eul_wid: fuu-aa
Ἀποσπάσματα περὶ ἈλεξιφαρμάκωνFragments on Antidotes
Eudemus of Rhodes II Fragments on Antidotes PDF
| 412A.(t) | Θηριακὴ Ἀντιόχου τοῦ Φιλομήτορος ἴησιν μάθε τήνδε πρὸς ἑρπετά, ἣν Φιλομήτωρ νικῆσαι πείρᾳ κέκρικεν Ἀντίοχος. μήου ἀπὸ ῥίζης ὁλκὴν δίδραχμον ὀρύξας σὺν τῷ δ’ ἑρπύλλου κλῶνας ἰσορρεπέας σὺν δ’ ὀπὸν ἐκ πάνακος στήσας ἴσον ἠδὲ τριφύλλου καρπὸν ὅσον δραχμῆς σταθμὸν ἄγοντα δίδου, ἀννήσου μαράθρου τε καὶ ἄμμιος ἠδὲ σελίνου ἐξ ἑνὸς ἓν πληρῶν σπέρματος ὀξύβαφον, σὺν δ’ ὀρόβου λείου δύο ὀξύβαφ’ ἔμπας’ ἀλεύρου, πάντα δ’ ὁμοῦ Χίῳ νέκταρι συγκεράσας κυκλοτερεῖς ἀνάπλασσε τροχοὺς ἰσότητι μερίζων ἡμιδράχμοιο ῥοπὴν ὄφρ’ ἂν ἕκαστος ἔχῃ· Χίῳ δ’ ἐγκεράσας τάδε μίγματα πικρὸν ἐχίδνης ἡμίσεως δραχμῆς ἰὸν ἀποσκεδάσεις· τῷ δὲ ποτῷ καὶ δεινὰ φαλάγγια καὶ σκολιοῖο σκορπίου ἐκφεύξῃ κέντρα φέροντ’ ὀδύνας. * |