eul_wid: rye-aw

Περὶ προεδρίας εἰς τὴν σύγκλητον
On the Presidency in the Senate

Themistius the Philosopher On the Presidency in the Senate PDF

t 1 ΠΕΡΙ ΠΡΟΕΔΡΙΑΣ ΕΙΣ ΤΗΝ ΣΥΓΚΛΗΤΟΝ Πολλάκις ὑμῖν, ὦ πατέρες συγγεγραμμένοι, βουληθεὶς ἐν κοινῷ διαλεχθῆναι περὶ ὧν ἰδίᾳ τινὲς πρὸς ἐμὲ δυσχεραίνουσι, τοῦτον εἶναι καιρὸν ἐπιτηδειότατον ὑπολαμβάνω, ἐν ᾧ δίδωσιν ἐκεχειρίαν ὁ νόμος καὶ τοῖς σφόδρα ὑπόπτως πρὸς ἀλλήλους διακειμένοις, τὴν ἱερομηνίαν τοῦ ἔτους.
352 b [5] ἴσως γὰρ ἂν γένοιντο πραότεροι καταμαθόντες τὴν ἐμὴν γνώμην ὑπὲρ ὧν ἀμφισβητεῖν με νῦν πρὸς αὐτοὺς ὑπολαμβάνουσιν. ἐρῶ δὲ ὡς ἔνι μάλιστα συντόμως καὶ τοῦ καιροῦ στοχαζόμενος. Ἐγὼ τοῖς δοκιμωτάτοις τῶν ἀρχαίων φιλοσόφων ἀκολουθήσας, οἳ δύο εἶναι τῆς φιλοσοφίας ὁδοὺς ἐξηγοῦνται, τὴν μὲν θειοτέραν, τὴν δὲ τοῖς κοινοῖς ὠφελιμωτέραν, τὴν ὑμῖν λυσιτελοῦσαν προετίμησα τῆς μόνον τὸ ἐμὸν ἴδιον ἐξεταζούσης, καὶ ἐν πολιτείᾳ φιλοσοφίαν εἱλόμην, ἑπόμενος Σωκράτει καὶ Ἀριστοτέλει καὶ πρό γε τούτων τοῖς ὑμνουμένοις ἑπτὰ σοφοῖς, οἳ τὰ ἔργα τοῖς λόγοις ἐγκαταμίξαντες οὔτε ἄπρακτον οὔτε ἀσυντελῆ τοῖς κοινοῖς ἐπεδείξαντο φιλοσοφίαν.
352 c τούτοις ἅπασιν ἀκολουθήσας τεσσαράκοντα ἔτη ταῦτα σχεδὸν ἐτέλεσα λειτουργῶν ὑμῖν ἐκ τῶν λόγων καὶ πρεσβεύων ἐφεξῆς ὁπόσας αὐτοὶ ἴστε πρεσβείας οὐκ ἀτίμως οὐδὲ ἀδόξως οὐδὲ ἀναξίως τῆς ὑμετέρας χειροτονίας, τὰς μὲν καθ’ ἑαυτόν, τὰς δὲ τοῖς ἀρίστοις ὑμῶν κοινωνῶν.
352 d [5] Καὶ τὰ κεφάλαια τῶν κατορθωμάτων ἐκείνων ὑμῖν μὲν ἴσως μεμνῆσθαι καλόν, ἡμῖν δὲ ἐπιλελῆσθαι. ἐφ’ οἷς ἅπασι τὰς πρεπούσας τιμὰς καὶ παρ’ ὑμῶν καὶ παρὰ τῶν αὐτοκρατόρων ὥσπερ ἆθλα εὐμενῶς προσιέμην, οὐκ ἐμαυτοῦ χάριν οὐδ’ ὡς βελτίων ἐσόμενος, ἀλλὰ τὸ Πλάτωνος ἐννοῶν, καὶ βουλόμενος πολλοὺς ὑμῖν πολίτας τοιούτους γενέσθαι.
353 a ἀσκεῖται γὰρ ἀεί, φησί, τὸ τιμώμενον, ἀμελεῖται δὲ τὸ ἀτιμαζόμενον. καὶ διὰ τοῦτο οὐδὲ πρὸς τὰς χαλκᾶς ἐδυσκόλανα τὰς δύο ταύτας εἰκόνας, οὐδὲ ὁπηνίκα πάροχον ἑαυτῷ ποιεῖσθαι δεῖν ᾤετό με ὁ αὐτοκράτωρ, οὐδὲ ὅτε τὰς δέλτους ἐδίδου τὰς πολυθρυλήτους· οἷς μὲν οἷοί τε ἦσαν τιμᾶν τοὺς φιλοσοφοῦντας οἱ βασιλεύοντες ἐφιείς, σχολὴν δὲ παντάπασι μὴ ἐπιτρέπων καὶ μετάγων ἐπὶ φροντίδας ἐλάττους ἀντὶ μειζόνων.
353 b [5] Εἶτα λέγει τις ὅτι ψευδεῖς αἱ πινακίδες. καὶ ἔστωσαν μὲν αἱ πινακίδες ψευδεῖς τῷ γε πινακίσιν ἰσχυριζομένῳ πρὸς ὑπεροχὴν ἀρετῆς, ἀλλ’ ὅμως πρὸς τοῦτον τὸν λόγον δότε μοι μικρὸν ἀποκρίνασθαι μετὰ παρρησίας. ἐγὼ ψευδῆ τιμὴν ἐκείνην ὑπολαμβάνω, ἣν ἄν τις ὠνησάμενος ἔχοι χρημάτων, ἢ προσαιτήσας πολλὰ καὶ θυραυλήσας, ἢ μισθὸν αὐλικῆς διακονίας.
353 c [5] ἣν δ’ ἄν τις ἀρετῆς καὶ παιδείας ἆθλον κομίσαιτο, ὡς μόνον ἐνὸν τοῖς διδοῦσι, μήτε πραγματευσάμενος μήτε προθεὶς ἱκετηρίαν, ταύτην ἐγὼ τὴν τιμὴν ἐνδεεστέραν μέν φημι τῆς ἀξίας, ψευδῆ δὲ οὐδαμῶς, εἰ μὴ καὶ τὰς εἰς τὸ θεῖον τιμὰς ψευδεῖς εἶναί τις ὑπολαμβάνει, ὅτι τῆς ἀξίας οὐκ ἐφικνοῦνται. Ἐμοὶ τῶν ἐπαργύρων ὀχημάτων καὶ τῶν μεγαλοφώνων κηρύκων ὑψηλοτέρα ἀρχὴ ἡ ἀπὸ τῶν λόγων, ἣν οὔτε δοῦναι βασιλεῦσιν ἔστιν οὔτε ἀφελέσθαι.
353 d [5] ταύτην γὰρ κἂν ἐπὶ χρυσοῦ καθέζωμαι κἂν ἐπὶ ξύλου κἂν ἐπὶ χαμαιζήλου θρονίδος, ἐμαυτῷ συμπεριφέρω, καὶ τὸ σῶμα ἀπολιπόντι μόνη παραμένει. ταύτην ἄρχει τὴν ἀρχὴν μέχρι νῦν ὁ Ἀρίστωνος, ταύτην Ἀριστοτέλης, ταύτην Σπεύσιππος, ταύτην Ξενοκράτης. ἢ οὐ δοκοῦσιν ἄρχειν ὑμῖν οἱ νομοθετοῦντες τῶν τοῖς νόμοις ὑπακουόντων, οἱ διδάσκοντες τῶν μανθανόντων, οἱ πείθοντες ἀρετὴν μεταδιώκειν τῶν πειθομένων; καὶ ταύτην ἄρχουσι τὴν ἀρχὴν πλεῖν ἑπτακόσια ἔτη, καὶ ἄρξουσί γε ἔτι καὶ ἐφεξῆς, ἕως ἂν τίκτωνται ἄνθρωποι διαφέροντες συῶν καὶ τῶν λοιπῶν ζῴων, ὅσον οὐκ ἦρξαν χρόνον Πέρσαι μετὰ Ἀσσυρίους, ὅσον οὐδ’ οἱ ἐγγὺς Μακεδόνες, ὅσον οὐδέπω Ῥωμαῖοι.
354 a τί γὰρ δεῖ χρόνου γε ἕνεκεν τῆς ἀρχῆς ἢ Φίλιππον Πλάτωνι παραβάλλειν, ἢ Ἀλέξανδρον Ἀριστοτέλει; ἐκείνοις τήμερον οὐδεὶς ὑπακούει, ἀλλ’ οὐδὲ τὰ δόγματα αὐτῶν οὐδὲ οἱ νόμοι ἔχουσί τινα δύναμιν ἐν τοῖς ἀνθρώποις.
354 b [5] τὰ δὲ Πλάτωνος δόγματα καὶ Ἀριστοτέλους ἐνεργὰ ἔτι καὶ ἀκραιφνῆ, καὶ ἐν τοσαύταις μεταβολαῖς αὐτοκρατόρων καὶ ἡγεμόνων ἀμετάβλητα διαμένει καὶ ἀκίνητα καὶ ἀσάλευτα. τίς Ἀλεξάνδρῳ νῦν τὸν ἑαυτοῦ βίον ἐπονομάζει καθάπερ Πλάτωνι; τίς τὸ Φιλίππου νῦν ὄνομα ἐπιγράφεται καθάπερ Ἀριστοτέλους; τούτοις σεμνὸν ἐνάριθμον εἶναι, σὺν τούτοις καθίζειν, καὶ μετὰ τούτους καὶ ταῖς παρὰ τούτων πινακίσιν ἰσχυρίζεσθαι ὑψηλόν τε καὶ μεγαλεῖον· δι’ ἃς ἔξεστί μοι παρακαλέσαντι τὴν Ἀδράστειαν ὑψηλολογῆσαι, οὔ τί μοι τῆς ἀνθρωπίνης χρεὼ τιμῆς, φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ.
354 c [10] εἰ δ’ οὖν καὶ ἀνθρωπίνης τιμῆς δεηθείην, εὐξαίμην ἂν ὑμᾶς, οὓς περὶ πλείστου ποιοῦμαι, δικαίους εἶναι κριτὰς ἀρετῆς· ἄλλως δὲ ἐχόντων παρ’ ἐμοί γε καὶ ἄλλοι, οἵ κ’ ἐμὲ τιμήσουσι, μάλιστα δὲ οἱ πατέρες ὑμῶν καὶ ἀρχηγέται, Ῥωμαῖοι, ὧν ἐπέδειξα ὑμῖν τὰς φωνάς, ἐν αἷς οἱ πρὸς τὸν οὐρανὸν ἁμιλλώμενοι δεῖσθαι τῶν ἡμετέρων ἀγαθῶν ὁμολογοῦσι, καὶ πρός γε Ῥωμαίοις οἱ αὐτοκράτορες.
354 d [5] ἀρκεῖ μοι Κωνστάντιος, κόσμον τῆς ἑαυτοῦ βασιλείας τὴν ἐμὴν φιλοσοφίαν εἰπὼν πολλάκις, ἀρκεῖ βιασθεὶς Ἰουλιανὸς τῆς οἰκουμένης καλέσαι πρεσβευτὴν ἄξιον, οὐ μόνον τῆς καλλιπόλεως, καὶ τὰ πρῶτα φέρεσθαι φιλοσοφίας ἐν γράμμασιν ὁμολογήσας· ἀρκεῖ Οὐάλης, ἡττηθεὶς ὑπὸ τῶν ἐμῶν λόγων πολλάκις· ἱκανός μοι Γρατιανός, σεμνυνόμενος πρὸς Ῥωμαίους ὡς αἴτιος αὐτοῖς γεγονὼς τῆς ἐμῆς ἐπιδημίας· ἀντὶ τῶν ὑψηλοτάτων θρόνων ποιοῦμαι τὰς τοῦ θεοειδεστάτου Θεοδοσίου φωνὰς τὰς πρώην ὑμῖν ἀναγνωσθείσας, ἃς εἰ μὲν μιμοῖσθε καὶ δέχοισθε φιλοσοφίαν τὸν εἰκότα τρόπον, οὐδεμία μοι ψῆφος τῆς παρ’ ὑμῶν ἀσμενιστοτέρα· εἰ δέ τινας ὑμῶν συμπείσουσι τῶν ἀρετῇ τεθαρρηκότων ἐπίπροσθεν ἄγειν τοὺς τῆς τύχης ἐκκρεμαμένους, οὐκ ἂν ἐγὼ τούτου βουλοίμην τοῦ χοροῦ κοινωνεῖν, ἐν ᾧ τὸ παρὰ μέλος ᾄδειν τοῦ σὺν ταῖς Μούσαις εὐδοκιμώτερον φαίνεται.
355 a [10] Μούσαις λέγω· καὶ γὰρ οὐδὲ τοῦτο μικρόν· ὧν καλῶς ποιοῦντες νεὼν ἀπεδείξατε τὸ βουλευτήριον καὶ τὰ ἀγάλματα κατεστήσατε τῶν θεῶν ἐν τῷ σηκῷ ἔνθεν καὶ ἔνθεν. οὐδὲ γὰρ ἀπέχρησεν ὑμῖν εἷς χορὸς τῶν Μουσῶν, ἀλλ’ Ὅμηρος μὲν ἐννέα ποιεῖ τὰς πάσας Μούσας ἐν τῷ οὐρανῷ, παρ’ ὑμῖν δὲ ξενίζονται διπλασίους, καὶ μετελήλυθεν ὁ Ἑλικὼν εἰς τὸν Βόσπορον.
355 b [10] καὶ οὗτος ἀμείνων κόσμος παρ’ ὑμῖν τῆς βουλῆς ἢ παρὰ τοῖς πάλαι Ῥωμαίοις. Καίτοι νῦν ἐγὼ πέποιθα ὑμᾶς οὐκ ἐπίδειξιν ποιουμένους τοῦ κάλλους τῶν ἀγαλμάτων ἐνταῦθα τὰς θεὰς εἰσοικίσασθαι, οὗ μηδὲ εἰσιτητὸν οὐδενὶ πλὴν τῶν ἐκκρίτων, ἀλλ’ ὑπὲρ τοῦ δεῖξαι τοῖς κοινωνοῦσι τοῦ καταλόγου τίνι μάλιστα τῶν ἄθλων τὸν μετέχοντα τῆς γερουσίας πλεῖον ἔχειν τῶν ἄλλων προσήκει, ὅτι μὴ πλούτῳ μήτε ἀπήναις μήτε ῥάβδοις μήτε πελέκεσιν, ἀλλὰ τῇ τῶν Μουσῶν εὐμενείᾳ.
355 c [5] ἠκούσατε γὰρ τοῦ ὀνόματος, ὃ καλεῖται ὁ νεὼς οὗτος· καλεῖται γὰρ οὐ στρατήγιον οὐδὲ θέατρον οὐδὲ ταμιεῖον, ἀλλὰ γερουσία καὶ βουλευτήριον, ἐν ᾧ τῆς Καλλιόπης ἡ προεδρία καὶ ἀνδρὸς ὅντινα τιμήσουσι Διὸς κοῦραι μεγάλοιο.