Περὶ ὁσιότητος καὶ εὐσεβείας
Ἰωάννης ὁ Στοβαῖος Κλεινίου Πυθαγορείου Ταραντίνου. Πᾶσα μὲν ὦν ἀρετὰ τελεοῦται, καθάπερ ἐν ἀρχᾷ διώρισται, ἐκ λόγου καὶ προαιρέσεως καὶ δυνάμεως. τούτων δὲ καθʼ ἑαυτὸ ἕκαστον οὐκ ἀρετᾶς μέρος ἐντί, ἀλλʼ αἴτιον ἀρετᾶς. ὅσοι μὲν οὖν ἔχοντι τὸ νοατικὸν καὶ γνωστικὸν μέρος αὐτᾶς, δεινοί τε καὶ συνετοὶ ὀνυμαίνονται· ὅσοι δὲ τὸ ἠθικόν τε καὶ προαιρετικόν, χρήσιμοί τε καὶ ἐπιεικέες.
Ἰωάννης ὁ Στοβαῖος Κλεινίου Πυθαγορείου Ταραντίνου ἐκ τοῦ Περὶ ὁσιότητος καὶ εὐσεβείας. Ὁπότας δὲ ἕξω τὰς αἰτίας ἀναιρεῖν, διʼ ἃς ἀδικεῖν πέφυκεν ἄνθρωπος; αὗται δὲ τρεῖς τυγχάνοντι· φιλαδονία μὲν ἐν ταῖς ἀπολαύσεσι ταῖς διὰ σώματος, πλεονεξία δὲ ἐν τῷ κερδαίνειν· φιλοδοξία δὲ ἐν τῷ καθυπερέχειν καὶ ἄρχειν τῶν ἴσων τε καὶ ὁμοίων. δεῖ τοιγαροῦν γνωρίζειν, ὅτι τούτοις ἀντιτιθέμεν οἷόν τέ ἐστιν, ἃ μὲν φόβον ἐμπαρασκευάζοντι τοῖς ἀνθρώποις, ἃ δὲ αἰσχύναν, ἃ δὲ καὶ ἐπιθυμίαν· φόβον μὲν δὴ τῶν νόμων, αἰσχύναν δὲ τῶν θεῶν, ἐπιθυμίαν δὲ τῶν λόγων. διδάσκειν ὦν δεῖ τὼς νέως ἐξ ἀρχᾶς τάν τε τῶν θεῶν τιμὰν καὶ τὰν τῶν νόμων· ἐκ τῶνδε γὰρ φανερὸν ἂν εἴη, ὅτι πᾶν ἔργον ἀνθρώπινον καὶ βίος ὃς ὁσιότατός τε καὶ εὐσεβείας μεθέξει, καὶ ὀρθοπλοιεῖ.
Ἰάμβλιχος καὶ Κλεινίας δὲ ὁ Ταραντῖνος· ταῦτα γὰρ ἄρα μένοντα μέν, φησίν, ἀριθμητικὰν καὶ γεωμετρίαν ἐγέννασεν, ἐκκινηθέντα δὲ ἁρμονίαν καὶ ἀστρονομίαν.
Συριανός ἄξιον δὴ τούτοις ἢ τὰ Κλεινίου τοῦ Πυθαγορείου παραβάλλειν, ὃς ἐξῃρῆσθαι βούλεται πανταχοῦ τὸ ἓν καὶ τὸ μέτρον οὐ μόνον σωμάτων οὐδὲ τῶν ἐγκοσμίων πραγμάτων, ἀλλὰ καὶ αὐτῶν τῶν νοητῶν, ἡνίκα ἂν αὐτὸ σεμνύνων ἀρχὰν εἶναι τῶν ὄντων λέγῃ καὶ νοατῶν μέτρον καὶ ἀγένητον καὶ ἀίδιον καὶ μόνον καὶ κυριῶδες, αὐτὸ ἑαυτὸ δηλοῦν.