eul_wid: jbu-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Attic Antiquities and Festivals by Istros the Callimachean

The Attic Antiquities and Festivals is a lost prose compilation by the third-century BCE Alexandrian scholar Istros the Callimachean. An antiquarian work of systematic scholarship, it gathered excerpts concerning Athenian history, customs, and religious festivals from earlier authors. It survives only in fragments preserved through citations by later grammarians and encyclopedists, including Athenaeus, the Suda, and the Great Etymologicon; some sixty-seven such testimonia have been assembled. Based on these fragments and its title, the work’s scope encompassed detailed accounts of Athenian religious festivals, such as the Panathenaia and the Apaturia, along with their associated rituals for deities including Hephaestus and Dionysus. It also treated the mythological origins and aetiologies of Athenian cult practices and institutions, local Attic history and legends, and early Athenian laws and social customs. As a product of the Callimachean scholarly tradition, the compilation exemplifies the Hellenistic effort to organise and systematize knowledge. It served as an important source for later Roman and Byzantine antiquarians and provides modern historians with valuable evidence for reconstructing both Athenian religious practice and the methods of Alexandrian scholarship.

ἈΤΤΙΚΑ.

Σοῦδα Τιτανίδα γῆν: ... Ἴστρος ἐν αʹ Ἀττικῶν, Τιτᾶνας βοᾷν· ἐβοήθουν γὰρ τοῖς ἀνθρώποις ἐπακούοντες, ὡς Νίκανδρος ἐν αʹ Αἰτωλικῶν.

Μιχαὴλ Ἀποστόλιος ὁ Παροιμιογράφος : Τιτανίδα παροικεῖς, ἐπὶ τῶν φιλοθέων. Οἱ μὲν τὴν πᾶσαν γῆν, οἱ δὲ τὴν Ἀττικὴν ἀπὸ Τιτηνίου, ἑνὸς τῶν Τιτάνων ἀρχαιοτέρου, οἰκήσαντος περὶ Μαραθῶνα, ὃς μόνος οὐκ ἐστράτευσεν ἐπὶ τοὺς θεοὺς, ὡς Φιλόχορος ἐν Τετραπόλει καὶ Ἴστρος ἐν πρώτῃ τῶν Ἀττικῶν.

Οὐαλέριος Ἁρποκρατίων : Λαμπάς. ... Τρεῖς ἄγουσιν Ἀθηναῖοι ἑορτὰς λαμπάδας, Παναθηναίοις, καὶ Ἡφαιστείοις, καὶ Προμηθείοις, ὡς Πολέμων φησὶν ἐν τῷ περὶ τῶν ἐν τοῖς προπυλαίοις πινάκων. Ἴστρος δʼ ἐν πρώτῃ τῶν Ἀτθίδων, εἰπὼν ὡς ἐν τῇ τῶν Ἀπατουρίων ἑορτῇ Ἀθηναίων οἱ καλλίστας στολὰς ἐνδεδυκότες, λαβόντες ἡμμένας λαμπάδας ἀπὸ τῆς ἑστίας, ὑμνοῦσι τὸν Ἥφαιστον θύοντες, ὑπόμνημα τοῦ κατανοήσαντα τὴν χρείαν τοῦ πυρὸς διδάξαι τοὺς ἄλλους.

Φώτιος, Σοῦδα Λαμπάδος: Ἴστρος δέ φησι λαμπάδα νομίσαι ποιεῖν πρῶτον Ἀθηναίους Ἡφαίστῳ θύοντας,

Οὐαλέριος Ἁρποκρατίων : Θεοίνια· Λυκοῦργος ἐν τῇ διαδικασίᾳ Κροκωνιδῶν πρὸς Κοιρωνίδας. Τὰ κατὰ δήμους Διονύσια Θεοίνια ἐλέγετο, ἐν οἷς οἱ γεννῆται ἐπέθυον. Τὸν γὰρ Διόνυσον Θέοινον ἔλεγον, ὡς δηλοῖ Αἰσχύλος καὶ Ἴστρος ἐν πρώτῳ Συναγωγῶν.

Τὸν ἐφέσπερον. Τὸν Αἰγάλεών φησι Σοφοκλῆς. Καὶ γὰρ τοῦτο ἐπʼ ἐσχάτων ἐστὶ τοῦ δήμου τούτου. Καταλέγουσι δὲ χωρία, παρʼ ἃ μάλιστα εἰκάζουσι τὴν συμβολὴν γενέσθαι τοῖς περὶ τὸν Κρέοντα καὶ Θησέα. Πέτρας δὲ νιφάδος ἂν εἴη λέγων ὁ Σοφοκλῆς τὴν οὕτω λεγομένην λείαν πέτραν, ἢ τὸν Αἰγάλεων λόφον, ἃ δὴ περίχωριά φασιν εἶναι, καθάπερ Ἴστρος ἐν τῇ πρώτῃ τῶν Ἀτάκτων ἱστορεῖ, οὕτως· «Ἀπὸ δὲ τῆς παραλίας ἐπὶ μὲν λείαν πέτραν.» Καὶ μετʼ ὀλίγα· «Ἀπὸ τούτου δὲ ἕως Κολωνοῦ παρὰ τὸν Χαλκοῦν προσαγορευόμενον, ὅθεν πρὸς τὸν Κηφισὸν ἕως τῆς μυστικῆς εἰσόδου εἰς Ἐλευσῖνα· ἀπὸ ταύτης δὲ βαδιζόντων εἰς Ἐλευσῖνα τὰ ἐπαριστερὰ μέχρι τοῦ λόφου τοῦ πρὸς ἀνατολὴν τοῦ Αἰγάλεω.»

Οὐαλέριος Ἁρποκρατίων : Παναθήναια. ... Ἤγαγε δὲ τὴν ἑορτὴν πρῶτος Ἐριχθόνιος ὁ Ἡφαίστου. ... Πρὸ τούτου Ἀθήναια ἐκαλεῖτο, ὡς δεδήλωκεν Ἴστρος ἐν τρίτῃ τῶν Ἀττικῶν.

Σοῦδα : Ταυροπόλον, τὴν Ἄρτεμιν, ὅτι ὡς ταῦρος περίεισι πάντα, ὡς Ἀπολλόδωρος· Ἴστρος δʼ ἐν τρίτῳ Ἀτάκτων, ὅτι τὸν ὑπὸ Ποσειδῶνος ἐπιπεμφθέντα Ἱππολύτῳ ταῦρον ἐξῴστρησεν ἐπὶ πᾶσαν γῆν.

Ἴστρος ἐν τῇ τετάρτῃ μητέρα τῶν Εὐμενίδων Εὐωνύμην ἀναγράφει, ἣν νομίζεσθαι Γῆν.

Μιχαὴλ Ἀποστόλιος ὁ Παροιμιογράφος : Ὁμολώϊος Ζεύς. Ἴστρος ἐν τῇ δωδεκάτῃ τῆς Συναγωγῆς, διὰ τὸ παρʼ Αἰολεῦσι τὸ ὁμονοητικὸν καὶ εἰρηνικὸν ὅμολον λέγεσθαι. Ἔστι δὲ καὶ Δημήτηρ Ὁμολωΐα ἐν Θήβαις.

Ἀριστοφάνους Σχόλια : Κρήνη ἐν ἀκροπόλει ἡ Κλεψύδρα, ἧς Ἴστρος ἐν τῇ ιβʹ μέμνηται, τὰ παρὰ τοῖς συγγραφεῦσιν ἀναλεγόμενος· οὕτως δὲ ὠνόμασται, ἐπειδὴ ἀρχομένων τῶν ἐτησίων πληροῦται, παυομένων δὲ λήγει, ὁμοίως τῷ Νείλῳ, ὥσπερ καὶ τὴν ἐν Δήλῳ κρήνην. Εἰς ταύτην δέ φησιν ᾑματωμένην φιάλην πεσοῦσαν ὀφθῆναι ἐν τῷ Φαληρικῷ, ἀπέχοντι σταδίους εἴκοσι· φασὶ δὲ αὐτὴν ἀπέραντον βάθος ἔχειν, τὸ δὲ ὕδωρ ἁλμυρόν.

Πλούταρχος : Ἴδιον δέ τινα καὶ παρηλλαγμένον ὅλως λόγον ὁ Ἴστρος ἐν τῇ τρισκαιδεκάτῃ τῶν Ἀττικῶν ἀναφέρει περὶ Αἴθρας, ὡς ἐνίων λεγόντων Ἀλέξανδρον μὲν, τὸν ἐν Θεσσαλίᾳ Πάριν, ὑπʼ Ἀχιλλέως καὶ Πατρόκλου μάχῃ κρατηθῆναι παρὰ τὸν Σπερχειὸν, Ἕκτορα δὲ τὴν Τροιζηνίων πόλιν λαβόντα διαρπάσαι, καὶ τὴν Αἴθραν ἀπάγειν ἐκεῖ καταλειφθεῖσαν. Ἀλλὰ τοῦτο μὲν ἔχει πολλὴν ἀλογίαν.

Οὐαλέριος Ἁρποκρατίων : Ὀσχοφόροι. ... Ὁ δὲ Ἴστρος ἐν τῇ ιγʹ περὶ Θησέως λέγων γράφει οὕτως· «Ἕνεκα τῆς κοινῆς σωτηρίας νομίσαι τοὺς καλουμένους ὀσχοφόρους καταλέγειν δύο τῶν γένει καὶ πλούτῳ προὐχόντων.»

Ἀθήναιος : Θησεὺς Ἑλένην ἁρπάσας, ἑξῆς καὶ Ἀριάδνην ἥρπασεν. Ἴστρος γοῦν ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν Ἀττικῶν καταλέγων τὰς τοῦ Θησέως γενομένας γυναικὰς, φησὶ τὰς μὲν αὐτῶν ἐξ ἔρωτος γεγενῆσθαι, τὰς δʼ ἐξ ἁρπαγῆς, ἄλλας δʼ ἐκ νομίμων γάμων· ἐξ ἁρπαγῆς μὲν Ἑλένην, Ἀριάδνην, Ἱππολύτην καὶ τὰς Κερκυόνος καὶ Σίνιδος θυγατέρας· νομίμως δʼ αὐτὸν γῆμαι Μελίβοιαν, τὴν Αἴαντος μητέρα.

Φώτιος : Θεὸς ἡ Ἀναίδεια. Ἐτιμᾶτο δὲ καὶ Ἀθήνησιν ἡ Ἀναίδεια, καὶ ἱερὸν ἦν αὐτῆς, ὡς Ἴστρος ἐν ιδʹ.

Οὐαλέριος Ἁρποκρατίων : Γραπεζοφόρος. Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας ὅτι ἱερωσύνης ὄνομά ἐστιν ἡ τραπεζοφόρος· ὅτι αὐτή τε καὶ ἡ κοσμὼ συνδιέπουσι πάντα τῇ τῆς Ἀθηνᾶς ἱερείᾳ, αὐτός τε ὁ ῥήτωρ ἐν τῷ αὐτῷ λόγῳ δεδήλωκε καὶ Ἴστρος ἐν ἕκτῃ καὶ δεκάτῃ τῶν Ἀττικῶν συναγωγῶν.

Ἀριστοφάνους Σχόλια : Τῇ Ἔρσῃ πομπεύουσι, τῇ Κέκροπος θυγατρὶ, ὡς ἱστορεῖ Ἴστρος.

Οὐαλέριος Ἁρποκρατίων : Ἐπενεγκεῖν δόρυ ἐπὶ τῆς ἐκφορᾶς καὶ προαγορεύειν ἐπὶ τῶν μνημάτων. Δημοσθένης κατʼ Εὐέργου καὶ Μνησιβούλου ταῦτα φησιν ἐπὶ τοῦ βιαίως ἀποθανόντος. Ἴστρος δὲ ἐν τῇ συναγωγῇ τῶν Ἀτθίδων περὶ Προκρίδος καὶ Κεφάλου εἰπὼν γράφει ταυτὶ· «Τινὲς δὲ ἐπὶ τοῦ τάφου δόρυ καταπεπηχότα τὸν Ἐρεχθέα φασὶ πεποιῆσθαι παρακαταθέμενόν τε καὶ τὸ πάθος σημαίνοντα, διὰ τὸ νόμιμον εἶναι τοῖς προσήκουσι τοῦτον τὸν τρόπον μετέρχεσθαι τοὺς φονέας.»

Τζέτζης : Εὔμολπος, οὐχ ὁ Θρᾲξ κατὰ τὸν Ἴστρον ἐν τῇ Συναγωγῇ, ἀλλʼ ὁ θεὶς τὰ μυστήρια, ἐκέλευσε ξένους μὴ μυεῖσθαι· ἐλθόντος δὲ τοῦ Ἡρακλέους ἐν Ἐλευσῖνι, καὶ θέλοντος μυεῖσθαι, τὸν μὲν τοῦ Εὐμόλπου νόμον φυλάττοντες, θέλοντες δὲ καὶ τὸν κοινὸν εὐεργέτην Ἡρακλέα θεραπεῦσαι, οἱ Ἐλευσίνιοι ἐπʼ αὐτῷ τὰ μικρὰ ἐποιήσαντο μυστήρια· οἱ δὲ μυούμενοι μυρσίνῃ ἐστέφοντο.

Ζητεῖται, τί δήποτε οἱ Εὐμολπίδαι τῶν τελετῶν ἐξάρχουσι, ξένοι ὄντες. Εἴποι δʼ ἄν τις, ὅτι ἀξιοῦσιν ἔνιοι, πρῶτον Εὔμολπον ποιῆσαι τὸν Δηϊόπης τῆς Τριπτολέμου τὰ ἐν Ἐλευσῖνι μυστήρια, καὶ οὐ τὸν Θρᾷκα, καὶ τοῦτο ἱστορεῖν Ἴστρον ἐν τῷ περὶ τῶν ἀτάκτων.

Τζέτζης : Μετὰ τὴν ὑφʼ Ἡρακλέους γενομένην τῆς Τροίας ἅλωσιν Τελαμὼν Θεάνειραν, τὴν καὶ Ἡσιόνην, γέρας ὡς ἐξαίρετον ἔλαβεν, ὡς Ἴστρος ἐν Συμμίκτοις φησίν.

Πινδαρικὴ ὑπόμνησις : Ἐν Ἀθήναις φασὶν εὑρῆσθαι τὴν παλαιστρικὴν ὑπὸ Φόρβαντος τοῦ παιδοτρίβου Θησέως. Φερεκύδης δὲ ἡνίοχον τὸν Φόρβαντά φησι Θησέως, σὺν ᾧ καὶ τὴν Ἀμαζόνα ἁρπάζει. Καὶ Πολέμων δὲ ἱστορεῖ, πάλην εὑρηκέναι Φόρβαντα Ἀθηναῖον. Ὅτι δὲ Θησεὺς παρʼ Ἀθηνᾶς ἔμαθε τὴν πάλην, Ἴστρος ἱστορεῖ.

Λαέρτιος Διογένης : Ἴστρος φησὶν αὐτὸν τὸν Ξενοφῶντα φυγεῖν κατὰ ψήφισμα Εὐβούλου, καὶ κατελθεῖν κατὰ ψήφισμα τοῦ αὐτοῦ.

Ὁ δʼ Ἴστρος τῆς Δήμητρος εἶναί φησι στέμμα τὴν μυῤῥίνην καὶ τὴν μίλακα, περὶ ἧς γίνεσθαι τὴν διαδικασίαν. Καὶ τὸν ἱεροφάντην δὲ καὶ τὰς ἱεροφάντιδας καὶ τὸν δᾳδοῦχον καὶ τὰς ἄλλας ἱερείας μυῤῥίνης ἔχειν στέφανον· διʼ ἃ καὶ τὴν Δήμητρα προσθέσθαι ταύτην φησί.

Οὐαλέριος Ἁρποκρατίων : Τριτομηνίς. ... Τὴν τρίτην τοῦ μηνὸς τριτομηνίδα ἐκάλουν. Δοκεῖ δὲ γενέθλιος τῆς Ἀθηνᾶς. Ἴστρος δὲ καὶ Τριτογένειαν αὐτήν φησι διὰ τοῦτο λέγεσθαι, τὴν αὐτὴν Σελήνην νομιζομένην.

Ἴστρος καὶ τὸν ἀριθμὸν αὐτῶν τῶν μορίων δεδήλωκε, γράφων οὕτως· … Ἔνιοι κλάδον τὸν τῆς ἐν Ἀκαδημίᾳ ἐλαίας, ἀπὸ τῆς ἐν ἀκροπόλει φυτευθῆναί φασιν.

Οὐαλέριος Ἁρποκρατίων : Ἀνθεστηριών· ὄγδοος μὴν οὗτος παρʼ Ἀθηναίοις, ἱερὸς Διονύσου. Ἴστρος δὲ ἐν τοῖς τῆς Συναγωγῆς κεκλῆσθαί φησιν αὐτὸν διὰ τὸ πλεῖστα τῶν ἐκ τῆς γῆς ἀνθεῖν τότε.

Οὐαλέριος Ἁρποκρατίων : Κοιρωνίδαι. ... Ἔστι δὲ γένος οἱ Κοιρωνίδαι, περὶ ὧν Ἴστρος ἐν τῇ συναγωγῇ τῆς Ἀτθίδος φησίν. Ὠνομασμένον δʼ ἂν εἴη ἀπὸ Κοίρωνος, ὃν νόθον ἀδελφὸν εἶναί φασι τοῦ Κρόκωνος· παρʼ ὃ καὶ ἐντιμοτέρους εἶναι τοὺς Κροκωνίδας.

Ἴστρος μνημονεύει τοῦ χαλκοῦ ὀδοῦ καὶ Ἀστυδάμας.

Οὐαλέριος Ἁρποκρατίων : Παιανιεῖς καὶ Παιονίδα. ... Εἰσὶ δὲ διττοὶ δῆμοι Παιανιέων τῆς Πανδιονίδος φυλῆς. ... διαφέρουσι δὲ οὗτοι τῶν Παιονιδῶν, ὡς Ἴστρος ἐν Ἀτάκτῳ ὑποσημαίνει. Μνημονεύουσι δὲ καὶ τούτων οἱ ῥήτορες. ... Δῆμος δέ ἐστι καὶ οὗτος τῆς Λεοντίδος.

Σοῦδα : Περιστίαρχος, ὁ περικαθαίρων τὴν ἑστίαν καὶ τὴν ἐκκλησίαν καὶ τὴν πόλιν· ἀπὸ τῆς ἑστίας, ἢ τοῦ περιστείχειν. Ἴστρος δὲ ἐν τοῖς Ἀττικοῖς, «Περίστια, φησὶ, προσαγορεύεται τὰ καθάρσια· καὶ οἱ τὰ ἱερὰ καθαίροντες περιστίαρχοι· ἔξωθεν γὰρ περιέρχονται, μαχαιροφοροῦντος ἑκάστου τῶν ἱερῶν, οἰκίαις περιειλημμένοι δημοσίαις, καὶ περίδρομον ἔχοντες.»

ΑΙ ΑΠΟΛΛΩΝΟΣ ΕΠΙΦΑΝΕΙΑΙ.

Οὐαλέριος Ἁρποκρατίων : Φαρμακός. ... Δύο ἄνδρας Ἀθήνησιν ἐξῆγον, καθάρσια ἐσομένους τῆς πόλεως ἐν τοῖς Θαργηλίοις, ἕνα μὲν ὑπὲρ τῶν ἀνδρῶν, ἕνα δὲ ὑπὲρ τῶν γυναικῶν. Ὅτι δὲ ὄνομα κύριόν ἐστιν ὁ Φαρμακός, ἱερὰς δὲ φιάλας τοῦ Ἀπόλλωνος κλέψας ἁλοὺς ὑπὸ τῶν περὶ τὸν Ἀχιλλέα κατελεύσθη, καὶ τὰ τοῖς Θαργηλίοις ἀγόμενα τούτων ἀπομιμήματά ἐστιν, Ἴστρος ἐν πρώτῳ τῶν Ἀπόλλωνος ἐπιφανειῶν εἴρηκεν.

Φώτιος : Τριττύαν θυσίαν· ... Ἴστρος δὲ ἐν μὲν Ἀπόλλωνος ἐπιφανείαις ἐκ βοῶν, αἰγῶν, ὑῶν ἀῤῥένων, πάντων τριετῶν.

Καὶ ἡ ἐν Δήλῳ δὲ τοῦ ἀγάλματος αὐτοῦ τοῦ Ἀπόλλωνος ἀφίδρυσις ἔχει ἐν μὲν τῇ δεξιᾷ τόξον, ἐν δὲ τῇ ἀριστερᾷ Χάριτας, τῶν τῆς μουσικῆς ὀργάνων ἑκάστην τι ἔχουσαν· ἡ μὲν γὰρ λύραν κρατεῖ, ἡ δὲ αὐλοὺς, ἡ δὲ ἐν μέσῳ προκειμένην ἔχει τῷ στόματι σύριγγα. Ὅτι δʼ οὗτος οὐκ ἐμὸς ὁ λόγος, Ἀντικλῆς καὶ Ἴστρος ἐν ταῖς Ἐπιφανείαις περὶ τούτων ἀφηγήσαντο.

Ἀθήναιος : Ἴστρος δʼ ἐν τοῖς Ἀττικοῖς οὐδʼ ἐξάγεσθαί φησι τῆς Ἀττικῆς τὰς ἀπʼ αὐτῶν γινομένας ἰσχάδας, ἵνα μόνοι ἀπολαύοιεν οἱ κατοικοῦντες· καὶ ἐπεὶ πολλοὶ ἐνεφανίζοντο διακλέπτοντες, οἱ τούτους μηνύοντες τοῖς δικασταῖς ἐκλήθησαν τότε πρῶτον συκοφάνται.

ΠΤΟΛΕΜΑΙΣ.

Ἀθήναιος : Ἴστρος ὁ Καλλιμάχειος ἐν πρώτῳ Πτολεμαΐδος, τῆς ἐν Αἰγύπτῳ πόλεως, γράφει οὕτως «Κυλίκων Κονωνίων ζεῦγος, καὶ θηρικλείων χρυσοκλύστων ζεῦγος.»

ΑΙΓΥΠΤΙΩΝ ΑΠΟΙΚΙΑΙ.

Κωνσταντῖνος ὁ Πορφυρογέννητος : Κύπρος ἐκλήθη ἀπὸ Κύπρου τῆς θυγατρὸς Κινύρου, ἢ τῆς Βίβλου καὶ Ἀφροδίτης, ὡς Φιλοστέφανος ἐν τῷ περὶ νήσων καὶ Ἴστρος ἐν ἀποικίας Αἰγυπτίων ἱστόρησαν.

Κλήμης ὁ Ἀλεξανδρεύς : Ταύτην δὲ Ἴστρος ἐν τῷ περὶ τῆς Αἰγυπτίων ἀποικίας Προμηθέως θυγατέρα φησίν.

Στέφανος ὁ Βυζάντιος : Ὤλενος. ... Κέκληται δʼ ἀπʼ Ὠλένου τοῦ Διὸς, ὡς Ἴστρος ἐν Αἰγυπτίων ἀποικίαις· «Τῶν δὲ Δαναϊδῶν Ἀναξιθέας καὶ Διὸς Ὤλενον γενέσθαι τὸν ἄρξαντα τῶν Ὠλενίων.»

Στέφανος ὁ Βυζάντιος : Αἰγιαλὸς, μεταξὺ Σικυῶνος καὶ τοῦ Βουπρασίου καλούμενος τόπος, ἀπὸ Αἰγιαλέως τοῦ Ἰνάχου, ὡς Ἴστρος ἐν ἀποικίαις τῆς Αἰγύπτου.

ΑΡΓΟΛΙΚΑ.

Ἀθήναιος : Ἀπʼ ἀπίων καὶ ἡ Πελοπόννησος Ἀπία ἐκλήθη, διὰ τὸ ἐπιδαψιλεύειν ἐν αὐτῇ τὸ φυτὸν, φησὶν Ἴστρος ἐν τοῖς Ἀργολικοῖς.

Στέφανος ὁ Βυζάντιος : Ἀπία, οὕτως οἱ νεώτεροι τὸ Ἄργος ... Φησὶ δὲ καὶ τὰς ἀχράδας τὰς ἐν αὐτῇ τῇ χώρᾳ γιγνομένας Ἴστρος ἀπίους ἀπὸ ταύτης ὑπὸ τῶν ἔξωθεν λεχθῆναι.

ΗΛΙΑΚΑ.

Στέφανος ὁ Βυζάντιος : Φύτειον, πόλις Ἤλιδος τῆς κοίλης· ἀπὸ Φυτέως λέγων αὐτὴν ὠνομάσθαι Ἴστρος τετάρτῳ Ἠλιακῶν.

Πλατωνικὴ ὑπόμνησις : Πρὸς δύο οὐδʼ ὁ Ἡρακλῆς Ἐχεφυλλίδας δὲ, αὐτὸν τὸν Ἡρακλέα ὑπὸ Κτεάτου καὶ Εὐρύτου τῶν Μολιονιδῶν ἡττηθῆναι κατὰ τὴν ἐπʼ Αὐγέαν στρατείαν· διωχθέντα δὲ ἄχρι τῆς Βουπράσιδος, καὶ περιβλεψάμενον, ὡς οὐδεὶς ἐξίκετο τῶν πολεμίων, ἀναψῦξαί τε, καὶ ἐκ τοῦ παραῤῥέοντος ποταμοῦ πιόντα προσαγορεῦσαι· Τοῦτο ἡδὺ ὕδωρ. Ὃ νῦν δείκνυται ἰόντων ἐκ Δύμης εἰς Ἦλιν, καλούμενον ὑπὸ τῶν ἐγχωρίων βαδὺ ὕδωρ. Τὰ δὲ αὐτὰ καὶ Φερεκύδης καὶ Κώμαρχος καὶ Ἴστρος ἐν τοῖς Ἠλιακοῖς ἱστοροῦσι. Καὶ διὰ τοῦτο θεωροὺς τοὺς Μολιονίδας ἰόντας εἰς Κόρινθον λοχήσαντα τὸν Ἡρακλέα περὶ Κλεωνὰς ἀποκτεῖναι. Ὅθεν Ἠλείοις ἀπώμοτον εἶναι τὰ Ἴσθμια ἀγωνίζεσθαι, ὅτι θεωροὺς πεμφθέντας εἰς τὸν Ἰσθμὸν τοὺς Μολιονίδας ἑλὼν Ἡρακλῆς ὑπὸ Κορινθίων ἐδέχθη.

Η ΣΥΝΑΓΩΓΗ ΤΩΝ ΚΡΗΤΙΚΩΝ ΘΥΣΙΩΝ.

Εὐσέβιος : Ἴστρος ἐν τῇ Συναγωγῇ τῶν Κρητικῶν θυσιῶν φησὶ, τοὺς Κούρητας τὸ παλαιὸν τῷ Κρόνῳ θύειν παῖδας.

ΠΕΡΙ ΙΔΙΟΤΗΤΟΣ ΑΘΛΩΝ.

Κλήμης ὁ Ἀλεξανδρεύς : Ὅ τε Κυρηναῖος Ἀριστοτέλης Λαΐδα ἐρῶσαν ὑπερεώρα μόνος. Ὀμωμοκὼς οὖν τῇ ἑταίρᾳ, ἦ μὴν ἀπάξειν αὐτὴν εἰς τὴν πατρίδα, εἰ συμπράξειεν αὐτῷ τινα πρὸς τοὺς ἀνταγωνιστὰς, ἐπειδὴ διεπράξατο, χαριέντως ἐκτελῶν τὸν ὅρκον, γραψάμενος αὐτῆς ὡς ὅτι μάλιστα ὁμοιοτάτην εἰκόνα, ἀνέστησεν εἰς Κυρήνην, ὡς ἱστορεῖ Ἴστρος ἐν τῷ περὶ ἰδιότητος ἄθλων.

ΜΕΛΟΠΟΙΟΙ.

Ἀριστοφάνους Σχόλια : Ὁ Φρῦνις κιθαρῳδὸς Μυτιληναῖος. Οὗτος δὲ δοκεῖ πρῶτος παρὰ Ἀθηναίοις κιθαρῳδικῇ νικῆσαι Παναθηναίοις ἐπὶ Καλλίου ἄρχοντος. Ἦν δὲ Ἀριστοκλείδου μαθητής. Ὁ δὲ Ἀριστοκλείδης κιθαρῳδὸς ἦν ἄριστος· τὸ γένος ἦν ἀπὸ Τερπάνδρου. Ἤκμασε δʼ ἐν τῇ Ἑλλάδι κατὰ τὰ Μηδικά. Παραλαβὼν δὲ τὸν Φρῦνιν αὐλῳδοῦντα, κιθαρίζειν ἐδίδαξεν. Ὁ δὲ Ἴστρος Ἱέρωνος αὐτόν φησι μάγειρον ὄντα σὺν ἄλλοις δοθῆναι τῷ Ἀριστοκλείδῃ. Ταῦτα δὲ σχεδιάσαι ἔοικεν. Εἰ γὰρ ἦν γεγονὼς δοῦλος καὶ μάγειρος Ἱέρωνος, οὐκ ἂν ἀπέκρυψαν οἱ κωμικοὶ, πολλάκις αὐτοῦ μεμνημένοι ἐφʼ οἷς ἐκαινούργησε κλάσας τὴν ᾠδὴν παρὰ τὸ ἀρχαῖον ἔθος.

Σοῦδα : Ἴστρος δʼ ἐν τοῖς ἐπιγραφομένοις Μελοποιοῖς τὸν Φρῦνιν Λέσβιόν φησι, Κάνωπος υἱόν. Τοῦτον δὲ Ἱέρωνος τοῦ τυράννου μάγειρον κ. τ. λ.

Σοφοκλέους βίος : Σοφοκλῆς τὸ μὲν γένος ἦν Ἀθηναῖος, υἱὸς δὲ Σοφίλου, ὃς οὔτε, ὡς Ἀριστόξενός φησι, τέκτων ἢ χαλκεὺς ἦν· οὔτε, ὡς Ἴστρος, μαχαιροποιὸς τὴν ἐργασίαν· τυχὸν δὲ ἐκέκτητο δούλους χαλκεῖς καὶ τέκτονας· οὐ γὰρ εἰκὸς τὸν ἐκ τοῦ τοιούτου γενόμενον στρατηγίας ἀξιωθῆναι σὺν Περικλεῖ καὶ Θουκυδίδῃ, τοῖς πρώτοις τῆς πόλεως· ἀλλʼ οὐδʼ ἂν ὑπὸ τῶν κωμῳδῶν ἄδηκτος ἀφείθη, τῶν οὐδὲ Θεμιστοκλέους ἀπεσχημένων. Ἀπιστητέον δὲ καὶ τῷ Ἴστρῳ, φάσκοντι αὐτὸν οὐκ Ἀθηναῖον, ἀλλὰ Φλιάσιον εἶναι. Εἰ δὲ καὶ τὸ ἀνέκαθεν Φλιάσιος ἦν, ἀλλὰ πλὴν Ἴστρου, παρʼ οὐδενὶ ἑτέρῳ τοῦτό ἐστιν εὑρεῖν. ... Διεπονήθη δὲ ἐν παισὶ καὶ περὶ παλαίστραν καὶ μουσικὴν, ἐξ ὧν ἀμφοτέρων ἐστεφανώθη, ὥς φησιν Ἴστρος. ... Φησὶ δὲ καὶ Ἴστρος, τὰς λευκὰς κρηπῖδας αὐτὸν ἐξευρηκέναι, ἃς ὑποδοῦνται οἵ τε ὑποκριταὶ καὶ οἱ χορευταί· καὶ πρὸς τὰς φύσεις αὐτῶν γράψαι τὰ δράματα· ταῖς δὲ Μούσαις θίασον ἐκ τῶν πεπαιδευμένων συναγαγεῖν. ... Τελευτῆσαι δὲ αὐτὸν Ἴστρος καὶ Νεάνθης φασὶ τοῦτον τὸν τρόπον· Καλλιππίδην ὑποκριτὴν ἀπὸ ἐργασίας ἐξ Ὀποῦντος ἥκοντα παρὰ τοὺς Χόας, πέμψαι αὐτῷ σταφυλήν· τὸν δὲ Σοφοκλέα λαβόντα, καὶ βαλόντα εἰς τὸ στόμα ῥᾶγα ἔτι ὀμφακίζουσαν, ὑπὸ τοῦ ἄγαν γήρως ἀποπνιγέντα τελευτῆσαι. ... Ἴστρος δέ φησιν, Ἀθηναίους διὰ τὴν τοῦ ἀνδρὸς ἀρετὴν καὶ ψήφισμα πεποιηκέναι, κατʼ ἔτος ἕκαστον αὐτῷ θύειν.

ΥΠΟΜΝΗΜΑΤΑ.

Πλούταρχος : Πόθεν ἡ τῶν Ἰθακησίων πόλις Ἀλαλκομεναὶ προσηγορεύθη; ... Ἴστρος ὁ Ἀλεξανδρεὺς ἐν ὑπομνήμασι προσιστόρηκεν, ὅτι τῷ Λαέρτῃ δοθεῖσα πρὸς γάμον Ἀντίκλεια καὶ ἀναγομένη περὶ τὸ Ἀλαλκομένειον ἐν τῇ Βοιωτίᾳ τὸν Ὀδυσσέα τέκοι, καὶ διὰ τοῦτο ἐκεῖνος ὥσπερ μητροπόλεως ἀναφέρων τοὔνομα τὴν ἐν Ἰθάκῃ πόλιν οὕτω φησὶ προσαγορεύεσθαι.

ΑΤΤΙΚΑΙ ΛΕΞΕΙΣ.

Εὐστάθιος ὁ Θεσσαλονίκης : Φασὶ γοῦν οἱ παλαιοὶ, ὅτι οὐ μόνον τρεῖς ἡλικίαι, ἀρὴν, ἀμνὸς, ἀρνειός· καὶ ὅτι τοῦ ἀμνοῦ καὶ θηλυκὸν ἡ ἀμνὴ, πρόβατον αὐτὸ μέσον τῇ ἡλικίᾳ· καὶ ὅτι ἀμνὴ ἐνιαύσιον ἄρνα δηλοῖ· ἀλλὰ καὶ ὅτι Ἴστρος ἐν Ἀττικαῖς λέξεσιν, ἄρνα φησὶν, εἶτα ἀμνὸν, εἶτα ἀρνειὸν, εἶτα λειπογνώμονα.

Ἡσύχιος ὁ Ἀλεξανδρεύς : Ἀμάλλαι, δράγματα, δέσμαι τῶν ἀσταχύων. Σοφοκλῆς Τριπτολέμῳ. Ἀγκάλη, δράγματα δύο, ὥς φησιν Ἴστρος, Φιλήτας δὲ ἱστορεῖ ἐκ διακοσίων· καὶ Ὅμηρος χρῆται τῇ λέξει.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν : Τεύχεα εἰρῆσθαι Ἴστρος φησὶ παρὰ τὸ ἐν Τευχίῳ τῷ Εὐβοϊκῷ κατεσκευάσθαι πρῶτον ὑπὸ Κυκλώπων.

Εὐστάθιος ὁ Θεσσαλονίκης : Ἴστρον δέ τινά φασιν ἱστορεῖν, τέσσαρας γενέσθαι μεγάλους κατακλυσμοὺς, ὧν ἐφʼ ἑνὶ διαῤῥαγέντα τὸν Ἑλλήσποντον ἀφορίσαι τῆς Ἀσίας τὴν Εὐρώπην.

Στέφανος ὁ Βυζάντιος : Ἀρκάς. ... Ἴστρος δέ φησιν, ὅτι Θεμιστοῦς καὶ Διὸς ὁ Ἀρκὰς ἐγένετο· διὰ δὲ τὴν τῆς μητρὸς ἀποθηρίωσιν, ἄρκτῳ γὰρ ὑφʼ Ἥρας αὐτὴν ὀνομασθῆναι, ταύτης τυχεῖν τῆς προσηγορίας.

Στέφανος ὁ Βυζάντιος : Κάρνη, πόλις Φοινίκης, ἀπὸ Κάρνου τοῦ Φοίνικος, ὡς Ἴστρος φησίν.

Πινδαρικὴ ὑπόμνησις : Πίνδαρος τὸν Πέλοπα Λυδόν φησιν εἶναι, Ἴστρος δὲ Παφλαγόνα.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Ἴστρος φησὶ, τὸν Αἰήτην, γνόντα ὅτι τοὺς Φρίξου υἱοὺς εἴη σεσωκὼς Φινεὺς ταῖς μαντείαις, καταράσασθαι αὐτοῦ, τὸν δὲ Ἥλιον ἐπακούσαντα πηρῶσαι.

Πινδαρικὴ ὑπόμνησις : Κρίσις ἀμφʼ ἀέθλοις κρίσιν εἶπε τὸν ἀγῶνα τῶν Ἡλιείων, ὃν διατιθέασιν οἱ Ῥόδιοι, ἐψεύσατο δὲ ὁ Πίνδαρος· οὐ γὰρ Τληπολέμῳ ὁ ἀγὼν ἐπιτελεῖται, τῷ δὲ Ἡλίῳ τιθέασι τὸν ἀγῶνα, ὡς Ἴστρος φησὶν ἐν τῇ περὶ τῶν Ἡλίου ἀγώνων. «Ῥόδιοι τιθέασιν Ἡλίου ἐν Ῥόδῳ γυμνικὸν στεφανίτην ἀγῶνα.»

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν : Ὅτι πρὸς πάντας ἀποτεινόμενος τὸν λόγον ἥρωας λέγει. Ἡ δὲ ἀναφορὰ πρὸς Ἴστρον λέγοντα, μόνους τοὺς βασιλεῖς ἥρωας λέγεσθαι.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν : Ἡ διπλῆ, ὅτι πάντες ἥρωες ἐλέγοντο, οὐχ οἱ βασιλεῖς, ὡς Ἴστρος.

Ἡσύχιος ὁ Ἀλεξανδρεύς : Σίκεον, ὡς Ἴστρος. Σικελὸς, στρατιώτης παροιμιῶδες, ἐπεὶ ξένοις ἐχρῶντο στρατιώταις ὡς ἐπιτοπολὺ οἱ περὶ Ἱέρωνα τὸν τύραννον, ὡς διωθουμένων αὐτῶν τὸν μισθὸν, καὶ μηδενὶ ἀποδιδόντων τῶν Σικελῶν. Ὡς Ἴστρος.

Πλούταρχος : Ἐνταῦθα δὲ πρὸς αὐτὸν ἀφικέσθαι τὴν Ἀμαζόνα οἱ πολλοὶ λέγουσιν, ὧν καὶ Κλείταρχός ἐστι καὶ Πολύκριτος, καὶ Ὀνησίκριτος, καὶ Ἀντιγένης, καὶ Ἴστρος.

Κλαύδιος Αἰλιανός : Τὰς ἐν Λέρῳ Μελεαγρίδας ὑπὸ μηδενὸς ἀδικεῖσθαι τῶν γαμψωνύχων ὀρνέων, λέγει Ἴστρος.