ΙΤΑΛΙΚΑ.
Πλούταρχος : Κομμίνιος Σοῦπερ Λαυρεντῖνος, ἔχων υἱὸν ἐξ Ἐγερίας νύμφης Κομμίνιον, ἐπήγαγε μητρυιὰν Γιδίκαν· ἥτις ἐρασθεῖσα τοῦ προγόνου καὶ ἀποτυχοῦσα, βρόχῳ κατέστρεψε τὸν βίον, ἐπιστολὰς καταλείψασα ψευδεῖς. Ὁ δὲ Κομμίνιος ἀναγνοὺς τὰ ἐγκλήματα, καὶ τῷ ζήλῳ πιστεύσας, ἐπεκαλέσατο τὸν Ποσειδῶνα. Ὁ δὲ τῷ παιδὶ ἐπὶ ἅρματος ὀχουμένῳ ταῦρον ἔδειξε, καὶ οἱ ἵπποι τὸν νέον σύραντες ἀπώλεσαν· ὡς Δοσίθεος ἐν τρίτῳ Ἰταλικῶν.
Πλούταρχος : Ἤβιος Τολίειξ γήμας Νουκερίαν, ἔσχε δύο παῖδας ἐκ ταύτης. Ἔσχε δὲ καὶ ἐξ ἀπελευθέρας κάλλει περίβλεπτον Φίρμον, ὃν τῶν γνησίων μᾶλλον ἔστεργε. Ἡ δὲ Νουκερία πρὸς τὸν πρόγονον μισοπονήρως διακειμένη, τοὺς παῖδας ἀνέπειθεν αὐτὸν ἀναιρεῖν. Τῶν δʼ εὐσεβῶς ἀνανευσάντων, αὐτὴ τὸν φόνον ἐνήργησε, καὶ νυκτὸς τοῦ σωματοφύλακος τὸ ξίφος ἑλκύσασα καιρίως ἔτρωσε τὸν κοιμώμενον, ἐγκαταλιποῦσα τὸ ξίφος. Τοῦ δὲ σωματοφύλακος ὑποπτευθέντος, ὁ παῖς τὴν ἀλήθειαν λέγει. Ὁ δὲ τοῦτον θάψας, τὴν γυναῖκα ἐφυγάδευσεν· ὡς Δοσίθεος ἐν τρίτῳ Ἰταλικῶν.
Πλούταρχος : Φάβιος Φαβρικιανὸς, τοῦ μεγάλου συγγενὴς Φαβίου, πορθήσας Τούξιον μητρόπολιν Σαυνιτῶν, τὴν παρʼ αὐτοῖς τιμωμένην νικηφόρον Ἀφροδίτην ἔπεμψεν εἰς Ῥώμην. Τούτου γυνὴ Φαβία μοιχευθεῖσα ὑπό τινος εὐπρεποῦς νεανίου, τοὔνομα Πετρωνίου Οὐαλεντίνου, τὸν ἄνδρα ἐδολοφόνησε. Φαβία δὲ τὸν ἀδελφὸν ἔτι νήπιον Φαβρικιανὸν τῶν κινδύνων ἐρρύσατο, καὶ ἔπεμψε κρύφα τραφησόμενον. Ἀκμάσας δὲ ὁ νεανίας τήν τε μητέρα καὶ τὸν μοιχὸν ἀπέκτεινε, καὶ ἀπελύθη ὑπὸ τῆς συγκλήτου· ὡς ἱστορεῖ Δοσίθεος ἐν τρίτῳ Ἰταλικῶν.
ΣΙΚΕΛΙΚΑ.
Πλούταρχος : Κυάνιππος γένει Συρακούσιος μόνῳ Διονύσῳ οὐκ ἔθυεν· ὁ δὲ θεὸς ὀργισθεὶς μέθην ἐνέσκηψε, καὶ ἐν τόπῳ σκοτεινῷ τὴν θυγατέρα ἐβιάσατο, Κυάνην. Ἡ δὲ τὸν δακτύλιον περιελομένη ἔδωκε τῇ τροφῷ, ἐσόμενον ἀναγνώρισμα. Λοιμωξάντων δὲ, καὶ τοῦ Πυθίου εἰπόντος μὲν, δεῖν τὸν ἀσεβῆ τροπαίοις θεοῖς σφαγιάσαι, τῶν δʼ ἄλλων ἀγνοούντων τὸν χρησμὸν, γνοῦσα ἡ Κυάνη, καὶ ἐπιλαβομένη τῶν τριχῶν, εἷλκε, καὶ αὐτὴ κατασφάξασα τὸν πατέρα, ἑαυτὴν ἐπέσφαξε· καθάπερ Δοσίθεος ἐκ τῷ τρίτῳ Σικελικῶν.
ΑΙΤΩΛΙΚΑ.
Πλούταρχος : Εὔηνος Ἄρεος καὶ Στερόπης, τὴν Οἰνομάου γήμας Ἀλκίππην, ἐγέννησε θυγατέρα Μάρπησσαν, ἣν παρθένον ἐφρούρει. Ἰδὼν δὲ αὐτὴν χορεύουσαν Ἴδας ὁ Ἀφάρητος καὶ ἁρπάσας ἐκ χοροῦ ἔφυγεν. Ὁ δὲ πατὴρ διώξας, καὶ μὴ συλλαβὼν, εἰς τὸν Λυκόρμαν ἔρριψεν ἑαυτὸν ποταμὸν, καὶ ἀθάνατος ἐγένετο· ὡς Δοσίθεος ἐν πρώτῳ Ἰταλικῶν.
ΛΥΔΙΑΚΑ.
Πλούταρχος : Σαρδιανοὶ πρὸς Σμυρναίους πόλεμον ἔχοντες περὶ τὰ τείχη ἐστρατοπεδεύσαντο, καὶ διὰ πρεσβέων ἔπεμψαν, μὴ πρότερον ἀναχωρῆσαι, ἐὰν μὴ τὰς γυναῖκας συνελθεῖν αὐτοῖς συγχωρήσωσι. Τῶν δὲ Σμυρναίων διὰ τὴν ἀνάγκην μελλόντων πάσχειν κακῶς, θεραπαινὶς ἦν μία τῶν εὐσχημόνων, ἣ προσδραμοῦσα ἔφη τῷ δεσπότῃ Φιλάρχῳ· Δεῖ τὰς θεραπαίνας κοσμήσαντας ἀντʼ ἐλευθέρων πέμπειν. Ὃ δὴ καὶ ἔδρασαν. Οἱ δὲ κοπωθέντες ὑπὸ τῶν θεραπαινῶν, ἑάλωσαν. Ὅθεν καὶ νῦν παρὰ Σμυρναίοις ἑορτὴ λέγεται Ἐλευθέρια, ἐν ᾗ αἱ δοῦλαι τὸν κόσμον τῶν ἐλευθέρων φοροῦσιν· ὡς Δοσίθεος ἐν τρίτῳ Λυδιακῶν.
ΠΕΛΟΠΙΔΑΙ.
Πλούταρχος : Πέλοψ, Ταντάλου καὶ Εὐρυανάσσης, γήμας Ἱπποδάμειαν, ἔσχεν Ἀτρέα καὶ Θυέστην· ἐκ δὲ Δαναΐδος νύμφης Χρύσιππον, ὃν πλέον τῶν γνησίων ἔστερξε. Λάϊος δὲ ὁ Θηβαῖος, ἐπιθυμήσας, ἥρπασεν αὐτόν. Καὶ συλληφθεὶς ὑπὸ Θυέστου καὶ Ἀτρέως, ἐλέους ἔτυχε παρὰ Πέλοπος διὰ τὸν ἔρωτα. Ἱπποδάμεια δʼ ἀνέπειθεν Ἀτρέα καὶ Θυέστην ἀναιρεῖν αὐτὸν, εἰδυῖα ἔσεσθαι ἔφεδρον βασιλείας. Τῶν δʼ ἀρνησαμένων, αὐτὴ τῷ μύσει τὰς χεῖρας ἔχρισε. Νυκτὸς γὰρ βαθείας κοιμωμένου Λαΐου, τὸ ξίφος ἑλκύσασα καὶ τρώσασα τὸν Χρύσιππον, ἐγκαταπήγνυσι τὸ ξίφος. Ὑπονοηθεὶς δὲ ὁ Λάϊος διὰ τὸ ξίφος, ῥύεται ὑπὸ ἡμιθνῆτος τοῦ Χρυσίππου τὴν ἀλήθειαν ὁμολογήσαντος· ὁ δὲ θάψας, τὴν Ἱπποδάμειαν ἐξώρισεν· ὡς Δοσίθεος ἐν Πελοπίδαις.
Στέφανος ὁ Βυζάντιος : Δώριον, πόλις μία τῶν τριῶν· Ὅμηρος·
καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον. Δοσίθεος ἐν αὐτῇ τῇ πόλει φησὶν ὑπὸ Θαμύρα εὑρεθῆναι τὴν Δώριον ἁρμονίαν.