eul_wid: hyo-aa

Γνῶμαι
Sentences

Cleitarchus the Historian Sentences PDF

1 ΕΚ ΤΩΝ ΚΛΕΙΤΑΡΧΟΥ ΠΡΑΓΜΑΤΙΚΩΝ ΧΡΕΙΩΝ ΣΥΝΑΓΩΓΗ Ἕπου θεῷ.
2 γνῶθι σαυτόν.
3 πατρίδα τὸν κόσμον ἡγοῦ.
4 ὁ μὲν θεὸς οὐδενὸς δεῖται, ὁ δὲ σοφὸς μόνου θεοῦ (Sext. 49).
5 ἄσκει μέγας εἶναι παρὰ τῷ θεῷ, παρὰ δὲ ἀνθρώποις ἀνεπίφθονος (Sext. 51).
6 εὐσεβὴς οὐχ ὁ πολλὰ θύων, ἀλλ’ ὁ μηδὲν ἀδικῶν ( cf. Sext. 47).
7 ἡ ψυχή σου ἀεὶ ἔστω παρὰ θεῷ (Sext. 55b).
8 διάνοια ἀνθρώπου θεὸν οὐ λανθάνει (Sext. 57a).
9 δίκαιος ἀνὴρ εἰκὼν θεοῦ ( cf. Sext. 190).
10 ἐκ φιληδονίας ἀκολασία φύεται (Sext. 71b).
11 ζήλου τὸν μηδενὸς δεόμενον ( cf. Sext. 50).
12 ὧν ἐπιθυμεῖ τις δοῦλός ἐστιν (Sext. 600, Υ only ).
13 ἐγκράτεια δὲ κρηπὶς εὐσεβείας (Sext. 86a).
14 εὔχου σοι γενέσθαι μὴ ἃ βούλει ἀλλ’ ἃ δεῖ (Sext. 88).
15 ἃ δίδωσι παιδεία, ταῦτα οὐδείς σε ἀφαιρήσεται (Sext. 92).
16 σκέπτου πρὸ τοῦ πράττειν καὶ ἃ πράττεις ἐξέταζε, ἵνα μηδὲν ποιῇς ὃ μὴ δεῖ (Sext. 93).
17 ψυχὴ καθαίρεται ἐννοίᾳ θεοῦ (Sext. 97).
18 παντὸς οὗ καλῶς πράττεις θεὸν ἡγοῦ αἴτιον (Sext. 113).
19 κακῶν θεὸς ἀναίτιος (Sext. 114).
20 μεγαλοψυχίαν ἄσκει (Sext. 120).
21 ὧν ἡγεμόνες οἱ πόνοι, ταῦτα εὔχου σοι γενέσθαι μετὰ τοὺς πόνους (Sext. 125).
22 ὃ κτησάμενος οὐ καθέξεις, μὴ αἰτοῦ παρὰ θεοῦ (Sext. 128).
23 ὄρεξις κτήσεως ἀρχὴ πλεονεξίας (Sext. 137).
24 ἐκ γὰρ φιλαργυρίας ἀδικία φύεται (Sext. 138).
25 φιλῶν ἃ μὴ δεῖ οὐ φιλήσεις ἃ δεῖ (Sext. 141).
26 ἀπλήρωτον γὰρ ἡ ἐπιθυμία, διὰ τοῦτο καὶ ἄπορον (Sext. 146).
27 κακοὶ κολακευόμενοι κακίους (Sext. 149).
28 αἱρετώτερον εἰκῇ λίθον βάλλειν ἢ λόγον (Sext. 152).
29 σκέπτου πρὸ τοῦ λέγειν ἵνα μὴ λέγῃς εἰκῇ (Sext. 153).
30 ῥήματα ἄνευ νοῦ ψόφοι (Sext. 154).
31 βραχυλογίᾳ σοφία παρακολουθεῖ (Sext. 156).
32 μακρολογία σημεῖον ἀμαθίας (Sext. 157).
33 ἀνδρὶ σοφῷ πᾶσα γῆ πατρίς.
34 τῷ ψεύδει ὡς φαρμάκῳ χρῶ (Sext. 159).
35 ὁπότε δεῖ πράττειν, λόγῳ μὴ χρῶ (Sext. 163a).
36 περὶ ὧν οὐκ οἶδας, σιώπα, περὶ ὧν οἶδας, ὃ δεῖ λέγε (Sext. 162).
37 λόγος παρὰ καιρὸν ἀνοίας ἔλεγχος (Sext. 163).
38 ἡ αὐτὴ ἐπιστήμη ἐστὶ τοῦ λέγειν καὶ τοῦ σιωπᾶν (Sext. 164a).
39 ἐν συλλόγῳ πρῶτος λέγειν μὴ ἐπιτήδευε· (Sext. 164) μετὰ γὰρ πλείονας λέγων ὄψει μᾶλλον τὰ συμφέροντα (Sext. 165b).
40 μεγάλῃ περιστάσει πρέπει ψεῦδος (Sext. 165c).
41 μηδένα ἀπάτα, μάλιστα δὲ τὸν συμβουλίας δεόμενον (Sext. 165e).
42 οὐδὲν οἰκειότερον σοφίᾳ ἢ ἀλήθεια (Sext. 168).
43 οὐ δυνατὸν τὴν αὐτὴν φύσιν φιλόσοφόν τε εἶναι καὶ φιλοψευδῆ (Sext. 169).
44 τοῦ λέγειν ἃ δεῖ τὸ ἀκούειν προτίμα (Sext. 171).
45 τὰ τῶν παιδευομένων ἁμαρτήματα τῶν παιδευόντων ὀνείδη (Sext. 174).
46 ὃν οὐκ οἶδας πῶς ποτ’ ἔχει παιδείας, τοῦτον μήποτε τολμήσῃς λέγειν εὐδαίμονα ( cf. Sext. 538).
47 οὐκ ἔστιν εὐγενῶς φιλοσοφεῖν πόνων καταφρονήσαντα (Sext. 539).
48 τοὺς λόγους σου ὁ βίος βεβαιούτω (Sext. 177).
49 τῶν δογμάτων σου τὰ ἔργα ἀπόδειξις ἔστω (Sext. 547).
50 ἄρχεσθαι μὴ μαθὼν ἄρχειν μὴ ἐπιχείρει.
51 χαλεπώτερον εὐγενῶν νέων ἄρχειν ἢ λεόντων (Sext. 553).
52 ἐν παντὶ ἀρχικώτατος ὁ φρονιμώτατος (Sext. 555).
53 ἄνθρωπον μὲν ἀπατῆσαι δυνατὸν λόγῳ, θεὸν δὲ ἀδύνατον (Sext. 186).
54 ἀγωνιζόμενος ὑπὲρ οὗ ἀδίκως ἔπραξας, δὶς ἀδικήσεις (Sext. 452).
55 ἄρχων μὲν ἐπιτήδευε πρᾷος εἶναι, ἀρχόμενος δὲ μεγαλόφρων (Sext. 453).
56 βασιλεῖ συμβούλευε τὰ συμφέροντα τῇ ἀρχῇ (Sext. 454).
57 βασιλεῖ μὴ ἐπιχείρει συγγίνεσθαι μὴ δυνάμενος δυσωπεῖν βασιλέα (Sext. 455).
59 βασιλέα φρόνησις, οὐ διάδημα ποιεῖ· (Sext. 457) νοῦς γάρ ἐστιν ὁ ἄρχων (Sext. 458).
60 ὁ βασιλεύων ἀνθρώπων καλῶς βασιλεύεται ὑπὸ τοῦ θεοῦ (Sext. 459).
61 ὅταν ἐπὶ μικροῖς παύσῃ μέγα φρονεῖν, τότε ἄρξῃ μέγα φρονεῖν.
62 οὐχ ὁ θάνατος κακόν, ἀλλὰ τὸ μὴ δύνασθαι γενναίως ἀποθανεῖν (Sext. 473).
63 ἄνθρωπος ὅμοιον ἔχει θεῷ τὸ εὐεργετεῖν.
64 φαύλοις ἄχρηστος δοκεῖ σοφὸς ἀνήρ (Sext. 214).
65 ὑπὲρ πατρίδος ἀποθανεῖν εὐτυχές.
66 οὐ μικρὸν ἐν βίῳ τὸ παρὰ μικρόν (Sext. 10).
67 οὐ σῴζεται μέρος ἄνευ τοῦ ὅλου (Sext. 485).
68 οὐκ ἔστιν εὐσεβέστερον ἀνάλωμα τοῦ εἰς γονεῖς (Sext. 489).
69 γάμει δυνατὸς ὢν ἄρχειν.
70 ὅρος ἀφροδισίων παιδοποιΐα.
71 μοιχός ἐστι τῆς αὑτοῦ γυναικὸς πᾶς ὁ ἀκόλαστος (Sext. 231).
72 αἰδούμενος τὴν γυναῖκα αἰδουμένην ἕξεις (Sext. 238).
73 ἐφ’ ὅσον ἂν γαστρὸς ἄρξῃς, καὶ ἀφροδισίων ἄρξεις (Sext. 240).
74 προὶξ πολλὴ τέκνα βελτίονα οὐ ποιεῖ (Sext. 511).
75 γυνὴ φιλόκοσμος οὐ πιστή (Sext. 513).
76 τέκνα ζῆν μὲν οὐκ ἐφ’ ἡμῖν, καλῶς δὲ ζῆν ἐφ’ ἡμῖν (Sext. 255).
77 διδασκάλους τίμα.
78 γονέων διδάσκαλοι μείζους εὐεργέται (Sext. 536).
79 φιλοπονία φύσιν διορθοῦται.
80 ῥᾳθυμία φύσιν ἀπόλλυσιν.
81 ὀψιμαθὴς γίνου ἢ ἀμαθής.
82 πᾶν ἁμάρτημα χρόνου ζημία.
83 φιλοπόνῳ χρόνος περισσεύει.
84 τῶν ἐπὶ σχολῆς λόγων ἐν ταῖς περιστάσεσι μέμνησο.
85 ὅσα πάθη ψυχῆς, τοσοῦτοι δεσπόται (Sext. 75b).
86 οὐκ ἔστιν ἐλεύθερον εἶναι κρατούμενον ὑπὸ παθῶν.
87 ὕπνον προσίεσο διὰ τὸ ἀναγκαῖον.
88 μὴ ταχέως τοὺς φίλους κτῶ.
89 οὓς ἂν κτήσῃ φίλους κτῶ.
90 σεαυτοῦ τὰ ἀτυχήματα τῶν φίλων ἡγοῦ, τῶν δὲ ἰδίων εὐτυχημάτων κοινώνει τοῖς φίλοις.
91 τελευτησάντων τῶν φίλων θρηνεῖν μὲν οὐκ εὐγενές, προνοεῖν δὲ τῶν οἰκείων ἐπιμελές.
92 περιστάσεις δοκιμάζουσι φίλους.
93 πῖνε μετὰ τὸ διψῆν.
94 ἔσθιε μετὰ τὸ πεινῆν.
95 ἄνθρωπος γαστρὸς ἥσσων ὅμοιος θηρίῳ (Sext. 270).
96 μὴ ἐπιτείχιζε τῇ ψυχῇ σου τὸ σῶμα.
97 ὅρος σιτίων ἔστω σοι τὸ μὴ πεινῆν.
98 ἀκρόπολίς ἐστι σοφοῦ μεγαλοψυχία.
99 ἀρετὴν μὲν ἔχων πάντα ἕξεις, κακίαν δὲ οὐδὲ σεαυτόν.
100 ἰσχὺν σώματος πόνοι καταναγκάζουσι σιτίων μᾶλλον.
101 ἡ ἰσχὺς τοῦ σώματός σου μὴ γινέσθω τῆς ψυχῆς ἀσθένεια.
102 αἱροῦ τῇ ψυχῇ μᾶλλον ἢ τῷ σώματι ἰσχύειν.
103 ἰσχὺν δὲ ψυχῆς φρόνησιν νόμιζε.
104 εἷς ἀνὴρ μυρίων περιγίνεται τῇ φρονήσει.
105 τοῦτο σὸν κτῆμα οὐκ ἔστιν, ὃ παρόσον μεταδίδως τοῖς ἄλλοις αὐτὸς οὐχ ἕξεις (Sext. 295).
106 ὃς ἂν τῶν ἐπαίνων καταφρονῇ, οὗτος καὶ τῶν ψόγων καταφρονεῖ (Sext. 299).
107 ἀ[......] τοὺς φίλους ἡγοῦ.
108 τὰ δίκαια μετὰ πειθοῦς αἱρετώτερον ποιεῖν ἢ μετὰ βίας.
109 οὐ πρότερον γνώσῃ ὃ μὴ οἶσθα, πρὶν ἂν γνώσῃς οὐκ εἰδώς (Sext. 333).
110 〈ὀργὴν πλήθουσ〉 μὴ παρόξυνε (Sext. 343).
111 ἔπαινον πλήθους μὴ θαύμαζε ἢ μὴ ἀτίμαζε.
112 θόρυβον τ[........]μάτων ἦχον.
113 ψυχὴν σιτίοις μὴ ἐπιθολοῦ μηδὲ ἀμέτροι[ς .......].
114 κρεῖττον ἀποθανεῖν ἢ διὰ γαστρὸς ἀκρασίαν ψυχὴν ἀμαυρῶσαι (Sext. 345).
115 ἄμεινον εἰδέναι ἀγνοοῦντα ὅτι ἀγνοεῖ ἢ δοκεῖν μὴ γινώσκοντα γινώσκειν.
116 μέθης καιρὸς οὐδὲ εἷς οὐδενὶ ἐπεὶ μηδὲ τοῦ ληρεῖν.
117 νέος εὐφυέστατος μὴ παιδαγωγίᾳ συζῶν διαφερόντως γίνεται κακός.
118 ἀνόητος τὴν ἑαυτοῦ δόξαν προτιμᾷ τοῦ κοινῇ συνοίσοντος.
119 νέαις ψυχαῖς καὶ ἁπαλαῖς μεγάλους κινδύνους καὶ πόνους μὴ ἐπίβαλλε.
120 ἁρμόζου πρὸς τὰς περιστάσεις ἵνα εὐθυμῇς (Sext. 385).
121 περιστάσεις εὐδαιμονίαν οὐδαμῶς ἀφαιροῦνται (Sext. 387).
122 ὅσα δίδωσι τύχη, ταῦτα περιστάσεις ἀφαιροῦνται.
123 οὐκ ἔστιν εὐκλεῶς ζῆν ἄνευ τοῦ σωφρόνως καὶ καλῶς καὶ δικαίως 〈πράττειν〉.
124 [........] βίαιον μάθημα.
125 ψυχὴ καθαίρεται κακίας ἀπαλλαγῇ.
126b 〈τὰ ὦτά σου μὴ〉 πᾶσιν ὕπεχε· ( cf. Sext. 409) λόγος γὰρ κακὸς κακῶν ἡγεμών ἐστιν.
127 δύναμιν μεγ[........] φρονήσεως οὐκ ἂν εὕροις.
128 πολλὰ βουλευόμενος ἔπειτα πρᾶττε ὡς ἐξουσίαν μὴ ἔχων ἐπανορθοῦσθαι τὰ πραχθέντα.
129 φύσεως ἀντιπραττούσης πάντα κενά.
131 τρίχας τὰς τοῦ σώματος μὴ δυνάμενος φέρειν πῶς οἴσεις πανοπλίαν; τρίβων καὶ κόμη καὶ γένειον ἀγαθῷ μὲν ἀνδρὶ οἰκεῖα, κακῷ δὲ στίγματα.
132 οὐδεμία προσποίησις ἐπὶ πολὺν χρόνον λανθάνει (Sext. 325).
133 μαντικὴ ἀνδρὸς σοφοῦ εὐβουλία.
134 εὐεργετοῦντά σε ἄνθρωπον ὡς ὑπηρέτην θεοῦ τίμα μετὰ θεόν (Sext. 319).
135 μακάριος οὗ ὁ θεὸς κηδεμών ἐστιν ( cf. Sext. 424).
136 οὐκ ἔστιν ἅμα δουλεύειν ἡδονῇ καὶ θεῷ (Sext. 574).
137 σοφοῦ ζῶντος δόξα μὲν ὀλίγη, μετὰ δὲ τὴν τελευτὴν τὸ κλέος ᾄδεται (Sext. 53).
138 μὴ τὸ ἔχειν ἀρετὴν καλὸν νόμιζε, ἀλλὰ τὸ ὡς δεῖ καὶ ὑπὲρ ὧν δεῖ.
139 ὥσπερ ὑπὸ τοῦ ἰοῦ τὸν σίδηρον, οὕτως τοὺς φθονεροὺς ὑπὸ τοῦ ἰδίου ἤθους κατεσθίεσθαι.
140 ὀφείλομεν ἑαυτοὺς ἐθίζειν ἀπὸ ὀλίγων ζῆν, ἵνα μηδὲν αἰσχρὸν ἕνεκεν χρημάτων πράττειν μάθωμεν.
141 κρεῖττον ἕνα φίλον ἔχειν πολλοῦ ἄξιον ἢ πολλοὺς μηδενὸς ἀξίους.
142 τῆς ψυχῆς ὡς ἡγεμόνος ἐπιμελοῦ, τοῦ δὲ σώματος ὡς στρατιώτου προνόει.
143 πᾶν τὸ πλεῖον ἀνθρώπῳ πολέμιον (Sext. 140). φιλῶν ἃ μὴ δεῖ [ sic ] λήσεταί σε τὰ καλὰ σπουδάσοντα περὶ τὰ μὴ καλά (Sext. 141—2; Clit. 25).
144 ὃ μὴ θέλεις ἀκούειν μηδὲ εἴπῃς· ὃ μὴ θέλεις λέγειν μηδ’ ἄκουε.
144 ὤτων καὶ γλώττης μέγας ὁ κίνδυνος.