρις ἐπʼ ἀνέρι μήνατο βούτᾳ
καὶ Φρυγίοις ἐνόμευσεν ἐν ὤρεσι, καὶ τὸν Ἄδωνιν
ἐν δρυμοῖσι φίλασε καὶ ἐν δρυμοῖσιν ἔκλαυσεν.
Ἐνδυμίων δὲ τίς ἦν; οὐ βουκόλος; ὅν γε Σελάνα
βουκολέοντα φίλασεν, ἀπʼ Οὐλύμπω δὲ μολοῖσα
Λάτμιον ἂν νάπος ἦλθε, καὶ εἰς ὁμὰ παιδὶ κάθευδε.
καὶ τύ, Ῥέα, κλαίεις τὸν βουκόλον. οὐχὶ δὲ καὶ τύ,
ὦ Κρονίδα, διὰ παῖδα βοηνόμον ὄρνις ἐπλάγχθης;
Εὐνίκα δὲ μόνα τὸν βουκόλον οὐκ ἐφίλασεν,
ἁ Κυβέλας κρέσσων καὶ Κύπριδος ἠδὲ Σελάνας.
μηκέτι μηδʼ ἅ, Κύπρι, τὸν ἁδέα μήτε κατʼ ἄστυ
μήτʼ ἐν ὄρει φιλέοι, μώνα δʼ ἀνὰ νύκτα καθεύδοι.
ΘΕΟΚΡΙΤΟΥ ΑΛΙΕΙΣ
Ἁ πενία, Διόφαντε, μόνα τὰς τέχνας ἐγείρει·
αὕτα τῶ μόχθοιο διδάσκαλος, οὐδὲ γὰρ εὕδειν
ἀνδράσιν ἐργατίναισι κακαὶ παρέχοντι μέριμναι·
κἂν ὀλίγον νυκτός τις ἐπιβρίσσῃσι, τὸν ὕπνον
αἰφνίδιον θορυβεῦντι ἐφιστάμεναι μελεδῶναι.
Ἰχθύος ἀγρευτῆρες ὁμῶς δύο κεῖντο γέροντες
στρωσάμενοι βρύον αὖον ὑπὸ πλεκταῖς καλύβαισι,
κεκλιμένοι τοίχῳ τῷ φυλλίνῳ· ἐγγύθι δʼ αὐτοῖν
κεῖτο τὰ ταῖν χειροῖν ἀθλήματα, τοὶ καλαθίσκοι,
τοὶ κάλαμοι, τἄγκιστρα, τὰ φυκιόεντα δέλητα,
ὁρμιαὶ κύρτοι τε καὶ ἐκ σχοίνων λαβύρινθοι,
μήρινθοι κῶπαί τε γέρων τʼ ἐπʼ ἐρείσμασι λέμβος·
νέρθεν τᾶς κεφαλᾶς φορμὸς βραχύς, εἵματα, πῖλοι.
οὗτος τοῖς ἁλιεῦσιν ὁ πᾶς πόρος, οὗτος ὁ πλοῦτος·
οὐ κλεῖδʼ, οὐχὶ θύραν ἔχον, οὐ κύνα· πάντα περισσά
ταῦτʼ ἐδόκει τήνοις· ἁ γὰρ πενία σφας ἐτήρει.
οὐδεὶς δʼ ἐν μέσσῳ γείτων πέλεν, ἁ δὲ παρʼ αὐτᾷ
θλιβομέναν καλύβᾳ τραφερὰν προσέναχε θάλασσα.
κοὔπω τὸν μέσατον δρόμον ἄνυεν ἅρμα Σελάνας,
τοὺς δʼ ἁλιεῖς ἤγειρε φίλος πόνος, ἐκ βλεφάρων δέ
ὕπνον ἀπωσάμενοι σφετέραις φρεσὶν ἤρεθον αὐδάν.
Ἀσφαλίων ψεύδοντʼ, ὦ φίλε, πάντες ὅσοι τὰς νύκτας ἔφασκον
τῶ θέρεος μινύθειν, ὅκα τἄματα μακρὰ φέροντι.
ἤδη μυρίʼ ἐσεῖδον ὀνείρατα, κοὐδέπω ἀώς.
μὴ λαθόμην τί τὸ χρῆμα χρόνον δʼ αἱ νύκτες ἔχοντι.
Ἑταῖρος Ἀσφαλίων, μέμφῃ τὸ καλὸν θέρος; οὐ γὰρ ὁ καιρός
αὐτομάτως παρέβα τὸν ἑὸν δρόμον, ἀλλὰ τὸν ὕπνον
ἁ φροντὶς κόπτοισα μακρὰν τὰν νύκτα ποιεῖ τοι.
Ἀσφαλίων ἆρʼ ἔμαθες κρίνειν ποκʼ ἐνύπνια; χρηστὰ γὰρ εἶδον.
οὔ σε θέλω τὠμῶ φαντάσματος ἦμεν ἄμοιρον.
Ἑταῖρος ὡς καὶ τὰν ἄγραν, τὠνείρατα πάντα μερίζευ.
εἰ γὰρ κεἰκάξω κατὰ τὸν νόον, οὗτος ἄριστος
ἐστὶν ὀνειροκρίτας, ὁ διδάσκαλός ἐστι παρʼ ᾧ νοῦ
ἄλλως καὶ σχολά ἐστι· τί γὰρ ποιεῖν ἂν ἔχοι τις
κείμενος ἐν φύλλοις ποτὶ κύματι μηδὲ καθεύδων;
ἀλλʼ ὄνος ἐν ῥάμνῳ τό τε λύχνιον ἐν πρυτανείῳ·
φαντὶ γὰρ ἀγρυπνίαν τάδʼ ἔχειν. λέγεο ποτε νυκτός
ὄψιν τά τις ἔσσεο δὲ λέγει μάνυεν ἑταίρῳ.
Ἀσφαλίων δειλινὸν ὡς κατέδαρθον ἐπʼ εἰναλίοισι πόνοισιν
— οὐκ ἦν μὰν πολύσιτος, ἐπεὶ δειπνεῦντες ἐν ὥρᾳ,
εἰ μέμνῃ, τᾶς γαστρὸς ἐφειδόμεθʼ —, εἶδον ἐμαυτόν
ἐν πέτρᾳ βεβαῶτα, καθεζόμενος δʼ ἐδόκευον
ἰχθύας, ἐκ καλάμω δὲ πλάνον κατέσειον ἐδωδάν.
καί τις τῶν τραφερῶν ὠρέξατο· καὶ γὰρ ἐν ὕπνοις
πᾶσα κύων ἄρτον μαντεύεται, ἰχθύα κἠγών.
χὢ μὲν τὠγκίστρῳ ποτεφύετο, καὶ ῥέεν αἷμα·
τὸν κάλαμον δʼ ὑπὸ τῶ κινήματος ἀγκύλον εἶχον.
τὼ χέρε τεινόμενος, περικλώμενος, εὗρον ἀγῶνα
πῶς ἀνέλω μέγαν ἰχθὺν ἀφαυροτέροισι σιδάροις·
εἶθʼ ὑπομιμνάσκων τῶ τρώματος ἠρέμα νύξα,
καὶ νύξας ἐχάλαξα, καὶ οὐ φεύγοντος ἔτεινα.
ἤνυσα δʼ ὦν τὸν ἄεθλον, ἀνείλκυσα χρύσεον ἰχθύν,
παντᾷ τοι χρυσῷ πεπυκασμένον· εἷλέ με δεῖμα
μήτι Ποσειδάωνι πέλοι πεφιλημένος ἰχθύς,
ἢ τάχα τᾶς γλαυκᾶς κειμήλιον Ἀμφιτρίτας.
ἠρέμα δʼ αὐτὸν ἐγὼν ἐκ τὠγκίστρω ἀπέλυσα,
μή ποκα τῶ στόματος τἀγκίστρια χρυσὸν ἔχοιεν.
καὶ τὸν μὲν πιστεύσασα καλά γε τὸν ἠπήρατον,
ὤμοσα δʼ οὐκέτι λοιπὸν ὑπὲρ πελάγους πόδα θεῖναι,
ἀλλὰ μενεῖν ἐπὶ γᾶς καὶ τῶ χρυσῶ βασιλεύσειν.
ταῦτά με κἠξήγειρε, τὺ δʼ, ὦ ξένε, λοιπὸν ἔρειδε
τὰν γνώμαν· ὅρκον γὰρ ἐγὼ τὸν ἐπώμοσα ταρβῶ.
Ἑταῖρος μὴ σύγε, μὴ τρέσσῃς· οὐκ ὤμοσας· οὐδὲ γὰρ ἰχθύν
χρύσεον ὡς ἴδες εἷλες, ἴσα δʼ ἦν ψεύδεσιν ὄψις.
εἰ δʼ ὕπαρ οὐ κνώσσων τὰ πελώρια ταῦτα ματεύσεις,
ἐλπὶς τῶν ὕπνων· ζάτει τὸν σάρκινον ἰχθύν,
μὴ σὺ θάνῃς λιμῷ καὶ τοῖς χρυσοῖσιν ὀνείροις.
ΘΕΟΚΡΙΤΟΥ ΔΙΟΣΚΟΥΡΟΙ
Ὑμνέομεν Λήδας τε καὶ αἰγιόχου Διὸς υἱώ,
Κάστορα καὶ φοβερὸν Πολυδεύκεα πὺξ ἐρεθίζειν
χεῖρας ἐπιζεύξαντα μέσας βοέοισιν ἱμᾶσιν.
ὑμνέομεν καὶ δὶς καὶ τὸ τρίτον ἄρσενα τέκνα
κούρης Θεστιάδος, Λακεδαιμονίους δύʼ ἀδελφούς,
ἀνθρώπων σωτῆρας ἐπὶ ξυροῦ ἤδη ἐόντων,
ἵππων θʼ αἱματόεντα ταρασσομένων καθʼ ὅμιλον,
νηῶν θʼ αἳ δύνοντα καὶ οὐρανὸν εἰσανιόντα
ἄστρα βιαζόμεναι χαλεποῖς ἐνέκυρσαν ἀήταις.
οἳ δέ σφεων κατὰ πρύμναν ἀείραντες μέγα κῦμα
ἠὲ καὶ ἐκ πρῴρηθεν ἢ ὅππῃ θυμὸς ἑκάστου
εἰς κοίλην ἔρριψαν, ἀνέρρηξαν δʼ ἄρα τοίχους
ἀμφοτέρους· κρέμαται δὲ σὺν ἱστίῳ ἄρμενα πάντα
εἰκῇ ἀποκλασθέντα· πολὺς δʼ ἐξ οὐρανοῦ ὄμβρος
νυκτὸς ἐφερπούσης· παταγεῖ δʼ εὐρεῖα θάλασσα
κοπτομένη πνοιαῖς τε καὶ ἀρρήκτοισι χαλάζαις.
ἀλλʼ ἔμπης ὑμεῖς γε καὶ ἐκ βυθοῦ ἕλκετε νῆας
αὐτοῖσιν ναύτῃσιν ὀιομένοις θανέεσθαι·
αἶψα δʼ ἀπολήγουσʼ ἄνεμοι, λιπαρὴ δὲ γαλήνη
ἂμ πέλαγος· νεφέλαι δὲ διέδραμον ἄλλυδις ἄλλαι·
ἐκ δʼ Ἄρκτοι τʼ ἐφάνησαν Ὄνων τʼ ἀνὰ μέσσον ἀμαυρή
Φάτνη, σημαίνουσα τὰ πρὸς πλόον εὔδια πάντα.
ὦ ἄμφω θνητοῖσι βοηθόοι, ὦ φίλοι ἄμφω,
ἱππῆες κιθαρισταὶ ἀεθλητῆρες ἀοιδοί,
Κάστορος ἢ πρώτου Πολυδεύκεος ἄρξομʼ ἀείδειν;
ἀμφοτέρους ὑμνέων Πολυδεύκεα πρῶτον ἀείσω.
Ἡ μὲν ἄρα προφυγοῦσα πέτρας εἰς ἓν ξυνιούσας
Ἀργὼ καὶ νιφόεντος ἀταρτηρὸν στόμα Πόντου,
Βέβρυκας εἰσαφίκανε θεῶν φίλα τέκνα φέρουσα.
ἔνθα μιᾶς πολλοὶ κατὰ κλίμακος ἀμφοτέρων ἔξ
τοίχων ἄνδρες ἔβαινον Ἰησονίης ἀπὸ νηός·
ἐκβάντες δʼ ἐπὶ θῖνα βαθὺν καὶ ὑπήνεμον ἀκτήν
εὐνάς τʼ ἐστόρνυντο πυρεῖά τε χερσὶν ἐνώμων.
Κάστωρ δʼ αἰολόπωλος ὅ τʼ οἰνωπὸς Πολυδεύκης
ἄμφω ἐρημάζεσκον ἀποπλαγχθέντες ἑταίρων,
παντοίην ἐν ὄρει θηεύμενοι ἄγριον ὕλην.
εὗρον δʼ ἀέναον κρήνην ὑπὸ λισσάδι πέτρῃ,
ὕδατι πεπληθυῖαν ἀκηράτῳ· αἱ δʼ ὑπένερθε
λάλλαι κρυστάλλῳ ἠδʼ ἀργύρῳ ἰνδάλλοντο
ἐκ βυθοῦ· ὑψηλαὶ δὲ πεφύκεσαν ἀγχόθι πεῦκαι
λεῦκαί τε πλάτανοί τε καὶ ἀκρόκομοι κυπάρισσοι
ἄνθεά τʼ εὐώδη, λασίαις φίλα ἔργα μελίσσαις,
ὅσσʼ ἔαρος λήγοντος ἐπιβρύει ἂν λειμῶνας.
ἔνθα δʼ ἀνὴρ ὑπέροπλος ἐνήμενος ἐνδιάασκε,
δεινὸς ἰδεῖν, σκληρῇσι τεθλασμένος οὔατα πυγμαῖς·
στήθεα δʼ ἐσφαίρωτο πελώρια καὶ πλατὺ νῶτον
σαρκὶ σιδηρείῃ, σφυρήλατος οἷα κολοσσός·
ἐν δὲ μύες στερεοῖσι βραχίοσιν ἄκρον ὑπʼ ὦμον
ἕστασαν ἠύτε πέτροι ὀλοίτροχοι οὕστε κυλίνδων
χειμάρρους ποταμὸς μεγάλαις περιέξεσε δίναις·
αὐτὰρ ὑπὲρ νώτοιο καὶ αὐχένος ᾐωρεῖτο
ἄκρων δέρμα λέοντος ἀφημμένον ἐκ ποδεώνων.
τὸν πρότερος προσέειπεν ἀεθλοφόρος Πολυδεύκης.
Πολυδεύκης χαῖρε, ξεῖνʼ, ὅτις ἐσσί. τίνες βροτοί, ὧν ὅδε χῶρος;
Ἄμυκος χαίρω πῶς, ὅτε τʼ ἄνδρας ὁρῶ τοὺς μὴ πρὶν ὄπωπα;
Πολυδεύκης θάρσει· μήτʼ ἀδίκους μήτʼ ἐξ ἀδίκων φάθι λεύσσειν.
Ἄμυκος θαρσέω, κοὐκ ἐκ σεῦ με διδάσκεσθαι τόδʼ ἔοικεν.
Πολυδεύκης ἄγριος εἶ, πρὸς πάντα παλίγκοτος ἠδʼ ὑπερόπτης;
Ἄμυκος τοιόσδʼ οἷον ὁρᾷς· τῆς σῆς γε μὲν οὐκ ἐπιβαίνω.
Πολυδεύκης ἔλθοις, καὶ ξενίων κε τυχὼν πάλιν οἴκαδʼ ἱκάνοις.
Ἄμυκος μήτε σύ με ξείνιζε, τά τʼ ἐξ ἐμεῦ οὐκ ἐν ἑτοίμῳ.
Πολυδεύκης δαιμόνιʼ, οὐδʼ ἂν τοῦδε πιεῖν ὕδατος σύγε δοίης;
Ἄμυκος γνώσεαι, εἴ σευ δίψος ἀνειμένα χείλεα τέρσει.
Πολυδεύκης ἄργυρος ἢ τίς ὁ μισθός—ἐρεῖς; —ᾧ κέν σε πίθοιμεν;
Ἄμυκος εἷς ἑνὶ χεῖρας ἄειρον ἐναντίος ἀνδρὶ καταστάς.
Πολυδεύκης πυγμάχος ἢ καὶ ποσσὶ θένων σκέλος, ὄμματα δʼ ὀρθά;
Ἄμυκος πὺξ διατεινάμενος σφετέρης μὴ φείδεο τέχνης.
Πολυδεύκης τίς γάρ, ὅτῳ χεῖρας καὶ ἐμοὺς συνερείσω ἱμάντας;
Ἄμυκος ἐγγὺς ὁρᾷς· οὐ γύννις ἐὼν κεκλήσεθʼ ὁ πύκτης.
Πολυδεύκης ἦ καὶ ἄεθλον ἑτοῖμον ἐφʼ ᾧ δηρισόμεθʼ ἄμφω;
Ἄμυκος σὸς μὲν ἐγώ, σὺ δʼ ἐμὸς κεκλήσεαι, αἴ κε κρατήσω.
Πολυδεύκης ὀρνίθων φοινικολόφων τοιοίδε κυδοιμοί.
Ἄμυκος εἴτʼ οὖν ὀρνίθεσσιν ἐοικότες εἴτε λέουσι
γινόμεθʼ, οὐκ ἄλλῳ κε μαχεσσαίμεσθʼ ἐπʼ ἀέθλῳ.
Ἦ ῥʼ Ἄμυκος καὶ κόχλον ἑλὼν μυκήσατο κοῖλον.
οἱ δὲ θοῶς συνάγερθεν ὑπὸ σκιερὰς πλατανίστους
κόχλου φυσηθέντος ἀεὶ Βέβρυκες κομόωντες.
ὣς δʼ αὔτως ἥρωας ἰὼν ἐκαλέσσατο πάντας
Μαγνήσσης ἀπὸ νηὸς ὑπείροχος ἐν δαῒ Κάστωρ.
οἳ δʼ ἐπεὶ οὖν σπείρῃσιν ἐκαρτύναντο βοείαις
χεῖρας καὶ περὶ γυῖα μακροὺς εἵλιξαν ἱμάντας,
ἐς μέσσον σύναγον φόνον ἀλλήλοισι πνέοντες.
ἔνθα πολύς σφισι μόχθος ἐπειγομένοισιν ἐτύχθη,
ὁππότερος κατὰ νῶτα λάβοι φάος ἠελίοιο.
ἰδρείῃ μέγαν ἄνδρα παρήλυθες, ὦ Πολύδευκες,
βάλλετο δʼ ἀκτίνεσσιν ἅπαν Ἀμύκοιο πρόσωπον.
αὐτὰρ ὅγʼ ἐν θυμῷ κεχολωμένος ἵετο πρόσσω,
χερσὶ τιτυσκόμενος. τοῦ δʼ ἄκρον τύψε γένειον
Τυνδαρίδης ἐπιόντος· ὀρίνθη δὲ πλέον ἢ πρίν,
σὺν δὲ μάχην ἐτάραξε, πολὺς δʼ ἐπέκειτο νενευκώς
ἐς γαῖαν. Βέβρυκες δʼ ἐπαΰτεον, οἱ δʼ ἑτέρωθεν
ἥρωες κρατερὸν Πολυδεύκεα θαρσύνεσκον,
δειδιότες μή πώς μιν ἐπιβρίσας δαμάσειε
χώρῳ ἐνὶ στεινῷ Τιτυῷ ἐναλίγκιος ἀνήρ.
ἤτοι ὅγʼ ἔνθα καὶ ἔνθα παριστάμενος Διὸς υἱός
ἀμφοτέρῃσιν ἄμυσσεν ἀμοιβαδίς, ἔσχεθε δʼ ὁρμῆς
παῖδα Ποσειδάωνος ὑπερφίαλόν περ ἐόντα.
ἔστη δὲ πληγαῖς μεθύων, ἐκ δʼ ἔπτυσεν αἷμα
φοίνιον· οἱ δʼ ἅμα πάντες ἀριστῆες κελάδησαν,
ὡς ἴδον ἕλκεα λυγρὰ περὶ στόμα τε γναθμούς τε·
ὄμματα δʼ οἰδήσαντος ἀπεστείνωτο προσώπου.
τὸν μὲν ἄναξ ἐτάρασσεν ἐτώσια χερσὶ προδεικνύς
πάντοθεν· ἀλλʼ ὅτε δή μιν ἀμηχανέοντʼ ἐνόησε,
μέσσης ῥινὸς ὕπερθε κατʼ ὀφρύος ἤλασε πυγμῇ,
πᾶν δʼ ἀπέσυρε μέτωπον ἐς ὀστέον. αὐτὰρ ὃ πληγείς
ὕπτιος ἐν φύλλοισι τεθηλόσιν ἐξετανύσθη.
ἔνθα μάχη δριμεῖα πάλιν γένετʼ ὀρθωθέντος,
ἀλλήλους δʼ ὄλεκον στερεοῖς θείνοντες ἱμᾶσιν.
ἀλλʼ ὁ μὲν ἐς στῆθός τε καὶ ἔξω χεῖρας ἐνώμα
αὐχένος ἀρχηγὸς Βεβρύκων· ὁ δʼ ἀεικέσι πληγαῖς
πᾶν συνέφυρε πρόσωπον ἀνίκητος Πολυδεύκης.
σάρκες δʼ ᾧ μὲν ἱδρῶτι συνίζανον, ἐκ μεγάλου δέ
αἶψʼ ὀλίγος γένετʼ ἀνδρός· ὃ δʼ αἰεὶ πάσσονα γυῖα
αὐξομένου φορέεσκε πόνου καὶ χροιῇ ἀμείνω.
Πῶς γὰρ δὴ Διὸς υἱὸς ἀδηφάγον ἄνδρα καθεῖλεν;
εἰπέ, θεά, σὺ γὰρ οἶσθα· ἐγὼ δʼ ἑτέρων ὑποφήτης
φθέγξομαι ὅσσʼ ἐθέλεις σὺ καὶ ὅππως τοι φίλον αὐτῇ.
Ἤτοι ὅγε ῥέξαι τι λιλαιόμενος μέγα ἔργον
σκαιῇ μὲν σκαιὴν Πολυδεύκεος ἔλλαβε χεῖρα,
δοχμὸς ἀπὸ προβολῆς κλινθείς, ἑτέρῳ δʼ ἐπιβαίνων
δεξιτερῆς ἤνεγκεν ἀπὸ λαγόνος πλατὺ γυῖον.
καί κε τυχὼν ἔβλαψεν Ἀμυκλαίων βασιλῆα·
ἀλλʼ ὅγʼ ὑπεξανέδυ κεφαλῇ, στιβαρῇ δʼ ἅμα χειρί
πλῆξεν ὑπὸ σκαιὸν κρόταφον καὶ ἐπέμπεσεν ὤμῳ·
ἐκ δʼ ἐχύθη μέλαν αἷμα θοῶς κροτάφοιο χανόντος·
λαιῇ δὲ στόμα κόψε, πυκνοὶ δʼ ἀράβησαν ὀδόντες·
αἰεὶ δʼ ὀξυτέρῳ πιτύλῳ δηλεῖτο πρόσωπον,
μέχρι συνηλοίησε παρήια. πᾶς δʼ ἐπὶ γαίῃ
κεῖτʼ ἀλλοφρονέων καὶ ἀνέσχεθε νεῖκος ἀπαυδῶν
ἀμφοτέρας ἅμα χεῖρας, ἐπεὶ θανάτου σχεδὸν ἦεν.
τὸν μὲν ἄρα κρατέων περ ἀτάσθαλον οὐδὲν ἔρεξας,
ὦ πύκτη Πολύδευκες· ὄμοσσε δέ τοι μέγαν ὅρκον,
ὃν πατέρʼ ἐκ πόντοιο Ποσειδάωνα κικλήσκων,
μήποτʼ ἔτι ξείνοισιν ἑκὼν ἀνιηρὸς ἔσεσθαι.
Καὶ σὺ μὲν ὕμνησαί μοι, ἄναξ· σὲ δέ, Κάστορ, ἀείσω,
Τυνδαρίδη ταχύπωλε, δορυσσόε, χαλκεοθώρηξ.
Τὼ μὲν ἀναρπάξαντε δύω φερέτην Διὸς υἱώ
δοιὰς Λευκίπποιο κόρας· δισσὼ δʼ ἄρα τώγε
ἐσσυμένως ἐδίωκον ἀδελφεὼ υἷʼ Ἀφαρῆος,
γαμβρὼ μελλογάμω, Λυγκεὺς καὶ ὁ καρτερὸς Ἴδας
ἀλλʼ ὅτε τύμβον ἵκανον ἀποφθιμένου Ἀφαρῆος,
ἐκ δίφρων ἅμα πάντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν
ἔγχεσι καὶ κοίλοισι βαρυνόμενοι σακέεσσι.
Λυγκεὺς δʼ ἂρ μετέειπεν, ὑπὲκ κόρυθος μέγʼ ἀύσας,
«δαιμόνιοι, τί μάχης ἱμείρετε; πῶς δʼ ἐπὶ νύμφαις
ἀλλοτρίαις χαλεποί, γυμναὶ δʼ ἐν χερσὶ μάχαιραι;
ἡμῖν τοι Λεύκιππος ἑὰς ἕδνωσε θύγατρας
τάσδε πολὺ προτέροις· ἡμῖν γάμος οὗτος ἐν ὅρκῳ.
ὑμεῖς δʼ οὐ κατὰ κόσμον ἐπʼ ἀλλοτρίοισι λέχεσσι
βουσὶ καὶ ἡμιόνοισι καὶ ἄλλοισι κτεάτεσσιν
ἄνδρα παρετρέψασθε, γάμον δʼ ἐκλέψατε δώροις.
ἦ μὴν πολλάκις ὔμμιν ἐνώπιον ἀμφοτέροισιν
αὐτὸς ἐγὼ τάδʼ ἔειπα καὶ οὐ πολύμυθος ἐών περ·
“οὐχ οὕτω, φίλοι ἄνδρες, ἀριστήεσσιν ἔοικε
μνηστεύειν ἀλόχους, αἷς νυμφίοι ἤδη ἑτοῖμοι.
πολλή τοι Σπάρτη, πολλὴ δʼ ἱππήλατος Ἦλις
Ἀρκαδίη τʼ εὔμηλος Ἀχαιῶν τε πτολίεθρα
Μεσσήνη τε καὶ Ἄργος ἅπασά τε Σισυφὶς ἀκτή·
ἔνθα κόραι τοκέεσσιν ὑπὸ σφετέροισι τρέφονται
μυρίαι οὔτε φυῆς ἐπιδευέες οὔτε νόοιο,
τάων εὐμαρὲς ὔμμιν ὀπυιέμεν ἅς κʼ ἐθέλητε·
ὡς ἀγαθοῖς πολέες βούλοιντό κε πενθεροὶ εἶναι,
ὑμεῖς δʼ ἐν πάντεσσι διάκριτοι ἡρώεσσι,
καὶ πατέρες καὶ ἄνωθεν ἅπαν πατρώιον αἷμα.
ἀλλά, φίλοι, τοῦτον μὲν ἐάσατε πρὸς τέλος ἐλθεῖν
ἄμμι γάμον· σφῷν δʼ ἄλλον ἐπιφραζώμεθα πάντες.”
ἴσκον τοιάδε πολλά, τὰ δʼ εἰς ὑγρὸν ᾤχετο κῦμα
πνοιὴ ἔχουσʼ ἀνέμοιο, χάρις δʼ οὐχ ἕσπετο μύθοις·
σφὼ γὰρ ἀκηλήτω καὶ ἀπηνέες. ἀλλʼ ἔτι καὶ νῦν
πείθεσθʼ· ἄμφω δʼ ἄμμιν ἀνεψιὼ ἐκ πατρός ἐστον.» . . . . . . . . .
Κάστωρ «εἰ δʼ ὑμῖν κραδίη πόλεμον ποθεῖ, αἵματι δὲ χρή
νεῖκος ἀναρρήξαντας ὁμοίιον ἔγχεα λοῦσαι,
Ἴδας μὲν καὶ ὅμαιμος ἐμός, κρατερὸς Πολυδεύκης,
χεῖρας ἐρωήσουσιν ἀποσχομένω ὑσμίνης·
νῶι δʼ, ἐγὼ Λυγκεύς τε, διακρινώμεθʼ Ἄρηι,
ὁπλοτέρω γεγαῶτε. γονεῦσι δὲ μὴ πολὺ πένθος
ἡμετέροισι λίπωμεν. ἅλις νέκυς ἐξ ἑνὸς οἴκου
εἷς· ἀτὰρ ὧλλοι πάντας ἐυφρανέουσιν ἑταίρους,
νυμφίοι ἀντὶ νεκρῶν, ὑμεναιώσουσι δὲ κούρας
τάσδʼ. ὀλίγῳ τοι ἔοικε κακῷ μέγα νεῖκος ἀναιρεῖν.»
εἶπε, τὰ δʼ οὐκ ἄρʼ ἔμελλε θεὸς μεταμώνια θήσειν.
τὼ μὲν γὰρ ποτὶ γαῖαν ἀπʼ ὤμων τεύχεʼ ἔθεντο,
ὣ γενεῇ προφέρεσκον· ὁ δʼ εἰς μέσον ἤλυθε Λυγκεύς,
σείων καρτερὸν ἔγχος ὑπʼ ἀσπίδος ἄντυγα πρώτην·
ὣς δʼ αὔτως ἄκρας ἐτινάξατο δούρατος ἀκμάς
Κάστωρ· ἀμφοτέροις δὲ λόφων ἐπένευον ἔθειραι.
ἔγχεσι μὲν πρώτιστα τιτυσκόμενοι πόνον εἶχον
ἀλλήλων, εἴ πού τι χροὸς γυμνωθὲν ἴδοιεν.
ἀλλʼ ἤτοι τὰ μὲν ἄκρα πάρος τινὰ δηλήσασθαι
δοῦρʼ ἐάγη, σακέεσσιν ἐνὶ δεινοῖσι παγέντα.
τὼ δʼ ἄορ ἐκ κολεοῖο ἐρυσσαμένω φόνον αὖτις
τεῦχον ἐπʼ ἀλλήλοισι· μάχης δʼ οὐ γίνετʼ ἐρωή.
πολλὰ μὲν εἰς σάκος εὐρὺ καὶ ἱππόκομον τρυφάλειαν
Κάστωρ, πολλὰ δʼ ἔνυξεν ἀκριβὴς ὄμμασι Λυγκεύς
τοῖο σάκος, φοίνικα δʼ ὅσον λόφον ἵκετʼ ἀκωκή.
τοῦ μὲν ἄκρην ἐκόλουσεν ἐπὶ σκαιὸν γόνυ χεῖρα
φάσγανον ὀξὺ φέροντος ὑπεξαναβὰς ποδὶ Κάστωρ
σκαιῷ· ὃ δὲ πληγεὶς ξίφος ἔκβαλεν, αἶψα δὲ φεύγειν
ὡρμήθη ποτὶ σῆμα πατρός, τόθι καρτερὸς Ἴδας
κεκλιμένος θηεῖτο μάχην ἐμφύλιον ἀνδρῶν.
ἀλλὰ μεταΐξας πλατὺ φάσγανον ὦσε διαπρό
Τυνδαρίδης λαγόνος τε καὶ ὀμφαλοῦ· ἔγκατα δʼ εἴσω
χαλκὸς ἄφαρ διέχευεν· ὁ δʼ ἐς στόμα κεῖτο νενευκώς
Λυγκεύς, κὰδ δʼ ἄρα οἱ βλεφάρων βαρὺς ἔδραμεν ὕπνος.
οὐ μὰν οὐδὲ τὸν ἄλλον ἐφʼ ἑστίῃ εἶδε πατρῴῃ
παίδων Λαοκόωσα φίλον γάμον ἐκτελέσαντα.
ἦ γὰρ ὅγε στήλην Ἀφαρηίου ἐξανέχουσαν
τύμβου ἀναρρήξας ταχέως Μεσσήνιος Ἴδας
μέλλε κασιγνήτοιο βαλεῖν σφετέροιο φονῆα·
ἀλλὰ Ζεὺς ἐπάμυνε, χερῶν δέ οἱ ἔκβαλε τυκτήν
μάρμαρον, αὐτὸν δὲ φλογέῳ συνέφλεξε κεραυνῷ.
Οὕτω Τυνδαρίδαις πολεμιζέμεν οὐκ ἐν ἐλαφρῷ·
αὐτοί τε κρατέουσι καὶ ἐκ κρατέοντος ἔφυσαν.
χαίρετε, Λήδας τέκνα, καὶ ἡμετέροις κλέος ὕμνοις
ἐσθλὸν ἀεὶ πέμποιτε. φίλοι δέ τε πάντες ἀοιδοί
Τυνδαρίδαις Ἑλένῃ τε καὶ ἄλλοις ἡρώεσσιν,
Ἴλιον οἳ διέπερσαν ἀρήγοντες Μενελάῳ.
ὑμῖν κῦδος, ἄνακτες, ἐμήσατο Χῖος ἀοιδός,
ὑμνήσας Πριάμοιο πόλιν καὶ νῆας Ἀχαιῶν
Ἰλιάδας τε μάχας Ἀχιλῆά τε πύργον ἀυτῆς·
ὑμῖν αὖ καὶ ἐγὼ λιγεῶν μειλίγματα Μουσέων,
οἷʼ αὐταὶ παρέχουσι καὶ ὡς ἐμὸς οἶκος ὑπάρχει,
τοῖα φέρω. γεράων δὲ θεοῖς κάλλιστον ἀοιδαί.
ΘΕΟΚΡΙΤΟΥ ΕΡΑΣΤΗΣ
Ἀνήρ τις πολύφιλτρος ἀπηνέος ἤρατʼ ἐφάβω,
τὰν μορφὰν ἀγαθῶ, τὸν δὲ τρόπον οὐκέθʼ ὁμοίω·
μίσει τὸν φιλέοντα καὶ οὐδὲ ἓν ἅμερον εἶχε,
κοὐκ ᾔδει τὸν Ἔρωτα τίς ἦν θεός, ἁλίκα τόξα
χερσὶ κρατεῖ, χὠς πικρὰ βέλη ποτικάρδια βάλλει·
πάντα δὲ κἀν μύθοισι καὶ ἐν προσόδοισιν ἀτειρής.
οὐδέ τι τῶν πυρσῶν παραμύθιον, οὐκ ἀμάρυγμα
χείλεος, οὐκ ὄσσων λιπαρὸν σέλας, οὐ ῥόδα μάλων,
οὐ λόγος, οὐχὶ φίλαμα, τὸ κουφίζει τὸν ἔρωτα.
οἷα δὲ θὴρ ὑλαῖος ὑποπτεύῃσι κυναγώς,
οὕτως πάντʼ ἐποίει ποτὶ τὸν βροτόν· ἄγρια δʼ αὐτῷ
χείλεα καὶ κῶραι δεινὸν βλέπον εἶχεν ἀνάγκαν·
τᾷ δὲ χολᾷ τὸ πρόσωπον ἀμείβετο, φεῦγε δʼ ἀπὸ χρώς
ὕβριν τᾶς ὀργᾶς περικείμενον. ἀλλὰ καὶ οὕτως
ἦν καλός· ἐξ ὀργᾶς δʼ ἐρεθίζετο μᾶλλον ἐραστάς.
λοίσθιον οὐκ ἤνεικε τόσαν φλόγα τᾶς Κυθερείας,
ἀλλʼ ἐνθὼν ἔκλαιε ποτὶ στυγνοῖσι μελάθροις,
καὶ κύσε τὰν φλιάν, οὕτω δʼ ἀντέλλετο φωνά·
«ἄγριε παῖ καὶ στυγνέ, κακᾶς ἀνάθρεμμα λεαίνας,
λάινε παῖ καὶ ἔρωτος ἀνάξιε, δῶρά τοι ἦνθον
λοίσθια ταῦτα φέρων, τὸν ἐμὸν βρόχον· οὐκέτι γάρ σε,
κῶρε, θέλω λυπεῖν ποχʼ ὁρώμενος, ἀλλὰ βαδίζω
ἔνθα τύ μευ κατέκρινας, ὅπῃ λόγος ἦμεν ἀτερπέων
ξυνὸν τοῖσιν ἐρῶσι τὸ φάρμακον, ἔνθα τὸ λᾶθος.
ἀλλὰ καὶ ἢν ὅλον αὐτὸ λαβὼν ποτὶ χεῖλος ἀμέλξω,
οὐδʼ οὕτως σβέσσω τὸν ἐμὸν πόθον. ἄρτι δὲ χαίρειν
τοῖσι τεοῖς προθύροις ἐπιβάλλομαι. οἶδα τὸ μέλλον.
καὶ τὸ ῥόδον καλόν ἐστι, καὶ ὁ χρόνος αὐτὸ μαραίνει·
καὶ τὸ ἴον καλόν ἐστιν ἐν εἴαρι, καὶ ταχὺ γηρᾷ·
καὶ κάλλος καλόν ἐστι τὸ παιδικόν, ἀλλʼ ὀλίγον ζῇ.
ἥξει καιρὸς ἐκεῖνος ὁπανίκα καὶ τὺ φιλάσεις.
ἁνίκα τὰν κραδίαν ὀπτεύμενος ἁλμυρὰ κλαύσεις.
ἀλλὰ τύ, παῖ, καὶ τοῦτο πανύστατον ἁδύ τι ῥέξον·
ὁππόταν ἐξενθὼν ἀρταμένον ἐν προθύροισι
τοῖσι τεοῖσιν ἴδῃς τὸν τλάμονα, μή με παρένθῃς,
στᾶθι δὲ καὶ βραχὺ κλαῦσον, ἐπισπείσας δὲ τὸ δάκρυ
λῦσον τᾶς σχοίνω με καὶ ἀμφίθες ἐκ ῥεθέων σῶν
εἵματα καὶ κρύψον με, τὸ δʼ αὖ πύματόν με φίλασον·
κἂν νεκρῷ χάρισαι τεὰ χείλεα. μή με φοβαθῇς·
οὐ δύναμαι εἴν σε· ἀπαλλάξεις με φιλάσας.
χῶμα δέ μοι κοίλανον ὅ μευ κρύψει τὸν ἔρωτα,
κἢν ἀπίῃς, τόδε μοι τρὶς ἐπάυσον· “ὦ φίλε, κεῖσαι·”
ἢν δὲ θέλῃς, καὶ τοῦτο· “καλὸς δέ μοι ὤλεθʼ ἑταῖρος.”
γράψον καὶ τόδε γράμμα τὸ σοῖς τοίχοισι χαράσσω·
“τοῦτον ἔρως ἔκτεινεν· ὁδοιπόρε, μὴ παροδεύσῃς,
ἀλλὰ στὰς τόδε λέξον· ἀπηνέα εἶχεν ἑταῖρον.”»
Ὧδʼ εἰπὼν λίθον εἷλεν ἐρεισάμενος δʼ ἐπὶ τοίχω
ἄχρι μέσων ὀόδων, φοβερὸν λίθον, ἅπτετʼ ἀπʼ αὐτῶ
τὰν λεπτὰν σχοινῖδα, βρόχον δʼ ἐπίαλλε τραχήλῳ,
τὰν ἕδραν δʼ ἐκύλισεν ὑπὲκ ποδός, ἠδʼ ἐκρεμάσθη
νεκρός. ὃ δʼ αὖτʼ ὤιξε θύρας καὶ τὸν νεκρὸν εἶδεν
αὐλείας ἰδίας ἀρταμένον, οὐδʼ ἐλυγίχθη
τὰν ψυχάν, οὐ κλαῦσε νέον φόνον, ἀλλʼ ἐπὶ νεκρῷ
εἵματα πάντʼ ἐμίανεν ἐφαβικά, βαῖνε δʼ ἐς ἄθλως
γυμνασίων, καὶ ἕκηλα φίλων ἐπεμαίετο λουτρῶν,
καὶ ποτὶ τὸν θεὸν ἦνθε τὸν ὕβρισε· λαϊνέας δέ
ἵπτατʼ ἀπὸ κρηπῖδος ἐς ὕδατα· τῷ δʼ ἐφύπερθεν
ἅλατο καὶ τὤγαλμα, κακὸν δʼ ἔκτεινεν ἔφαβον·
νᾶμα δʼ ἐφοινίχθη, παιδὸς δʼ ἐπενάχετο φωνά·
«χαίρετε τοὶ φιλέοντες· ὁ γὰρ μισῶν ἐφονεύθη.
στέργετε δʼ οἱ μισεῦντες· ὁ γὰρ θεὸς οἶδε δικάζειν.»
ΘΕΟΚΡΙΤΟΥ ΗΡΑΚΛΙΣΚΟΣ
Ἡρακλέα δεκάμηνον ἐόντα ποχʼ ἁ Μιδεᾶτις
Ἀλκμήνα καὶ νυκτὶ νεώτερον Ἰφικλῆα,
ἀμφοτέρους λούσασα καὶ ἐμπλήσασα γάλακτος,
χαλκείαν κατέθηκεν ἐς ἀσπίδα, τὰν Πτερελάου
Ἀμφιτρύων καλὸν ὅπλον ἀπεσκύλευσε πεσόντος.
ἁπτομένα δὲ γυνὰ κεφαλᾶς μυθήσατο παίδων·
«εὕδετʼ, ἐμὰ βρέφεα, γλυκερὸν καὶ ἐγέρσιμον ὕπνον·
εὕδετʼ, ἐμὰ ψυχά, δύʼ ἀδελφεοί, εὔσοα τέκνα·
ὄλβιοι εὐνάζοισθε καὶ ὄλβιοι ἀῶ ἵκοισθε.»
ὣς φαμένα δίνησε σάκος μέγα· τοὺς δʼ ἕλεν ὕπνος.
ἆμος δὲ στρέφεται μεσονύκτιον ἐς δύσιν Ἄρκτος
Ὠρίωνα κατʼ αὐτόν, ὃ δʼ ἀμφαίνει μέγαν ὦμον,
τᾶμος ἄρʼ αἰνὰ πέλωρα δύω πολυμήχανος Ἥρα,
κυανέαις φρίσσοντας ὑπὸ σπείραισι δράκοντας,
ὦρσεν ἐπὶ πλατὺν οὐδόν, ὅθι σταθμὰ κοῖλα θυράων
οἴκου, ἀπειλήσασα φαγεῖν βρέφος Ἡρακλῆα.
τὼ δʼ ἐξειλυσθέντες ἐπὶ χθονὶ γαστέρας ἄμφω
αἱμοβόρους ἐκύλιον· ἀπʼ ὀφθαλμῶν δὲ κακὸν πῦρ
ἐρχομένοις λάμπεσκε, βαρὺν δʼ ἐξέπτυον ἰόν.
ἀλλʼ ὅτε δὴ παίδων λιχμώμενοι ἐγγύθεν ἦνθον,
καὶ τότʼ ἄρʼ ἐξέγροντο, Διὸς νοέοντος ἅπαντα,
Ἀλκμήνας φίλα τέκνα, φάος δʼ ἀνὰ οἶκον ἐτύχθη.
ἤτοι ὅγʼ εὐθὺς ἄυσεν, ὅπως κακὰ θηρίʼ ἀνέγνω
κοίλου ὑπὲρ σάκεος καὶ ἀναιδέας εἶδεν ὀδόντας,
Ἰφικλέης, οὔλαν δὲ ποσὶν διελάκτισε χλαῖναν
φευγέμεν ὁρμαίνων· ὁ δʼ ἐναντίος ἵετο χερσίν
Ἡρακλέης, ἄμφω δὲ βαρεῖ ἐνεδήσατο δεσμῷ,
δραξάμενος φάρυγος, τόθι φάρμακα λυγρὰ τέτυκται
οὐλομένοις ὀφίεσσι, τὰ καὶ θεοὶ ἐχθαίροντι.
τὼ δʼ αὖτε σπείραισιν ἑλισσέσθην περὶ παῖδα
ὀψίγονον, γαλαθηνὸν ὑπὸ τροφῷ, αἰὲν ἄδακρυν·
ἂψ δὲ πάλιν διέλυον, ἐπεὶ μογέοιεν, ἀκάνθας
δεσμοῦ ἀναγκαίου πειρώμενοι ἔκλυσιν εὑρεῖν.
Ἀλκμήνα δʼ ἄκουσε βοᾶς καὶ ἐπέγρετο πράτα·
«ἄνσταθʼ, Ἀμφιτρύων· ἐμὲ γὰρ δέος ἴσχει ὀκνηρόν·
ἄνστα, μηδὲ πόδεσσι τεοῖς ὑπὸ σάνδαλα θείης.
οὐκ ἀίεις, παίδων ὁ νεώτερος ὅσσον ἀυτεῖ;
ἢ οὐ νοέεις ὅτι νυκτὸς ἀωρί που, οἱ δέ τε τοῖχοι
πάντες ἀριφραδέες καθαρᾶς ἅπερ ἠριγενείας;
ἔστι τί μοι κατὰ δῶμα νεώτερον, ἔστι, φίλʼ ἀνδρῶν.»
ὣς φάθʼ· ὃ δʼ ἐξ εὐνᾶς ἀλόχῳ κατέβαινε πιθήσας·
δαιδάλεον δʼ ὥρμασε μετὰ ξίφος, ὅ οἱ ὕπερθεν
κλιντῆρος κεδρίνου περὶ πασσάλῳ αἰὲν ἄωρτο.
ἤτοι ὅγʼ ὠριγνᾶτο νεοκλώστου τελαμῶνος,
κουφίζων ἑτέρᾳ κολεόν, μέγα λώτινον ἔργον.
ἀμφιλαφὴς δʼ ἄρα παστὰς ἐνεπλήσθη πάλιν ὄρφνας.
δμῶας δὴ τότʼ ἄυσεν ὕπνον βαρὺν ἐκφυσῶντας·
«οἴσετε πῦρ ὅτι θᾶσσον ἀπʼ ἐσχαρεῶνος ἑλόντες,
δμῶες ἐμοί, στιβαροὺς δὲ θυρᾶν ἀνακόψατʼ ὀχῆας.»
«ἄνστατε, δμῶες ταλασίφρονες· αὐτὸς ἀυτεῖ»,
ἦ ῥα γυνὰ Φοίνισσα μύλαις ἔπι κοῖτον ἔχουσα.
οἱ δʼ αἶψα προγένοντο λύχνοις ἅμα δαιομένοισι
δμῶες· ἐνεπλήσθη δὲ δόμος σπεύδοντος ἑκάστου.
ἤτοι ἄρʼ ὡς εἴδονθʼ ὑποτίτθιον Ἡρακλῆα
θῆρε δύω χείρεσσιν ἀπρὶξ ἁπαλαῖσιν ἔχοντα,
ἐκπλήγδην ἰάχησαν· ὃ δʼ ἐς πατέρʼ Ἀμφιτρύωνα
ἑρπετὰ δεικανάασκεν, ἐπάλλετο δʼ ὑψόθι χαίρων
κουροσύνᾳ, γελάσας δὲ πάρος κατέθηκε ποδοῖιν
πατρὸς ἑοῦ θανάτῳ κεκαρωμένα δεινὰ πέλωρα.
Ἀλκμήνα μὲν ἔπειτα ποτὶ σφέτερον βάλε κόλπον
ξηρὸν ὑπαὶ δείους ἀκράχολον Ἰφικλῆα·
Ἀμφιτρύων δὲ τὸν ἄλλον ὑπʼ ἀμνείαν θέτο χλαῖναν
παῖδα, πάλιν δʼ ἐς λέκτρον ἰὼν ἐμνάσατο κοίτου.
Ὄρνιχες τρίτον ἄρτι τὸν ἔσχατον ὄρθρον ἄειδον,
Τειρεσίαν τόκα μάντιν ἀλαθέα πάντα λέγοντα
Ἀλκμήνα καλέσασα χρέος κατέλεξε νεοχμόν,
καί νιν ὑποκρίνεσθαι ὅπως τελέεσθαι ἔμελλεν
ἠνώγει· «μηδʼ εἴ τι θεοὶ νοέοντι πονηρόν,
αἰδόμενός με κρύπτε· καὶ ὣς οὐκ ἔστιν ἀλύξαι
ἀνθρώποις ὅ τι Μοῖρα κατὰ κλωστῆρος ἐπείγει.
μάντι Εὐηρείδα, μάλα τοι φρονέοντα διδάσκω.»
τόσσʼ ἔλεγεν βασίλεια· ὃ δʼ ἀνταμείβετο τοίοις·
«θάρσει, ἀριστοτόκεια γύναι, Περσήιον αἷμα,
θάρσει· μελλόντων δὲ τὸ λώιον ἐν φρεσὶ θέσθαι.
ναὶ γὰρ ἐμῶν γλυκὺ φέγγος ἀποιχόμενον πάλαι ὄσσων,
πολλαὶ Ἀχαιιάδων μαλακὸν περὶ γούνατι νῆμα
χειρὶ κατατρίψουσιν ἀκρέσπερον ἀείδοισαι
Ἀλκμήναν ὀνομαστί, σέβας δʼ ἔσῃ Ἀργείαισι.
τοῖος ἀνὴρ ὅδε μέλλει ἐς οὐρανὸν ἄστρα φέροντα
ἀμβαίνειν τεὸς υἱός, ἀπὸ στέρνων πλατὺς ἥρως,
οὗ καὶ θηρία πάντα καὶ ἀνέρες ἥσσονες ἄλλοι.
δώδεκά οἱ τελέσαντι πεπρωμένον ἐν Διὸς οἰκεῖν
μόχθους, θνητὰ δὲ πάντα πυρὰ Τραχίνιος ἕξει·
γαμβρὸς δʼ ἀθανάτων κεκλήσεται, οἳ τάδʼ ἐπῶρσαν
κνώδαλα φωλεύοντα βρέφος διαδηλήσασθαι.
ἀλλά, γύναι, πῦρ μέν τοι ὑπὸ σποδῷ εὔτυκον ἔστω,
κάγκανα δʼ ἀσπαλάθου ξύλʼ ἑτοιμάσατʼ ἢ παλιούρου
ἢ βάτου ἢ ἀνέμῳ δεδονημένον αὖον ἄχερδον·
καῖε δὲ τώδʼ ἀγρίαισιν ἐπὶ σχίζαισι δράκοντε
νυκτὶ μέσᾳ, ὅκα παῖδα κανεῖν τεὸν ἤθελον αὐτοί.
ἦρι δὲ συλλέξασα κόνιν πυρὸς ἀμφιπόλων τις
ῥιψάτω, εὖ μάλα πᾶσαν ὑπὲρ ποταμοῖο φέρουσα
ῥωγάδας ἐς πέτρας, ὑπερούριον, ἂψ δὲ νεέσθω
ἄστρεπτος. καθαρῷ δὲ πυρώσατε δῶμα θεείῳ
πρᾶτον, ἔπειτα δʼ ἅλεσσι μεμιγμένον, ὡς νενόμισται,
θαλλῷ ἐπιρραίνειν ἐστεμμένῳ ἀβλαβὲς ὕδωρ·
Ζηνὶ δʼ ἐπιρρέξαι καθυπερτέρῳ ἄρσενα χοῖρον,
δυσμενέων αἰεὶ καθυπέρτεροι ὡς τελέθοιτε.»
φῆ, καὶ ἐρωήσας ἐλεφάντινον ᾤχετο δίφρον
Τειρεσίας πολλοῖσι βαρύς περ ἐὼν ἐνιαυτοῖς.
Ἡρακλέης δʼ ὑπὸ ματρὶ νέον φυτὸν ὣς ἐν ἀλωᾷ
ἐτρέφετʼ, Ἀργείου κεκλημένος Ἀμφιτρύωνος.
γράμματα μὲν τὸν παῖδα γέρων Λίνος ἐξεδίδαξεν,
υἱὸς Ἀπόλλωνος μελεδωνεὺς ἄγρυπνος ἥρως·
τόξον δʼ ἐντανύσαι καὶ ἐπὶ σκοπὸν εἷναι ὀιστόν
Εὔρυτος ἐκ πατέρων μεγάλαις ἀφνειὸς ἀρούραις.
αὐτὰρ ἀοιδὸν ἔθηκε καὶ ἄμφω χεῖρας ἔπλασσεν
πυξίνᾳ ἐν φόρμιγγι Φιλαμμονίδας Εὔμολπος.
ὅσσα δʼ ἀπὸ σκελέων ἑδροστρόφοι Ἀργόθεν ἄνδρες
ἀλλάλους σφάλλοντι παλαίσμασιν, ὅσσα τε πύκται
δεινοὶ ἐν ἱμάντεσσιν ἅ τʼ ἐς γαῖαν προπεσόντες
πάμμαχοι ἐξεύροντο σοφίσματα σύμφορα τέχνᾳ,
πάντʼ ἔμαθʼ Ἑρμείαο διδασκόμενος παρὰ παιδί
Ἁρπαλύκῳ Πανοπῆι, τὸν οὐδʼ ἂν τηλόθε λεύσσων
θαρσαλέως τις ἔμεινεν ἀεθλεύοντʼ ἐν ἀγῶνι·
τοῖον ἐπισκύνιον βλοσυρῷ ἐπέκειτο προσώπῳ.
ἵππους δʼ ἐξελάσασθαι ὑφʼ ἅρματι καὶ περὶ νύσσαν
ἀσφαλέως κάμπτοντα τροχοῦ σύριγγα φυλάξαι
Ἀμφιτρύων ὃν παῖδα φίλα φρονέων ἐδίδαξεν
αὐτός, ἐπεὶ μάλα πολλὰ θοῶν ἐξήρατʼ ἀγώνων
Ἄργει ἐν ἱπποβότῳ κειμήλια, καί οἱ ἀαγεῖς
δίφροι ἐφʼ ὧν ἐπέβαινε χρόνῳ διέλυσαν ἱμάντας.
δούρατι δὲ προβολαίῳ ὑπʼ ἀσπίδι ὦμον ἔχοντα
ἀνδρὸς ὀρέξασθαι ξιφέων τʼ ἀνέχεσθαι ἀμυχμόν,
κοσμῆσαί τε φάλαγγα λόχον τʼ ἀναμετρήσασθαι
δυσμενέων ἐπιόντα, καὶ ἱππήεσσι κελεῦσαι,
Κάστωρ Ἱππαλίδας δέδαεν, φυγὰς Ἄργεος ἐνθών,
οὗ ποκα κλᾶρον ἅπαντα καὶ οἰνόπεδον μέγα Τυδεύς
ναῖε παρʼ Ἀδρήστοιο λαβὼν ἱππήλατον Ἄργος·
Κάστορι δʼ οὔτις ὁμοῖος ἐν ἡμιθέοις πολεμιστής
ἄλλος ἔην πρὶν γῆρας ἀποτρῖψαι νεότητα.
Ὧδε μὲν Ἡρακλῆα φίλα παιδεύσατο μάτηρ.
εὐνὰ δʼ ἦς τῷ παιδὶ τετυγμένα ἀγχόθι πατρός
δέρμα λεόντειον μάλα οἱ κεχαρισμένον αὐτῷ,
δεῖπνον δὲ κρέα τʼ ὀπτὰ καὶ ἐν κανέῳ μέγας ἄρτος
Δωρικός· ἀσφαλέως κε φυτοσκάφον ἄνδρα κορέσσαι·
αὐτὰρ ἐπʼ ἄματι τυννὸν ἄνευ πυρὸς αἴνυτο δόρπον.
εἵματα δʼ οὐκ ἀσκητὰ μέσας ὑπὲρ ἕννυτο κνάμας.
…
… ι· ποσον τι ρ ϋ …
…
ς· εν χροϊ κα …
ψας· το δε κα …
εν ξεινου …
δεω …
… ε …
… ρ …
σα …
ντα …
λε θυρα …
ιρον δε …
ληα δι …
ον ϊ …
… α … ων μ … υμπον
… δʼ εριωπιδα … ς
… ταν ομοπατ … λᾶι …
… κα … οχθε θε … θνητος
… αοιδον ανο … τυνικὼς
ΘΕΟΚΡΙΤΟΥ ΗΡΑΚΛΗΣ ΛΕΟΝΤΟΦΟΝΟΣ
ΗΡΑΚΛΗΣ ΠΡΟΣ ΑΓΡΟΙΚΟΝ
Τὸν δʼ ὁ γέρων προσέειπε βοῶν ἐπίουρος ἀροτρεύς,
παυσάμενος ἔργοιο τό οἱ μετὰ χερσὶν ἔκειτο·
«ἔκ τοι, ξεῖνε, πρόφρων μυθήσομαι ὅσσʼ ἐρεείνεις,
Ἑρμέω ἁζόμενος δεινὴν ὄπιν εἰνοδίοιο·
τὸν γάρ φασι μέγιστον ἐπουρανίων κεχολῶσθαι,
εἴ κεν ὁδοῦ ζαχρεῖον ἀνήνηταί τις ὁδίτην.
ποῖμναι μὲν βασιλῆος ἐύτριχες Αὐγείαο
οὐ πᾶσαι βόσκονται ἴαν βόσιν οὐδʼ ἕνα χῶρον·
ἀλλʼ αἳ μέν ῥα νέμονται ἐπʼ ὄχθαις ἀμφʼ Ἑλισοῦντος,
αἳ δʼ ἱερὸν θείοιο παρὰ ῥόον Ἀλφειοῖο,
αἳ δʼ ἐπὶ Βουπρασίου πολυβότρυος, αἳ δὲ καὶ ὧδε·
χωρὶς δὲ σηκοί σφι τετυγμένοι εἰσὶν ἑκάσταις.
αὐτὰρ βουκολίοισι περιπλήθουσί περ ἔμπης
πάντεσσιν νομοὶ ὧδε τεθηλότες αἰὲν ἔασι
Μηνίου ἂμ μέγα τῖφος, ἐπεὶ μελιηδέα ποίην
λειμῶνες θαλέθουσιν ὑπόδροσοι εἱαμεναί τε
εἰς ἅλις, ἥ ῥα βόεσσι μένος κεραῇσιν ἀέξει.
αὖλις δέ σφισιν ἥδε τεῆς ἐπὶ δεξιὰ χειρός
φαίνεται εὖ μάλα πᾶσι πέρην ποταμοῖο ῥέοντος
κείνῃ, ὅθι πλατάνιστοι ἐπηεταναὶ πεφύασι
χλωρή τʼ ἀγριέλαιος, Ἀπόλλωνος νομίοιο
ἱερὸν ἁγνόν, ξεῖνε, τελειοτάτοιο θεοῖο.
εὐθὺς δὲ σταθμοὶ περιμήκεες ἀγροιώταις
δέδμηνθʼ, οἳ βασιλῆι πολὺν καὶ ἀθέσφατον ὄλβον
ῥυόμεθʼ ἐνδυκέως, τριπόλοις σπόρον ἐν νειοῖσιν
ἔσθʼ ὅτε βάλλοντες καὶ τετραπόλοισιν ὁμοίως.
οὔρους μὴν ἴσασι φυτοσκάφοι οἱ πολύεργοι,
ἐς ληνοὺς δʼ ἱκνεῦνται ἐπὴν θέρος ὥριον ἔλθῃ.
πᾶν γὰρ δὴ πεδίον τόδʼ ἐπίφρονος Αὐγείαο,
πυροφόροι τε γύαι καὶ ἀλωαὶ δενδρήεσσαι,
μέχρις ἐπʼ ἐσχατιὰς πολυπίδακος Ἀκρωρείης,
ἃς ἡμεῖς ἔργοισιν ἐποιχόμεθα πρόπαν ἦμαρ,
ἣ δίκη οἰκήων οἷσιν βίος ἔπλετʼ ἐπʼ ἀγροῦ.
ἀλλὰ σύ πέρ μοι ἔνισπε, τό τοι καὶ κέρδιον αὐτῷ
ἔσσεται, οὗτινος ὧδε κεχρημένος εἰλήλουθας.
ἠέ τι Αὐγείην ἢ καὶ δμώων τινὰ κείνου
δίζεαι οἵ οἱ ἔασιν; ἐγὼ δέ κέ τοι σάφα εἰδώς
πάντα μάλʼ ἐξείποιμʼ, ἐπεὶ οὐ σέ γέ φημι κακῶν ἔξ
ἔμμεναι οὐδὲ κακοῖσιν ἐοικότα φύμεναι αὐτόν,
οἷόν τοι μέγα εἶδος ἐπιπρέπει. ἦ ῥά νυ παῖδες
ἀθανάτων τοιοίδε μετὰ θνητοῖσιν ἔασι.»
Τὸν δʼ ἀπαμειβόμενος προσέφη Διὸς ἄλκιμος υἱός·
«ναί, γέρον, Αὐγείην ἐθέλοιμί κεν ἀρχὸν Ἐπειῶν
εἰσιδέειν· τοῦ γάρ με καὶ ἤγαγεν ἐνθάδε χρειώ.
εἰ δʼ ὃ μὲν ἂρ κατὰ ἄστυ μένει παρὰ οἷσι πολίταις
δήμου κηδόμενος, διὰ δὲ κρίνουσι θέμιστας,
δμώων δή τινα, πρέσβυ, σύ μοι φράσον ἡγεμονεύσας,
ὅστις ἐπʼ ἀγρῶν τῶνδε γεραίτατος αἰσυμνήτης,
ᾧ κε τὸ μὲν εἴποιμι, τὸ δʼ ἐκ φαμένοιο πυθοίμην.
ἄλλου δʼ ἄλλον ἔθηκε θεὸς ἐπιδευέα φωτῶν.»
Τὸν δʼ ὁ γέρων ἐξαῦτις ἀμείβετο δῖος ἀροτρεύς
«ἀθανάτων, ὦ ξεῖνε, φραδῇ τινὸς ἐνθάδʼ ἱκάνεις,
ὥς τοι πᾶν ὃ θέλεις αἶψα χρέος ἐκτετέλεσται.
ὧδε γὰρ Αὐγείης, υἱὸς φίλος Ἠελίοιο,
σφωιτέρῳ σὺν παιδί, βίῃ Φυλῆος ἀγαυοῦ,
χθιζός γʼ εἰλήλουθεν ἀπʼ ἄστεος ἤμασι πολλοῖς
κτῆσιν ἐποψόμενος, ἥ οἱ νήριθμος ἐπʼ ἀγρῶν.
ὥς που καὶ βασιλεῦσιν ἐείδεται ἐν φρεσὶν ᾗσιν
αὐτοῖς κηδομένοισι σαώτερος ἔμμεναι οἶκος.
ἀλλʼ ἴομεν μάλα πρός μιν· ἐγὼ δέ τοι ἡγεμονεύσω
αὖλιν ἐφʼ ἡμετέρην, ἵνα κεν τέτμοιμεν ἄνακτα.»
Ὣς εἰπὼν ἡγεῖτο, νόῳ δʼ ὅγε πόλλʼ ἐμενοίνα,
δέρμα τε θηρὸς ὁρῶν χειροπληθῆ τε κορύνην,
ὁππόθεν ὁ ξεῖνος· μεμόνει δέ μιν αἰὲν ἔρεσθαι·
ἂψ δʼ ὄκνῳ ποτὶ χεῖλος ἐλάμβανε μῦθον ἰόντα,
μή τί οἱ οὐ κατὰ καιρὸν ἔπος προτιμυθήσαιτο
σπερχομένου· χαλεπὸν δʼ ἑτέρου νόον ἴδμεναι ἀνδρός.
τοὺς δὲ κύνες προσιόντας ἀπόπροθεν αἶψʼ ἐνόησαν,
ἀμφότερον ὀδμῇ τε χροὸς δούπῳ τε ποδοῖιν·
θεσπέσιον δʼ ὑλάοντες ἐπέδραμον ἄλλοθεν ἄλλος
Ἀμφιτρυωνιάδῃ Ἡρακλέι· τὸν δὲ γέροντα
ἀχρεῖον κλάζον τε περίσσαινόν θʼ ἑτέρωθεν.
τοὺς μὲν ὅγε λάεσσιν ἀπὸ χθονὸς ὅσσον ἀείρων
φευγέμεν ἂψ ὀπίσω δειδίσσετο, τρηχὺ δὲ φωνῇ
ἠπείλει μάλα πᾶσιν, ἐρητύσασκε δʼ ὑλαγμοῦ,
χαίρων ἐν φρεσὶν ᾗσιν, ὁθούνεκεν αὖλιν ἔρυντο
αὐτοῦ γʼ οὐ παρεόντος· ἔπος δʼ ὅγε τοῖον ἔειπεν·
«ὦ πόποι, οἷον τοῦτο θεοὶ ποίησαν ἄνακτες
θηρίον ἀνθρώποισι μετέμμεναι, ὡς ἐπιμηθές.
εἴ οἱ καὶ φρένες ὧδε νοήμονες ἔνδοθεν ἦσαν,
ᾔδει δʼ ᾧ τε χρὴ χαλεπαινέμεν ᾧ τε καὶ οὐκί,
οὐκ ἄν οἱ θηρῶν τις ἐδήρισεν περὶ τιμῆς·
νῦν δὲ λίην ζάκοτόν τε καὶ ἀρρηνὲς γένετʼ αὔτως.»
ἦ ῥα, καὶ ἐσσυμένως ποτὶ ταὔλιον ἷξον ἰόντες.
ΕΠΙΠΩΛΗΣΙΣ Ἠέλιος μὲν ἔπειτα ποτὶ ζόφον ἔτραπεν ἵππους
δείελον ἦμαρ ἄγων· τὰ δʼ ἐπήλυθε πίονα μῆλα
ἐκ βοτάνης ἀνιόντα μετʼ αὔλιά τε σηκούς τε.
αὐτὰρ ἔπειτα βόες μάλα μυρίαι ἄλλαι ἐπʼ ἄλλαις
ἐρχόμεναι φαίνονθʼ ὡσεὶ νέφη ὑδατόεντα,
ἅσσα τʼ ἐν οὐρανῷ εἶσιν ἐλαυνόμενα προτέρωσε
ἠὲ Νότοιο βίῃ ἠὲ Θρῃκὸς Βορέαο·
τῶν μέν τʼ οὔτις ἀριθμὸς ἐν ἠέρι γίνετʼ ἰόντων,
οὐδʼ ἄνυσις· τόσα γάρ τε μετὰ προτέροισι κυλίνδει
ἲς ἀνέμου, τὰ δέ τʼ ἄλλα κορύσσεται αὖτις ἐπʼ ἄλλοις·
τόσσʼ αἰεὶ μετόπισθε βοῶν ἐπὶ βουκόλιʼ ᾔει.
πᾶν δʼ ἄρʼ ἐνεπλήσθη πεδίον, πᾶσαι δὲ κέλευθοι
ληίδος ἐρχομένης, στείνοντο δὲ πίονες ἀγροί
μυκηθμῷ, σηκοὶ δὲ βοῶν ῥεῖα πλήσθησαν
εἰλιπόδων, ὄιες δὲ κατʼ αὐλὰς ηὐλίζοντο.
ἔνθα μὲν οὔτις ἕκηλος ἀπειρεσίων περ ἐόντων
εἱστήκει παρὰ βουσὶν ἀνὴρ κεχρημένος ἔργου·
ἀλλʼ ὃ μὲν ἀμφὶ πόδεσσιν ἐυτμήτοισιν ἱμᾶσι
καλοπέδιλʼ ἀράρισκε περισταδὸν ἐγγὺς ἀμέλγειν·
ἄλλος δʼ αὖ νέα τέκνα φίλας ὑπὸ μητέρας ἵει
πινέμεναι λιαροῖο μεμαότα πάγχυ γάλακτος·
ἄλλος ἀμόλγιον εἶχʼ, ἄλλος τρέφε πίονα τυρόν,
ἄλλος ἐσῆγεν ἔσω ταύρους δίχα θηλειάων.
Αὐγείης δʼ ἐπὶ πάντας ἰὼν θηεῖτο βοαύλους,
ἥντινά οἱ κτεάνων κομιδὴν ἐτίθεντο νομῆες,
σὺν δʼ υἱός τε βίη τε βαρύφρονος Ἡρακλῆος
ὡμάρτευν βασιλῆι διερχομένῳ μέγαν ὄλβον.
ἔνθα καὶ ἄρρηκτόν περ ἔχων ἐν στήθεσι θυμόν
Ἀμφιτρυωνιάδης καὶ ἀρηρότα νωλεμὲς αἰεί
ἐκπάγλως θαύμαζε θεοῦ τόγε μυρίον ἕδνον
εἰσορόων. οὐ γάρ κεν ἔφασκέ τις οὐδὲ ἐώλπει
ἀνδρὸς ληίδʼ ἑνὸς τόσσην ἔμεν οὐδὲ δέκʼ ἄλλων
οἵτε πολύρρηνες πάντων ἔσαν ἐκ βασιλήων.
Ἠέλιος δʼ ᾧ παιδὶ τόγʼ ἔξοχον ὤπασε δῶρον,
ἀφνειὸν μήλοις περὶ πάντων ἔμμεναι ἀνδρῶν,
καί ῥά οἱ αὐτὸς ὄφελλε διαμπερέως βοτὰ πάντα
ἐς τέλος. οὐ μὲν γάρ τις ἐπήλυθε νοῦσος ἐκείνου
βουκολίοις, αἵτʼ ἔργα καταφθείρουσι νομήων,
αἰεὶ δὲ πλέονες κερααὶ βόες, αἰὲν ἀμείνους
ἐξ ἔτεος γίνοντο μάλʼ εἰς ἔτος· ἦ γὰρ ἅπασαι
ζωοτόκοι τʼ ἦσαν περιώσια θηλυτόκοι τε.
ταῖς δὲ τριηκόσιοι ταῦροι συνάμʼ ἐστιχόωντο
κνήμαργοί θʼ ἕλικές τε, διηκόσιοί γε μὲν ἄλλοι
φοίνικες· πάντες δʼ ἐπιβήτορες οἵγʼ ἔσαν ἤδη.
ἄλλοι δʼ αὖ μετὰ τοῖσι δυώδεκα βουκολέοντο
ἱεροὶ Ἠελίου· χροιὴν δʼ ἔσαν ἠύτε κύκνοι
ἀργησταί, πᾶσιν δὲ μετέπρεπον εἰλιπόδεσσιν·
οἳ καὶ ἀτιμαγέλαι βόσκοντʼ ἐριθηλέα ποίην
ἐν νομῷ· ὧδʼ ἔκπαγλον ἐπὶ σφίσι γαυριόωντο.
καί ῥʼ ὁπότʼ ἐκ λασίοιο θοοὶ προγενοίατο θῆρες
ἐς πεδίον δρυμοῖο βοῶν ἕνεκʼ ἀγροτεράων,
πρῶτοι τοίγε μάχηνδε κατὰ χροὸς ἤισαν ὀδμήν,
δεινὸν δʼ ἐβρυχῶντο φόνον λεύσσοντε προσώπῳ.
τῶν μέν τε προφέρεσκε βίηφί τε καὶ σθένεϊ ᾧ
ἠδʼ ὑπεροπλίῃ Φαέθων μέγας, ὅν ῥα βοτῆρες
ἀστέρι πάντες ἔισκον, ὁθούνεκα πολλὸν ἐν ἄλλοις
βουσὶν ἰὼν λάμπεσκεν, ἀρίζηλος δʼ ἐτέτυκτο.
ὃς δή τοι σκύλος αὖον ἰδὼν χαροποῖο λέοντος
αὐτῷ ἔπειτʼ ἐπόρουσεν ἐυσκόπῳ Ἡρακλῆι
χρίμψασθαι ποτὶ πλευρὰ κάρη στιβαρόν τε μέτωπον.
τοῦ μὲν ἄναξ προσιόντος ἐδράξατο χειρὶ παχείῃ
σκαιοῦ ἄφαρ κέραος, κατὰ δʼ αὐχένα νέρθʼ ἐπὶ γαίης
κλάσσε βαρύν περ ἐόντα, πάλιν δέ μιν ὦσεν ὀπίσσω
ὤμῳ ἐπιβρίσας· ὁ δέ οἱ περὶ νεῦρα τανυσθείς
μυὼν ἐξ ὑπάτοιο βραχίονος ὀρθὸς ἀνέστη.
θαύμαζον δʼ αὐτός τε ἄναξ υἱός τε δαΐφρων
Φυλεὺς οἵ τʼ ἐπὶ βουσὶ κορωνίσι βουκόλοι ἄνδρες,
Ἀμφιτρυωνιάδαο βίην ὑπέροπλον ἰδόντες.
Τὼ δʼ εἰς ἄστυ λιπόντε καταυτόθι πίονας ἀγρούς
ἐστιχέτην, Φυλεύς τε βίη θʼ Ἡρακληείη.
λαοφόρου δʼ ἐπέβησαν ὅθι πρώτιστα κελεύθου,
λεπτὴν καρπαλίμοισι τρίβον ποσὶν ἐξανύσαντες
ἥ ῥα διʼ ἀμπελεῶνος ἀπὸ σταθμῶν τετάνυστο
οὔτι λίην ἀρίσημος ἐν ὕλῃ χλωρῇ ἐούσῃ,
τῇ μὲν ἄρα προσέειπε Διὸς γόνον ὑψίστοιο
Αὐγείω φίλος υἱὸς ἕθεν μετόπισθεν ἰόντα,
ἦκα παρακλίνας κεφαλὴν κατὰ δεξιὸν ὦμον·
«ξεῖνε, πάλαι τινὰ πάγχυ σέθεν πέρι μῦθον ἀκούσας,
εἰ περὶ σεῦ, σφετέρῃσιν ἐνὶ φρεσὶ βάλλομαι ἄρτι.
ἤλυθε γὰρ στείχων τις ἀπʼ Ἄργεος—ἦν νέος ἀκμήν—
ἐνθάδʼ Ἀχαιὸς ἀνὴρ Ἑλίκης ἐξ ἀγχιάλοιο,
ὃς δή τοι μυθεῖτο καὶ ἐν πλεόνεσσιν Ἐπειῶν
οὕνεκεν Ἀργείων τις ἕθεν παρεόντος ὄλεσσε
θηρίον, αἰνολέοντα, κακὸν τέρας ἀγροιώταις,
κοίλην αὖλιν ἔχοντα Διὸς Νεμέοιο παρʼ ἄλσος.
“οὐκ οἶδʼ ἀτρεκέως ἢ Ἄργεος ἐξ ἱεροῖο
αὐτόθεν ἢ Τίρυνθα νέμων πόλιν ἠὲ Μυκήνην·”
ὣς κεῖνος ἀγόρευε· γένος δέ μιν εἶναι ἔφασκεν,
εἰ ἐτεόν περ ἐγὼ μιμνήσκομαι, ἐκ Περσῆος.
ἔλπομαι οὐχ ἕτερον τόδε τλήμεναι Αἰγιαλήων
ἠὲ σέ, δέρμα δὲ θηρὸς ἀριφραδέως ἀγορεύει
χειρῶν καρτερὸν ἔργον, ὅ τοι περὶ πλευρὰ καλύπτει.
εἴπʼ ἄγε νῦν μοι πρῶτον, ἵνα γνώω κατὰ θυμόν,
ἥρως, εἴτʼ ἐτύμως μαντεύομαι εἴτε καὶ οὐκί,
εἰ σύγʼ ἐκεῖνος ὃν ἧμιν ἀκουόντεσσιν ἔειπεν
οὑξ Ἑλίκηθεν Ἀχαιός, ἐγὼ δέ σε φράζομαι ὀρθῶς
εἰπὲ δʼ ὅπως ὀλοὸν τόδε θηρίον αὐτὸς ἔπεφνες,
ὅππως τʼ εὔυδρον Νεμέης εἰσήλυθε χῶρον·
οὐ μὲν γάρ κε τοσόνδε κατʼ Ἀπίδα κνώδαλον εὕροις
ἱμείρων ἰδέειν, ἐπεὶ οὐ μάλα τηλίκα βόσκει,
ἀλλʼ ἄρκτους τε σύας τε λύκων τʼ ὀλοφώιον ἔθνος.
τῷ καὶ θαυμάζεσκον ἀκούοντες τότε μῦθον·
οἳ δέ νυ καὶ ψεύδεσθαι ὁδοιπόρον ἀνέρʼ ἔφαντο
γλώσσης μαψιδίοιο χαριζόμενον παρεοῦσιν.»
Ὣς εἰπὼν μέσσης ἐξηρώησε κελεύθου
Φυλεύς, ὄφρα κίουσιν ἅμα σφισὶν ἄρκιος εἴη
καί ῥά τε ῥηίτερον φαμένου κλύοι Ἡρακλῆος,
ὅς μιν ὁμαρτήσας τοίῳ προσελέξατο μύθῳ·
«ὦ Αὐγηιάδη, τὸ μὲν ὅττι με πρῶτον ἀνήρευ,
αὐτὸς καὶ μάλα ῥεῖα κατὰ στάθμην ἐνόησας.
ἀμφὶ δέ σοι τὰ ἕκαστα λέγοιμί κε τοῦδε πελώρου
ὅππως ἐκράανθεν, ἐπεὶ λελίησαι ἀκούειν,
νόσφιν γʼ ἢ ὅθεν ἦλθε· τὸ γὰρ πολέων περ ἐόντων
Ἀργείων οὐδείς κεν ἔχοι σάφα μυθήσασθαι·
οἶον δʼ ἀθανάτων τινʼ ἐίσκομεν ἀνδράσι πῆμα
ἱρῶν μηνίσαντα Φορωνήεσσιν ἐφεῖναι.
πάντας γὰρ πισῆας ἐπικλύζων ποταμὸς ὥς
λὶς ἄμοτον κεράιζε, μάλιστα δὲ Βεμβιναίους,
οἳ ἕθεν ἀγχόμοροι ναῖον ἄτλητα παθόντες.
τὸν μὲν ἐμοὶ πρώτιστα τελεῖν ἐπέταξεν ἄεθλον
Εὐρυσθεύς, κτεῖναι δέ μʼ ἐφίετο θηρίον αἰνόν.
αὐτὰρ ἐγὼ κέρας ὑγρὸν ἑλὼν κοίλην τε φαρέτρην
ἰῶν ἐμπλείην νεόμην, ἑτέρηφι δὲ βάκτρον
εὐπαγὲς αὐτόφλοιον ἐπηρεφέος κοτίνοιο
ἔμμητρον, τὸ μὲν αὐτὸς ὑπὸ ζαθέῳ Ἑλικῶνι
εὑρὼν σὺν πυκινῇσιν ὁλοσχερὲς ἔσπασα ῥίζαις.
αὐτὰρ ἐπεὶ τὸν χῶρον ὅθι λὶς ἦεν ἵκανον,
δὴ τότε τόξον ἑλὼν στρεπτῇ ἐπέλασσα κορώνῃ
νευρειήν, περὶ δʼ ἰὸν ἐχέστονον εἶθαρ ἔβησα.
πάντῃ δʼ ὄσσε φέρων ὀλοὸν τέρας ἐσκοπίαζον,
εἴ μιν ἐσαθρήσαιμι πάρος γʼ ἐμὲ κεῖνον ἰδέσθαι.
ἤματος ἦν τὸ μεσηγύ, καὶ οὐδέπω ἴχνια τοῖο
φρασθῆναι δυνάμην οὐδʼ ὠρυθμοῖο πυθέσθαι.
οὐδὲ μὲν ἀνθρώπων τις ἔην ἐπὶ βουσὶ καὶ ἔργοις
φαινόμενος σπορίμοιο διʼ αὔλακος ὅντινʼ ἐροίμην,
ἀλλὰ κατὰ σταθμοὺς χλωρὸν δέος εἶχεν ἕκαστον.
οὐ μὴν πρὶν πόδας ἔσχον ὄρος τανύφυλλον ἐρευνῶν
πρὶν ἰδέειν ἀλκῆς τε μεταυτίκα πειρηθῆναι.
ἤτοι ὃ μὲν σήραγγα προδείελος ἔστιχεν εἰς ἥν,
βεβρωκὼς κρειῶν τε καὶ αἵματος, ἀμφὶ δὲ χαίτας
αὐχμηρὰς πεπάλακτο φόνῳ χαροπόν τε πρόσωπον
στήθεά τε, γλώσσῃ δὲ περιλιχμᾶτο γένειον.
αὐτὰρ ἐγὼ θάμνοισιν ἄφαρ σκιεροῖσιν ἐκρύφθην
ἐν τρίβῳ ὑλήεντι δεδεγμένος ὁππόθʼ ἵκοιτο,
καὶ βάλον ἆσσον ἰόντος ἀριστερὸν εἰς κενεῶνα
τηυσίως· οὐ γάρ τι βέλος διὰ σαρκὸς ὄλισθεν
ὀκριόεν, χλωρῇ δὲ παλίσσυτον ἔμπεσε ποίῃ.
αὐτὰρ ὃ κρᾶτα δαφοινὸν ἀπὸ χθονὸς ὦκʼ ἐπάειρε
θαμβήσας, πάντῃ δὲ διέδρακεν ὀφθαλμοῖσι
σκεπτόμενος, λαμυροὺς δὲ χανὼν ὑπέδειξεν ὀδόντας.
τῷ δʼ ἐγὼ ἄλλον ὀιστὸν ἀπὸ νευρῆς προΐαλλον,
ἀσχαλόων ὅ μοι ὁ πρὶν ἐτώσιος ἔκφυγε χειρός·
μεσσηγὺς δʼ ἔβαλον στηθέων, ὅθι πνεύμονος ἕδρη.
ἀλλʼ οὐδʼ ὣς ὑπὸ βύρσαν ἔδυ πολυώδυνος ἰός,
ἀλλʼ ἔπεσε προπάροιθε ποδῶν ἀνεμώλιος αὔτως.
τὸ τρίτον αὖ μέλλεσκον ἀσώμενος ἐν φρεσὶν αἰνῶς
αὐερύειν· ὁ δέ μʼ εἶδε περιγληνώμενος ὄσσοις
θὴρ ἄμοτος, μακρὴν δὲ περʼ ἰγνύῃσιν ἕλιξε
κέρκον, ἄφαρ δὲ μάχης ἐμνήσατο· πᾶς δέ οἱ αὐχήν
θυμοῦ ἐνεπλήσθη, πυρσαὶ δʼ ἔφριξαν ἔθειραι
σκυζομένῳ, κυρτὴ δὲ ῥάχις γένετʼ ἠΰτε τόξον,
πάντοθεν εἰλυθέντος ὑπὸ λαγόνας τε καὶ ἰξύν.
ὡς δʼ ὅταν ἁρματοπηγὸς ἀνὴρ πολέων ἴδρις ἔργων
ὅρπηκας κάμπτῃσιν ἐρινεοῦ εὐκεάτοιο,
θάλψας ἐν πυρὶ πρῶτον, ἐπαξονίῳ κύκλα δίφρῳ·
τοῦ μὲν ὑπὲκ χειρῶν ἔφυγεν τανύφλοιος ἐρινός
καμπτόμενος, τηλοῦ δὲ μιῇ πήδησε σὺν ὁρμῇ·
ὣς ἐπʼ ἐμοὶ λὶς αἰνὸς ἀπόπροθεν ἀθρόος ἆλτο
μαιμώων χροὸς ἆσαι· ἐγὼ δʼ ἑτέρηφι βέλεμνα
χειρὶ προεσχεθόμην καὶ ἀπʼ ὤμων δίπλακα λώπην,
τῇ δʼ ἑτέρῃ ῥόπαλον κόρσης ὕπερ αὖον ἀείρας
ἤλασα κὰκ κεφαλῆς, διὰ δʼ ἄνδιχα τρηχὺν ἔαξα
αὐτοῦ ἐπὶ λασίοιο καρήατος ἀγριέλαιον
θηρὸς ἀμαιμακέτοιο. πέσεν δʼ ὅγε πρὶν ἔμʼ ἱκέσθαι
ὑψόθεν ἐν γαίῃ καὶ ἐπὶ τρομεροῖς ποσὶν ἔστη
νευστάζων κεφαλῇ· περὶ γὰρ σκότος ὄσσε οἱ ἄμφω
ἦλθε, βίῃ σεισθέντος ἐν ὀστέῳ ἐγκεφάλοιο.
τὸν μὲν ἐγὼν ὀδύνῃσι παραφρονέοντα βαρείαις
νωσάμενος, πρὶν αὖτις ὑπότροπον ἀμπνυνθῆναι,
αὐχένος ἀρρήκτοιο παρʼ ἰνίον ἤλασα προφθάς,
ῥίψας τόξον ἔραζε πολύρραπτόν τε φαρέτρην·
ἦγχον δʼ ἐγκρατέως στιβαρὰς σὺν χεῖρας ἐρείσας
ἐξόπιθεν, μὴ σάρκας ἀποδρύψῃ ὀνύχεσσι,
πρὸς δʼ οὖδας πτέρνῃσι πόδας στερεῶς ἐπίεζον
οὐραίους ἐπιβάς, μηροῖσί τε πλεύρʼ ἐφύλασσον,
μέχρι οὗ ἐξετάνυσσα βραχίοσιν ὀρθὸν ἀείρας
ἄπνευστον, ψυχὴν δὲ πελώριος ἔλλαβεν Ἅιδης.
καὶ τότε δὴ βούλευον ὅπως λασιαύχενα βύρσαν
θηρὸς τεθνειῶτος ἀπὸ μελέων ἐρυσαίμην,
ἀργαλέον μάλα μόχθον, ἐπεὶ οὐκ ἔσκε σιδήρῳ
τμητὴ οὐδὲ λίθοις πειρωμένῳ οὐδὲ μὲν ὕλῃ.
ἔνθα μοι ἀθανάτων τις ἐπὶ φρεσὶ θῆκε νοῆσαι
αὐτοῖς δέρμα λέοντος ἀνασχίζειν ὀνύχεσσι.
τοῖσι θοῶς ἀπέδειρα, καὶ ἀμφεθέμην μελέεσσιν
ἕρκος ἐνυαλίου ταμεσίχροος ἰωχμοῖο.
οὗτός τοι Νεμέου γένετʼ, ὦ φίλε, θηρὸς ὄλεθρος,
πολλὰ πάρος μήλοις τε καὶ ἀνδράσι κήδεα θέντος.»
ΘΕΟΚΡΙΤΟΥ ΛΗΝΑΙ Η ΒΑΚΧΑΙ
Ἰνὼ καὐτονόα χἀ μαλοπάραυος Ἀγαύα
τρεῖς θιάσως ἐς ὄρος τρεῖς ἄγαγον αὐταὶ ἐοῖσαι.
χαἲ μὲν ἀμερξάμεναι λασίας δρυὸς ἄγρια φύλλα,
κισσόν τε ζώοντα καὶ ἀσφόδελον τὸν ὑπὲρ γᾶς,
ἐν καθαρῷ λειμῶνι κάμον δυοκαίδεκα βωμώς,
τὼς τρεῖς τᾷ Σεμέλᾳ, τὼς ἐννέα τῷ Διονύσῳ.
ἱερὰ δʼ ἐκ κίστας πεποναμένα χερσὶν ἑλοῖσαι
εὐφάμως κατέθεντο νεοδρέπτων ἐπὶ βωμῶν,
ὡς ἐδίδαξʼ, ὡς αὐτὸς ἐθυμάρει Διόνυσος.
Πενθεὺς δʼ ἀλιβάτω πέτρας ἄπο πάντʼ ἐθεώρει,
σχῖνον ἐς ἀρχαίαν καταδύς, ἐπιχώριον ἔρνος.
Αὐτονόα πράτα νιν ἀνέκραγε δεινὸν ἰδοῖσα,
σὺν δʼ ἐτάραξε ποσὶν μανιώδεος ὄργια Βάκχω,
ἐξαπίνας ἐπιοῖσα, τά τʼ οὐχ ὁρέοντι βέβαλοι.
μαίνετο μέν τʼ αὐτά, μαίνοντο δʼ ἄρʼ εὐθὺ καὶ ἅλλαι.
Πενθεὺς μὲν φεῦγεν πεφοβημένος, αἳ δʼ ἐδίωκον,
πέπλως ἐκ ζωστῆρος ἐς ἰγνύαν ἐρύσαισαι.
Πενθεὺς μὲν τόδʼ ἔειπε· «τίνος κέχρησθε, γυναῖκες;»
Αὐτονόα τόδʼ ἔειπε· «τάχα γνώσῃ πρὶν ἀκοῦσαι.»
μάτηρ μὲν κεφαλὰν μυκήσατο παιδὸς ἑλοῖσα,
ὅσσον περ τοκάδος τελέθει μύκημα λεαίνας·
Ἰνὼ δʼ ἐξέρρηξε σὺν ὠμοπλάτᾳ μέγαν ὦμον,
λὰξ ἐπὶ γαστέρα βᾶσα, καὶ Αὐτονόας ῥυθμὸς ωὑτός·
αἱ δʼ ἄλλαι τὰ περισσὰ κρεανομέοντο γυναῖκες,
ἐς Θήβας δʼ ἀφίκοντο πεφυρμέναι αἵματι πᾶσαι,
ἐξ ὄρεος πένθημα καὶ οὐ Πενθῆα φέροισαι.
Οὐκ ἀλέγω· μηδʼ ἄλλος ἀπεχθομένω Διονύσῳ
φροντίζοι, μηδʼ εἰ χαλεπώτερα τῶνδε μογήσαι,
εἴη δʼ ἐνναετὴς ἢ καὶ δεκάτω ἐπιβαίνοι·
αὐτὸς δʼ εὐαγέοιμι καὶ εὐαγέεσσιν ἅδοιμι.
ἐκ Διὸς αἰγιόχω τιμὰν ἔχει αἰετὸς οὕτως.
εὐσεβέων παίδεσσι τὰ λώια, δυσσεβέων δʼ οὔ.
Χαίροι μὲν Διόνυσος, ὃν ἐν Δρακάνῳ νιφόεντι
Ζεὺς ὕπατος μεγάλαν ἐπιγουνίδα κάτθετο λύσας·
χαίροι δʼ εὐειδὴς Σεμέλα καὶ ἀδελφεαὶ αὐτᾶς,
Καδμεῖαι πολλαῖς μεμελημέναι ἡρωίναις,
αἳ τόδε ἔργον ἔρεξαν ὀρίναντος Διονύσω
οὐκ ἐπιμωματόν. μηδεὶς τὰ θεῶν ὀνόσαιτο.
ΘΕΟΚΡΙΤΟΥ ΟΑΡΙΣΤΥΣ
. . . . . . . . . Κόρη τὰν πινυτὰν Ἑλέναν Πάρις ἥρπασε βουκόλος ἄλλος.
Δάφνις μᾶλλον ἑκοῖσʼ Ἑλένα τὸν βουκόλον ἔσχε φιλεῦσα.
Κορύδων μὴ καυχῶ, σατυρίσκε· κενὸν τὸ φίλαμα λέγουσιν.
Δάφνις ἔστι καὶ ἐν κενεοῖσι φιλάμασιν ἁδέα τέρψις.
Κορύδων τὸ στόμα μευ πλύνω καὶ ἀποπτύω τὸ φίλαμα.
Δάφνις πλύνεις χείλεα σεῖο; δίδου πάλιν, ὄφρα φιλάσω.
Κορύδων καλόν σοι δαμάλας φιλέειν, οὐκ ἄζυγα κώραν.
Δάφνις μὴ καυχῶ· τάχα γάρ σε παρέρχεται ὡς ὄναρ ἥβη.
Κορύδων εἰ δέ τι γηράσκω τόδε που μέλι καὶ γάλα πίνω.
Δάφνις ἁ σταφυλὶς σταφὶς ἔσται· ὃ νῦν ῥόδον, αὖον ὀλεῖται.
Κορύδων μὴ ʼπιβάλῃς τὴν χεῖρα. καὶ εἰσέτι; χεῖλος ἀμύξω.
Δάφνις δεῦρʼ ὑπὸ τὰς κοτίνους, ἵνα σοί τινα μῦθον ἐνίψω.
Κορύδων οὐκ ἐθέλω· καὶ πρίν με παρήπαφες ἁδέι μύθῳ.
Δάφνις δεῦρʼ ὑπὸ τὰς πτελέας ἵνʼ ἐμᾶς σύριγγος ἀκούσῃς.
Κορύδων τὴν σαυτοῦ φρένα τέρψον· ὀιζύον οὐδὲν ἀρέσκει.
Δάφνις φεῦ φεῦ, τᾶς Παφίας χόλον ἅζεο καὶ σύγε, κώρα.
Κορύδων χαιρέτω ἁ Παφία· μόνον ἵλαος Ἄρτεμις εἴη.
Δάφνις μὴ λέγε, μὴ βάλλῃ σε καὶ ἐς λίνον ἄλλυτον ἔνθῃς.
Κορύδων βαλλέτω ὡς ἐθέλει· πάλιν Ἄρτεμις ἄμμιν ἀρήγει.
Δάφνις οὐ φεύγεις τὸν Ἔρωτα, τὸν οὐ φύγε παρθένος ἄλλη.
Κορύδων φεύγω ναὶ τὸν Πᾶνα· σὺ δὲ ζυγὸν αἰὲν ἀείραις.
Δάφνις δειμαίνω μὴ δή σε κακωτέρῳ ἀνέρι δώσει.
Κορύδων πολλοί μʼ ἐμνώοντο, νόῳ δʼ ἐμῷ οὔτις ἕαδε.
Δάφνις εἷς καὶ ἐγὼ πολλῶν μνηστὴρ τεὸς ἐνθάδʼ ἱκάνω.
Κορύδων καὶ τί, φίλος, ῥέξαιμι; γάμοι πλήθουσιν ἀνίας.
Δάφνις οὐκ ὀδύνην, οὐκ ἄλγος ἔχει γάμος, ἀλλὰ χορείην.
Κορύδων ναὶ μάν φασι γυναῖκας ἑοὺς τρομέειν παρακοίτας.
Δάφνις μᾶλλον ἀεὶ κρατέουσι. τίνα τρομέουσι γυναῖκες;
Κορύδων ὠδίνειν τρομέω· χαλεπὸν βέλος Εἰληθυίης.
Δάφνις ἀλλὰ τεὴ βασίλεια μογοστόκος Ἄρτεμίς ἐστιν.
Κορύδων ἀλλὰ τεκεῖν τρομέω, μὴ καὶ χρόα καλὸν ὀλέσσω.
Δάφνις ἢν δὲ τέκῃς φίλα τέκνα, νέον φάος ὄψεαι ἥβας.
Κορύδων καὶ τί μοι ἕδνον ἄγεις γάμου ἄξιον, ἢν ἐπινεύσω;
Δάφνις πᾶσαν τὴν ἀγέλαν, πάντʼ ἄλσεα καὶ νομὸν ἑξεῖς.
Κορύδων ὄμνυε μὴ μετὰ λέκτρα λιπὼν ἀέκουσαν ἀπενθεῖν.
Δάφνις οὐ μαὐτὸν τὸν Πᾶνα, καὶ ἢν ἐθέλῃς με διῶξαι.
Κορύδων τεύχεις μοι θαλάμους, τεύχεις καὶ δῶμα καὶ αὐλάς;
Δάφνις τεύχω σοι θαλάμους· τὰ δὲ πώεα καλὰ νομεύω.
Κορύδων πατρὶ δὲ γηραλέῳ τίνα μάν, τίνα μῦθον ἐνίψω;
Δάφνις αἰνήσει σέο λέκτρον ἐπὴν ἐμὸν οὔνομʼ ἀκούσῃ.
Κορύδων οὔνομα σὸν λέγε τῆνο· καὶ οὔνομα πολλάκι τέρπει.
Δάφνις Δάφνις ἐγώ, Λυκίδας δὲ πατήρ, μήτηρ δὲ Νομαίη.
Κορύδων ἐξ εὐηγενέων· ἀλλʼ οὐ σέθεν εἰμὶ χερείων.
Δάφνις οἶδʼ· Ἀκροτίμη ἐσσί, πατὴρ δέ τοί ἐστι Μενάλκας.
Κορύδων δεῖξον ἐμοὶ τεὸν ἄλσος, ὅπῃ σέθεν ἵσταται αὖλις.
Δάφνις δεῦρʼ ἴδε πῶς ἀνθεῦσιν ἐμαὶ ῥαδιναὶ κυπάρισσοι.
Κορύδων αἶγες ἐμαί, βόσκεσθε· τὰ βουκόλω ἔργα νοήσω.
Δάφνις ταῦροι, καλὰ νέμεσθʼ, ἵνα παρθένῳ ἄλσεα δείξω.
Κορύδων τί ῥέζεις, σατυρίσκε; τί δʼ ἔνδοθεν ἅψαο μαζῶν;
Δάφνις μᾶλα τεὰ πράτιστα τάδε χνοάοντα διδάξω.
Κορύδων ναρκῶ, ναὶ τὸν Πᾶνα. τεὴν πάλιν ἔξελε χεῖρα.
Δάφνις θάρσει, κῶρα φίλα. τί μοι ἔτρεμες; ὡς μάλα δειλά.
Κορύδων βάλλεις εἰς ἀμάραν με καὶ εἵματα καλὰ μιαίνεις.
Δάφνις ἀλλʼ ὑπὸ σοὺς πέπλους ἁπαλὸν νάκος ἠνίδε βάλλω.
Κορύδων φεῦ φεῦ, καὶ τὰν μίτραν ἀπέσχισας. ἐς τί δʼ ἔλυσας;
Δάφνις τᾷ Παφίᾳ πράτιστον ἐγὼ τόδε δῶρον ὀπάζω.
Κορύδων μίμνε, τάλαν· τάχα τίς τοι ἐπέρχεται· ἦχον ἀκούω.
Δάφνις ἀλλήλαις λαλέουσι τεὸν γάμον αἱ κυπάρισσοι.
Κορύδων ἀμπεχόνην ποίησας ἐμὴν ῥάκος· εἰμὶ δὲ γυμνά.
Δάφνις ἄλλην ἀμπεχόνην τῆς σῆς τοι μείζονα δώσω.
Κορύδων φῄς μοι πάντα δόμεν· τάχα δʼ ὕστερον οὐδʼ ἅλα δοίης.
Δάφνις αἴθʼ αὐτὰν δυνάμαν καὶ τὰν ψυχὰν ἐπιβάλλειν.
Κορύδων Ἄρτεμι, μὴ νεμέσα σέο ῥήμασιν οὐκέτι πιστῇ.
Δάφνις ῥέξω πόρτιν Ἔρωτι καὶ αὐτᾷ βοῦν Ἀφροδίτᾳ.
Κορύδων παρθένος ἔνθα βέβηκα, γυνὴ δʼ εἰς οἶκον ἀφέρπω.
Δάφνις ἀλλὰ γυνὴ μήτηρ τεκέων τροφός, οὐκέτι κώρα.
Ὣς οἳ μὲν χλοεροῖσιν ἰαινόμενοι μελέεσσιν
ἀλλήλοις ψιθύριζον. ἀνίστατο φώριος εὐνή.
χἢ μὲν ἀνεγρομένη πάλιν ἔστιχε μᾶλα νομεύειν
ὄμμασιν αἰδομένοις, κραδίη δέ οἱ ἔνδον ἰάνθη·
ὃς δʼ ἐπὶ ταυρείας ἀγέλας κεχαρημένος εὐνᾶς
ἤιεν.
Δέχνυσο τὰν σύριγγα τεὰν πάλιν, ὄλβιε ποιμάν·
τῶν δʼ αὖ ποιμναγῶν ἑτέρην σκεψώμεθα μολπάν.
ΘΕΟΚΡΙΤΟΥ ΑΛΑΚΑΤΑ
Γλαύκας, ὦ φιλέριθʼ ἀλακάτα, δῶρον Ἀθανάας
γύναιξιν νόος οἰκωφελίας αἶσιν ἐπάβολος,
θέρσεισʼ ἄμμιν ὐμάρτη πόλιν ἐς Νείλεος ἀγλάαν,
ὄππα Κύπριδος ἶρον καλάμω χλῶρον ὐπʼ ἀπάλω.
τυίδε γὰρ πλόον εὐάνεμον αἰτήμεθα πὰρ Δίος,
ὄππως ξέννον ἔμον τέρψομʼ ἴδων κἀντιφιληθέω,
Νικίαν, Χαρίτων ἰμεροφώνων ἴερον φύτον,
καὶ σὲ τὰν ἐλέφαντος πολυμόχθω γεγενημέναν
δῶρον Νικιάας εἰς ἀλόχω χέρρας ὀπάσσομεν,
σὺν τᾷ πόλλα μὲν ἔργʼ ἐκτελέσῃς ἀνδρεΐοις πέπλοις,
πόλλα δʼ οἶα γύναικες φορέοισʼ ὐδάτινα βράκη.
δὶς γὰρ μάτερες ἄρνων μαλάκοις ἐν βοτάνᾳ πόκοις
πέξαιντʼ αὐτοέτει, Θευγένιδός γʼ ἔννεκʼ ἐυσφύρω·
οὔτως ἀνυσίεργος, φιλέει δʼ ὄσσα σαόφρονες.
οὐ γὰρ εἰς ἀκίρας οὐδʼ ἐς ἀέργω κεν ἐβολλόμαν
ὄπασσαί σε δόμοις, ἀμμετέρας ἔσσαν ἀπὺ χθόνος.
καὶ γάρ τοι πάτρις ἂν ὠξ Ἐφύρας κτίσσε ποτʼ Ἀρχίας,
νάσω Τρινακρίας μύελον, ἄνδρων δοκίμων πόλιν.
νῦν μὰν οἶκον ἔχοισʼ ἄνερος ὂς πόλλʼ ἐδάη σόφα
ἀνθρώποισι νόσοις φάρμακα λύγραις ἀπαλάλκεμεν,
οἰκήσῃς κατὰ Μίλλατον ἐράνναν πεδʼ Ἰαόνων,
ὠς εὐαλάκατος Θεύγενις ἐν δαμότισιν πέλῃ,
καί οἰ μνᾶστιν ἄει τὼ φιλαοίδω παρέχῃς ξένω.
κῆνο γάρ τις ἔρει τὦπος ἴδων σʼ· «ἦ μεγάλα χάρις
δώρῳ σὺν ὀλίγῳ· πάντα δὲ τίματα τὰ πὰρ φίλων.»
ΘΕΟΚΡΙΤΟΥ ΠΑΙΔΙΚΑ αʹ
«Οἶνος, ὦ φίλε παῖ,» λέγεται, «καὶ ἀλάθεα»·
κἄμμε χρὴ μεθύοντας ἀλάθεας ἔμμεναι.
κἄγω μὲν τὰ φρένων ἐρέω κέατʼ ἐν μύχῳ·
οὐκ ὄλας φιλέην μʼ ἐθέλησθʼ ἀπὺ καρδίας.
γινώσκω· τὸ γὰρ αἴμισυ τὰς ζοΐας ἔχω
ζὰ τὰν σὰν ἰδέαν, τὸ δὲ λοῖπον ἀπώλετο·
κὤταν μὲν σὺ θέλῃς, μακάρεσσιν ἴσαν ἄγω
ἀμέραν· ὄτα δʼ οὐκ ἐθέλῃς σύ, μάλʼ ἐν σκότῳ.
πῶς ταῦτʼ ἄρμενα, τὸν φιλέοντʼ ὀνίαις δίδων;
ἀλλʼ αἴ μοί τι πίθοιο νέος προγενεστέρῳ,
τῷ κε λώιον αὖτος ἔχων ἔμʼ ἐπαινέσαις.
πόησαι καλίαν μίαν ἐνν ἔνι δενδρίῳ,
ὄππυι μηδὲν ἀπίξεται ἄγριον ὄρπετον.
νῦν δὲ τῶδε μὲν ἄματος ἄλλον ἔχῃς κλάδον,
ἄλλον δʼ αὔριον, ἐξ ἀτέρω δʼ ἄτερον μάτης·
καἰ μέν σευ τὸ κάλον τις ἴδων ῤέθος αἰνέσαι,
τῷ δʼ εὖθυς πλέον ἢ τριέτης ἐγένευ φίλος,
τὸν πρῶτον δὲ φίλεντα τρίταιον ἐθήκαο.
ἄνδρων τὼν ὐπερανορέων δοκέης πνέην·
φίλη δʼ, ἆς κε ζόης, τὸν ὔμοιον ἔχην ἄει.
αἰ γὰρ ὦδε πόῃς, ἄγαθος μὲν ἀκούσεαι
ἐξ ἄστων· ὀ δέ τοί κʼ Ἔρος οὐ χαλέπως ἔχοι,
ὂς ἄνδρων φρένας εὐμαρέως ὐπαδάμναται
κἄμε μόλθακον ἐξ ἐπόησε σιδαρίω.
ἀλλὰ πὲρρ ἀπάλω στύματός σε πεδέρχομαι
ὀμνάσθην ὄτι πέρρυσιν ἦσθα νεώτερος,
κὤτι γηράλεοι πέλομεν πρὶν ἀπύπτυσαι
καὶ ῤύσσοι, νεότατα δʼ ἔχην παλινάγρετον
οὐκ ἔστι· πτέρυγας γὰρ ἐπωμαδίαις φόρει,
κἄμμες βαρδύτεροι τὰ ποτήμενα συλλάβην.
ταῦτα χρή σε νόεντα πέλην ποτιμώτερον
καί μοι τὠραμένῳ συνέραν ἀδόλως σέθεν,
ὄππως, ἄνικα τὰν γένυν ἀνδρεΐαν ἔχῃς,
ἀλλάλοισι πελώμεθʼ Ἀχιλλέιοι φίλοι.
αἰ δὲ ταῦτα φέρην ἀνέμοισιν ἐπιτρέπῃς,
ἐν θύμῳ δὲ λέγῃς «τί με, δαιμόνιʼ, ἐννόχλης;»
νῦν μὲν κἀπὶ τὰ χρύσια μᾶλʼ ἔνεκεν σέθεν
βαίην καὶ φύλακον νεκύων πεδὰ Κέρβερον,
τότα δʼ οὐδὲ κάλεντος ἐπʼ αὐλεΐαις θύραις
προμόλοιμί κε, παυσάμενος χαλέπω πόθω.
ΘΕΟΚΡΙΤΟΥ ΠΑΙΔΙΚΑ βʹ
ᾬαι τὼ χαλέπω καἰνομόρω τῶδε νοσήματος·
τετόρταιος ἔχει παῖδος ἔρος μῆνά με δεύτερον,
κάλω μὲν μετρίως, ἀλλʼ ὄποσον τῲ πόδι περρέχει
τὰς γᾶς, τοῦτο χάρις, ταὶς δὲ παραύαις γλύκυ μειδίαι.
καὶ νῦν μὲν τὸ κάκον ταῖς μὲν ἔχει ταῖς δʼ ὀνίησί με,
τάχα δʼ οὐδʼ ὄσον ὔπνω ʼπιτύχην ἔσσετʼ ἐρωία.
ἔχθες γὰρ παρίων ἔδρακε λέπτʼ ἄμμε διʼ ὀφρύων,
αἰδέσθεις προσίδην ἄντιος, ἠρεύθετο δὲ χρόα·
ἔμεθεν δὲ πλέον τὰς κραδίας ὦρος ἐδράξατο·
εἰς οἶκον δʼ ἀπέβαν ἔλκος ἔχων καῖνον ἐν ἤπατι.
πόλλα δʼ εἰσκαλέσαις θῦμον ἐμαύτῳ διελεξάμαν·
«τί δῆτʼ αὖτε πόης; ἀλοσύνας τί ἔσχατον ἔσσεται;
λεύκαις οὐκέτʼ ἴσαισθʼ ὄττι φόρης ἐν κροτάφοις τρίχας;
ὤρα τοι φρονέην· μὴ οὔτι νέος τὰν ἰδέαν πέλων
πάντʼ ἔρδʼ ὄσσαπερ οἰ τὼν ἐτέων ἄρτι γεγεύμενοι.
καὶ μὰν ἄλλο σε λάθει· τὸ δʼ ἄρʼ ἦς λώιον ἔμμεναι
ξέννον τὼν χαλέπων παῖδος ἐρώτων προγενέστερον.
τῷ μὲν γὰρ βίος ἔρπει ἴσα γόννοις ἐλάφω θόας,
χαλάσει δʼ ἀτέρᾳ ποντοπόρην αὔριον ἄρμενα·
τὸ δʼ αὖτε γλυκέρας ἄνθεμον ἄβας πεδʼ ὐμαλίκων
μένει. τῷ δʼ ὀ πόθος καὶ τὸν ἔσω μύελον ἐσθίει
ὀμμιμνασκομένῳ, πόλλα δʼ ὄραι νύκτος ἐνύπνια,
παύσασθαι δʼ ἐνίαυτος χαλέπας οὐκ ἴκανος νόσω.»
ταῦτα κἄτερα πόλλα πρὸς ἔμον θῦμον ἐμεμψάμαν·
ὂ δὲ τοῦτʼ ἔφατʼ· «ὄττις δοκίμοι τὸν δολομάχανον
νικάσην Ἔρον, οὖτος δοκίμοι τοὶς ὐπὲρ ἀμμέων
εὔρην βραϊδίως ἄστερας ὀππόσσακιν ἔννεα.
καὶ νῦν, εἴτʼ ἐθέλω, χρή με μάκρον σχόντα τὸν ἄμφενα
ἔλκην τὸν ζύγον, εἴτʼ οὐκ ἐθέλω· ταῦτα γάρ, ὤγαθε,
βόλλεται θέος ὂς καὶ Δίος ἔσφαλε μέγαν νόον
καὔτας Κυπρογενήας· ἔμε μάν, φύλλον ἐπάμερον
σμίκρας δεύμενον αὔρας, ὀνέλων ὦκα φόρει πνόᾳ.»
ΘΕΟΚΡΙΤΟΥ 〈ΠΑΙΔΙΚΑ γʹ〉
Ναυκλαρω φ[
σμικρανα̣ι̣[
ουτος κανδρ[
συ δε τω Διος̣ [
τ̣ι̣ τ̣ο καλλο[........].κ̣ο̣δ̣[.].α̣[
[......]..[.].[.......]...χ̣ο̣σ̣..τ̣ο̣[
… .ε̣ων αμφι̣[
… .ει̣α̣[.] εχ̣ει χωτ̣α̣.[
… .[.]μ̣ω δʼ ολ̣[
… α̣κ̣α̣ρ̣ων κάρτα̣ [
… .πινα[
… σει και [
]
…
].
]τ̣ον
]χ̣ες
]ρον
]σον
]αλλευ
]υ̣τον
]χ̣ατα