ΧΑΡΙΣΤΗΡΙΟΣ ΤΩΙ ΑΥΤΟΚΡΑΤΟΡΙ ΥΠΕΡ ΤΗΣ ΕΙΡΗΝΗΣ ΚΑΙ ΤΗΣ ΥΠΑΤΕΙΑΣ ΤΟΥ ΣΤΡΑΤΗΓΟΥ ΣΑΤΟΡΝΙΝΟΥ
Πολλάκις ἐβουλευσάμην κατʼ ἐμαυτὸν ὅτι μοι καὶ τοῦ σώματος πεπονηκότος καὶ τοῦ γήρως ἐπιδιδόντος καταθετέον ἤδη τὴν πινακίδα καὶ ἀφεκτέον τοῦ διοχλεῖν ἔτι τὰς βασιλέως ἀκοὰς ἐπὶ τοῖς λόγοις. καὶ γὰρ εἴ τινα χρὴ αὐτῷ γενέσθαι παρὰ φιλοσοφίας συντέλειαν, αὐτὴ προεκτέτισται ἱκανῶς. ἀλλʼ ἐπειδὴ τῆς ἡμέρας ἐκείνης αὐτόπτης κατέστην, ἐν ᾗ τὴν εἰρήνην εἰσῆγεν, ὥσπερ ἐν τελετῇ ἀψοφητὶ καὶ ἀπραγμόνως, ἤδη παντελῶς δυσελπιστοῦσι καὶ παρέδωκε τοὺς βαρβάρους ἐξισταμένους ἐθελοντὰς τοῦ σιδήρου, καὶ ταῦτα εἴδομεν ὕπαρ καὶ ἐναργῶς, ἃ τέως ἐπὶ τῶν πινάκων γράφοντες ἐγενόμεθα, οὐχ οἷός τέ εἰμι κατέχειν ἐμαυτόν, οὐδὲ τὸ γῆρας αἰσχύνομαι κατʼ Εὐριπίδην μέλλων χορεύειν. καὶ γὰρ ἂν σχέτλιον εἴη ἀντέχοντι μὲν ἔτι πρὸς τοὺς πολεμίους ἐπικελεύεσθαι, κρατήσαντα δὲ μὴ στεφανοῦν, καὶ πραγματευόμενον μὲν τὴν εἰρήνην τεθαυμακέναι, τοὔργον δὲ ἐπιθέντος ὀλιγωρεῖν, ὥσπερ εἴ τινα ἐν τοῖς σταδίοις ἀγωνιστὴν προσμαχόμενον μὲν ἐν τῇ κονίστρᾳ τοῖς ἀντιπάλοις ἐπῄνουν, καταβαλόντα δὲ καὶ κρείττω γεγενημένον κηρύττειν ἀπώκνουν.
Ἤδη δὲ ἐπὶ τούτοις προθυμουμένῳ προσάγειν τὴν χεῖρα τῷ γραμματίῳ καὶ ἀναπειρᾶσθαι, εἰ ἐμοὶ τοῦ λέγειν ἡ δύναμις τοσούτῳ κλύδωνι τοῦ σώματος παραμεμένηκεν, ἐπάγει βασιλεὺς ἑτέραν γλυκεῖαν ἀνάγκην, τὸν στρατηγὸν ἀνειπὼν εἰς τὴν ἐπώνυμον τοῦ ἔτους ἀρχήν· ᾧ πάλαι μὲν ὑπόχρεως ἦν, καιρὸν δὲ ἐζήτουν ἐπιτήδειον τῆς ἐκτίσεως, οὐ κατὰ μόνον τὸ κοινὸν ὄφλημα τῶν λόγων, ὃ τοῖς ὅπλοις ὀφλισκάνουσι δικαίως προβεβηκόσιν αὐτῶν καὶ προασπίζουσιν, ἀλλʼ ἦν ἄρα καὶ τἀμὰ ἴδια πλείω καὶ πλεῖν ἢ τριάκοντα ὅλων ἐνιαυτῶν χρέως ηὐξημένον. ἄρτι τε γὰρ ἀρχόμενον παριέναι εἰς τὰ βασίλεια ἐξενάγει καὶ γνώριμον ἤδη γεγενημένον συνεπηνώρθου, καὶ τὰ τελευταῖα ταῦτα ἐπὶ τῆς εὐδαίμονος ταύτης ἀρχῆς οὔτε μέγα οὔτε μικρὸν ἐκλέλοιπε, συμπροθυμουμένου βασιλέως … τε καὶ τοῖς πολλοῖς ἐντιμότερον καταστῆσαι. καὶ δῆτά μοι δεινὸν κατεφάνη τὴν μὲν βουλὴν εὐθὺς εἰσελθοῦσαν, ἡνίκα αὐτὸν ἀνεῖπεν ὁ αὐτοκράτωρ, δοῦναι τὰ πρέποντα χαριστήρια, ἡμᾶς δὲ καὶ τότε ἄκοντας ἐλλείπειν καὶ νῦν ἑκόντας ἀποκνήσασθαι, ἀλλὰ μὴ διʼ ἑνὸς τοῦ παρόντος λόγου καὶ τὸν στρατηγὸν ἄρα ἐπαινήσασθαι καὶ πολλῷ μᾶλλον τὸν βασιλέα. ὅταν γὰρ ὁ λαβὼν ἄξιος φαίνηται τῶν τηλικούτων, θαυμαστὴ τοῦ διδόντος ἡ ψῆφος, καὶ τὸ δικαίως τιμῆς τυχεῖν μείων ἔπαινος τοῦ τετυχηκότος ἢ τοῦ διδόντος.
Εἴσεισι δὲ νῦν ἡ βουλὴ διʼ ἡμῶν καὶ τοῖς ἐπὶ καιροῦ τότε ῥηθεῖσι προστίθησι τὰ ἐκ τῆς σχολῆς. τὴν γὰρ ἡμετέραν φωνὴν τῆς γερουσίας φωνὴν νομιστέον. οὐ γὰρ ἐπʼ ἄλλῳ τῳ προΐσταται ἡμῶν ἢ ἐπὶ τοῖς λόγοις· ὥστε τὰ μὲν ῥήματα ἴσως ἐμαυτοῦ φθέγγομαι, ἡ γνώμη δὲ κοινὴ καὶ τῶν ἀκουόντων ἐστίν, ἣν μίαν ἔχοντες ἅπαντες εἰσεληλύθαμεν. λέγεται μὲν οὖν παρὰ πολλῶν ὡς λόγος ἐστὶν ἔργου σκιὰ καὶ οὐδαμῶς ἀντίρροπον χαριστήριον· ἐγὼ δὲ ὅταν ἴδω τὸν περιεστῶτα χορὸν καὶ τὸν τοῦ χοροῦ προκαθήμενον, οὐκ αὐτῷ μόνῳ φαίην ἂν τῷ μέτρῳ, ἀλλὰ πολὺ καὶ λῷον ἀποδιδόναι. οὐ γὰρ σύλλογόν τινα παντοδαπῶν ἀνθρώπων συναγαγὼν οὐδὲ εἰς θέατρον ἀποπεμπόμενον εἰσφρήσας, ὥσπερ τις ῥήτωρ ἢ σοφιστής, περαίνων τὸ προκείμενον, ἀλλʼ ἱερὸς μὲν ὁ λόγος, ἱερὰ δὲ ἡ ποιήσασα τέχνη τὸν λόγον, ἱερὸς δὲ ὁ νεώς, εἰς ὃν ἐλήλυθα· Ζεὺς δὲ βασίλειος ἀκροατὴς καὶ μετὰ τοῦ Διὸς αὐτὸς βασιλεὺς καὶ πᾶσα ἡ μετʼ αὐτὸν δορυφορία. ἀρχαὶ μὲν αὗται ἀεὶ μέγισται πάρεισι καὶ ἐφάμιλλοι· ξυνωρὶς δὲ τῶν στρατηγῶν, ὧν ὁ μὲν ξυγχωρεῖ τοῖς πρεσβείοις τῆς ἡλικίας καὶ νενόμικεν ἐνέχυρον τῆς αὑτοῦ τιμῆς τὴν τοῦδε προειληφυῖαν, τῷ δὲ οὐκ ἀπʼ ἐλπίδος ἐστὶ τὸ ἔπαθλον· δίκη δὲ πάρεδρος βασιλείας καὶ κόσμος τῆς αὐλῆς καὶ μεγαλοδωρίας χορηγοὶ καὶ μεγαλοπρεπείας ταμίαι. ἐπὶ τοιούτου μὲν τοῦ κορυφαίου, τοιούτου δὲ τοῦ θεάτρου, ἐκ φιλοσοφίας δὲ εἰσιόντος τοῦ χαριστηρίου, ἧς καὶ αὐτοὶ βασιλεῖς ἐν μεγάλῳ ποιοῦνται τὰ ἀναθήματα, οὐ μικρὰν ἔτι τὴν ἀντίδοσιν ὑποληπτέον οὐδὲ ἐνάριθμον ταῖς λοιπαῖς οὐδὲ χρυσίου πάρισον ἢ ἀργυρίου ταλάντοις οὐδὲ ἵππων ζεύγεσι πολυτιμήτοις. οὐδὲ γὰρ ὁ τὴν ἵππον τὴν Αἴθην δωρησάμενος Ἀγαμέμνονι Σικυώνιος Ἐχέπωλος τοῦ λειποστρατίου οὐδὲ Κινύρας ὁ τὸν θώρακα ἀοίδιμον αὐτοῦ τὴν στρατείαν ποιοῦσιν, ἀλλʼ Ὅμηρός ἐστι διʼ ὃν παρέστηκεν ἔτι τῶν πράξεων ἐκείνων ἀκραιφνὴς καὶ ζῶσα ἡ μνήμη.
Εἰ δὲ σεμνὸν ἦν Ἀλκιβιάδῃ καὶ Περικλεῖ καὶ Θεμιστοκλεῖ τὸ στεφανοῦσθαι Ἀθήνησιν ἐν τῷ θεάτρῳ ὑπὸ κήρυκι δημοσίῳ καὶ μάρτυρα ποιεῖσθαι τὸν Ἄρειον πάγον ἢ τὴν βουλὴν τῶν πεντακοσίων ἢ τὸν ἀνεξέταστον δῆμον, πῶς οὐ μείζω πολλῷ καὶ σεμνότερον τὸν ἁπάντων κύριον καὶ προστάτην καὶ λόγων καὶ ἔργων μάρτυρα ποιεῖσθαι καὶ ἀκουστὴν τοῦ παρὰ φιλοσοφίας κηρύγματος, μᾶλλον δὲ αὐτὸν πρῶτον προηχοῦντα καὶ προεκλάμποντα, ὥσπερ τὴν ἀγαθὴν τύχην προγράφουσι τῶν ψηφισμάτων. αὐτὴν γὰρ δὴ τοῖς λόγοις τούτοις τὴν ἀφορμὴν τίς ἄλλος δέδωκεν ἢ βασιλεύς; τίς δὲ ὑπέμνησεν ἡμᾶς τῶν ὀφειλομένων τῷ στρατηγῷ χαριστηρίων; οὐχ ὁ πρῶτος ἐκτίσας τῷ ἀνδρὶ τὰ χαριστήρια; ἀρετὴν δὲ ἀμείβεσθαι ἐπαξίως μόνης βασιλείας καὶ φιλοσοφίας ἐστίν. ἐλευθέρα γὰρ παρὰ τούτων καὶ ἀδέκαστος ἡ μαρτυρία. αἱ δὲ ἐν χρήμασι καὶ ῥήμασι κομψευομένοις ἀγεννεῖς ἅπασαι κολακεῖαι καὶ ἄπιστοι καὶ ὕποπτοι τοῖς ἀκούουσιν. οὗτος δὲ Ὀλυμπιακὸς ἀτεχνῶς κότινος καὶ ὁ στέφανος παρὰ τῷ Πισαίῳ Διί. οὐ γὰρ θέμις ψευδῶς τι καταχαρίσασθαι οὔτε τῷ κρατοῦντι τῶν ὅλων οὔτε τῷ διώκοντι τὴν ἀλήθειαν. καὶ ὁ ταύτης τυχὼν τῆς ἐργασίας κατὰ τὸν Ὁμηρικὸν ἀστέρα λαμπρὸν παμφαίνησι καὶ ἀρίζηλοι αὐτοῦ αἱ αὐγαί. καὶ οὐκ ἂν αὐτὰς ὑποδράμοι οὔτε ζόφος οὔτε νεφέλη, ἀλλὰ διωθεῖται τὴν λήθην μᾶλλον ἢ τὴν ἀχλὺν ὁ μέγας ἥλιος.
Ὅμηρος μὲν οὖν ἐρωτῶν τὰς Μούσας, ὅστις ἄριστος ἦν τῶν Ἑλλήνων, εἶτα οὐκ ἀποτόμως ἀποφαινόμενος τὰ δοκοῦντα, ἀλλʼ ἐξελόμενος τὸν Ἀχιλλέα διὰ τὴν μῆνιν, καὶ τὰ πρῶτα δοὺς ἀντὶ δευτερείων τῷ Αἴαντι, ἀμφίβολον πεποίηκεν αὐτοῦ τὴν ψῆφον. πλέκει δὲ καὶ περὶ τῶν ἵππων τὴν αὐτὴν μηχανήν, ἀποδιδοὺς μὲν ταῖς Εὐμήλου τὰ ἀριστεῖα, τῶν δὲ τοῦ Πηλέως μὴ ἀφαιρούμενος. βασιλεὺς δὲ οὐκ ἐπισκοτήσας τῇ ψήφῳ οὐδὲ λοξὴν καὶ ἀμφίβολον ἐνεγκών, ἡνίκα ἐχρῆν τὸν ἄριστον ἀνειπεῖν, ἀνεῖπεν ὃν οἴεται λαμπρᾷ τῇ φωνῇ. καὶ τό γε διαφέρον τῆς ἀναρρήσεως· ἀνθʼ ἑαυτοῦ γὰρ αὐτὸν ἀνεκήρυξε καὶ μετέθηκε τὴν αὐτῷ προσενενηγμένην τιμὴν ὑπὸ τοῦ κοινωνοῦ τῆς βασιλείας εἰς τὸν ἰδιώτην, αὐτῷ μὲν ἐπʼ ἐξουσίας κεῖσθαι τὸ γέρας τοῦτο πεπιστευκώς, ζητῶν δὲ ὅπως ἂν ὃ μηδεὶς πώποτε ἐδωρήσατο βασιλεὺς τῷ λίαν ὑπʼ αὐτοῦ τιμηθέντι, τοῦτο αὐτὸς φανείη καὶ ἐξευρὼν καὶ δωρησάμενος.
Ὑπατείαν μὲν οὖν δὴ πολλοὺς αὐτοκράτορας πολλοῖς τῶν ὁμοτίμων ἴσμεν παρεσχημένους, ὑπατείαν δὲ τὴν αὐτῷ λαχοῦσαν μεταθέντα εἰς ἕτερον οὐδένα πλὴν αὐτοῦ. ὥστε εἴ τις τοσούτῳ μείζω ταύτην εἶναι φαίη τὴν τιμὴν τῶν ἐπὶ ταὐτοῦ σχήματος καὶ ὀνόματος, ὅσῳ βασιλεὺς ἰδιωτῶν, οὐκ ἂν πλημμελοίη, καὶ τοσούτῳ σεμνοτέραν εἶναι καὶ γεραρωτέραν, ὅσῳ τῆς ἁπλῶς διδομένης ἡ μετὰ τοιαύτης ἀπαλλαγῆς διενήνοχεν. οὐδένα γὰρ εὑρήσομεν ἐκ τοῦ παντὸς αἰῶνος ἰδιώτην βασιλεῖ παρεσκευασμένην τιμὴν ὑποδύντα. ὅθεν, οἶμαι, καὶ τὴν τάξιν τῶν ὀνομάτων ἀμήχανον βιάσασθαι, κἂν βουλώμεθα, ἀλλὰ πρότερος ὁ λαβὼν τὴν τοῦ προτέρου. ὦ θαυμαστὰ βασιλεῦ ἐπινοήσας καὶ λόγου κρείττω. οἷς γὰρ ὑπερεῖδες θαυμαστὸς ὤν, οἷς μετέδωκας ἐφάνης θαυμασιώτερος.
Ἀλέξανδρος τοίνυν ὁ Μακεδὼν ἐρωτηθεὶς ὅπου τοὺς θησαυροὺς ἔχει τοὺς τῶν χρημάτων, τοὺς φίλους δείξας, εἶπεν, ἐν τούτοις. σὺ δὲ τὰς τιμὰς τάς σοι προσηκούσας ἐν τοῖς φίλοις θησαυρίζειν ἐπινοεῖς καὶ διδοὺς μᾶλλον περιποιῇ. τιμὴ γὰρ οὐκ ἀναλίσκεται ὥσπερ χρυσίον, ἀλλʼ εἰ διδῷτο ἐξητασμένως, ἀπείρως παραμένει καὶ τῷ δόντι καὶ τῷ λαβόντι, καὶ τῷ μεῖζόν τι παραδόντι ὅσῳ καὶ τὸ διδόναι τὰ μέγιστα τοῦ λαμβάνειν μακαριώτερον. μεγίστη δὲ τῶν ἀνθρωπίνων τιμῶν ὑπατεία, ἣ καὶ τοῦ χρόνου γίνεται μέτρον. ἄνευ δὲ ταύτης ἀνώνυμος καὶ ἀόριστος ὥσπερ ἐπισήμου χωρὶς προϊών.
Τούτῳ τῷ μέτρῳ συναριθμηθήσεται τοὔνομα τοῦ σοῦ στρατηγοῦ καὶ μετὰ τοὺς ἀφʼ αἵματος συγγενεῖς ὁ ἐκ τῆς ἀρετῆς καταλεγήσεται. τὴν γὰρ τοῦ γένους ἀγχιστείαν πρώτην τιμήσας, τὸν πατράδελφον λέγω καὶ τὸν κηδεστήν, οὐκ ἔδωκας διάστημα μεταξύ, ἀλλὰ συνάψας οἰκειότησιν ἀνδραγαθίαν, ἔργῳ φανερὸν κατέστησας ὅτι τῷ κρατοῦντι τῶν ὅλων οὐχ ἧττον ἔντιμον εἶναι προσήκει τὸ κατʼ ἀρετὴν ὑπερέχον τῶν κατὰ γένεσιν ἐγγυτάτω, καὶ μὴ τὸν οἰκεῖον ἄριστον ὑπολαμβάνειν, ἀλλὰ τὸν ἄριστον οἰκειότατον. οὕτω γὰρ πρὸς τὸν ὅμοιον ἐκκαλέσεται ζῆλον τοὺς πλείονας. ἀσκεῖται γάρ, φησὶν ὁ θεσπέσιος Πλάτων, τὸ τιμώμενον, τὸ δὲ ἀτιμαζόμενον ὀλιγωρεῖται. ἀλλὰ συγγενείας μὲν ἄσκησις οὐκ ἔστι καὶ μελέτη, καὶ τὴν τιμὴν ἀπολαμβάνουσα τὴν οἰκείαν οὐ φύεται μᾶλλον καὶ εὐθηνεῖται. καὶ ἀδελφόν τις αὑτοῦ τιμήσας ἢ γαμβρὸν ἢ παῖδα οὐ ποιεῖ πλείονας ἀδελφοὺς οὐδὲ κηδεστὰς οὐδὲ υἱέας, ἀλλʼ ἐν τῷ ἀριθμῷ διαμένουσι τῷ δοθέντι παρὰ τῆς φύσεως. ἄνδρα δὲ ἀγαθὸν ἐπάρας καὶ ἐνδοξότερον καταστήσας εὐθὺς ποιεῖ πλῆθος τῶν τὰ ὅμοια διωκόντων.
Ὅτι δὲ ταῦτα οὐχ ἡμεῖς σοφιζόμεθα, ἀλλὰ προλαβὼν αὐτὸς γινώσκεις, ἐναργὲς πάρεστι δεῖξαι τεκμήριον. ἐξὸν γάρ σοι, εἴπερ οὐκ ἐδοκίμαζες εὔκαιρον εἶναι σαυτῷ τὴν τιμήν, προχειρίσασθαι τὸν ἀγαπητὸν λαμπτῆρα τῆς οἰκουμένης, ὃν ἐγὼ ποιήσαιμι Ἀλέξανδρον καὶ θρέμμα αὖθις αὐχήσειε τοιοῦτον φιλοσοφία, τοῦτον ἐξὸν ἀνθʼ ἑαυτοῦ προβαλέσθαι, ὃ καὶ τοῖς πάλαι καὶ τοῖς ἔναγχος τῶν αὐτοκρατόρων νενομισμένον ἐστίν, ὥσπερ τι προοίμιον τῆς μελλούσης ἀρχῆς περιτιθέναι τοῖς αὐτῶν παισὶ πρὸ τῆς πορφύρας τὴν περιπόρφυρον· καὶ οὐ παλαιὰ μνημονεύσομεν, ἀλλὰ σχεδὸν χθὲς καὶ πρώην, ὁ μὲν ἐν τοῖς σπαργάνοις τὴν τήβεννον ἠμφιάσατο, ὁ δὲ μόλις ἡλικιώτης τῷ φωστῆρι τῷ ἡμετέρῳ· καὶ οὐδεὶς ἂν πρὸς τοῦτο ἐνεμέσησεν οὐδὲ ἠνιάθη. ταῦτʼ οὖν ἅπαντα ἐξὸν οὐ προείλω, οὐδὲ ἐπειδὴ σαυτῷ βελτίω καιρὸν τῆς τιμῆς ταύτης ἐζήτησας, ἥρπασας εἰς τὸν παῖδα αὐτὴν ἀπειροκάλως, ὥσπερ ἀπιστῶν εἰ μετὰ ταῦτα ἔσται ταὐτὸ τοῦτο δρᾶσαι ἐπʼ ἐξουσίας. ἀλλʼ ἔχων ἐν ὀφθαλμοῖς υἱὸν ἀγαπητόν, ἤδη παῖδα, ἤδη μειράκιον, ἤδη φθεγγόμενον ὁλοκλήρως, τάχα οἷόν τε καὶ δημηγορῆσαι. ὢ τῆς καρτερίας· ἡττήθης μᾶλλον τῆς ἀρετῆς ἢ τῆς φύσεως. οὕτω καὶ ὁ σὸς πρόγονος καὶ ἀρχηγέτης. παῖδες μὲν οὐκ ἦσαν αὐτῷ, παῖδες δὲ ἀδελφῶν καὶ ἀδελφιδῶν· ἀλλʼ ὅμως οὐδένα ἐκείνων τῆς εὐνοίας Λυσίου προὐτίμησεν, ἀλλʼ οὐδὲ Ῥωμαῖον ὄντα τὸν ἄνδρα, ἀλλʼ οὐδὲ Λίβυν ἐκ τῆς ὑπηκόου Λιβύης, ἀλλʼ ἐξ ἀδόξου καὶ ἀπῳκισμένης ἐσχατιᾶς, ἐπειδὴ Μάρδυς κατεστρατήγησεν, ἀνέδειξε πρότερον ὕπατον, εἶτα τῆς βασιλείας διάδοχον κατεστήσατο. οὕτω τοῖς τότε ἦν αὐτοκράτορσι περὶ πολλοῦ μηδεπώποτε ἀποστερεῖν τῶν προσηκόντων ἄθλων τὴν ἀρετήν. τὰ γὰρ ἐξ Ὁμήρου παραδείγματα ὡς ἕωλα παραιτοῦμαι καὶ λίαν ἀρχαῖα, ὅτι τὸν Αἴαντα αὐτῷ Ἀγαμέμνων ἀεὶ προτιμᾷ τοῦ Μενέλεω καὶ συνεστιωμένου τοῦ ἀδελφοῦ τὸν στρατηγὸν ἐπίπροσθεν ἄγει.
Μεγάλη μὲν οὖν καὶ ἐκ τούτων ἡ παροῦσα τιμή, μείζων δὲ ἐξ ὧν ἀκούσεσθε. εἰωθότων γὰρ ἀεὶ τῶν πρότερον αὐτοκρατόρων ὥσπερ ἀπώμοτον ὑπολαμβάνειν τὸν κύκλον τῆς πεντάδος ἢ τῆς δεκάδος ἑτέρῳ συγχωρεῖν τὴν ἐπωνυμίαν τοῦ ἔτους, ὅδε καὶ ταύτην αὐτῷ προσέθηκε τὴν ὑπεροχὴν καὶ δίδωσι τὴν ὑπατείαν οὐ συναριθμουμένην ταῖς ἄλλαις, ἀλλʼ ἔχουσαν τοσοῦτον πλέον ὅσον ἡ παροῦσα πενταετηρὶς τῶν προλαβόντων ἐνιαυτῶν· καὶ τὸ μηδενὶ πρόσθεν ὑπάρξαν, προπολιτεύεται ἰδιώτης κύκλου βασιλικοῦ· καὶ οὐδὲ τοῦτο ἁπλῶς, ἀλλὰ τοῦ πρώτου, καὶ διότι πρώτου, ἀσμενιστοῦ. ὃν τοίνυν ἀνθʼ ἑαυτοῦ πεποίηται, ὃν αὐτός, ὃν ἐν τῇ πρώτῃ περιόδῳ τῆς βασιλείας, πῶς οὐ ζηλωτής, νικῶν ἀριθμῷ τοσούτῳ τοὺς ἐπὶ τῆς αὐτῆς τιμῆς γεγενημένους;
Καὶ ταῦτα ἅπαντα εἰκότως συμβαίνει. μόνῳ γὰρ αὐτῷ σχεδὸν τῶν νῦν λαμπρῶν καὶ περιβοήτων οὐδὲ ὁ πᾶσιν εἰωθὼς προσυλακτεῖν φθόνος τοῖς ἐν ὑπεροχῇ δυνάμεως ἐπανίσταται, ἀλλὰ συγχωρεῖ καὶ σύμψηφός ἐστι τῇ τῶν τιμῶν ἀκολουθίᾳ. οὐ γὰρ μακρὰ ἀναπηδήσας οὐδὲ ἐξ ὀλίγου καὶ χθαμαλοῦ ἐξαίφνης ὑψηλὸς γεγονὼς «οὐρανῷ ἐστήριξε κάρη», ἀλλʼ ὥσπερ ἐν τοῖς διαγράμμασι γεωμετρίας τὸ δεύτερον ἔχεται τοῦ προτέρου, τὸ δὲ τρίτον ἀμφοῖν, τοῦ προλαβόντος δὲ ἀεὶ τὸ ἐχόμενον τελεώτερον, μεταξὺ δὲ οὐκ ἔστι χώρα κενὴ τῆς ἐπιστήμης, οὕτω καὶ τιμαὶ τἀνδρὸς ἐφεξῆς ἀλλήλαις καὶ συνεχεῖς καὶ τῆς προτέρας ἡ δευτέρα ἀεὶ σεμνοτέρα. ἐλλιπὲς δὲ οὐδὲν εἶδος στρατιωτικῆς ἡγεμονίας, οὐδʼ ἂν ἔχοι τις ὄνομα ἐξευρεῖν σεμνόν, ὃ μὴ ἐν τοῖς ὅπλοις ὑπερβέβηκε. τοῖς δὲ οὕτω πορευθεῖσι διὰ τῆς τύχης καὶ ἀνελθοῦσιν ἐκ τῶν προπόδων ἀτρέμα ἐπὶ τὴν κορυφὴν φθόνος οὐκ ἀπαντᾷ, ἀλλʼ ὅταν Ἀγοράκριτος εὐπραγῇ καὶ Ὑπέρβολος ἢ Δημάδης, ἐπιρραπίζει καλῶς ποιοῦσα καὶ ἡ κωμῳδία Ὁ χθὲς μὲν οὐδείς, αὔριον δʼ ὑπέρμεγας. βαρὺ γὰρ πᾶσι τὸ παράλογον, πρὸς δὲ τὸ λίαν ἀκόλουθον οὐδεὶς ἀγανακτεῖ. ἐπεὶ καὶ εἴ τις γινώσκοι τοὺς ἀφʼ ἡλικίας αὐτῷ συνεστρατευμένους καὶ τὴν αὐτὴν ὁδὸν βαδίσαντας ἐν τοῖς βασιλείοις, οἳ πάλαι καλῶς καὶ δικαίως ταύτης ἠξίωνται τῆς τιμῆς, τὸ ὀψὲ μᾶλλον αἰτιάσαιτʼ ἂν ἐφʼ ἡμῶν, οὐχὶ τὸ πρωΐ.
Ἔχων δὲ τοῦ ἀνδρὸς καὶ τὰς ἐν τῷ πολέμῳ ἀνδραγαθίας διεξιέναι, ταύτας μὲν ἐάσειν μοι δοκῶ τοῖς ποιηταῖς καὶ λογογράφοις, οἷς ἔργον ὑμνεῖν καὶ ἐπαίρειν μάχας ἀνδροκτασίας τε. ἐγὼ δέ, ἅτε εἰρήνης ὢν ἐραστὴς καὶ λόγων εἰρηνικῶν καὶ ἀθορύβων, ἐπὶ τούτους καὶ βαδιοῦμαι, σμικρὰ πρῶτον ὑπομνήσας, ὅπως ἂν αἴσθοισθε μᾶλλον ἐξ οἵων εἰς οἷα τῇ βασιλέως προμηθείᾳ μετεληλύθαμεν. μετὰ γὰρ τὴν ἀδιήγητον τῶν ἐπὶ Ἴστρῳ κακῶν Ἰλιάδα καὶ τῆς ἀτόπου φλογὸς τὴν ἐπιδρομήν, οὔπω βασιλέως Ῥωμαίων πράγμασιν ἐφεστηκότος, ἀνηρπασμένων μὲν Θρᾳκῶν, ἀνηρπασμένων δὲ Ἰλλυριῶν, στρατοπέδων δὲ ὁλοκλήρων ἀφανισθέντων ὥσπερ σκιᾶς, οὐκ ἀντισχόντων δὲ οὐκ ὀρῶν ἀδιαβάτων, οὐ ποταμῶν ἀπεράτων, οὐ δυσχωριῶν ἀδιοδεύτων, ἀλλὰ καὶ συνελθούσης ἐπὶ τοὺς βαρβάρους τὰ τελευταῖα σχεδὸν ἁπάσης γῆς καὶ θαλάττης καὶ περιστάντων αὐτοὺς ἔνθεν καὶ ἔνθεν Κελτῶν, Ἀσσυρίων, Ἀρμενίων, Λιβύων, Ἰβήρων, ὅσοι Ῥωμαίων προβέβληνται ἐξ ἐσχάτων εἰς ἔσχατα γῆς, τούτων ἁπάντων αὐτοὺς περιστάντων τότε ἄριστα πράττειν ἐδόξαμεν ὅτε μηδὲν προσπεπόνθαμεν χαλεπώτερον.
Ἐπὶ τοσούτοις οὖν προσκρούσμασι καὶ τηλικούτοις ἀνατετραμμένων σχεδὸν ἁπάντων τὰς γνώμας καὶ στρατηγῶν καὶ στρατιωτῶν, καὶ σκοπούντων εἰς ὅ τι τὸ κακὸν τοῦτο ἐκβήσεται, κωλύειν δὲ οὐδενὸς ἐγχειροῦντος, καλεῖ μὲν ὁ θεὸς εἰς προστασίαν τὸν μόνον οἷόν τε ἀντισχεῖν τοιούτῳ κατακλυσμῷ δυσπραγίας· κηρύττει δὲ Γρατιανὸς τὴν ἄνωθεν ψῆφον· δέχεται δὲ γῆ καὶ θάλασσα τὴν ἀνάρρησιν ἀντὶ ἀγαθῶν ἐλπίδων καὶ ἀγαθῶν οἰωνισμάτων. κατασχὼν δὲ τὰς ἡνίας καὶ ὥσπερ οἱ σοφώτατοι τῶν ἡνιόχων πρῶτον ἀποπειράσας τῶν ἵππων, ὅπως αὐτῷ ῥώμης ἔχουσι καὶ προθυμίας, ἐθάρρησε πρῶτος εἰς νοῦν ἐμβαλέσθαι μὴ κεῖσθαι Ῥωμαίοις τὴν δύναμιν τανῦν ἐν σιδήρῳ μηδὲ ἐν θώραξι καὶ ἀσπίσι, μηδὲ ἐν σώμασιν ἀναριθμήτοις, ἀλλὰ δεῖν γὰρ ἑτέρας δυνάμεως καὶ παρασκευῆς, ἣ τοῖς κατὰ νοῦν τοῦ θεοῦ βασιλεύουσιν ἐκεῖθεν ἀψοφητὶ παραγίνεται, καὶ πάντα μὲν ἔθνη χειροῦται, πάντα δὲ ἥμερα καθίστησιν ἐξ ἀγρίων, εἴκει δὲ αὐτῇ μόνῃ καὶ ὅπλα καὶ τόξα καὶ ἵπποι καὶ αὐθάδεια Σκυθικὴ καὶ τόλμα Ἀλανῶν καὶ ἀπόνοια Μασσαγετῶν, καὶ ταύτην πάλαι καλῶς ποιοῦντας τοὺς ποιητὰς ἐκ μειρακίων ἡμᾶς διδάσκειν, Σοφὸν γὰρ ἓν βούλευμα τὰς πολλὰς χέρας νικᾷ. καὶ Πολλὰ ἐξαίρει λόγος, ὃ καὶ σίδηρος πολεμίων δράσειεν ἄν. καὶ Μήτει τοι δρυτόμος μέγʼ ἀμείνων ἠὲ βίῃφι. καὶ Πάντα ὁ σοφὸς νοῦς ἐξ ἀμηχάνων ἄγει, καὶ πάντα κηλεῖ, κἂν ἀπώμοτός τις ᾖ. πεποίηται δὲ καὶ Αἰσώπῳ τῷ μυθοποιῷ ἅμιλλά τις Πειθοῦς καὶ Βίας, καὶ ἀνύει τι μᾶλλον ἡ Πειθὼ τῆς Βίας ἐν τῷ μύθῳ, καὶ γυμνοῖ πρόσθεν ὁ ἥλιος τῶν λάβρων πνευμάτων. οὕτως δέ φασι καὶ τοὺς γίγαντας ποιηταὶ ἐν τῇ μάχῃ τῇ πρὸς τοὺς θεοὺς τῷ μὲν Ἄρει μέχρι παντὸς ἀντισχεῖν, ὑπὸ δὲ τοῦ Ἑρμοῦ καὶ τῆς ῥάβδου κατακοιμισθῆναι.
Ταύτην εὑρίσκων ὁ σοφώτατος βασιλεὺς μόνην περιλείπεσθαι δύναμιν Ῥωμαίοις ἄτρωτον καὶ ἀνέλεγκτον ὑπὸ τῶν βαρβάρων, καὶ γινώσκων ὅτι ὅσῳπερ ἂν μείζονα ἀδικήσωσι, τοσούτῳ μᾶλλον ἂν ἐγνώκασιν ἑαυτοῖς συνοισόμενον, ἔγνω βελτίονα εἶναι τὴν ἐπὶ τοῖς ἡμαρτημένοις συγγνώμην τῆς ἄχρι τῶν ἐσχάτων φιλονεικίας. καὶ ζητῶν ὅστις αὐτῷ πρὸς τὴν νίκην ταύτην διακονήσεται καὶ φρονήσει νικῶν καὶ εὐνοίᾳ, οὐκ ἐδεήθη χρόνου πρὸς εὕρεσιν τοῦ μάλιστα ἐπιτηδείου, ἀλλʼ ὃν ᾔδει πάλαι τῶν στρατηγῶν τὰ αὐτὰ φρονοῦντα αὑτῷ καὶ τὰ αὐτὰ ἐζηλωκότα, προχειρίζεται τοῦτον ἐπὶ τὴν πεῖραν ταύτην ἀμελλητί, καὶ πέμπει καθάπερ Ἀχιλλεὺς τὸν ἑταῖρον ἐπʼ ἀμείνοσιν οἰωνοῖς καὶ ἀγαθῇ μὲν τύχῃ τοῦ στείλαντος, ἀγαθῇ δὲ τύχῃ τῶν ὅλων πραγμάτων, οὐ μιᾶς ἄρτι νεὼς Θετταλικῆς ἐμπιπραμένης σβέσοντα τὴν φλόγα, οὐδὲ ἑνὸς προτειχίσματος ἀπειρηκότος, τοὺς πολεμίους ἐκεῖθεν ἀποσοβήσοντα, ἀλλʼ εἴ τι καὶ περιλιπὲς ἦν καὶ τὰς πρότερον ἐπιδρομὰς ἐπεφεύγει, τούτῳ τοῦ βαρβαρικοῦ νέφους ἐγκατασκήψαντος. πέμπει δὲ ὥσπερ ὁ Πηλέως ἐνσκευάσας τοῖς ὅπλοις τοῖς ἑαυτοῦ τοῖς ἀτεχνῶς οὐρανίοις, ἀνεξικακίᾳ, πρᾳότητι, φιλανθρωπίᾳ. τῷ δὲ ἡρμοσμένα πάντα ἀκριβῶς καὶ οὐ τὸ μέν, τὸ δὲ οὔ, καθάπερ ἡ Πηλιὰς τῷ Μενοιτίου.
Καὶ αὐτίκα ἀπῄει τεθαρρηκώς, οὐ φάλαγγος πεζῶν ἑπομένης, οὐδʼ ἱππικῶν λόχων παραπεμπόντων, οὐδὲ πέντε ὑποστρατήγους ἐφελκόμενος, ἀλλὰ μόνον τοῖς βασιλέως παραγγέλμασι πεφραγμένος, καὶ τούτοις προπομποῖς χρώμενος καὶ παραπομποῖς. οὐκοῦν οὐδὲ ἐδέησεν αὐτῷ χρόνου πρὸς ταύτην τὴν νίκην, ἀλλὰ φανέντι μόνον καὶ προδείξαντι τὴν τοῦ πέμψαντος εὐμένειαν ὑπέκυπτε μὲν εὐθὺς ἡ θρασύτης Σκυθῶν, ἐξεκόπτετο δὲ ἡ τόλμα, συνεστέλλετο δὲ ὁ θυμός, ἐξέπιπτε δὲ ὁ σίδηρος ἑκοντὶ ταῖν χεροῖν, εἵποντο δὲ ἄγοντι πρὸς βασιλέα καθάπερ ἐν πομπῇ καὶ πανηγύρει αἰσχυνόμενοι τὴν γῆν, εἰς ἣν πρότερον ἐπαρῴνησαν, καὶ φειδόμενοι τῶν λειψάνων ὡς ἱερῶν, μόνας ἐπιφερόμενοι τὰς μαχαίρας, ἃς ἔμελλον βασιλεῖ προσοίσειν ἀνθʼ ἱκετηρίας· τὰ δὲ ἄλλα γυμνοὶ καὶ εἰρηνικοί, ἡττημένοι ταῖς γνώμαις, οὐχὶ τοῖς σώμασι. ποῖον φάρμακον Πολυδάμνας τῆς Αἰγυπτίας ἐγκερασθὲν οἴνου κρατῆρι ἢ ποῖος κεστὸς Ἀφροδίτης οὕτως ὀξὺ καὶ δραστήριον ὥστε τοὺς πύργους ὄντας τοῦ ἀδάμαντος στερεωτέρους, κηροῦ μαλακωτέρους ποιῆσαι; Τοῖα Διὸς θεράπων ἔχε φάρμακα μητιόεντα, ἐσθλά, τά οἱ βασιλεὺς πόρεν ἄφθιτος, οὐ λύπης καθεκτικὰ οὐδὲ δακρύων, ἀλλὰ τῶν δάκρυα ποιούντων κακῶν.
Ἦν ἄρα πάλαι τῇ Θρᾴκῃ ἡ τῆς μουσικῆς δύναμις ἐπιχώριος μᾶλλον τῶν ὅπλων, καὶ ἀπιστεῖν οὐκέτι προσῆκε τοῖς κρούμασι τοῖς Ὀρφέως ἕπεσθαι μὲν κάπρους, συνακολουθεῖν δὲ καὶ δένδρα καὶ πέτρας, ὅπη ἂν ἐκεῖνος τοῖς μέλεσιν ἄγοι. ἀλλʼ Ὀρφεὺς μέν, ὡς ἔοικε, θηρία κηλεῖν ἱκανὸς ἦν, ἀνθρώπων δὲ χαλεπότητα θέλγειν οὐκ εἶχεν, ἀλλʼ ἢ διήλεγξαν αὐτοῦ τὴν μουσικὴν Θρᾷσσαι γυναῖκες, οὐχ ὅπως ἁλοῦσαι τοῖς μέλεσιν, ἀλλʼ ἐξαγριωθεῖσαι προσέτι καὶ δράσασαι τὸν μελῳδὸν αὐτὸν ἅπερ καὶ ἔδρασαν. ὁ δὲ τοῦ οὐρανόθεν Ὀρφέως ὑποφήτης καὶ θεραπευτής, ὁ τῇ θεοσδότῳ χρώμενος μουσικῇ, λόγοις ἐπαγωγοῖς καὶ γλύκιον μέλιτος ῥέουσιν, οἵοις ἐστάλη παρὰ τοῦ πέμψαντος ἐσκευασμένος, τούτοις ἐπᾴδων, τούτοις κηλῶν, τούτοις παραινῶν, τὰς ἀγαθὰς ὑποτιθεὶς ὑπὲρ τῶν μελλόντων ἐλπίδας, ἀφαιρούμενος τῆς ἐφʼ οἷς ἠδίκησαν ὑποψίας, προσείων ὥσπερ θαλλὸν τὴν βασιλέως φιλανθρωπίαν, ἦγε τιθασοὺς καὶ χειροήθεις, μονονοὺ τὼ χεῖρε περιαγαγὼν εἰς τοὐπίσω· ὥστε ἀμφισβητήσιμον εἶναι πότερον κατεπολέμησε τοὺς ἀνθρώπους ἢ καθωμίλησε.
Κερβούλων μὲν οὖν ὁ στρατηγὸς ἀναπείσας τὸν Ἀρμένιον Τηριδάτην Νέρωνι τὰ καθʼ ἑαυτὸν ἐπιτρέψειν, ἀνθρώπῳ θεομισεῖ καὶ παλαμναίῳ καὶ ἀναξίῳ τοσαύτης εὐνοίας, ᾔσθετο οὐκ ἐν καιρῷ τὴν ἀρετὴν ἐπιδεδειγμένος οὐδὲ ἀληθινῷ βασιλεῖ πρὸς εὔκλειαν συναράμενος. … μακαριστὸς μὲν τῆς εἰς τοιοῦτον φιλοτιμίας, μακαριστὸς δὲ τῶν παρὰ τοιούτου χαριστηρίων, καὶ μηδὲ ἀπεικότως. οὐ γὰρ Τηριδάτην ἡμῖν ἐκήλησεν οὐδὲ Ἀρμένιον ἄνθρωπον εὐκαταγώνιστον καὶ εὐάλωτον καὶ προσέτι γε ἐκ τῶν ἐκείνῃ βαρβάρων, οἷς ἐν ἔθει μὲν τὸ ἐξογκοῦσθαι, ἐν ἔθει δὲ τὸ ὑποπτεύειν, δουλεία δὲ ἐλευθερίας οὐ πολὺ διενήνοχεν, ἀλλʼ οἷς ἐκ παίδων συντρέφεται φρόνημα ἀκλινές, καὶ οἷς τὸ μικρὸν ὑποκύψαι χαλεπώτερον τοῦ τεθνάναι. τούτων ἑωρῶμεν τοὺς ἐξάρχους καὶ κορυφαίους οὐ ῥακίου παραχωροῦντας σὺν εἰρωνείᾳ, ἀλλὰ τοῦ σιδήρου καὶ τῶν ξιφῶν ἐξισταμένους, οἷς μέχρι τῆς ἡμέρας ἐκείνης ἐκράτουν, καὶ τοῖς γόνασιν ἐμφυομένους τοῦ βασιλέως μᾶλλον, ἢ πρὶν τὴν Θέτιν φησὶν Ὅμηρος τοῖς γόνασιν ἐμφῦναι τοῖς τοῦ Διός, ἡνίκα ὑπὲρ τοῦ παιδὸς αὐτὸν ἐλιπάρει· ἕως ἔτυχον νεύματος εὐμενοῦς καὶ φωνῆς οὐ πόλεμον ἐγειρούσης, ἀλλʼ ὅλης ἵλεω, ὅλης εἰρηνικῆς, ὅλης εὐγνώμονος, ὅλης ἀφείσης τὰ ἀδικήματα. Ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων. ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος κρατὸς ἀπʼ ἀθανάτοιο· μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον, καὶ οὐδὲν ῥῆμα αὐτοῦ παλινάγρετον οὐδʼ ἀπατηλὸν οὐδʼ ἀτέλεστον.
Ἀλλʼ ἰδοὺ τὸ ἔχθιστον ὄνομα Σκύθαι ὅπως νῦν ἀγαπητόν, πῶς νῦν κεχαρισμένον, πῶς νῦν προσήγορον. συμπανηγυρίζουσιν ἡμῖν τὴν τοῦ στρατηγοῦ πανήγυριν, ὑφʼ οὗ καλῶς ποιοῦντες ἑάλωσαν, καὶ συνεορτάζουσι τὰ καθʼ ἑαυτῶν ἐπινίκια. εἰ δὲ μὴ πρόρριζοι παντελῶς ἀπολώλασιν, οὐ χρὴ δυσχεραίνειν· λόγου γὰρ καὶ φιλανθρωπίας αἱ νῖκαι τοιαῦται, οὐκ ἀνελεῖν, ἀλλὰ βελτίους ποιῆσαι τοὺς λελυπηκότας. ἔστω γὰρ ὅτι καὶ τὸ ἀνελεῖν ἦν ἐν ῥᾳστώνῃ καὶ δρᾶσαι πάντα ὑπῆρξεν ἂν ἡμῖν, ἀντιπαθεῖν δὲ μηδʼ ὁτιοῦν, καίτοι γε ἐκ τῶν πολλάκις συμβεβηκότων οὐ ταῦτα ἦν ἀκόλουθα καὶ εἰκότα, ἀλλʼ, ὅπερ εἶπον, ἔστω καὶ τοῦτο κεῖσθαι ἡμῖν ἐπʼ ἐξουσίας. πότερον οὖν βέλτιον νεκρῶν ἐμπλῆσαι τὴν Θρᾴκην ἢ γεωργῶν; καὶ τάφων ἀποδεῖξαι μεστὴν ἢ ἀνθρώπων; καὶ βαδίζειν διʼ ἀγρίας ἢ διʼ εἰργασμένης; καὶ ἀριθμεῖν τοὺς πεφονευμένους ἢ τοὺς ἀροῦντας; καὶ μετοικίζειν, εἰ τύχοι, Φρύγας καὶ Βιθυνοὺς ἢ συνοικίζειν οὓς κεχειρώμεθα; ἀκούω παρὰ τῶν ἐκεῖθεν ἀφικνουμένων ὅτι μεταποιοῦσι τὸν σίδηρον ἐκ τῶν ξιφῶν καὶ τῶν θωράκων εἰς δικέλλας νῦν καὶ δρεπάνας, καὶ τὸν Ἄρην πόρρωθεν ἀσπαζόμενοι προσεύχονται Δήμητρι καὶ Διονύσῳ.
Πολλὰ τοιαῦτα καὶ πρότερον ὁ βίος ἤνεγκεν ὁ ἀνθρώπινος, καὶ οὐκ ἐφʼ ἡμῶν πρώτων ἀπήντησε τὸ συγγνώμης τυχόντας τοὺς ἠδικηκότας ἐν χρείᾳ μετὰ ταῦτα γενέσθαι τοῖς ἠδικημένοις. ἀλλʼ ὁρᾶτε τουτουσὶ Γαλάτας τοὺς ἐπὶ Πόντῳ. οὗτοι μέντοι πολέμου νόμῳ διαβάντες εἰς τὴν Ἀσίαν καὶ πᾶσαν τὴν ἐντὸς Ἅλυος ἀναστήσαντες ἐγκατέμειναν ταύτῃ τῇ χώρᾳ, ἣν νῦν κατοικοῦσι, καὶ οὐκ ἐξέτριψεν αὐτοὺς Πομπήιος οὐδὲ Λούκουλλος, λίαν ἐξόν, οὐδὲ ὁ Σεβαστὸς οὐδὲ οἱ μετʼ αὐτὸν αὐτοκράτορες, ἀλλὰ ἀφέντες τὰ ἀδικήματα ἐν μέρει τῆς ἀρχῆς ἐποιήσαντο. καὶ νῦν οὐκέτι βαρβάρους Γαλάτας ἄν τις προσείποι, ἀλλὰ καὶ πάνυ Ῥωμαίους· τοὔνομα γὰρ αὐτοῖς τὸ πάλαι παραμεμένηκεν, ὁ βίος δὲ σύμφυλος ἤδη. καὶ εἰσφέρουσιν ἃς ἡμεῖς εἰσφορὰς καὶ στρατεύονται ἃς ἡμεῖς στρατείας καὶ ἄρχοντας δέχονται ἐξ ἴσου τοῖς ἄλλοις καὶ νόμοις τοῖς αὐτοῖς ὑπακούουσιν. οὕτω καὶ Σκύθας ὀψόμεθα ὀλίγου χρόνου· νῦν μὲν γὰρ ἔτι τὰ προσκρούσματα αὐτῶν νέα, ληψόμεθα δʼ οὖν οὐκ εἰς μακρὰν ὁμοσπόνδους, ὁμοτραπέζους, ὁμοῦ στρατευομένους, ὁμοῦ λειτουργοῦντας. εἰ δὲ ἀνῄρηντο ἄρδην, πρὸς Θρᾳξὶ καὶ Σκύθας ἐζημιώθημεν.
Ῥωμαῖοι Μασινίσσαν τὸν Λίβυν πολλὰ καὶ δεινὰ αὐτοὺς εἰργασμένον ζῶντα λαβόντες οὐ διέφθειραν, ἀλλὰ ἐφύλαξαν· καὶ γέγονε Μασινίσσας αὐτοῖς πρὸς τοὺς ὕστερον πολεμίους πρόβολος καὶ φυλακτήριον. καὶ νῦν καθέστηκε μὲν ἅπασα ἤπειρος, γῆ δὲ καὶ θάλαττα τοὺς προστάτας στεφανοῦσιν, ἡ δὲ ἀρχὴ καθάπερ ναῦς μυριοφόρος πολλὰ δὴ πονηθεῖσα ὑπὸ χειμῶνος καὶ τρικυμίας ἀναλαμβάνει καὶ ὀχυροῦται. καὶ ἀνοίγνυνται μὲν ὁδοί, ἐλευθεροῦνται δὲ ὄρη φόβου, πεδία δὲ ἔγκαρπα ἤδη, οὐδʼ ὁ πρὸς Ἴστρῳ ἅλλεται χῶρος ἐπὶ πολέμων ὀρχήστρᾳ, ἀλλʼ ἀνεῖται τοῖς σπέρμασι καὶ τοῖς ἀρότροις· σταθμοὶ δὲ ἐγείρονται καὶ ἐπαύλεις καὶ τῇ πάλαι καταπυκνοῦνται ῥᾳστώνῃ· σύμπνους δὲ ἡ ἀρχὴ ἅπασα καὶ ὁμοπαθὴς ὥσπερ ἓν ζῷον καὶ οὐκέτι διέρρωγε καὶ διέσπασται πολλαχοῦ. τί τηλικοῦτον ἀπέλαυσεν ἡ Ἑλλὰς τῆς εὐχῆς Αἰακοῦ αὐχμῷ πιεσθεῖσα, καὶ οὐδὲ ἅπασα ἡ Ἑλλάς, ἀλλʼ ὅση αὐτῆς πρὸς Αἰγίνῃ, ἡλίκον σὺ τῇ πλείστῃ μοίρᾳ τῆς γῆς φῶς ἀνεπέτασας; οὐ γὰρ ἐφʼ ἑνὸς καιροῦ ταύτην ἐποιήσω τὴν εὐχήν, ἀλλʼ ὅλη γέγονεν ἡμῖν ἀντʼ εὐχῆς ἡ σὴ βασιλεία. εὐχὴ γάρ, οὐ ῥήματα καὶ ὀνόματα, ἀλλʼ εὐσέβεια, δικαιοσύνη, πρᾳότης, αἷς προτρεπόμενος ἀεὶ δῆλος εἶ τὸν θεόν.
Τίς γὰρ ἄλλος αὐτοκρατόρων ἢ νόμους ἔθηκεν ἡμερωτέρους, ἢ οἴκους ὤρθωσε πεπονηκότας, ἢ συμφορὰς παρεμυθήσατο, ἢ δυστυχήματα ἐπεκούφισεν, ἢ νεότητα ᾤκτειρεν ἢ γῆρας ᾐδέσθη ἢ γέγονεν ἀντὶ πατρὸς ὀρφανοῖς; ἐπὶ τίνος δὲ ἐκ τῶν ταμιείων πρὸς τοὺς μὴ δικαίως καταβαλόντας χρυσὸς ἐπανῆκε; τίς πειθοῦς ἔστησε τρόπαιον; τίς ἔδωκε λόγῳ τὰ ἀριστεῖα κατὰ σιδήρου; τίς νίκην ἐνίκησε τηλικαύτην, ἧς οὐδεὶς συνεφήψατο στρατιώτης; ποία δὲ ἀνέῳκται μᾶλλον καταφυγὴ τοῖς δυσπραγοῦσιν; ἵνα γὰρ τὰ ἄλλα παρῶ, ἀλλὰ χθὲς καὶ πρώην τὰ δυστυχῆ μειράκια ἐκ Γαλατίας, οὐχ ὅσον ἐπὶ τοῖς νόμοις ἀπολωλότα, συνδιετήρησας καὶ διεφύλαξας, οὐ παραρρήξας τοὺς νόμους, ἀλλὰ πραΰνας, ὅτι καὶ αὐτὸς νόμος ἔμψυχος εἶ καὶ ὑπεράνω τῶν γεγραμμένων. ἂν ταῦτα ἐκπονῶμεν, ἂν ταῦτα πλείω ποιῶμεν, ὥσπερ Σκυθῶν ἐκρατήσαμεν ἀναιμωτὶ καὶ ἀδακρυτί, οὕτω καὶ Πέρσας οὐκ εἰς μακρὰν προσαξόμεθα, οὕτω καὶ Ἀρμενίους ἀναληψόμεθα, οὕτω καὶ τῆς μέσης τῶν ποταμῶν ὁπόσον ἄλλοι προήκαντο ἀνασώσομεν, οὕτω πολλοὺς ἀνεροῦμεν ὑπάτους ἐπʼ ἀγαθοῖς ἔργοις καὶ ἀγαθαῖς διακονίαις.
Ἐν τούτοις τρέφοιμεν τοῖς μαθήμασι καὶ τὸν ἀγαπητὸν ἀστέρα τῆς οἰκουμένης, καὶ γενοίμην αὐτῷ Φοίνιξ ἐγώ, καθίζων ἐπὶ τοῖς γόνασιν, οὐκ ὄψων κορεννὺς οὐδὲ πεμμάτων, ἀλλʼ ἐπᾴδων κλέα ἀνδρῶν καὶ βασιλέων ἀγαθὰ ἔργα, μάλιστα δὲ οἷα πολλὰ τὰ πατρῷα. ἡδίω γὰρ ταῦτα αὐτῷ καὶ συντροφώτερα τῶν λοιπῶν, καὶ ταῦτα μάλιστα προσκαθεδεῖται καὶ ἐμμείνῃ τῇ μνήμῃ ἀνεξάλειπτα καὶ ἀνέκπλυτα.