AppearancesΦαινόμενα
Ptolemy of Alexandria Appearances PDF
The Phaenomena, or Appearances, is a treatise on mathematical astronomy composed by Claudius Ptolemy of Alexandria around 150 CE. It functions as a comprehensive star catalog and a practical observational guide, complementing the more abstract theoretical models presented in his foundational work, the Almagest. The text provides a systematic description of the constellations visible from the Hellenistic world, detailing the positions, rising and setting times, and relative brightness of fixed stars. Organized into 48 constellations across 65 sections, the work offers the precise celestial coordinates necessary for astronomical observation and for underpinning the planetary theories developed in Ptolemy's other writings. It was designed as an authoritative reference for scholars, updating and refining the earlier star catalog of Hipparchus. Transmitted intact through Byzantine and Arabic manuscript traditions, the Phaenomena established the definitive standard for star catalogs in both the Western and Islamic worlds for over a millennium. Its methodological rigor profoundly influenced Islamic astronomy and shaped all subsequent Western catalogs until the advancements of the Renaissance.
| 2 3 [5] | ΦΑΣΕΙΣ ΑΠΛΑΝΩΝ ΑΣΤΕΡΩΝ ΚΑΙ ΣΥΝΑΓΩΓΗ ΕΠΙΣΗΜΑΣΙΩΝ Ὁπόσαι μὲν οὖν συνίστανται περὶ τὰς φάσεις τῶν ἀπλανῶν διαφοραί, καὶ παρὰ τίνας αἰτίας, ἔτι δὲ ποίας ὀφείλομεν ὑποτίθεσθαι τηρήσεις πρὸς τὰς τῶν κατὰ μέρος ἀποδείξεις καὶ διὰ τίνων θεωρημάτων τὰ λοιπὰ μεθοδεύειν, τουτέστι ποίαις τε τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου μοίραις ἕκαστος τῶν ἐπιζητουμένων ἀστέρων συμμεσουρανεῖ τε πανταχῇ καὶ συνανατέλλει καὶ συγκαταδύνει καθ’ ἑκάστην τῶν οἰκήσεων, ἔτι τε πηλίκας δεῖ τὸν ἥλιον ἐπὶ τῶν φάσεων ἀπέχειν ὑπὸ γῆν περιφερείας ἐπί τε τοῦ γραφομένου μεγίστου κύκλου καὶ ἐπὶ τοῦ διὰ μέσων, καὶ πόσας ἀπέχειν αὐτοῦ μοίρας, ἀφ’ ὧν οἱ καθ’ ἕκαστον χρόνοι συνίστανται, διὰ μακροτέρων ἐν τῇ κατ’ ἴδια συντάξει τῆσδε τῆς πραγματείας ἐφωδεύσαμεν προεκθέμενοι τὰς εἰρημένας πάσας καθ’ ἕκαστον κλῖμα τῶν διαφορῶν πηλικότητας τῶν ποιουμένων ἀνατολὰς καὶ δύσεις πρώτου καὶ δευτέρου μεγέθους ἀπλανῶν ἀστέρων ἐν τοῖς ὑποτιθεμένοις ἡμῖν ε κλίμασι τοῖς περὶ τὸν μέσον μάλιστα τῆς καθ’ ἡμᾶς οἰκουμένης ἡμιωρίῳ διαφέρουσιν ἀλλήλων. |
| 2 4 [25] | ὧν πρῶτον μὲν ὡς ἀπὸ μεσημβρίας λαμβάνομεν τὸν γραφόμενον διὰ Συήνης καὶ Βερενίκης καὶ καθόλου διὰ τούτων τῶν τόπων, ἐν οἷς ἡ μεγίστη τῶν ἡμερῶν ὡρῶν ιγ 𐅵 ʹ, δεύτερον δὲ τὸν γραφόμενον διὰ τῆς Αἰλίου Αἰγύπτου τὸν καὶ μικρῷ νοτιώτερον Ἀλεξανδρείας τε καὶ Κυρήνης καὶ καθόλου διὰ τούτων τῶν τόπων, ἐν οἷς ἡ μεγίστη τῶν ἡμερῶν ιδ ὡρῶν ἐστιν ἰσημερινῶν, τρίτον δὲ κλῖμα τὸν γραφόμενον διὰ Ῥόδου καὶ καθόλου διὰ τούτων τῶν τόπων, ἐν οἷς ἡ μεγίστη τῶν ἡμερῶν ιδ 𐅵 ʹ ἐστιν ὡρῶν ἰσημερινῶν, τέταρτον δὲ κλῖμα τὸν γραφόμενον διὰ μέσου Ἑλλησπόντου καὶ καθόλου διὰ τούτων τῶν τόπων, ἐν οἷς ἡ μεγίστη τῶν ἡμερῶν ὡρῶν ἐστιν ἰσημερινῶν ιε , πέμπτον δὲ κλῖμα τὸν γραφόμενον δι’ Ἀκυληίας καὶ Οὐιέννης καὶ καθόλου διὰ τούτων τῶν τόπων, ἐν οἷς ἡ μεγίστη τῶν ἡμερῶν ὡρῶν ιε 𐅵 ʹ ἰσημερινῶν. αὐτοὺς δὲ τοὺς χρόνους τῶν φάσεων τοὺς τὸ τέλος εἰληφότας τῆς χρήσεως, ὧν ἕνεκεν ἀναγκαῖον κἀκείνων ἁπάντων προδιεργάσασθαι τοὺς ἐπιλογισμούς, καὶ μέχρι μόνων τῶν ἐπισημοτέρων λαμπρῶν ἀστέρων μετὰ τῶν τετηρημένων τοῖς πρὸ ἡμῶν ἐπὶ ταῖς φάσεσιν ἐπισημασιῶν ἐνταῦθα τοῦ προχείρου χάριν ἐκθησόμεθα μικρὰ προδιελθόντες περὶ τῶν φάσεων αὐτῶν καὶ τῆς χρήσεως τῶν ἐπὶ μέρους παρατηρήσεων. |
| 2 5 [25] | Φάσιν μὲν δὴ καλοῦμεν ἀπλανοῦς ἀστέρος τὸν πρὸς ἥλιον καὶ τὸν ὁρίζοντα λαμβανόμενον αὐτοῦ σχηματισμὸν τὸν πρῶτον ἢ ἔσχατον τῶν φαινομένων, παρ’ ὃ καὶ τοιαύτης ἔτυχε προσηγορίας. τῶν δὲ τοῦτον τὸν τρόπον ὑποτιθεμένων σχηματισμῶν τέσσαρες αἱ γενικώτεραι συνίστανται διαφοραί· τοσαῦται γὰρ θέσεις μεταλαμβάνονται τοῦ τε ἡλίου καὶ τοῦ ἀστέρος πρὸς ἀλλήλους τε καὶ τὰ δύο τοῦ ὁρίζοντος ἡμικύκλια τό τε πρὸς ἀνατολὰς καὶ τὸ πρὸς δυσμάς. σημαίνεται δὲ ἡ μὲν τῶν ἀστέρων καθ’ ἑκάτερον τῶν ἡμικυκλίων θέσις κοινότερον ἀπό τε τῆς ἀνατολῆς καὶ δύσεως, ἡ δὲ τοῦ ἡλίου κατὰ τὸ τῶν ὑπ’ αὐτοῦ δεικνυμένων χρόνων ἴδιον ἀπό τε τῆς ἑῴας καὶ τῆς ἑσπερίας, διόπερ, ὅταν μὲν καὶ τὸν ἀστέρα καὶ τὸν ἥλιον ἐπὶ τοῦ πρὸς ἀνατολὰς ἡμικυκλίου λαμβάνωμεν, τὸν τοιοῦτον σχηματισμὸν καλοῦμεν κοινῶς ἑῴαν ἀνατολήν, ὅταν δὲ ἀμφοτέρους πάλιν ἐπὶ τοῦ πρὸς δυσμάς, καὶ τοῦτον τὸν συσχηματισμὸν καλοῦμεν ἑσπερίαν δύσιν, ἐναλλὰξ δὲ ἐχόντων, ὅταν μὲν τὸν ἀστέρα νοῶμεν ἐπὶ τοῦ πρὸς ἀνατολὰς ἡμικυκλίου καὶ τὸν ἥλιον ἐπὶ τοῦ πρὸς δυσμάς, τὸν τοιοῦτον σχηματισμὸν καλοῦμεν ἑσπερίαν ἀνατολήν, ὅταν δὲ ἀνάπαλιν τὸν ἥλιον ἐπὶ τοῦ πρὸς ἀνατολὰς καὶ τὸν ἀστέρα ἐπὶ τοῦ πρὸς δυσμάς, καὶ τοῦτον τὸν σχηματισμὸν καλοῦμεν ἑῴαν δύσιν. |
| 2 6 [5] | Πάλιν δὴ καθ’ ἕκαστον τῶν ἐκκειμένων τεσσάρων σχηματισμῶν δύο γίνονται πρῶται διαφοραί· τοὺς μὲν γὰρ αὐτῶν καλοῦμεν ἀληθινούς, τοὺς δὲ φαινομένους. καὶ κοινότερον ἀληθινοὶ μέν εἰσιν, ὅσοι μὴ τὸν ἀστέρα μόνον ἀλλὰ καὶ τὸν ἥλιον ἔχουσι κατ’ αὐτὸν ἀκριβῶς τὸν ὁρίζοντα, φαινόμενοι δέ, ὅσοι τὸν μὲν ἀστέρα κατ’ αὐτὸν τὸν ὁρίζοντα, τὸν δὲ ἥλιον ὑπὸ γῆν, οὐ μὴν οὕτως ἁπλῶς, ἀλλ’ ἤτοι πρὸ τῆς ἀνατολῆς αὐτῆς ἢ μετ’ αὐτὴν τὴν δύσιν. ἰδιαίτερον δὲ καθ’ ἕκαστον τῶν σχηματισμῶν ἑῴαν μὲν ἀνατολὴν ἀληθινὴν λέγουσιν, ὅταν συνανατέλλωσιν ὅ τε ἀστὴρ καὶ ὁ ἥλιος, ἑσπερίαν δὲ ἀνατολὴν ἀληθῆ, ὅταν ἅμα τῷ ἡλίῳ δύνοντι ὁ ἀστὴρ ἀνατέλλῃ, ἑῴαν δὲ δύσιν ἀληθῆ, ὅταν ἅμα τῷ ἡλίῳ ἀνατέλλοντι ὁ ἀστὴρ δύνῃ, ἑσπερίαν δὲ δύσιν ἀληθῆ, ὅταν συγκαταδύνωσιν ὅ τε ἀστὴρ καὶ ὁ ἥλιος, πάλιν δ’ αὖ ἑῴαν ἀνατολὴν φαινομένην, ὅταν πρὸ τῆς ἀνατολῆς τοῦ ἡλίου καὶ ὁ ἀστὴρ ἀνατέλλων φαίνηται, ἑσπερίαν δ’ ἀνατολὴν φαινομένην, ὅταν μετὰ τὴν τοῦ ἡλίου δύσιν ὁ ἀστὴρ ἀνατέλλων φαίνηται, ἑῴαν δὲ δύσιν φαινομένην, ὅταν πρὸ τῆς ἀνατολῆς τοῦ ἡλίου ὁ ἀστὴρ δύνων φαίνηται, ἑσπερίαν δὲ δύσιν φαινομένην, ὅταν μετὰ τὴν τοῦ ἡλίου δύσιν καὶ ὁ ἀστὴρ δύνων φαίνηται. Ἐπὶ μὲν οὖν τῶν ἀληθινῶν σχηματισμῶν οὐ μόνους τοὺς τῶν ἀστέρων ἀλλὰ καὶ τοὺς τοῦ ἡλίου τόπους θεωρεῖσθαι συμβέβηκεν, ἐπειδὴ καὶ οὗτος κατ’ αὐτὸν συνίσταται τὸν ὁρίζοντα, ἐπὶ δὲ τῶν φαινομένων, ἐφ’ ὅσον οὕτως ἁπλῶς αὐτοὺς ἀκούομεν, οὐκέτι καὶ τοὺς τοῦ ἡλίου πάντως· δυνατὸν γὰρ γίνεται καὶ πλείοσιν ἡμέραις κατὰ διαφόρους ὑπὸ γῆν τοῦ ἡλίου διαστάσεις ἑωθινάς τε καὶ ἑσπερινὰς τὰς ἀνατολὰς καὶ τὰς δύσεις φαίνεσθαι τῶν ἀστέρων ὡς ἂν ὑποδεχομένων τινὰ παράλλαξιν τῶν ὑποκειμένων χρόνων. |
| 2 7 [25] | διόπερ οὐδέτερον τῶν κατειλεγμένων σχηματισμῶν ἤδη καὶ φάσεις ῥητέον· ἡ μὲν γὰρ φάσις δήλωσίς ἐστιν ὡρισμένου τε ἅμα καὶ φαινομένου σχηματισμοῦ, τῶν δ’ ἐκκειμένων οἱ μὲν ἀληθινοὶ τοὺς χρόνους αὐτοὺς καθιστῶσιν ἀφανεῖς, οἱ δὲ φαινόμενοι τοὺς τοῦ ἡλίου τόπους. ὅταν οὖν τοὺς φαινομένους μηκέθ’ ἀπλῶς οὕτως εἰκῆ καὶ ὡς ἔτυχεν ἐκδεχώμεθα, προσδιοριζόμενοι δὲ τοὺς πρώτους ἢ ἐσχάτους τῶν ἀνατολῶν καὶ τῶν δύσεων, τότε καὶ τὸ τῆς φάσεως ἴδιον περιέξουσιν ἑνὸς ἤδη γινομένου καὶ τοῦ κατὰ τὸν ἥλιον τόπου, καθ’ ὃν ὄντος αὐτοῦ πρῶτον ἢ ἔσχατον οἱ ἀστέρες ἀνατέλλοντες καὶ δύνοντες φαίνεσθαι δύνανται, καὶ συνίστανται κατὰ τὸν τοιοῦτον ἤδη διορισμὸν ἐπὶ μέν γε τῶν ἐκκειμένων παραλλήλων καὶ ὅλως, ἐφ’ ὅσον τέμνει τοὺς τροπικοὺς ὁ ὁρίζων, ἑῴα μὲν ἀνατολικὴ φάσις ἡ πρώτη τῶν φαινομένων ἀνατολή, ἑσπερία δὲ ἀνατολικὴ φάσις ἡ ἐσχάτη τῶν φαινομένων τοῦ ἀστέρος ἀνατολή, καὶ πάλιν ἑῴα μὲν δυτικὴ φάσις ἡ πρώτη τῶν φαινομένων τοῦ ἀστέρος δύσις, ἑσπερία δὲ δυτικὴ φάσις ἡ ἐσχάτη τῶν φαινομένων τοῦ ἀστέρος δύσις. |
| 2 8 [5] | Ἐπὶ μὲν οὖν τῶν περὶ αὐτὸν τὸν διὰ μέσων τῶν ζῳδίων κύκλον τὰς θέσεις ἐχόντων ἀπλανῶν ἡ τάξις τῶν φάσεων τὸν ἐκκείμενον περιέχει τρόπον· κατὰ μὲν τὸν ἀπὸ τῆς ἑῴας ἀνατολῆς ἕως τῆς ἑσπερίας ἀνατολῆς χρόνον οἱ ἀστέρες ἀνατέλλοντες καὶ οὐ δύνοντες φαίνονται, τὸν δὲ μεταξὺ τῆς ἑσπερίας ἀνατολῆς καὶ τῆς ἑῴας δύσεως φαίνονται μέν, οὔτε δ’ ἀνατέλλοντες οὔτε δύνοντες, τὸν δ’ ἀπὸ τῆς ἑσπερίας δύσεως ἕως τῆς ἑῴας ἀνατολῆς ὅλως οὐ φαίνονται. τούτους δέ, ὅτε μὲν ἀφανίζονταί τινα χρόνον, καλοῦμεν ἐπιτέλλοντας καὶ κρυπτομένους, καὶ τὴν μὲν ἑῴαν αὐτῶν ἀνατολὴν ἁπλῶς ἐπιτολὴν καλοῦμεν, τὴν δ’ ἑσπερίαν δύσιν ἁπλῶς κρύψιν, ὅτε δὲ φαίνονταί τινα χρόνον μήτε ἀνατέλλοντες μήτε δύνοντες κολοβοδιεξόδους καλοῦσιν. Ἐπὶ δὲ τῶν ἱκανὴν ἀπεχόντων ἀστέρων διάστασιν τοῦ διὰ μέσων πρὸς ἄρκτους ἢ μεσημβρίαν ἐνίοτε μεταπίπτει τῆς ἐκκειμένης τάξεως κατὰ τὴν ἑτέραν τῶν συζυγιῶν, καὶ τὸ μὲν ἕτερον τῶν εἰρημένων ἰδιωμάτων μετὰ τῆς τάξεως τηρεῖται, τὸ δὲ ἐναντίον συμμεταπίπτει τῇ κατ’ αὐτὸ τάξει. τοῖς μὲν γὰρ νοτιωτέραν ἔχουσι τοῦ διὰ μέσων τὴν θέσιν ἡ μὲν ἑσπερία δύσις τηρεῖται προχρονοῦσα τῆς ἑῴας ἀνατολῆς καὶ τὸ τῶν ἐπιτολῶν καὶ κρύψεων ἴδιον, ὅτι τὸν μεταξὺ πάλιν τῶν δύο τούτων φάσεων χρόνον ἀφανίζονται τέλεον, ἡ δὲ ἑῴα δύσις ἀνάπαλιν ἐνίοτε προχρονεῖ τῆς ἑσπερίας ἀνατολῆς, ὡς μηκέτι τὸ τῶν κολοβοδιεξόδων ἴδιον αὐτοῖς ἐπισυμπίπτειν, ἀλλὰ τὸ τῶν καλουμένων νυκτιδιεξόδων, ἐπειδὴ τὸν ἀπὸ τῆς ἑῴας δύσεως ἕως τῆς ἑσπερίας ἀνατολῆς χρόνον καὶ ἀνατέλλοντες καὶ δύνοντες καὶ ὅλον τὸ ὑπὲρ γῆν ἡμισφαίριον διεξιόντες φαίνονται μετὰ μὲν τὴν τοῦ ἡλίου δύσιν ἀνατέλλοντες, πρὸ δὲ τῆς ἀνατολῆς αὐτοῦ καταδύνοντες. |
| 2 9 [25] | τοῖς δὲ βορειοτέραν ἔχουσι τοῦ διὰ μέσων τὴν θέσιν ἀνάπαλιν ἡ μὲν ἑσπερία ἀνατολὴ τηρεῖται προχρονοῦσα τῆς ἑῴας δύσεως καὶ τὸ τῶν κολοβοδιεξόδων ἴδιον, ὅτι πάλιν τὸν μεταξὺ τούτων τῶν δύο φάσεων χρόνον φαίνονται μέν, οὔτε δ’ ἀνατέλλοντες οὔτε δύνοντες, ἡ δὲ ἑῴα ἀνατολὴ προχρονεῖ πολλάκις τῆς ἑσπερίας δύσεως τῷ μηκέτι τὸ τῶν ἀφανιζομένων καὶ ἐπιτελλόντων καὶ κρυπτομένων ἴδιον αὐτοῖς παρακολουθεῖν, ἀλλὰ τὸ τῶν καλουμένων ἐνιαυτοφανῶν, ἐπειδὴ καὶ τὸν ἀπὸ τῆς ἑῴας ἀνατολῆς ἕως τῆς ἑσπερίας δύσεως χρόνον φαίνεσθαι δύνανται δύνοντες μὲν μετὰ τὴν τοῦ ἡλίου δύσιν, ἀνατέλλοντες δὲ πρὸ τῆς ἀνατολῆς αὐτοῦ· καλοῦνται δὲ οἱ τοιοῦτοι καὶ ἀμφιφανεῖς. διὸ καὶ παρατηρητέον ἐπὶ τῆς ἀναγραφῆς, ὅτι τοὺς ἐπιτέλλειν καὶ κρύπτεσθαι λεγομένους τῶν ἀφανιζομένων εἶναι συμβέβηκε, τοὺς δ’ ἀνατέλλειν ἑῴους ἁπλῶς ἢ δύνειν ἑσπερίους τῶν ἐνιαυτοφανῶν τε καὶ ἀμφιφανῶν, ὁμοίως δὲ τοὺς μὲν τὴν ἑσπερίαν ἀνατολὴν τῆς ἑῴας δύσεως προχρονοῦσαν ἔχοντας τῶν κολοβοδιεξόδων, τοὺς δʹ ἀνάπαλιν τὴν ἑῴαν δύσιν τῆς ἑσπερίας ἀνατολῆς τῶν νυκτιδιεξόδων. |
| 2 10 [10] | Τὰ μὲν οὖν περὶ τὰς διαφορὰς καὶ τὰς τάξεις τῶν φάσεων ἁρμόζοντα τῇ παρούσῃ προθέσει σχεδὸν τοσαῦτ’ ἂν εἴη· κεχρήμεθα δὲ τῇ καθ’ ἡμᾶς τοῦ ἔτους χρονογραφίᾳ διὰ τὸ τῆς κατὰ τὸ ἔτος ἐπουσίας ἐν ταῖς ἐμβολίμοις διὰ τετραετηρίδος ἡμέραις ἀποδιδομένης ἐπὶ πολὺν χρόνον δύνασθαι τὰς αὐτὰς φάσεις ταῖς ὁμωνύμοις ἡμέραις ὡς ἐπίπαν ἐκλαμβάνεσθαι. τῶν οὖν ἡμερῶν ἑκάστην ἀπὸ τῆς ἐν τῷ Θὼθ νεομηνίας ἐκτιθέμενοι κατὰ τὴν οἰκείαν τάξιν ὑπογράφομεν, ἐφ’ ὅσον ἔνεστι, τὰς συντελουμένας ἐν αὐταῖς φάσεις κατά τινας τῶν ὑποκειμένων κλιμάτων ὥρας προτάσσοντες ἑκάστης φάσεως πρὸς ἔνδειξιν τοῦ κλίματος τὸ πλῆθος τῶν συνισταμένων ἰσημερινῶν ὡρῶν τῆς μεγίστης ἡμέρας ἢ νυκτός, ἐν ᾧ γίγνεται παραλλήλῳ, καὶ ἔτι προσυπογράφοντες τὰς τετηρημένας παρὰ τοῖς παλαιοῖς ἐν ταῖς κατὰ τὰς ἐκκειμένας ἡμέρας τοῦ ἡλίου παρόδοις τοῦ περιέχοντος ἐπισημασίας, οὐχ ὡς ἀπαραλλάκτως μέντοι ταύτας τε καὶ ἐκ παντὸς ἀποβησομένας, ἀλλ’ ὡς ἐπὶ πολύ, καὶ καθ’ ὅσον οὐδὲν τῶν ἄλλων αἰτίων πολλῶν ὄντων ἀντιπίπτει· τρέπεσθαι μὲν γάρ πως οἰητέον τὰς τῶν ἀέρων καταστάσεις καὶ παρὰ τοὺς ἐκκειμένους τῶν ἀπλανῶν πρὸς τὸν ἥλιον σχηματισμούς, ὥσπερ καὶ παρ’ αὐτὴν μόνην τὴν ἐπὶ τὰς τροπὰς καὶ ἰσημερίας τοῦ ἡλίου πάροδον, οὐ μὴν ἐπὶ τούτοις εἶναι τὴν πᾶσαν αἰτίαν τοῦ συμπτώματος, ἀλλὰ καὶ συμβάλλεσθαι πλεῖστον εἰς τὴν ἔκβασιν τῶν συντελεσθησομένων τήν τε σελήνην καὶ τοὺς ε πλανωμένους, τὴν μὲν σελήνην ἀνταναλαμβάνουσαν ὡς ἐπὶ πολὺ τὰς ἐπισημασίας ἀπὸ τῶν κατ’ αὐτὰς τὰς φάσεις ἡμερῶν ἐπὶ τὰς τῶν ἰδίων πρὸς τὸν ἥλιον σχηματισμῶν, τοὺς δὲ ε πλανωμένους πάλιν συνεργοῦντας ταῖς ποιότησι τῶν προτελέσεων ἀνάλογον ταῖς τῶν οἰκείων φύσεων κράσεσι καὶ συμμετρίαις, καθάπερ καὶ τῶν ὡρῶν αὐτῶν ἔστιν ἰδεῖν καὶ τοὺς καιροὺς ποτὲ μὲν συλληπτικῶς ποτὲ δὲ καθυστερικῶς ἀποβαίνοντας διὰ τὰς τῶν συζυγιῶν ἡλίου καὶ σελήνης διαστάσεις καὶ τὰς ποιότητας κατὰ τὸ μᾶλλον καὶ ἧττον ἐπὶ πλεῖστον διατεινομένας ἕνεκεν τῆς τῶν πλανωμένων ταύτας ἐπιπορεύσεως. |
| 2 11 [10] | Καλῶς οὖν ἔχει προσεῖναι ταῖς ἐπισκέψεσι τῶν ἐπισημασιῶν καὶ ὅλως τῶν τοιούτων προρρήσεων πρῶτον μὲν στοχαζομένους τοῦ παρ’ αὐτὰς αἰτίου καὶ μὴ τὸ πᾶν ἐπὶ μόνῳ τούτῳ ποιουμένους καὶ προσκατανοοῦντας, ὅτι καὶ τῶν ἀναγραψάντων αὐτῶν τὰς ἐπισημασίας ἄλλοι κατ’ ἄλλας χώρας τυγχάνουσι τετηρηκότες καὶ πολλαχῇ μηδ’ ὁμοίαις καταστάσεσι περιπεπτωκότες ἤτοι δι’ αὐτὸ τὸ τῶν χωρίων ἴδιον ἢ διὰ τὸ μηδὲ τὰς αὐτὰς φάσεις ἐν ταῖς αὐταῖς ἡμέραις συνίστασθαι πανταχῇ, ἔπειτα καθ’ ὅσον ἐνδέχεται συνεπιλαμβανομένους καὶ τῶν ἄλλων αἰτιῶν καὶ συνεπισκεπτομένους τὰς διὰ τῶν ἡμερολογικῶν ἐκτεθειμένας τῶν πλανωμένων παρόδους, ἵνα τὰς μὲν ἡμέρας τῶν ἐπισημασιῶν ἐφαρμόζωμεν ταῖς τε τῶν ἔγγιστα διχοτόμων καὶ ταῖς πρὸ συνόδου μάλιστα καὶ πανσελήνου καὶ προσέτι ταῖς τῶν περὶ αὐτὰς τὰς φάσεις ἐπὶ τὰ δωδεκατημόρια μεταβάσεων τοῦ ἡλίου, τὰς δὲ ποιότητας τῇ φύσει τοῦ μάλιστα συνεσχηματισμένου τῶν ε πλανωμένων, τοῦ μὲν τῆς Ἀφροδίτης ἀστέρος πρὸς τὰ θερμὰ τῶν καταστημάτων συνεργήσοντος, τοῦ δὲ Κρόνου πρὸς τὰ ψυχρά, τοῦ δὲ Διὸς πρὸς τὰ ὑγρά, τοῦ δὲ Ἄρεως πρὸς τὰ ξηρά, τοῦ δὲ Ἑρμοῦ πρὸς τὰ κινητικὰ καὶ πνευματώδη, συνυπακουομένης αὐτῶν τῆς πρὸς τὰς ἐναντίας τῶν κράσεων ἀποσυνεργήσεως. |
| 2 12 [20] | Τὸ μέντοι τινὰς τῶν παρὰ τοῖς παλαιοτέροις κατωνομασμένων ἀμαυροτέρων ἀστέρων μὴ προσεντετάχθαι παρ’ ἡμῖν μήτε ἐν αὐτῇ τῇ τῆς πραγματείας συντάξει μήτε νῦν, οἷον Ὀιστόν, Πλειάδας, Ἐρίφους, Προτρυγητῆρα, Δελφῖνα, καὶ εἴ τις τοιοῦτος, συγχωρητέον, εἰ μὴ βαρὺ τὸ αἴτημα, μάλιστα μὲν διὰ τὸ δυσδιακρίτους καὶ δυσκατανοήτους εἶναι παντάπασιν τὰς τῶν οὕτω σμικρῶν ἀστέρων ἐσχάτας καὶ πρώτας φαντασίας, κεχρῆσθαί τε τοὺς πρὸ ἡμῶν αὐταῖς ἀπὸ στοχασμοῦ τινος μᾶλλον ἢ τηρήσεως ἐξ αὐτῶν τῶν φαινομένων ἄν τις κατανοήσειεν· ἔπειθ’ ὅτι τῆς πρώτης προθέσεως ἡμῖν μέχρι τῶν τοῦ πρώτου καὶ τοῦ δευτέρου μεγέθους ἀπλανῶν διὰ τὴν ἐκκειμένην αἰτίαν ὑποβληθείσης τὸ τοιούτοις μόνοις τῶν ὑποκάτω τὰ μεγέθη καὶ μὴ πᾶσιν ἐπιβάλλειν δυσπόριστον ἔμοιγε αἰτίαν ἔχειν καταφαίνεται τῶν ἐπ’ αὐτοῖς ἀναγεγραμμένων ἐπισημασιῶν ἄδηλον ἐχουσῶν τὴν αἰτίαν διὰ τὸ τῶν ἡμερῶν ἄστατον καὶ προσαναφθησομένων ἂν οἰκειότερον ταῖς τῶν περὶ τὸν αὐτὸν χρόνον λαμπροτέρων ἀστέρων φάσεσιν, οἷον τῶν ἐπ’ Ὀιστῷ καὶ Δελφῖνι ταῖς τοῦ κατὰ τὸν Ἀετὸν λαμπροῦ, τῶν δ’ ἐπὶ Προτρυγητῆρι ταῖς Ἀρκτούρου καὶ Στάχυος, τῶν δὲ ἐπὶ Πλειάσι καὶ τοῖς Ἐρίφοις ταῖς Αἰγὸς καὶ τῶν Ὑάδων, ὧν ἑκάστου καὶ τὸ μέγεθος ἀξιόπιστον ἂν εἴη πρὸς τὸ δύνασθαί τινα τροπὴν πρὸς τὸ περιέχον ἀπεργάσασθαι καὶ τῆς φάσεως ὁ χρόνος σαφὴς καὶ μετὰ καταλήψεως ὡρισμένης, ἃ τοῖς ἀμαυροῖς, κἂν ἐκ πλειόνων τινὰ τυγχάνῃ συνεστῶτα, τοῖς γε μὴ μυθοποιεῖν προαιρουμένοις οὐδαμῶς ἂν ὑπάρχοντα φανείη, μᾶλλον δ’ οὐδ’ ἑῴας ἢ ἑσπερίας κυρίως ἄν τις αὐτῶν ἐπικαλέσειε τὰς πρώτας ἢ τὰς ἐσχάτας τῶν φαντασιῶν μείζονος πολλῷ τῆς ὑπὸ τὸν ὁρίζοντα τοῦ ἡλίου διαστάσεως ἐπ’ αὐτῶν συνισταμένης τῶν κατ’ αὐτοὺς τοὺς χρόνους τῆς ἑῴας καὶ τῆς ἑσπερίας ἐκβαλλομένων. |
| 2 13 | προσπαραμεμυθημένων δὲ καὶ τούτων αὐτάρκως ὑποτάξομεν ἤδη τὴν ἀναγραφὴν ἔχουσαν οὕτως· ΘΩΘ αʹ. |
| 2 14 [20] | ὡρῶν ιδ 𐅵 ʹ· ὁ ἐπὶ τῆς οὐρᾶς τοῦ Λέοντος ἐπιτέλλει. Ἱππάρχῳ ἐτησίαι παύονται. Εὐδόξῳ ὑετία, βρονταί, ἐτησίαι παύονται. βʹ. ὡρῶν ιδ · ὁ ἐπὶ τῆς οὐρᾶς τοῦ Λέοντος ἐπιτέλλει, καὶ Στάχυς κρύπτεται. Ἱππάρχῳ ἐπισημαίνει. γʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ ἐπὶ τῆς οὐρᾶς τοῦ Λέοντος ἐπιτέλλει. ὡρῶν ιε · ὁ καλούμενος Αἲξ ἑσπέριος ἀνατέλλει. Αἰγυπτίοις ἐτησίαι παύονται. Εὐδόξῳ ἄνεμοι μεταπίπτοντες. Καίσαρι ἄνεμος, ὑετός, βρονταί. Ἱππάρχῳ ἀπηλιώτης πνεῖ. δʹ. ὡρῶν ιε · ὁ ἔσχατος τοῦ Ποταμοῦ ἑῷος δύνει. Καλλίππῳ χειμαίνει καὶ ἐτησίαι παύονται. εʹ. ὡρῶν ιγ 𐅵 ʹ· Στάχυς κρύπτεται. ὡρῶν ιε 𐅵 ʹ· ὁ λαμπρὸς τῆς Λύρας ἑῷος δύνει. Μητροδώρῳ δυσαερία. Κόνωνι ἐτησίαι λήγουσιν. ϛʹ. ὡρῶν ιε 𐅵 ʹ· ὁ λαμπρὸς τῆς νοτίου Χηλῆς κρύπτεται. Αἰγυπτίοις ὀμίχλη καὶ καῦμα ἢ ὑετὸς ἢ βροντή. Εὐδόξῳ ἄνεμος, βροντή, δυσαερία. Ἱππάρχῳ ἄνεμος, νοτία. ζʹ. Μητροδώρῳ δυσαερία. Καλλίππῳ, Εὐκτήμονι, Φιλίππῳ δυσαερία καὶ ἀταξία ἀέρος. |
| 2 15 [20] | Εὐδόξῳ ὑετός, βρονταί, ἄνεμος μεταπίπτων. ηʹ. Αἰγυπτίοις ὑετία, χειμὼν κατὰ θάλασσαν ἢ νότος. Καίσαρι ἄνεμοι μεταπίπτοντες, ὑετία, καὶ ἐτησίαι παύονται. θʹ. ὡρῶν ιδ · ὁ λαμπρὸς τοῦ Ὄρνιθος ἑῷος δύνει. Αἰγυπτίοις ζέφυρος ἢ ἀργεστὴς πνεῖ. ιʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Περσέως ἑσπέριος ἀνατέλλει. Φιλίππῳ δυσαερία. Δοσιθέῳ χειμαίνει. ιαʹ. Αἰγυπτίοις ἐπισημαίνει. ιβʹ. ὡρῶν ιε · ὁ λαμπρὸς τῆς νοτίου Χηλῆς κρύπτεται. ιγʹ. Δοσιθέῳ ἀκρασία ἀέρων. ιδʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ καλούμενος Κάνωβος ἐπιτέλλει. Καίσαρι βορέαι παύονται πνέοντες. ιεʹ. Εὐδόξῳ ἄνεμοι νότιοι. ιϛʹ. Καλλίππῳ καὶ Κόνωνι ἐπισημαίνει. ιζʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Ὄρνιθος ἑῷος δύνει, καὶ ὁ λαμπρὸς τῆς νοτίου Χηλῆς κρύπτεται, καὶ ὁ ἔσχατος τοῦ Ποταμοῦ ἑῷος δύνει. Εὐδόξῳ βορέαι παύονται. Μητροδώρῳ ἐπισημαίνει. Δημοκρίτῳ Ἀβδηρίτῃ ἐπισημαίνει, καὶ χελιδὼν ἀφανίζεται. ιηʹ. ὡρῶν ιε 𐅵 ʹ· ὁ κατὰ τὸ γόνυ τοῦ Τοξότου κρύπτεται. |
| 2 16 [20] | Αἰγυπτίοις ὑετία, ἐπισημαίνει, φθινοπώρου ἀρχή, χελιδὼν ἀφανίζεται. Δοσιθέῳ νοτία. Εὐκτήμονι μετοπώρου ἀρχή. ιθʹ. ὡρῶν ιε 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ νοτίου Ἰχθύος ἑσπέριος ἀνατέλλει. Ἱππάρχῳ δυσαερία καὶ ὑετία κατὰ θάλασσαν καὶ φθινοπώρου ἀρχή. κʹ. Καίσαρι μετοπώρου ἀρχή, καὶ χελιδὼν ἀφανίζεται. Μητροδώρῳ ὑετία κατὰ θάλασσαν καὶ δυσαερία. καʹ. ὡρῶν ιδ · ὁ λαμπρὸς τῆς νοτίου Χηλῆς κρύπτεται. ὡρῶν ιε · ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ἡνιόχου ἑσπέριος ἀνατέλλει. Αἰγυπτίοις ζέφυρος ἢ λίψ, ὀψὲ ἀπηλιώτης. Εὐδόξῳ μετόπωρον μέσον. κβʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ καλούμενος Ἀντάρης κρύπτεται. Αἰγυπτίοις ζέφυρος ἢ ἀργεστὴς καὶ ψακάς. Εὐδόξῳ νοτία. κγʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ καλούμενος Αἲξ ἑσπέριος ἀνατέλλει. ὡρῶν ιε 𐅵 ʹ· Ἀρκτοῦρος ἑῷος ἀνατέλλει. Αἰγυπτίοις ψακὰς καὶ ἄνεμος, ἐπισημαίνει. Καλλίππῳ καὶ Μητροδώρῳ ὑετία. κδʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομέδας ἑῷος δύνει. κεʹ. |
| 2 17 [20] | ὡρῶν ιγ 𐅵 ʹ· ὁ λαμπρὸς τῆς νοτίου Χηλῆς κρύπτεται. ὡρῶν ιε · ὁ λαμπρὸς τοῦ Ὄρνιθος ἑῷος δύνει. Αἰγυπτίοις ζέφυρος ἢ νότος καὶ δι’ ἡμέρας ὄμβρος. κϛʹ. ὡρῶν ιε · Ἀρκτοῦρος ἑῷος ἀνατέλλει. Εὐδόξῳ ὑετός. Ἱππάρχῳ ζέφυρος ἢ νότος. κζʹ. ὡρῶν ιδ · ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομέδας ἑῷος δύνει, καὶ ὁ ἔσχατος τοῦ Ποταμοῦ ἑῷος δύνει. κηʹ. μετοπωρινὴ ἰσημερία. Αἰγυπτίοις καὶ Εὐδόξῳ ἐπισημαίνει. κθʹ. ὡρῶν ιδ · ὁ καλούμενος Ἀντάρης κρύπτεται. ὡρῶν ιδ 𐅵 ʹ· Ἀρκτοῦρος ἑῷος ἀνατέλλει. Εὐκτήμονι ἐπισημαίνει. Δημοκρίτῳ ὑετὸς καὶ ἀνέμων ἀταξία. λʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομέδας ἑῷος δύνει. Εὐκτήμονι καὶ Φιλίππῳ καὶ Κόνωνι ἐπισημαίνει. ΦΑΩΦΙ αʹ. Αἰγυπτίοις ζέφυρος ἢ νότος. Ἱππάρχῳ ἐπισημαίνει. βʹ. ὡρῶν ιε · ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομέδας ἑῷος δύνει. ὡρῶν ιε 𐅵 ʹ· ὁ λαμπρὸς τῆς βορείου Χηλῆς κρύπτεται. Εὐδόξῳ καὶ Εὐκτήμονι ἐπισημαίνει. Ἱππάρχῳ νότος ἢ ζέφυρος. γʹ. |
| 2 18 [20] | ὡρῶν ιδ · Ἀρκτοῦρος ἑῷος ἀνατέλλει. ὡρῶν ιε 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Ὄρνιθος ἑῷος δύνει. δʹ. ὡρῶν ιε · ὁ λαμπρὸς τῆς βορείου Χηλῆς κρύπτεται. Αἰγυπτίοις καὶ Καλλίππῳ χειμάζει, δυσαερία. Εὐκτήμονι καὶ Φιλίππῳ ὑετός. εʹ. ὡρῶν ιε 𐅵 ʹ· ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομέδας ἑῷος δύνει. Εὐδόξῳ ὑετός. Εὐκτήμονι χειμάζει. Μητροδώρῳ ὑετός. ϛʹ. ὡρῶν ιγ 𐅵 ʹ· Ἀρκτοῦρος ἑῷος ἀνατέλλει, καὶ ὁ ἔσχατος τοῦ Ποταμοῦ ἑῷος δύνει. ὡρῶν ιδ 𐅵 ʹ· ὁ λαμπρὸς τῆς βορείου Χηλῆς κρύπτεται, καὶ ὁ καλούμενος Ἀντάρης κρύπτεται. ὡρῶν ιε 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ βορείου Στεφάνου ἑῷος ἀνατέλλει. Αἰγυπτίοις καὶ Καίσαρι χειμών, ὑετός, βρονταί, ἀστραπαί. ζʹ. ὡρῶν ιγ 𐅵 ʹ· Στάχυς ἐπιτέλλει. ὡρῶν ιδ · ὁ καλούμενος Αἲξ ἑσπέριος ἀνατέλλει, καὶ ὁ λαμπρὸς τῆς βορείου Χηλῆς κρύπτεται. Αἰγυπτίοις ὑετοί, χειμαίνει. Εὐδόξῳ ὑετὸς καὶ ἄνεμος μεταπίπτων. Δοσιθέῳ ἐπισημαίνει. ηʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ λαμπρὸς τῆς βορείου Χηλῆς κρύπτεται. ὡρῶν ιδ 𐅵 ʹ· ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ἡνιόχου ἑσπέριος ἀνατέλλει, καὶ Στάχυς ἐπιτέλλει. |
| 2 19 [20] | Δημοκρίτῳ χειμάζει, σπόρου ὥρα. θʹ. ὡρῶν ιε 𐅵 ʹ· Στάχυς ἐπιτέλλει. Αἰγυπτίοις βορρᾶς πνεῖ. ιʹ. ὡρῶν ιε · ὁ λαμπρὸς τοῦ βορείου Στεφάνου ἑῷος ἀνατέλλει. Ἱππάρχῳ νότος. ιαʹ. ὡρῶν ιε · ὁ κατὰ τὸ γόνυ τοῦ Τοξότου κρύπτεται. ιβʹ. ὡρῶν ιε · ὁ καλούμενος Ἀντάρης κρύπτεται. Αἰγυπτίοις ζέφυρος ἢ λίψ. Εὐδόξῳ ἐπισημαίνει. Ἱππάρχῳ ἀπηλιώτης. ιγʹ. ιδʹ. Δοσιθέῳ καὶ Εὐδόξῳ ἐπισημαίνει. ιεʹ. Αἰγυπτίοις ἀργεστής, ὑετός. ιϛʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ βορείου Στεφάνου ἑῷος ἀνατέλλει. Εὐδόξῳ βορέαι ἢ νότοι. Δοσιθέῳ ἄνεμος μεταπίπτων. Καλλίππῳ ἐπισημαίνει. Καίσαρι ἄνεμος ἄτακτος, ὑετός, βρονταί. ιζʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ καλούμενος Ἀντάρης κρύπτεται. Αἰγυπτίοις βορέας ἢ λίψ. Εὐδόξῳ ἐπισημαίνει. ιηʹ. ὡρῶν ιγ 𐅵 ʹ· Ἀρκτοῦρος ἑσπέριος δύνει. ιθʹ. Εὐδόξῳ ἀνέμων μεταβολαί, βρονταί. κʹ. ὡρῶν ιδ · ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ἡνιόχου ἑσπέριος ἀνατέλλει. Ἱππάρχῳ νότος ἢ βορέας. καʹ. |
| 2 20 [20] | ὡρῶν ιγ 𐅵 ʹ· ὁ καλούμενος Αἲξ ἑσπέριος ἀνατέλλει κβʹ. ὡρῶν ιδ · ὁ λαμπρὸς τοῦ βορείου Στεφάνου ἑῷος ἀνατέλλει. Αἰγυπτίοις ζέφυρος ἢ νότος δι’ ἡμέρας, ὑετός. Δοσιθέῳ ἐπισημασία. κγʹ. κδʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ καλούμενος Κάνωβος ἑῷος δύνει. κεʹ. Αἰγυπτίοις πνεύματα ἄτακτα. κϛʹ. ὡρῶν ιδ · Ἀρκτοῦρος ἑσπέριος δύνει. Εὐδόξῳ ἐπισημαίνει. Καίσαρι βορέας πνεῖ. κζʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ βορείου Στεφάνου ἑῷος ἀνατέλλει. ὡρῶν ιδ 𐅵 ʹ· ὁ κατὰ τὸ γόνυ τοῦ Τοξότου κρύπτεται. Αἰγυπτίοις καὶ Καλλίππῳ ἐπισημαίνει. Εὐκτήμονι καὶ Καλλίππῳ ἀμιξία ἀέρος, κατὰ θάλασσαν χειμὼν πολύς. κηʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ἡνιόχου ἑσπέριος ἀνατέλλει. Μητροδώρῳ σημαίνει. Εὐκτήμονι καὶ Καλλίππῳ ἀέρος μίξις, καὶ κατὰ θάλασσαν χειμάζει. λʹ. Αἰγυπτίοις χειμάζει σφόδρα. ΑΘΥΡ αʹ. |
| 2 21 [15] | ὡρῶν ιγ 𐅵 ʹ· ὁ λαμπρὸς τῆς νοτίου Χηλῆς ἐπιτέλλει. βʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ λαμπρὸς τῆς νοτίου Χηλῆς ἐπιτέλλει. ὡρῶν ιε · τὸ αὐτό. Αἰγυπτίοις ἐπισημαίνει. Δοσιθέῳ χειμάζει. Δημοκρίτῳ ψύχη ἢ πάχνη. Ἱππάρχῳ νότος πυκνός. γʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ λαμπρὸς τῆς βορείου Χηλῆς ἐπιτέλλει. ὡρῶν ιε 𐅵 ʹ· ὁ λαμπρὸς τῆς Λύρας ἑῷος ἀνατέλλει. Εὐκτήμονι καὶ Φιλίππῳ ἄνεμος μέγας πνεῖ. δʹ. ὡρῶν ιδ · ὁ λαμπρὸς τῆς βορείου Χηλῆς ἐπιτέλλει. ὡρῶν ιδ 𐅵 ʹ· Ἀρκτοῦρος ἑσπέριος δύνει. Αἰγυπτίοις νότος ἢ λίψ. Καλλίππῳ καὶ Εὐκτήμονι πνεύματα σφοδρά. Καίσαρι καὶ Μητροδώρῳ ἄνεμοι, χειμάζει. εʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ λαμπρὸς τῆς βορείου Χηλῆς ἐπιτέλλει. ϛʹ. ὡρῶν ιδ · ὁ κατὰ τὸ γόνυ τοῦ Τοξότου κρύπτεται. Κόνωνι καὶ Εὐδόξῳ ἀκρασία πνευμάτων. Καλλίππῳ ἀκρασία ἀέρων. |
| 2 22 [20] | Καίσαρι καὶ Ἱππάρχῳ νότος ἢ βορρᾶς ψυχρός. ζʹ. ὡρῶν ιδ · ὁ λαμπρὸς τῶν Ὑάδων ἑσπέριος ἀνατέλλει. Αἰγυπτίοις νότος λάβρος. Μέτωνι ζέφυρος. Εὐδόξῳ βορέας ἢ νότος. Μητροδώρῳ ἀκρασία ἀέρος. Εὐκτήμονι καὶ Φιλίππῳ καὶ Ἱππάρχῳ ὑετός. ηʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ λαμπρὸς τῶν Ὑάδων ἑσπέριος ἀνατέλλει. Καλλίππῳ ὑετία. Εὐκτήμονι ἐπισημαίνει. θʹ. ὡρῶν ιε 𐅵 ʹ· ὁ κοινὸς Ποταμοῦ καὶ ποδὸς Ὠρίωνος ἑῷος δύνει. Αἰγυπτίοις χειμών, ὑετός. ιʹ. ὡρῶν ιδ · ὁ καλούμενος Κάνωβος ἑῷος δύνει. Αἰγυπτίοις νότος ἢ ζέφυρος. Δοσιθέῳ χειμών. ιαʹ. ὡρῶν ιε · ὁ λαμπρὸς τῆς Λύρας ἑῷος ἀνατέλλει. Μέτωνι ὑετὸς θυελλώδης. Ἱππάρχῳ ἀργεστὴς ψυχρός. ιβʹ. ὡρῶν ιε · Ἀρκτοῦρος ἑσπέριος δύνει, καὶ ὁ κοινὸς Ποταμοῦ καὶ ποδὸς Ὠρίωνος ἑῷος δύνει. ιγʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ κατὰ τὸ γόνυ τοῦ Τοξότου κρύπτεται. Αἰγυπτίοις νότος ἢ εὖρος δι’ ἡμέρας, ψακάζει. Μητροδώρῳ χειμάζει, θύελλα. Εὐκτήμονι ὑετοί, χειμάζει. ιδʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ κοινὸς Ποταμοῦ καὶ ποδὸς Ὠρίωνος ἑῷος δύνει. Φιλίππῳ καὶ Εὐκτήμονι χειμών, θύελλα. Ἱππάρχῳ βορέας ἢ νότος ψυχρὸς καὶ ὑετός. ιεʹ. |
| 2 23 [20] | ὡρῶν ιγ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Περσέως ἑῷος δύνει, καὶ ὁ λαμπρὸς τοῦ βορείου Στεφάνου ἑσπέριος δύνει. ὡρῶν ιε 𐅵 ʹ· ὁ λαμπρὸς τῶν Ὑάδων ἑῷος δύνει. Αἰγυπτίοις καὶ Ἱππάρχῳ χειμῶνος ἀρχή. Μητροδώρῳ καὶ Καλλίππῳ καὶ Κόνωνι ἐπισημασία. ιϛʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ λαμπρὸς τῶν Ὑάδων ἑῷος δύνει. ὡρῶν ιδʹ 𐅵 ʹ· τὸ αὐτό. ὡρῶν ιεʹ· τὸ αὐτό. Εὐκτήμονι καὶ Δοσιθέῳ χειμάζει. ιζʹ. ὡρῶν ιδ · ὁ κοινὸς Ποταμοῦ καὶ ποδὸς Ὠρίωνος ἑῷος δύνει. ὡρῶν ιε 𐅵 ʹ· ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου Διδύμου ἑσπέριος ἀνατέλλει. Εὐδόξῳ χειμῶνος ἀρχὴ καὶ ἐπισημασία. Δημοκρίτῳ χειμὼν καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν. ιθʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ λαμπρὸς τῆς Λύρας ἑῷος ἀνατέλλει. Αἰγυπτίοις νότος ἢ εὖρος δι’ ἡμέρας. Καίσαρι χειμάζει. κʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ κοινὸς Ποταμοῦ καὶ ποδὸς Ὠρίωνος ἑῷος δύνει. ὡρῶν ιδ · ὁ λαμπρὸς τοῦ Περσέως ἑῷος δύνει. ὡρῶν ιε 𐅵 ʹ· ὁ ἐν τῷ ἡγουμένῳ ὤμῳ τοῦ Ὠρίωνος ἑῷος δύνει, καὶ ὁ μέσος τῆς ζώνης τοῦ Ὠρίωνος ἑῷος δύνει. Καίσαρι χειμών. καʹ. ὡρῶν ιε · ὁ ἐν τῷ ἡγουμένῳ ὤμῳ τοῦ Ὠρίωνος ἑῷος δύνει, καὶ ὁ μέσος τῆς ζώνης τοῦ Ὠρίωνος ἑῷος δύνει. |
| 2 24 [20] | ὡρῶν ιε 𐅵 ʹ· Ἀρκτοῦρος ἑσπέριος δύνει. Αἰγυπτίοις βορέας δι’ ἡμέρας καὶ νυκτός. Εὐδόξῳ ὑετός. Καίσαρι χειμών. κβʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ ἐν τῷ ἡγουμένῳ ὤμῳ τοῦ Ὠρίωνος ἑῷος δύνει. κγʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ καλούμενος Κάνωβος ἑῷος δύνει. ὡρῶν ιδ · ὁ λαμπρὸς τοῦ βορείου Στεφάνου ἑσπέριος δύνει, καὶ ὁ ἐν τῷ ἡγουμένῳ ὤμῳ τοῦ Ὠρίωνος ἑῷος δύνει. ὡρῶν ιε · ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου Διδύμου ἑσπέριος ἀνατέλλει. Εὐδόξῳ χειμέριος περίστασις. κδʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ ἐν τῷ ἐμπροσθίῳ δεξιῷ βατραχίῳ τοῦ Κενταύρου ἐπιτέλλει. ὡρῶν ιδ 𐅵 ʹ· ὁ μέσος τῆς ζώνης τοῦ Ὠρίωνος ἑῷος δύνει. ὡρῶν ιε 𐅵 ʹ. Κύων ἑῷος δύνει. Αἰγυπτίοις χειμέριος περίστασις. Εὐδόξῳ βορέας ψυχρός. κεʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ ἐν τῷ ἡγουμένῳ ὤμῳ τοῦ Ὠρίωνος ἑῷος δύνει, καὶ ὁ καλούμενος Ἀντάρης ἐπιτέλλει. ὡρῶν ιδ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Περσέως ἑῷος δύνει. Εὐκτήμονι καὶ Δοσιθέῳ χειμὼν καὶ ὑετία. Καίσαρι ἀκρασία ἀέρος. κϛʹ. |
| 2 25 [20] | ὡρῶν ιγ 𐅵 ʹ· ὁ ἐν τῷ ἡγουμένῳ ὤμῳ τοῦ Ὠρίωνος ἑσπέριος ἀνατέλλει, καὶ ὁ ἔσχατος τοῦ Ποταμοῦ ἑσπέριος ἀνατέλλει. ὡρῶν ιδ · ὁ λαμπρὸς τῆς Λύρας ἑῷος ἀνατέλλει, καὶ ὁ μέσος τῆς ζώνης τοῦ Ὠρίωνος ἑῷος δύνει, καὶ ὁ καλούμενος Ἀντάρης ἐπιτέλλει. Εὐδόξῳ χειμὼν σφοδρός. κζʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ καλούμενος Ἀντάρης ἐπιτέλλει. ὡρῶν ιε · Κύων ἑῷος δύνει. ὡρῶν ιε 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Ὄρνιθος ἑῷος ἀνατέλλει, καὶ ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ὠρίωνος ἑῷος δύνει. Αἰγυπτίοις καὶ Ἱππάρχῳ νότος πυκνός. Εὐδόξῳ καὶ Κόνωνι χειμέριος ὁ ἀήρ. Καλλίππῳ ὑετία. κηʹ. ὡρῶν ιδ · ὁ ἐν τῷ ἡγουμένῳ ὤμῳ τοῦ Ὠρίωνος ἑσπέριος ἀνατέλλει. ὡρῶν ιδ 𐅵 ʹ· ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου Διδύμου ἑσπέριος ἀνατέλλει. ὡρῶν ιε · ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ὠρίωνος ἑῷος δύνει, καὶ ὁ καλούμενος Ἀντάρης ἐπιτέλλει. Αἰγυπτίοις ψακάς. κθʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ μέσος τῆς ζώνης τοῦ Ὠρίωνος ἑῷος δύνει. ὡρῶν ιε 𐅵 ʹ· ὁ καλούμενος Ἀντάρης ἐπιτέλλει. λʹ. |
| 2 26 [20] | ὡρῶν ιγ 𐅵 ʹ· ὁ μέσος τῆς ζώνης τοῦ Ὠρίωνος ἑσπέριος ἀνατέλλει. ὡρῶν ιδ 𐅵 ʹ· ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ὠρίωνος ἑῷος δύνει, καὶ ὁ ἐν τῷ ἡγουμένῳ ὤμῳ τοῦ Ὠρίωνος ἑσπέριος ἀνατέλλει. ὡρῶν ιε 𐅵 ʹ· ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἑπομένου Διδύμου ἑσπέριος ἀνατέλλει. ΧΟΙΑΚ αʹ. ὡρῶν ιδ 𐅵 ʹ· Κύων ἑῷος δύνει. ὡρῶν ιε · ὁ λαμπρὸς τοῦ Περσέως ἑῷος δύνει. Αἰγυπτίοις νότος καὶ ὑετός. Εὐδόξῳ ἀκρασία ἀέρος. Δοσιθέῳ ἐπισημασία. Δημοκρίτῳ οὐρανὸς ταραχώδης καὶ ἡ θάλασσα ὡς τὰ πολλά. βʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ὠρίωνος ἑσπέριος ἀνατέλλει, καὶ ὁ κοινὸς Ποταμοῦ καὶ ποδὸς Ὠρίωνος ἑσπέριος ἀνατέλλει. ὡρῶν ιδ · ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου Διδύμου ἑσπέριος ἀνατέλλει, καὶ ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ὠρίωνος ἑῷος δύνει. ὡρῶν ιδ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ βορείου Στεφάνου ἑσπέριος δύνει. γʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ὠρίωνος ἑῷος δύνει. ὡρῶν ιε · ὁ ἐν τῷ ἡγουμένῳ ὤμῳ τοῦ Ὠρίωνος ἑσπέριος ἀνατέλλει. δʹ. |
| 2 27 [15] | ὡρῶν ιγ 𐅵 ʹ· ὁ λαμπρὸς τῆς Λύρας ἑῷος ἀνατέλλει. ὡρῶν ιδ · ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ὠρίωνος ἑσπέριος ἀνατέλλει, καὶ ὁ μέσος τῆς ζώνης τοῦ Ὠρίωνος ἑσπέριος ἀνατέλλει. ὡρῶν ιε · ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἑπομένου Διδύμου ἑσπέριος ἀνατέλλει. Αἰγυπτίοις ζέφυρος ἢ νότος δι’ ἡμέρας, ὕει. Κόνωνι χειμάζει. εʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ καλουμένους Αἲξ ἑῷος δύνει, καὶ ὁ ἑπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου Διδύμου ἑσπέριος ἀνατέλλει. ὡρῶν ιδ · Κύων ἑῷος δύνει. ὡρῶν ιε 𐅵 ʹ· ὁ ἐν τῷ ἡγουμένῳ ὤμῳ Ὠρίωνος ἑσπέριος ἀνατέλλει. Καίσαρι καὶ Εὐκτήμονι καὶ Εὐδόξῳ καὶ Καλλίππῳ χειμών. ϛʹ. ὡρῶν ιδ · ὁ ἐν τῷ ἐμπροσθίῳ δεξιῷ βατραχίῳ τοῦ Κενταύρου ἐπιτέλλει. ὡρῶν ιδ 𐅵 ʹ· ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ὠρίωνος ἑσπέριος ἀνατέλλει. Μητροδώρῳ χειμερία περίστασις. Εὐκτήμονι καὶ Φιλίππῳ καὶ Καλλίππῳ ἀνέμων ἀκρασία. ζʹ. ὡρῶν ιδ · ὁ κοινὸς Ποταμοῦ καὶ ποδὸς Ὠρίωνος ἑσπέριος ἀνατέλλει. |
| 2 28 [20] | ὡρῶν ιδ 𐅵 ʹ· ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἑπομένου Διδύμου ἑσπέριος ἀνατέλλει, καὶ ὁ μέσος τῆς ζώνης τοῦ Ὠρίωνος ἑσπέριος ἀνατέλλει. ὡρῶν ιε · ὁ λαμπρὸς τοῦ Ὄρνιθος ἑῷος ἀνατέλλει. Αἰγυπτίοις ψακάζει. Καίσαρι καὶ Κόνωνι χειμάζει. ηʹ. ὡρῶν ιε · ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ὠρίωνος ἑσπέριος ἀνατέλλει. ὡρῶν ιε 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Περσέως ἑῷος δύνει. Αἰγυπτίοις ψακάζει. Καίσαρι καὶ Εὐκτήμονι καὶ Εὐδόξῳ χειμών. θʹ. ὡρῶν ιγ 𐅵 ʹ· Κύων ἑῷος δύνει. ὡρῶν ιδ · ὁ καλούμενος Αἲξ ἑῷος δύνει, καὶ ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἑπομένου Διδύμου ἑσπέριος ἀνατέλλει, καὶ ὁ ἔσχατος τοῦ Ποταμοῦ ἑσπέριος ἀνατέλλει. Αἰγυπτίοις καὶ Δοσιθέῳ καὶ Δημοκρίτῳ χειμών. ιʹ. ὡρῶν ιε · ὁ λαμπρὸς τοῦ βορείου Στεφάνου ἑσπέριος δύνει, καὶ ὁ μέσος τῆς ζώνης τοῦ Ὠρίωνος ἑσπέριος ἀνατέλλει. Αἰγυπτίοις λὶψ ἢ νότος. Εὐδόξῳ καὶ Δοσιθέῳ χειμέριος ἀήρ. ιαʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἑπομένου Διδύμου ἑσπέριος ἀνατέλλει. Ἱππάρχῳ βορέας πολύς. Εὐδόξῳ ὑετός. ιβʹ. |
| 2 29 [20] | ὡρῶν ιδ 𐅵 ʹ· ὁ κοινὸς Ποταμοῦ καὶ ποδὸς Ὠρίωνος ἑσπέριος ἀνατέλλει. Καίσαρι νοτία. Εὐκτήμονι καὶ Εὐδόξῳ καὶ Καλλίππῳ χειμῶνος ἀὴρ καὶ ὑετία. ιγʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ἡνιόχου ἑῷος δύνει. ὡρῶν ιε 𐅵 ʹ· ὁ μέσος τῆς ζώνης τοῦ Ὠρίωνος ἑσπέριος ἀνατέλλει. Καίσαρι νοτία. Εὐκτήμονι καὶ Εὐδόξῳ καὶ Καλλίππῳ χειμῶνος ἀὴρ καὶ ὑετία. ιδʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ καλούμενος Αἲξ ἑῷος δύνει. Μητροδώρῳ καὶ Εὐκτήμονι καὶ Καλλίππῳ χειμῶνος περίστασις. Δημοκρίτῳ βρονταί, ἀστραπαί, ὕδωρ, ἄνεμοι. ιεʹ. Αἰγυπτίοις ἀργεστὴς ψυχρὸς ἢ νότος καὶ ὄμβρος. Καλλίππῳ νότος καὶ ἐπισημασία. Εὐδόξῳ χειμῶνος ἀήρ. ιϛʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Ὄρνιθος ἑῷος ἀνατέλλει. ὡρῶν ιε · ὁ κοινὸς Ποταμοῦ καὶ ποδὸς Ὠρίωνος ἑσπέριος ἀνατέλλει. Αἰγυπτίοις χειμάζει. ιζʹ. Ἱππάρχῳ νότος πολὺς ἢ βορέας. ιηʹ. ὡρῶν ιδ · ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ἡνιόχου ἑῷος δύνει. |
| 2 30 [20] | Αἰγυπτίοις ὑετία μετὰ πνευμάτων. Εὐδόξῳ χειμάζει. ιθʹ. ὡρῶν ιε · ὁ καλούμενος Αἲξ ἑῷος δύνει. ὡρῶν ιε 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ βορείου Στεφάνου ἑσπέριος δύνει. Αἰγυπτίοις βορέας ψυχρὸς ἢ νότος καὶ ὑετία. κʹ. ὡρῶν ιε 𐅵 ʹ· Προκύων ἑῷος δύνει. Καίσαρι χειμάζει. καʹ. ὡρῶν ιε 𐅵 ʹ· ὁ κοινὸς Ποταμοῦ καὶ ποδὸς Ὠρίωνος ἑσπέριος ἀνατέλλει. κβʹ. ὡρῶν ιε · Προκύων ἑῷος δύνει. Ἱππάρχῳ νότος. κγʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ἡνιόχου ἑῷος δύνει, καὶ ὁ ἐν τῷ ἐμπροσθίῳ δεξιῷ βατραχίῳ τοῦ Κενταύρου ἐπιτέλλει. ὡρῶν ιε 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Ἀετοῦ ἑῷος ἀνατέλλει. Αἰγυπτίοις καὶ Εὐδόξῳ καὶ Δοσιθέῳ λὶψ ἢ νότος. κδʹ. ὡρῶν ιδ 𐅵 ʹ· Προκύων ἑῷος δύνει, καὶ ὁ ἔσχατος τοῦ Ποταμοῦ ἑσπέριος ἀνατέλλει. Εὐδόξῳ χειμερινὸς ἀήρ. κεʹ. ὡρῶν ιγ 𐅵 ʹ· Προκύων ἑσπέριος ἀνατέλλει. ὡρῶν ιδ · Προκύων ἑῷος δύνει. ὡρῶν ιε · ὁ λαμπρὸς τοῦ Ἀετοῦ ἑῷος ἀνατέλλει. Αἰγυπτίοις ἐπισημασία. κϛʹ. |
| 2 31 [15] | χειμερινὴ τροπή. ὡρῶν ιγ 𐅵 ʹ· Προκύων ἑῷος δύνει, καὶ Κύων ἑσπέριος ἀνατέλλει. ὡρῶν ιε 𐅵 ʹ· ὁ καλούμενος Αἲξ ἑῷος δύνει. κζʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Ἀετοῦ κρύπτεται. ὡρῶν ιδ · Προκύων ἑσπέριος ἀνατέλλει. ὡρῶν ιδ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Ἀετοῦ ἑῷος ἀνατέλλει. κηʹ. ὡρῶν ιε · ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ἡνιόχου ἑῷος δύνει. ὡρῶν ιε 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ νοτίου Ἰχθύος κρύπτεται. Αἰγυπτίοις καὶ Καίσαρι χειμών. Ἱππάρχῳ καὶ Μέτωνι ἐπισημαίνει, ὄμβρος. κθʹ. ὡρῶν ιδ 𐅵 ʹ· Προκύων ἑσπέριος ἀνατέλλει. Αἰγυπτίοις καὶ Κόνωνι καὶ Μέτωνι καὶ Καλλίππῳ χειμών. Καίσαρι καὶ Μητροδώρῳ ἐπισημασία, ἀκρασία. λʹ. ὡρῶν ιδ · ὁ λαμπρὸς τοῦ Ἀετοῦ ἑῷος ἀνατέλλει, καὶ ὁ λαμπρὸς τοῦ Ἀετοῦ ἑσπέριος δύνει. Αἰγυπτίοις λὶψ καὶ ἀκρασία ἀέρος. Εὐδόξῳ καὶ Μητροδώρῳ χειμῶνος ἀήρ. Ἱππάρχῳ χειμὼν ἑσπέριος. ΤΥΒΙ αʹ. |
| 2 32 [15] | ὡρῶν ιδ · Κύων ἑσπέριος ἀνατέλλει. ὡρῶν ιε · Προκύων ἑσπέριος ἀνατέλλει. Εὐδόξῳ ἐπισημαίνει. Δημοκρίτῳ χειμὼν μέσος. βʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου Διδύμου ἑῷος δύνει. Δοσιθέῳ χειμαίνει. γʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Ἀετοῦ ἐπιτέλλει. ὡρῶν ιε 𐅵 ʹ· Προκύων ἑσπέριος ἀνατέλλει. Εὐκτήμονι καὶ Φιλίππῳ καὶ Δημοκρίτῳ ἐπισημαίνει. δʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Ὄρνιθος ἑῷος ἀνατέλλει, καὶ ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἑπομένου Διδύμου ἑῷος δύνει. ὡρῶν ιδ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Ἀετοῦ ἑσπέριος δύνει. ὡρῶν ιε · ὁ λαμπρὸς τοῦ νοτίου Ἰχθύος κρύπτεται. Αἰγυπτίοις χειμὼν κατὰ θάλασσαν. Εὐκτήμονι ἐπισημαίνει. εʹ. ὡρῶν ιδ · ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου Διδύμου ἑῷος δύνει. ὡρῶν ιε 𐅵 ʹ· ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ἡνιόχου ἑῷος δύνει. ϛʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ κατὰ τὸ γόνυ τοῦ Τοξότου ἐπιτέλλει. |
| 2 33 [20] | ὡρῶν ιδ · ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἑπομένου Διδύμου ἑῷος δύνει. ὡρῶν ιδ 𐅵 ʹ· Κύων ἑσπέριος ἀνατέλλει. ζʹ. ὡρῶν ιε · ὁ λαμπρὸς τοῦ Ἀετοῦ ἑσπέριος δύνει. Δοσιθέῳ ἐπισημαίνει. ηʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου Διδύμου ἑῷος δύνει, καὶ ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἑπομένου Διδύμου ἑῷος δύνει, καὶ ὁ λαμπρὸς τοῦ νοτίου Ἰχθύος κρύπτεται. Αἰγυπτίοις ποικίλη κατάστασις. θʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ λαμπρὸς τῆς Λύρας ἑσπέριος δύνει. ὡρῶν ιε 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Ἀετοῦ ἑσπέριος δύνει. Αἰγυπτίοις ἐπισημαίνει. Δημοκρίτῳ νότος πνεῖ ὡς τὰ πολλά. ιʹ. ὡρῶν ιε · Κύων ἑσπέριος ἀνατέλλει. ιαʹ. ὡρῶν ιε · ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἑπομένου Διδύμου ἑῷος δύνει. Εὐκτήμονι καὶ Φιλίππῳ μέσος χειμών. ιβʹ· ὡρῶν ιδ · ὁ κατὰ τὸ γόνυ τοῦ Τοξότου ἐπιτέλλει. ὡρῶν ιε · ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου Διδύμου ἑῷος δύνει. Ἱππάρχῳ καὶ Εὐδόξῳ χειμαίνει. ιγʹ. ὡρῶν ιδ · ὁ λαμπρὸς τοῦ νοτίου Ἰχθύος κρύπτεται. ὡρῶν ιε · ὁ ἔσχατος τοῦ Ποταμοῦ ἑσπέριος ἀνατέλλει. |
| 2 34 [15] | Αἰγυπτίοις νότος ἢ ζέφυρος, χειμὼν καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν. Μητροδόρῳ καὶ Εὐκτήμονι καὶ Φιλίππῳ καὶ Καλλίππῳ νότος. ιδʹ. ὡρῶν ιε 𐅵 ʹ· ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἑπομένου Διδύμου ἑῷος δύνει, καὶ ὁ λαμπρὸς τοῦ Ὕδρου ἑῷος δύνει, καὶ Κύων ἑσπέριος ἀνατέλλει. Αἰγυπτίοις καὶ Εὐδόξῳ νότος σφοδρὸς καὶ ὑετός. ιεʹ. ὡρῶν ιε .... Αἰγυπτίοις καὶ Καίσαρι νότος πολύς, καὶ ἐπισημαίνει κατὰ θάλασσαν, βροντή, ψακάς. ιϛʹ. ὡρῶν ιε · ὁ λαμπρὸς τοῦ Ὕδρου ἑῷος δύνει. ὡρῶν ιε 𐅵 ʹ· ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου Διδύμου ἑῷος δύνει. Εὐδόξῳ καὶ Δοσιθέῳ νότος, ἐπισημαίνει. Ἱππάρχῳ ἀνέμων ἀκρασία. ιζʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ νοτίου Ἰχθύος κρύπτεται. ιηʹ. ὡρῶν ιδ · ὁ λαμπρὸς τῆς Λύρας ἑσπέριος δύνει. ὡρῶν ιδ 𐅵 ʹ· ὁ κατὰ τὸ γόνυ τοῦ Τοξότου ἐπιτέλλει. ιθʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Ὕδρου ἑῷος δύνει. Ἱππάρχῳ νότος ἢ βορέας, χειμάζει. κʹ. |
| 2 35 [20] | Αἰγυπτίοις χειμῶνος ἀήρ. καʹ. ὡρῶν ιδ · ὁ λαμπρὸς τοῦ Ὕδρου ἑῷος δύνει. ὡρῶν ιε · ὁ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος ἑσπέριος ἀνατέλλει. Ἱππάρχῳ ἀπηλιώτης πνεῖ. κβʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος ἑσπέριος ἀνατέλλει, καὶ ὁ λαμπρὸς τοῦ Ὕδρου ἑσπέριος ἀνατέλλει, καὶ ὁ καλούμενος Κάνωβος ἑσπέριος ἀνατέλλει. ὡρῶν ιδ · ὁ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος ἑσπέριος ἀνατέλλει. ὡρῶν ιδ 𐅵 ʹ· ὁ ἐν τῷ ἐμπροσθίῳ δεξιῷ βατραχίῳ τοῦ Κενταύρου ἑῷος δύνει. ὡρῶν ιδ 𐅵 ʹ· ὁ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος ἑσπέριος ἀνατέλλει. Καίσαρι ἄνεμοι σφοδροί. κγʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Ὕδρου ἑῷος δύνει. Εὐκτήμονι καὶ Φιλίππῳ χειμών. Μητροδώρῳ ἀκαταστασία ἀέρος. κδʹ. ὡρῶν ιδ · ὁ λαμπρὸς τοῦ Ὕδρου ἑσπέριος ἀνατέλλει. Αἰγυπτίοις ὕει ἢ πνίγη γίνεται. Καίσαρι καὶ Εὐκτήμονι χειμών. κεʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ λαμπρὸς τῆς Λύρας ἑσπέριος δύνει, καὶ ὁ λαμπρὸς τοῦ Ὕδρου ἑσπέριος ἀνατέλλει. ὡρῶν ιε · ὁ κατὰ τὸ γόνυ τοῦ Τοξότου ἐπιτέλλει. Αἰγυπτίοις καὶ Καλλίππῳ χειμών, ὑετός. |
| 2 36 [15] | Ἱππάρχῳ βορρᾶς πνεῖ. Εὐκτήμονι καὶ Δημοκρίτῳ ἐφύει. κϛʹ. ὡρῶν ιε · ὁ λαμπρὸς τοῦ Ὕδρου ἑσπέριος ἀνατέλλει. Εὐδόξῳ χειμὼν μέσος. κζʹ. Αἰγυπτίοις εὖρος ἢ νότος, ἐπισημαίνει. κηʹ. ὡρῶν ιε 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Ὕδρου ἑσπέριος ἀνατέλλει. Αἰγυπτίοις ὑετία. Ἱππάρχῳ ἐπισημασία κθʹ. Καλλίππῳ καὶ Εὐκτήμονι ἐφύει. Δημοκρίτῳ μέσος χειμών. λʹ. Ἱππάρχῳ ἀπηλιώτης πνεῖ. ΜΕΧΙΡ αʹ. ὡρῶν ιε 𐅵 ʹ· ὁ κατὰ τὸ γόνυ τοῦ Τοξότου ἐπιτέλλει. Εὐδόξῳ ὑετία. Μητροδώρῳ ὑετία. Δοσιθέῳ χειμών. βʹ. Αἰγυπτίοις χειμὼν μέσος. γʹ. Αἰγυπτίοις λὶψ ἢ νότος, ἐπισημαίνει. δʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Ὄρνιθος ἑσπέριος δύνει. ὡρῶν ιε · ὁ λαμπρὸς τῆς Λύρας ἑσπέριος δύνει. Ἱππάρχῳ νότος ἢ ἀργεστής. ϛʹ. |
| 2 37 [20] | ὡρῶν ιγ 𐅵 ʹ· ὁ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος ἑῷος δύνει. ὡρῶν ιδ · ὁ καλούμενος Κάνωβος ἑσπέριος ἀνατέλλει. ὡρῶν ιε 𐅵 ʹ· ὁ ἐπὶ τῆς οὐρᾶς τοῦ Λέοντος ἑσπέριος ἀνατέλλει, καὶ ὁ κατὰ τὸ γόνυ τοῦ Τοξότου ἐπιτέλλει. Εὐδόξῳ ὑετός. ζʹ. ὡρῶν ιδ · ὁ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος ἑῷος δύνει. ὡρῶν ιε · ὁ ἐπὶ τῆς οὐρᾶς τοῦ Λέοντος ἑσπέριος ἀνατέλλει. ηʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος ἑῷος δύνει, καὶ ὁ ἐπὶ τῆς οὐρᾶς τοῦ Λέοντος ἑσπέριος ἀνατέλλει. Αἰγυπτίοις νότος ἢ ζέφυρος, μεταξὺ χάλαζα. θʹ. ὡρῶν ιε · ὁ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος ἑῷος δύνει. Εὐδόξῳ εὐδία, ἐνίοτε δὲ καὶ ζέφυρος πνεῖ. ιʹ. ὡρῶν ιδ · ὁ ἐπὶ τῆς οὐρᾶς τοῦ Λέοντος ἑσπέριος ἀνατέλλει. ιαʹ. ὡρῶν ιε 𐅵 ʹ· ὁ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος ἑῷος δύνει. Αἰγυπτίοις περίστασις χειμερινὴ ἢ ἔπομβρος καὶ ἀνέμων ἀκρασία. Δοσιθέῳ εὐδία, ἐνίοτε ζέφυρος πνεῖ. ιβʹ. |
| 2 38 [20] | ὡρῶν ιδ · ὁ λαμπρὸς τοῦ Ὄρνιθος ἑσπέριος δύνει. ὡρῶν ιε · ὁ ἔσχατος τοῦ Ποταμοῦ κρύπτεται. ὡρῶν ιε 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Περσέως ἑῷος ἀνατέλλει, καὶ ὁ λαμπρὸς τῆς Λύρας ἑσπέριος δύνει. Αἰγυπτίοις ἀνεμώδης κατάστασις. Καίσαρι ὑετία. Δημοκρίτῳ ζέφυρος ἄρχεται πνεῖν. ιγʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ ἐπὶ τῆς οὐρᾶς τοῦ Λέοντος ἑσπέριος ἀνατέλλει. Αἰγυπτίοις καὶ Εὐδόξῳ ἔαρος ἀρχή, ζέφυρος ἄρχεται πνεῖν καὶ ἐνίοτε χειμών. ιδʹ. Αἰγυπτίοις καὶ Εὐδόξῳ ὑετία. Ἱππάρχῳ καὶ Καλλίππῳ καὶ Δημοκρίτῳ ζεφύρῳ ὥρα πνεῖν. ιεʹ. Καίσαρι καὶ Μητροδώρῳ ἔαρος ἀρχή, καὶ ζέφυρος ἄρχεται πνεῖν. ιζʹ. Αἰγυπτίοις καὶ Εὐδόξῳ ζέφυροι πνέουσιν. Ἱππάρχῳ ἔαρος ἀρχή. Καλλίππῳ καὶ Μητροδώρῳ χειμών. ιηʹ. Αἰγυπτίοις ἀπηλιώτης πνεῖ. Ἱππάρχῳ βορρᾶς ἢ ἀπηλιώτης πνεῖ. ιθʹ. ὡρῶν ιδ · ὁ ἐν τῷ ἐμπροσθίῳ δεξιῷ βατραχίῳ τοῦ Κενταύρου ἑῷος δύνει. ὡρῶν ιε 𐅵 ʹ· ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομέδας ἑῷος ἀνατέλλει. καʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Ὄρνιθος ἑσπέριος δύνει. Αἰγυπτίοις ἄνεμοι μεταπίπτουσιν. Ἱππάρχῳ νότος πνεῖ. |
| 2 39 [20] | Εὐκτήμονι καὶ Φιλίππῳ καὶ Δοσιθέῳ χειμών. κβʹ. Αἰγυπτίοις ἀνέμων ἀκαταστασία καὶ ὄμβροι. κγʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ καλούμενος Κάνωβος ἑσπέριος ἀνατέλλει. κδʹ. Αἰγυπτίοις ζέφυρος ἢ νότος καὶ χάλαζα, ὑετός. κεʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ ἔσχατος τοῦ Ποταμοῦ κρύπτεται. ὡρῶν ιε · ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομέδας ἑῷος ἀνατέλλει. Ἱππάρχῳ βορέας ψυχρὸς πνεῖ. κϛʹ. Αἰγυπτίοις ἀνεμώδης κατάστασις. κηʹ. Ἱππάρχῳ καὶ Εὐκτήμονι ὀρνιθίαι ἄρχονται πνεῖν ψυχροί, καὶ χελιδόνι ὥρα φαίνεσθαι. κθʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομέδας κρύπτεται. ὡρῶν ιε · ὁ λαμπρὸς τοῦ Ὄρνιθος ἑσπέριος δύνει. Αἰγυπτίοις καὶ Φιλίππῳ καὶ Καλλίππῳ χελιδὼν φαίνεται, καὶ ἀνεμώδης κατάστασις. Κόνωνι βορέαι ἄρχονται πνεῖν ψυχροί. Εὐδόξῳ ὑετὸς ἐπὶ χελιδόνι, καὶ ἐπὶ λ ἡμέρας βορέαι πνέουσιν οἱ καλούμενοι ὀρνιθίαι. λʹ. Αἰγυπτίοις ὀρνιθίαι βορέαι, μεταξὺ ἀργεστής. Ἱππάρχῳ βορέαι ψυχροί. Μητροδώρῳ χελιδὼν φαίνεται, καὶ ἐπισημαίνει. Δημοκρίτῳ ποικίλαι ἡμέραι αἱ καλούμεναι ἁλκυονίδες. ΦΑΜΕΝΩΘ αʹ. |
| 2 40 [20] | ὡρῶν ιδ 𐅵 ʹ· ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομέδας ἑῷος ἀνατέλλει. ὡρῶν ιε 𐅵 ʹ· Ἀρκτοῦρος ἑσπέριος ἀνατέλλει. Καίσαρι καὶ Δοσιθέῳ χειμών, ἐπισημαίνει. βʹ. ὡρῶν ιδ · ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομέδας κρύπτεται. γʹ. ὡρῶν ιε · ὁ λαμπρὸς τοῦ Περσέως ἑῷος ἀνατέλλει. δʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομέδας ἑσπέριος δύνει. εʹ. ὡρῶν ιδ · ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομέδας ἐπιτέλλει. ὡρῶν ιε · Ἀρκτοῦρος ἑσπέριος ἀνατέλλει. Ἱππάρχῳ βορρᾶς ἢ νότος ψυχρὸς πνεῖ. ϛʹ. ὡρῶν ιδ · ὁ ἔσχατος τοῦ Ποταμοῦ κρύπτεται. Αἰγυπτίοις λὶψ ἢ νότος, χάλαζα. Ἱππάρχῳ βορέας ψυχρὸς πνεῖ. ζʹ. ὡρῶν ιε · ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομέδας ἑσπέριος δύνει. ὡρῶν ιε 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Ὄρνιθος ἑσπέριος δύνει. ηʹ. ὡρῶν ιδ 𐅵 ʹ· Ἀρκτοῦρος ἑσπέριος ἀνατέλλει. Εὐκτήμονι βορρᾶς ψυχρὸς πνεῖ. θʹ. ὡρῶν ιε 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ βορείου Στεφάνου ἑσπέριος ἀνατέλλει, καὶ ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομέδας ἑσπέριος δύνει. |
| 2 41 [20] | Αἰγυπτίοις χειμάζει. Καίσαρι χελιδονίαι πνέουσιν ἐπὶ ἡμέρας ι . ιʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομέδας ἐπιτέλλει. ιαʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ νοτίου Ἰχθύος ἐπιτέλλει, καὶ ὁ ἐν τῷ ἐμπροσθίῳ δεξιῷ βατραχίῳ τοῦ Κενταύρου ἑῷος δύνει. Αἰγυπτίοις ταραχώδης κατάστασις. Δημοκρίτῳ ἄνεμοι ψυχροὶ ὀρνιθίαι ἐπὶ ἡμέρας θ . ιβʹ. ὡρῶν ιδ · Ἀρκτοῦρος ἑσπέριος ἀνατέλλει. Εὐδόξῳ χειμών, καὶ ἰκτῖνος φαίνεται, καὶ ἐπισημαίνει. Μητροδώρῳ καὶ Εὐκτήμονι καὶ Φιλίππῳ βορέας ψυχρὸς πνεῖ. Ἱππάρχῳ ἔαρος ἀρχή. ιγʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ ἐπὶ τῆς οὐρᾶς τοῦ Λέοντος ἑῷος δύνει. Αἰγυπτίοις ψακάζει. Μητροδώρῳ καὶ Εὐκτήμονι βορέας πνεῖ. Δοσιθέῳ ἰκτῖνος ἄρχεται φαίνεσθαι. Ἱππάρχῳ νότος πολύς. ιδʹ. ὡρῶν ιε · ὁ λαμπρὸς τοῦ βορείου Στεφάνου ἑσπέριος ἀνατέλλει. Αἰγυπτίοις καὶ Καλλίππῳ βορέας ψυχρὸς πνεῖ. ιεʹ. ὡρῶν ιγ 𐅵 ʹ· Ἀρκτοῦρος ἑσπέριος ἀνατέλλει. ιϛʹ. |
| 2 42 [20] | ὡρῶν ιγ 𐅵 ʹ· ὁ ἔσχατος τοῦ Ποταμοῦ κρύπτεται. Καλλίππῳ βορρᾶς σύμμετρος πνεῖ. ιζʹ. ὡρῶν ιγ 𐅵 ʹ· Στάχυς ἑσπέριος ἀνατέλλει. ὡρῶν ιδ 𐅵 ʹ· Στάχυς ἑσπέριος ἀνατέλλει. Αἰγυπτίοις ἀνεμώδης κατάστασις. Εὐκτήμονι καὶ Φιλίππῳ ὀρνιθίαι ἄρχονται πνεῖν, καὶ ἰκτίνῳ ὥρα φαίνεσθαι. ιηʹ. ὡρῶν ιδ · ὁ ἐπὶ τῆς οὐρᾶς τοῦ Λέοντος ἑῷος δύνει. Αἰγυπτίοις ζέφυρος ἢ νότος πνεῖ. Εὐκτήμονι βορρᾶς ψυχρὸς πνεῖ. Δοσιθέῳ ὀρνιθίαι ἄρχονται πνεῖν. Ἱππάρχῳ βορρᾶς ἢ ἀργεστής. ιθʹ. Αἰγυπτίοις καὶ Εὐκτήμονι βορρᾶς ψυχρὸς πνεῖ. κʹ. ὡρῶν ιδ · ὁ λαμπρὸς τοῦ νοτίου Ἰχθύος ἐπιτέλλει. ὡρῶν ιδ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ βορείου Στεφάνου ἑσπέριος ἀνατέλλει. καʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Περσέως ἑῷος ἀνατέλλει. Καλλίππῳ βορρᾶς πνεῖ, καὶ ἰκτῖνος φαίνεται. κβʹ. Αἰγυπτίοις καὶ Δημοκρίτῳ χειμών, ἄνεμος ψυχρός. κγʹ. Αἰγυπτίοις πνεύματα ψυχρὰ ἕως ἰσημερίας. Ἱππάρχῳ βορρᾶς πνεῖ. κδʹ. |
| 2 43 [20] | Καίσαρι ἰκτῖνος φαίνεται, καὶ βορρᾶς πνεῖ. κεʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ ἐπὶ τῆς οὐρᾶς τοῦ Λέοντος ἑῷος δύνει. Εὐδόξῳ ἰκτῖνος φαίνεται, καὶ βορρᾶς πνεῖ. κϛʹ. ἐαρινὴ ἰσημερία. ὡρῶν ιδ · ὁ λαμπρὸς τοῦ βορείου Στεφάνου ἑσπέριος ἀνατέλλει. κζʹ. Καίσαρι βορρᾶς πνεῖ. Ἱππάρχῳ ὑετία. κηʹ. Αἰγυπτίοις βρονταί, ἐπισημασία. Φιλίππῳ καὶ Καλλίπῳ καὶ Εὐκτήμονι ὑετὸς ἢ ψακάς. Ἱππάρχῳ ἐπισημασία. κθʹ. ὡρῶν ιε 𐅵 ʹ· ὁ καλούμενος Αἲξ ἑῷος ἀνατέλλει. Αἰγυπτίοις καὶ Κόνωνι καὶ Μέτωνι ἰσημερία. Εὐδόξῳ βορρᾶς πνεῖ. λʹ. ὡρῶν ιγ 𐅵 ʹ· Στάχυς ἑῷος δύνει. Αἰγυπτίοις ἀργεστὴς ἄνεμος πνεῖ. Καλλίππῳ ὑετὸς ἢ νιφετός. ΦΑΡΜΟΥΘΙ αʹ. ὡρῶν ιδ · Στάχυς ἑῷος δύνει. Μέτωνι καὶ Καλλίππῳ καὶ Εὐδόξῳ ὑετός. Εὐκτήμονι καὶ Δημοκρίτῳ ἐπισημαίνει. βʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ βορείου Στεφάνου ἑσπέριος ἀνατέλλει. ὡρῶν ιδ 𐅵 ʹ· Στάχυς ἑῷος δύνει, καὶ ὁ καλούμενος Κάνωβος κρύπτεται. |
| 2 44 [20] | ὡρῶν ιε · ὁ ἐπὶ τῆς οὐρᾶς τοῦ Λέοντος ἑῷος δύνει. Δοσιθέῳ καὶ Μέτωνι καὶ Καλλίππῳ ὑετία. γʹ. ὡρῶν ιδ · ὁ λαμπρὸς τοῦ Περσέως ἑῷος ἀνατέλλει. ὡρῶν ιδ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ νοτίου Ἰχθύος ἐπιτέλλει. δʹ. ὡρῶν ιε 𐅵 ʹ· ὁ λαμπρὸς τῆς βορείου Χηλῆς ἑσπέριος ἀνατέλλει. Αἰγυπτίοις καὶ Κόνωνι ἐπισημαίνει. Εὐδόξῳ ὑετία γίνεται. εʹ. ὡρῶν ιε · Στάχυς ἑῷος δύνει. ϛʹ. ὡρῶν ιε 𐅵 ʹ· ὁ λαμπρὸς τῆς νοτίου Χηλῆς ἑσπέριος ἀνατέλλει. Εὐδόξῳ ὑετός, ἐπισημαίνει. ζʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ λαμπρὸς τῆς νοτίου Χηλῆς ἑσπέριος ἀνατέλλει. ὡρῶν ιε 𐅵 ʹ· Στάχυς ἑῷος δύνει. ηʹ. ὡρῶν ιε · ὁ λαμπρὸς τῆς βορείου Χηλῆς ἑσπέριος ἀνατέλλει. Αἰγυπτίοις ζέφυρος καὶ χάλαζα. Κόνωνι ἐπισημαίνει. Εὐδόξῳ ὑετός. θʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ λαμπρὸς τῆς βορείου Χηλῆς ἑσπέριος ἀνατέλλει. Αἰγυπτίοις καὶ Κόνωνι ζέφυρος ἢ νότος καὶ χάλαζα. ιʹ. ὡρῶν ιδ · ὁ λαμπρὸς τῆς βορείου Χηλῆς ἑσπέριος ἀνατέλλει. ὡρῶν ιε 𐅵 ʹ· ὁ λαμπρὸς τῆς Λύρας ἑσπέριος ἀνατέλλει. |
| 2 45 [20] | Ἱππάρχῳ νότος καὶ ἀνέμων συστροφή. ιαʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ λαμπρὸς τῆς βορείου Χηλῆς ἑσπέριος ἀνατέλλει. Ἱππάρχῳ καὶ Δοσιθέῳ ἐπισημαίνει. ιβʹ. ὡρῶν ιε 𐅵 ʹ· ὁ ἐπὶ τῆς οὐρᾶς τοῦ Λέοντος ἑῷος δύνει. ιγʹ. ὡρῶν ιγ ... Αἰγυπτίοις νότος ἢ λίψ. Εὐδόξῳ ὑετία. ιδʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Περσέως ἑῷος ἀνατέλλει. Αἰγυπτίοις ἀκρασία πνευμάτων. Ἱππάρχῳ ὑετία. ιεʹ. Αἰγυπτίοις ἀέρος ἀκαταστασία καὶ ὑετός. Εὐκτήμονι καὶ Φιλίππῳ ἀκρασία πνευμάτων. Ἱππάρχῳ ὑετία. ϛʹ. Εὐδόξῳ ζέφυρος καὶ ἀκρασία ἀέρος, μεταξὺ ψακάζει. ιζʹ. ὡρῶν ιε 𐅵 ʹ· ὁ κοινὸς Ποταμοῦ καὶ ποδὸς Ὠρίωνος κρύπτεται. ιηʹ. ὡρῶν ιε · ὁ καλούμενος Αἲξ ἑῷος ἀνατέλλει, καὶ ὁ λαμπρὸς τοῦ νοτίου Ἰχθύος ἐπιτέλλει. Δοσιθέῳ καὶ Καίσαρι ὑετία. ιθʹ. ὡρῶν ιε · ὁ λαμπρὸς τῆς Λύρας ἑσπέριος ἀνατέλλει. Αἰγυπτίοις λευκόνοτος, βρονταί, ψακάς. κʹ. ὡρῶν ιδ · ὁ καλούμενος Κάνωβος κρύπτεται. Αἰγυπτίοις ἀνέμων ἀκρισία. |
| 2 46 [20] | Εὐδόξῳ καὶ Εὐκτήμονι ὑετία καὶ χάλαζα. καʹ. ὡρῶν ιε · ὁ κοινὸς Ποταμοῦ καὶ ποδὸς Ὠρίωνος κρύπτεται. ὡρῶν ιε 𐅵 ʹ· ὁ λαμπρὸς τῶν Ὑάδων κρύπτεται. Μητροδώρῳ καὶ Καλλίππῳ χάλαζα. Εὐκτήμονι καὶ Φιλίππῳ ζέφυρος. κβʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Περσέως ἑσπέριος δύνει. Αἰγυπτίοις καὶ Κόνωνι χάλαζα καὶ ζέφυρος. Καίσαρι καὶ Εὐδόξῳ ὑετία. κγʹ. ὡρῶν ιε · ὁ λαμπρὸς τῶν Ὑάδων κρύπτεται. Αἰγυπτίοις ἀνεμώδης ψακάς. κδʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ λαμπρὸς τῶν Ὑάδων κρύπτεται, καὶ ὁ κοινὸς Ποταμοῦ καὶ ποδὸς Ὠρίωνος κρύπτεται. ὡρῶν ιε 𐅵 ʹ· ὁ μέσος τῆς ζώνης τοῦ Ὠρίωνος κρύπτεται. κεʹ. Αἰγυπτίοις λὶψ ἢ νότος ἢ ἀργεστὴς καὶ ἀκρασία ἀέρος. κϛʹ. ὡρῶν ιδ · ὁ λαμπρὸς τοῦ Περσέως ἑσπέριος δύνει, καὶ ὁ λαμπρὸς τῶν Ὑάδων κρύπτεται. ὡρῶν ιε 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Ὄρνιθος ἑσπέριος ἀνατέλλει, καὶ ὁ ἐν τῷ ἡγουμένῳ ὤμῳ τοῦ Ὠρίωνος κρύπτεται. Ἱππάρχῳ νότος ἢ ἀπαρκτίας ψυχρός. κζʹ. |
| 2 47 [20] | ὡρῶν ιγ 𐅵 ʹ· ὁ λαμπρὸς τῶν Ὑάδων κρύπτεται, καὶ ὁ λαμπρὸς τῆς νοτίου Χηλῆς ἑῷος δύνει. ὡρῶν ιε · ὁ μέσος τῆς ζώνης τοῦ Ὠρίωνος κρύπτεται. Αἰγυπτίοις καὶ Καίσαρι χειμών. Εὐδόξῳ ὑετός. κηʹ. ὡρῶν ιδ · ὁ κοινὸς Ποταμοῦ καὶ ποδὸς Ὠρίωνος κρύπτεται. ὡρῶν ιδ 𐅵 ʹ· ὁ λαμπρὸς τῆς Λύρας ἑσπέριος ἀνατέλλει. Αἰγυπτίοις λὶψ ἢ νότος, ὑετία. κθʹ. ὡρῶν ιδ · ὁ λαμπρὸς τῆς νοτίου Χηλῆς ἑῷος δύνει. ὡρῶν ιε · ὁ ἐν τῷ ἡγουμένῳ ὤμῳ τοῦ Ὠρίωνος κρύπτεται. Αἰγυπτίοις λὶψ ἢ νότος καὶ ὑετία. Μητροδώρῳ καὶ Καλλίππῳ ἐνίοτε χάλαζα. Δημοκρίτῳ ἐπισημαίνει. λʹ. Αἰγυπτίοις καὶ Εὐδόξῳ ψακάς, ὑετός. ΠΑΧΩΝ αʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Περσέως ἑσπέριος δύνει, καὶ ὁ μέσος τῆς ζώνης τοῦ Ὠρίωνος κρύπτεται, καὶ ὁ λαμπρὸς τῆς νοτίου Χηλῆς ἑῷος δύνει. Αἰγυπτίοις ἀργεστὴς ἢ ζέφυρος, ἐπισημαίνει. Εὐκτήμονι καὶ Φιλίππῳ ὑετία ἢ χάλαζα. βʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ καλούμενος Αἲξ ἑῷος ἀνατέλλει, καὶ ὁ ἐν τῷ ἡγουμένῳ ὤμῳ τοῦ Ὠρίωνος κρύπτεται. Αἰγυπτίοις ἀνεμώδης κατάστασις. |
| 2 48 [20] | Μητροδώρῳ καὶ Καλλίππῳ νοτία. γʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ κοινὸς Ποταμοῦ καὶ ποδὸς Ὠρίωνος κρύπτεται, καὶ ὁ καλούμενος Ἀντάρης ἑσπέριος ἀνατέλλει. ὡρῶν ιε 𐅵 ʹ· Κύων κρύπτεται. Αἰγυπτίοις ἄνεμοι. Εὐδόξῳ ὑετός. δʹ. ὡρῶν ιδ · ὁ ἐν τῷ ἡγουμένῳ ὤμῳ τοῦ Ὠρίωνος κρύπτεται, καὶ ὁ μέσος τῆς ζώνης τοῦ Ὠρίωνος κρύπτεται, καὶ ὁ καλούμενος Ἀντάρης ἑσπέριος ἀνατέλλει. ὡρῶν ιδ 𐅵 ʹ· τὸ αὐτό. ὡρῶν ιε · τὸ αὐτό. Αἰγυπτίοις νηνεμία ἢ νότος καὶ ὑετία. Καίσαρι χειμών. εʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ καλούμενος Κάνωβος κρύπτεται. ὡρῶν ιε · ὁ λαμπρὸς τῆς νοτίου Χηλῆς ἑῷος δύνει. Αἰγυπτίοις ἐπισημαίνει. Εὐκτήμονι καὶ Φιλίππῳ νηνεμία ἢ νότος, ψακάς. ϛʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ ἐν τῷ ἐμπροσθίῳ δεξιῷ βατραχίῳ τοῦ Κενταύρου ἑσπέριος ἀνατέλλει. ὡρῶν ιε · ὁ λαμπρὸς τοῦ Περσέως ἑσπέριος δύνει. ὡρῶν ιε 𐅵 ʹ· ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ἡνιόχου ἑῷος ἀνατέλλει, καὶ ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ὠρίωνος κρύπτεται. Αἰγυπτίοις ψακάς. ζʹ. |
| 2 49 [20] | ὡρῶν ιγ 𐅵 ʹ· ὁ ἐν τῷ ἡγουμένῳ ὤμῳ τοῦ Ὠρίωνος κρύπτεται, καὶ ὁ μέσος τῆς ζώνης κρύπτεται. ὡρῶν ιε · Κύων κρύπτεται. ηʹ. ὡρῶν ιδ · ὁ λαμπρὸς τῆς Λύρας ἑσπέριος ἀνατέλλει. ὡρῶν ιε · ὁ λαμπρὸς τοῦ Ὄρνιθος ἑσπέριος ἀνατέλλει, καὶ ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ὠρίωνος κρύπτεται. ὡρῶν ιε 𐅵 ʹ· ὁ λαμπρὸς τῆς νοτίου Χηλῆς ἑῷος δύνει. Αἰγυπτίοις ἀργεστὴς καὶ ψακὰς ἢ νότος, βροντή. θʹ. ὡρῶν ιδ · ὁ καλούμενος Αἲξ ἑῷος ἀνατέλλει. ὡρῶν ιε 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ νοτίου Ἰχθύος ἐπιτέλλει. Αἰγυπτίοις ψακάς. Εὐδόξῳ ὑετός. ιʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ λαμπρὸς τῆς βορείου Χηλῆς ἑῷος δύνει. Δοσιθέῳ ὑετία. ιαʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ὠρίωνος κρύπτεται. Αἰγυπτίοις ἀνεμώδης κατάστασις. ιβʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ καλούμενος Αἲξ ἑῷος ἀνατέλλει. ὡρῶν ιδ 𐅵 ʹ· Κύων κρύπτεται. ὡρῶν ιε 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Περσέως ἑσπέριος δύνει. Αἰγυπτίοις ἀνεμώδης κατάστασις. ιγʹ. Αἰγυπτίοις ζέφυρος ἢ ἀργεστὴς καὶ ὑετία. Εὐδόξῳ καὶ Δοσιθέῳ ὑετία. ιδʹ. |
| 2 50 [20] | ὡρῶν ιδ · ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ὠρίωνος κρύπτεται, καὶ ὁ λαμπρὸς τῆς βορείου χηλῆς ἑῷος δύνει. Αἰγυπτίοις ὄμβρος. ιεʹ. Αἰγυπτίοις ὑετός, θέρους ἀρχή. Εὐκτήμονι καὶ Φιλίππῳ ἐπισημαίνει. ιϛʹ. ὡρῶν ιγ 𐅵 ʹ· Ἀρκτοῦρος ἑῷος δύνει, καὶ ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ὠρίωνος κρύπτεται. Δοσιθέῳ ἐπισημαίνει. ιζʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ καλούμενος Αἲξ ἑσπέριος δύνει, καὶ ὁ λαμπρὸς τῆς Λύρας ἑσπέριος ἀνατέλλει. ὡρῶν ιδ · Κύων κρύπτεται, καὶ ὁ ἐν τῷ ἐμπροσθίῳ δεξιῷ βατραχίῳ τοῦ Κενταύρου ἑσπέριος ἀνατέλλει. Αἰγυπτίοις ζέφυρος ἢ ἀργεστής. Καίσαρι ὑετός. Μητροδώρῳ καὶ Εὐδόξῳ καὶ Ἱππάρχῳ ἐπισημαίνει· καὶ θέρους ἀρχή. ιηʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ καλούμενος Ἀντάρης ἑῷος δύνει. ὡρῶν ιδ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Ὄρνιθος ἑσπέριος ἀνατέλλει. ὡρῶν ιε · ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ἡνιόχου ἑῷος ἀνατέλλει. Αἰγυπτίοις ζέφυρος ἢ λίψ, ἐπισημασία. Εὐδόξῳ καὶ Κόνωνι ὑετία. θʹ. |
| 2 51 [20] | ὡρῶν ιδ 𐅵 ʹ· ὁ καλούμενος Ἀντάρης ἑῷος δύνει. Αἰγυπτίοις καὶ Εὐδόξῳ καὶ Καλλίππῳ ἐπισημασία. κʹ. ὡρῶν ιδ · ὁ καλούμενος Αἲξ ἑσπέριος δύνει. ὡρῶν ιε · ὁ καλούμενος Ἀντάρης ἑῷος δύνει. Καίσαρι ἐπισημασία, ὑετία. καʹ. ὡρῶν ιε 𐅵 ʹ· ὁ καλούμενος Ἀντάρης ἑῷος δύνει. Καίσαρι ἐπισημαίνει. κβʹ. Αἰγυπτίοις νότος ἢ ἀπηλιώτης. Εὐδόξῳ ὑετία. Ἱππάρχῳ νότος ἢ ἀπαρκτίας. κγʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ἡνιόχου κρύπτεται, καὶ Κύων κρύπτεται. Αἰγυπτίοις ὄμβρος καὶ βροντή. Εὐδόξῳ θέρους ἀρχή, ὑετία. κδʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ καλούμενος Αἲξ ἑσπέριος δύνει, καὶ ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ἡνιόχου ἑῷος ἀνατέλλει. ὡρῶν ιε 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Ἀετοῦ ἑσπέριος ἀνατέλλει. Αἰγυπτίοις καὶ Ἱππάρχῳ ψακάζει καὶ ἐπισημαίνει. κεʹ. ὡρῶν ιδ · ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ἡνιόχου κρύπτεται. ὡρῶν ιε · ὁ λαμπρὸς τῆς βορείου Χηλῆς ἑῷος δύνει. κϛʹ. ὡρῶν ιδ · Ἀρκτοῦρος ἑῷος δύνει. Αἰγυπτίοις ἀργεστὴς ἢ ζέφυρος. |
| 2 52 [15] | Δοσιθέῳ νότος. Καίσαρι χειμάζει. κζʹ. ὡρῶν ιε · ὁ λαμπρὸς τοῦ Ἀετοῦ ἑσπέριος ἀνατέλλει. ὡρῶν ιε 𐅵 ʹ· Προκύων κρύπτεται. κηʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ἡνιόχου ἑσπέριος δύνει. ὡρῶν ιε · ὁ καλούμενος Αἲξ ἑσπέριος δύνει. κθʹ. ὡρῶν ιε 𐅵 ʹ· ὁ κατὰ τὸ γόνυ τοῦ Τοξότου ἑῷος δύνει. Αἰγυπτίοις ἀνεμώδης κατάστασις. Εὐκτήμονι καὶ Φιλίππῳ ἐπισημασία. λʹ. ὡρῶν ιδ · ὁ λαμπρὸς τοῦ Ὄρνιθος ἑσπέριος ἀνατέλλει. Εὐκτήμονι καὶ Φιλίππῳ καὶ Ἱππάρχῳ ἐπισημασία. ΠΑΥΝΙ αʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ἡνιόχου ἐπιτέλλει. ὡρῶν ιε · ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ἡνιόχου ἑσπέριος δύνει, καὶ Προκύων κρύπτεται. ὡρῶν ιε 𐅵 ʹ· ὁ λαμπρὸς τῆς βορείου Χηλῆς ἑῷος δύνει. Αἰγυπτίοις βορέας σφοδρός. Καλλίππῳ καὶ Εὐκτήμονι ἐπισημαίνει. βʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Ἀετοῦ ἑσπέριος ἀνατέλλει. |
| 2 53 [20] | Αἰγυπτίοις ἐπισημασία. Μητροδώρῳ καὶ Καλλίππῳ νοτία. γʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ λαμπρὸς τῶν Ὑάδων ἐπιτέλλει. ὡρῶν ιδ 𐅵 ʹ· Προκύων κρύπτεται. Αἰγυπτίοις καὶ Δημοκρίτῳ ὑετία. δʹ. Ἱππάρχῳ νότος ἢ ζέφυρος. εʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ ἐν τῷ ἐμπροσθίῳ δεξιῷ βατραχίῳ τοῦ Κενταύρου ἑσπέριος ἀνατέλλει. ὡρῶν ιε 𐅵 ʹ· ὁ καλούμενος αἲξ ἑσπέριος δύνει, καὶ ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ἡνιόχου ἑσπέριος δύνει. Καίσαρι νότος πνεῖ. ϛʹ. ὡρῶν ιδ · Προκύων κρύπτεται, καὶ ὁ λαμπρὸς τοῦ Ἀετοῦ ἑσπέριος ἀνατέλλει. ὡρῶν ιε · ὁ κατὰ τὸ γόνυ τοῦ Τοξότου ἑῷος δύνει. ζʹ. ὡρῶν ιδ · ὁ λαμπρὸς τῶν Ὑάδων ἐπιτέλλει. ὡρῶν ιδ 𐅵 ʹ· Ἀρκτοῦρος ἑῷος δύνει. Αἰγυπτίοις ζέφυρος. Εὐδόξῳ καὶ Δοσιθέῳ νοτία. ηʹ. Αἰγυπτίοις ἀργεστὴς ἢ ζέφυρος πνεῖ. θʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ κατὰ τὸ γόνυ τοῦ Τοξότου ἑῷος δύνει. ὡρῶν ιε 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Ὕδρου κρύπτεται. Αἰγυπτίοις ἀργεστὴς καὶ ψακάς. Δημοκρίτῳ ὕδωρ γίνεται. ιʹ. |
| 2 54 [15] | ὡρῶν ιγ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Ὄρνιθος ἑσπέριος ἀνατέλλει. ὡρῶν ιε 𐅵 ʹ· ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἑπομένου Διδύμου κρύπτεται. Καίσαρι βρονταὶ καὶ ὑετός. ιαʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Ἀετοῦ ἑσπέριος ἀνατέλλει, καὶ ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου Διδύμου κρύπτεται. ὡρῶν ιε · ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἑπομένου Διδύμου κρύπτεται. Αἰγυπτίοις ψακάζει. Καίσαρι βροντή, ὑετός. ιβʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἑπομένου Διδύμου κρύπτεται. ιγʹ. ὡρῶν ιδ · ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου Διδύμου κρύπτεται, καὶ ὁ κατὰ τὸ γόνυ τοῦ Τοξότου ἑῷος δύνει. ὡρῶν ιδ 𐅵 ʹ· ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου Διδύμου κρύπτεται. ιδʹ. ὡρῶν ιδ · ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἑπομένου Διδύμου κρύπτεται. ὡρῶν ιδ 𐅵 ʹ· ὁ λαμπρὸς τῶν Ὑάδων ἐπιτέλλει. ὡρῶν ιε · ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου Διδύμου κρύπτεται. ὡρῶν ιε 𐅵 ʹ· ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου Διδύμου κρύπτεται. ιεʹ. |
| 2 55 [20] | ὡρῶν ιγ 𐅵 ʹ· ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἑπομένου Διδύμου κρύπτεται, καὶ ὁ κατὰ τὸ γόνυ τοῦ Τοξότου ἑσπέριος ἀνατέλλει, καὶ ὁ κατὰ τὸ γόνυ τοῦ Τοξότου ἑῷος δύνει. ὡρῶν ιε · ὁ λαμπρὸς τοῦ Ὕδρου κρύπτεται. Αἰγυπτίοις ζέφυρος ἢ ἀργεστής, βροντή. ιϛʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ βορείου Στεφάνου ἑῷος δύνει. ιζʹ. ὡρῶν ιε · ὁ λαμπρὸς τῶν Ὑάδων ἐπιτέλλει. Αἰγυπτίοις δι’ ἡμέρας ψακάζει. ιηʹ. ὡρῶν ιδ · ὁ κατὰ τὸ γόνυ τοῦ Τοξότου ἑσπέριος ἀνατέλλει. ὡρῶν ιε · Ἀρκτοῦρος ἑῷος δύνει. ιθʹ. Αἰγυπτίοις ζέφυρος ἢ ἀργεστής, ψακάζει. κʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Ὕδρου κρύπτεται, καὶ ὁ κατὰ τὸ γόνυ τοῦ Τοξότου ἑσπέριος ἀνατέλλει. καʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ ἐν τῷ ἡγουμένῳ ὤμῳ τοῦ Ὠρίωνος ἐπιτέλλει, καὶ ὁ ἔσχατος τοῦ Ποταμοῦ ἐπιτέλλει. Αἰγυπτίοις ψακάζει. κβʹ. ὡρῶν ιε 𐅵 ʹ· ὁ λαμπρὸς τῶν Ὑάδων ἐπιτέλλει. κγʹ. Αἰγυπτίοις καῦμα. Δοσιθέῳ ἐπισημασία. κδʹ. |
| 2 56 [20] | ὡρῶν ιε · ὁ κατὰ τὸ γόνυ τοῦ Τοξότου ἑσπέριος ἀνατέλλει. Αἰγυπτίοις ζέφυρος ἢ νότος καὶ καῦμα. κεʹ. ὡρῶν ιδ · ὁ ἐν τῷ ἡγουμένῳ ὤμῳ τοῦ Ὠρίωνος ἐπιτέλλει, καὶ ὁ λαμπρὸς τοῦ Ὕδρου κρύπτεται. Αἰγυπτίοις ὑετός. κϛʹ. Αἰγυπτίοις ζέφυρος, βροχή, βροντή. κζʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ὠρίωνος ἐπιτέλλει. ὡρῶν ιδ · ὁ λαμπρὸς τοῦ βορείου Στεφάνου ἑῷος δύνει. ὡρῶν ιδ 𐅵 ʹ· ὁ ἐν τῷ ἐμπροσθίῳ δεξιῷ βατραχίῳ τοῦ Κενταύρου κρύπτεται. κηʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ κοινὸς Ποταμοῦ καὶ ποδὸς Ὠρίωνος ἐπιτέλλει. Δημοκρίτῳ ἐπισημαίνει. κθʹ. ὡρῶν ιε 𐅵 ʹ· ὁ κατὰ τὸ γόνυ τοῦ Τοξότου ἑσπέριος ἀνατέλλει. Ἱππάρχῳ ζέφυρος ἢ νότος πνεῖ. λʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Ὕδρου κρύπτεται. ὡρῶν ιδ 𐅵 ʹ· ὁ ἐν τῷ ἡγουμένῳ ὤμῳ τοῦ Ὠρίωνος ἐπιτέλλει. ὡρῶν ιε 𐅵 ʹ· Ἀρκτοῦρος ἑῷος δύνει. ΕΠΙΦΙ αʹ. θερινὴ τροπή. ὡρῶν ιγ 𐅵 ʹ· ὁ μέσος τῆς ζώνης τοῦ Ὠρίωνος ἐπιτέλλει. ὡρῶν ιδ · ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ὠρίωνος ἐπιτέλλει. |
| 2 57 [15] | Αἰγυπτίοις ζέφυρος καὶ καῦμα. βʹ. ὡρῶν ιε 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Περσέως ἑσπέριος ἀνατέλλει. γʹ. Αἰγυπτίοις καὶ Δημοκρίτῳ ζέφυρος πνεῖ. δʹ. Καλλίππῳ καὶ Δοσιθέῳ ἐπισημασία. Δημοκρίτῳ νότος καὶ ὕδωρ ἑῷον, εἶτα βορέαι πρόδρομοι ἐπὶ ἡμέρας ζ . εʹ. ὡρῶν ιδ · ὁ κοινὸς Ποταμοῦ καὶ ποδὸς Ὠρίωνος ἐπιτέλλει. ὡρῶν ιε · ὁ ἐν τῷ ἡγουμένῳ ὤμῳ τοῦ Ὠρίωνος ἐπιτέλλει. Εὐδόξῳ ἐπισημαίνει. ϛʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου Διδύμου ἐπιτέλλει. ὡρῶν ιδ · ὁ μέσος τῆς ζώνης τοῦ Ὠρίωνος ἐπιτέλλει, καὶ ὁ ἔσχατος Ποταμοῦ ἐπιτέλλει, καὶ ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου Διδύμου ἐπιτέλλει. Αἰγυπτίοις ἄνεμος καὶ ἀέρος ἀκρασία. ζʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ βορείου Στεφάνου ἑῷος δύνει. ηʹ. ὡρῶν ιε · ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου Διδύμου ἐπιτέλλει. |
| 2 58 [20] | ὡρῶν ιε 𐅵 ʹ· ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομέδας ἑσπέριος ἀνατέλλει. θʹ. ὡρῶν ιε 𐅵 ʹ· ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου Διδύμου ἐπιτέλλει. Αἰγυπτίοις καὶ Καίσαρι νότος καὶ καῦμα. ιʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ὠρίωνος ἐπιτέλλει. ὡρῶν ιε 𐅵 ʹ· ὁ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος κρύπτεται. Αἰγυπτίοις ἀργεστὴς καὶ ὑετία. ιαʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ μέσος τῆς ζώνης τοῦ Ὠρίωνος ἐπιτέλλει. ὡρῶν ιε 𐅵 ʹ· ὁ ἐν τῷ ἡγουμένῳ ὤμῳ τοῦ Ὠρίωνος ἐπιτέλλει. Αἰγυπτίοις ζέφυρος ἢ ἀργεστὴς καὶ βροντή. Μητροδώρῳ ἀργεστής. Καλλίππῳ νότος. Ἱππάρχῳ νότος ἢ ζέφυρος. ιβʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἑπομένου Διδύμου ἐπιτέλλει. ὡρῶν ιδ 𐅵 ʹ· ὁ κοινὸς Ποταμοῦ καὶ ποδὸς Ὠρίωνος ἐπιτέλλει. Αἰγυπτίοις ζέφυρος ἢ ἀργεστὴς καὶ καῦμα. ιγʹ. ὡρῶν ιε · ὁ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος κρύπτεται. Αἰγυπτίοις ἐπισημαίνει. Ἱππάρχῳ πρόδρομοι Κυνός. ιδʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἑπομένου Διδύμου ἐπιτέλλει. Μέτωνι νοτία. ιεʹ. |
| 2 59 [20] | ὡρῶν ιε 𐅵 ʹ· ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ὠρίωνος ἐπιτέλλει. Αἰγυπτίοις ἀργεστὴς ἢ ζέφυρος. Εὐκτήμονι καὶ Φιλίππῳ νοτία καὶ προδρόμων ἀρχή. ιϛʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος κρύπτεται. Αἰγυπτίοις ἐπισημαίνει, δυσαερία. ιζʹ. ὡρῶν ιε · ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομέδας ἑσπέριος ἀνατέλλει, καὶ ὁ μέσος τῆς ζώνης τοῦ Ὠρίωνος ἐπιτέλλει. ὡρῶν ιε 𐅵 ʹ· ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἑπομένου Διδύμου ἐπιτέλλει. ιηʹ. ὡρῶν ιδ · ὁ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος κρύπτεται. ὡρῶν ιε · ὁ λαμπρὸς τοῦ βορείου Στεφάνου ἑῷος δύνει, καὶ ὁ κοινὸς Ποταμοῦ καὶ ποδὸς Ὠρίωνος ἐπιτέλλει. Αἰγυπτίοις πρόδρομος ὥρᾳ αʹ πνεῖ. Μητροδώρῳ ζέφυρος ἢ ἀργεστής. ιθʹ. ὡρῶν ιγ 𐅵 ʹ· Προκύων ἐπιτέλλει. Ἱππάρχῳ ἀνέμων ἀκρισία. κʹ. Αἰγυπτίοις καῦμα. Καίσαρι ἄνεμος πολύς. Ἱππάρχῳ βορέας ἄρχεται πνεῖν. καʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος κρύπτεται. κβʹ. ὡρῶν ιγ 𐅵 ʹ· Κύων ἐπιτέλλει. ὡρῶν ιδ · Προκύων ἐπιτέλλει. ὡρῶν ιδ 𐅵 ʹ· ὁ ἔσχατος τοῦ Ποταμοῦ ἐπιτέλλει. |
| 2 60 [20] | Αἰγυπτίοις ἄνεμος πολὺς καὶ ὑετία ἐνίοτε. Δημοκρίτῳ ὕδωρ, καταιγίδες. κγʹ. ὡρῶν ιε · ὁ λαμπρὸς τοῦ Περσέως ἑσπέριος ἀνατέλλει. ὡρῶν ιε 𐅵 ʹ· ὁ μέσος τῆς ζώνης τοῦ Ὠρίωνος ἐπιτέλλει. Αἰγυπτίοις καὶ Δοσιθέῳ νότος καὶ καῦμα. κδʹ. ὡρῶν ιδ 𐅵 ʹ· Προκύων ἐπιτέλλει. ὡρῶν ιε 𐅵 ʹ· ὁ κοινὸς Ποταμοῦ καὶ ποδὸς Ὠρίωνος ἐπιτέλλει. Ἱππάρχῳ ἐτησίαι ἄρχονται πνεῖν. κεʹ. Αἰγυπτίοις ζέφυρος ἢ ἀργεστὴς καὶ καῦμα. κϛʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομέδας ἑσπέριος ἀνατέλλει. ὡρῶν ιε · Προκύων ἐπιτέλλει. Αἰγυπτίοις ἀργεστὴς ἢ ζέφυρος. κζʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Ἀετοῦ ἑῷος δύνει. ὡρῶν ιε 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ νοτίου Ἰχθύος ἑῷος δύνει. Μητροδώρῳ καὶ Εὐκτήμομι καὶ Φιλίππῳ ἐτησίαι πνέουσι, καὶ ὀπώρας ἀρχή. Καίσαρι πρόδρομοι πνέουσιν. κηʹ. ὡρῶν ιδ · Κύων ἐπιτέλλει. ὡρῶν ιε 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ βορείου Στεφάνου ἑῷος δύνει, καὶ Προκύων ἐπιτέλλει. Αἰγυπτίοις δι’ ἡμέρας ζέφυρος καὶ καῦμα. Εὐκτήμονι καὶ Φιλίππῳ δυσαερία, πρόδρομοι πνέουσιν. κθʹ. ὡρῶν ιδ · ὁ ἐν τῷ ἐμπροσθίῳ δεξιῷ βατραχίῳ τοῦ Κενταύρου κρύπτεται. Αἰγυπτίοις ἐτησίαι ἄρχονται πνεῖν. |
| 2 61 [15] | Μητροδώρῳ καὶ Καλλίππῳ ἀνεμώδης κατάστασις. Εὐκτήμονι χειμὼν κατὰ θάλασσαν. λʹ. Εὐδόξῳ ἐτησίαι πνέουσιν. Μητροδώρῳ καὶ Καλλίππῳ ἀνεμώδης κατάστασις. ΜΕΣΟΡΙ αʹ. Αἰγυπτίοις ζέφυρος ἢ νότος. Εὐδόξῳ καὶ Καίσαρι νότος. βʹ. ὡρῶν ιδ · ὁ λαμπρὸς τοῦ Ἀετοῦ ἑῷος δύνει. ὡρῶν ιε · ὁ λαμπρὸς τοῦ νοτίου Ἰχθύος ἑῷος δύνει. Μητροδώρῳ καὶ Καλλίππῳ καὶ Κόνωνι καὶ Δημοκρίτῳ καὶ Ἱππάρχῳ νότος καὶ καῦμα. γʹ. Εὐκτήμονι καὶ Δοσιθέῳ νοτία καὶ πνίγη. δʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ λαμπρὸς τῆς Λύρας ἑῷος δύνει. ὡρῶν ιδ · ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομέδας ἑσπέριος ἀνατέλλει. ὡρῶν ιδ 𐅵 ʹ· Κύων ἐπιτέλλει. εʹ. Αἰγυπτίοις καῦμα. Εὐδόξῳ νοτία καὶ ὀπώρας ἀρχή. Δοσιθέῳ ἐτησίαι ἄρχονται. ϛʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Ἀετοῦ ἑῷος δύνει, καὶ ὁ λαμπρὸς τοῦ νοτίου Ἰχθύος ἑῷος δύνει. |
| 2 62 [20] | Αἰγυπτίοις ἀργεστὴς ἢ ζέφυρος καὶ καῦμα. Εὐδόξῳ ἐτησίαι πνέουσιν. ζʹ. Καίσαρι νότος πνεῖ. ηʹ. Ἱππάρχῳ καῦμα. θʹ. ὡρῶν ιδ · ὁ λαμπρὸς τοῦ νοτίου Ἰχθύος ἑῷος δύνει. ὡρῶν ιε · Κύων ἐπιτέλλει. ιʹ. ὡρῶν ιε · ὁ λαμπρὸς τοῦ Ἀετοῦ ἑῷος δύνει. ὡρῶν ιε 𐅵 ʹ· ὁ καλούμενος Αἲξ ἑσπέριος ἀνατέλλει. Καίσαρι ἐπισημασία. Εὐδόξῳ καὶ Δοσιθέῳ νοτία. ιαʹ. ὡρῶν ιδ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Περσέως ἑσπέριος ἀνατέλλει. ὡρῶν ιε · ὁ ἔσχατος τοῦ Ποταμοῦ ἐπιτέλλει. Εὐδόξῳ καῦμα μέγα. ιβʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ νοτίου Ἰχθύος ἑῷος δύνει. Αἰγυπτίοις καῦμα. Δοσιθέῳ πνίγη καὶ μετὰ ταῦτα ἐτησίαι. ιγʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομέδας ἑσπέριος ἀνατέλλει. ὡρῶν ιδ · ὁ λαμπρὸς τῆς Λύρας ἑῷος δύνει. ιδʹ. ὡρῶν ιε 𐅵 ʹ· Κύων ἐπιτέλλει. ιεʹ. |
| 2 63 [20] | Αἰγυπτίοις ἀργεστής, καῦμα μέγα καὶ πνιγετός. ιϛʹ. Αἰγυπτίοις ἀργεστὴς ἢ νότος, ἀὴρ ὁμιχλώδης. ιζʹ. Αἰγυπτίοις καῦμα μέγα καὶ πνιγετός. ιηʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος ἐπιτέλλει. Αἰγυπτίοις βρονταί. Εὐδόξῳ ἄνεμος μέγιστος. Ἱππάρχῳ ἀνέμων ταραχή. ιθʹ. φθινοπώρου ἀρχή. ὡρῶν ιγ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ νοτίου Ἰχθύος ἑσπέριος ἀνατέλλει. ὡρῶν ιδ 𐅵 ʹ· ὁ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος ἐπιτέλλει. Αἰγυπτίοις καῦμα. κʹ. ὡρῶν ιε · ὁ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος ἐπιτέλλει. Καίσαρι ἐπισημαίνει. καʹ. Καίσαρι ἐπισημαίνει, πνιγετός. κβʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ ἐπὶ τῆς οὐρᾶς τοῦ Λέοντος κρύπτεται, καὶ ὁ λαμπρὸς τοῦ Ὕδρου ἐπιτέλλει. κγʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ ἐν τῷ ἐμπροσθίῳ δεξιῷ βατραχίῳ τοῦ Κενταύρου κρύπτεται. ὡρῶν ιδ · ὁ ἐπὶ τῆς οὐρᾶς τοῦ Λέοντος κρύπτεται. Καίσαρι περίστασις. κδʹ. ὡρῶν ιδ · ὁ λαμπρὸς τοῦ Ὕδρου ἐπιτέλλει. Εὐδόξῳ ἐπισημαίνει. κεʹ. ὡρῶν ιε 𐅵 ʹ· ὁ ἐπὶ τῆς οὐρᾶς τοῦ λέοντος κρύπτεται. κϛʹ. ὡρῶν ιδ · ὁ λαμπρὸς τοῦ νοτίου Ἰχθύος ἑσπέριος ἀνατέλλει. Αἰγυπτίοις νότος ἢ ζέφυρος. Δημοκρίτῳ ἐπισημαίνει ὕδασι καὶ ἀνέμοις. κζʹ. |
| 2 64 [20] | ὡρῶν ιδ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Ὕδρου ἐπιτέλλει. Αἰγυπτίοις καῦμα καὶ ὁμίχλη. κηʹ. ὡρῶν ιδ · ὁ λαμπρὸς τοῦ Περσέως ἑσπέριος ἀνατέλλει. κθʹ. ὡρῶν ιε · ὁ λαμπρὸς τοῦ Ὕδρου ἐπιτέλλει. Αἰγυπτίοις καὶ Καίσαρι ἐπισημαίνει, δυσαερία. Εὐδόξῳ βροντᾶν εἴωθεν. λʹ. ὡρῶν ιε 𐅵 ʹ· ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ἡνιόχου ἑσπέριος ἀνατέλλει. Αἰγυπτίοις ζέφυρος ἢ ἀργεστής. ΕΠΑΓΟΜΕΝΩΝ αʹ. ὡρῶν ιε · ὁ λαμπρὸς τῆς Λύρας ἑῷος δύνει. ὡρῶν ιε 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Ὕδρου ἐπιτέλλει. Εὐδόξῳ καὶ Μητροδώρῳ ἐπισημαίνει. βʹ. ὡρῶν ιδ · ὁ καλούμενος Κάνωβος ἐπιτέλλει. ὡρῶν ιδ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ νοτίου Ἰχθύος ἑσπέριος ἀνατέλλει. Αἰγυπτίοις καῦμα. Εὐδόξῳ καὶ Καίσαρι ἐπισημαίνει. Ἱππάρχῳ νότος, καὶ ἐτησίαι παύονται. γʹ. ὡρῶν ιδ 𐅵 ʹ· Στάχυς κρύπτεται. ὡρῶν ιε 𐅵 ʹ· ὁ ἐπὶ τῆς οὐρᾶς τοῦ Λέοντος ἐπιτέλλει. Ἱππάρχῳ ἀνέμων συστροφή. δʹ. |
| 2 65 [20] | ὡρῶν ιε · ὁ ἐπὶ τῆς οὐρᾶς τοῦ Λέοντος ἐπιτέλλει. Καλλίππῳ ἐπισημαίνει. εʹ. ὡρῶν ιγ 𐅵 ʹ· ὁ λαμπρὸς τοῦ Ὄρνιθος ἑῷος δύνει. Αἰγυπτίοις ζέφυρος ἢ ἀργεστής. Ἡ μὲν οὖν ἀναγραφὴ τοῦ προχείρου χάριν τοιαύτης ἔτυχεν τῆς κατὰ τὴν ἔκθεσιν τάξεως· οὐκ ἄτοπον δὲ ἴσως καὶ συγκεφαλαιώσασθαι τὸν τῶν κατατεταγμένων ἀπλανῶν ἀστέρων ἀριθμὸν μετὰ τοῦ τῶν συνηγμένων φάσεων πρὸς ἔλεγχον τῶν ἐν ταῖς γραφικαῖς ἁμαρτίαις παραλειφθησομένων καὶ ἔτι τῶν τὰς περιστάσεις ἐπισημαινομένων ἀνδρῶν, ἐν αἷς τε χώραις ἕκαστοι τυγχάνουσι τετηρηκότες, ἵνα ταῖς περὶ τὸν αὐτὸν παράλληλον τὰς ὁμοίας τῶν ἀφωρισμένων οἰκειότερόν πως ἐφαρμόζωμεν. Εἰσὶ δὴ τῶν ἀστέρων αʹ μεγέθους ιε · ὁ καλούμενος Αἴξ, ὁ λαμπρὸς τῆς Λύρας, Ἀρκτοῦρος, ὁ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος, ὁ ἐπὶ τῆς οὐρᾶς τοῦ Λέοντος, ὁ λαμπρὸς τῶν Ὑάδων, Προκύων, ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ὠρίωνος, ὁ Στάχυς, ὁ κοινὸς Ποταμοῦ καὶ ποδὸς Ὠρίωνος, Κύων, ὁ λαμπρὸς τοῦ νοτίου Ἰχθύος, ὁ ἔσχατος Ποταμοῦ, ὁ καλούμενος Κάνωβος, ὁ ἐν τῷ ἐμπροσθίῳ δεξιῷ βατραχίῳ τοῦ Κενταύρου. |
| 2 66 [20] | βʹ μεγέθους ἕτεροι ιε · ὁ λαμπρὸς τοῦ Περσέως, ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ἡνιόχου, ὁ λαμπρὸς τοῦ Ὄρνιθος, ὁ λαμπρὸς τοῦ βορείου Στεφάνου, ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου Διδύμου, ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἑπομένου Διδύμου, ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομέδας, ὁ λαμπρὸς τοῦ Ἀετοῦ, ὁ ἐν τῷ ἡγουμένῳ ὤμῳ τοῦ Ὠρίωνος, ὁ λαμπρὸς τοῦ Ὕδρου, ὁ λαμπρὸς τῆς βορείου Χηλῆς, ὁ μέσος τῆς ζώνης τοῦ Ὠρίωνος, ὁ λαμπρὸς τῆς νοτίου Χηλῆς, Ἀντάρης, ὁ κατὰ τὸ γόνυ τοῦ Τοξότου. Τούτων δ’ ἑκάστου καθ’ ἕνα τῶν παραλλήλων, ἐν οἷς ἀνατέλλουσι καὶ δύνουσιν, δ φάσεις τοῦ ἔτους ποιουμένου τὸν μὲν καλούμενον Κάνωβον καὶ τὸν ἐν τῷ ἐμπροσθίῳ δεξιῷ βατραχίῳ τοῦ Κενταύρου συμβέβηκεν ἐν μόνοις γ τοῖς πρώτοις ἀπὸ μεσημβρίας τῶν ἐκκειμένων ε παραλλήλων ἑκάτερον ποιεῖσθαι δύσεις τε καὶ ἀνατολάς, τὸν δὲ ἔσχατον τοῦ Ποταμοῦ λαμπρὸν ἐν τέτρασι μόνοις τοῖς πρώτοις, τοὺς δὲ λοιποὺς κζ τὰς ἐν τοῖς ε παραλλήλοις, ὡς συνάγεσθαι πλῆθος φάσεων φπ . Καὶ τούτων ἀνέγραψα τὰς ἐπισημασίας καὶ κατέταξα κατά τε Αἰγυπτίους καὶ Δοσίθεον, Φίλιππον, Κάλλιππον, Εὐκτήμονα, Μέτωνα, Κόνωνα, Μητρόδωρον, Εὔδοξον, Καίσαρα, Δημόκριτον, Ἵππαρχον. |
| 2 67 [20] | τούτων δὲ Αἰγύπτιοι ἐτήρησαν παρ’ ἡμῖν, Δοσίθεος δ’ ἐν Κῷ, Φίλιππος ἐν Πελοποννήσῳ καὶ Λοκρίδι καὶ Φωκίδι, Κάλλιππος ἐν Ἑλλησπόντῳ, Μέτων καὶ Εὐκτήμων Ἀθήνησιν καὶ ταῖς Κυκλάσι καὶ Μακεδονίᾳ καὶ Θρᾴκῃ, Κόνων δὲ καὶ Μητρόδωρος ἐν Ἰταλίᾳ καὶ Σικελίᾳ, Εὔδοξος ἐν Ἀσίᾳ καὶ Σικελίᾳ καὶ Ἰταλίᾳ, Καῖσαρ ἐν Ἰταλίᾳ, Ἵππαρχος ἐν Βιθυνίᾳ, Δημόκριτος ἐν Μακεδονίᾳ καὶ Θρᾴκῃ. διὸ δὴ μάλιστα ἄν τις ἐφαρμόζοι τὰς μὲν τῶν Αἰγυπτίων ἐπισημασίας ταῖς περὶ τοῦτον τὸν παράλληλον χώραις, τουτέστι καθ’ ὃν ἡ μεγίστη τῶν ἡμερῶν ὡρῶν ἐστιν ιδ ἰσημερινῶν, τὰς δὲ Δοσιθέου καὶ Φιλίππου, καθ’ ὅν ἐστιν ἡ μεγίστη τῶν ἡμερῶν ὡρῶν ιδ 𐅵 ʹ, τὰς δὲ Δημοκρίτου καὶ Καίσαρος καὶ Ἱππάρχου, καθ’ ὃν ἡ μεγίστη τῶν ἡμερῶν ὡρῶν ἐστιν ἰσημερινῶν ιε , τὰς δὲ Καλλίππου καὶ Εὐδόξου καὶ Μέτωνος καὶ Εὐκτήμονος καὶ Μητροδώρου καὶ Κόνωνος κοινῶς, καθ’ οὓς ἀπὸ ιδ 𐅵 ʹ ὡρῶν ἰσημερινῶν ἕως ιε διατείνει τὸ μέγεθος τῶν μεγίστων ἡμερῶν. |