eul_wid: rye-bo
ΣοφιστήςSophist
Themistius the Philosopher Sophist PDF
| t 1 [5] | ΣΟΦΙΣΤΗΣ Ἆρα οἴεσθέ με, ὦ ἄνδρες, ἐπιδεῶς ἔχοντα ἔτι κρότου τε καὶ ἐκβομβήσεων, ὧν δαψιλῶς μοι εἰώθατε χορηγεῖν ἑκάστοτε, ὅταν λέγω, ἀγεῖραί τε αὖ καὶ τήμερον [ἐγεῖραι] ἀναβῆναι ἐπὶ τοῦ βήματος καὶ ἑτοίμως δέχεσθαι καὶ ἀγαπᾶν τοὺς θορύβους, οὓς ἂν διδῶτε ἐπὶ τοῖς ῥήμασιν; ἐμοὶ δὲ ἡδὺ μὲν δοκεῖ εἶναι καὶ πολλοῦ ἄξιον ἄκουσμα ἔπαινος ἄδολος καὶ ἀληθινός, ὁποῖος ὁ παρ’ ὑμῶν ἀπαντᾷ μοι ἀεί, αὐτοκέλευστος καὶ ἄνευ παραγγελίας, οὐ μὴν τούτου γε ἕνεκα φανείην ἂν πράγματα παρασχὼν ὑμῖν καὶ διοχλήσας. |
| 283 a | ἀλλ’ ἐγὼ μὲν εἴσειμι, ὅταν εἰσίω, ὅπως ἄν τι νουθετήσαιμι καὶ διδάξαιμι ἢ προσαξοίμην ὑμῖν εἰς εὔνοιαν πλείω τὸν ἀρχηγέτην, ἢ καὶ εὐθύνας ὑπόσχοιμι οὐδὲν δεομένοις· ὑμεῖς δὲ ὑπὸ δεξιότητος καὶ φιλανθρωπίας θέατρά μοι ποιεῖτε τὰς ἐκκλησίας. |
| 283 b [5] | οὐδὲν οὖν θαυμαστὸν εἰ καὶ τήμερον 〈ἐγὼ μὲν〉 ξυνήγαγον ὑμᾶς ὡς δικαστάς μοι καθεδουμένους ὑπὲρ ὧν αἰτίαν ἔχω παρανομεῖν, ὑμεῖς δὲ τὸ εἰωθὸς ἀποδώσετε καὶ βοήσεσθε ἀναπηδῶντες, ἐπιλαθόμενοι ὅτι ψήφου κύριοι ἥκετε καὶ οὐ πανήγυρις τοῦτό ἐστιν, ἀλλὰ δικαστήριον ἐμμελέστερον καὶ σοφώτερον τοῦ εἰς ἕνα καὶ χιλίους, οἷς ἐπιτέτραπται ἐκ τῆς ψήφου ἐξενεγκεῖν ὅ τι χρὴ παθεῖν τὸν ἁλόντα ἢ ἀποτῖσαι. Καὶ πρῶτον δὲ ἐκεῖνο μὴ θορυβεῖσθε, ὅτι οὔτε φεύγων ἐγὼ οὔτε διώκων οὔτε προσκεκλημένος ὑπό του οὔτε ἕτερόν τινα πρὸς ὑμᾶς εἰσάγων, ὑμᾶς τε δικαστὰς ποιοῦμαι καὶ αὐτός φημι ἀγωνιεῖσθαι. |
| 283 c [5] | τὸ γὰρ δὴ λίαν ἄτοπον τοῦτο καὶ θαυμαστὸν οὐ παρ’ ἐμὲ ὄψεσθε συμβαῖνον, ἀλλὰ παρὰ τοὺς ἐμοὺς κατηγόρους, οἳ οὕτως ἄρα δεινοί εἰσιν ὥστε οἵτινες μέν εἰσιν οὐδὲ ἐγὼ οἶδα. τοξεύουσι δὲ ἀφανῶς, ὥσπερ οἱ Πλαταιεῖς ποτε Πελοποννησίους, ἀποδιδράσκοντες ἐν νυκτὶ τὴν πολιορκίαν, ἔβαλλον ἀπὸ τοῦ σκότους διώκοντας μετὰ λαμπάδων. |
| 283 d [5] | καὶ δὴ τὰ μὲν βέλη περικέχυταί μοι ἔνθεν καὶ ἔνθεν ἀθρόα καὶ πολλὰ καὶ ποικίλα καὶ οὐδὲ ἐκ μιᾶς ἰοδόκης, τοὺς δὲ βάλλοντας οὔτε γινώσκω οὔτ’ ἂν βουλοίμην, ἀλλὰ ἀγαπῶ ὅτι πολέμιοι ὄντες οὕτω φαῦλοί εἰσι καὶ οὐδεὶς αὐτῶν ἥψατο τῆς ψυχῆς, ἀλλ’ οὐδὲ ἐπέγραψέ τι τοῦ σώματος οὐδὲ ἤλεγξέ τι τῶν φραγμάτων, ἀλλ’ ὅσῳπερ ἂν πλείω καὶ ἐντονώτερά μοι ἐπιτοξάζωνται, τοσῷδε ἐκφαίνουσι μᾶλλον τῶν ὅπλων τὸ στεγανόν τε καὶ ἄρρηκτον, ἃ Ἥφαιστος μὲν οὐκ ἐχαλκεύσατό μοι ἐν τῷ Ὀλύμπῳ, θεοὶ δὲ οἱ φιλοσοφίας δοτῆρες καὶ προστάται, οἳ ὅντινα ἂν περιφράξωνται, ἀκριβῶς ἄτρωτον ποιοῦσι μᾶλλον ἢ τὸν Καινέα, καὶ οὐδὲν ἀνύτουσιν οἱ μιξάνθρωποι ἢ μιξόθηροι ἁλιζόμενοι καὶ παίοντες δρυσὶ καὶ ἐλάταις, ἀλλὰ ἀκέραιος διαμένει καὶ ἀκλινής. |
| 284 b [5] | καὶ προσήκει αὐτῷ μεῖζον φρονεῖν φέροντι ῥᾳδίως ἀγνωμοσύνας ἀνθρώπων ἢ ἐφρόνει ἐκεῖνος ὁ †ἐξαμύνας† φέρων ἐπὶ τῶν ὤμων τὸν λίθον τὸν ἑπτατάλαντον. ἐπεὶ οὖν οἱ μὲν βάλλοντες εἰς τοὐμφανὲς προελθεῖν οὐκ ἐθέλουσι καὶ στῆναι ἐν μέσῳ παρ’ ὑμῖν καὶ ἐν περιόπτῳ, ἀλλ’ ἐν γωνίαις που καταδεδύκασιν ἢ χηραμοῖς, τοὺς δὲ ὀϊστοὺς ὁρῶ πίπτοντας οὐκ οἶδα ὅθεν καὶ ἐν ποσὶ κυλινδομένους, φέρε ἐξαριθμήσωμαί τε αὐτοὺς ἀνελόμενος ἐκ τῆς γῆς καὶ πειραθῶ διακλάσαι, ἢν δύνωμαι, καὶ ἐπιδεῖξαι τῶν ὄγκων τὴν μαλακότητα καὶ διαθρῆσαι εἰ δή τινες εἶεν φαρμάκῳ ἀληλιμμένοι. |
| 284 c [5] | ἴσως δ’ ἂν καὶ πυκνὰ ἐπαφώμενοι καὶ μεταστρέφοντες εὕροιμεν ἀγχοῦ τῶν γλυφίδων καὶ τοὔνομα τοῦ βάλλοντος ἐγκεχαραγμένον· ὅθενπερ καὶ Φιλίππῳ ἐφωράθη τῷ Μακεδόνι πολιορκοῦντι Μεθώνην ὁ βαλὼν ἐκ τοῦ τείχους τοξότης. Ἀστὴρ ὄνομα ἦν τῷ ἀνθρώπῳ, καὶ ἐγκέκαυτο ἐν τῷ βέλει. εἶεν. ἀλλ’ ἀνάγειν χρὴ ἐκ τῆς εἰκόνος καὶ ἅπτεσθαι ἀληθινῶς τοῦ ἀγῶνος. Δοκεῖ οὖν μοι χρήσασθαι προοιμίῳ, ὥσπερ οἱ ῥήτορες ποιοῦσι καθιστάμενοι τὸν λόγον. |
| 284 d [5] | καὶ δὴ ἐχέτω ὧδέ μοι τὸ προοίμιον, ὅτι μηδὲν καινὸν οὗτοι νῦν οἱ ἐμοὶ κατήγοροι διαπράττονται, ἀλλ’ ὅπερ πάλαι εἴωθε καὶ ἐν τῇ φύσει ἐστὶ τῇ ἀνθρωπίνῃ, ἐξ οὗ φιλοσοφία παρὰ θεῶν ἐν γῇ ἐφάνη, τοῦτο αὖθις καὶ νῦν ὥσπερ νόσημα περιτρεπόμενον ἀνακυκλεῖται. ποιεῖται μὲν γάρ που καὶ τἆλλα ἀγαθὰ τοὺς κεκτημένους ἐπιφθόνους τε καὶ ἐπιβούλους καὶ βαρεῖς τοῖς τῶν αὐτῶν οὐ μετέχουσι, κἂν μηδ’ ὁτιοῦν ἀδικῶνται· καὶ τῷ πένητι οὐχ ἡδὺ ὁρᾶν τὸν πλούτῳ σεμνυνόμενον καὶ τῷ ἀφίππῳ τὸν ἱππικὸν καὶ τῷ ἀσθενεῖ τὸν ῥωμαλέον· σοφία δὲ ὅσῳ μεῖζον καὶ τελεώτερον ἀγαθόν, τοσούτῳ πλείους ἐγείρει τε καὶ ἀνίστησι πρὸς τὸν ἔχοντα ἢ δοκοῦντα. |
| 285 a [5] | καὶ τοῦτο ἄνωθεν ἀρξάμενον ἐκ Πυθαγόρου, ὥσπερ κλῆρός τις ἀναγκαῖος διαδόσιμος, συμπαρέμεινε τοῖς ἀπ’ ἐκείνου ἐγγόνοις. αὐτός τε γὰρ ὁ Μνησάρχου τοσόνδε ἄρα ἀπέλαυσε τῆς πολυυμνήτου σοφίας ὥστε μετανάστης ἀεὶ διεβίω διὰ τοὺς βασκαίνοντας καὶ κολούοντας, ἐκ Σάμου μὲν εἰς Κρότωνα διὰ Πολυκράτην, ἐκ Κρότωνος δὲ εἰς Λοκροὺς διὰ Κύλωνα· Λοκρῶν δὲ οὐχ εἷς ἤδη, ἀλλὰ πάντες Λοκροὶ οὐχ ὑπέμειναν Πυθαγόρου τὴν ἀρετήν, ἀλλὰ μετεστήσαντο εἰς Τάραντα καὶ παρέπεμψαν· Ταραντῖνοι δὲ αὖθις, ὥσπερ φορτίον, εἰς Μεταπόντιον· οὗ δὴ καὶ ἐτελεύτησεν ἐν τῷ τεμένει τῶν Μουσῶν, τετταράκοντα, ὥς φασιν, ἡμέρας φεισάμενος σίτου. |
| 285 b [10] | τὰ δ’ ἀμφὶ Σωκράτους τί ἂν θρυλοῖτο; ἐμπέπλησται γὰρ τὰ ὦτα τοῦ Μελήτου καὶ Ἀνύτου καὶ Λύκωνος. |
| 285 c [5] | Πλάτωνος δὲ οὐ μέχρι νῦν καταβοῶσιν ὡς τρὶς πλεύσαντος εἰς Σικελίαν ἐπὶ χρήμασι καὶ τραπέζῃ; Κηφισιδώρους δὲ καὶ Εὐβουλίδας καὶ Τιμαίους 〈καὶ〉 Δικαιάρχους καὶ στρατὸν ὅλον τῶν ἐπιθεμένων Ἀριστοτέλει τῷ Σταγειρίτῃ πότ’ ἂν καταλέξαιμι εὐπετῶς, ὧν καὶ λόγοι ἐξικνοῦνται εἰς τόνδε τὸν χρόνον, διατηροῦντες τὴν ἀπέχθειαν καὶ φιλονεικίαν; Τί ἂν οὖν ἐγώ, ὦ ἄνδρες, ἀγανακτοίην, εἰ πάντα τὸν βίον σπουδάσας, ὅπως ἂν τοῖς ἀνδράσιν ἐκείνοις εἰς ἐμὴν δύναμιν συνεποίμην, ἔπειτα ἀπέλαυσα τῶν ὁμοίων τοῖς ἡγεμόσι καὶ προσέπταισα τοῖς αὐτοῖς ἕρμασι τὰ αὐτὰ ἴχνη μεταδιώκων, ἠρέθισά τε ἐπ’ ἐμαυτὸν καὶ ἐπεσπασάμην οἷον ἑσμόν τινα κηφήνων κεκεντρωμένων, οὔτι μάλα ἑκὼν οὐδὲ προαιρούμενος, ἀλλ’ ὅτι φύσει τὸ πρᾶγμα τοιόνδε ἐστίν, ὃ λιπαρῶ τε καὶ ἀγαπῶ καὶ ἧττον ἂν μεθείμην ἢ τὴν ψυχήν; οὐ γὰρ εἰ ἐμπορίας μετεποιούμην, ἵλεων ἀεὶ τὴν θάλατταν λογίζεσθαι ἐχρῆν καὶ τὰ πνεύματα ἐξ οὐρίας καὶ τὸ χρυσίον ἀεὶ προσαυξόμενον ἐκ τοῦ φορτίου, ἀλλὰ καὶ χειμῶνας καὶ προβόλους καὶ ἐκβολήν, ἔστι δὲ ὅτε καὶ πειρατικὴν ὁμιλίαν, χειμῶνα ἕτερον τοῦτον τοῦ κλύδωνος χαλεπώτερον. |
| 286 a | ἀλλ’ αὐτὸ δὴ τοῦτο χρεὼν λαμβάνειν σημεῖον τοῦ κατὰ πόδας ἐκείνων βαδίζειν καὶ μὴ πόρρω ἀποπλανᾶσθαι, ὅτι καὶ αἱ διαβολαὶ καὶ αἱ λοιδορίαι, ἃς οἱ νῦν με διαβάλλουσιν, οὐκ ἄλλαι εἰσὶν ἢ ἃς τοὺς κλεινοὺς ἐκείνους καὶ θεσπεσίους οἱ πάλαι Τελχῖνες. |
| 286 b [5] | ὁ γὰρ σοφιστὴς καὶ ἀλαζὼν καὶ ὁ καινοτόμος πρῶτον μὲν Σωκράτους ὀνείδη ἦν, ἔπειτα Πλάτωνος ἐφεξῆς, εἶθ’ ὕστερον Ἀριστοτέλους καὶ Θεοφράστου. Καὶ δὴ ἐντεῦθέν μοι τῆς ἀπολογίας ἀρκτέον, εἰ τοὔνομα τοῦτο ὁ σοφιστὴς ἔτυμον μέν ἐστι καὶ προσέχεταί μοι ἐκ τῶν πραγμάτων, ἢ ἀποσείεται αὐτὸ ἡ ἀλήθεια, κἂν πάνυ ἐπιρρίπτηται. ὅτι μὲν δὴ πάλαι σεμνόν τε ἦν καὶ ἐπ’ ἀξιώσει καὶ ὅτι Σόλωνα σοφιστὴν ὠνόμαζον οἱ τότε ἄνθρωποι καὶ Πυθαγόραν, ἀπειροκάλου ἂν εἴη κωμῳδοποιῶν ὑμᾶς ὑπομιμνήσκειν καὶ ξυγγραφέων. |
| 286 c [10] | καὶ οὗτοι δήπου οὐ ταύτῃ ἄν με τῇ ὁρμῇ οὕτω καλοῖεν· οὐ γὰρ τιμᾶν με ἐθέλουσιν, ἀλλὰ λοιδορεῖσθαι. ἀλλ’ ἐπειδὴ τοῦ ὀνόματος ὥσπερ νομίσματος μετέπεσεν ἡ δύναμις κατὰ τοὺς ὕστερον χρόνους, ἐξ οὗ Πρωταγόρας τε αὐτοῦ ἠμφισβήτει καὶ Πρόδικος ὁ Κεῖος καὶ Γοργίας ὁ Λεοντῖνος, οἳ ὥσπερ ἄλλο τι τῶν ὠνίων χρημάτων ἐκήρυττον τὴν σοφίαν καὶ ἐπράττοντο πολὺ ἀργύριον τοὺς προσφοιτῶντας, ἐκεῖσε ἂν δήπου ἕλκοιεν τοὔνομα καὶ οἱ νῦν ἐμὲ ἐπισκώπτοντες. |
| 286 d [5] | Σκοπεῖτε οὖν ὡς δικαίαν ποιήσομαι τὴν ἐξέτασιν. εἰσί που ὑμῖν κείμενοι νόμοι, μᾶλλον δὲ ἴσως καὶ πᾶσιν ἀνθρώποις, καθ’ οὓς ἅπαντα ἐπιεικῶς ὑμῖν ἀναγκαῖον καὶ πράττειν καὶ ὀνομάζειν, καὶ εἰ περί του ἀμφισβητοίητε, ἰόντες ἐπὶ τοὺς νόμους διακρίνεσθε οὐ χαλεπῶς ἐκ τῶν γραμμάτων. |
| 287 a [5] | καὶ τοῖς φιλοσόφοις τοίνυν οἱ νόμοι εἰσὶ γεγραμμένοι, ἐξηγούμενοι καὶ διδάσκοντες ὑπὲρ ὅτου ἂν αὐτοὶ πυνθανώμεθα. καὶ ἄλλῳ δὴ φιλοσόφῳ ἄλλοι νόμοι εἰσίν, ὁπόσους συνέγραψεν ὁ ἀρχηγέτης τῶν λόγων, οὓς διώκει τε καὶ προὐστήσατο· τῷ μὲν γὰρ 〈τὰ〉 Πλάτωνος αἱρουμένῳ, ὁπόσους Πλάτων, τῷ δὲ τὴν ποικίλην ἀγαπῶντι, ὁπόσους Ζήνων ὁ Κιτιεύς, ὅτῳ δὲ μέλει ὁ κῆπος, ὁπόσους Ἐπίκουρος ὁ Νεοκλέους, καθάπερ Σόλωνος μὲν τῷ Ἀθηναίῳ, Λυκούργου δὲ τῷ Σπαρτιάτῃ. |
| 287 b [5] | ξυμβαίνει οὖν τὸν αὐτὸν ἄνδρα πολλάκις τοῖς μὲν τῆς πόλεως νόμοις ἀθῷον εἶναι, τοῖς δὲ Πλάτωνος ἁλίσκεσθαι ἢ τοῖς Ζήνωνος. Τοιοῦτον τοίνυν ἐστὶ καὶ ὃ νῦν ἐμοὶ ἐπικαλοῦσι. τὸν γὰρ σοφιστὴν καὶ ὁποῖόν τι παρανόμημα ὁ σοφιστὴς οἱ μὲν ἡμέτεροι νόμοι οὔτε λέγουσιν οὔτε διώκουσιν, ἀλλὰ καὶ ἔντιμον ὑπολαμβάνουσιν ἔστιν ᾗ καὶ οὐ πάντη ἀχρεῖον τῇ πολιτείᾳ. ἡ δὲ Ἀκαδημία καὶ τὸ Λύκειον ἀποκλείει καὶ οὔ φασι τοῖς ἀνακτόροις προσήκειν τὸν ἄνδρα ἐκεῖνον, ὃς τοῦτο τὸ ὄνομα ἀγαπᾷ καὶ ἐξεργάζεται. |
| 287 c [5] | δῆλον οὖν ὅτι καὶ ὑμῖν τήμερον, ἐπειδὴ ξυνήκετε ἐμὴν χάριν, οὐ τοὺς Σόλωνος ἢ Δράκοντος ἢ Κλεισθένους ἢ Λυκούργου, ἀλλὰ τοὺς ἐντεῦθεν νόμους ἐξεταστέον καὶ τὰ σύμβολα ἐκεῖνα βασανιστέον καὶ τὰ γνωρίσματα ἃ διδόασι τοῦ πράγματος οὗτοι οἱ νόμοι· καὶ εἰ μὲν δὴ τούτοις φανείην ἔνοχος καὶ ὑπεύθυνος, κατέχειν καὶ ἐκδιδόναι τοῖς κατηγόροις χρήσασθαι τῇ ἄγρᾳ ὅ τι ἂν βούλωνται· εἰ δὲ ἄλλῃ πη ἀποφέροι τὰ ἴχνη ἐκεῖνα καὶ τὰ σημεῖα, ἀθῷόν με ἐᾶν τοῦ ὀνόματος. |
| 287 d [5] | Ἔστι τοίνυν Πλάτωνι τῷ θεσπεσίῳ κύρβις ἀνάπλεως τούτων τῶν νόμων καὶ τεκμήρια ἐξευρημένα πολλὰ ἐφεξῆς καὶ οὐ δύσφραστα, ὧν χρὴ ἐχομένους ἰχνηλατεῖν τοὺς μαστεύοντας τὸν σοφιστήν. ταῦτα οὖν, ὡς ἔοικεν, εἰς μέσον ἡμῖν θετέον, καὶ ἐξεταστέον πότερον ἅπαντά μοι οἰκεῖα καὶ τὰ πλείω, ἢ τὰ ἐλάττω. |
| 288 a [5] | ἀνάσχεσθε οὖν μου πρὸς Χαρίτων ἀτρέμας ἐξαριθμουμένου ὁποσάκις οὗτος ὁ νομοθέτης οἷον κυνηγέτης κύκλῳ θηρίον περιδραμὼν αἱρεῖ τὸν ἄνδρα καὶ σαγηνεύει. δείκνυσι δὴ πρῶτον μὲν θηρευτὴν ἔμμισθον νέων πλουσίων, δεύτερον δὲ ἔμπορον περὶ τὰ μαθήματα τῆς ψυχῆς, τρίτον δὲ αὖ κάπηλον τῶν αὐτῶν τούτων, τέταρτον δὲ αὐτουργόν τε καὶ αὐτοπώλην, πέμπτον δὲ ἀγωνιστὴν περὶ λόγους τὴν ἐριστικὴν ἔχοντα τέχνην· καὶ ὃν δὴ τελευταῖον κολοφῶνα ἐπέθηκε τῷ λόγῳ καὶ συνεδήσατο, δοξαστικόν τινα περὶ τὸ μὴ ὂν καὶ μιμητὴν διὰ φαντασμάτων καὶ τεχνίτην τῶν εἰδώλων τῆς ἀληθείας καὶ θαυματοποιὸν ἐν λόγοις. |
| 288 b [5] | τοῦτον γὰρ δὴ ἅπαντα τὸν ὁρμαθὸν τῶν λόγων τε καὶ τῶν ὀνομάτων τῷ σοφιστῇ περιίστησι τῷ γενναίῳ, εἴ πως αὐτοῦ τὸ πολυειδὲς καὶ πολύπλοκον ἐνδείξαιτο καὶ παραστήσειε κατὰ δύναμιν. εἶεν. χωρὶς δὴ ἕκαστον τούτων προχειριζόμενοι ἀπὸ τοῦ πρώτου σκοπῶμεν ὅστις ἄν μοι αὐτῷ προσαρμόσαι, καὶ ὅ τι ἂν εὕροιτε ὥσπερ ἴχνος τηλαυγὲς τῆς ἐμῆς πορείας. |
| 288 c [5] | Ὅτι μὲν δὴ οὐδένα πω ἐγὼ πλούσιον νέον ἐθήρευσά τε καὶ μισθὸν ἐπραξάμην τῆς ὁμιλίας ἴστε που ἅπαντες. ἴστε γὰρ ἅπαντες τοὺς ὁμιλητὰς τοὺς ἐμούς, ὅτι μήτε νέοι οὕτως εἰσὶν ὥστε εὐκόλως ἐξαπατᾶσθαι μήτε οὕτως ἄγαν πολύσαρκοι ὥστε καὶ μισθὸν προσφέρειν τοῦ φενακίζεσθαι. καὶ οὔ τί που θρύπτομαι ἐπὶ τῷ πράγματι, οὐδ’ αὖ σεμνὸν ἡγοῦμαι καὶ ὑπέρογκον τὸ μὴ μισθωτός ποτε γενέσθαι. |
| 288 d [5] | εἰ γὰρ δὴ ἐδεόμην ἐγὼ χρημάτων καὶ τῆς πρὸς τὰ ἀναγκαῖα ἐπικουρίας, μισθὸν μὲν οὐκ ἂν ὡμολόγησα οὐδὲ ἐγραψάμην, οὐκ ἀπώκνησα δ’ ἄν, εὖ ἴστε, Κρίτωνα ποιήσασθαι τῶν ἐμῶν ἐπιτηδείων καὶ ταμιεῖον, οἷον Κρίτων ηὐτρέπιζε τῷ Σωφρονίσκου, γεμίζων ὄστρακον κοῖλον τῆς ἐφημέρου δαπάνης. ἀλλ’ οὔτε δέομαι, ἀλλ’ ἐξαρκεῖ μοι τὰ ὄντα, ὅ τε μισθὸς ἱκανός μοί ἐστιν ὃν φέρουσιν ἐμοὶ ξυνόντες, κοσμιότητα καὶ αἰδῶ καὶ σωφροσύνην καὶ τὸ μέτρια φρονεῖν καὶ τὸ μὴ σκαιοὺς εἶναι μηδὲ πλησμίους μηδὲ ἠλιθίους μηδὲ ἀχάριτας, μηδὲ ἄνω καὶ κάτω θρυλεῖν καὶ σεμνύνεσθαι ἑνὶ βιβλίῳ, ὃ διασπαράττοντες ἐν ζόφῳ πλείω κατέτριψαν χρόνον ἢ οἱ Ἕλληνες πορθοῦντες τὴν Τροίαν. |
| 289 a [5] | καὶ οὐδεὶς αὐτῶν ἕπεταί μοι ὥσπερ ἀκόλουθος οὐδὲ συμπαραθεῖ τοῦ τρίβωνος ἐξημμένος, οἷα τοῖς σοφισταῖς ἔθος πολλὰ ἀπολαύειν τῆς τέχνης. καὶ οὕτως ἄρα πόρρω εἰμὶ τοῦ κερδαίνειν τι ἀπὸ τῆς ἀγέλης ὥστε τοῦτό γε οὐδ’ ὅσοι με σοφιστὴν ὀνομάζουσι τολμῶσι προσλοιδορεῖσθαι, ἀλλὰ καὶ τοὔμπαλίν φασι ζημιούμενον καὶ σιτοδοτοῦντα καὶ ἀριθμοῦντα ἀργύριον οὕτω προσάγεσθαι καὶ συνέχειν τὸ ποίμνιον. |
| 289 b [10] | καὶ εἴην ἄν, ὡς ἔοικεν, ἐγὼ κατὰ τούτους ἕτερον τρόπον ἔμμισθος θηρευτής, οὐκ ἐπειδὴ λαμβάνω μισθόν, ἀλλ’ ὅτι προσδαπανῶμαι. Ἐγὼ οὖν καὶ περὶ ταύτης τῆς βλασφημίας ἢ εὐφημίας, ὦ ἄνδρες, ὧδε ἔχω γνώμης, καὶ τὸ ἐπαρκεῖν ἁπλῶς καὶ ἀναλίσκειν τοῖς ὁμιληταῖς δεομένοις πολύ μοι φαίνεται ἐλευθεριώτερόν τε καὶ μεγαλοπρεπέστερον ἢ στρεβλοῦν τε αὐτοὺς καὶ κατατείνειν καὶ ἄγχειν ἀναγκάζοντα ἀποτιννύναι μὴ οἵους τε ὄντας. |
| 289 c [5] | ἀτὰρ οὔτ’ ἐκεῖνο καθ’ αὑτὸ ἀξιέπαινον οὔτε τόδε, ἀλλὰ τόδε μὲν οὐδεπώποτε ἀρετῆς σημεῖον, ἀλλὰ φιλοκερδοῦς καὶ ἐρασιχρημάτου ψυχῆς καὶ ἀτεχνῶς σοφιστικῆς καὶ ἐμμίσθου, εἴθ’ ὑπὲρ τῶν Δημοσθένους δικῶν εἴθ’ ὑπὲρ τῶν Ἀριστοφάνους δραμάτων εἴθ’ ὑπὲρ τῶν πάντων ῥημάτων τε καὶ ὀνομάτων ὑπέχειν τὴν χεῖρα ἔξω τῆς χρείας καὶ χαλεπώτερον εἶναι τῶν δημοσίων πρακτόρων. |
| 289 d [5] | ἐπεὶ καὶ Πρόδικος καὶ Πρωταγόρας ὁ Ἀβδηρίτης ὁ μὲν ὀρθοέπειάν τε καὶ ὀρθορρημοσύνην μισθοῦ ἐκδιδάσκων τοὺς νέους, ὁ δὲ τὰ Σιμωνίδου τε καὶ ἄλλων ποιήματα ἐξηγούμενος, σοφισταὶ ὅμως καὶ ἤστην καὶ ἐλεγέσθην. τὸ γὰρ ἐφ’ ὅτῳ δὴ σχήματι παιδείας ἀργυρολογεῖν παρὰ τῶν νέων τε καὶ πλουσίων, τοῦτο εἶναί φησι σοφιστὴν ὁ πρωτοστάτης τοῦ καταλόγου τῶν λόγων οὓς Πλάτων ἐπ’ αὐτῶν διεστήσατο. |
| 290 a [5] | τούτου οὐδὲ Ἴκκον τὸν γυμναστὴν τὸν Ταραντῖνον οὐδὲ Ἡρόδικον τὸν Σηλυμβριανὸν παιδοτρίβην ἀφίησι τοῦ ὀνόματος, ἀλλὰ παραπετάσματα μέν φησι ποιεῖσθαι τὼ ἄνδρε ἐκείνω τὰς τέχνας, τῇ δὲ ἀληθείᾳ σοφιστὰς ἱκανῶς εἶναι, ὅτι ἐχρηματίζοντο ἀπὸ τῶν νέων. καὶ ἴσως οὐκ ἂν μεθεῖτο οὐδὲ ὀκνήσειεν οὐδὲ τὸν Ἀριστοτέλους προσποιούμενον εἶναι προφήτην, εἰ μισθὸν πράττοιτο τῆς προφητείας, ἀλλὰ καθέξει τε καὶ ἀμφισβητήσει ὡς ὑπευθύνου. καὶ γὰρ εἰ σεμνὸν τὸ σχῆμα καὶ ἀληθινὴ ἡ σοφία, ἀλλ’ οὐ χρή γε αὐτὴν καταβάλλειν καὶ ἀργυρίου δεικνύναι ἀξίαν. |
| 290 b [5] | ἀλλ’ ὅπερ λέγω, τὸ μὲν ἐφ’ ὅτῳ δὴ μαθήματι, εἴτε σπουδαιοτέρῳ εἴτε φαυλοτέρῳ, μισθοφορεῖν παρὰ τῶν νέων σοφιστικὸν νομιοῦμεν, εἰ τῷ λόγῳ ξυνεποίμεθα· ὁ δὲ χεῖρα ὀρέγων καὶ ἐπανορθῶν τὴν ἔνδειαν τῶν δεομένων, εἰ μὲν τὴν ψυχὴν βελτίω κατασκευάζων καὶ τῷ σώματι ἐπικουροίη, οὗτος ἂν ὁ τέλειος νομίζοιτο καὶ ὁλόκληρος σωτήρ τε καὶ εὐεργέτης· εἰ δὲ τῆς σαρκὸς ἐπιμελοῖτο, ἐπιβουλεύοι δὲ τῇ διανοίᾳ, σοφιστὴς μὲν ἂν εἴη καὶ ἀλαζών, μετριώτερος δὲ τοῦ ἀμφότερα λωβωμένου. |
| 290 c [5] | Σκοπεῖσθαι οὖν χρὴ τοὐμὸν ὅπως ἔχει καὶ ἀναθεάσασθαι. καὶ δὴ συγχωρήσωμεν αὐτοῖς τὴν πρώτην, ὡς ἄρα ἐγὼ πολλῶν ἀργυρίων τοὺς ὁμιλητὰς μεμίσθωμαι καὶ ἐώνημαι, καί εἰσιν οἱ μὲν πολλοὶ ἄρα μνααῖοι, οἱ δὲ διμναῖοι, οἱ δὲ δὴ ἄχρι ταλάντου. τί οὖν; ἀνάγκη μοι παρὰ φύσιν σμικρόν τι καὶ ἀπαυθαδίσασθαι· ἔστιν ὅντινα ἴστε μετὰ τὴν ἐμὴν συνουσίαν—λέγω δὲ οὐκ εἴ τις χρόνον τινὰ εἰσέφρησεν εἰς τὸ διδασκαλεῖον ἡμιμανὴς καὶ ἐκάθητο χασμώμενος ἐπὶ τοῦ ξύλου, ὃν οὐχ οἷόν τε ἦν ἐξελαύνειν κύνα λυττῶντα καὶ ῥόπαλον ἐπηρμένον· οὗτος γὰρ οὐκ ἐμοὶ ξυγγέγονε καὶ συνωμίλησεν, ἀλλὰ τῷ βάθρῳ τῷ ἐμῷ καὶ τῷ δωματίῳ· οὓς δὲ ἐγὼ ἐγκρίνω τε καὶ περὶ πλείστου ποιοῦμαι—ἔστιν ὅντινα ἴστε μετὰ τὴν ἐμὴν συνουσίαν διαφθαρέντα καὶ χείρω ἐξ ἀμείνονος γεγενημένον; καὶ πρόσθεν μὲν ἐπιεικῆ καὶ πρᾶον δοκοῦντα, νῦν δὲ τύφου μεστὸν 〈καὶ〉 ἀποπληξίας; καὶ πάλαι μὲν 〈τοὺσ〉 πολλοὺς αὐτὸν ἀποδεχομένους, νῦν δὲ δυσχεραίνοντάς τε καὶ ναυτιῶντας; ἠκούσατε δὲ αὖ τινος τῶν ἐμῶν ἐπιτηδείων ὑψηλολογουμένου καὶ βρενθυομένου ἐπὶ τοῖς συνωνύμοις ἢ ὁμωνύμοις ἢ παρωνύμοις; ἢ αὐτοὶ μὲν μέτριοι φύσει εἰσίν, ἐγὼ δὲ αὐτοὺς ὄγκου ἐμπίπλημι καὶ χαυνότητος, μαρτυρόμενός τε καὶ ἐγγυώμενος πρὸς πάντας ἀνθρώπους, ὅτι ἄμεινον ξυνιᾶσι τῶν Ἀριστοτέλους, ἐξ ὧν ἐμὲ μᾶλλον ἀγαπῶσι καὶ θεραπεύουσι καὶ ἐμπιπλᾶσι τὴν οἰκίαν ἅλις χρυσοῦ καὶ ἀργύρου, αὐτοὶ δὲ ἐπαχθεῖς καὶ φορτικοὶ γίνονται πολλοῖς οὐδὲν δεομένοις; καίτοι ὑπὲρ ἑκάστου αὐτῶν πολλὰ ἔχω λέγειν καὶ ἀγαθά, ἀλλ’ ὅμως οὐκ οἶμαι δεῖν τὸν μάρτυρα οἴκοθεν εἶναι. |
| 291 b | οὐδὲ γὰρ ἀθλητὴν ὁρῶ τὸν τοιοῦτον στεφανούμενον καὶ εὐδοκιμοῦντα, ὃν ὁ παιδοτρίβης ἐπαινεῖ μόνος καὶ οἱ συνδειπνοῦντες, ἀλλ’ ὃν πολλοὶ ἐθεάσαντο ἐν τοῖς γυμνασίοις τραχηλιζόμενόν τε ῥᾳδίως καὶ μεταφέροντα τοὺς ἁλτῆρας. |
| 291 c [10] | ὅστις οὖν χρήματα μὲν οὐ πράττεται, ἀλλὰ δωρεῖται, ἐπιδίδωσι δὲ καὶ ἀρετὴν τοῖς χρωμένοις, πόρρω ἂν οὗτος σοφιστοῦ ἀποκρίνοιτο. Ἀλλ’ ἐγὼ ὄναρ ὑμῖν ἀλλότριον ἀπαγγέλλω. καὶ μὴ πείθεσθε, ὦ ἄνδρες, τοῖς ὀνειρώττουσιν ὑπὲρ τῶν ἐμῶν θησαυρῶν, ὅτι μοι ταμιεῖον ὑπερχειλές τε ἄγαν ἐστὶ καὶ ἐξαντλοῦσιν οἱ βουλόμενοι ἀφθόνως. καίτοι ὤφελεν αὐτῶν ὕπαρ εἶναι τὸ ὄναρ. οὐ γὰρ ἂν φαῦλον ἦν ἐλευθεριότητα καὶ μεγαλοπρέπειαν ἐπιδείκνυσθαι οὐ μόνον [ἐν] λόγῳ ἀλλὰ καὶ ἔργῳ, μάλιστα ἐκ πλούτου δικαίου ἄνωθεν κατιόντος, οὗ αἱ πηγαὶ πόρρωθεν ῥέουσιν ἄγαν διαφανεῖς καὶ πραεῖαι, καὶ οὐδαμόσε αὐτὰς μολύνει ῥεῦμα ξυμμιγνύμενον ἀδικίας. |
| 291 d [5] | ἀλλ’ οὔτε μου τὰ πατρῷα τοσάδε ἐστὶν οὔτε ἐγὼ χρηματιστὴς καὶ ποριστικός. Ὅ τε αὖ λέγουσιν οἱ κατήγοροι, καὶ τοῦτο ἄλλο ὄναρ ἐστίν, ὡς ἄρα πυρῶν βασιλικῶν σωροὺς ἀθρόους δαπανῶ τοῖς ὁμιληταῖς καὶ διανέμω. |
| 292 a [5] | δαπανῶ μὲν γὰρ πυροὺς βασιλικοὺς καὶ ἐκ τῶν σιτοφυλακίων τῶν δημοσίων, καὶ εἰ τοῦτο σημεῖον τοῦ σοφιστὴν εἶναι, πάντες ἂν εἴητε σοφισταί, οὐ μόνον ὑμεῖς οἱ ἐνθάδε συγκαθήμενοι, ἀλλὰ καὶ οἱ νευρορράφοι καὶ οἱ βαλανεῖς καὶ οἱ σκυτοτόμοι καὶ πάντες ὅσοι καλαμηφοροῦσιν ὄρθριοι ἐπὶ τὰς ἑρκάνας. ἀλλ’ ἐκεῖνο δίκαιον ὑμᾶς ἐξετάζειν, ὅτι μοι ἐξὸν οὐ σίτου μόνον διακοσίους μεδίμνους οὐδὲ ἐλαίου ἴσα κεράμια—καίτοι τοὔλαιόν γε οὔπω ἴσασιν οἱ κατήγοροι, ἀλλ’ ἐξέφυγέ με οὐκ οἶδ’ ὅπως, ἵνα μᾶλλον σφαδάζοιεν καὶ ἀγανακτοῖεν— ἀλλ’ ὅτι μοι οὐ ταῦτα μόνα ἐξὸν παρὰ βασιλέως καρποῦσθαι, ἀλλ’ ἐκείνου τοῦ μακροῦ καταλόγου τῆς τρυφῆς καὶ τῆς εὐπαθείας, ὁπόσα ταῖς δέλτοις ἀκολουθεῖ ταῖς σφυρηλάτοις, καὶ ταῦτα οὔτε λιπαρήσαντα οὔτε θωπεύσαντα οὔτε ἑτέρῳ προστάτῃ χρησάμενον καὶ προσηγόρῳ, ἀλλ’ αὐτοῦ παρόντος ἐπὶ τοῖς λόγοις, ὧν αὐτήκοος ἐγένετο οὐχ ἅπαξ οὐδὲ δίς, ἀλλὰ πολλάκις, ὥστε ἀξιῶσαι τῶν μεγίστων γερῶν, ὅμως ταῦτά μοι ἐξὸν οὐχ ὑπεῖξα οὐδ’ ὑπήκουσα καὶ πάνυ προθυμουμένου. |
| 292 c [10] | εἰ δὲ ὀρθῶς ἢ μή, κοινωνοὶ γένεσθε τῆς γνώμης. Φαίνεταί μοι αἴσχιστον εἶναι καὶ ἀλλότριον ἀνδρὸς ἐλευθέρου τὸ ψεύδεσθαι εἰς τὸ κυριώτατον τῶν ἑαυτοῦ καὶ ἐξαπατᾶν τοὺς ἀνθρώπους· κυριώτατον δὲ τῶν ἑαυτοῦ καὶ ἔργων καὶ παθημάτων ὁ τύπος τοῦ βίου καὶ ὁ χαρακτὴρ ὃν ὑποδύεται. ὅστις οὖν φιλοσοφίας μεταποιούμενος καὶ τοῦτο τοὔνομα ἕλκων τε καὶ ἀναγκάζων ἱστᾷ τε ὕεια ταρίχη καὶ ζυγομαχεῖ τοῖς ταμίαις, τὸν οἶνον καὶ τὰ ὄψα ἀπαργυρίζων, οὗτος ψεύδεται μὲν τὸ τριβώνιον, ᾄττει δὲ ἐπὶ τὴν ζώνην καὶ τὴν χλαμύδα, καὶ φορτικώτερός ἐστι τῶν τὰ ὅπλα φερόντων στρατιωτῶν. |
| 292 d [5] | διὰ ταῦτα οὖν ὅσα μὲν τὴν χρείαν μοι ἀναγκαίαν εἶχε καὶ οἷς σιτοδοτεῖ βασιλεὺς τοὺς οἰκήτορας τῆς πόλεως, οὐ τοὺς στρατιώτας, ἀπολαύω καὶ αὐτός, ὦ ἄνδρες, τὸ μέρος· μετέχω γὰρ τῆς πολιτείας καὶ τὴν ἐνθάδε ξυνοίκησιν προὐτίμησα τῆς ἐνεγκούσης, ἐν ᾗ εἴπερ τις διάγειν ἐῴην, κατατέμνεσθαι ἂν ἄξιος εἴην, εἰ πυρῶν ἑτέρωθι προσδεοίμην. |
| 293 a [5] | ὅσα δέ μοι τὸ βαλάντιον ἔμελλε γεμιεῖν, οὐ τὸν λιμὸν ἀκεῖσθαι τῶν ἀνδραπόδων, καὶ ὅσα ἀνάγκη εἰσδεχόμενον ἦν εὐθὺς καὶ τοὔνομα περιῆφθαι †οὐξοδαπὸν† τῷ τριβωνίῳ, ἀπισχυρισάμην τε ἀτενῶς καὶ οὐκ ᾔσχυνα τοὺς προγόνους, οὐ τὰ αὐτὰ ἐφρόνουν περὶ βασιλέως καὶ φιλοσόφου καὶ ἄμφω ἐνόμιζον κατοικεῖν ὁμοίως ἐν ταῖς κορυφαῖς τῆς ἀνθρωπίνης εὐδαιμονίας καὶ προσωτέρω οὐκ ἔχειν ᾗ προβήσετον. τὸν δὲ οἰόμενον καὶ μεῖζόν τι ἕτερον ὀνειροπολοῦντα κάτω πού ἐστι πλανᾶσθαι οὐδὲ ἀνελθεῖν εἰς ἐκείνην τὴν σκοπιάν, ἣ ὑψηλοτάτη τέ ἐστι καὶ ὑπερκύπτει τὸν οὐρανόν· ἔνθεν οὐ μόνον γῆ καὶ θάλαττα ἄποπτος πᾶσα, ἀλλὰ καὶ ὁ θρόνος αὐτοῦ τοῦ Διὸς καὶ ἡ ἀληθινὴ προεδρία καὶ αἱ πηγαὶ τοῦ νέκταρος καὶ ὁ λειμὼν τῆς ἀμβροσίας· οὗ ἀναβῆναι οὐκ ἔστι δέλτῳ χρυσῇ ἐποχουμένους, ἀλλ’ εἴ τις ἐκείνης κρατήσειε καὶ ἐπαύροιτο τῆς ἀρχαίας καὶ ἀθριπηδέστου, ἐν ᾗ Πλάτων καὶ Πυθαγόρας τὰ γράμματα ἐχαραξάτην. |
| 293 b [5] | ποῖον οὖν ἐγὼ σιτοφυλάκιον ἐκκενῶ τοῖς ὁμιληταῖς τοῖς ἐμοῖς; ποίους δὲ πυροὺς ἐπιχέω, καθάπερ τοῖς νεωνήτοις τὰ καταχύσματα; καὶ Ἀρίστιππον μὲν τὸν Κυρηναῖον καὶ ταῦτα δεκαπλάσιοι ὄντες οἱ Διονυσίου πυροὶ οὐκ ἐποίησαν σοφιστήν· ἐγὼ δὲ ὑπερακοντίζω καὶ τὸν Γοργίαν, ὡς ἔοικεν, ἐπὶ ταῖς τριάκοντα χοίνιξιν. |
| 293 c [5] | Ἀλλὰ δῆτα αὐτὸς μὲν ἀποκλείω τὸ ταμιεῖον καὶ ἧττον ἂν χαλκοῦν τῳ προείμην ἢ ξύμπασαν ὁμοῦ γεωμετρίαν καὶ ἀριθμούς· ἀπεβουκόλησα δὲ ἕνα τῶν νέων χρηστόν τε ἄγαν καὶ τεθραμμένον ἐν ὀρφανίᾳ, ὃς οἰκουρεῖ ὑπὲρ ἐμοῦ καὶ προτίθεται δύο τραπέζας, τὴν μὲν τρυφῆς γέμουσαν, τὴν δὲ ἀργυρίων· κᾆτα προΐσχονται αὐταῖς καὶ ἐκκρέμανται οἱ Ἀριστοτέλους μὲν οὐδὲν δεόμενοι, βίου δὲ χρῄζοντες καὶ τοῦ γεμίζεσθαι τὴν γαστέρα· καὶ δορυφορεῖ με ἐμβάλλοντα εἰς τὴν ἀγορὰν καὶ συρφετὸς οὗτος καὶ ἡ γρυμέα, κεκραγότες καὶ ἐκβοῶντες ἐφ’ ἑκάστῳ ῥήματι ὧν ἂν λέγω, καὶ παραβαλλόμενοι πρὸς ἀλλήλους ὅστις ἄμεινον ἀποδοίη τὸ ἔργον ἐφ’ ὃ θητεύουσιν. |
| 294 a [5] | εἰ τοιοῦτον ἐγὼ χορόν τε καὶ χορηγὸν συνεστησάμην, πάνυ ἂν εἴην σοφιστὴς καὶ οὐδέν τι μεῖον ἢ Πρωταγόρας ἀποχρώμενος Καλλίᾳ τῷ λακκοπλούτῳ. ἀλλ’ οὐδεὶς οὕτως εὐδόκιμος τῶν ἐμῶν μαθητῶν οὐδὲ ὑπερβάλλων σιναμωρίᾳ, ἀλλὰ προσέρχονται μέν μοι καὶ ἀγαπῶσι, μισθὸν δὲ οὔτε εἰσφέρουσιν οὔτε ἀποφέρονται. |
| 294 b [5] | Τῷ οὖν αὐτὸς θηρεύω τε καὶ προσάγομαι; καὶ τίς ἡ ἐπῳδὴ καὶ ἡ μαγγανεία, δι’ ἣν πολλοὶ ἀπολιπόντες καὶ τὴν ἀρχαίαν Ἑλλάδα καὶ τὴν πρόσοικον Ἰωνίαν, ἐν αἷς ἀμφοτέραις διδασκαλεῖα μέγιστα φιλοσοφίας, ἔπειτα εἰς τὴν πόλιν ἡμῖν συμφοιτῶσι, καὶ οὐδὲν αὐτοὺς ἀποκωλύει ἐξ ὧν ἡ πόλις μεγάλη τέ ἐστι καὶ εὐδαίμων, καὶ οὐχ ἡδοναὶ ἐκκεχυμέναι, οὐ πανηγύρεων θόρυβος, οὐ σχολῆς σπάνις καὶ ἡσυχίας, οὐκ αὐτοὶ οὗτοι οἱ ὀξὺ βλέποντες συκοφάνται καὶ τὰς αἰχμὰς τῷ χρῷ ἐπισείοντες; ὀκνῶ μὲν εἰπεῖν, ὦ ἄνδρες, μὴ καὶ ἀτεχνῶς δόξαιμι καλλωπίζεσθαι· συνελαύνουσι δὲ οἱ κατήγοροι τὰς ἀληθινάς με ἐπαγωγάς, αἷς χρῶμαι ἐπὶ τοὺς νέους, εἰς τὸ θέατρον ἐξενεγκεῖν ἀντὶ τῶν ψευδῶν καὶ πεπλασμένων. |
| 294 c | καίτοι αἰσθάνεσθε αὐτῶν ἱκανῶς καὶ οὐ σφόδρα ἀτήρητοι ὑμῖν εἰσιν· ὅμως δὲ ἔτι καὶ μᾶλλον ἀποκαλυπτέα καὶ γυμνωτέα. Ἐμοὶ νέῳ ὄντι συγγράμματα ἄττα πεποίηται, ἐν οἷς τὸν κλῆρον κατεθέμην καὶ ἐθησαύρισα, ὃν παρὰ τῶν ἐμῶν πατέρων διεδεξάμην. |
| 294 d [5] | καταλέγει τὰ συγγράμματα ταῦτα ἴδιον μὲν οὐδὲν οὔτε ἐμὸν οὔτε ἄλλου, ἐμφανίζειν δὲ ἐπιχειρεῖ τὸν νοῦν τὸν Ἀριστοτέλους καὶ ἐξάγειν ἐκ τῶν ῥημάτων ἐν οἷς ἐκεῖνος αὐτὸν καθεῖρξέ τε καὶ ἐφράξατο, τοῦ μὴ ἐπίδρομον εἶναι τοῖς παντάπασιν ἀμυήτοις. καὶ ταῦτα ἐγὼ τὰ συγγράμματα ἄλλῳ μὲν οὐδενὶ πώποτε ᾤμην οὔτε χρείαν ἕξειν οὔτε ἔσεσθαι σπουδαῖα· οὐδὲ γὰρ οὕτω πολυτελῶς καὶ ἀνδρείως ξυντεθέντα αὐτὰ ἠπιστάμην, ἐμαυτῷ δὲ μόνῳ μνημόσυνα καὶ ἀποθήκην ὧν ἠκηκόειν, ἵν’, εἴποτε ἀποφύγοι τι τὴν μνήμην, ἐξῇ μοι ὥσπερ ἐκ ταμιείου λαμβάνειν ἀσφαλοῦς τε καὶ ἀναλώτου ὑπὸ τῆς λήθης. |
| 295 a [5] | διὰ ταῦτα οὖν ὀρρωδοῦντός μου ὑπὲρ αὐτῶν καὶ ἐν φυλακῇ ποιουμένου, ὅπως ἂν μὴ θύραζε ἐκφοιτήσειαν, λανθάνουσιν οἱ λόγοι οὗτοι ἀποδράντες οὐκ οἶδα ὅπως, καὶ μετὰ σπουδῆς κυλινδούμενοι ἐξ ἄλλου εἰς ἄλλον ἀφικνοῦνται εἰς Σικυῶνα. Ὤικει δὲ ἐν Σικυῶνι τηνικαῦτα ἀνήρ, ὃν ἐγὼ φαίην ἂν ἀτρεκέστατά τε καὶ ἀδολώτατα τῶν γε ἐπ’ ἐμοῦ Ἑλλήνων ἀντειλῆφθαι φιλοσοφίας, ἀκουστὴς μὲν γεγονὼς τοῦ Χαλκιδέως πρεσβύτου, θεραπεύων δὲ οὐ τὴν νέαν ᾠδήν, ἀλλὰ τὴν πάτριον καὶ ἀρχαίαν τῆς Ἀκαδημίας καὶ τοῦ Λυκείου· οὐχ οἷος κολούειν τε καὶ πρίεσθαι καὶ βασκαίνειν, εἰ χρηστοῦ τινος ἕτερος μεταποιοῖτο, ἀλλ’ οἷος συνεξορμᾶν καὶ συνοτρύνειν οὓς ἂν αἴσθοιτο φυομένους πρὸς ἀρετήν. |
| 295 c [5] | οὗτος ὁ ἀνὴρ μικρὰ ὁμιλήσας τῇ ἐμῇ εἴτε σπουδῇ εἴτε παιγνίᾳ ταὐτὸν μικροῦ ὑπέμεινε πάθος Ἀξιοθέᾳ τῇ φιλοσόφῳ καὶ Ζήνωνι τῷ Κιτιεῖ καὶ τῷ γεωργῷ τῷ Κορινθίῳ. Ἀξιοθέα μὲν γὰρ ἐπιλεξαμένη τι τῶν συγγραμμάτων ἃ Πλάτωνι πεποίηται ὑπὲρ πολιτείας, ᾤχετο ἀπιοῦσα Ἀθήναζε ἐξ Ἀρκαδίας, καὶ Πλάτωνος ἠκροᾶτο λανθάνουσα ἄχρι πόρρω ὅτι γυνὴ εἴη, ὥσπερ ὁ Ἀχιλλεὺς τοῦ Λυκομήδους. ὁ δὲ γεωργὸς ὁ Κορίνθιος τῷ Γοργίᾳ ξυγγενόμενος—οὐκ αὐτῷ ἐκείνῳ Γοργίᾳ, ἀλλὰ τῷ λόγῳ ὃν Πλάτων ἔγραψεν ἐπ’ ἐλέγχῳ τοῦ σοφιστοῦ—αὐτίκα ἀφεὶς τὸν ἀγρὸν καὶ τὰς ἀμπέλους Πλάτωνι ὑπέθηκε τὴν ψυχὴν καὶ τὰ ἐκείνου ἐσπείρετο καὶ ἐφυτεύετο. |
| 295 d [5] | καὶ οὗτός ἐστιν ὃν τιμᾷ ὁ Ἀριστοτέλης τῷ διαλόγῳ τῷ Κορινθίῳ. τὰ δὲ ἀμφὶ Ζήνωνος ἀρίδηλά τέ ἐστι καὶ ᾀδόμενα ὑπὸ πολλῶν, ὅτι αὐτὸν ἡ Σωκράτους ἀπολογία ἐκ Φοινίκης ἤγαγεν εἰς τὴν Ποικίλην. Αὐτὸς μὲν δὴ ἀνὴρ ἐκεῖνος οὐκ ἐδεῖτο ἐπισιτεῖσθαι, ἣν δὲ ἐνόμευεν ἀγέλην αὐτίκα ἐξώρμα ἅπασαν εἰς τὸν Βόσπορον. |
| 296 a [5] | καὶ ἐπειδὴ ἠμφισβήτουν οἱ νεανίαι, πέμπει εἰς θεοῦ πευσομένους εἰ ἄρα ἄμεινόν τι ἐκεῖνος γινώσκει· καὶ φέρει τὴν αὐτὴν ψῆφον ὁ θεός, οἵαν πάλαι ἐπὶ Σωκράτην. πιστεύσατε, ὦ ἄνδρες, νὴ τὸν Ἀπόλλω ἐκεῖνον, ὅτι ταῦτα ἐγὼ οὐ μῦθον συμπλάσας ὥσπερ μειρακίοις προσάγω, οὐδὲ καταπλήττομαι ὑμᾶς τῷ κριτῇ, οὐδὲ καλλωπίζομαι καὶ ἁβρύνομαι ἄνευ ἀνάγκης, ἀλλ’ ὅτι οὐκ ἔστιν ἄλλως ἀμύνασθαι τοὺς λοιδορουμένους τε καὶ τοὺς βλασφημοῦντας ἢ πολλῷ ἀμείνους ἐπιδεικνύντα τοὺς ἀγαπῶντας καὶ εὐφημοῦντας. |
| 296 b [5] | ἐπεὶ καὶ Σωκράτης ἐκεῖνος πρὸ μὲν τοῦ οὐκ ἐξέφαινε τοῦ Πυθίου τὴν μαρτυρίαν, ἐπεὶ δὲ αὐτὸν Λύκων τε καὶ Ἄνυτος διεβαλλέτην καὶ Μέλητος ἐφειστήκει γραψάμενος ὡς σοφιστὴν καὶ διαφθορέα τῶν νέων, τότε δὴ ξυνηναγκάσθη τοῖς δικασταῖς ἀναβιβάσασθαι μάρτυρα τὸν θεόν. ἀλλ’ ἐκεῖνοι μὲν οἱ δικασταὶ ὑπ’ ἀγνωμοσύνης τὸ παραυτίκα ἐξηπατήθησαν καὶ ἐγοητεύθησαν ὑπὸ τοῦ λόγου ὃν ξυνέγραψε Πολυκράτης, Ἄνυτος δὲ ἐμισθώσατο. |
| 296 c [5] | δῆμος γὰρ ἦσαν καὶ οὐδὲν ἱερόν· ὑμεῖς δὲ ἔκκριτοι ἁπανταχόθεν καὶ προσέτι κοινωνεῖτέ μοι τοῦ ἀγῶνος. τὸ γὰρ ἄμεινόν τι εἶναι ἐμὸν πρᾶγμα ἢ κατὰ σοφιστὴν οὐκ ἄλλοι τινὲς πρότερον ὑμῶν καὶ ὑπέλαβον καὶ ἐπεφήμισαν. Μῶν ἄρα ἔτι θαυμαστόν, εἰ τοιούτοις ἐγὼ χρώμενος ἀρωγοῖς τε καὶ συλλήπτορσι τοῦ κυνηγεσίου ἐθηρευσάμην ὀλίγους νέους καὶ τοιούσδε ὑπὲρ ἐμαυτοῦ κεκτημένος ἑστιάτορας καὶ μισθοδότας προσηγαγόμην τοὺς λίχνους τῶν μαθητῶν; οὐ γὰρ λίαν, ὡς ἔοικε, φαῦλαί εἰσιν αἱ ἄρκυς τε καὶ τὰ δίκτυα ὧν μικροῦ ἔμπροσθεν ἐμνήσθην, ἅ με ἀποδράντα τῆς οἰκίας αὐτόματα περιθεῖ, ὥσπερ τὰ Δαιδάλου ἔργα, σαγηνεύοντα καὶ συμπλέκοντα τοὺς νέους ὅσοι μὴ βεβυσμένοι εἰσὶ τὰ ὦτα, καὶ προσάγει μοι τὴν ἄγραν οὔτε μέγα οὔτε μικρὸν πραγματευομένῳ. |
| 296 d [5] | ἀλλ’ ἐκεῖνο θαυμαστὸν τῶν κατηγόρων, ὅτι ἐξὸν αὐτοῖς τὰ δίκτυα ταῦτα ἐν τῷ μέσῳ οὑτωσὶ περιτρέχοντα καὶ ἐν ταῖς χερσὶ τῶν ἀνθρώπων καταγαγεῖν ἀπὸ τῶν χαλίδων καὶ διασπάσαι τὰ ἀκρωλένια καὶ ἐπιδεῖξαι τοὺς βρόχους ὅτι λαγαροὶ ἄγαν καὶ ἀσθενεῖς καὶ ὑπὸ ἀγνοίας αὐτοῖς οἱ ἄνθρωποι ἐγκαταδοῦνται, οἱ δὲ τοῦτο μὲν ἢ οὐχ οἷοί τέ εἰσιν ἢ οὐ προαιροῦνται, ὥσπερ δὲ τὰ φαῦλα τῶν κυνιδίων ὑλακτοῦντα ἀεὶ καὶ θορυβοῦντα αὐτὰ μὲν ὀνίναται οὐδέν, ἀποσοβεῖ δὲ τὴν ἄγραν. |
| 297 b [5] | Εἶεν. τὸν μὲν δὴ ἔμμισθον σοφιστὴν μόλις πως ἄρα διανενεύκαμεν. σκοπῶμεν δὲ ἐφεξῆς τὸν ἔμπορον καὶ τὸν κάπηλον καὶ τὸν αὐτοπώλην, εἰ ἄρα τούτων ἡμῖν προσήκει τι τῶν ὀνομάτων. λέγει τοίνυν ὁ θεσπέσιος Πλάτων ὅτι οὔσης τινὸς τέχνης ἀλλακτικῆς, ἣ διαμείβεται ὧν δίδωσιν ἃ λαμβάνει, ἡ μὲν ἐξ ἄλλης πόλεως εἰς ἄλλην ὠνῇ τε καὶ πράσει χρωμένη καὶ μεταβάλλουσα τὰ ἀγώγιμα ἐμπορικὴ ὀνομάζεται ὑπὸ τῶν ἀνθρώπων, ἡ δὲ ἐν πόλει μιᾷ καθημένη ἀλλακτικὴ τῶν αὐτῶν τούτων, εἰ μὲν αὐτουργοῦσα τὰ αὑτῆς ἔργα νομίσματος ἀποδιδοῖτο, ὥσπερ οἱ μάγειροι καὶ οἱ βαλανεῖς, αὐτοπωλικὴ ἂν ἐν δίκῃ καλοῖτο, ἡ δὲ τὰ ἀλλότρια ὠνουμένη καπηλική· τούτων δ’ αὖ τῶν τριῶν ἑκάστην μίαν οὖσαν σχίζεσθαι διχῆ τῇ αὐτῇ τομῇ καθ’ ὅ τι ἀλλήλων διαφέρει τὰ ἀγοράσματα. |
| 297 c | ἔμπορον γὰρ τὸν μέν τινα εἶναι σιτίων τε καὶ ἱματίων καὶ ὑποδημάτων καὶ ἔμβραχυ ὅσων τὸ σῶμα τὸ ἡμέτερον ἐπιδεές· τὸν δέ τινα λόγων τε καὶ μαθημάτων οἷς ψυχὴ τρέφεται ἢ κολακεύεται· ὁμοίως δὲ αὖ κάπηλον, ὁμοίως δὲ καὶ αὐτοπώλην. |
| 297 d [5] | εἴτε οὖν μουσικήν τις εἴτε γραμματιστικὴν εἴτε ζωγραφίαν εἴτε ἄλλο τι ψυχῆς ὠφέλημα ἢ παραμύθιον ἐκ πόλεως εἰς πόλιν μετάγων, ἔνθεν μὲν ὠνοῖτο, ἑτέρωθι δὲ ἀποδιδοῖτο, ἔμπορος οὗτος οὐδέν τι μεῖον ἢ Λάμπις ὁ Αἰγινήτης· εἴτε αὐτοῦ καθιδρυμένος ἐν πόλει, καὶ τὰ μὲν ὠνούμενος μαθήματα, τὰ δὲ καὶ αὐτὸς τεκταινόμενος πωλοίη καὶ ἀλλάττοιτο ἀργυρίου, κάπηλος οὗτος ἢ αὐτοπώλης κομψότερος μικρῷ Σαράμβου καὶ Θεαρίωνος. |
| 298 a [5] | καὶ οὕτως αὖ τρικέφαλόν τινα αὖθις ὥσπερ τὸν Γηρυόνην ἀποφαίνει τὸν σοφιστήν. Τίνι οὖν με τῶν ἀλλακτικῶν ἐγγράφουσιν οἱ κατήγοροι; μῶν τῷ πλανήτῃ ἢ τῷ σταδιαίῳ; ἐγὼ τοίνυν πολλαῖς μὲν ὡμίλησα πόλεσι καὶ ξυνεγενόμην, καὶ ἀπεδήμησα μακρότερα ἢ ὁ Σωκράτης, οὐχ ὅσον εἰς Ποτίδαιαν στρατευόμενος. ἀλλ’ ὅπλα μὲν οὐκ ἤνεγκα ὑπὲρ ὑμῶν, ὑμῶν δ’ αὖ εἵνεκεν πολλὴν γῆν ἐπῆλθον καὶ πολλὰς πόλεις μεγάλας τε καὶ εὐδαίμονας, ἀτὰρ δὴ καὶ τὴν μητρόπολιν τὴν ἡμετέραν, οὐ τὰ ἀρχαῖα Μέγαρα λέγω, ἀφ’ ὧν ὡρμήθησαν οἱ τῷ Βοσπόρῳ προσοικήσαντες, ἀλλ’ ἣ τῶν μὲν ἄλλων πόλεων βασιλεύει, τῇ δὲ ὑμετέρᾳ συμβασιλεύει. |
| 298 b [5] | καὶ εἰ μέν τι καὶ ἄλλο χρηστὸν ἐξ ἐκείνης ὑμῖν ὑπῆρχε τῆς ἀποδημίας, οὐκ ἂν διισχυρισαίμην· ἤγαγον δ’ οὖν αὐτοῖς τὰ ἀγώγιμα ὅσα τέ μοι πρῶτα ὑπῆρχε καὶ ὅσα παρ’ ὑμῖν ἐνθένδε ἐπορισάμην ἐν εἴκοσιν ὅλοις ἐνιαυτοῖς, πολλὰ μὲν ἐκ τῶν ἀρχαίων συλλεξάμενος θησαυρῶν τῆς μνημοσύνης, ἔστι δὲ ἃ καὶ αὐτουργήσας. καὶ ὅπως δὴ οἱ πάντων ἐκεῖνοι περιφρονοῦντες καὶ οὐδὲν τῶν ἔξωθεν ἀφικνουμένων θαυμάζειν ἢ ἐθέλοντες ἢ δυνάμενοι διὰ τὴν περιουσίαν τῶν οἴκοι θαυμάτων, ὅμως τοσόνδε ἑάλωσαν καὶ ἐκρατήθησαν ὑπὸ τῶν ἀγωγίμων τῶν ἡμετέρων, ὥστε πολλὴν μὲν χώραν καρποῦσθαι διδόντες ψιλὴν καὶ πεφυτευμένην, πολὺ δὲ ἀργύριον, πολὺ δὲ χρυσίον, ἰόντες τε εἰς τὴν κατάλυσιν ὁσημέραι καὶ θαυμαστὰ δρῶντες ὅπως ἂν χρόνον τινὰ ἐκεῖ διατρίψας πάλαι κεκλεισμένα τὰ Πυθαγόρου τεμένη καὶ τοὺς Πλάτωνος καὶ Ἀριστοτέλους νεὼς ἀναπετάσαιμι αὐτοῖς κατὰ δύναμιν καὶ δείξαιμι τὰ ἀγάλματα, ἐπειδὴ πείθειν οὐχ οἷοί τε ἦσαν, ἀλλ’ ἐγὼ τὰ μὲν ἀγώγιμα προῖκα ἐδίδουν, αὐτὸς δὲ ὀπίσω παρ’ ὑμᾶς ἱέμην, χεῖράς τε ἐπειρῶντο προσάγειν καὶ ἐπίκουρον τῷ ἔρωτι τὸν μέγαν παρακαλεῖν βασιλέα. |
| 298 d [5] | καὶ τούτων τίνα ἄλλον μάρτυρα ἂν ὑμῖν παρασχοίμην ἀξιοπιστότερον αὐτοῦ βασιλέως, οὗ καὶ ἀνεγνώσθη ὑμῖν ἐν τῇ βουλῇ ἤδη ἡ μαρτυρία; πῶς ἂν οὖν ἐμπορευοίμην ἐγὼ τὴν σοφίαν, καὶ παρὰ τίνας ἀφικνούμενος ἄλλους ἀνθρώπους, εἰ παρ’ οἷς μάλιστα καὶ πλεῖστον ἐξῆν, οὗτοι δωτίνην ἀπέλαυσαν τῆς ἐμπορίας; Καὶ οὐ λέγω τὸ ἄστυ τοῦ Ἀντιόχου, οὐδὲ ὅσοις ἐκεῖ ξυνέμιξα ἀνδράσι τὰ ἐμὰ φορτία μαστεύουσι καὶ περιποιουμένοις, οὐδὲ ὅσοις ἐν Γαλατίᾳ τῇ Ἑλληνίδι. |
| 299 a | καὶ αἱ μὲν πόλεις οὐχ οὕτω μεγάλαι οὐδ’ οἷαι τῇ μεγίστῃ ἀμφισβητεῖν· οἱ δὲ ἄνδρες ἴστε ὅτι ὀξεῖς καὶ ἀγχίνοι καὶ εὐμαθέστεροι τῶν ἄγαν Ἑλλήνων, καὶ τριβωνίου παραφανέντος ἐκκρέμανται εὐθύς, ὥσπερ τῆς λίθου τὰ σιδήρια. |
| 299 b [5] | οὗτοι οἱ ἄνδρες τί οὐκ ἂν πρόοιντο ὥστε κύριοι γενέσθαι τῆς ἐξαγωγῆς τῶν Πλάτωνος μαθημάτων, οἱ ὑπὲρ τῶν Δημοσθένους δικῶν καὶ τῆς Θουκυδίδου ξυγγραφῆς μικροῦ ἴσα τελοῦντες τοῖς τούτων ἐμπείροις, ὁπόσα Ξέρξης Θεμιστοκλεῖ τῷ Νεοκλέους; καὶ οἶδα ὅτι συγκάθηνται πολλοὶ καὶ συνδικάζουσι πολλοὶ ἐξ ἐκείνων τῶν πόλεων. πυνθάνεσθε οὖν παρὰ τούτων εἰ ταῦτα ἐγὼ ἀληθῆ λέγω. Καὶ ὅτι μὲν ἔμπορος οὐκ ἂν εἴην τινῶν μαθημάτων, παρ’ ἄλλων πυνθάνεσθε καὶ ἐπιζητεῖτε· ὅτι δὲ οὔτε κάπηλος οὔτε αὐτοπώλης, αὐτὸ δὴ ὑμᾶς αὐτοὺς ἐρωτᾶτε, εἰ ἐγὼ κάθημαι ἐπ’ ἐργαστηρίου πιπράσκων λογάρια μικρὰ ἢ μεγάλα, καὶ προὐταξάμην τὸ ζῆν ἐκ τοιαύτης τινὸς ἐργασίας, καὶ ταῦτα ὥσπερ οἱ ἄγαν σοφιστεύοντες τῶν καπήλων, προδεικνύντες τὸν ἀρυστῆρα, κεκράγασι καὶ ἐκβοῶσιν ὅτι τοῦ νέκταρος ὄδωδε τὸ πόμα ἐκεῖνο καὶ ἡ κοτύλη πολυχανδεστέρα. |