ΕΙΣ ΤΑΣ ΕΠΙΣΤΟΛΑΣ
πάντων μάλιστα. γρ. πάντων μάλιστα.
συνεθέλοντος. τοῦ πατριάρχου τὸ βιβλίον· συνελθόντος.
κἀμοὶ λαμβάνοντι. τὰ ἀντίγραφα· καὶ ἐμοὶ τῷ λαμβάνοντι: οὐ καλῶς.
ἀκούοι Ὀλυμπίασι. ἀλλαχοῦ· ἀκούσαι Ὀλυμπιάσι.
ἀγνῶτες. τὸ ἂν ἐν τῇ βίβλῳ τοῦ πατριάρχου ὠβέλισται.
εἰ ἐξείη αὐτοῖς ἐπανορθώσασθαι τὰς αὑτῶν συνουσίας, πάνυ ἂν σπουδάσαι ὥστε βελτίω λέγεσθαι περὶ αὑτῶν ἢ νῦν. τοῦτο οὖν ἡμῖν ἔτι, σὺν θεῷ εἰπεῖν, ἔξεστιν, εἴ τι ἄρα μὴ καλῶς πέπρακται κατὰ τὴν ἔμπροσθεν συνουσίαν, ἐπανορθώσασθαι καὶ ἔργῳ καὶ λόγῳ· περὶ γὰρ φιλοσοφίαν φημὶ ἐγὼ τὴν ἀληθινὴν δόξαν ἔσεσθαι καὶ λόγον ἡμῶν μὲν ὄντων ἐπιεικῶν βελτίω, φαύλων δέ, τοὐναντίον. ἐν ἄλλῳ οὕτως εὗρον· οἶμαι δʼ ὅτι καὶ κρεῖττον τοῦτο: ἐν ἄλλῳ οὕτως εὗρον ὃ καὶ βέλτιον.
ἐθέλειν, ἑτέρους δὲ μεταπέμψασθαι.
ἕξω. τοῦ πατριάρχου τὸ βιβλίον· διὰ τοῦ ε.
διεσκόπεις καὶ ἄλλους. τοῦ πατριάρχου τὸ βιβλίον· ἄλλως· ἄπʼ ὀρθώσεως.
καὶ δὴ καὶ περὶ τοῦδε, ὃ δὴ τούτου τιμιώτερόν τʼ ἐστὶν καὶ θειότερον. γρ.
φραστέον δή σοι διʼ αἰνιγμῶν. φραστέον δή σοι διʼ αἰνιγμῶν.
ἀλλʼ ᾄττει σοι. ἄττει.
τὸ δὲ οὐδέν ἐστιν τοιοῦτον. τὸ δὲ οὐδέν ἐστι τοιοῦτον· ἀπʼ ὀρθώσεως· ἡ βίβλος τοῦ πατριάρχου.
αὐτά τʼ ἔσται. γρ. αὐτά τʼ ἔσται.
οὔτε σὺ στείλῃς. γρ. στείλῃς.
καὶ ἀεὶ ἀκουόμενα.
εἰ σὺ ἀφείης. γρ. εἰ σὺ ἀφίης: εἰ σὺ ἀφῇς· ὃ καὶ κρεῖττον.
λατομιῶν. γρ. λατομιῶν.
ἀλλʼ ἀεί τι ἀγαθὸν καὶ ἐπὶ τὰ βελτίω. γρ. ἀλλʼ εἴ τι ἀγαθὸν καὶ ἐπὶ τὰ βελτίω.
μήτι δὴ θεῷ. γρ. μὴ ὅτι δὴ θεῷ.
τοῖς σοῖς. ἀλλαχοῦ ἐκ προσθήκης … ἰδίοις.
ἀδικεῖς δʼ οὖν ἐμέ. γρ. ἀδικεῖς δʼ οὖν ἐμὲ.
ὅτε τι. γρ. ὅτε τι.
καὶ τὰ περὶ τῶν νόμων προοίμια. τὰ ἀντίγραφα· καὶ τὰ περὶ τῶν νόμων προοίμια· καὶ τὸ τοῦ πατριάρχου.
διασκευωρεῖν. γρ. διασκευωρεῖν.
οὐδὲ διακώλυσιν. τοῦ πατριάρχου τὸ βιβλίον· ἀπʼ ὀρθώσεως· οὐδὲ διακώλυσιν· ἔχει μέντοι καὶ τὸ ἀπαρέμφατον ὑγιῶς ὡς ἡ σύνταξις.
μῶν οὐχ ὅπερ ἐποίουν ἀναγκαῖον, ἐκ τῶν λοιπῶν. οὕτως ἡ βίβλος τοῦ πατριάρχου· μῶν οὐχ ὅπερ ἐποίουν ἀναγκαῖον ἐκ τῶν λοιπῶν, καὶ τὰ ἑξῆς ὡς ἐνταῦθα.
τρεφούσας, οὗ κακὸν οὐδὲν μεῖζον γεννᾷ. ἡ βίβλος τοῦ πατριάρχου· τρεφούσας, οὗ κακὸν οὐδὲν μεῖζον γεννᾷ καὶ τὰ ἑξῆς· ἄμφω καλῶς.
πάντα ταῦτα χαίρειν ἐάσας. πάντα ταῦτα χαίρειν ἐάσας.
σὺ πάντα. ἡ βίβλος τοῦ πατριάρχου· σύμπαντα.
καὶ μᾶλλον ἐγὼ ἔτι καὶ οὐχ ἧττον ἐμοῦ παραγενομένου. τοῦ πατριάρχου τὸ βιβλίον· καὶ μᾶλλον ἔτι καὶ οὐχ ἧττον ἐμοῦ παραγενομένου.
τὸν κολοφῶνα. τὸν κολοφῶνα ἐπέθηκεν· δώδεκα πόλεις τῆς Ἰωνίας συνήεσαν εἰς τὸ Πανιώνιον λεγόμενον περὶ τῶν κοινῶν βουλευσόμεναι, καὶ εἴ ποτε ἴσαι αἱ ψῆφοι ἐγένοντο, οἱ Κολοφώνιοι περιττὴν ἐτίθεντο τὴν νικῶσαν· Σμυρναίους γὰρ ἐλθόντας εἶχον συνοίκους, ὑπὲρ ὧν καὶ τὴν ψῆφον ἐτίθεντο· ὅθεν ἐπὶ τῆς κρατούσης καὶ βεβαιούσης ψήφου ἡ παροιμία εἴρηται.
πάντα ταῦτα. πάντα ταῦτα.
λυκοφιλίαν καὶ ἀκοινωνίαν. λυκοφιλίαν καὶ ἀκοινωνίαν.
πρόσεχε πάντως. οὐκ ἔστιν ὁ και παρὰ τοῖς ἀντιγράφοις· καλῶς.
μεμηνιμένως καὶ ὑβριστικῶς. μεμηνημένως καὶ ὑβριστικῶς.
καὶ μάλα πλαστῶς. γρ. καὶ μάλα πλαστῶς.
πάντα ταῦτα. πάντα ταῦτα.
ὦ τάν. ὦ οὗτος, ὦ τάλαν, καὶ ὦ μέλε· ταῦτα παρὰ τοῖς νεωτέροις ὑπὸ μόνων λέγεται γυναικῶν· παρὰ δὲ τοῖς παλαιοῖς καὶ ὑπʼ ἀνδρῶν. πολλάκις δὲ καὶ ἐπὶ πλήθους φασὶ τὸ ὠτὰν ὡς παρὰ Κτησιφῶντι. οἱ γὰρ Ἀττικοὶ τὴν πρώτην συλλαβὴν περισπῶσι, τὴν δὲ δευτέραν βαρύνουσι, καὶ βέλτιον· ἀδύνατον γὰρ εὑρεθῆναι μίαν λέξιν δύο ἔχουσαν περισπωμένας. Δίδυμος δὲ τὸ πλῆρες εἶναί φησιν ὦ ἔταν, ἀγνοῶν ὡς ἄρα τοῦ ἔτης ἡ κλητική ἐστιν ἔτα, καὶ Δωρικῶς ἔταν.
μεταστήσῃ. γρ. μετάστηθι.
Δίωνι Συρακοσίῳ. Δίων ὁ Συρακούσιος Ἱππαρίνου μὲν υἱὸς ἦν, ἀνεψιαδοῦς δὲ Διονυσίου τοῦ προτέρου, κατὰ δὲ οἰκειότητα τῆς γυναικὸς αὐτοῦ Ἀριστομάχης ἀδελφός, εὐφυΐᾳ δὲ καὶ μεγαλοψυχίᾳ καὶ φιλοτιμίᾳ διαφέρων τοῦ γενέσθαι τινὸς ἄξιος. Ἱππαρῖνος γὰρ παίδων ὄντων αὐτῷ τῶν περὶ Δίωνα, τριῶν μὲν υἱῶν, τριῶν δὲ θυγατέρων, τελευτῶν τὸν βίον ἐπίτροπον Διονύσιον κατέστησεν οἰκεῖον ὄντα, καὶ τὰς γυναῖκας ἅμα καὶ τὰς κόρας διέθηκεν γῆμαι, Ἀριστομάχην μὲν τὴν πρεσβυτάτην αὐτόν, τὰς δὲ λοιπὰς τοῖς ἀδελφοῖς αὐτοῦ δοῦναι, Λεπτίνῃ τε καὶ Θεαρίδῃ. καὶ οὕτω γέγονεν τελευτησάσης τῆς Λοκρίδος αὐτοῦ γυναικός, ἐξ ἧς ἐγεγόνει αὐτῷ Διονύσιος ὁ νεώτερος, ὁμώνυμος αὐτῷ υἱός.
καὶ σὺ νῦν ἐνδεής.
καθαπερεί τινων ζῴων. ἀλλαχοῦ· καθαπερεί τινων ζῴων.
φθείρεται. τὰ πλείω ἀντίγραφα δίχα τῆς διά.
τούτων προσδεῖν.
ταῖς ἀνθέξεσιν. ταῖς ἀνθέξεσιν.
μομφῆς. μομφῆς.
ἣν ἂν μὲν φιλοσοφῶμεν. γρ. ἣν ἂν μὲν φιλοσοφῶμεν.
ἅμα. γρ. ἅμα.
τὸν τῶν πάντων θεὸν ἡγεμόνα. ☉ σημείωσαι οἷον φησί.
εἰς τὴν αὐτὴν δόξαν. τοῦ πατριάρχου τὸ βιβλίον· αὐτὴν· ἀπʼ ὀρθώσεως.
καὶ εἴ τινʼ ἄλλα. γρ. καὶ ἔτι ἀλλα.
ἐπιβαλόντες. ἡ βίβλος τοῦ πατριάρχου· διʼ ἑνὸς λ.
μήποτε. μή.
περί τε αὐτὰ ταῦτα. γρ. περὶ τε αὐτὰ ταῦτα.
εἰς Ἰταλίαν τε καὶ Σικελίαν ἦλθον. τοῦ πατριάρχου τὸ βιβλίον· εἰς Ἰταλίαν τε καὶ Σικελίαν ἦλθον.
ἐλθόντα δέ με. σημείωσαι τὴν σύνταξιν.
οὐχ οὕτως θαυμαστῇ. πάντα τὰ ἀντίγραφα καὶ τὸ τοῦ πατριάρχου διὰ τοῦ χ.
δύναιτο ... μελλήσαι ... ἠρεμήσαι. εἰ μὲν τὸ δύναιτο συνυπακουόμενον λήψῃ, ὡς ἀπαρέμφατα προπερισπασθήσονται· τό τε μελλῆσαι καὶ τὸ ἠρεμῆσαι· εἰ δὲ καθʼ αὑτὰ ταῦτα ἐκδέξῃ, ὡς εὐκτικὰ παροξυνθήσονται.
διαφερόντως τῶν πολλῶν. διαφερόντως τῶν πολλῶν.
τίνας γὰρ καιρούς. τὸ γὰρ ἔν τισιν οὐ φέρεται.
τὸ δὲ Δίωνος ἦθος.
εὐσχήμων ἀπόκρισις. εὐσχήμων ἀπόκρισις.
καταμαλθακισθεὶς καὶ ἀποδειλιῶν αἰσχύνης μετέσχον κακῆς.
ὤκνει ὡς δὴ μανθάνων. γρ. ὤκνει ὡς δὴ μανθάνων. γρ. ὤκνει δὴ μανθάνων.
ἐπιδημίας. γρ. ἐπιδημήσεως.
διὰ πάντα ταῦτα. διὰ παντα ταῦτα.
πρῶτον μέν. ἔν τισι τὸ μὲν ὠβέλισται.
τὸν μὲν ὑπομένοντα συμβουλὰς τοιαύτας ἡγοίμην ἂν ἄνανδρον, τὸν δʼ οὐχ ὑπομένοντα ἄνδρα. ἐν ἄλλῳ οὕτως: γρ.
ὑὸς ᾖ μου. δούλῳ δὲ συμβουλεύσαιμʼ ἄν. γρ. υἱὸς ᾖ μου. δούλῳ: γρ. υἱὸς ᾖ. ὁμοδούλῳ δὲ συμβουλεύσαιμʼ ἄν: τοῦ πατριάρχου τὸ βιβλίον· υἱὸς ᾖ· δούλῳ δὲ συμβουλεύσαιμʼ ἄν.
εἰ μὴ καλῶς. τοῦ πατριάρχου τὸ βιβλίον· εἰ μή ποτε καλῶς.
πατρίδι πολιτείας . γρ. πατρίδι πολιτείας.
ὅταν ἄνευ. ὅτε ἀλλαχοῦ· οὐ καλῶς.
μὲν τὸ καθʼ ἡμέραν. γρ. τὸ καθʼ ἡμέραν.
πιστάς..
ἄλλων δή ποθεν. ἄλλων δή ποθεν.
φαυλότερος ἐγένετο, ὃς οὐκ ἀδελφοῖς πιστεύσας οὐδʼ ὑφʼ αὑτοῦ.
πρῶτον ... ἔπειτα ταύτῃ ὁρμήσαντα. τοῦ πατριάρχου τὸ βιβλίον· πρῶτον ἐπὶ ταῦτα ὁρμήσαντα.
καὶ ἀλλήλαις. γρ. καὶ ἄλλαις.
οὐκ ἐκ φιλοσοφίας γεγονότε φίλω, ἀλλʼ ἐκ τῆς περιτρεχούσης. τοῦ πατριάρχου τὸ βιβλίον· οὐκ ἐκ φιλοσοφίας γεγονότε· ἀλλʼ ἐκ τῆς περιτρεχούσης.
δὲ Διονύσιον, τρίτους δὲ ὑμᾶς νῦν. καὶ ἐμοὶ πείθεσθε.
δικαστάς τε. γρ. δίκας τε.
ἀπαλλαχθῇ. ἀπαλλαχθῇ.
τοὐμπίπλασθαι. ἀλλαχοῦ· τοῦ πίμπλασθαι.
ἐκεῖνον.
ἀπήλλαξεν φαιδρύνας ἐλευθέρας δʼ ἐν σχήματι κατέστησεν. γρ. ἀπήλλαξεν φαιδρύνας, ἐλευθερίῳ ἐν σχήματι ἀλλαχοῦ· ἀπήλλαξεν· ἐλευθέρας δʼ ἐν σχήματι κατέστησε.
τό τε ἐφεξῆς τούτοις. τοῦ πατριάρχου τὸ βιβλίον· τό, τε ἐφεξῆς τούτοις.
πρὸς ἡδονήν. γρ. πρὸς ἡδονὴν: γρ. προσῆκον.
πόλεσιν αὐταῖς. οὕτως ὅλα τὰ ἀντίγραφα.
ἐπιστολή. ἐντολή, ἐπίσκηψις.
ὅπῃ δή ποτʼ ἐδυνάμην. γρ. ὅποι ποτὲ ἠδυνάμην.
ἀφεῖναί με. τοῦ πατριάρχου τὸ βιβλίον· ἀπʼ ὀρθώσεως· ἀφεῖναι με: ἀντὶ τοῦ ἐκπέμψαι· τὸ δὲ πρὸς δοτικὴν ἀντὶ τοῦ συγχωρῆσαι.
ἐγὼ δʼ ἥξειν ὡμολόγησα ἐπί. τοῦ πατριάρχου τὸ βιβλίον· ἀπʼ ὀρθώσεως· ἐγὼ δʼ ἥξειν ὡμολόγησα ἐπὶ.
Δίων μὲν οὖν ἐκέλευέ τέ με πλεῖν καὶ ἐδεῖτο. τοῦ πατριάρχου τὸ βιβλίον· ἀπʼ ὀρθώσεως· Δίων μὲν οὖν ἐκέλευέ τʼ ἐμέ· πλὴν καὶ ἐδεῖτο.
παρὰ Διονύσιον. ἀλλαχοῦ· τὸ πρὶν ὠβέλισται.
παρακουσμάτων τινῶν ἔμμεστοι. ἔμμεστοι.
ᾔει τοῦ διακοῦσαι. γρ. ᾔει τοῦ διακοῦσαι.
ἐπειδὴ δʼ οὖν οἴκαδε. ἀλλαχοῦ· ἐπειδὴ δʼ οὖν οἴκαδε.
εἰπών. γρ. εἰποῦσα.
πρὶν ἂν ἢ τέλος ἐπιθῇ πᾶσιν, ἢ λάβῃ δύναμιν ὥστε αὐτὸς αὑτὸν χωρὶς τοῦ δείξοντος δυνατὸς εἶναι ποδηγεῖν. τοῦ πατριάρχου τὸ βιβλίον· πρὶν ἂν τέλος ἐπιθῇ πᾶσιν, ἢ λάβῃ δύναμιν, ὥστε αὐτὸς αὑτὸν χωρὶς τοῦ δείξοντος δυνατὸς εἶναι ποδηγεῖν.
ὑπὸ τῶν ἡλίων. τῶν ἡλίων: τοῦ πατριάρχου τὸ βιβλίον· ὑπὸ τοῦ ἡλίου.
βαλεῖν. βάλλειν.
εἰδέναι τε καὶ ἱκανῶς ἔχειν προσεποιεῖτο. τοῦ πατριάρχου τὸ βιβλίον· εἰδέναι τε ἱκανῶς ἔχειν προσεποιεῖτο.
πέμπτον δʼ αὐτὸ τιθέναι δεῖ ὃ δὴ γνωστόν τε καὶ ἀληθῶς ἐστιν ὄν—ἓν μὲν ὄνομα. γρ. ἐν ἄλλῳ· πέμπτον κτλ.
ᾧ τοῦτʼ αὐτό κτλ. αʹ. " λόγος δʼ κτλ. " βʹ.
" τρίτον κτλ. " γʹ. " τέταρτον κτλ. " δʹ.
" τούτων δέ κτλ. " εʹ. τὰ ἐν ἑκάστῳ τῶν ὄντων αʹ ὄνομα κύκλος βʹ λόγος ἢ ὅρος ἐκ τῶν ἐσχάτων ἐπὶ τὸ μέσον ἴσον ἀπέχον. γʹ εἴδωλον κύκλος ἔνυλος δʹ ἐπιστήμη ἐν ψυχῇ εʹ εἶδος ἐν νῷ
ὡς ἕτερον ὄν. ὅλα τὰ ἀντίγραφα διὰ τοῦ ο.
ἁμῶς γέ πως. γρ. ἁμῶσγέπως.
προτεῖνον. γρ. πρότερον.
αἰσθήσεσιν. αἰσθήσεσιν: γρ. αἰσθήσεσι.
προταθέν. τοῦ πατριάρχου τὸ βιβλίον· τὸ προτεθέν.
Λυγκεύς. Λυγκέα φασὶ τὸν Ἀφαρέως καὶ Ἀρήνης οὕτω γενέσθαι ὀξυδερκῆ, ὡς καὶ τὰ ὑπὸ γῆν βλέπειν. ἀφʼ οὗ καὶ ἡ παροιμία.
ἴττω.
γρ. ἤττω. ἰττω· ἡ λέξις ἐπιχωριάζοντός ἐστιν ἀντὶ τοῦ ἰττω, τῇ Βοιωτίᾳ διαλέκτῳ, ἐπὶ θαύματος εἰλημμένη, ἧς καὶ ἐν τῷ Φαίδωνι μέμνηται ὑπὸ Κέβητος εἰρημένης.
οὐκέτʼ εἴα. κʼ ἔτʼ εἴα.
ἑωράκη τε ἐγὼ ἀκριβῶς τήν τοῦ πατριάρχου τὸ βιβλίον· ἑωράκει τε ἐγὼ ἀκριβῶς τήν.
Σκύλλαν ... Χάρυβδιν. Σκύλλα λέγεται ἡ διʼ ἐναντίων ἀνέμων συχνὴ καὶ πολυκύμων τῶν τῆς θαλάττης ῥευμάτων σύμπτωσις, κατʼ ἀκρωτήριά τινα ἐπὶ πολὺ διήκοντα τῶν μεγίστων πελαγῶν γιγνομένη φοβερά τε καὶ πολύμορφος φωνήν τε ἀφιεῖσα οἷα σκυλάκων νεογνῶν — ἐξ οὗ καὶ τοὔνομα εἴληφεν —, οἵα γίνεται ἡ περὶ τὸν κατὰ Σικελίαν πορθμόν. Χάρυβδις δὲ ἡ ἀναπινομένη θάλασσα περί τε τὸν εἰρημένον πορθμὸν καὶ περὶ τὰ Γάδειρα καὶ πάλιν ῥαγδαίως ἐπαναστρέφουσα· ἣ τῆς ἡμέρας τρὶς συσπῶσα τὸ ὕδωρ πάλιν ἀνήει. εἴρηται δὲ παρὰ τὸ εἰς χάος ῥοιβδεῖν, ὅ ἐστιν ἀναρροφεῖν.
ἀναμετρήσαιμι. διαπεράσαιμι.
ὁ δὲ οὐδέν με.
καὶ τὰ Δίωνος. τὰ ἀντίγραφα καὶ τὸ τοῦ πατριάρχου· κατὰ Δίωνος· οὐ καλῶς.
ἔφη, Δίωνι. σημείωσαι τὸ ἔφη.
ὅμως. ὅλως: τὸ ὅλως ἔν τισιν οὐ κεῖται· οὐδʼ ἐν τῇ βίβλῳ τοῦ πατριάρχου.
ἐβουλευόμην δὴ τὸ μετὰ ταῦτα. τοῦ πατριάρχου τὸ βιβλίον· ἀπʼ ὀρθώσεως· ἐβουλευόμην δὴ τὸ μετὰ ταῦτα.
ἐν οἷς τʼ αὖτʼ εἰμί. γρ. ἐν οἷς τʼ εἰμί· καὶ ἐν οἵοις τʼ εἰμί· καὶ ἐν οἷς τʼ αὖτʼ εἰμί.
ὑποφαίνοντα. ἐμ: ἀλλαχοῦ ἀπεμφαινοντα.
παρʼ αὐτὸν γράμματα.
Χρείη. γρ. δέοι.
ὀλιγομισθοτέρους ὀλιγομισθοτέρους.
παιῶνα. ἀλαλαγμόν.
πελταστῶν. στρατιωτῶν πέλτας ἐχόντων. πέλτη δὲ εἰδός ἐστιν ὅπλου, ὡς λέγει Ἀριστοτέλης, ἀσπὶς ἴτυν οὐκ ἔχουσα, οὐδʼ ἐπίχαλκος οὐδὲ βοός, ἀλλʼ αἰγὸς δέρματι περιτεταμένη.
ἐκυνήγει τὸν Ἡρακλείδην.
διώκειν. διώκειν.
καὶ οὐκ εὐνοεῖν ᾤετό με, ὅτι. τοῦ πατριάρχου τὸ βιβλίον· ἀπʼ ὀρθώσεως· καὶ οὐκ ἔτʼ εὐνοεῖν ᾤετό με ὅτι.
ἔρρει. κατέπιπτεν.
λήψονταί με. γρ. λήψοιντό με.
οὔτʼ ἐγὼ ἔτι ἀπῄτουν. τοῦ πατριάρχου τὸ βιβλίον· οὔτʼ ἐγώ τι ἀπῄτουν· ἀπʼ ὀρθώσεως.
ξεναπατίας. ξεναπαντίας.
ταῖς ὑπʼ ἐμοῦ διαλλάξεσιν. τοῦ πατριάρχου τὸ βιβλίον· ἀπʼ ὀρθώσεως· ταῖς ὑπʼ ἐμοῦ διαλλάξεσι.
διανέμῃ. τοῦ πατριάρχου τὸ βιβλίον· διανέμειν· οὐκ εὖ.
οὕτω μὲν γὰρ. γὰρ.
θανάτων καὶ φόνων. τὰ ἀντίγραφα φυγῶν· ἀπʼ ὀρθώσεως.
διʼ ὀλιγίστων.
ἔλαθον. γρ. ἔτυχον: τοῦ πατριάρχου· ἀπʼ ὀρθώσεως.
πᾶσα μάχη. ἐν ἄλλῳ: γρ. ἅπασα μηχανή.
γέγονεν τῇδε, αὐτοῦ περὶ Σικελίαν. τοῦ πατριάρχου τὸ βιβλίον· γέγονεν ἐν τῇδε, αὐτοῦ περὶ Σικελίαν.
ἢ ὅτι σμικρότατα. τοῦ πατριάρχου τὸ βιβλίον· ἤ τι σμικρότατα.
τοῦ νῦν οἴεσθαι σχεδὸν ἀεί τινος σμικροῦ ἐπιδεεῖς εἶναι. γρ. τοίνυν οἴεσθαι σχεδὸν δεῖ σμικροῦ τινος ἐπιδεεῖς εἶναι.
Φοινίκων ἢ Ὀπικῶν. Φοίνικες ἀπὸ Φοινίκης τῆς χώρας· αὕτη δὲ ἀπὸ Φοίνικος τοῦ Ἀγήνορος καὶ Μερόπης τῆς Νείλου. Ὀπικοὶ δὲ ἔθνος Ἰταλίας.
τέμνειν φάρμακον. πείθειν, τιμᾶν, ἡγεῖσθαι δʼ ὡς οἶμαι νῦν.
ὡς ἑνὶ ἑκατέρῳ. ἀλλαχοῦ· ὡς ἐν ἑκατέρῳ.
δεσμόν. τοῦ πατριάρχου τὸ βιβλίον· δεσμόν· ἀπʼ ὀρθώσεως.
πεινώντων. πεινώντων.
κατέλευσαν. γρ. κατέλυσαν.
ἡδονή. σημείωσαι διʼ ὅλου τοῦ χωρίου κιονηδόν
ἡ τοῖς ἀνθρώποις· θεὸς δέ.
εἶπεν. γρ. εἰπεῖν.
μετʼ ἐπιθυμίας. τοῦ πατριάρχου τὸ βιβλίον· μετʼ ἐπιθυμίας· ἀπʼ ὀρθώσεως.
ἀλλʼ ὄντων. ἁλόντων.
ψυχῇ. τῇ.
πρῶτον μέν κτλ. αʹ.
" δεύτερον κτλ. " βʹ.
" τρίτον κτλ. " γʹ.
ταὐτὸν κεκτημένον ὄνομα. Ἱππαρῖνον.
προκαλεῖσθαι. γρ. προκαλέσασθαι.
ἱερῶν ἀθεραπευσίαν. ἀθεραπευσίαν: ἱερῶν ἀθεραπευσίαν.
συνομολογησάμενοι. γρ. ξυνομολογήσαντες.
εἰ μὴ ξενικαὶ ἐρινύες ἐκώλυσαν. ἀλλαχοῦ· εἰ μὴ ξενικαὶ ἐρινύες ἐκώλυσαν.
ἐπὶ νῷ ἐγίγνετο. γρ. ἐπεγίγνετο ἐπὶ νῷ.
οἰκητάς. οἰκητάς.
ταῦτα δὲ σχεδόν. καὶ μετὰ τοῦ δε. καλῶς ἔχει τὸ νόημα.
ἐγρηγορόσιν. γρ. ἐγρήγορσιν· οὐκ εὖ.
ὑποδυσφορεῖν. ὑποδυσφορεῖν
ἕλοιτο. γρ. ἔχοι.
πολιτείαν. γρ. πολιτείαν.
ᾤκησαν. γρ. ᾠκίσθησαν.
ἀντιλέγεται ὡς οὐ Πλάτωνος.
οὗτοι δʼ ἦσαν τῶν ἐπὶ Λαομέδοντος. ἐν ἄλλῳ: γρ. αὐτοὶ δʼ ἧσαν τῶν ἐπὶ Λαομέδοντος.
ἦ που. ἤπου· ἴσως, σχεδόν: ἤπουγε, πολλῷ πλέον.
τὸ δὲ γένος. ἀλλαχοῦ· τὸ γένος.
ὠφελεῖσθαι. τοῦ πατριάρχου τὸ βιβλίον διὰ τοῦ η.
μύρτα. ὁ καρπὸς τῆς μυρσίνης.
δʼ εἰς ταῦτα. εἰς.
παρὰ Λεπτίνου. παρὰ Λεπτίνου.
ἅμα. ἅμα.
ἄριστόν σοι. ἄριστόν σοι ἔσται.
οἴσει. οἰσι.
μαλακῶν. καλῶν.
ταῖς Κέβητος
Ἀμοργίνων. ἄμοργις κυρίως ἡ λινοκαλάμη, ἐξ ἧς γίνεται ἐνδύματα ἀμόργινα ἢ ἀμοργίδια λεγόμενα· οἱ δὲ τὰ παραπλήσια βυσσῷ. ἔστι δὲ ἄμοργις καὶ ἡ τοῦ ἐλαίου ὑποστάθμη καὶ ἡ τρὺξ τοῦ οἴνου.
βασιλέως. τοῦ Περσῶν δηλαδή.
ἐπιστολὴ ἴῃ.