eul_wid: hui-aa
Ἀποσπάσματα Ἀδήλου ΘέσεωςFragments of Uncertain Position
Epicurus the Philosopher Fragments of Uncertain Position PDF
| 134 (1l) [20] | PHILOD. π. εὐσεβ. p. 128 Go. Ἐπίκουρος φανή[σεται] καὶ τετηρηκὼς [ἅπαν]τα καὶ τοῖς φί[λοις τ]ηρεῖν παρεγ[γυηκ]ὼς οὐ μόνον [διὰ τ]οὺς νόμους, ἀλλὰ διὰ φυσεικὰς [αἰ‐] [τίας]· προσεύχεσθαι γὰρ ἐν τῷ Περὶ [ ] [ ] οἰκεῖον εἶναι [σοφί]αι φησίν, οὐχ ὡς [ἀχθο]μένων τῶν [θεῶν] εἰ μὴ ποιή[σομεν,] ἀλλὰ κατὰ τὴν ἐπίνοιαν τῶν [ὑπερβ]αλλουσῶν [δυνά]μει καὶ σπου[δαιότ]ητι φύσεων. PHILOD. |
| 135 (1l) [5] | π. εὐσεβ. p. 124 Go. [ καὶ] τίν’ αἰτίαν [βλάβης] καὶ σωτηρία[ς ἀνθρώ‐] ποις διὰ τοῦ θε[οῦ κα‐] ταλειπτέον, ὑπ[ογρά‐] φει διὰ πλειό[νων·] ATHEN. |
| 136 (1l) [1] | XII 547a κἀν ἄλλοις δέ φησι· προσπτύω τῷ καλῷ καὶ τοῖς κενῶς αὐτὸ θαυμάζουσι ν , ὅταν μηδεμίαν ἡδονὴν ποι ῇ . PHILOD. |
| 137 (1l) [15] | Πραγματεῖαι XXIX DIANO φέρων τὴν ἐπιστολὴν παρὰ σο[ῦ] καὶ τὸν διαλογισμὸν ὃν ἐπεπόησο περὶ τῶν ἀνθρώπ̣ων, ὅσοι μήτε τὴν ἀναλογίαν τὴν κατὰ τὰ φαινόμεν[α ἐ]ν τοῖς ἀοράτοις ο[ὖσ]αν ἠδύναντο συνιδεῖν μήτε τὴν συμφωνίαν τὴν ταῖς αἰσθήσεσιν ὑπάρχουσαν πρὸς τὰ ἀόρατ̣α καὶ πάλι[ν] ἀντιμ[α]ρτύρ[η]σιν. |