TetrabiblosΤετράβιβλος
Ptolemy of Alexandria Tetrabiblos PDF
The Tetrabiblos, also known as the Apotelesmatika, is a four-book astrological treatise composed in Greek by the scholar Claudius Ptolemy around 150 CE in Roman Egypt. It functions as a systematic companion to his astronomical masterpiece, the Almagest. Where the Almagest provides the mathematical framework for calculating celestial motions, the Tetrabiblos explains the methodology for interpreting the influence of those motions on terrestrial affairs. The work is structured as a comprehensive textbook, beginning with the philosophical and scientific foundations of astrology in its first book. The second book addresses what is termed universal astrology, concerning the fates of nations, cities, and peoples. The final two books are devoted to genethlialogy, or natal astrology, detailing the interpretation of an individual's character and life events from the configuration of the heavens at the moment of birth.
Ptolemy's objective was to establish astrology as a rational and philosophically coherent discipline, synthesizing Greek scientific principles with older Babylonian and Egyptian astrological traditions. He grounds his system in the theory of celestial causation and the interplay of the four classical elements, presenting it as a logical extension of natural philosophy aimed at an educated audience of practitioners and theorists. The treatise survives through an exceptionally robust manuscript tradition. It was copied continuously in Greek from antiquity, translated into Arabic in the 9th century, and later into Latin, securing its status as the foundational textbook for astrologers in the Byzantine, Islamic, and medieval European worlds for over a millennium.
| 1.1 | Τῶν τὸ δι’ ἀστρονομίας προγνωστικὸν τέλος παρασκευαξόντων, σκευαζόντων, ὦ Σύρε, δύο τῶν μεγίστων καὶ κυριωτάτων ὑπαρχόντων, ἑνὸς μὲν τοῦ πρώτου καὶ τάξει καὶ δυνάμει, καθ’ ὃ τοὺς γινομένους ἑκάστοτε σχηματισμοὺς τῶν κινήσεων ἡλίου τε καὶ σελήνης καὶ ἀστέρων πρὸς ἀλλήλους τε καὶ τὴν γῆν καταλαμβανόμεθα, δευτέρου δέ, καθ’ ὃ διὰ τῆς φυσικῆς τῶν σχηματισμῶν αὐτῶν ἰδιοτροπίας τὰς ἀποτελουμένας μεταβολὰς τῶν ἐμπεριεχομένων ἐπισκεπτόμεθα, τὸ μὲν πρῶτον ἰδίαν ἔχον καὶ δι’ ἑαυτὴν αἱρετὴν θεωρίαν, κἂν μὴ τὸ ἐκ τῆς ἐπιζεύξεως τοῦ δευτέρου τέλος συμπεραίνηται, κατ’ ἰδίαν σύνταξιν ὡς μάλιστα ἐνῆν ἀποδεικτικῶς σοι περιώδευται. |
| 1.2 | Ὅτι μὲν τοίνυν διαδίδοται καὶ διικνεῖταί τις δύναμις ἀπὸ τῆς αἰθερώδους καὶ ἀϊδίου φύσεως ἐπὶ πᾶσαν τῆν περίγειον καὶ δι’ ὅλων μεταβλήτην, τῶν ὑπὸ τὴν σελήνην πρώτων στοιχείων πυρὸς καὶ ἀέρος περιεχομένων μὲν καὶ τρεπομένων ὑπὸ τῶν κατὰ τὸν αἰθέρα κινήσεων, περιεχόντων δὲ καὶ συντρεπόντων τὰ λοιπὰ πάντα, γῆν καὶ ὕδωρ καὶ τὰ ἐν αὐτοῖς φυτὰ καὶ ζῷα, πᾶσιν ἂν ἐναργέστατον καὶ δι’ ὀλίγων φανείη. |
| 1.3 | Τίνα μὲν οὖν τρόπον δυνατὸν γίνεται τὸ δι᾿ ἀστρονομίας προγνωστικὸν καὶ ὅτι μέχρι μόνων ἂν φθάνοι τῶν τε κατ’ αὐτὸ τὸ περιέχον συμπτωμάτων καὶ τῶν ἀπὸ τῆς τοιαύτης αἰτίας τοῖς ἀνθρώποις παρακολουθούντων ταῦτα δ’ ἂν εἴη περί τε τὰς ἐξαρχῆς ἐπιτηδειότητας δυνάμεων καὶ πράξεων σώματος καὶ ψυχῆς καὶ τὰ κατὰ καιροὺς αὐτῶν πάθη πολυχρονιότητας τε καὶ ὀλιγοχρονιότητάς, ἔτι δὲ καὶ ὅσα τῶν ἔξωθεν κυρίαν τε καὶ φυ- σικὴν ἔχει πρὸς τὰ πρῶτα συμπλοκὴν ὡς πρὸς τὸ σῶμα μὲν ἡ κτῆσις καὶ ἡ συμβίωσις, πρὸς δὲ τὴν ψυχὴν ἥ τε τιμὴ καὶ τὸ ἀξίωμα, καὶ τὰς τούτων κατὰ καιροὺς τύχας), σχεδὸν ὡς ἐν κεφαλαίοις γέγονεν ἡμῖν δῆλον. |
| 1.4 | Ὁ ἥλιος κατείληπται τὸ ποιητικὸν ἔχων τῆς οὐσίας ἐν τῷ θερμαίνειν καὶ ἠρέμα ξηραίνειν· ταῦτα δὲ μάλιστα τῶν ἄλλων ἡμῖν εὐαισθητότερα γίνεται διά τε τὸ μέγεθος αὐτοῦ καὶ τὸ τῶν κατὰ τὰς ὥρας μεταβολῶν ἐναργές, ἐπειδήπερ, ὅσω ἂν μάλιστα ἐγγίζῃ τοῦ κατὰ κορυφὴν ἡμῶν τόπου, μᾶλλον ἡμᾶς οὕτως διατίθησιν. |
| 1.5 | Τούτων οὕτως ἐχόντων ἐπειδὴ τῶν τεσσάρων χυμάτων δύο μέν ἐστι τὰ γόνιμα καὶ ποιητικά, τό τε τοῦ θερμοῦ καὶ τὸ τοῦ ὑγροῦ, διὰ τούτων γὰρ πάντα συγκρίνεται τε καὶ αὔξεται, δύο δὲ τὰ φθαρτικὰ καὶ παθητικά, τό τε τοῦ ψυχροῦ καὶ τὸ τοῦ ξηροῦ, δι’ ὧν πάντα πάλιν διακρίνεται καὶ φθίνει, τοὺς μὲν δύο τῶν πλανητῶν, τόν τε τοῦ Διὸς καὶ τὸν τῆς Ἀφροδίτης, καὶ ἔτι τὴν σελήνην ὡς ἀγαθοποιοὺς οἱ παλαιοὶ παρειλήφασι, διὰ τὸ εὔκρατον καὶ τὸ πλεῖον ἔχειν ἐν τῷ θερμῷ καὶ τῷ ὑγρῷ· |
| 1.6 | Πάλιν ἐπειδὴ τὰ πρῶτα γένη τῶν φύσεων δύο ἐστί τό τε ἄρρεν καὶ τὸ. θῆλυ, τῶν δὲ προκειμένων δυνάμεων ἡ τῆς ὑγρᾶς οὐσίας μάλιστα θηλυκὴ τυγχάνει, πλεῖον γὰρ ἐγγίνεται καθόλου τοῦτο τὸ μέρος πᾶσι τοῖς θήλεσι, τὰ δ’ ἄλλα μᾶλλον τοῖς ἄρρεσιν, εἰκότως τὴν μὲν σελήνην καὶ τὸν τῆς Ἀφροδίτης ἀστέρα θηλυκοὺς ἡμῖν παραδεδώκασι, διὰ τὸ πλεῖον ἔχειν ἐν τῷ ὑγρῷ, τὸν δὲ ἥλιον καὶ τὸν τοῦ Κρόνου καὶ τὸν τοῦ Διὸς καὶ τὸν τοῦ Ἄρεως ἀρρενικούς, τὸν δὲ τοῦ Ἑρμοῦ κοινὸν ἀμφοτέρων τῶν γενῶν, καθὸ ἐξ ἴσου καὶ τῆς ὑγρᾶς οὐσίας καὶ τῆς ξηρᾶς ἐστι ποιητικός. |
| 1.7 | Ὁμοίως δὲ ἐπειδὴ τῶν ποιούντων τὸν χρόνον τὰ ἐκφανέστατα διαστήματα δύο ταῦτα τυγχάνει τό τε τῆς ἡμέρας ἠρρενωμένον μᾶλλον, διὰ τὸ ἐν αὐτῇ θερμὸν καὶ δραστικόν, καὶ τὸ τῆς νυκτὸς τεθηλυσμένον μᾶλλον, διὰ τὸ ἐν αὐτῇ δίυγρον καὶ ἀναπαυστικόν, νυκτερινοὺς μὲν ἀκολούθως παραδεδώκασι τήν τε σελήνην καὶ τὸν τῆς Ἀφροδίτης, ἡμερινοὺς δὲ τόν τε ἥλιον καὶ τὸν τοῦ Διός, ἐπίκοινον δὲ κατὰ ταῦτα τὸν τοῦ Ἑρμοῦ καὶ ἐν μὲν τῷ ἑῴῳ σχήματι ἡμερινόν, ἐν δὲ τῷ ἑσπερίῳ νυκτερινόν. |
| 1.8 | ’Ήδη μέντοι καὶ παρὰ τοὺς πρὸς τὸν ἥλιον συσχηματισμοὺς ἥ τε σελήνη καὶ οἱ τρεῖς τῶν πλανωμένων τὸ μᾶλλον καὶ ἧττον λαμβάνουσιν ἐν ταῖς οἰκείαις αὐτῶν δυνάμεσιν. ἥ τε γὰρ σελήνη κατὰ μὲν τὴν ἀπὸ ἀνατολῆς μέχρι τῆς πρώτης διχοτόμου αὔξησιν ὑγρότητος μᾶλλόν ἐστι ποιητική, κατὰ δὲ τὴν ἀπὸ πρώτης διχοτόμου μέχρι πανσελήνου θερμότητος, κατὰ δὲ τὴν ἀπὸ πανσελήνου μέχρι δευτέρας διχοτόμου ξηρότητος, κατὰ δὲ τὴν ἀπὸ δευτέρας διχοτόμου μέχρι κρύψεως ψυχρότητος. |
| 1.9 | Ἑξῆς δὲ ὄντος ἀκολούθου καὶ τὰς τῶν ἀπλανῶν ἀστέρων φύσεις κατὰ τὸ ἰδίως αὐτῶν ποιητικὸν ἐπιδραμεῖν, ἐκθησόμεθα καὶ τὰς ἐπ’ αὐτῶν τετηρημένας ἰδιοτροπίας κατὰ τὸ ὅμοιον ταῖς τῶν πλανωμένων φύσεσι τὸν ἐμφα- νισμὸν ποιούμενοι· καὶ πρῶτον τῶν περὶ αὐτὸν τὸν διὰ μέσων κύκλον ἐχόντων τὰς μορφώσεις. |
| 1.10 | Αἱ μὲν οὖν τῶν ἀστέρων καθ’ ἑαυτοὺς δυνάμεις τοιαύτης ἔτυχον ὑπὸ τῶν παλαιοτέρων παρατηρήσεως. καὶ τῶν ὡρῶν δὲ τοῦ ἔτους τεσσάρων οὐσῶν ἔαρός τε καὶ θέρους καὶ μετοπώρου καὶ χειμῶνος τὸ μὲν ἔαρ ἔχει τὸ μᾶλλον έν τῷ ὑγρῷ διὰ τὴν κατὰ τὸ παρῳχημένον ψῦχος ἀρχομένης τῆς θερμασίας διάχυσιν· τὸ δὲ θέρος τὸ πλεῖον ἔχει ἐν τῷ θερμῷ διὰ τὴν τοῦ ἡλίου πρὸς τὸν κατὰ· κορυφὴν ἡμῶν τόπον ἐγγύτητα· τὸ δὲ μετόπωρον τὸ μᾶλλον ἐν τῷ ξηρῷ διὰ τὴν κατὰ τὸ παρῳχημένον καῦμα τῶν ὑγρῶν ἀνάποσιν· ὁ δὲ χειμὼν τὸ πλεῖον ἔχει έν τῷ ψυχρῷ διὰ τὸ τὸν ἥλιον πλεῖον ἀφίστασθαι τοῦ κατὰ κορυφὴν ἡμῶν τόπου. |
| 1.11 | Ὁμοίως δὲ καὶ τῶν τεσσάρων τοῦ ὁρίζοντος τόπων καὶ γωνιῶν, ἀφ’ ὧν καὶ οἱ καθόλου πνέοντες ἄνεμοι τὰς ἀρχὰς ἔχουσιν, ὁ μὲν πρὸς ταῖς ἀνατολαῖς αὐτός τε τὸ πλεῖον ἔχει ἐν τῷ ξηρῷ, διὰ τὸ κατ’ αὐτὸν γινομένου τοῦ ἡλίου τὰ ἀπὸ τῆς νυκτὸς ὑγρανθέντα τότε πρῶτον ἄρχεσθαι ξηραίνεσθαι· οἵ τε ἀπ’ αὐτοῦ πνέοντες ἄνεμοι, οὓς κοινότερον ἀπηλιώτας καλοῦμεν, ἄνικμοί τέ εἰσιν καὶ ξηραντικοί. |
| 1.12 | Τούτων δὲ οὕτως προεκτεθέντων ἀκόλουθον ἂν εἴη συνάψαι καὶ τὰς αὐτῶν τῶν τοῦ ζῳδιακοῦ δωδεκατημορίων παραδεδομένας φυσικὰς ἰδιοτροπίας. αἱ μὲν γὰρ ὁλοσχερέστεραι καθ’ ἕκαστον αὐτῶν κράσεις ἀνάλογον ἔχουσι ταῖς κατ’ αὐτὰ γινομέναις ὥραις. συνίστανται δέ τινες αὐτῶν ἰδιότητες καὶ ἀπὸ τῆς πρός τε τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας οἰκειώσεως, ἃς ἐν τοῖς ἐφξῆς διελευσόμεθα, προτάξαντες τὰς κατὰ τὸ ἀμιγὲς αὐτῶν μόνων τῶν δωδεκατημορίων καθ’ ἑαυτά τε καὶ πρὸς ἄλληλα θεωρουμένας δυνάμεις. |
| 1.13 | Πάλιν δὲ ὡσαύτως μὲν τῶν δωδεκατημορίων ἀπένειμαν τῇ φύσει τῇ ἀρρενικῇ καὶ ἡμερινῇ, ἓξ δὲ τῇ θηλυκῇ καὶ νυκτερινῇ. καὶ ἡ μὲν τάξις αὐτοῖς ἐδόθη παρ’ ἓν διὰ τὸ συνεζεῦχθαι καὶ ἐγγὺς ἀεὶ τυγχάνειν τὴν ἡμέραν τῇ νυκτὶ καὶ τὸ θῆλυ τῷ ἄρρενι. |
| 1.14 | Οἰκειοῦται δὲ ἀλλήλοις τῶν μερῶν τοῦ ζῳδιακοῦ πρῶτον τὰ συσχηματιζόμενα. ταῦτα δ’ ἐστὶν ὅσα διάμετρον ἔχει στάσιν περιέχοντα ὀρθὰς δύο γωνίας καὶ ἓξ δωδεκατημόρια καὶ μοίρας ρπ΄, καὶ ὅσα τρίγωνον ἔχει στάσιν περιέχοντα μίαν ὀρθὴν γωνίαν καὶ τρίτον καὶ τέσσαρα δωδεκατημόρια καὶ μοίρας ρκ΄, καὶ ὅσα τετραγωνίζειν λέγεται, περιέχοντα μίαν ὀρθὴν καὶ τριά δωδεκατημόρια καὶ μοίρας ῴ, καὶ ἔτι ὅσα ἑξάγωνον ποιεῖται στάσιν στάσινπεριέχοντα δίμοιρον γωνίας ὀρθῆς καὶ δωδεκατημόρια β΄ καὶ μοίρας ξ΄. |
| 1.15 | Ὡσαύτως δὲ προστάσσοντα καὶ ὑπακούοντα λέγεται τμήματα τὰ κατ’ ἴσην διάστασιν ἀπὸ τοῦ αὐτοῦ ἢ καὶ ὁποτέρου τῶν ἰσημερινῶν σημείων ἐσχηματισμένα, διὰ τὸ ἐν τοῖς ἴσοις χρόνοις ἀναφέρεσθαί τε καὶ καταφέρεσθαι καὶ ἐπὶ τῶν ἴσων εἶναι παραλλήλων. |
| 1.16 | Πάλιν δὲ ἰσοδυναμεῖν φασιν ἀλλήλοις μέρη τὰ τοῦ αὐτοῦ καὶ ὁποτέρου τῶν τροπικῶν σημείων τὸ ἴσον ἀφεστῶτα, διὰ τὸ καθ’ ἑκάτερον αὐτῶν τοῦ ἡλίου γινομένου τάς τε ἡμέρας ταῖς ἡμέραις καὶ τὰς νύκτας ταῖς νυξὶ καὶ τὰ διαστήματα τῶν οἰκείων ὡρῶν ἰσοχρόνως ἀποτελεῖν. ταῦτα δὲ καὶ βλέπειν ἄλληλα λέγεται διά τε τὰ προειρημένα καὶ ἐπειδήπερ ἑκάτερον αὐτῶν ἔκ τῶν αὐτῶν μερῶν τοῦ ὁρίζοντος ἀνατέλλει καὶ εἰς τὰ αὐτὰ καταδύνει. |
| 1.17 | Ἀσύνδετα δὲ καὶ ἀπηλλοτριωμένοι καλεῖται τμήματα, ὅσα μηδένα λόγον ἁπλῶς ἔχει πρὸς ἄλληλα τῶν προκατειλεγμένων οἰκειώσεων. ταῦτα δέ ἐστιν ἃ μήτε τῶν προστασσόντων ἢ ὑπακουόντων τυγχάνει μήτε τῶν βλεπόντων ἢ ἰσοδυναμούντων, ἔτι τε καὶ τῶν ἐκκειμένων τεσσάρων συσχηματισμῶν τοῦ τε διαμέτρου καὶ τοῦ τριγώνου καὶ τοῦ τετραγώνου καὶ τοῦ ἑξαγώνου κατὰ τὸ παντελὲς ἀμέτοχα καταλαμβανόμενα καὶ ἤτοι δι’ ἑνὸς ἢ διὰ πέντε γινόμενα δωδεκατημορίων, |
| 1.18 | Συνοικειοῦνται δὲ καὶ οἱ πλανῆται τοῖς τοῦ ζῳδιακοῦ μέρεσι κατά τε τοὺς καλουμένους οἴκους καὶ τρίγωνα καὶ ὑψώματα καὶ ὅρια καὶ τὰ τοιαῦτα. καὶ τὸ μὲν τῶν οἴκων τοιαύτην ἔχει φύσιν· |
| 1.19 | ῾Η δὲ πρὸς τὰ τρίγωνα συνοικείωσις τοιαύτη τις οὖσα τυγχάνει. ἐπειδὴ γὰρ τὸ τρίγωνον καὶ ἰσόπλευρον σχῆμα συμφωνότατόν ἐστιν ἑαυτῷ καὶ ὁ ζῳδιακὸς ὑπὸ τριῶν κύκλων ὁρίζεται τοῦ τε ἰσημερινοῦ καὶ τῶν δύο τροπικῶν, διαιρεῖται δὲ τὰ ιβ΄ αὐτοῦ μέρη εἰς τρίγωνα ἰσόπλευρα τέσσαρα, τὸ μὲν πρῶτον ὅ ἐστι διά τε τοῦ Κριοῦ καὶ τοῦ Λέοντος καὶ τοῦ Τοξότου ἐκ τριῶν ἀρρενικῶν ζῳδίων συγκείμενον καὶ οἴκους ἔχον ἡλίου τε καὶ Διὸς καὶ Ἄρεως, ἐδόθη τῷ Διὶ καὶ ἡλίῳ παρὰ τὴν αἵρεσιν τὴν ἡλιακὴν ὄντος τοῦ Ἄρεως. λαμβάνει δὲ αὐτοῦ τὴν πρώτην συνοικοδεσποτείαν ἡμέρας μὲν ὁ ἥλιος, νυκτὸς δὲ ὁ τοῦ Διός. καί ἐστιν ὁ μὲν Κριὸς μᾶλλον πρὸς τῷ ἰσημερινῷ κύκλῳ, ὁ δὲ Λέων πρὸς τῷ θερινῷ, ὁ δὲ Τοξότης πρὸς τῷ χειμερινῷ. |
| 1.20 | Τὰ δὲ καλούμενα τῶν πλανωμένων ὑψώματα λόγον ἔχει τοιόνδε. ἐπειδὴ γὰρ ὁ ἥλιος ἐν μὲν τῷ Κριῷ γενόμενος τὴν εἰς τὸ ὑψηλὸν καὶ βόρειον ἡμικύκλιον μετάβασιν ποιεῖται, ἐν δὲ ταῖς Χηλαῖς τὴν εἰς τὸ ταπεινὸν καὶ νότιον, εἰκότως τὸν μὲν Κριὸν ὡς ὕψωμα ἀνατεθείκασιν αὐτῷ, καθ’ ὃν ἄρχεται καὶ τὸ τῆς ἡμέρας μέγεθος καὶ τὸ τῆς φύσεως αὐτοῦ θερμαντικὸν αὔξεσθαι, τὰς δὲ Χηλὰς ὡς ταπείνωμα διὰ τὰ ἐναντία. |
| 1.21 | Περὶ δὲ τῶν ὁρίων δισσοὶ μάλιστα φέρονται τρόποι· καὶ ὁ μέν ἐστιν Αἰγυπτιακὸς (ὁ πρὸς τὰς τῶν οἴκων ὡς ἐπίπαν κυρείας), ὁ δὲ Χαλδαϊκὸς (ὁ πρὸς τὰς τῶν τριγώνων ὁ μὲν οὖν Αἰγυπτιακὸς ὁ τῶν κοινῶς φερομένων ὁρίων οὐ πάνυ τι σῴζει τὴν ἀκολουθίαν οὔτε τῆς τάξεως οὔτε τῆς καθ’ ἕκαστον ποσότητος. |
| 1.22 | Διεῖλον δέ τινες καὶ εἰς ἔτι τούτων λεπτομερέστερα τμήματα τὰς οἰκοδεσποτείας, τόπους καὶ μοίρας ὀνομάσαντες· καὶ τόπον μὲν ὑποτιθέμενοι τὸ τοῦ δωδεκατημορίου δωδεκατημόριον, τουτέστι μοίρας β΄ ἥμισυ καὶ διδόντες αὐτοῦ τὴν κυρείαν τοῖς ἐφεξῆς ξῳδίοις, ἄλλοι δὲ καὶ κατ’ ἄλλας τινὰς ἀλόγους τάξεις, μοῖραν δὲ ἐκάστην πάλιν ἀπ’ ἀρχῆς ἑκάστῳ διδόντες τῶν ἀστέρων ἀκολούθως τῇ τάξει τῶν Χαλδαϊκῶν ὁρίων. |
| 1.23 | Αἱ μὲν οὖν συνοικειώσεις τῶν τε ἀστέρων καὶ τῶν δωδεκατημορίων σχεδὸν ἂν εἷεν τοσαῦται. λέγονται δὲ καὶ ἰδοπροσωπεῖν μὲν ὅταν ἕκαστος αὐτῶν τὸν αὐτὸν διασώζῃ πρὸς ἥλιον ἢ σελήνην σχηματισμόν, ὅνπερ καὶ ὁ οἶκος αὐτοῦ πρὸς τοὺς ἐκείνων οἴκους, οἷον ὅταν ὁ τῆς Ἀφροδίτης λόγου ἕνεκεν ἑξάγωνον ποιήσῃ πρὸς τὰ φῶτα διάστασιν, ἀλλὰ πρὸς ἥλιον μὲν ἑσπέριος ὤν, πρὸς σελήνην δὲ ἑῷος ἀκολούθως τοῖς ἐξ ἀρχῆς οἴκοις. |
| 1.24 | Καθόλου συνάπτειν μὲν λέγονται τοῖς ἑπομένοις οἱ προηγούμενοι, ἀπερρυηκέναι δὲ οἱ ἑπόμενοι τῶν προηγουμένων, ἐφ’ ὅσον ἂν μὴ μακρὸν τὸ μεταξὺ αὐτῶν διάστημα. παραλαμβάνεται δὲ τὸ τοιοῦτον ἐάν τε σωματικῶς ἐάν τε καὶ κατά τινα τῶν παραδεδομένων σχηματισμῶν συμβαίνῃ· |
| 2.1 | Τὰ μὲν δὴ κυριώτερα τῶν πινακικῶς προεκτεθειμένων εἰς τὴν τῶν κατὰ μέρος προρρήσεων ἐπίσκεψιν· ὡς ἐν κεφαλαίοις μέχρι τοσούτων ἡμῖν ἐφοδευέσθω. συνάψομεν δὲ ἤδη κατὰ τὸ ἑξῆς τῆς ἀκολουθίας τὰ καθ’ ἕκαστα τῆς πραγματείας τῶν εἰς τὸ δυνατὸν τῆς τοιαύτης προρρήσεως ἐμπιπτόντων, ἐχόμενοι πανταχῆ τῆς κατὰ τὸν φυσικὸν τρόπον ὑφηγήσεως. |
| 2.2 | Τῶν τοίνυν ἐθνικῶν ἰδιωμάτων τὰ μὲν καθ’ ὅλους παραλλήλους καὶ γωνίας ὅλας διαιρεῖσθαι συμβέβηκεν ὑπὸ τῆς πρὸς τὸν διὰ μέσων τῶν ξῳδίων κύκλον καὶ τὸν ἥλιον αὐτῶν σχέσεως. |
| 2.3 | Ἥδη δέ τινες καὶ ἐν ἑκάστοις τούτων τῶν ὅλων μερῶν <μορίοις> ἰδιότροποι περιστάσεις ἠθῶν καὶ νομίμων ἐξηκολούθησαν. ὥσπερ γὰρ ἐπὶ τῶν τοῦ περιέχοντος καταστημάτων καὶ ἐν τοῖς ὡς ἐπίπαν κατειλεγμένοις θερμοῖς ἢ ψυχροῖς ἢ εὐκράτοις καὶ κατὰ μέρος ἱδιάξουσι τόποι καὶ χῶραί τινες ἐν τῷ μᾶλλον ἢ ἧττον ἤτοι διὰ θέσεως τάξιν ἢ διὰ ὕψος ἢ ταπεινότητα ἢ διὰ παράθεσιν, ἔτι δὲ ὡς ἱππικοί τινες μᾶλλον διὰ τὸ τῆς χώρας πεδινὸν καὶ ναυτικοὶ διὰ τὴν τῆς θαλάσσης ἐγγύτητα καὶ ἥμεροι διὰ τὴν τῆς χώρας εὐθηνίαν, |
| 2.4 | Αἱ μὲν οὖν συνοικειώσεις τῶν τε ἀστέρων καὶ τῶν δωδεκατημορίων πρὸς τὰ κατὰ μέρος ἔθνη καὶ τὰ ὡς ἐπίπαν αὐτῶν ἰδιώματα κατὰ τὸ κεφαλαιῶδες τοῦτον ἡμῖν ὑποτυπούσθω τὸν τρόπον. ἐκθησόμεθα δὲ καὶ διὰ τὸ τῆς χρήσεως εὐεπίβολον ἐφ’ ἑκάστου τῶν δωδεκατημορίων κατὰ ψιλὴν παράθεσιν ἕκαστα τῶν συνῳκειωμένων ἐθνῶν ἀκολούθως τοῖς προκατειλεγμένοις περὶ αὐτῶν τὸν τρόπον τοῦτον· |
| 2.5 | Τούτων δὲ οὕτως προεπεσκεμμένων ἀκόλουθον ἂν εἴη λοιπὸν τὰς τῶν προτελέσεων ἐφόδους κεφαλαιωδῶς ἐπελθεῖν θεῖν καὶ πρῶτον τῶν καθ’ ὅλας περιστάσεις χωρῶν ἢ πόλεων λαμβανομένων ἔσται δὲ ὁ τρόπος τῆς ἐπισκέψεως τοιοῦτος· ἡ μὲν οὖν πρώτη καὶ ἰσχυροτάτη τῶν τοιούτων συμπτωμάτων αἰτία γίνεται παρὰ τὰς ἐκλειπτικὰς ἡλίου καὶ σελήνης συζυγίας καὶ τὰς ἐν αὐταῖς παρόδους τῶν ἀστέρων· |
| 2.6 | Τοῦ μὲν οὗν πρώτου καὶ τοπικοῦ τὴν διάληψιν ποιησόμεθα τοιαύτην. κατὰ γὰρ τὰς γινομένας ἐκλειπτικὰς συζυγίας ἡλίου καὶ σελήνης καὶ μάλιστα τὰς εὐαισθητοτέρας ἐπισκεψόμεθα τόν τε ἐκλειπτικὸν τοῦ ζῳδιακοῦ τόπον καὶ τὰς τῷ κατ’ αὐτὸν τριγώνῳ συνοικειουμένας χώρας καὶ ὁμοίως τίνες τῶν πόλεων ἤτοι ἐκ τῆς κατὰ τὴν κτίσιν ὡροσκοπίας καὶ φωσφορίας ἢ ἐκ τῆς τῶν τότε ἡγεμονευόντων μεσουρανήσεως συμπάθειαν ἔχουσι πρὸς τὸ τὴς ἐκλείψεως δωδεκατημόριον. |
| 2.7 | Τὸ δὲ δεύτερον καὶ χρονικὸν κεφάλαιον καθ’ ὃ τοὺς καιροὺς τῶν ἐπισημασιῶν καὶ τῆς παρατάσεως τὴν ποσότητα προσήκει διαγινώσκειν, ἐπισκεψόμεθα τρόπῳ τοιῷδε. τῶν γὰρ κατὰ τὸν αὐτὸν χρόνον γινομένων ἐκλείψεων μὴ κατὰ πᾶσαν οἴκησιν ἐν ταῖς αὐταῖς καιρικαῖς ὥραις ἀποτελουμένων μηδὲ τὰ μεγέθη τῶν ἐπισκοτήσεων ἢ τὸν χρόνον τῶν παρατάσεων κατὰ τὸ ἴσον πανταχῇ λαμβανουσῶν πρῶτον μὲν κατὰ τὴν ἐν ἑκάστῃ τῶν λόγον ἐχουσῶν οἰκήσεων ἐκλειπτικὴν ὥραν καὶ τὸ τοῦ πόλου ἔξαρμα κέντρα ὡς ἐπὶ γενέσεως διαθήσομεν· |
| 2.8 | Τρίτου δὲ ὄντος κεφαλαίου τοῦ γενικοῦ, καθ’ ὃ δεῖ διαλαμβάνειν περὶ ποῖα τῶν γενῶν ἀποβήσεται τὸ σύμπτωμα, λαμβάνεται καὶ τοῦτο διὰ τῆς τῶν ζῳδίων ἰδιοτροπίας καὶ μορφώσεως, καθ’ ὧν ἂν τύχωσιν ὄντες οἵ τε τῶν ἐκλείψεων τόποι καὶ οἱ τὴν οἰκοδεσποτείαν λαβόντες τῶν ἀστέρων τῶν τε πλανωμένων καὶ τῶν ἀπλανῶν τοῦ τε τῆς ἐκλείψεως δωδεκατημορίου καὶ τοῦ κατὰ τὸ κέντρον τὸ πρὸ τῆς ἐκλείψεως. |
| 2.9 | Τέταρτον δέ ἐστι κεφάλαιον τὸ περὶ αὐτῆς τῆς τοῦ ἀποτελέσματος ποιότητος, τουτέστι πότερον ἀγαθῶν ἢ τῶν ἐναντίων ἐστὶ ποιητικὸν καὶ ποταπὸν ἐφ’ ἑκατέρου κατὰ τὸ τοῦ εἴδους ἰδιότροπον. τοῦτο δὲ ἀπό τε τῆς τῶν οἰκοδεσποτησάντων ἀστέρων τοὺς κυρίους τόπους ποιητικῆς φύσεως καταλαμβάνεται καὶ τῆς συγκράσεως τῆς τε πρὸς ἀλλήλους καὶ τοὺς τόπους, καθ’ ὧν ἂν ὦσι τετυχηκότες. |
| 2.10 | Τηρητέον δὲ πρὸς τὰς καθόλου περιστάσεις καὶ τὰ κατὰ τὰς ἐκλείψεις χρώματα ἤτοι τῶν φώτων αὐτῶν ἢ τῶν περὶ αὐτὰ γινομένων συστημάτων, οἷον ῥάβδων ἅλων ἢ τῶν τοιούτων. μέλανα μὲν γὰρ ἢ ὑπόχλωρα φανέντα σημαντικὰ γίνεται τῶν ἐπὶ τῆς τοῦ Κρόνου φύσεως εἰρημένων, λευκὰ δὲ τῶν ἐπὶ τῆς τοῦ Διός, ὑπόκιρρα δὲ τῶν ἐπὶ τῆς τοῦ Ἄρεως, ξανθὰ δὲ τῶν ἐπὶ τῆς τῆς Ἀφροδίτης, ποικίλα δὲ τῶν ἐπὶ τῆς τοῦ Ἑρμοῦ. |
| 2.11 | Δεδειγμένης δὲ τῆς ἐφόδου τῶν περὶ τὰ καθόλου περιστάσεων χωρῶν τε καὶ πόλεων λοιπὸν ἂν εἴη καὶ περὶ τῶν λεπτομερεστέρων ὑπομνηματίσασθαι, λέγω δὲ τῶν ἐνιαυσίως περὶ τὰς ὥρας ἀποτελουμένων, πρὸς ἣν ἐπίσκεψιν καὶ περὶ τῆς καλουμένης τοῦ ἔτους νεομηνίας ἁρμόζον ἂν εἴη προδιαλαβεῖν. ὅτι μὲν οὖν ἀρχὴν ταύτην εἶναι προσήκει τῆς τοῦ ἡλίου καθ’ ἑκάστην περιστροφὴν ἀποκαταστάσεως, δῆλόν ἐστιν αὐτόθεν καὶ ἀπὸ τῆς δυνάμεως καὶ ἀπὸ τῆς ὀνομασίας. |
| 2.12 | Προεκτεθῆναι δὲ ὀφειλόντων εἰς τοῦτο καὶ τῶν ἐν μέρει κατὰ ζῴδιον πρὸς τὰ ἐνιαύσια καταστήματα φυσικῶν ἰδιωμάτων καὶ ἔτι τῶν καθ’ ἕκαστον ἀστέρων, τὴν μὲν τῶν πλανητῶν καὶ τῶν τῆς ὁμοίας κράσεως ἀπλανῶν πρὸς τοὺς ἀέρας τε καὶ τοὺς ἀνέμους συνοικείωσιν καὶ ἔτι τὴν τῶν ὅλων δωδεκατημορίων πρός τε τοὺς ἀνέμους καὶ τὰς ὥρας ἕκαστα δεδηλώκαμεν ἐν τοῖς ἔμπροσθεν. ὑπόλοιπον δ’ ἂν εἴη καὶ περὶ τῆς ἐπὶ μέρους τῶν ζῳδίων φύσεως εἰπεῖν. |
| 2.13 | Τούτων δὲ οὕτως προεκτεθειμένων αἱ κατὰ μέρος ἔφοδοι τῶν ἐπισημασιῶν περιέχουσι τὸν τρόπον τοῦτον. μία μὲν γάρ ἐστι ἡ ὁλοσχερέστερον πρὸς τὰ τεταρτημόρια νοουμένη, καθ’ ἢν τηρεῖν ὡς ἔφαμεν δεήσει τὰς γινομένας ἔγγιστα πρὸ τῶν τροπικῶν καὶ ἰσημερινῶν σημείων συνόδους ἢ πανσελήνους καὶ κατὰ τὴν μοῖραν ἤτοι συνοδικὴν ἢ πανσεληνιακὴν τὴν έν ἑκάστῳ τῶν ἐπιζητουμένων κλιμάτων τὰ κέντρα ὡς ἐπὶ γενέσεως διατιθέναι, |
| 2.14 | Χρήσιμοι δ’ ἂν εἶεν πρὸς τὰς τῶν κατὰ μέρος ἐπισημασιῶν προγνώσεις καὶ αἱ τῶν γινομένων σημείων τε τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας παρα- τηρήσεις. τὸν μὲν οὖν ἥλιον τηρητέον πρὸς μὲν τὰς ἡμερησίους καταστάσεις ἀνατέλλοντα, πρὸς δὲ τὰς νυκτερινὰς δύνοντα, πρὸς δὲ τὰς παρατεινούσας κατὰ τοὺς πρὸς τὴν σελήνην σχηματισμούς, ὡς ἑκάστου σχήματος τὴν μέχρι τοῦ ἑξῆς κατάστασιν ὡς ἐπίπαν προσημαίωνοντος· |
| 3.1 | Ἐφωδευμένης ἡμῖν ἐν τοῖς ἔμπροσθεν τῆς περὶ τὰ καθόλου συμπτώματα θεωρίας, ὡς προηγουμένης καὶ τὰ πολλὰ κατακρατεῖν δυναμένης τῶν περὶ ἕνα ἕκαστον τῶν ἀνθρώπων κατὰ τὸ ἴδιον τῆς φύσεως ἀποτελουμένων, ὧν τὸ προγνωστικὸν μέρος γενεθλιαλογίαν καλοῦμεν, δύναμιν μὲν μίαν καὶ τὴν αὐτὴν ἀμφοτέρων τῶν εἰδῶν ἡγεῖσθαι προσήκει, καὶ περὶ τὸ ποιητικὸν καὶ περὶ τὸ θεωρητικόν, ἐπειδήπερ καὶ τῶν καθόλου καὶ τῶν καθ’ ἕνα ἕκαστον συμπτωμάτων αἰτία μὲν ἡ τῶν πλανωμένων ἀστέρων ἡλίου τε καὶ σελήνης κίνησις, προγνωστικὴ δὲ ἡ τῆς τῶν ὑποκειμένων αὐτοῖς φύσεων τροπῆς κατὰ τὰς ὁμοιοσχήμονας τῶν οὐρανίων παρόδους διὰ τοῦ περιέχοντος ἐπιστημονικὴ παρατήρησις, πλὴν ἐφ’ ὅσον ἡ μὲν καθολικὴ περίστασις μείζων τε καὶ αὐτοτελής, ἡ δὲ ἐπὶ μέρους οὐχ ὁμοίως. |
| 3.2 | Ἀρχῆς δὲ χρονικῆς ὑπαρχούσης τῶν ἀνθρωπίνων τέξεων φύσει μὲν μὲν κατ’ αὐτὴν τὴν σποράν, δυνάμει δὲ καὶ κατὰ τὸ συμβεβηκὸς τῆς κατὰ τὴν ἀποκύησιν ἐκτροπῆς, ἐπὶ μὲν τῶν ἐγνωκότων τὸν τῆς σπορᾶς καιρὸν ἤτοι συμπτωματικῶς ἢ καὶ παρατηρητικῶς, ἐκείνῳ μᾶλλον προσήκει πρός τε τὰ τοῦ σώματος καὶ τὰ τῆς ψυχῆς ἰδιώματα κατακολουθεῖν, τὸ ποιητικὸν τοῦ, |
| 3.3 | Ἐπειδὴ περὶ τοῦ πρώτου καὶ κυριωτάτου, τουτέστι τοῦ μορίου τῆς κατὰ τὴν ἐκτροπὴν ὥρας, ἀπορία γίγνεται πολλάκις, μόνης μὲν ὡς ἐπίπαν τῆς δι’ ἀστρολάβων ὡροσκοπείων κατ’ αὐτὴν τὴν ἔκτεξιν διοπτεύσεως τοῖς ἐπιστημονικῶς παρατηροῦσι τὸ λεπτὸν τῆς ὥρας ὑποβάλλειν δυναμένης, τῶν δὲ ἄλλων σχεδὸν ἁπάντων ὡροσκοπείων, οἷς οἱ πλεῖστοι τῶν ἐπιμελεστέρων προσέχουσι, πολλαχῆ διαψέυδεσθαι τῆς ἀληθείας δυναμένων, |
| 3.4 | Τούτων δὴ προεκτεθειμένων εἴ τις αὐτῆς τῆς τάξεως ἕνεκεν διαιροίη τὸ καθόλου τῆς γενεθλιαλογικῆς θεωρίας, εὕροι ἂν τῶν κατὰ φύσιν καὶ δυνατῶν καταλήψεων τὴν μὲν τῶν πρὸ τῆς γενέσεως οὖσαν συμπτωμάτων μόνον ὡς τὴν τοῦ περὶ γονέων λόγου, τὴν δὲ τῶν καὶ πρὸ τῆς γενέσεως καὶ μετὰ τὴν γένεσιν, ὡς τὴν τοῦ περὶ ἀδελφῶν λόγου, τὴν δὲ τῶν κατ’ αὐτὴν τὴν γένεσιν οὐκέθ’ οὕτως μίαν οὖσαν οὐδὲ ἁπλῆν, τελευταίαν δὲ τὴν τῶν μετὰ τὴν γένεσιν πολυμερεστέραν καὶ ταύτην θεω- ρουμένην. |
| 3.5 | Ὁ μὲν οὗν προηγούμενος τύπος τῆς κατ’ εἶδος ἐπισκέψεως, οὗ διὰ παντὸς ἔχεσθαι προσήκει, τοῦτον ἔχει τὸν τρόπον· ἀρξόμεθα δὲ ἤδη κατὰ τὴν ἐκκειμένην τάξιν ἀπὸ πρώτου τοῦ περὶ γονέων λόγου. ὁ μὲν τοίνυν ἥλιος καὶ ὁ τοῦ Κρόνου ἀστὴρ τῷ πατρικῷ προσώπῳ συνοικειοῦνται κατὰ φύσιν, ἡ δὲ σελήνη καὶ ὁ τῆς Ἀφροδίτης τῷ μητρικῷ, καὶ ὅπως ἂν οὗτοι διακείμενοι τυγχάνωσι πρός τε ἀλλήλους καὶ πρὸς τοὺς ἄλλους, τοιαῦτα δεῖ καὶ τὰ περὶ τοὺς γονέας ὑπονοεῖν. |
| 3.6 | Ὁ μὲν οὖν περὶ γονέων τόπος σχεδὸν καὶ ἀπὸ τούτων ἄν ἡμῖν γένοιτο καταφανής, ὁ δὲ περὶ ἀδελφῶν εἴ τις καὶ ἐνταῦθα τὸ καθόλου μόνον ἐξετάζοιτο καὶ μὴ πέρα τοῦ δυνατοῦ τόν τε ἀριθμὸν ἀκριβῶς καὶ κατὰ μέρος ἐπιζητοίη, λαμβάνοιτο ἂν φυσικώτερον ὅ τε περὶ ὁμομητρίων μόνον ἀπὸ τοῦ μεσουρανοῦντος δωδεκατημορίου τοῦ μητρικοῦ τόπου, τουτέστι τοῦ περιέχοντος ἡμέρας μὲν τὸν τῆς Ἀφροδίτης, νυκτὸς δὲ τὴν σελήνην, ἐπειδήπερ τοῦτο τὸ ζῴδιον καὶ τὸ ἐπαναφερόμενον αὐτῷ γίνε- ται τῆς μητρὸς ὁ περὶ τέκνων τόπος ὁ αὐτὸς ὀφείλων εἶναι τῷ τοῦ γινομένου περὶ ἀδελφῶν. |
| 3.7 | ‘Υπ᾿ ὄψιν ἤδη καὶ τοῦ περὶ ἀδελφῶν λόγου κατὰ τὸν ἁρμόζοντα καὶ φυσικὸν λόγον ἡμῖν γεγονότος ἑξῆς ἂν εἴη τῶν κατ’ αὐτὴν τὴν γένεσιν ἄρξασθαι καὶ πρῶτον ἐπιδραμεῖν τὸν περὶ ἀρρενικῶν τε καὶ θηλυκῶν ἐπιλογισμόν. θεωρεῖται δ’ οὗτος οὐ μονοειδῶς οὐδ’ ἀφ’ ἑνός τινος, ἀλλ’ ἀπό τε τῶν φώτων ἀμφοτέρων καὶ τοῦ ὡροσκότου, τῶν τε λόγον ἐχόντων πρὸς αὐτοὺς ἀστέρων, μάλιστα μὲν κατὰ τὴν τῆς σπορᾶς διάθεσιν, ὁλοσχερέστερον δὲ καὶ κατὰ τὴν τῆς ἐκτροπῆς. τὸ δ’ ὅλον παρατηρητέον, πότερον οἱ προειρημένοι τρεῖς τόποι καὶ οἱ τούτων οἰκοδεσποτοῦντες ἀστέρες ἅπαντες ἢ οἱ πλεῖστοι τυγχάνουσιν ἠρρενωμένοι πρὸς ἀρρενογονίαν ἢ τεθηλυσμένοι πρὸς θηλυγονίαν καὶ οὕτως ἀποφαντέον. |
| 3.8 | Καὶ περὶ τῶν γεννωμένων δὲ ὁμοίως ἀνά δύο ἢ καὶ πλειόνων τοὺς αὐτοὺς τόπους παρατηρεῖν προσήκει τουτέστι τάδε δύο φῶτα καὶ τὸν ὡροσκόπον. παρακολουθεῖν δὲ εἴωθε τοῦτο τὸ σύμπτωμα παρὰ τὰς κράσεις, ὅταν οἱ δύο ἢ καὶ οἱ τρεῖς τόποι δίσωμα περιέχωσι ζῴδια, καὶ μάλιστα, ὅταν καὶ οἱ οἰκοδεσποτίζοντες αὐτῶν ἀστέρες τὸ αὐτὸ ἤ τινες μὲν ἐν δισώμοις, τινὲς δὲ ἀνὰ δύο κείμενοι τυγχάνωσιν ἢ πλείους. |
| 3.9 | Ὀὐκ ἀλλότριος δὲ τῆς προκειμένης σκέψεως οὐδ’ ὁ περὶ τῶν τεράτων λόγος. πρῶτον μὲν γὰρ ἐπὶ τῶν τοιούτων τά μὲν φῶτα ἀποκεκλικότα ἢ ἀσύνδετα τῷ ὡροσκόπῳ κατὰ τὸ πλεῖστον εὑρίσκεται, τὰ δὲ κέντρα διειλημμένα ὑπὸ τῶν κακοποιῶν. ὅταν οὖν τοιαύτη τις ὑπ’ ὄψιν πέσῃ διάθεσις, ἐπειδὴ γίνεται πολλάκις καὶ περὶ τὰς ταπεινὰς καὶ κακοδαίμονας γενέσεις, κἂν μὴ τερατώδεις ὦσιν, εὐθὺς ἐπισκοπεῖν προσήκει τὴν προγενομένην συζυγίαν συνοδικὴν ἢ πανσεληνιακὴν καὶ τὸν οἰκοδεσποτήσαντα ταύτης τε καὶ τῶν τῆς ἐκτροπῆς φώτων. |
| 3.10 | Λοιποῦ δὲ ὄντος εἰς τὰ κατ’ αὐτὴν τὴν γένεσιν τοῦ περὶ ἀτρόφων λόγου προσήκει διαλαβεῖν, ὅτι πῇ μὲν ὁ τρόπος οὗτος ἔχεται τοῦ περὶ χρόνων ζωῆς λόγου, ἐπειδὴ τὸ ζητούμενον εἶδος οὐκ ἀλλότριον ἑκατέρου, πῇ δὲ κεχώρισται παρὰ τὸ κατ’ αὐτὴν τὴν τῆς ἐπισκέψεως δύναμιν διαφέρειν πως. 6 μὲν γὰρ περὶ χρόνων ζωῆς ἐπὶ τῶν ὅλως ἐχόντων χρόνους αἰσθητοὺς θεωρεῖται, τουτέστι μὴ ἐλάττονας ἡλιακῆς περιόδου μιᾶς· χρόνος γὰρ ἰδίως ὁ τοιοῦτος ἐνιαυτὸς καταλαμβάνεται, δυνάμει δὲ καὶ ὁ ἐλάττων τούτου, μῆνές εἰσι καὶ ἡμέραι καὶ ὧραι· 6 δὲ· |
| 3.11 | Τῶν δὲ μετὰ τὴν γένεσιν συμπτωμάτων ἡγεῖται μὲν ὁ περὶ χρόνων ζωῆς λόγος, ἐπειδήπερ κατὰ τὸν ἀρχαῖον γελοῖόν ἐστι τὰ καθ’ ἕκαστα τῶν ἀποτελουμένων ἐφαρ- μόζειν τῷ μηδ’ ὅλως ἐκ τῆς τῶν βιωσίμων ἐτῶν ὑποστάσεως ἐπὶ τοὺς ἀποτελεστικοὺς αὐτῶν χρόνους ἥξοντι. |
| 3.12 | Ἐφωδευμένης δὲ καὶ τῆς τοῦ περὶ χρόνων ζωῆς λόγου πραγματείας λέγομεν ἀρχὴν τῶν κατὰ μέρος, λαβόντες κατὰ τὴν οἰκείαν τάξιν περί τε τῆς μορφῆς καὶ τῆς σωματικῆς διατυπώσεως, ἐπειδὴ καὶ τά τοῦ σώματος τῶν τῆς ψυχῆς προτυποῦται κατὰ φύσιν, τοῦ μὲν σώματος διὰ τὸ ὑλικώτερον συγγεννωμένας ἔχοντος σχεδὸν τὰς, τῶν ἰδιοσυγκρασιῶν φαντασίας, τῆς δὲ ψυχῆς μετὰ ταῦτα καὶ κατὰ μικρὸν τὰς ἀπὸ τῆς πρώτης αἰτίας ἐπιτηδειότητας ἀναδεικνυούσης, τῶν δ’ ἐκτὸς ἔτι μᾶλλον ὕστερον κατὰ τὸν ἐφεξῆς χρόνον ἐπισυμπιπτόντων. |
| 3.13 | Ἑπομένου δὲ τούτοις τοῦ περὶ τὰ σωματικὰ σίνη τε καὶ πάθη λόγου συνάψομεν αὐτοῖς κατὰ τὸ ἑξῆς τὴν κατὰ τοῦτο τὸ εἶδος συνισταμένην ἐπίσκεψιν ἔχουσαν οὕτως· καὶ ἐνταῦθα γὰρ πρὸς μὲν τὴν καθόλου διάληψιν ἀπο βλέπειν δεῖ πρὸς τὰ τοῦ ὁρίζοντος δύο κέντρα, τουτέστι τό τε ἀνατέλλον καὶ τὸ δύνον, μάλιστα δὲ πρός τε τὸ δύνον αὐτὸ καὶ πρὸς τὸ προδύνον, ὅ ἐστιν ἀσύνδετον τῷ ἀνατολικῷ κέντρῳ, καὶ παρατηρεῖν τοὺς κακωτικοὺς τῶν ἀστέρων, πῶς ἐσχηματισμένοι πρὸς αὐτὰ τυγχάνουσιν· |
| 3.14 | Περὶ μὲν οὖν τῶν σωματικῶν συμπτωμάτων ὁ τύπος τῆς ἐπισκέψεως τοιοῦτος ἄν τις εἴη· τῶν δὲ ψυχικῶν ποιοτήτων αἱ μὲν περὶ τὸ λογικὸν καὶ νοερὸν μέρος καταλαμβάνονται διὰ τῆς κατὰ τὸν τοῦ Ἑρμοῦ ἀστέρα θεωρουμένης ἑκάστοτε περιστάσεως, αἱ δὲ περὶ τὸ αἰσθητικὸν καὶ ἄλογον ἀπὸ τοῦ σωματωδεστέρου τῶν φώτων, τουτέστι τῆς σελήνης, καὶ τῶν πρὸς τὰς ἀπορροίας ἢ καὶ τὰς συναφὰς αὐτῆς συνεσχηματισμένων ἀστέρων. |
| 3.15 | Ἐπεὶ δὲ τοῖς τῆς ψυχῆς ἰδιώμασιν ἀκολουθεῖ πως καὶ ὁ περὶ τῶν ἐξαιρέτων αὐτῆς παθῶν λόγος, καθόλου μὲν πάλιν ἐπισημαίνεσθαι καὶ παρατηρεῖν προσήκει τόν τε τοῦ Ἑρμοῦ ἀστέρα καὶ τὴν σελήνην, πῶς ἔχουσι πρός τε ἀλλήλους καὶ τὰ κέντρα καὶ τοὺς πρὸς κάκωσιν οἰκείους τῶν ἀστέρων, ὡς ἐάν τε αὐτοὶ ἀσύνδετοι ὄντες πρὸς ἀλλήλους, ἐάν τε πρὸς τὸν ἀνατολικὸν ὁρίζοντα καθυπερτερηθῶσιν ἢ ἐμπερισχεθῶσιν ἢ διαμηκισθῶσιν ὑπὸ τῶν ἀνοικείως καὶ βλαπτικῶς ἐσχηματισμένων, ποικίλων παθῶν περὶ τὰς ψυχικὰς ἰδιοτροπίας συμπιπτόντων εἰσὶ ποιητικοί. τῆς διακρίσεως αὐτῶν πάλιν θεωρουμένης ἀπὸ τῆς προκατειλημμένης τῶν τοῖς τόποις συνοικειωθέντων ἀστέρων ἰδιοτροπίας. |
| 4.1 | Τὰ μὲν οὖν πρὸ τῆς γενέσεως καὶ τὰ κατ’ αὐτὴν τὴν γένεσιν δυνάμενα θεωρεῖσθαι καὶ ἔτι τῶν μετὰ τὴν γέ- νεσιν, ὅσα τῆς συστάσεως ἐστιν ἴδια τὸ καθόλου ποῖον τῶν συγκριμάτων ἐμφαίνοντα, σχεδὸν ταῦτα ἂν εἴη· τῶν δὲ κατὰ τὸ ἐκτὸς συμβεβηκότων καὶ ἐφεξῆς ὀφειλόντων διαλαμβάνεσθαι προηγεῖται μὲν ὁ περὶ τυχῆς κτητικῆς τε καὶ ἀξιωματικῆς λόγος, συνῆπται δ' ὥσπερ ἡ μὲν κτητικὴ ταῖς τοῦ σώματος οἰκειώσεσιν, ἡ δὲ ἀξιωματικὴ ταῖς τῆς ψυχῆς· |
| 4.2 | Τὰ μὲν οὖν τῆς κτήσεως ὁποῖά τινα ἔσται, ληπτέον ἀπὸ τοῦ καλουμένου κλήρου τῆς τύχης, μόνου μέντοι, καθ’ ὃν πάντοτε τὴν ἀπὸ τοῦ ἡλίου ἐπὶ τὴν σελήνην διάστασιν ἐκβάλλομεν ἀπὸ τοῦ ὡροσκόπου καὶ ἐπὶ τῶν ἡμέρας καὶ ἐπὶ τῶν νυκτὸς γεννωμένων, δἰ ἅς εἴπομεν ἐν τοῖς περὶ χρόνων ζωῆς αἰτίας. σκοπεῖν οὗν δεήσει τοὺς τοῦ συνισταμένου τὸν τρόπον τοῦτον δωδεκατημορίου λαβόντας τὴν οἰκοδεσποτείαν, καὶ πῶς ἔχουσιν οὗτοι δυ- νάμεως καὶ οἰκειότητος, καθ’ ὃν ἐν ἀρχῇ διωρισάμεθα τρόπον, ἔτι δὲ καὶ τοὺς συσχηματιζομένους αὐτοῖς ἠ τοὺς καθυπερτεροῦντας τῶν τῆς αὐτῆς ἢ τῆς ἐναντίας αἱρέσεως. |
| 4.3 | Τὰ δὲ τῆς ἀξίας καὶ τῆς τοιαύτης εὐδαιμονίας δεήσει σκοπεῖν ἀπό τε τῆς τῶν φώτων διαθέσεως καὶ τῆς τῶν δορυφορούντων ἀστέρων οἰκειώσεως αὐτοῖς]· ἐν ἀρρενικοῖς μὲν γὰρ ζῳδίοις ὄντων ἀμφοτέρων τῶν φώτων καὶ ἐπικέντρων ἤτοι ἀμφοτέρων πάλιν ἢ καὶ τοῦ ἑτέρου, μά· λιστα δὲ τοῦ τῆς αἱρέσεως, καὶ δορυφορουμένων ὑπὸ τῶν πέντε πλανωμένων, ἡλίου μὲν ὑπὸ ἑῴων, <ς> |
| 4.4 | Ὁ δὲ τῆς πράξεως τὴν κυρίαν ἔχων λαμβάνεται κατὰ τρόπους δύο, ἀπό τε τοῦ ἡλίου καὶ τοῦ μεσουρανοῦντος ζῳδίου· σκοπεῖν γὰρ δεήσει τόν τε φάσιν ἑῴαν ἔγγιστα πρὸς ἥλιον πεποιημένον καὶ τὸν ἐπὶ τοῦ μεσουρανήματος, ὅταν μάλιστα τὴν συναφὴν τῆς σελήνης ἐπέχῃ, κἂν μὲν ὁ αὐτὸς ἀστὴρ ὁ ἀμφότερα ἔχων τὰ εἰρημένα, τούτῳ μόνω προσχρηστέον, ὁμοίως δέ, κἂν τὸ ἕτερον μηδὲ εἷς ἔχῃ, τῷ τὸ ἕτερον εἰληφότι μόνω, ἐὰν δὲ ἕτερος ὁ τὴν ἔγγιστα φάσιν πεποιημένος καὶ ἕτερος ὁ τῷ μεσουρανή- ματι καὶ τῇ σελήνῃ συνοικειούμενος, ἀμφοτέροις προσχρηστέον τά πρωτεῖα διδόντας τῷ κατ’ ἐπικράτησιν πλεί- ους ἔχοντι ψήφους οἰκοδεσποτείας, καθ’ ὃν προεκτεθείμεθα τρόπον· |
| 4.5 | Ἑξῆς δὲ τούτοις ὄντος τοῦ περὶ συναρμογῶν λόγου περὶ μὲν τῶν κατὰ νόμους ἀνδρὸς καὶ γυναικὸς συμβιώσεων οὕτως σκεπτέον. ἐπὶ μὲν τῶν ἀνδρῶν ἀφορᾶν δεῖ τὴν σελήνην αὐτῶν, πῶς διάκειται. πρῶτον μὲν γὰρ ἐν τοῖς ἀπηλιωτικοῖς τυχοῦσα τεταρτημορίοις νεογάμους ποιεῖ τοὺς ἄνδρας ἢ νεωτέραις παρ’ ἡλικίαν συμβάλλοντας, ἐν δὲ τοῖς λιβικοῖς βραδυγάμους ἢ πρεσβυτέραις συνιόντας, εἰ δὲ ὑπὸ τὰς αὐγὰς εἴη καὶ τῷ τοῦ Κρόνου συσχηματιζομένη, τέλεον ἀγάμους. |
| 4.6 | Ἐπειδὴ δὲ τῷ περὶ γάμου τόπῳ καὶ ὁ περὶ τέκνων ἀκολουθεῖ, σκοπεῖν δεήσει τοὺς τῷ κατὰ κορυφὴν τόπῳ ἢ τῷ ἐπιφερομένῳ, τουτέστι τῷ τοῦ. ἀγαθοῦ δαίμονος, προσόντας ἢ συσχηματιζομένους, εἰ δὲ μή, τοὺς τοῖς διαμέτροις αὐτῶν, καὶ σελήνην μὲν καὶ Δία καὶ Ἀφροδίτην πρὸς δόσιν τέκνων λαμβάνειν, ἥλιον δὲ καὶ Ἄρη καὶ Κρόνον πρὸς ἀτεκνίαν ἢ ὀλιγοτεκνίαν, τὸν δὲ τοῦ Ἑρμοῦ, πρὸς ὁπότερον ἂν αὐτῶν τύχῃ συσχηματισθείς, ἐπίκοινον, καὶ ἐπιδοτῆρα μὲν ὅταν ἀνατολικὸς ᾗ, ἀφαιρέ- την δ’ ὅταν δυτικός. |
| 4.7 | Τῶν δὲ φιλικῶν διαθέσεων καὶ τῶν ἐναντίων, ὧν τὰς μὲν μείζους καὶ πολυχρονίους καλοῦμεν συμπαθείας καὶ ἔχθρας, τὰς δὲ ἐλάττους καὶ προσκαίρους συναστρίας καὶ ἀντιδικίας, ἡ ἐπίσκεψις ἡμῖν ἔσται τὸν τρόπον τοῦτον. ἐπὶ μὲν τῶν κατὰ μεγάλα συμπτώματα θεωρουμένων παρατηρεῖν δεῖ τοὺς ἀμφοτέρων τῶν γενέσεων κυριωτάτους τόπους, τουτέστι τόν τε ἡλιακὸν καὶ τὸν σεληνιακὸν καὶ τὸν ὡροσκοπικὸν καὶ τὸν τοῦ κλήρου τῆς τύχης, |
| 4.8 | Ὁ δὲ περὶ ξενιτείας τόπος καταλαμβάνεται διὰ τῆς τῶν φώτων πρὸς τὰ κέντρα στάσεως, ἀμφοτέρων μέν, μάλιστα δὲ τῆς σελήνης· δύνουσα γὰρ ἢ ἀποκεκλικυῖα τῶν κέντρων ξενιτείας καὶ τόπων μεταβολὰς ποιεῖ, δύναται δὲ τὸ παραπλήσιον ἐνίοτε καὶ ὁ τοῦ Ἄρεως ἤτοι δύνων καὶ αὐτὸς ἢ ἀποκεκλικὼς τοῦ κατὰ κορυφήν, ὅταν τοῖς φωσὶ διάμετρον ἢ τετράγωνον ἔχῃ στάσιν. |
| 4.9 | Καταλειπομένης δὲ ἐπὶ πᾶσι τῆς περὶ τὸ ποῖον τῶν θανάτων ἐπισκέψεως προδιαληψόμεθα διὰ τῶν ἐν τοῖς περὶ τῶν χρόνων τῆς ζωῆς ἐφωδευμένων, πότερον κατὰ ἄφεσιν ἀκτῖνος ἡ ἀναίρεσις ἀποτελεσθήσεται ἢ κατὰ τὴν ἐπὶ τὸ δυτικὸν τοῦ ἐπικρατήτορος καταφοράν· εἰ μὲν γὰρ κατὰ ἄφεσιν καὶ ὑπάντησιν ἡ ἀναίρεσις γένοιτο, τὸν τῆς ὑπαντήσεως τόπον εἰς τὴν τοῦ θανάτου ποιότητα προσήκει παρατηρεῖν, εἰ δὲ κατὰ τὴν ἐπὶ τὸ δῦνον καταφοράν, αὐτὸν τὸν δυτικὸν τόπον. |
| 4.10 | Ἐφωδευμένου δὲ ἡμῖν κεφαλαιωδῶς τοῦ τύπου τῆς καθ’ ἕκαστον εἶδος ἐπισκέψεως μέχρι μόνον αὐτῶν, ὥσπερ έν ἀρχῇ προεθέμεθα, τῶν καθ’ ὅλα μέρη λαμβανομένων πραγματειῶν λοιπὸν ἂν εἴη προσθεῖναι κατὰ τὸν αὐτὸν τρόπον, ὅσα καὶ περὶ τὰς τῶν χρόνων διαιρέσεις ὀφείλει θεωρηθῆναι φυσικῶς καὶ ἀκολούθως ταῖς ἐπὶ μέρους ἐκτεθειμέναις πραγματείαις. |