eul_wid: pcs-an

Μαρτυρίαι
Testimonies

Arrian of Nicomedia Testimonies PDF

2b,156,T 1 SUID. s. Ἀρριανός· Νικομηδεύς· φιλόσοφος Ἐπικτήτειος, ὁ ἐπικληθεὶς νέος Ξενοφῶν. ἦν δὲ ἐν Ῥώμηι ἐπὶ Ἀδριανοῦ καὶ Μάρκου καὶ Ἀντωνίνου τῶν βασιλέων, καὶ ἀξιωμάτων μεταλαβὼν καὶ μέχρις αὐτοῦ τοῦ ὑπατεῦσαι, καθά φησιν Ἑλικώνιος, διὰ τὴν τῆς παιδείας δεξιότητα. ἔγραψε δὲ βιβλία παμπληθῆ.
2b,156,T 2 PHOT. Bibl. 58 p. 17 a 25: ἀνεγνώσθη Ἀρριανοῦ Παρθικὰ ἐν βιβλίοις ιζ . οὗτος δὲ συντάττει πάντων ἄμεινον καὶ τὰ κατὰ Ἀλέξανδρον τὸν Μακεδόνα, ἔτι δὲ καὶ ἄλλην πραγματείαν, τὰ πάτρια τῆς Βιθυνίας, ἐξ ἧς καὶ αὐτὸς ἔφυ, ἐπιγράψας τὸ βυβλίον Βιθυνιακά (F 14—28). συγγράφεται δὲ καὶ τὰ κατὰ Ἀλανούς, ἣν ἐπέγραψεν Ἀλανικήν (F 12—13). διέρχεται δὲ ἐν ταύτηι τῆι πραγματείαι .... (s. F 30). οὗτος ὁ Ἀρριανὸς φιλόσοφος μὲν ἦν τὴν ἐπιστήμην, εἷς τῶν ὁμιλητῶν Ἐπικτήτου, κατὰ δὲ τοὺς χρόνους Ἀδριανοῦ καὶ Ἀντωνίνου τοῦ Πίου καὶ Μάρκου τοῦ Ἀντωνίνου ἐγνωρίζετο. ἐπωνόμαζον δὲ αὐτὸν Ξενοφῶντα νέον. διὰ δὲ τὸ τῆς παιδείας ἐπίσημον ἄλλας τε πολιτικὰς ἀρχὰς ἐπιστεύθη καὶ εἰς τὸ τῶν ὑπάτων ἀνέβη τέλος. ἔγραψε δὲ βιβλία καὶ ἕτερα· τῶν μὲν διατριβῶν Ἐπικτήτου τοῦ διδασκάλου ὅσα ἴσμεν βιβλία ὀκτώ, τῶν δὲ ὁμιλιῶν τοῦ αὐτοῦ Ἐπικτήτου βιβλία δώδεκα. ἰσχνὸς δὲ τὴν φράσιν ἐστὶν καὶ μιμητὴς ὡς ἀληθῶς Ξενοφῶντος. (φασὶ δὲ αὐτὸν καὶ ἕτερα γράψαι, ἃ οὔπω εἰς ἡμετέραν ἀφίκετο γνῶσιν). δῆλον δὲ ὡς οὐδὲ ῥητορικῆς σοφίας τε καὶ δυνάμεως ἀπελείπετο.
2b,156,T 3 EUSEB. Chron. ol. 232, 1; (HIERON. p. 203, 3 Helm; SYNKELL, p. 662, 18 Bonn): Ἀρριανὸς φιλόσοφος Νικομηδεὺς στρατηγὸς ἐγνωρίζετο.
2b,156,T 4a PHOT. Bibl. 93 p. 73 a 35: (F 14 p. 855, 7) Νικομήδειον γάρ τι τὸ γένος αὑτοῦ ἐν ταύτηι τῆι συγγραφῆι διορίζει, ἐν αὐτῆι τε γεννηθῆναι καὶ τραφῆναι καὶ παιδευθῆναι, καὶ ἱερέα τῆς Δήμητρος καὶ τῆς παιδὸς αὐτῆς, αἷς καὶ τὴν πόλιν ἀνακεῖσθαί φησιν, χρηματίσαι. μέμνηται δὲ ἐν ταύτηι τῆι συγγραφῆι καὶ ἑτέρων πραγματειῶν, ὧν ἡ μὲν ὅσα Τιμολέοντι τῶι Κορινθίωι κατὰ Σικελίαν ἐπράχθη διαλαμβάνει (p. 851), ἡ δὲ τὰ Δίωνι τῶι Συρακουσίωι ὅσα ἀξιαφήγητα ἔργα ἐπετελέσθη, ἡνίκα τὰς Συρακούσας καὶ πᾶσαν Σικελίαν ἀπὸ τοῦ δευτέρου Διονυσίου, ὃς ἦν παῖς τοῦ προτέρου, ἠλευθέρου καὶ τῶν βαρβάρων, οὓς ὑπὲρ τοῦ βεβαίως τυραννεῖν Διονύσιος ἐπηγάγετο. φαίνεται δὲ τετάρτην γράφων τὴν τῆς πατρίδος ἀφήγησιν· μετὰ γὰρ τὰ περὶ Ἀλέξανδρον καὶ Τιμολέοντα καὶ Δίωνα, μετὰ τὰς περὶ αὐτοὺς ἱστορίας, ἥδε αὐτῶι ἡ συγγραφὴ ἐξεπονήθη .... (F 14 p. 855, 11).
2b,156,T 4b STEPH. BYZ. s. Νικομήδεια· πόλις Βιθυνίας ... ἐξ ἧς Ἀρριανός.
2b,156,T 5 CASS. DIO LXIX 15: ὁ μὲν οὖν τῶν Ἰουδαίων πόλεμος ἐς τοῦτο ἐτελεύτησεν, ἕτερος δὲ ἐξ Ἀλανῶν—εἰσὶ δὲ Μασσαγέται—ἐκινήθη ὑπὸ Φαρασμάνου· καὶ τὴν μὲν Ἀλβανίδα καὶ τὴν Μηδίαν ἰσχυρῶς ἐλύπησε, τῆς δ’ Ἀρμενίας τῆς τε Καππαδοκίας ἁψάμενος, ἔπειτα τῶν Ἀλανῶν τὰ μὲν δώροις ὑπὸ τοῦ Οὐολογαίσου πεισθέντων, τὰ δὲ καὶ Φλάουιον Ἀρριανὸν τὸν τῆς Καππαδοκίας ἄρχοντα φοβηθέντων, ἐπαύσατο.
2b,156,T 6a ARRIAN. Kyneg. 1, 4: ὁμώνυμός τε ὢν αὐτῶι (sc. Ξενοφῶντι) καὶ πόλεως τῆς αὐτῆς καὶ ἀμφὶ ταὐτὰ ἀπὸ νέου ἐσπουδακώς, κυνηγέσια καὶ στρατηγίαν καὶ σοφίαν.
2b,156,T 6b IG III 1116: [ἄρχοντος] Φλ(αουίου) Ἀρριανοῦ Παιανιέος.
2b,156,T 6c IG III 1029; 1032: οἱ πρυτάνεις τῆς Πανδιονίδος φυλῆς .... Παιανιεῖς· Φλ. Ἀρριανός.
2b,156,T 7 PHOT. Bibl. 92 p. 72 b 40: ἔστι μὲν οὖν ὁ ἀνὴρ οὐδενὸς τῶν ἄριστα συνταξαμένων ἱστορίας δεύτερος· ἀπαγγεῖλαι τε γὰρ καὶ μετὰ συντομίας κράτιστος καὶ παρεκτροπαῖς ἀκαίροις οὐδὲ παρενθήκαις τὸ συνεχὲς τῆς ἱστορίας οὐδαμοῦ λυμαινόμενος, καινοπρεπὴς δὲ συνθήκηι λόγου μᾶλλον ἢ λέξει, καὶ οὕτως ὥστε μὴ ἂν ἄλλως μήτε σαφέστερον μήτε ἐναργέστερον τὸ διήγημα δηλωθῆναι. εὐσήμωι δὲ καὶ εὐήχωι καὶ τῶι τῶν λέξεων ἀποκεχρημένος στρογγύλωι καὶ τὸ λεῖον ἔχει τῶι μεγέθει συγκιρνάμενον. καὶ ἡ καινότης τῶν λέξεων οὐχὶ εἰς τὸ πόρρω νεωτερίζεται, ἀλλ’ ἔγγιστά τε καὶ εἰς τὸ ἐμφαντικώτατον, ὡς σχηματισμὸν εἶναι λέξεως ἀλλ’ οὐχὶ ἐναλλαγὴν συνήθους ὀνόματος. διὸ καὶ τὸ σαφὲς συνεφέλκεται οὐκ ἐν τούτωι μόνον, ἀλλὰ κἀν τῆι διασκευῆι καὶ τάξει καὶ καταστάσει μάλιστα τοῦ διηγήματος, ὅπερ ἐστὶ καὶ τῆς σαφηνείας τὸ ἔντεχνον· ἡ γάρ τοι χρῆσις ἡ κατὰ τὰς εὐθείας τῶν περιόδων καὶ τοῖς ἰδιώταις πρόσεστι μάλιστα καὶ εἰς ὑπτιότητα καὶ ταπεινότητα λίαν καταβιβάζει τὸν λόγον, ἄκρατος μάλιστα γινομένη, ὅπερ οὗτος, εἰ καὶ τοῦ σαφοῦς εἶναι δοκεῖ, οὐ προσήκατο. καὶ τῶι ἐλλείποντι δὲ τῶν τρόπων οὕτω κέχρηται, οὐ κατὰ τὰς περιοδικὰς ἐλλείψεις τοῦτο ποιῶν, ἀλλὰ κατά γε τὰς τῶν λέξεων, ὥστε μηδ’ ἐλλείπειν διδόναι συναίσθησιν· καὶ εἴ τις τὸ λεῖπον ἐπιχειροίη προσθεῖναι, εἰς τὸ παρέλκον ἂν ἐπιτεῖναι δόξαι, ἀλλὰ μὴ τοῦ ἐλλιποῦς ἐξευρεῖν τὴν ἀναπλήρωσιν. ἄριστα δὲ αὐτοῦ καὶ τὸ πολυσχημάτιστον ἔχει, οὐκ ἀθρόον μεταβαλλόμενον ἀπὸ τῆς αὐτοσχηματίστου χρήσεως, ἀλλ’ ἠρέμα καὶ ἐξ ἀρχῆς συμπλεκόμενον, ὡς μήτε τῶι προσκορεῖ ἀνιᾶν μήτε τῶι ἀθρόωι ποιεῖν ἐκταράσσεσθαι. καὶ ἁπλῶς εἴ τις κατ’ αὐτὸν ἐπὶ τοὺς ἱστορικοὺς ἀναχθείη λόγους, πολλοὺς καὶ τῶν ἀρχαίων ἴδοι τῆς αὐτοῦ τάξεως ἱσταμένους ταπεινότερον.
2b,156,T 8 SUID. s. Δίων ὁ Κάσσιος· ... ἔγραψε ... Βίον Ἀρριανοῦ τοῦ φιλοσόφου.