eul_wid: uqe-ar
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Old Scholia on Plato: Lovers (Erastai) by Plato Commentary

Solon's elegies are named as the source of 'I grow old ever learning many things' in the notes on the Lovers, which also define irony as glib, ingratiating speech. A verse lists the five contests of the pentathlon, and the javelin and the peltasts' shield, rimless or square, are described, with Herodotus cited for an all-iron spear.

Part of Old Scholia on Plato

ΕΙΣ ΤΟΥΣ ΕΡΑΣΤΑΣ

ἦ που. ἴσως, σχεδόν. ἤπουγε· πολλῷ πλέον.

γηράσκω κτλ. παροιμία· γηράσκω δʼ ἀεὶ πολλὰ διδασκόμενος, ἐπὶ τῶν διὰ τὸ γῆρας ἐμπειροτέρων. εἵλκυσται μέντοι ἐκ τῶν Σόλωνος ἐλεγείων.

εἰρωνικῶς. εἰρωνία τὸ προχείρως καὶ μετὰ τοῦ πρὸς χάριν διαλέγεσθαι, κολακεία, ψευδολογία, καὶ εἴρωνα τὸν κόλακα.

πένταθλοι.

οἱ τὸν ἀγῶνα τὸν πένταθλον ἀγωνιζόμενοι. ἔστι γὰρ— πένταθλος οὗτος τοῖς νέοις ἀγωνία, πάλη, σίγυννος, ἅλμα, δίσκος καὶ δρόμος.

σίγυννος δέ ἐστι ξυστὸν δόρυ· παρʼ Ἡροδότῳ δὲ τὸ ὁλοσίδηρον ἀκόντιον. πέλτη δὲ ἀσπὶς ἴτυν οὐκ ἔχουσα ἢ τετράγωνος, ἣν οἱ φοροῦντες λέγονται πελτασταί, ἢ τοξόται, ἢ οἱ τοὺς ξυστοὺς κατέχοντες.