eul_wid: eco-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Athenian Life by Strattis the Comic Poet

The Fragments on Athenian Life is a modern compilation of 131 passages from the lost comedies of Strattis, an Athenian poet of Old Comedy active in the late fifth and early fourth centuries BCE. These fragments, drawn from citations by later authors and from papyrus discoveries, constitute the surviving remnants of his dramatic output. They reveal a comic poet engaged in the characteristic modes of his genre, including mythological parody, as suggested by play titles like Anthroporestes and Medea, and pointed literary satire, particularly directed at tragedians such as Euripides. A significant portion of the fragments, often preserved because they were quoted by Athenaeus of Naucratis in his Deipnosophistae, consists of social commentary and vivid descriptions of Athenian daily life, food, and drink. No complete play by Strattis survives; the fragments are transmitted almost exclusively through quotation in later Greek authors, most prominently Athenaeus, who cites him over seventy times, and in the works of ancient lexicographers. They are collected in modern standard editions such as Greek Comic Poets. While Strattis’s direct literary influence is negligible, his fragments hold considerable value for the historical reconstruction of Athenian comedy. They illustrate the thematic breadth of Old Comedy beyond the corpus of complete surviving plays and provide evidence for tracing the genre’s evolution during a period of significant transition.

ΑΓΑΘΟΙ
ΑΝΘΡΩΠΟΡΡΑΙΣΤΗΣ
καὶ τῶν μὲν ἄλλων οὐκ ἐμέλησέ μοι μελῶν,
Εὐριπίδου δὲ δρᾶμα δεξιώτατον
διέκναισʼ Ὀρέστην, Ἡγέλοχον τὸν Κυννάρου
μισθωσάμενος τὰ πρῶτα τῶν ἐπῶν λέγειν.
τῶν δὲ διδύμων ἐκγόνων σεμιδάλιδος
ΑΡΓΥΡΙΟΥ ΑΦΑΝΙΣΜΟΣ
ΑΤΑΛΑΝΤΗ
καὶ τὴν Λαγίσκαν τὴν Ἰσοκράτους παλλακὴν
εὑρεῖν με συκάζουσαν, εἶθʼ ἥκειν ταχὺ
τὸν αὐλοτρύπην αὐτόν.
ὑπογάστριον θύννου τι κἀκροκώλιον
δραχμῆς ὕειον
διφροφόροι
σκῶρ
ΖΩΠΥΡΟΣ ΠΕΡΙΚΑΙΟΜΕΝΟΣ
ΙΦΙΓΕΡΩΝ
ΚΑΛΛΙΠΠΙΔΗΣ
αὐτίκα δʼ ἥρπασε τεμάχη
θερμάς τε κάπρου φλογίδας ἔβρυχέ τε πάνθʼ ἅμα.
ΚΙΝΗΣΙΑΣ
τὰ δʼ ἄλφιθʼ ὑμῖν πῶς ἐπώλουν; Β. τεττάρων
δραχμῶν μάλιστα τὸν κόφινον. Α. τί λέγεις; μέτρῳ
ἐχρῶντο κοφίνῳ; ἢ . . . τοῦτʼ αὔθʼ ὅτι
οἴνου κόφινος, δυνάμενος τρεῖς χόας πυρρῶν
ταῖς κοφίναις ταὐτὰ ταῦτα δυνάμενος.
ἁλμυρόν θʼ ὕδωρ,
ἕτερόν τε λεπτὸν ἐν ἁλίᾳ κεκομμένον.
ΛΗΜΝΟΜΕΔΑ
Ἑρμῆς, ὃν ἕλκουσʼ οἱ μὲν ἐκ προχοιδίου,
οἱ δʼ ἐκ καδίσκου γʼ ἴσον ἴσῳ κεκραμένον.
Χῖος παραστὰς Κῷον οὐκ ἐᾷ λέγειν.
ὑποδήματα
σαυτῷ πρίασθαι τῶν ἁπλῶν
πολλοὺς ἤδη μεγάλους τε φάγρους ἐγκάψας
ΜΑΚΕΔΟΝΕΣ Η ΠΑΥΣΑΝΙΑΣ
Α. εἰσὶν δὲ πόθεν αἱ παῖδες αὗται καὶ τίνες;
Β. νυνὶ μὲν ἥκουσιν Μεγαρόθεν, εἰσὶ δὲ
Κορίνθιαι· Λαῒς μὲν ἡδὶ Μεγακλέους.
πολλῶν φλυάρων καὶ ταὧν ἀντάξια,
οὓς βόσκεθʼ ὑμεῖς ἕνεκα τῶν ὠκυπτέρων.
ἡ σφύραινα δʼ ἐστὶ τίς;
Β. κέστραν μὲν ὕμμες ὡττικοὶ κικλήσκετε.
πνικτόν τι τοίνυν . . ἔστω σοι συχνὸν
τοιοῦτον.
τὸν πέπλον δὲ τοῦτον
ἕλκουσʼ ὀνεύοντες τοπείοις ἄνδρες ἀναρίθμητοι
εἰς ἄκρον ὥσπερ ἱστίον τὸν ἱστόν.
ὑπογάστριά θʼ ἡδέα θύννων
Μακεδόνισσαν
ΜΗΔΕΙΑ
καὶ λέγʼ ὅτι μύρον αὐτῇ φέρεις
τοιοῦτον, οἷον οὐ Μέγαλλος πώποτε
ἥψησεν, οὐδὲ Δεινίας ᾁγύπτιος
οὔτʼ εἶδεν οὔτʼ ἐκτήσατο.
οἶσθʼ ᾧ προσέοικεν, ὦ Κρέων, τὸ βρέγμα σου;
ἐγᾦδα· δίνῳ περὶ κάτω τετραμμένῳ.
Μυσῶν λείαν
ΜΥΡΜΙΔΟΝΕΣ
ἐν τοῖς βαλανείοις προκέλευθος ἡμέρα
ἁπαξάπασα γῆς στρατιαὶ σιδαρέων.
ΠΟΤΑΜΙΟΙ
ὑμεῖς τε πάντες ἔξιτʼ ἐπὶ τὸ Πύθιον
ὅσοι πάρεστε, μὴ λαβόντες λαμπάδας
μηδʼ ἄλλο μηδὲν ἐχόμενον Φιλυλλίου.
οὐ λίνον λίνῳ συνάπτεις.
ἐγχέλεων ἀνεψιός
ΠΥΤΙΣΟΣ
ἐγᾦδα τοὐπίνικος ὀργισθεὶς ἔφη,
τῷ στόματι δράσω τοῦθʼ ὅπερ ...
ΤΡΩΙΛΟΣ
ᾗ μήποτʼ, ὦ παῖ Ζηνός, ἐς ταὐτὸν μόλῃς,
ἀλλὰ παραδοὺς τοῖς Λεσβίοις χαίρειν ἔα.
ἐρινὸν οὖν τινʼ αὐτῆς πλησίον
νενόηκας ὄντα;
ΦΙΛΟΚΤΗΤΗΣ
οὐδʼ ἐν κοπρίᾳ θησαυρὸν ἐκβεβλημένον
κᾆτʼ εἰς ἀγορὰν ἐλθόντες ἁδροὺς
ὀψωνοῦσιν μεγάλους τε φάγρους
καὶ Κωπᾴδων ἁπαλῶν τεμάχη
στρογγυλοπλεύρων.
ΦΟΙΝΙΣΣΑΙ
παραινέσαι δὲ σφῷν τι βούλομαι σοφόν·
ὅταν φακῆν ἕψητε, μὴ ʼπιχεῖν μύρον.
εἶθʼ ἥλιος μὲν πείθεται τοῖς παιδίοις
ὅταν λέγωσιν «ἔξεχʼ ὦ φίλʼ ἥλιε».
ξυνίετʼ οὐδὲν πᾶσα Θηβαίων πόλις.
οὐδέν ποτʼ ἄλλʼ. οἳ πρῶτα μὲν τὴν σηπίαν
ὀπιτθοτίλαν, ὡς λέγουσʼ, ὀνομάζετε,
τὸν ἀλεκτρυόνα δʼ ὀρτάλιχον, τὸν ἰατρὸν δὲ
σάκταν, βέφυραν τὴν γέφυραν, τῦκα δὲ
τὰ σῦκα, κωτιλάδας δὲ τὰς χελιδόνας,
τὴν ἔνθεσιν δʼ ἄκολον, τὸ γελᾶν δὲ κριδδέμεν,
νεασπάτωτον δʼ ἤν τι νεοκάττυτον ᾖ.
οὐ σχοινίʼ, οὐδὲ στραγγαλίδες εἰσί.
ΧΡΥΣΙΠΠΟΣ
εἰ μηδὲ χέσαι γʼ αὐτῷ σχολὴ γενήσεται,
μηδʼ εἰς ἀσωτεῖον τραπέσθαι, μηδʼ ἐὰν
αὐτῷ ξυναντᾷ τις, λαλῆσαι μηδενί.
πρόσαγε τὸν πῶλον ἀτρέμα, προσλαβὼν
τὸν ἀγωγέα βραχύτερον· οὐχ ὁρᾷς ὅτι
ἄβολος ἔτʼ ἐστί;
κοχῶναι
ΨΥΧΑΣΤΑΙ
Σαννυρίωνος σκυτίνην ἐπικουρίαν
κομίσειέ μοί τις
θυμαλώπων ὧδε μεστὴν ἐσχάραν;
εἴτε ῥιπίδα
εἴτε σκιάδειον
οἶνον γὰρ πιεῖν
οὐδʼ ἂν εἷς δέξαιτο θερμόν, ἀλλὰ πολὺ τοὐναντίον
ψυχόμενον ἐν τῷ φρέατι καὶ χιόνι μεμιγμένον.
αἱ δʼ ἀλεκτρυόνες ἅπασαι
καὶ τὰ χοιρίδια τέθνηκε
καὶ τὰ μίκρʼ ὀρνίθια.
ὁ δέ τις ψυκτῆρʼ, ὁ δέ τις κύαθον
χαλκοῦν κλέψας ἀπορῶν κεῖται,
κοτύλη δʼ ἀνὰ χοίνικα μάττει.
ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ
γαλῆν ὁρῶ. Β. ποῖ, πρὸς θεῶν, ποῖ ποῖ γαλῆν;
Α. γαλήνʼ. Β. ἐγὼ δʼ ᾤμην σε γαλῆν λέγειν ὁρῶ.
οἶνος κοχύζει τοῖς ὁδοιπόροις πιεῖν
μέλας Σκιάθιος ἴσον ἴσῳ κεκραμένος.
τί δʼ ὥσπερ οἱ σταδιοδρόμοι προανίστασαι;
τὰ θυγάτρια
περὶ τὴν λεκάνην ἅπαντα περιπεπλιγμένα
πρασοκουρίδες, αἳ καταφύλλους
ἀνὰ κήπους πεντήκοντα ποδῶν
ἴχνεσι βαίνετʼ, ἐφαπτόμεναι
ποδοῖν σατυριδίων μακροκέρκων,
χοροὺς ἑλίσσουσαι παρʼ ὠκίμων
πέταλα καὶ θριδακινίδων
εὐόσμων τε σελίνων
βοῦς ἐμβαίνει μέγας
γαλῇ χιτώνιον
ἀπεμυθήσω
γελάσιμον
διατράμιν
δυσόμοια
λελεπασμένον
ὁμοπτέρους
ἡ προγονός
τρῶγες