Θεοδώρητος ὁ Κύρρου Ξενοφάνης μὲν οὖν ὁ Ὀρθομένους ὁ Κολοφώνιος ὁ τῆς Ἐλεατικῆς αἱρέσεως ἡγησάμενος ἓν εἶναι τὸ πᾶν ἔφησε σφαιροειδὲς καὶ πεπερασμένον, οὐ γενητὸν ἀλλʼ ἀίδιον καὶ πάμπαν ἀκίνητον. πάλιν δὲ αὖ τῶνδε τῶν λόγων ἐπιλαθόμενος ἐκ τῆς γῆς φῦναι ἅπαντα εἴρηκεν. αὐτοῦ γὰρ δὴ τόδε τὸ ἔπος ἐστίν «ἐκ γῆς γὰρ τάδε πάντα καὶ εἰς γῆν πάντα τελευτᾷ.»
Θεοδώρητος ὁ Κύρρου καὶ Παρμενίδης δὲ ὁ Πύρρητος ὁ Ἐλεάτης Ξενοφάνους ἑταῖρος γενόμενος κατὰ μὲν τὸν πρῶτον λόγον ξύμφωνα τῷ διδασκάλῳ ξυγγέγραφεν· αὐτοῦ γὰρ δὴ τόδε τὸ ἔπος εἶναί φασι «οὖλον μουνογενές τε καὶ ἀτρεμὲς ἠδʼ ἀγένητον.» αἰτίαν δὲ τῶν ὅλων οὐ τὴν γῆν μόνον καθάπερ ἐκεῖνος ἀλλὰ καὶ τὸ πῦρ εἴρηκεν οὖτος.
Θεοδώρητος ὁ Κύρρου Μέλισσος δὲ ὁ Ἰθαγένους ὁ Μιλήσιος τούτου μὲν ἑταῖρος ἐγένετο, τὴν δὲ παραδοθεῖσαν διδασκαλίαν ἀκήρατον οὐκ ἐτήρησεν. ἄπειρον γὰρ οὗτος ἔφη τὸν κόσμον ἐκείνων φάντων πεπερασμένον.
Θεοδώρητος ὁ Κύρρου Δημόκριτος δὲ ὁ Ἀβδηρίτης ὁ Δαμασίππου τὴν τοῦ κενοῦ καὶ τῶν ναστῶν πρῶτος ἐπεισήγαγε δόξαν.
Θεοδώρητος ὁ Κύρρου ταῦτα δὲ Μητρόδωρος ὁ Χῖος ἀδιαίρετα καὶ κενόν προσηγόρευσεν,
Θεοδώρητος ὁ Κύρρου ὥσπερ αὖ πάλιν Ἐπίκουρος ὁ Νεοκλέους ὁ Ἀθηναῖος πέμπτῃ γενεᾷ μετὰ Δημόκριτον γεγονὼς τὰ ὑπʼ ἐκείνων ναστὰ καὶ ἀδιαίρετα δὴ κληθέντα ἄτομα προσηγόρευσεν. ἀδιαίρετον δὲ καὶ ἄτομον καὶ ναστὸν οἱ μὲν διὰ τὸ ἀπαθὲς ὠνομάσθαι φασίν, οἱ δὲ διὰ τὸ ἄγαν σμικρὸν ἅτε δὴ τομὴν καὶ διαίρεσιν δέξασθαι οὐ δυνάμενον. — καλοῦσι δὲ οὕτω τὰ σμικρότατα ἐκεῖνα καὶ λεπτότατα σώματα ἃ διὰ τῶν φωταγωγῶν εἰσβάλλων ὁ ἥλιος δείκνυσιν ἐν ἑαυτῷ ἄνω καὶ κάτω παλλόμενα —
Θεοδώρητος ὁ Κύρρου τούτοις δὲ καὶ Ἔκφαντος ὁ Συρακούσιος ὁ Πυθαγόρειος ἠκολούθησε.
Θεοδώρητος ὁ Κύρρου Πλάτων δὲ ὁ Ἀρίστωνος ἀρχὰς εἶναι τῶν ὅλων τὸν θεὸν καὶ τὴν ὕλην καὶ τὰς ἰδέας φησίν.
Θεοδώρητος ὁ Κύρρου Ἀριστοτέλης δὲ ὁ Σταγειρίτης ὁ Νικομάχου εἶδος καὶ ὕλην καὶ στέρησιν. στοιχεῖα δὲ οὐ τέσσαρα ἀλλὰ πέντε· ἕτερον γὰρ εἶναι τὸ αἰθέριον εἴρηκεν, ἄτρεπτον καὶ ἀμετάβλητον.
Θεοδώρητος ὁ Κύρρου Ξενοκράτης δὲ ὁ Καλχηδόνιος ἀέναον τὴν ὕλην, ἐξ ἧς ἅπαντα γέγονε, προσηγόρευσε.
Θεοδώρητος ὁ Κύρρου Ζήνων δὲ ὁ Κιτιεὺς ὁ Μνασαίου ὁ Κράτητος φοιτητὴς ὁ τῆς Στωικῆς ἄρξας αἱρέσεως, τὸν θεὸν καὶ τὴν ὕλην ἀρχὰς ἔφησεν εἶναι.
Θεοδώρητος ὁ Κύρρου ὁ δὲ Ἀπολλωνιάτης Διογένης ἐκ τοῦ ἀέρος ἔφη ξυστῆναι τὸ πᾶν.
Θεοδώρητος ὁ Κύρρου Ἵππασος δὲ ὁ Μεταποντῖνος καὶ Ἡράκλειτος ὁ Βλόσωνος ὁ Ἐφέσιος ἓν εἶναι τὸ πᾶν ἀεικίνητον καὶ πεπερασμένον, ἀρχὴν δὲ τὸ πῦρ ἐσχηκέναι.
Θεοδώρητος ὁ Κύρρου καὶ τὴν ὕλην δέ γε Θαλῆς μὲν καὶ Πυθαγόρας καὶ Ἀναξαγόρας καὶ Ἡράκλειτος καὶ ὁ τῶν Στωικῶν ὁρμαθὸς τρεπτὴν καὶ ἀλλοιωτὴν καὶ ῥευστὴν ἔφασαν εἶναι.
Θεοδώρητος ὁ Κύρρου Δημόκριτος δὲ καὶ Μητρόδωρος καὶ Ἐπίκουρος ἀπαθῆ τὰ ἄτομα καὶ τὸ κενὸν προσηγόρευσαν.
Θεοδώρητος ὁ Κύρρου ὁ δέ γε Πλάτων σωματοειδῆ τὴν ὕλην ἔφησεν εἶναι καὶ ἄμορφον καὶ ἀνείδεον καὶ ἀσχημάτιστον καὶ ἄποιον παντελῶς. ταῦτα γὰρ πάντα, φησίν, ὕστερον παρὰ τοῦ πεποιηκότος ἐδέξατο.
Θεοδώρητος ὁ Κύρρου Ἀριστοτέλης δὲ αὐτὴν σωματικὴν κέκληκεν.
Θεοδώρητος ὁ Κύρρου οἱ Στωικοὶ δὲ σῶμα.
Θεοδώρητος ὁ Κύρρου τὸ δὲ κενὸν οἱ περὶ Δημόκριτον τῶν ἀτόμων ὠνομάκασι τόπον
Θεοδώρητος ὁ Κύρρου οἱ δὲ ἄλλοι ἅπαντες τοῦτόν γε ἄντικρυς κωμῳδοῦσι τὸν λόγον. αὐτίκα τοίνυν Ἐμπεδοκλῆς οὕτω φησίν «οὐδέ τι τοῦ παντὸς κενεὸν πέλει οὐδὲ περιττόν».
Θεοδώρητος ὁ Κύρρου ὁ δὲ Στράτων ἔμπαλιν ἔξωθεν μὲν μηδὲν εἶναι κενόν, ἔνδοθεν δὲ δυνατὸν εἶναι.
Θεοδώρητος ὁ Κύρρου οἱ δὲ Στωικοὶ ἐντὸς μὲν τοῦ παντὸς μηδὲν εἶναι κενόν, ἐκτὸς δὲ αὐτοῦ πάμπολύ τε καὶ ἄπειρον.
Θεοδώρητος ὁ Κύρρου ... Πυθαγόρας ὁ πολυθρύλητος ἀνάγκην εἶπε περικεῖσθαι τῷ κόσμῳ.
Θεοδώρητος ὁ Κύρρου ὁ δὲ Παρμενίδης τὴν ἀνάγκην δαίμονα κέκληκε καὶ δίκην καὶ πρόνοιαν.
Θεοδώρητος ὁ Κύρρου καὶ ὁ Ἡράκλειτος δὲ πάντα καθʼ εἱμαρμένην εἴρηκε γίγνεσθαι, ἀνάγκην δὲ τὴν εἱμαρμένην καὶ οὖτος ὠνόμασε.
Θεοδώρητος ὁ Κύρρου καὶ Χρύσιππος δὲ ὁ Στωικὸς μηδὲν διαφέρειν εἶπε τοῦ εἱμαρμένου τὸ κατηναγκασμένον, εἶναι δὲ τὴν εἱμαρμένην κίνησιν ἀίδιον συνεχῆ καὶ τεταγμένην.
Ζήνων δὲ ὁ Κιτιεὺς δύναμιν κέκληκε τὴν εἱμαρμένην κινητικὴν τῆς ὕλης, τὴν δὲ αὐτὴν καὶ πρόνοιαν καὶ φύσιν ὠνόμασεν.
Θεοδώρητος ὁ Κύρρου οἱ δὲ τοῦτον Ζήνωνα διαδεξάμενοι τὴν εἱμαρμένην λόγον ἔφασαν εἶναι τῶν ἐν τῷ κόσμῳ προνοίᾳ διοικουμένων.
Θεοδώρητος ὁ Κύρρου καὶ πάλιν ἐν ἑτέροις ξυγγράμμασιν εἱρμὸν αἰτιῶν τὴν εἱμαρμένην κεκλήκασι.
Θεοδώρητος ὁ Κύρρου καὶ τὴν τύχην δὲ ὡσαύτως οἱ μὲν θεὸν ὑπέλαβον καὶ ὡς θεὸν ἐσεβάσθησαν, ὁ δὲ Πλάτων αἰτίαν εἶπεν εἶναι κατά τι ξυμβεβηκὸς γιγνομένην καὶ πάλιν ξύμπτωμα φύσεως ἢ προαιρέσεως κέκληκε.
Θεοδώρητος ὁ Κύρρου καὶ ὁ Ἀριστοτέλης δὲ ὡσαύτως αἰτίαν ἔφη κατὰ ξυμβεβηκὸς ἐν τοῖς καθʼ ὁρμὴν ἕνεκά τινος γιγνομένοις ἄδηλόν τε καὶ ἄστατον.
Θεοδώρητος ὁ Κύρρου Ἀναξαγόρας δὲ καὶ Δημόκριτος καὶ οἱ ἐκ τῆς Ποικίλης ὠνομασμένοι ἄδηλον αἰτίαν ἀνθρωπίνῳ λόγῳ.
Θεοδώρητος ὁ Κύρρου οὐ μόνον δὲ ἐν τούτοις διαφωνίᾳ γε πλείστῃ ἀλλὰ κἀν τοῖς ἄλλοις ἐχρήσαντο. καὶ γὰρ δὴ τὸν κόσμον Θαλῆς μὲν καὶ Πυθαγόρας καὶ Ἀναξαγόρας καὶ Παρμενίδης καὶ Μέλισσος καὶ Ἡράκλειτος καὶ Πλάτων καὶ Ἀριστοτέλης καὶ Ζήνων ἕνα εἶναι ξυνωμολόγησαν.
Θεοδώρητος ὁ Κύρρου Ἀναξίμανδρος δὲ καὶ Ἀναξιμένης καὶ Ἀρχέλαος καὶ Ξενοφάνης καὶ Διογένης καὶ Λεύκιππος καὶ Δημόκριτος καὶ Ἐπίκουρος πολλοὺς εἶναι καὶ ἀπείρους ἐδόξασαν.
Θεοδώρητος ὁ Κύρρου καὶ οἱ μὲν σφαιροειδῆ τοῦτον εἶναι, οἱ δὲ ἑτεροειδῆ.
Θεοδώρητος ὁ Κύρρου καὶ οἱ μὲν μυλοειδῶς, οἱ δὲ τροχοῦ δίκην περιδινεῖσθαι
Θεοδώρητος ὁ Κύρρου καὶ οἱ μὲν ἔμψυχόν τε καὶ ἔμπνουν.
Θεοδώρητος ὁ Κύρρου οἱ δὲ παντάπασιν ἄψυχον.
Θεοδώρητος ὁ Κύρρου καὶ οἱ μὲν κατʼ ἐπίνοιαν γενητόν, οὐ κατὰ χρόνον, οἱ δὲ ἀγένητον παντελῶς καὶ ἀναίτιον. καὶ οὗτοι μὲν φθαρτόν, ἐκεῖνοι δὲ ἄφθαρτον.
Θεοδώρητος ὁ Κύρρου καὶ τοὺς ἀστέρας δὲ Θαλῆς μὲν γεώδεις καὶ ἐμπύρους ὠνόμασεν.
Θεοδώρητος ὁ Κύρρου ὁ δέ γε Ἀναξαγόρας ἐκ τῆς τοῦ παντὸς περιδινήσεως πέτρους εἶπεν ἀνασπασθῆναι καὶ τούτους ἐκπυρωθέντας τε καὶ ἄνω παγέντας ἀστέρας ὀνομασθῆναι.
Θεοδώρητος ὁ Κύρρου καὶ Δημόκριτος δὲ τοῦτον κρατύνει τὸν λόγον.
Θεοδώρητος ὁ Κύρρου ὁ δὲ Διογένης κισηροειδεῖς λέγει εἶναι τούτους διαπνοάς τινας ἔχοντας.
Θεοδώρητος ὁ Κύρρου ὁ δὲ Ἀναξίμανδρος συστήματα ἄττα τοῦ ἀέρος ἔφη τροχοειδῶς πεπιλημένα πυρὸς ἔμπλεα εἶναι ἀπό τινων στομίων ἀφιέντα τὰς φλόγας.
Θεοδώρητος ὁ Κύρρου Διογένης δὲ καὶ ἐμπίπτειν εἰς τὴν γῆν τινας τούτων ἔφησε καὶ σβεννυμένους ἐλέγχεσθαι ὅτι λίθων ἔχουσι φύσιν καὶ μάρτυρι χρῆται τῷ ἐν Αἰγὸς ποταμοῖς πυροειδῶς κατενεχθέντι ποτέ.
Θεοδώρητος ὁ Κύρρου ὁ δὲ Πλάτων ὡς ἐπίπαν μὲν τούτους ἐκ τοῦ πυρὸς συνεστάναι, μετέχειν δὲ καὶ τῶν ἄλλων στοιχείων φησίν.
Θεοδώρητος ὁ Κύρρου ὁ δέ γε Ἀριστοτέλης τοῦ πέμπτου σώματος εἴρηκε συγγενεῖς.
Θεοδώρητος ὁ Κύρρου Ξενοφάνης δὲ ἐκ νεφῶν μὲν λέγει πεπυρωμένων ξυνίστασθαι· σβεννυμένους δὲ μεθʼ ἡμέραν νύκτωρ πάλιν ἀναζωπυρεῖσθαι καθάπερ τοὺς ἄνθρακας.
Θεοδώρητος ὁ Κύρρου Ἡρακλείδης δὲ καὶ ἄλλοι τῶν Πυθαγορείων τινὲς ἕκαστον τῶν ἀστέρων κόσμον ὑπάρχειν φασί, γῆν περιέχοντα καὶ ἀέρα.
Θεοδώρητος ὁ Κύρρου καὶ οἱ μὲν σφαιροειδεῖς τούτους εἰρήκασι.
Θεοδώρητος ὁ Κύρρου κωνοειδεῖς δὲ Κλεάνθης ὁ Στωικός.
Θεοδώρητος ὁ Κύρρου οἱ δέ φασιν τροχῷ παραπλήσιον
Θεοδώρητος ὁ Κύρρου καὶ μέντοι καὶ τὸν ἥλιον καὶ τὴν σελήνην ὁ Ξενοφάνης νέφη εἶναι πεπυρωμένα φησίν.
Θεοδώρητος ὁ Κύρρου ὁ δὲ Πλάτων τὸ μὲν πλεῖστον ἔχειν ἐκ τοῦ πυρός, μετέχειν δὲ καὶ τῶν ἄλλων σωμάτων.
Θεοδώρητος ὁ Κύρρου Ἀναξαγόρας δὲ καὶ Δημόκριτος καὶ Μητρόδωρος μύδρον ἢ πέτρον διάπυρον.
Θεοδώρητος ὁ Κύρρου Θαλῆς δὲ γεώδη.
Θεοδώρητος ὁ Κύρρου κισηροειδῆ δὲ Διογένης.
Θεοδώρητος ὁ Κύρρου ὁ δὲ Ἀριστοτέλης σφαῖραν εἶναι ἐκ τοῦ πέμπτου σώματος συνεστῶσαν.
Θεοδώρητος ὁ Κύρρου Φιλόλαος δὲ ὁ Πυθαγόρειος ὑαλοειδῆ δεχόμενον μὲν τοῦ ἐν τῷ κόσμῳ πυρὸς τὴν ἀνταύγειαν, διηθοῦντα δὲ πρὸς ἡμᾶς τό τε φῶς καὶ τὴν ἀλέαν εἰδώλου τάξιν ἐπέχοντα.
Θεοδώρητος ὁ Κύρρου καὶ ἕτεροι δὲ ἕτερα ἄττα περὶ τούτου ἐδόξασαν ἃ περιττὸν οἶμαι λέγειν, ἵνα μὴ τῆς αὐτῆς μεταλάχω τερθρείας.
Θεοδώρητος ὁ Κύρρου καὶ μεγέθους δὲ πέρι καὶ σχήματος πολλὴ παρʼ αὐτοῖς διαμάχη.
Θεοδώρητος ὁ Κύρρου καὶ Ἀναξίμανδρος μὲν ἑπτακαιεικοσαπλασίω τῆς γῆς τοῦτον ἔφησεν εἶναι.
Θεοδώρητος ὁ Κύρρου Ἐμπεδοκλῆς δὲ ἴσον τῇ γῇ.
Θεοδώρητος ὁ Κύρρου ὁ δὲ Ἀναξαγόρας Πελοποννήσου μείζονα.
Θεοδώρητος ὁ Κύρρου Ἡράκλειτος δὲ ποδιαῖον
Θεοδώρητος ὁ Κύρρου διαμάχη: οἱ μὲν γὰρ αὐτὸν σφαιροειδῆ φασιν.
Θεοδώρητος ὁ Κύρρου οἱ δὲ σκαφοειδῆ.
Θεοδώρητος ὁ Κύρρου καὶ περὶ σελήνης δὲ ὁμοίως ὑθλοῦσι.
Θεοδώρητος ὁ Κύρρου Ἀναξιμένης δὲ καὶ Παρμενίδης καὶ Ἡράκλειτος ἐκ μόνου συνεστάναι πυρός.
Θεοδώρητος ὁ Κύρρου γεώδη μὲν γὰρ ὁ Θαλῆς φησιν.
Θεοδώρητος ὁ Κύρρου Ἀναξαγόρας δὲ καὶ Δημόκριτος στερέωμα διάπυρον, ἔχον ἐν ἑαυτῶ πεδία καὶ ὄρη καὶ φάραγγας.
Θεοδώρητος ὁ Κύρρου Ἡρακλείδης δὲ γῆν ὁμίχλῃ περιεχομένην.
Θεοδώρητος ὁ Κύρρου ὁ δὲ Πυθαγόρας πετρῶδες σῶμα.
Θεοδώρητος ὁ Κύρρου καὶ οἱ μὲν μείζονα τῆς γῆς ἀποφαίνονται.
Θεοδώρητος ὁ Κύρρου οἱ δὲ ἰσόμετρον.
Θεοδώρητος ὁ Κύρρου οἱ δέ γε ἐλάττονα.
Θεοδώρητος ὁ Κύρρου ἄλλοι δὲ σπιθαμῆς ἔχειν διάμετρον.
Θεοδώρητος ὁ Κύρρου καὶ τί δεῖ λέγειν ὄσα ἐκεῖνοι σχημάτων πέρι καὶ ἐκλείψεων … καὶ διαστημάτων … μυθολογοῦσιν.
Θεοδώρητος ὁ Κύρρου οὐ γὰρ μόνον ὅσον ἀλλήλων διεστήκασι λέγουσιν ἀλλὰ καὶ ὅσον τῆς γῆς ἀφεστήκασι.
Θεοδώρητος ὁ Κύρρου καὶ τετρακοσίας ἀριθμοῦσι καὶ μέντοι καὶ πλείους σταδίων μυριάδας τὰς μὲν ἀπὸ γῆς μέχρι σελήνης, τὰς δὲ ἐκεῖθεν μέχρις ἡλίου.
Θεοδώρητος ὁ Κύρρου Θαλῆς τοίνυν κέκληκε τὴν ψυχὴν ἀκίνητον φύσιν. Θαλῆς μὲν γὰρ πρῶτος τὴν ψυχὴν ἔφησεν ἀεικίνητον καὶ αὐτοκίνητον.
Θεοδώρητος ὁ Κύρρου Ἀλκμὰν δὲ αὐτὴν αὐτοκίνητον εἴρηκεν.
Θεοδώρητος ὁ Κύρρου ὁ δέ γε Πυθαγόρας ἀριθμὸν ἑαυτὸν κινοῦντα. ξυνεφώνησε δὲ τῷ λόγῳ καὶ Ξενοκράτης. Πυθαγόρας δὲ ἀριθμὸν ἑαυτὸν κινοῦντα. Πυθαγόρας ... τὴν ψυχὴν ἀριθμὸν ἑαυτὸν κινοῦντα, ᾧ καὶ Ξενοκράτης ἠκολούθησεν.
Θεοδώρητος ὁ Κύρρου ὁ δὲ Πλάτων οὐσίαν νοητήν, ἐξ ἑαυτῆς κινητήν. Πλάτων δὲ οὐσίαν νοητὴν ἐξ ἑαυτῆς κινητὴν κατὰ ἀριθμὸν ἐναρμόνιον.
Θεοδώρητος ὁ Κύρρου ὁ δὲ Σταγειρίτης ἐντελέχειαν πρώτην σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος. ἐντελέχειαν δὲ τὴν ἐνέργειαν κέκληκε. Ἀριστοτέλης δὲ ἐντελέχειαν πρώτην σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος.
Θεοδώρητος ὁ Κύρρου Κλέαρχος δὲ τῶν τεσσάρων εἶναι στοιχείων τὴν ἁρμονίαν. Δείναρχος δὲ ἁρμονίαν τῶν τεσσάρων στοιχείων ἀντὶ τοῦ κρᾶσιν καὶ συμφωνίαν τῶν στοιχείων. οὐ γὰρ τὴν ἐκ τῶν φθόγγων συνισταμένην, ἀλλὰ τὴν ἐν τῷ σώματι θερμῶν καὶ ψυχρῶν καὶ ὑγρῶν καὶ ξηρῶν ἐναρμόνιον κρᾶσιν καὶ συμφωνίαν βούλεται λέγειν.
Θεοδώρητος ὁ Κύρρου Ἀναξιμένης δὲ καὶ Ἀναξίμανδρος καὶ Ἀναξαγόρας καὶ Ἀρχέλαος ἀερώδη τῆς ψυχῆς τὴν φύσιν εἰρήκασιν.
Θεοδώρητος ὁ Κύρρου οἱ δέ γε Στωικοὶ πνευματικὴν πλείστου μετέχουσαν τοῦ θερμοῦ. οἱ μὲν γὰρ Στωικοὶ πνεῦμα λέγουσιν αὐτὴν ἔνθερμον καὶ διάπυρον.
Θεοδώρητος ὁ Κύρρου Παρμενίδης δὲ καὶ Ἵππασος καὶ Ἡράκλειτος πυρώδη ταύτην κεκλήκασιν.
Νεμέσιος ὁ Ἐμέσης Δημόκριτος δὲ πῦρ. τὰ γὰρ σφαιροειδῆ σχήματα τῶν ἀτόμων συγκρινόμενα πῦρ τε καὶ ἀὴρ ψυχὴν ἀποτελεῖν
Θεοδώρητος ὁ Κύρρου ὁ δὲ Ἡρακλείδης φωτοειδῆ.
Νεμέσιος ὁ Ἐμέσης Ἵππων δὲ ὁ φιλόσοφος ὕδωρ.
Θεοδώρητος ὁ Κύρρου Ἐπίκουρος δὲ ὁ Νεοκλέους τεττάρων τινῶν ποιοτήτων κρᾶμα, πυρώδους καὶ ἀερώδους καὶ πνευματικοῦ καὶ τετάρτου τινὸς ἀκατονομάστου.
Νεμέσιος ὁ Ἐμέσης Ἡράκλειτος δὲ τὴν μὲν τοῦ παντὸς ψυχὴν ἀναθυμίασιν ἐκ τῶν ὑγρῶν, τὴν δὲ ἐν τοῖς ζῴοις ἀπό τε τῆς ἐκτὸς καὶ τῆς ἐν αὐτοῖς ἀναθυμιάσεως ὁμογενῆ πεφυκέναι.
Θεοδώρητος ὁ Κύρρου ὁ δὲ Ἐμπεδοκλῆς μῖγμα ἐξ αἰθερώδους καὶ ἀερώδους οὐσίας.
Θεοδώρητος ὁ Κύρρου Κριτίας δὲ ἐξ αἵματος εἶπε καὶ ἐξ ὑγροῦ καὶ ἄλλοι δὲ αὖ ἄλλα λεληρήκασιν ἐναντία. Κριτίας δὲ αἷμα.
Θεοδώρητος ὁ Κύρρου καὶ μέντοι καὶ περὶ τὴν ταύτης διαίρεσιν πλείστη γε τούτοις γεγένηται διαμάχη.
Θεοδώρητος ὁ Κύρρου Πυθαγόρας μὲν γὰρ καὶ Πλάτων διμερῆ ταύτην εἰρήκασι καὶ τὸ μὲν αὐτῆς εἶναι λογικὸν τὸ δὲ ἄλογον. διχῇ δὲ τὸ ἄλογον ἔτεμον. καὶ τὸ μὲν αὐτοῦ θυμικὸν εἶναι τὸ δὲ ἐπιθυμητικόν.
Θεοδώρητος ὁ Κύρρου ὁ δὲ Ξενοκράτης — καὶ ταῦτα τρίτος ἀπὸ Πλάτωνος ὤν, Σπευσίππου γὰρ τοῦ Πλάτωνος ἀδελφιδοῦ γεγένηται φοιτητής — τὸ μὲν αἰσθητικὸν τῆς ψυχῆς ἔφη, τὸ δὲ λογικόν.
Θεοδώρητος ὁ Κύρρου ὁ δὲ Νικομάχου πέντε εἶναι ταύτης ἔφησεν ἐνεργείας τὴν ὀρεκτικὴν τὴν θρεπτικὴν τὴν αἰσθητικὴν τὴν μεταβατικὴν τὴν διανοητικήν.
Θεοδώρητος ὁ Κύρρου ἀλλʼ οὐδὲ τοῦτον οἱ Στωικοὶ τὸν ἀριθμὸν ἔστερξαν. ἐξ ὀκτὼ γὰρ μερῶν ἔφασαν τὴν ψυχὴν συνεστάναι, τῆς ὀπτικῆς αἰσθήσεως καὶ τῆς ἀκουστικῆς καὶ τῆς ὀσφραντικῆς καὶ τῆς γευστικῆς καὶ τῆς ἁπτικῆς. ἕκτον δὲ τὸ φωνητικὸν ἔφασαν καὶ τὸ σπερματικὸν ἕβδομον καὶ τὸ ἡγεμονικὸν ὄγδοον, ὑφʼ οὗ τούτων ἕκαστον ἐνεργεῖται. εἶπον δὲ αὐτὴν καὶ ταῖς τοῦ πολύποδος ἐοικέναι πλεκτάναις.
Θεοδώρητος ὁ Κύρρου οἱ δέ γε Πυθαγόρου διάδοχοι ἐκ πέντε στοιχείων τὸ σῶμα κραθῆναι φάντες — τοῖς γὰρ τέσσαρσι συνέταξαν τὸ αἰθέριον — ἰσαρίθμους εἶναι ἔφασαν τούτοις καὶ τῆς ψυχῆς τὰς δυνάμεις. καὶ ταύτας ὠνομάκασι νοῦν καὶ φρόνησιν καὶ ἐπιστήμην καὶ δόξαν καὶ αἴσθησιν.
Θεοδώρητος ὁ Κύρρου ὅσα δὲ καὶ περὶ τῆς τοῦ ἡγεμονικοῦ χώρας διηνέχθησαν πρὸς ἀλλήλους ῥᾴδιον διαγνῶναι.
Θεοδώρητος ὁ Κύρρου Ἱπποκράτης μὲν γὰρ καὶ Δημόκριτος καὶ Πλάτων ἐν ἐγκεφάλῳ τοῦτο ἱδρῦσθαι εἰρήκασιν.
Θεοδώρητος ὁ Κύρρου ὁ δὲ Στράτων ἐν μεσοφρύῳ.
Θεοδώρητος ὁ Κύρρου Ἐρασίστρατος δὲ ὁ ἰατρὸς περὶ τὴν τοῦ ἐγκεφάλου μήνιγγα ἣν καὶ ἐπικρανίδα λέγει.
Θεοδώρητος ὁ Κύρρου Ἡρόφιλος δὲ ἐν τῇ τοῦ ἐγκεφάλου κοιλίᾳ.
Θεοδώρητος ὁ Κύρρου Παρμενίδης δὲ καὶ Ἐπίκουρος ἐν ὅλῳ τῷ θώρακι.
Θεοδώρητος ὁ Κύρρου Ἐμπεδοκλῆς δὲ καὶ Ἀριστοκλῆς καὶ τῶν Στωικῶν ἡ ξυμμορία τὴν καρδίαν ἀπεκλήρωσαν τούτῳ. καὶ τούτων δʼ αὖ πάλιν οἱ μὲν ἐν τῇ κοιλίᾳ τῆς καρδίας, οἱ δὲ ἐν τῷ αἵματι. καὶ οἱ μὲν ἐν τῷ περικαρδίῳ ὑμένι, οἱ δὲ ἐν τῷ διαφράγματι.
Θεοδώρητος ὁ Κύρρου καὶ Πυθαγόρας μὲν καὶ Ἀναξαγόρας καὶ Διογένης καὶ Πλάτων καὶ Ἐμπεδοκλῆς καὶ Ξενοκράτης ἄφθαρτον εἶναι τὴν ψυχὴν ἀπεφήναντο.
Θεοδώρητος ὁ Κύρρου ὁ δὲ Ἡράκλειτος τὰς ἀπαλλαττομένας τοῦ σώματος εἰς τὴν τοῦ παντὸς ἀναχωρεῖν ψυχὴν ἔφησεν οἶα δὴ ὁμογενῆ τε οὖσαν καὶ ὁμοούσιον.
Θεοδώρητος ὁ Κύρρου οἱ δὲ Στωικοὶ τὰς χωριζομένας τῶν σωμάτων ψυχὰς διαρκεῖν μὲν καὶ καθʼ ἑαυτὰς ζῆν ἔφασαν, ἀλλὰ τὴν μὲν ἀσθενεστέραν ἐπʼ ὀλίγον, τὴν δέ γε ἰσχυροτέραν μέχρι τῆς τοῦ παντὸς ἐκπυρώσεως.
Θεοδώρητος ὁ Κύρρου Δημόκριτος δὲ καὶ Ἐπίκουρος καὶ Ἀριστοτέλης φθαρτὴν εἶναι ταύτην ἀνέδην εἰρήκασι.
Θεοδώρητος ὁ Κύρρου Πλάτων δὲ καὶ Πυθαγόρας τὸ μὲν λογικὸν αὐτῆς ἄφθαρτον εἶναι, φθαρτὸν δὲ τὸ ἄλογον.
Θεοδώρητος ὁ Κύρρου καὶ ὁ μὲν Πλάτων καὶ τὰ φυτὰ ζῷα κέκληκε τοῦ τρίτου γε … τῆς ψυχῆς εἴδους τοῦ ἐπιθυμητικοῦ μόνον μετέχοντα.
Θεοδώρητος ὁ Κύρρου ὁ δέ γε Ἀριστοτέλης ζῷα μὲν αὐτὰ εἰπεῖν οὐκ ἠνέσχετο — τὸ γὰρ δὴ τῆς αἰσθητικῆς μετέχον ψυχῆς τοῦτο καλεῖσθαι ζῷον ἠξίωσε — τῆς φυτικῆς μέντοι καὶ θρεπτικῆς ψυχῆς μετέχειν ὑπέλαβε τὰ φυτά.
Θεοδώρητος ὁ Κύρρου ἀλλὰ τοῦτόν γε τὸν λόγον οἱ τῆς Ποικίλης οὐ προσεδέξαντο τὴν γάρ τοι φυτικὴν δύναμιν καλεῖν ψυχὴν οὐκ ἠνέσχοντο.
Νεμέσιος ὁ Ἐμέσης καλεῖται δὲ πολλάκις αἴσθησις καὶ τὰ αἰσθητήρια. ἔστι δὲ αἴσθησις ἀντίληψις τῶν αἰσθητῶν ... διὸ καὶ οὕτως ὁρίζονται τὴν αἴσθησιν· πνεῦμα νοερὸν ἀπὸ τοῦ ἡγεμονικοῦ ἐπὶ τὰ ὄργανα τεταμένον. ἔτι δὲ καὶ οὕτω· δύναμιν ψυχῆς ἀντιληπτικὴν τῶν αἰσθητῶν· αἰσθητήριον δὲ ὄργανον τῆς ἀντιλήψεως τῶν αἰσθητῶν.
Νεμέσιος ὁ Ἐμέσης Πλάτων δὲ τὴν αἴσθησιν λέγει ψυχῆς καὶ σώματος κοινωνίαν πρὸς τὰ ἐκτός. ἡ γὰρ δύναμις ψυχῆς, τὸ δὲ ὄργανον σώματος, ἄμφω δὲ διὰ φαντασίας ἀντιληπτικὰ τῶν ἔξωθεν.
Νεμέσιος ὁ Ἐμέσης Φανταστικὸν μὲν οὖν ἐστι δύναμις τῆς ἀλόγου ψυχῆς διὰ τῶν αἰσθητηρίων ἐνεργοῦσα· φανταστὸν δὲ τὸ τῇ φαντασίᾳ ὑποπῖπτον ὡς αἰσθήσει αἰσθητόν· φαντασία δέ ἐστι πάθος τῆς ἀλόγου ψυχῆς ὑπὸ φανταστοῦ τινος γινόμενον· φάντασμα δὲ πάθος διάκενον ἐν τοῖς ἀλόγοις τῆς ψυχῆς μέρεσιν ἀπʼ οὐδενὸς φανταστοῦ γινόμενον.
Νεμέσιος ὁ Ἐμέσης οἱ δὲ Στωικοὶ τέσσαρα ταῦτά φασι φαντασίαν φανταστὸν φανταστικὸν φάντασμα, φαντασίαν μὲν λέγοντες τὸ πάθος τῆς ψυχῆς τὸ ἐνδεικνύμενον ἐν ἑαυτῷ καὶ τὸ πεποιηκὸς φανταστόν. ὅταν γὰρ λευκὸν ἴδωμεν, ἐγγίνεταί τι πάθος τῇ ψυχῇ ἐκ τῆς λήψεως αὐτοῦ. ὡς γὰρ ἐν τοῖς αἰσθητηρίοις ἐγγίνεται πάθος, ὅταν αἰσθάνηται, οὕτω καὶ ἐν τῇ ψυχῇ, ὅταν ἐννοήσῃ· εἰκόνα γὰρ ἐν ἑαυτῇ δέχεται τοῦ νοητοῦ.
Νεμέσιος ὁ Ἐμέσης φανταστὸν δὲ τὸ πεποιηκὸς τὴν φαντασίαν αἰσθητόν, οἷον τὸ λευκὸν καὶ πᾶν ὅτι δύναται κινεῖν τὴν ψυχήν.
Νεμέσιος ὁ Ἐμέσης φανταστικὸν δὲ τὸν διάκενον διελκυσμὸν ἄνευ φανταστοῦ.
Νεμέσιος ὁ Ἐμέσης φάντασμα δὲ ᾧ ἐφελκόμεθα κατὰ τὸν φανταστικὸν διάκενον ἑλκυσμόν ὡς ἐπὶ τῶν μεμηνότων καὶ μελαγχολώντων.
Νεμέσιος ὁ Ἐμέσης Ἵππαρχος δέ φησιν ἀκτῖνας ἀπὸ τῶν ὀφθαλμῶν ἀποτεινομένας τοῖς πέρασιν ἑαυτῶν καθάπερ χειρῶν ἐπαφαῖς καθαπτούσας τοῖς ἐκτὸς σώμασι τὴν ἀντίληψιν αὐτῶν πρὸς τὸ ὁρατικὸν ἀναδιδόναι.
Νεμέσιος ὁ Ἐμέσης Πλάτων δὲ κατὰ συναύγειαν, τοῦ μὲν ἐκ τῶν ὀφθαλμῶν φωτὸς ἐπὶ ποσὸν ἀπορρέοντος εἰς τὸν ὁμογενῆ ἀέρα, τοῦ δὲ ἀπὸ τῶν σωμάτων ἀντιφερομένου, τοῦ δὲ περὶ τὸν μεταξὺ ἀέρα εὐδιάχυτον ὄντα καὶ εὔτρεπτον συνεκτεινομένου τῷ πυροειδεῖ τῆς ὄψεως.