eul_wid: kuk-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Cretan Customs by Sosicrates of Rhodes

The Fragments on Cretan Customs is a lost Hellenistic ethnographic work by Sosicrates of Rhodes, preserved only through quotations in later authors. These fragments systematically detail the distinctive social and legal institutions of ancient Crete. The work described the political and legal structures of the Cretan city-states, along with social customs such as the youth bands known as agelai, the practice of communal dining called syssitia, and rigorous military training. It also covered the island's ritualized pederastic traditions and their educational function, as well as formal educational systems and rites of passage to full citizenship. The compilation survives entirely through secondary citation, with the most substantial fragments transmitted by Strabo in his Geography and Diogenes Laërtius in his Lives and Opinions of Eminent Philosophers, among others. Sosicrates's work served as a principal source on Cretan society for later ancient writers and remains a critical, though fragmentary, resource for the study of Cretan law, social organisation, and Hellenistic historiography.

ΚΡΗΤΙΚΑ.

Στράβων : Μέγεθος δὲ Σωσικράτης μὲν, ὅν φησιν ἀκριβοῦν Ἀπολλόδωρος τὰ περὶ τὴν νῆσον, ἀφορίζεται, μήκει μὲν πλειόνων ἢ δισχιλίων σταδίων καὶ τριακοσίων· πλάτει δὲ οὐ κατὰ τὸ μέγεθος· ὥσθʼ ὁ κύκλος γένοιτʼ ἂν πλέον ἢ πεντακισχίλιοι στάδιοι.

Μιχαὴλ Ἀποστόλιος ὁ Παροιμιογράφος : Ἔστι καὶ ἐν Κρήτῃ Δουλόπολις, ὡς Σωσικράτης ἐν τῇ αʹ τῶν Κρητικῶν.

Ἀθήναιος : Σωσικράτης δʼ ἐν πρώτῳ Κρητικῶν ἴδιόν τί φησι περὶ τοὺς Φαιστίους ὑπάρχειν. Δοκοῦσι γὰρ ἀσκεῖν ἐκ παιδαρίων εὐθὺς τὸ γέλοια λέγειν· διὸ καὶ συμβέβηκεν αὐτοὺς ἀποφθέγγεσθαι πολλάκις εὐκαίρως, διὰ τὴν ἐξ ἀρχῆς συνήθειαν. Ὥστε πάντας τοὺς κατὰ Κρήτην τούτοις ἀνατιθέναι τὸ γέλοιον.

Ἀριστοφάνους Σχόλια : Λάμπων δʼ ὄμνυσʼ ἔτι καὶ νυνὶ τὸν χῆνʼ, ὅταν ἐξαπατᾷ τι Ὅτι Πρῶτοι οἱ Σωκρατικοὶ ἐπετήδευσαν οὕτως ὀμνύναι. Σωσικράτης γὰρ ἐν τῷ βʹ τῶν Κρητικῶν οὕτως φησί· «Ῥαδάμανθυς δὲ δοκεῖ διαδεξάμενος τὴν βασιλείαν δικαιότατος γεγενῆσθαι πάντων ἀνθρώπων. Λέγεται δὲ αὐτὸν πρῶτον οὐδένα ἐᾶν ὅρκους ποιεῖσθαι κατὰ τῶν θεῶν, ἀλλʼ ὀμνύναι κελεῦσαι χῆνα καὶ κύνα καὶ κριὸν καὶ τὰ ὅμοια.»

Ἀθήναιος : Λακεδαιμόνιοι δὲ πρὸ τῶν παρατάξεων Ἔρωτι προθύονται, ὡς ἐν τῇ τῶν παραταττομένων φιλίᾳ κειμένης τῆς σωτηρίας τε καὶ νίκης. Καὶ Κρῆτες δʼ ἐν ταῖς παρατάξεσι τοὺς καλλίστους τῶν πολιτῶν κοσμήσαντες, διὰ τούτων θύουσι τῷ Ἔρωτι, ὡς Σωσικράτης ἱστορεῖ.

Σχόλια εἰς Εὐριπίδην : Πάσαις ταῖς ἀφʼ Ἡλίου γενομέναις ἐμήνισεν Ἀφροδίτη διὰ τὴν μηνυθεῖσαν αὐτῆς ὑφʼ Ἡλίου μοιχείαν. Τὴν οὖν Πασιφάην οὐ μόνον τοῦ ταύρου, ἀλλὰ καὶ τοῦ Μίνωος ἐρασθῆναί φασιν, ὡς ἱστορεῖ Σωσικράτης.

ΔΙΑΔΟΧΑΙ.

Λαέρτιος Διογένης : Ἐτελεύτησε δʼ ἐτῶν ἑβδομήκοντα ὀκτὼ, ἢ, ὡς Σωσικράτης φησὶν, ἐνενήκοντα. Τελευτῆσαι γὰρ ἐπὶ τῆς πεντηκοστῆς ὀγδόης Ὀλυμπιάδος, γεγονότα κατὰ Κροῖσον, ᾧ καὶ τὸν Ἅλυν ὑποσχέσθαι ἄνευ γεφύρας περᾶσαι, τὸ ῥεῖθρον παρατρέψαντα.

Λαέρτιος Διογένης : Τοῦ δὴ λοιποῦ προσεῖχον αὐτῷ ὁ δῆμος καὶ ἡδέως καὶ τυραννεῖσθαι ἤθελον ὑπʼ αὐτοῦ· ὁ δὲ οὐχ εἵλετο, ἀλλὰ καὶ Πεισίστρατον τὸν συγγενῆ, καθά φησι Σωσικράτης, προαισθόμενος τὸ ἐφʼ ἑαυτῷ διεκώλυσεν. ᾌξας γὰρ εἰς τὴν ἐκκλησίαν μετὰ δόρατος καὶ ἀσπίδος προεῖπεν αὐτοῖς τὴν ἐπίθεσιν τοῦ Πεισιστράτου· καὶ οὐ μόνον, ἀλλὰ καὶ βοηθεῖν ἕτοιμος εἶναι, λέγων ταῦτα· «Ἄνδρες Ἀθηναῖοι, τῶν μὲν σοφώτερος, τῶν δὲ ἀνδρειότερός εἰμι· σοφώτερος μὲν τῶν τὴν ἀπάτην τοῦ Πεισιστράτου μὴ συνιέντων, ἀνδρειότερος δὲ τῶν ἐπισταμένων μὲν, διὰ δέος δὲ σιωπώντων.» Καὶ ἡ βουλὴ, Πεισιστρατίδαι ὄντες, μαίνεσθαι ἔλεγον αὐτόν· ὅθεν εἶπε ταυτί· Δείξει δὴ μανίην μὲν ἐμὴν βαιὸς χρόνος ἀστοῖς, δείξει, ἀληθείης ἐς μέσον ἐρχομένης. Τὰ δὲ περὶ τῆς τοῦ Πεισιστράτου τυραννίδος ἐλεγεῖα προλέγοντος αὐτοῦ ταῦτα ἦν· Ἐκ νεφέλης φέρεται χιόνος μένος ἠδὲ χαλάζης· βροντή τʼ ἐκ λαμπρῆς γίγνεται ἀστεροπῆς· ἀνδρῶν δʼ ἐκ μεγάλων πόλις ὄλλυται· ἐς δὲ μονάρχου δῆμος ἀϊδρείῃ δουλοσύνην ἔπεσεν. Ἤδη δὲ αὐτοῦ κρατοῦντος οὐ πείθων ἔθηκε τὰ ὅπλα πρὸ τοῦ στρατηγίου καὶ εἰπὼν, «Ὦ πατρὶς, βεβοήθηκά σοι καὶ λόγῳ καὶ ἔργῳ,» ἀπέπλευσεν εἰς Αἴγυπτον καὶ εἰς Κύπρον, καὶ πρὸς Κροῖσον ἦλθεν.

Λαέρτιος Διογένης : Γέγονε δὲ ἔφορος κατὰ τὴν πεντηκοστὴν πέμπτην Ὀλυμπιάδα. Παμφίλη δέ φησι κατὰ τὴν ἕκτην· καὶ πρῶτον ἔφορον γενέσθαι ἐπὶ Εὐθυδήμου, ὥς φησι Σωσικράτης.

Λαέρτιος Διογένης : Τότε δʼ οὖν τὸν Πιττακὸν ἰσχυρῶς ἐτίμησαν οἱ Μυτιληναῖοι, καὶ τὴν ἀρχὴν ἐνεχείρισαν αὐτῷ. Ὁ δὲ δέκα ἔτη κατασχὼν καὶ εἰς τάξιν ἀγαγὼν τὸ πολίτευμα, κατέθετο τὴν ἀρχὴν, καὶ δέκα ἐπεβίω ἄλλα. Καὶ χώραν αὐτῷ ἀπένειμαν οἱ Μυτιληναῖοι· ὁ δὲ ἱερὰν ἀνῆκεν, ἥτις νῦν Πιττάκειος καλεῖται. Σωσικράτης δέ φησιν ὅτι ὀλίγον ἀποτεμόμενος ἔφη τὸ ἥμισυ τοῦ παντὸς πλεῖον εἶναι.

Λαέρτιος Διογένης : Σωσικράτης δέ φησι πρότερον Κροίσου τελευτῆσαι αὐτὸν ἔτεσι τετταράκοντα καὶ ἑνὶ, πρὸ τῆς τεσσαρακοστῆς ἐννάτης Ὀλυμπιάδος.

Λαέρτιος Διογένης : Λέγει δὲ αὐτὸν Σωσικράτης ἐλθεῖν εἰς Ἀθήνας κατὰ τὴν τεσσαρακοστὴν ἑβδόμην Ὀλυμπιάδα, ἐπὶ ἄρχοντος Εὐκράτους.

Λαέρτιος Διογένης : Μύσων Στρύμωνος, ὥς φησι Σωσικράτης, Ἕρμιππον παρατιθέμενος, τὸ γένος Χηνεὺς, ἀπὸ κώμης τινὸς Οἰταϊκῆς ἢ Λακωνικῆς, σὺν τοῖς ἑπτὰ καταριθμεῖται. Λέγεται δὴ πρός τινος Ἀναχάρσιδος πυνθανομένου εἴ τις αὐτοῦ σοφώτερος εἴη, τὴν Πυθίαν εἰπεῖν ἅπερ προείρηται ἐν τῷ Θαλοῦ βίῳ ὑπὲρ Χείλωνος· Οἰταῖόν τινά φημι Μύσωνʼ ἐνὶ Χηνὶ γενέσθαι σοῦ μᾶλλον πραπίδεσσιν ἀρηρότα πευκαλίμῃσι. Πολυπραγμονήσαντα δὲ ἐλθεῖν εἰς τὴν κώμην καὶ εὑρεῖν αὐτὸν θέρους ἐχέτλην ἀρότρῳ προσαρμόττοντα, καὶ εἰπεῖν, «Ἀλλʼ, ὦ Μύσων, οὐχ ὥρα νῦν ἀρότρου». «Καὶ μάλα,» εἶπεν, «ὥστε ἐπισκευάζειν.» Ἄλλοι δὲ τὸν χρησμὸν οὕτως ἔχειν φασί «Ἠτεῖόν τινά φημι·» καὶ ζητοῦσι τί ἐστιν ὁ Ἠτεῖος. Παρμενίδης μὲν οὖν δῆμον εἶναι Λακωνικῆς, ὅθεν εἶναι τὸν Μύσωνα. Σωσικράτης δʼ ἐν Διαδοχαῖς, ἀπὸ μὲν πατρὸς Ἠτεῖον εἶναι, ἀπὸ δὲ μητρὸς Χηνέα. Εὐθύφρων δʼ ὁ Ἡρακλείδου τοῦ Ποντικοῦ, Κρῆτά φησιν εἶναι· Ἠτείαν γὰρ πόλιν εἶναι Κρήτης· Ἀναξίλαος δʼ Ἀρκάδα.

Λαέρτιος Διογένης : Σωσικράτης δὲ ἐν Διαδοχαῖς φησὶν αὐτὸν ἐρωτηθέντα ὑπὸ Λέοντος τοῦ Φλιασίων τυράννου, τίς εἴη; Φιλόσοφος, εἰπεῖν.

Λαέρτιος Διογένης : Ἔνιοι δὲ καὶ Διατριβῶν αὐτόν φασιν ἓξ γεγραφέναι· οἱ δʼ οὐδʼ ὅλως γράψαι· ὧν ἐστι καὶ Σωσικράτης ὁ Ῥόδιος.

Λαέρτιος Διογένης : Πρῶτος ἐδίπλωσε τὸν τρίβωνα, καθά φησι Διοκλῆς, καὶ μόνῳ αὐτῷ ἐχρῆτο· βάκτρον τε ἀνέλαβε καὶ πήραν· πρῶτον δὲ καὶ Νεάνθης φησὶν διπλῶσαι θοιμάτιον· Σωσικράτης δʼ ἐν τρίτῃ Διαδοχῶν, Διόδωρον τὸν Ἀσπένδιον καὶ πώγωνα καθεῖναι καὶ βάκτρῳ καὶ πήρᾳ χρῆσθαι.

Ἀθήναιος : Σωσικράτης δʼ ἐν τρίτῳ Φιλοσόφων διαδοχῆς βαθεῖ πώγωνι χρήσασθαι τὸν Διόδωρον ἱστορεῖ, καὶ τρίβωνα ἀναλαβεῖν, κόμην τε φορῆσαι, κατά τινα τῦφον τὴν ἐπιτήδευσιν ταύτην προσαγαγόντα, τῶν πρὸ αὐτοῦ Πυθαγορικῶν λαμπρᾷ τε ἐσθῆτι ἀμφιεννυμένων, καὶ λουτροῖς καὶ ἀλείμμασι, κουρᾷ τε τῇ συνήθει χρωμένων.

Λαέρτιος Διογένης : Σωσικράτης δʼ ἐν τῷ πρώτῳ τῆς Διαδοχῆς, καὶ Σάτυρος ἐν τῷ τετάρτῳ τῶν Βίων, οὐδὲν εἶναι Διογένους φασί.

Ἀθήναιος : Καὶ Κράτης δʼ ὁ κυνικὸς, ὥς φησι Σωσικράτης ἐν ταῖς Διαδοχαῖς, ἐπερράπισε Δημήτριον τὸν Φαληρέα, σὺν τῇ πήρᾳ τῶν ἄρτων καὶ λάγυνον πέμψαντα οἴνου· Εἴθε γὰρ, ἔφη, τὰς κρήνας καὶ ἄρτους ἦν φέρειν.

Λαέρτιος Διογένης : Παναίτιος δὲ καὶ Σωσικράτης μόνας αὐτοῦ τὰς Ἐπιστολὰς φασί· τὰ δὲ ἄλλα τοῦ περιπατητικοῦ Ἀρίστωνος.