ΕΙΣ ΤΟΥΣ ΟΡΟΥΣ
ἄστρον ἡμεροφανές· ζῷον ἀίδιον ἔμψυχον τὸ μέγιστον. ἔμψυχον· ἄστρον ἡμεροφανὲς τὸ μέγιστον.
τὸ αὑτὸ κινοῦν. τοῦ πατριάρχου τὸ βιβλίον· τὸ αὑτὸ κινοῦν.
κοινωνία νόμων δικαία· διάθεσις ... ποιητικὴ εὐνομίας.
αὐτοπραγία κατὰ φύσιν ....
ἠρεμία ψυχῆς ... ἐμμενητικὴ νόμου.
ὑπομονὴ πόνων ἕνεκα τοῦ καλοῦ.
ἕξις ... ὡς χρή.
χάριτος σχέσις ... εὐεργεσίας.
ἀπάθεια.
εὐγένεια. γρ. εὐγένεια.
εὐγενοῦς.
τοῦ οὕτως ἔχειν ὡς αὐτῷ φαίνεται. τοῦ πατριάρχου τὸ βιβλίον· τοῦ οὕτως ἔχειν ὡς φαίνεται.
τοῦ λεγομένου. γρ. λογιζομένου.
ἀνυπόθετος· ἐπιστήμη τῶν ἀεὶ ὄντων· ἐπιστήμη.
μεταπειστός. γρ. μετὰ πίστεως.
συγκείμενος.
λόγος συλλογιστικὸς ἀληθής.
κατὰ διάνοιαν ἀποτελούμενον. τὸ καὶ διάνοιαν ἀποτελούμενον.
ἆθλον ἀρετῆς γέρας τὸ ἑαυτοῦ ἕνεκα αἱρετόν. τοῦ πατριάρχου τὸ βιβλίον· ἆθλον ἀρετῆς: εἶτα· γέρας τὸ ἑαυτοῦ ἕνεκα αἱρετόν.
πολιτικῆς κατασκευῆς ἄρχων. ἀρχὴ ἐπιμέλεια τοῦ παντός. τοῦ πατριάρχου τὸ βιβλίον· πολιτικῆς κατασκευῆς ἄρχων: εἶτα· ἀρχὴ· ἐπιμέλεια τοῦ παντός.
ἔκπληξις φόβος ἐπὶ προσδοκίᾳ κακοῦ.
παίδευσις παιδείας παράδοσις. νομοθετική.