ΑΓΝΟΙΑ
τί τοῦτο; ποδαπὸς οὗτος;
Β. χελιδόνειος ὁ δασύπους, γλυκεῖα δʼ ἡ μίμαρκυς.
ἅψαντες λύχνον
λυχνεῖον ἐζητοῦμεν.
ΑΔΕΛΦΟΙ
ὦ τοιχωρύχον
ἐκεῖνο καὶ τῶν δυναμένων λαγύνιον
ἔχον βαδίζειν εἰς τὰ γεύμαθʼ ὑπὸ μάλης,
καὶ τοῦτο πωλεῖν, μέχρι ἂν ὥσπερ ἐν ἐράνῳ
εἷς λοιπὸς ᾖ κάπηλος ἠδικημένος
ὑπʼ οἰνοπώλου.
ὦ μακάριʼ, ἀτυχεῖν θνητὸς ὢν ἐπίστασο,
ἵνʼ αὐτὰ τἀναγκαῖα δυστυχῇς μόνον,
πλείω δὲ διὰ τὴν ἀμαθίαν μὴ προσλάβῃς.
ΑΙΡΗΣΙΤΕΙΧΗΣ ΕΥΝΟΥΧΟΣ Η ΣΤΡΑΤΙΩΤΗΣ
ἔσθʼ ὑποχέασθαι πλείονας, πιεῖν γέ τι
ἁδρότερον ἢ τῶν Ῥοδιακῶν ἢ τῶν ῥυτῶν.
ἀλλʼ ὁ πανὸς ὕδατός ἐστι μεστός.
ἐκφυγγάνω
κάθου
ΑΛΕΙΠΤΡΙΑ
ΑΜΑΣΤΡΙΣ
ΑΝΑΓΥΡΟΣ
ΑΝΑΣΩΙΖΟΜΕΝΟΙ
λάγυνον ἔχω κενόν, ὦ γραῦ, θύλακον δὲ μεστόν.
βρώσιμον
ΑΠΛΗΣΤΟΣ
ἥκει φερόμενʼ αὐτόματα πάντα τἀγαθά,
ῥάφανος λιπαρά, σπλαγχνίδια πολλά, σαρκία
ἁπαλώτατʼ, οὐδὲν μὰ Δία τοῖς ἐμοῖς βλίτοις
ὅμοια πράγματʼ, οὐδὲ ταῖς
θλασταῖς ἐλάαις.
ΑΠΟΒΑΤΗΣ
κραυγασμός
ΑΠΟΛΙΠΟΥΣΑ
πόσοι τὸ πλῆθός εἰσιν οἱ κεκλημένοι
εἰς τοὺς γάμους, βέλτιστε, καὶ πότερʼ Ἀττικοὶ
ἅπαντες, ἢ κἀκ τοὐμπορίου τινές; Β. τί δαὶ
τοῦτʼ ἔστι πρὸς σὲ τὸν μάγειρον; Α. τῆς τέχνης
ἡγεμονία τίς ἐστιν αὐτῆς, ὦ πάτερ,
τὸ τῶν ἐδομένων τὰ στόματα προειδέναι.
οἷον Ῥοδίους κέκληκας· εἰσιοῦσι δὸς
εὐθὺς ἀπὸ θερμοῦ τὴν μεγάλην αὐτοῖς σπάσαι,
ἀποζέσας σίλουρον ἢ λεβίαν, ἐφʼ ᾧ
χαριεῖ πολὺ μᾶλλον ἢ μυρίνην προσεγχέας.
Β. ἀστεῖον ὁ σιλουρισμός. Α. ἂν Βυζαντίους,
ἀψινθίῳ σπόδησον ἅττʼ ἂν παρατιθῇς,
κάθαλα ποιήσας πάντα κἀσκοροδισμένα.
διὰ γὰρ τὸ πλῆθος τῶν παρʼ αὐτοῖς ἰχθύων
πάντες βλιχανώδεις εἰσὶ καὶ μεστοὶ λάπης.
ἔστιν ἔνδον ὄξος ὀξύ σοι;
Β. ὑπολαμβάνω, παιδάριον, ὀπὸν εἰλήφαμεν.
ἄριστα τούτοις πάντα πιέσω καὶ πυκνά.
ἡ φυλλὰς ἡ δριμεῖα περιοισθήσεται·
τῶν πρεσβυτέρων γὰρ ταῦτα τῶν ἡδυσμάτων
ἀναστομοῖ τάχιστα τᾀσθητήρια,
τό τε νωκαρῶδες καὶ κατημβλυωμένον
ἐσκέδασε κἀποίησεν ἡδέως φαγεῖν.
εἶτʼ οὐ μαλάκʼ, ὦ δύστηνʼ, ἔχεις,
σκευάριον, ἐκπωμάτιον, ἀργυρίδιον;
οὐκ ἐκδραμεῖ λαβὼν ταδὶ δώσεις τʼ ἐμοὶ
παρακαταθήκην;
ΒΑΛΑΝΕΙΟΝ
ἔγχεον μεστήν· τὸ θνητὸν περικάλυπτε τῷ θεῷ·
πῖθι. ταῦτα γὰρ παρʼ ἡμῶν Διὸς ἑταιρείου, πάτερ.
μναδάρια
ΒΟΙΩΤΙΣ
οἷος ἐσθίειν πρὸ ἡμέρας
ἀρξάμενος ἢ πάλιν πρὸς ἡμέραν.
ΓΑΜΟΣ
Στίλπωνός ἐστι βύσμαθʼ ὁ Χαρίνου λόγος.
ὁ γὰρ κόλαξ
καὶ στρατηγὸν καὶ δυνάστην καὶ φίλους καὶ τὰς πόλεις
ἀνατρέπει λόγῳ κακούργῳ μικρὸν ἡδύνας χρόνον.
νῦν δὲ καὶ καχεξία τις ὑποδέδυκε τοὺς ὄχλους·
αἱ κρίσεις θʼ ἡμῶν νοσοῦσι, καὶ τὸ πρὸς χάριν πολύ.
ΔΑΝΑΙΔΕΣ
ΔΙΑΜΑΡΤΑΝΟΥΣΑ
ἄρτους σποδίτας κρησερίτας περιφέρειν
ΕΓΚΑΛΟΥΝΤΕΣ
ὁλοσχερῶς
ΕΚΑΤΗ
λάγυνος
ΕΛΑΙΩΝ Η ΦΡΟΥΡΟΥΝΤΕΣ
ὦ τόνδʼ ἐποπτεύουσα καὶ κεκτημένη
Βραυρῶνος ἱεροῦ θεοφιλέστατον τόπον,
Λητοῦς Διός τε τοξόδαμνε παρθένε,
ὡς οἱ τραγῳδοί φασιν, οἷς ἐξουσία
ἔστιν λέγειν ἅπαντα καὶ ποιεῖν μόνοις.
ΕΛΛΕΒΟΡΙΖΟΜΕΝΟΙ
ἰτητέον
ΕΜΠΟΡΟΣ
νόμιμον τοῦτʼ ἐστί, βέλτιστʼ, ἐνθάδε
Κορινθίοισιν, ἄν τινʼ ὀψωνοῦντʼ ἀεὶ
λαμπρῶς ὁρῶμεν, τοῦτον ἀνακρίνειν πόθεν
ζῇ καὶ τί ποιῶν· κἂν μὲν οὐσίαν ἔχῃ,
ἧς αἱ πρόσοδοι λύουσι τἀναλώματα,
ἐᾶν ἀπολαύειν τοῦτον ἤδη τὸν βίον.
ἐὰν δʼ ὑπὲρ τὴν οὐσίαν δαπανῶν τύχῃ,
ἀπεῖπον αὐτῷ τοῦτο μὴ ποιεῖν ἔτι,
ὃς ἂν δὲ μὴ πίθητʼ ἐπέβαλον ζημίαν.
ἐὰν δὲ μηδʼ ὁτιοῦν ἔχων ζῇ πολυτελῶς,
τῷ δημίῳ παρέδωκαν αὐτόν. Β. Ἡράκλεις.
Α. οὐκ ἐνδέχεται γὰρ ζῆν ἄνευ κακοῦ τινος
τοῦτον· συνιεῖς; ἀλλʼ ἀναγκαίως ἔχει
ἢ λωποδυτεῖν τὰς νύκτας ἢ τοιχωρυχεῖν,
ἢ τῶν ποιούντων ταῦτα κοινωνεῖν τισιν,
ἢ συκοφαντεῖν κατʼ ἀγοράν, ἢ μαρτυρεῖν
ψευδῆ. τὸ τοιοῦτον ἐκκαθαίρομεν γένος.
Β. ὀρθῶς γε νὴ Δίʼ. ἀλλὰ δὴ τί τοῦτʼ ἐμοί;
Α. ὁρῶμεν ὀψωνοῦνθʼ ἑκάστης ἡμέρας
οὐχὶ μετρίως βέλτιστέ σʼ, ἀλλʼ ὑπερηφάνως.
οὐκ ἔστιν ἰχθυηρὸν ὑπὸ σοῦ μεταλαβεῖν.
συνῆκας ἡμῶν εἰς τὰ λάχανα τὴν πόλιν.
περὶ τῶν σελίνων μαχόμεθʼ ὥσπερ Ἰσθμίοις.
λαγώς τις εἰσελήλυθʼ, εὐθὺς ἥρπακας.
πέρδικα δʼ ἢ κίχλην γε νὴ Δίʼ οὐκ ἔτι
ἔστιν διʼ ὑμᾶς οὐδὲ πετομένην ἰδεῖν.
τὸν ξενικὸν οἶνον ἐπιτετίμηκας πολύ.
οὐ πώποτʼ ἰχθῦς οἶδα τιμιωτέρους
ἰδών. Πόσειδον, εἰ δεκάτην ἐλάμβανες
αὐτῶν ἀπὸ τῆς τιμῆς ἑκάστης ἡμέρας,
πολὺ τῶν θεῶν ἂν ἦσθα πλουσιώτατος.
ὅμως δὲ τούτων εἴ με προσγελάσειέ τις,
ἐδίδουν στενάξας ὁπόσον αἰτήσειέ με.
γόγγρον μέν, ὥσπερ ὁ Πρίαμος τὸν Ἕκτορα,
ὅσον εἵλκυσεν, τοσοῦτο καταθεὶς ἐπριάμην.
πουλύπους
ἔχων ἁπάσας ὁλομελεῖς τὰς πλεκτάνας.
Β. οὐ περιβεβρωκὼς αὑτόν ἐστι, φίλτατε.
τὴν νύκτʼ ἐκείνην διεκαραδόκησεν.
ὁ περιφόρητος Ἀρτέμων
ΕΝΑΓΙΣΜΑΤΑ
εἴ μοι συνήθης, Φαίδιμʼ, ὢν ἐτύγχανεν
ὁ Χαβρίου Κτήσιππος, εἰσηγησάμην
νόμον ἄν τινʼ οὐκ ἄχρηστον, ὡς ἐμοὶ δοκεῖ,
ὥστʼ ἐπιτελεσθῆναί ποτʼ αὐτῷ τοῦ πατρὸς
τὸ μνῆμα, κατʼ ἐνιαυτὸν ἕνα λίθον
ἁμαξιαῖον· καὶ σφόδρʼ εὐτελὲς λέγω.
ΕΠΙΔΙΚΑΖΟΜΕΝΟΣ
ὁ δὲ κανδύταλις
οὗτος τί δύναται, καὶ τί ἐστιν; Β. ὥσπερ εἰ
εἴποις ἀορτάς.
ΕΠΙΚΛΗΡΟΣ
χύτρον μέγαν
παρὰ τοῦ μαγείρου
ΕΠΙΤΡΟΠΕΥΣ
ἐξιδιάσασθαι
ΕΥΝΟΥΧΟΣ
ΖΩΓΡΑΦΟΣ
οὐ μὴ παραλάβω σʼ οὐδαμοῦ, Δράκων, ἐγὼ
ἐπʼ ἔργον οὗ μὴ διατελεῖς τὴν ἡμέραν
τραπεζοποιῶν ἐν ἀγαθοῖς πολλοῖς χύδην.
οὐ γὰρ βαδίζω πρότερον ἂν μὴ δοκιμάσω
τίς ἐσθʼ ὁ θύων, ἢ πόθεν συνίσταται
τὸ δεῖπνον, ἢ κέκληκεν ἀνθρώπους τίνας.
ἔστιν δʼ ἁπάντων τῶν γενῶν μοι διαγραφή,
εἰς ποῖα μισθοῦν ἢ φυλάττεσθαί με δεῖ.
οἷον τὸ κατὰ τοὐμπόριον, εἰ βούλει, γένος.
ναύκληρος ἀποθύει τις εὐχήν, ἀποβαλὼν
τὸν ἱστὸν ἢ πηδάλια συντρίψας νεώς,
ἢ φορτίʼ ἐξέρριψʼ ὑπέραντλος γενόμενος·
ἀφῆκα τὸν τοιοῦτον· οὐδὲν ἡδέως
ποιεῖ γὰρ οὗτος, ἀλλʼ ὅσον νόμου χάριν.
ὁμοῦ δὲ ταῖς σπονδαῖσι διαλογίζεται
τοῖς συμπλέουσιν ὁπόσον ἐπιβάλλει μέρος
τιθείς, τά θʼ αὑτοῦ σπλάγχνʼ ἕκαστος ἐσθίει.
ἀλλʼ ἕτερος εἰσπέπλευκεν ἐκ Βυζαντίου
τριταῖος, ἀπαθής, εὐπορηκώς, περιχαρὴς
εἰς δέκʼ ἐπὶ τῇ μνᾷ γεγονέναι καὶ δώδεκα,
λαλῶν τὰ ναῦλα καὶ δάνειʼ ἐρυγγάνων,
ἀφροδίσιʼ ὑπὸ κόλλοψι μαστροποῖς ποιῶν·
ὑπὸ τοῦτον ὑπέκυψʼ εὐθὺς ἐκβεβηκότα,
τὴν δεξιὰν ἐνέβαλον, ἐμνήσθην Διὸς
σωτῆρος, ἐμπέπηγα τῷ διακονεῖν.
τοιοῦτος ὁ τρόπος. μειράκιον ἐρῶν πάλιν
τὰ πατρῷα βρύκει καὶ σπαθᾷ, πορεύομαι.
ἀπὸ συμβολῶν συνάγοντα νὴ Δίʼ ἕτερά που
ἐνέβαλεν εἰς τὸν κέραμον ἐνευρημένα,
τὰ κράσπεδʼ ἀποθλιβέντα καὶ κεκραγότα
«ὀψάριον ἀγοραῖον ποιεῖν τίς βούλεται;»
ἐῶ βοᾶν· πληγὰς γὰρ ἔνι προσλαμβάνειν
ἐλθόντα καὶ τὴν νύχθʼ ὅλην διακονεῖν.
τὸ μισθάριον γὰρ ἂν ἀπαιτῇς, «ἁμίδα μοι
ἔνεγκε πρῶτον» φησίν. «ὄξος ἡ φακῆ
οὐκ εἶχε.» πάλιν ᾔτησας, «οἰμώξει μακρὰ
πρῶτος μαγείρων», φησίν. ἕτερα μυρία
τοιαῦτα καταλέξαιμʼ ἄν. οὗ δὲ νῦν σʼ ἄγω,
πορνεῖόν ἐστι, πολυτελῶς Ἀδώνια
ἄγουσʼ ἑταίρα μεθʼ ἑτέρων πορνῶν χύδην.
σαυτὸν ἀποσάξεις τόν τε κόλπον ἀποτρέχων.
ἄριστον ἐπεχόρευσεν ἐκλελεγμένον,
εἴ τι νέον ἢ ποθεινόν· ὀστρέων γένη
παντοδαπά, λοπάδων παρατεταγμένη φάλαγξ,
ὀπτῶν ἐπῇττε σωρὸς ἀπὸ τοῦ τηγάνου,
τριμμάτια τούτοις ἐν θυΐαις ἀργυραῖς.
ἀπροσδόκητον οὐδὲν ἀνθρώποις πάθος·
ἐφημέρους γὰρ τὰς τύχας κεκτήμεθα.
ΗΡΑΚΛΗΣ
ἐμὲ μὲν οὐχ ὁρᾷς πεπωκότα
ἤδη τʼ ἀκροθώρακʼ ὄντα καὶ θυμούμενον,
τονδὶ δὲ ναστόν, Ἀστίωνος μείζονα,
ἤδη σχεδὸν δωδέκατον ἠριστηκότα;
ΗΡΩΣ
ΘΗΣΑΥΡΟΣ
ὑπολαμβάνω τὸ ψεῦδος ἐπὶ σωτηρίᾳ
λεγόμενον οὐδὲν περιποιεῖσθαι δυσχερές.
ΘΗΣΕΥΣ
σὲ μὲν καλοῦσι ψωμοκόλαφον δραπέτην.
ΚΙΘΑΡΩΙΔΟΣ
ἐξανίσταμαι
τὸν ἀμφιτάπητα συστορέσας.
λήκυθον ξύστιν τʼ ἔχεις;
Β. ἐγὼ δὲ καὶ ξύστραν.
ΚΛΗΡΟΥΜΕΝΟΙ
ΛΕΥΚΑΔΙΑ
ἐν Κέῳ τίς ἡμέρα;
ΛΗΜΝΙΑΙ
οὗτοι δεδειπνήκασιν· ὁ δὲ τάλας ἐγὼ
κεστρεὺς ἂν εἴην ἕνεκα νηστείας ἄκρας.
ΜΑΙΝΟΜΕΝΟΣ
καὶ προσέτι τοίνυν ἐσχάραν, κλίνην, κάδον,
στρώματα, σίγυνον, ἀσκοπήραν, θύλακον,
ὥστʼ οὐ στρατιώτην ἄν τις ἀλλὰ καὶ κύκλον
ἐκ τῆς ἀγορᾶς ὀρθὸν βαδίζειν ὑπολάβοι.
τοσοῦτός ἐσθʼ ὁ ῥῶπος ὃν σὺ περιφέρεις.
ΜΝΗΜΑΤΙΟΝ
ψῦξον τὸν οἶνον, Δωρί.
ΟΝΑΓΟΣ
ΠΑΓΚΡΑΤΙΑΣΤΗΣ
εἶτʼ ἐν χάρακι μὲν ταῦτα καὶ παρεμβολῇ.
ΠΑΙΔΕΡΑΣΤΑΙ
ἔγχεον σὺ δὴ πιεῖν.
Β. εὐζωρότερόν γε νὴ Δίʼ, ὦ παῖ, δός· τὸ γὰρ
ὑδαρὲς ἅπαν τοῦτʼ ἔστι τῇ ψυχῇ κακόν.
ΠΑΛΛΑΚΙΣ
βουβάλια καρπῶν παρθένου φορήματα
ΠΑΡΑΣΙΤΟΣ
εὖ γʼ ὁ κατάχρυσος εἶπε πόλλʼ Εὐριπίδης·
«νικᾷ δὲ χρεία μʼ ἡ ταλαίπωρός τέ μου
γαστήρ.» ταλαιπωρότερον οὐδέν ἐστι γὰρ
τῆς γαστρός, εἰς ἣν πρῶτον ἐμβάλοις . .
ἀλλʼ οὐχ ἕτερον ἀγγεῖον. ἐν πήρᾳ φέροις
ἄρτους ἄν, ἀλλʼ οὐ ζωμόν, ἢ διαφθερεῖς.
εἰς σπυρίδα μάζας ἐμβαλεῖς, ἀλλʼ οὐ φακῆν,
οἰνάριον εἰς λάγυνον, ἀλλʼ οὐ κάραβον.
εἰς τὴν θεοῖς ἐχθρὰν δὲ ταύτην εἰσφόρει
τὰ πάνθʼ ἑαυτοῖς μηδὲν ὁμολογούμενα.
κοὐ προστίθημι τἄλλα, διότι πανταχοῦ
διὰ τὴν τάλαιναν πάντα ταύτην γίνεται.
ὅταν με καλέσῃ πλούσιος δεῖπνον ποιῶν,
οὐ κατανοῶ τὰ τρίγλυφʼ οὐδὲ τὰς στέγας,
οὐδὲ δοκιμάζω τοὺς Κορινθίους κάδους,
ἀτενὲς δὲ τηρῶ τοῦ μαγείρου τὸν καπνόν.
κἂν μὲν σφοδρὸς φερόμενος εἰς ὀρθὸν τρέχῃ,
γέγηθα καὶ χαίρω τε καὶ πτερύττομαι·
ἂν δὲ πλάγιος καὶ λεπτός, εὐθέως νοῶ
ὅτι τοῦτό μοι τὸ δεῖπνον ἀλλʼ οὐδʼ αἷμʼ ἔχει.
ἀγνοεῖς ἐν ταῖς ἀραῖς
ὅ τι ἐστίν, εἴ τις μὴ φράσειʼ ὀρθῶς ὁδόν,
ἢ πῦρ ἐναύσειʼ, ἢ διαφθείρειʼ ὕδωρ,
ἢ δειπνιεῖν μέλλοντα κωλύσαι τινά;
οὐ δεῖ παρασιτεῖν ὄντα δυσάρεστον σφόδρα.
ΠΕΛΙΑΔΕΣ
τὸ δειπνάριον ἀνθηρὸν ἦν, γλαφυρὸν σφόδρα,
φακῆς κατʼ ἄνδρα τρύβλιον μεστὸν μέγα.
Β. πρώτιστον οὐκ ἀνθηρόν. Α. ἐπὶ ταύτῃ γέρων
εἰς τὸ μέσον ἐπεχόρευσε σαπέρδης μέγας
ὑπό τι δυσώδης οὗτος ηρος ἀνθίαν,
ὃν πολλὰ .. ταῖς κίχλαις ἤδη λέγει.
ΠΛΙΝΘΟΦΟΡΟΣ
καὶ νὴ Δίʼ ὄντως εὐθὺς ἐξέπεμπέ με
ὄρθριον· ἐκόκκυζʼ ἀρτίως ἁλεκτρυών.
ΠΟΛΥΠΡΑΓΜΩΝ
ᾤμην ἐγὼ τοὺς ἰχθυοπώλας τὸ πρότερον
εἶναι πονηροὺς τοὺς Ἀθήνησιν μόνους.
τόδε δʼ, ὡς ἔοικε, τὸ γένος ὥσπερ θηρίον
ἐπίβουλόν ἐστι τῇ φύσει καὶ πανταχοῦ.
ἐνταῦθα γοῦν ἔστιν τις ὑπερηκοντικώς,
κόμην τρέφων μὲν πρῶτον ἱερὰν τοῦ θεοῦ,
ὥς φησιν· οὐ διὰ τοῦτό γʼ, ἀλλʼ ἐστιγμένος
πρὸ τοῦ μετώπου παραπέτασμʼ αὐτὴν ἔχει.
οὗτος ἀποκοίνετʼ, ἂν ἐρωτήσῃς «πόσου
ὁ λάβραξ;» «δέκʼ ὀβολῶν» οὐχὶ προσθεὶς ὁποδαπῶν.
ἔπειτʼ ἐὰν τἀργύριον αὐτῷ καταβάλῃς,
ἐπράξατʼ Αἰγιναῖον· ἂν δʼ αὐτὸν δέῃ
κέρματʼ ἀποδοῦναι, προσαπέδωκεν Ἀττικά.
κατʼ ἀμφότερα δὲ τὴν καταλλαγὴν ἔχει.
τί ποτʼ ἐστίν; ὡς ῥαγδαῖος ἐξελήλυθεν.
ΠΥΡΡΑ
δῶρον δʼ ἐμαυτῇ παρὰ θεῶν εὑρημένη
ΣΑΠΦΩ
Ἀρχίλοχε, δέξαι τήνδε τὴν μετανιπτρίδα
μεστὴν Διὸς σωτῆρος, ἀγαθοῦ δαίμονος.
ΣΙΚΕΛΙΚΟΣ
οἷον ἀγοράζειν πάντα, μηδὲ ἓν δʼ ἔχειν,
εἰ μὴ κικίννους ἀξίους λίτραιν δυοῖν.
ΣΤΡΑΤΙΩΤΗΣ
ΣΥΝΑΠΟΘΝΗΙΣΚΟΝΤΕΣ
ΣΥΝΤΡΟΦΟΙ
ἀγαθὸς βαφεὺς ἔνεστιν ἐν τῷ παιδίῳ·
ταυτὶ γὰρ ἡμῖν δευσοποιὰ παντελῶς
τὰ σπάργανʼ ἀποδέδειχεν.
ΣΥΝΩΡΙΣ
ἄριστʼ ἀπαλλάττεις ἐπὶ τούτου τοῦ κύβου.
Β. ἀστεῖος εἶ. δραχμὴν ὑπόθες. Α. κεῖται πάλαι.
πῶς ἂν βάλοιμʼ Εὐριπίδην; Β. οὐκ ἄν ποτε
Εὐριπίδης γυναῖκα σώσειʼ. οὐχ ὁρᾷς
ἐν ταῖς τραγῳδίαισιν αὐτὰς ὡς στυγεῖ;
τοὺς δὲ παρασίτους ἠγάπα. λέγει γέ τοι
«ἀνὴρ γὰρ ὅστις εὖ βίον κεκτημένος
μὴ τοὐλάχιστον τρεῖς ἀσυμβόλους τρέφει,
ὄλοιτο, νόστου μή ποτʼ εἰς πάτραν τυχών.»
Α. πόθεν ἐστὶ ταῦτα, πρὸς θεῶν; Α. τί δέ σοι μέλει;
οὐ γὰρ τὸ δρᾶμα, τὸν δὲ νοῦν σκοπούμεθα.
ὀργίζεται; παράσιτος ὢν ὀργίζεται;
Β. οὐκ ἀλλʼ ἀλείψας τὴν τράπεζαν τῇ χολῇ
ὥσπερ τὰ παιδίʼ αὑτὸν ἀπογαλακτιεῖ . . . . . . . . . . . .
τότε φάγοις, παράσιθʼ. Β. ὅρα
ὡς διασέσυρκε τὴν τέχνην· οὐκ οἶσθʼ ὅτι
μετὰ τὸν κιθαρῳδὸν ὁ παράσιτος κρίνεται;
ἕλκʼ ἐς μέσον τὸν φιμὸν ὡς ἂν ἐμβάλῃ.
ἐχηνίασας. ποιοῦσι τοῦτο πάντες οἱ
παρὰ Τιμοθέῳ.
ΣΦΑΤΤΟΜΕΝΟΣ
ΣΧΕΔΙΑ
θᾶττον πλέκειν κέλευε πόρκων πυκνοτέρους.
ΤΕΛΕΣΙΑΣ
τράγημα, μυρτίδες, πλακοῦς, ἀμύγδαλα.
Β. ἐγὼ δὲ ταῦθʼ ἥδιστά γʼ ἐπιδορπίζομαι.
ΤΗΘΗ
ΤΙΘΡΑΥΣΤΗΣ
πρίστις, τραγέλαφος, βατιάκη, λαβρώνιος.
Β. ἀνδραπόδιʼ ἤδη ταῦθʼ, ὁρᾷς; Α. ἥκιστά γε,
ἐκπωμάτων δʼ ὀνόματα. Β. πρὸς τῆς Ἑστίας;
Α. ὁ λαβρώνιος χρυσῶν δέ, παῖδες, εἴκοσιν.
ΦΙΛΑΔΕΛΦΟΣ
ἀνέψυξα
ὀξίνην οἶνον
ΦΡΕΑΡ
πολιὸς τεχνίτης ἐστὶν ὁ χρόνος, ὦ ξένε·
χαίρει μεταπλάττων πάντας ἐπὶ τὰ χείρονα.
ΧΡΥΣΟΧΟΟΣ
διακύψας ὁρῶ
διὰ τῆς ὀπαίας κεραμίδος καλὴν σφόδρα.
....ΠΕΥΤΑΙ
ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ
ὦ πᾶσι τοῖς φρονοῦσι προσφιλέστατε
Διόνυσε καὶ σοφώταθʼ, ὡς ἡδύς τις εἶ·
ὃς τὸν ταπεινὸν μέγα φρονεῖν ποιεῖς μόνος,
τὸν τὰς ὀφρῦς αἴροντα συμπείθεις γελᾶν,
τόν τʼ ἀσθενῆ τολμᾶν τι, τὸν δειλὸν θρασύν.
οὐκ ἔστιν οὐδὲν τεχνίον ἐξωλέστερον
τοῦ πορνοβοσκοῦ . . . . . . .
κατὰ τὴν ὁδὸν πωλεῖν περιπατῶν βούλομαι
ῥόδα, ῥαφανῖδας, θερμοκυάμους, στέμφυλα,
ἁπλῶς ἅπαντα μᾶλλον ἢ ταύτας τρέφειν.
οὐκ ἔστι βίος ὃς οὐχὶ κέκτηται κακά,
λύπας, μερίμνας, ἁρπαγάς, στρέβλας, νόσους·
τούτων ὁ θάνατος καθάπερ ἰατρὸς φανεὶς
ἀπέλυσε τοὺς ἔχοντας ἀναπαύσας ὕπνῳ.
ἓν ὀνάριον ἐξ ἀγροῦ μοι καταβαίνει
καθʼ ἕκαστον ἐνιαυτὸν ἀγαπητῶς
ὥσπερ κανοῦν μοι πάντʼ ἐνεσκευασμένον,
σπονδήν, ὀλάς, ἔλαιον, ἰσχάδας, μέλι.
παρατίθημʼ ὁλοσχερῆ
ἄρνʼ ἐς μέσον σύμπτυκτον, ὠνθυλευμένον,
χοιρίδια περιφόρινα κρομβώσας ὅλα·
δούρειον ἐπάγω χῆνα τῷ φυσήματι.
ἣν οὐδʼ ὁ πατὴρ ἐφίλησεν οὐδεπώποτε,
παρʼ ἧς τὸν ἄρτον ἡ κύων οὐ λαμβάνει,
μέλαινα δʼ οὕτως ὥστε καὶ ποιεῖν σκότος.
ὅστις γὰρ αὐτὸς αὑτὸν οὐκ αἰσχύνεται
συνειδόθʼ αὑτῷ φαῦλα διαπεπραγμένῳ,
πῶς τόν γε μηδὲν εἰδότʼ αἰσχυνθήσεται;
εἰ τοῦ πατρὸς δόξαιμι κρεῖττόν σοι λέγειν,
ἐμαυτὸν ἀδικῶ κοὐκέτʼ εἰμὶ θεοσεβής,
ὅτι τὸν κατασπείραντα λυπῶ κοὐ φιλῶ.
εἰ μὴ τὸ λαβεῖν ἦν, οὐδὲ εἷς πονηρὸς ἦν.
φιλαργυρία τοῦτʼ ἔστιν, ὅταν ἀφεὶς σκοπεῖν
τὰ δίκαια τοῦ κέρδους διὰ παντὸς δοῦλος ᾖς.
τέρπομαι γυμνοὺς ὁρῶν
τοὺς ὀξυπείνους καὶ πρὸ τῶν καιρῶν ἀεὶ
πάντʼ εἰδέναι σπεύδοντας.
δειπνεῖ τε καταδὺς πῶς δοκεῖς; λακωνικῶς,
ὄξους δὲ κοτύλην— Β. πάξ. Α. τί πάξ; ὀξὶς μέτρον
χωρεῖ τοσοῦτο τῶν Κλεωναίων.
αὐλὰς θεραπεύειν δʼ ἐστίν, ὡς ἐμοὶ δοκεῖ,
ἢ φυγάδος ἢ πεινῶντος ἢ μαστιγίου.
ἐν ἡμέραισιν αὐτὸν ἑπτά σοι, γέρον,
θέλω παρασχεῖν ἢ κολοκύντην ἢ κρίνον.
ἆρʼ ἐστὶν ἀνοητότατον αἰσχροκερδία·
πρὸς τῷ λαβεῖν γὰρ ὢν ὁ νοῦς τἄλλʼ οὐχ ὁρᾷ.
ἔργον συναγαγεῖν σωρὸν ἐν πολλῷ χρόνῳ,
ἐν ἡμέρᾳ δὲ διαφορῆσαι ῥᾴδιον.
ὅρκος δʼ ἑταίρας ταὐτὸ καὶ δημηγόρου·
ἑκάτερος αὐτῶν ὀμνύει πρὸς ὃν λαλεῖ.
ἀνδρὸς φίλου καὶ συγγενοῦς γὰρ οἰκίαν
αὑτοῦ νομίζειν δεῖ τὸν ὀρθῶς εὐγενῆ.
ἰσχυρότερον κρίνω τὸ χρυσίον πολύ·
τὰ πάντα τούτῳ τέμνεται καὶ πράττεται.
πένητος ἀνδρὸς οὐδὲν εὐτυχέστερον·
τὴν ἐπὶ τὸ χεῖρον μεταβολὴν οὐ προσδοκᾷ.
πενία δὲ συγκραθεῖσα δυσσεβεῖ τρόπῳ
ἄρδην ἀνεῖλε καὶ κατέστρεψεν βίον.
πενία δὲ τοῖς ἔχουσιν οὐ σμικρὰ νόσος.
πενίας γὰρ οὐδείς ἐστι μείζων πολέμιος.
ἄνθρωπός εἰμι, τοῦτο δʼ αὐτὸ τῷ βίῳ
πρόφασιν μεγίστην εἰς τὸ λυπεῖσθαι φέρει.
ὥσπερ κυαθίζουσʼ ἐνίοθʼ ἡμῖν ἡ τύχη
ἓν ἀγαθὸν ὑποχέασα τρίʼ ἐπαντλεῖ κακά.
ὡς δεινὸν ἡνίκʼ ἄν τις ὢν ἐν φροντίσιν
εἰκῆ θεατὴν τὸν τυχόντα λαμβάνῃ.
βέβαιον οὐδέν ἐστιν ἐν θνητῷ βίῳ.
βιοῖ γὰρ οὐδεὶς ὃν προαιρεῖται τρόπον.
οὐκ ἔστʼ ἀναιδοῦς ζῷον εὐθαρσέστερον.
κακὴ γὰρ αἰδὼς ἔνθα τἀναιδὲς κρατεῖ.
καιρῷ τιθέμενον κέρδος ὡς καρπὸν φέρει.
ἂν γνῷς τί ἐστʼ ἄνθρωπος, ἡδίων ἔσει.
ὡς μακάριον φρόνησις ἐν χρηστῷ τρόπῳ.
γυναικὸς ἀγαθῆς ἐπιτυχεῖν οὐ ῥᾴδιον.
θνητὸς πεφυκὼς μὴ εὐλαβοῦ τεθνηκέναι.
λύπης δὲ πάσης γίνετʼ ἰατρὸς χρόνος.
εὐμετάβολός ἐστιν ἀνθρώπων βίος.
παχὺς ὠνθυλευμένος στέατι Σικελικῷ
τὸ μὲν Ἄργος ἵππος, οἱ δʼ ἐνοικοῦντες λύκοι.
ᾠῶν δʼ ἐν αὐτῇ διέτρεχεν νεόττια.
μόνος γὰρ ἦν λέγων
ἄκουσμα κἀκρόαμα.
καὶ πόδα βόειον οὐδὲ εἷς ὀπτᾷ.
Προιτίδας ἁγνίζων κούρας καὶ τὸν πατέρʼ αὐτῶν
Προῖτον Ἀβαντιάδην, καὶ γραῦν πέμπτην ἐπὶ τοῖσδε,
δᾳδὶ μιᾷ σκίλλῃ τε μιᾷ, τόσα σώματα φωτῶν,
θείῳ τʼ ἀσφάλτῳ τε πολυφλοίσβῳ τε θαλάσσῃ
ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο.
ἀλλὰ μάκαρ Ἀὴρ διὰ τῶν νεφέων διάπεμψον
Ἀντικύραν, ἵνα τόνδε κόριν κηφῆνα ποιήσω.
γρυμέα
θυροκοπεῖν καὶ θυροκοπία
νεκρόν
περίδου
πολιτοκοπεῖν
στρηνιᾶν
ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ ΚΑΙ ΨΕΥΔΕΠΙΓΡΑΦΑ
γαστὴρ ὅλον τὸ σῶμα, πανταχῇ βλέπων
ὀφθαλμός, ἕρπον τοῖς ὀδοῦσι θηρίον.
λαμπρῶς ἐνίοτε ζῶσιν, οἷς χαλεπώτερον
τοῦ περιποιήσασθαί τι τὸ φυλάξαι βίον.
ὃς δʼ οὔτʼ ἐρυθριᾶν οἶδεν οὔτε δεδιέναι,
τὰ πρῶτα πάσης τῆς ἀναιδείας ἔχει.
κόρης ἀπαλλαττόμεθα ταμιείου πικροῦ.