eul_wid: gww-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Music and Maxims by Chamaeleon of Heraclea Pontica

The Fragments on Music and Maxims is a modern reconstruction of excerpts attributed to the Peripatetic philosopher Chamaeleon of Heraclea Pontica, a student of Aristotle active in the late fourth and early third centuries BCE. The original treatise is lost, and its contents are known only through quotations preserved by later authors, most notably the encyclopedist Athenaeus in his Deipnosophistae. The assembled fragments reflect two interconnected scholarly interests characteristic of early Hellenistic Peripatetic thought: the systematic study of music—a term encompassing poetry, melody, and performance—and the collection of proverbial wisdom from poets and sages. The musical discussions examine technical aspects such as modes and instruments, while also exploring the ethical power of music to educate character and soothe turbulent emotions. Alongside these analyses are investigations into the origins and meanings of famous maxims, including the Delphic injunction "know thyself," which Chamaeleon attributed to the sage Thales. As a whole, these fragments represent a scholarly effort to document and derive philosophical principles from the artistic and intellectual heritage of earlier Greek culture, serving both educational and ethical aims within the Aristotelian tradition.

Κλήμης ὁ Ἀλεξανδρεύς τὸ μὲν οὖν γνῶθι σαυτὸν οἱ μὲν Χίλωνος ὑπειλήφασι, Χαμαιλέων δὲ ἐν τῷ περὶ θεῶν Θαλοῦ, Ἀριστοτέλης δὲ τῆς Πυθίας.

γνῶθι σαυτόν· ἀπόφθεγμα· οἱ δὲ Χείλωνός φασιν. Ἕρμιππος δὲ Δελφὸν εὐνοῦχόν φησιν εἰρηκέναι τὸ γνῶθι σαυτὸν καὶ ἐν τῷ ναῷ ἐπιγράψαι. Χαμαιλέων δὲ Θαλοῦ φησιν εἶναι τὴν γνώμην ταύτην.

Ἀθήναιος ἔμελεν δὲ τοῖς πάλαι πᾶσιν Ἕλλησι μουσικῆς· διόπερ καὶ ἡ αὐλητικὴ περισπούδαστος ἦν. Χαμαιλέων γοῦν ὁ Ἡρακλεώτης ἐν τῷ ἐπιγραφομένῳ Προτρεπτικῷ Λακεδαιμονίους φησὶ καὶ Θηβαίους πάντας αὐλεῖν μανθάνειν, Ἡρακλεώτας τε τοὺς ἐν τῷ Πόντῳ καθʼ ἑαυτὸν ἔτι, Ἀθηναίων τε τοὺς ἐπιφανεστάτους, Καλλίαν τε τὸν Ἱππονίκου καὶ Κριτίαν τὸν Καλλαίσχρου.

Ἀθήναιος καὶ γὰρ τὰ ἤθη παιδεύει καὶ τοὺς θυμοειδεῖς καὶ τὰς γνώμας διαφόρους καταπραύνει Κλεινίας γοῦν ὁ Πυθαγόρειος, ὡς Χαμαιλέων ὁ Ποντικὸς ἱστορεῖ, καὶ τῷ βίῳ καὶ τοῖς ἤθεσιν διαφέρων, εἴ ποτε συνέβαινεν χαλεπαίνειν αὐτὸν διʼ ὀργήν, ἀναλαμβάνων τὴν λύραν ἐκιθάριζεν. πρὸς δὲ τοὺς ἐπιζητοῦντας τὴν αἰτίαν ἔλεγεν· «πραύνομαι».

κἀν τῷ λοιπῷ βίῳ τοιγαροῦν ἐκ τινῶν χρόνων, εἰ καὶ μὴ παρʼ ὅλον σχεδόν, ὡς οὗτος ἔγραψε, ποικίλην διαγωγὴν ὑπὸ τῶν μουσικῶν παρασκευάζεσθαι προσδεχόμενοι τὸ ποικίλον καὶ πλεῖον ὑπὸ τῶν συμπλεκομένων γίνεσθαι φήσομεν, οὐχ ὑπὸ τῆς μουσικῆς αὐτῆς, ἅτινα δὲ δὴ γράφοι τὴν ψυχαγωγίαν ἰδίᾳ πεπορίσθαι παρὰ τοῖς μελοποιοῖς καὶ τυγχάνειν ἐπιστάσεως ὑπὸ Χαμαιλέοντος, ἅπαντα σχεδὸν διανοημάτων εἶναι καὶ ποητικῆς χρώματα.

Φιλόδημος γωγίαν ἰδίᾳ ... κα. φαθαι παρὰ τοῖς μελοποιοῖς, ὅσοι χρησίμως πεφιλομουσήκασιν· μὴ γὰρ κακῶς ἐπισημαίνεσθαι Χαμαιλέοντα τοιοῦτόν τι τοὺς κωμικοὺς αἰνίττεσθαι περὶ τῶν γισων προσηγορίαις μὲν χρωμένους ταῖς τῶν ἐρώτων καί ποτε ... εἰς πάντας δὲ τὴν ἰδιότητα τούτων. ἔχειν δέ τι καὶ πρὸς φιλίαν οἰκεῖον. ἐπειδὴ γὰρ πρὸς ἔρωτα ἐδείχθη, καὶ πρὸς τὸ τέλος αὐτοῦ λόγον αἱρεῖν. ἔτι δʼ ἐπεὶ πρὸς συμπόσια, καὶ πρὸς τὸ τέλος αὐτῶν φαίνεσθαι πάλι φιλοφροσυνην.

Ἀθήναιος φιλόσοφος δὲ ἦν τῶν πάνυ ὁ Αἰσχύλος, ὃς καὶ ἡττηθεὶς ἀδίκως ποτέ, ὡς Θεόφραστος ἢ Χαμαιλέων ἐν τῷ περὶ ἡδονῆς εἴρηκεν, ἔφη χρόνῳ τὰς τραγῳδίας ἀνατιθέναι, εἰδὼς ὅτι κομιεῖται τὴν προσήκουσαν τιμήν.

Ἀθήναιος ἀλλʼ οὐ Σμινδυρίδης ὁ Συβαρίτης τοιοῦτος, ὦ Ἕλληνες, ὃς ἐπὶ τὸν Ἀγαρίστης τῆς Κλεισθένους θυγατρὸς ἐξορμῶν γάμον ὑπὸ χλιδῆς καὶ τρυφῆς χιλίους συνεπήγετο οἰκέτας, ἁλιεῖς καὶ ὀρνιθευτὰς καὶ μαγείρους· οὗτος δʼ ὁ ἀνὴρ καὶ ἐνδείξασθαι βουλόμενος ὡς εὐδαιμόνως ἔζη, ὡς ἱστορεῖ Χαμαιλέων ὁ Ποντικὸς ἐν τῷ περὶ ἡδονῆς — τὸ δʼ αὐτὸ βιβλίον καὶ ὡς Θεοφράστου φέρεται —, οὐκ ἔφη τὸν ἥλιον ἐτῶν εἴκοσιν οὔτʼ ἀνατέλλοντα οὔτε δυόμενον ἑωρακέναι. καὶ τοῦτʼ ἦν αὐτῷ μέγα καὶ θαυμαστὸν πρὸς εὐδαιμονίαν. οὗτος, ὡς ἔοικεν, πρωὶ μὲν ἐκάθευδεν, ὀψὲ δʼ ἠγείρετο, κατʼ ἀμφότερα δυστυχῶν.

Ἀθήναιος Χαμαιλέων δʼ ὁ Ἡρακλεώτης ἐν τῷ περὶ μέθης, εἴ γε τῆς φωνῆς μνημονεύω, φησίν· «εἰ δὲ οἱ ταῖς ἐξουσίαις χρώμενοι καὶ τῷ πλουτεῖν προτιμῶσι τὴν μέθην ταύτην, οὐδὲν θαυμαστόν. οὐκ ἔχοντες γὰρ ἑτέραν ἡδονὴν ταύτης καλλίω οὐδὲ μᾶλλον εὐχερῆ καταφεύγουσιν εἰκότως ἐπὶ τὸν οἶνον. ὅθεν δὴ καὶ τὰ μεγάλα τῶν ἐκπωμάτων ἐπιχώρια γέγονε τοῖς δυνάσταις. οὐ γὰρ παλαιὸν οὐδὲ τοῦτό γέ ἐστι παρὰ τοῖς Ἕλλησιν, ἀλλὰ νεωστὶ εὑρέθη πεμφθὲν ἐκ τῶν βαρβάρων. ἐκεῖνοι γὰρ ἀπεστερημένοι τῆς παιδείας ὁρμῶσιν ἐπὶ τὸν πολὺν οἶνον καὶ πορίζονται τροφὰς περιέργους καὶ παντοίας. ἐν δὲ τοῖς περὶ τὴν Ἑλλάδα τόποις οὔτʼ ἐν γραφαῖς οὔτʼ ἐπὶ τῶν πρότερον εὑρήσομεν ποτήριον εὐμέγεθες εἰργασμένον πλὴν τῶν ἐπὶ τοῖς ἡρωικοῖς. τὸ γὰρ ῥυτὸν ὀνομαζόμενον μόνοις τοῖς ἥρωσιν ἀπεδίδοσαν. ὃ καὶ δόξει τισὶν ἔχειν ἀπορίαν, εἰ μή τις ἄρα φήσειε διὰ τὴν ὀξύτητα τῆς ἐπιφανείας τῶν δαιμόνων καταδειχθῆναι τοῦτο. χαλεποὺς γὰρ καὶ πλήκτας τοὺς ἥρωας νομίζουσι καὶ μᾶλλον νύκτωρ ἢ μεθʼ ἡμέραν. ὅπως οὖν μὴ διὰ τὸν τρόπον ἀλλὰ διὰ τὴν μέθην φαίνωνται τοιοῦτοι, δημιουργοῦσιν αὐτοὺς πίνοντας ἐκπώμασι μεγάλοις. καί μοι δοκοῦσι λέγειν οὐ κακῶς οἱ φάσκοντες τὸ μέγα ποτήριον φρέαρ ἀργυροῦν εἶναι».

Ἀθήναιος Χαμαιλέων γοῦν ὁ Ἡρακλεώτης ἐν τῷ περὶ μέθης περὶ τούτων οὕτως γράφει· «ἐπεὶ καὶ Κλεομένη τὸν Σπαρτιάτην φασὶν οἱ Λάκωνες μανῆναι διὰ τὸ Σκύθαις ὁμιλήσαντα μαθεῖν ἀκρατοποτεῖν».

Ἀθήναιος ἕως ἂν τῆς λογοδιαρροίας ἀπαλλαγῶσιν οὗτοι οἱ τραπεζορήτορες οἳ ὑπὸ γλωσσαλγίας ἐπιλελῆσθαί μοι δοκοῦσι καὶ τοῦ Πυθικοῦ χρησμοῦ, ὃν ἀναγράφει Χαμαιλέων· εἴκοσι τὰς πρὸ κυνὸς καὶ εἴκοσι τὰς μετέπειτα οἴκῳ ἐνὶ σκιερῷ Διονύσῳ χρῆσθαι ἰητρῷ.

Ἀθήναιος ἐγὼ δʼ ἐπεὶ παρεξέβην περὶ τῶν ἀρχαίων κράσεων διαλεγόμενος, ἐπαναλήψομαι τὸν λόγον τὰ ὑπὸ Ἀλκαίου τοῦ μελοποιοῦ λεχθέντα ἐπὶ νοῦν βαλλόμενος· φησὶ γάρ που οὗτος· ἔγχεε κέρναις ἔνα καὶ δύο. ἐν τούτοις γάρ τινες οὐ τὴν κρᾶσιν οἴονται λέγειν αὐτόν, ἀλλὰ σωφρονικὸν ὄντα καθʼ ἕνα κύαθον ἄκρατον πίνειν καὶ πάλιν κατὰ δύο. τοῦτο δὲ ὁ Ποντικὸς Χαμαιλέων ἐκδέδεκται τῆς Ἀλκαίου φιλοινίας ἀπείρως ἔχων. κατὰ γὰρ πᾶσαν ὥραν καὶ πᾶσαν περίστασιν πίνων ὁ ποιητὴς οὗτος εὑρίσκεται.

Κλήμης ὁ Ἀλεξανδρεύς τόν τε Μίνω παρὰ Διὸς διʼ ἐνάτου ἔτους λαμβάνειν τοὺς νόμους ἱστοροῦσι φοιτῶντα εἰς τὸ τοῦ Διὸς ἄντρον, τόν τε αὖ Λυκοῦργον τὰ νομοθετικὰ εἰς Δελφοὺς πρὸς τὸν Ἀπόλλωνα συνεχὲς ἀπιόντα παιδεύεσθαι γράφουσι Πλάτων τε καὶ Ἀριστοτέλης καὶ Ἔφορος, Χαμαιλέων τε ὁ Ἡρακλεώτης ἐν τῷ περὶ μέθης καὶ Ἀριστοτέλης ἐν τῇ Λοκρῶν πολιτείᾳ Ζάλευκον τὸν Λοκρὸν παρὰ τῆς Ἀθηνᾶς τοὺς νόμους λαμβάνειν ἀπομνημονεύουσιν.

Τατιανὸς ὁ Ἀσσύριος περὶ γὰρ τῆς Ὁμήρου ποιήσεως γένους τε αὐτοῦ καὶ χρόνου καθʼ ὃν ἤκμασεν προηρεύνησαν πρεσβύτατοι μὲν Θεαγένης τε ὁ Ῥηγῖνος κατὰ Καμβύσην γεγονὼς καὶ Στησίμβροτος ὁ Θάσιος καὶ Ἀντίμαχος ὁ Κολοφώνιος Ἡρόδοτός τε Ἁλικαρνασσεὺς καὶ Διονύσιος ὁ Ὀλύνθιος· μετὰ δὲ ἐκείνους Ἔφορος ὁ Κυμαῖος καὶ Φιλόχορος ὁ Ἀθηναῖος Μεγακλείδης τε καὶ Χαμαιλέων οἱ Περιπατητικοί· ἔπειτα γραμματικοὶ Ζηνόδοτος Ἀριστοφάνης Καλλίμαχος Κράτης Ἐρατοσθένης Ἀρίσταρχος Ἀπολλόδωρος.

Χαμαιλέων φησὶ τὸν Θέστορα Ἴδμονα παρὰ τοῖς ἀρχαίοις καλεῖσθαι διὰ τὸ ἔμπειρον εἶναι.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Πουλυδάμα· αἱ Ἀριστάρχου χωρὶς τοῦ ν, παρὰ τὴν ἀναλογίαν· Ζηνόδοτος δὲ καὶ Χαμαιλέων σὺν τῷ ν, Πουλυδάμαν.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ἀπομηνίσαντος· ὑφʼ ἕν, ἡ δὲ ἀπὸ ἀντὶ τῆς ἐπί, ὡς Πριάμῳ ἐπεμήνιε δίῳ ἢ παντελῶς μημίσαντος. Χαμαιλέων δὲ γράφει ἐπιμηνίσαντος.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Ἀριστοτέλης ἐν Ἀπορήμασι ζητεῖ πῶς τῷ Ἄρει ἐπιπλήξας ὅτι αὐτῶ «ἔρις φίλον πόλεμοί τε, αὐτὸς γέγηθεν ἐπὶ τούτοις.» φησὶ δὲ ὅτι· «ὀρθῶς ἐπιτιμᾷ τῷ Ἄρει· οὐ γὰρ ὅστις χαίρει οἴνῳ, ἀλλʼ ὅστις αἰεὶ καὶ σφόδρα, οἰνόφλυξ, οὐδὲ φιλόμαχος ἦν ὁ Ἄρης, ὅτι τῷ πολεμεῖν ἔχαιρεν, ἀλλʼ ὅτι αἰεί.» Χαμαιλέων ἐν αʹ περὶ τῆς Ἰδιάδος μέμφεται τὸ ἐθελόκακον τοῦ Διὸς καί φησιν· «ὥσπερ εἴ τι καλὸν ἑώρα, ἀλλʼ οὐ τὴν μεγίστην ἀτοπίαν. ῥητέον ὅτι περὶ ἀρετῆς ἡμιλλῶντο· οὐ γὰρ ἦσαν θνητοὶ ἵνα κινδυνεύσωσιν.»

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ἠθείη κεφαλή· προσφώνησις νέου πρὸς πρεσβύτερον· δῆλον οὖν ὅτι πρεσβύτερος Ἀχιλλέως ὁ Πάτροκλος. Χαμαιλέων γράφει ὦ θείη κεφαλή, γελοῖον δὲ ἐπὶ νεκρῷ τὸ ὦ θείη· διὸ ἡ διπλῆ.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν τόσον· ἀντὶ τοῦ ὅλον, οὕτω γάρ φησι πρὸς τὰ παρʼ ὀλίγον τετελεσμένα· οἱ δὲ γλωσσογράφοι τόσσον ἀντὶ τοῦ σῶμα. Χαμαιλέων δέ φησι τοὺς τοιούτους ἵππους ἀρίστους εἶναι.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ὁ μὲν Ἀριστοφάνης τὰς ἀνθρωποειδεῖς θεὰς αὐδηέσσας φησὶν οἱονεὶ φωνὴν μετειληφυίας, ὁ δὲ Ἀριστοτέλης οὐδήεσσαν λέγει οἱονεὶ ἐπίγειον· οὕτως καὶ Χαμαιλέων.

Εὐστάθιος ὁ Θεσσαλονίκης αὐδήεσσα δέ, ... ἢ κατὰ Ἀριστοφάνην, ἡ χρωμένη ἀνθρωπίνῃ φωνῇ· οὕτω γὰρ αὐδήεντες οἱ ἄνθρωποι πρὸς διαστολὴν τῶν λοιπῶν ζῷων. γράφεται δὲ καὶ «οὐδήεσσα», τουτέστιν ἐπίγειος· νύμφη γὰρ ἦν καὶ οὐκ ἐκ τῶν οὐρανιώνων. Ἀριστοτέλους δέ φασι καὶ Χαμαιλέοντος ἡ τοιαύτη γραφή.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια ὅτι δὲ ἐπολέμησεν Ἰνδοὺς ὁ Διόνυσος, Διονύσιός φησι καὶ Ἀριστόδημος ἐν αʹ Θηβαϊκῶν ἐπιγραμμάτων καὶ Κλείταρχος ἐν ταῖς περὶ Ἀλέξανδρον ἱστορίαις προσιστορῶν ὅτι καὶ Νύσα ὄρος ἐστὶν ἐν Ἰνδικῇ καὶ κισσῷ προσόμοιον φυτὸν φυτεύεται ἐκεῖ, ὃ προσαγορεύεται σκινδαψός. ὡσαύτως δὲ καὶ Χαμαιλέων ἱστόρησεν ἐν εʹ περὶ Ἰλιάδος.

Ἀθήναιος καλοῦνται δʼ οἱ πέρδικες ὑπʼ ἐνίων κακκάβαι, ὡς καὶ ὑπʼ Ἀλκμᾶνος λέγοντος οὕτως· ἔπη δέ τε καὶ μέλος Ἀλκμάν εὗρε γεγλωσσαμένον κακκαβίδων στόμα συνθέμενος, σαφῶς ἐμφανίζων ὅτι παρὰ τῶν περδίκων ᾄδειν ἐμάνθανε. διὸ καὶ Χαμαιλέων ὁ Ποντικὸς ἔφη τὴν εὕρεσιν τῆς μουσικῆς τοῖς ἀρχαίοις ἐπινοηθῆναι ἀπὸ τῶν ἐν ταῖς ἐρημίαις ᾀδόντων ὀρνίθων· ὧν κατὰ μίμησιν λαβεῖν σύστασιν τὴν μουσικήν. οὐ πάντες δʼ οἱ πέρδικες, φησί, κακκαβίζουσιν.

Ἀθήναιος Ἀρχύτας δʼ ὁ ἁρμονικός, ὥς φησι χαμαιλέων, Ἀλκμᾶνα γεγονέναι τῶν ἐρωτικῶν μελῶν ἡγεμόνα καὶ ἐκδοῦναι πρῶτον μέλος ἀκόλαστον, ὄντα καὶ περὶ τὰς γυναῖκας καὶ τὴν τοιαύτην μοῦσαν εἰς τὰς διατριβάς. διὸ καὶ λέγειν ἔν τινι τῶν μελῶν· Ἔρως με δαὖτε Κύπριδος ϝέκατι γλυκὺς κατείβων καρδίαν ἰαίνει. λέγει δὲ καὶ ὡς τῆς Μεγαλοστράτης οὐ μετρίως ἐρασθείς, ποιητρίας μὲν οὔσης, δυναμένης δὲ καὶ διὰ τὴν ὁμιλίαν τοὺς ἐραστὰς προσελκύσασθαι. λέγει δὲ οὕτως περὶ αὐτῆς· τοῦθʼ ἁδειᾶν Μουσᾶν ἔδειξε δῶρον μάκαιρα παρθένων ἁ ξανθὰ Μεγαλοστράτα.

Ἀθήναιος ἐν τούτοις ὁ Ἑρμεσιάναξ σφάλλεται συγχρονεῖν οἰόμενος Σαπφὼ καὶ Ἀνακρέοντα, τὸν μὲν κατὰ Κῦρον καὶ Πολυκράτην γενόμενον, τὴν δὲ κατʼ Ἀλυάττην τὸν Κροίσου πατέρα. Χαμαιλέων δʼ ἐν τῷ περὶ Σαπφοῦς καὶ λέγειν τινάς φησιν εἰς αὐτὴν πεποιῆσθαι ὑπὸ Ἀνακρέοντος τάδε· σφαίρῃ δεῦτέ με πορφυρέῃ βάλλων χρυσοκόμης Ἔρως νήνι ποικιλοσαμβάλῳ συμπαίζειν προκαλεῖται. ἣ δʼ—ἐστὶν γὰρ ἀπʼ εὐκτίτου Λέσβου—τὴν μὲν ἐμὴν κόμην —λευκὴ γάρ—καταμέμφεται, πρὸς δʼ ἄλλην τινὰ χάσκει. καὶ τὴν Σαπφὼ δὲ πρὸς αὐτὸν ταῦτά φησιν εἰπεῖν· κεῖνον, ὦ χρυσόθρονε Μοῦσʼ, ἔνισπες ὕμνον, ἐκ τᾶς καλλιγύναικος ἐσθλᾶς Τήιος χώρας ὃν ἄειδε τερπνῶς πρέσβυς ἀγαυός. ὅτι δὲ οὔκ ἐστι Σαπφοῦς τοῦτο τὸ ᾆσμα παντί που δῆλον. ἐγὼ δὲ ἡγοῦμαι παίζειν τὸν Ἑρμησιάνακτα περὶ τούτου τοῦ Ἔρωτος. καὶ γὰρ Δίφιλος ὁ κωμῳδοποιὸς πεποίηκεν ἐν Σαπφοῖ δράματι Σαπφοῦς ἐραστὰς Ἀρχίλοχον καὶ Ἱππώνακτα.

Περὶ Σαπφοῦς· ..... θυγατέρα δʼ ἔσχε Κλέιν ὁμώνυμον τῇ ἑαυτῆς μητρί· κατηγόρηται .... ....περιτ.... .... ὥς … περ Χαμαιλέων .... .... τιος ἐπλανήθη ....

Ἀθήναιος Χαμαιλέων δὲ ἐν τῷ περὶ Στησιχόρου καὶ μελῳδηθῆναί φησιν οὐ μόνον τὰ Ὁμήρου, ἀλλὰ καὶ τὰ Ἡσιόδου καὶ Ἀρχιλόχου, ἔτι δὲ Μιμνέρμου καὶ Φωκυλίδου.

Ἀριστοφάνους Σχόλια ἄλλως· οὕτως Ἐρατοσθένης· Φρύνιχος αὐτοῦ τούτου τοῦ ᾄσματος μέμνηται ὡς Λαμπροκλέους ὄντος τοῦ Μίδωνος υἱοῦ ἢ μαθητοῦ. ἔχει δὲ οὕτως· «Παλλάδα Περσέπτολιν δεινὰν θεὸν ἐγρεκύδοιμον.» Χαμολέων δʼ ἀπορεῖ, πότερον «κλῄζω πολεμοδόκον ἁγνὰν παῖδα Διὸς μεγάλου δαμάσιππον», καὶ κατὰ Λαμπροκλέα ὑποτίθησι κατὰ λέξιν.

Ἀριστοφάνους Σχόλια Χαμολέων δʼ ἀπορεῖ πότερον «κλῄζω πολεμοδόκον ἁγνὰν παῖδα Διὸς δαμάσιππον.»

… κον ἁγνὰν παῖδα Διὸς μεγάλου δαμάσιππον· οὕτω παρα … διαποροῦσι γὰρ οὐκ ὀλίγοι περὶ τούτων καθάπερ Χαμαιλέων πότερόν ποτε Στησιχόρου ἐστὶν ἢ Λαμπροκλέους κ … ερι τοῦ Φρυνίχου Λαμπροκλεῖ μα … προσνέμοντος … Ἀριστοφάνης δὲ παραποιεῖ λέγων.

διτταὶ γάρ εἰσι παλινωιδίαι διαλλάττουσαι, καὶ ἔστιν ἡ μὲν ἀρχή· δεῦρʼ αὖτε, θεὰ φιλόμολπε, τῆς δέ· χρυσόπτερε παρθένε, ὡς ἀνέγραψε Χαμαιλέων.

Ἀθήναιος οἶδα δὲ καὶ ἃ ὁ Ἑρμιονεὺς Λᾶσος ἔπαιξε περὶ ἰχθύων, ἅπερ Χαμαιλέων ἀνέγραψεν ὁ Ἡρακλεώτης ἐν τῷ περὶ αὐτοῦ συγγράμματι λέγων ὧδε· «τὸν Λᾶσόν φησι τὸν ὠμὸν ἰχθὺν ὀπτὸν εἶναι φάσκειν. θαυμαζόντων δὲ πολλῶν ἐπιχειρεῖν λέγοντα ὡς ὃ ἔστιν ἀκοῦσαι τοῦτό ἐστιν ἀκουστὸν καὶ ὃ ἔστιν νοῆσαι τοῦτό ἐστιν νοητόν· ὡσαύτως οὖν καὶ ὃ ἔστιν ἰδεῖν τοῦτʼ εἶναι ὀπτόν· ὥστʼ ἐπειδὴ τὸν ἰχθὺν ἦν ἰδεῖν, ὀπτὸν αὐτὸν εἶναι. καὶ παίζων δέ ποτε ἰχθὺν παρὰ τινῶν ἁλιέων ὑφείλετο καὶ λαβὼν ἔδωκέ τινι τῶν παρεστώτων. ὁρκίζοντος δὲ τοῦ ἁλιέως ὤμοσεν μήτʼ αὐτὸς ἔχειν τὸν ἰχθὺν μήτʼ ἄλλῳ συνειδέναι λαβόντι, διὰ τὸ λαβεῖν μὲν αὐτόν, ἔχειν δὲ ἕτερον, ὃν ἐδίδαξεν ἀπομόσαι πάλιν ὅτι οὔτʼ αὐτὸς ἔλαβεν οὔτʼ ἄλλον ἔχοντα οἶδεν· εἰλήφει μὲν γὰρ ὁ Λᾶσος, εἶχεν δὲ αὐτός»

Ἀθήναιος νόμιμόν ἐστιν ἀρχαῖον ἐν Κορίνθῳ, ὡς καὶ Χαμαιλέων ὁ Ἡρακλεώτης ἱστορεῖ ἐν τῷ περὶ Πινδάρου, ὅταν ἡ πόλις εὔχηται περὶ μεγάλων τῇ Ἀφροδίτῃ, συμπαραλαμβάνεσθαι πρὸς τὴν ἱκετείαν τὰς ἑταίρας ὡς πλείστας, καὶ ταύτας προσεύχεσθαι τῇ θεῷ καὶ ὕστερον ἐπὶ τοῖς ἱεροῖς παρεῖναι. καὶ ὅτε δὴ ἐπὶ τὴν Ἑλλάδα τὴν στρατείαν ἦγεν ὁ Πέρσης, ὡς καὶ Θεόπομπος ἱστορεῖ καὶ Τίμαιος ἐν τῇ ἑβδόμῃ, αἱ Κορίνθιαι ἑταῖραι εὔξαντο ὑπὲρ τῆς τῶν Ἑλλήνων σωτηρίας εἰς τὸν τῆς Ἀφροδίτης ἐλθοῦσαι νεών. διὸ καὶ Σιμωνίδης ἀναθέντων τῶν Κορινθίων. πίνακα τῇ θεῷ τὸν ἔτι καὶ νῦν διαμένοντα καὶ τὰς ἑταίρας ἰδίᾳ γραψάντων τὰς τότε ποιησαμένας τὴν ἱκετείαν καὶ ὕστερον παρούσας συνέθηκε τόδε τὸ ἐπίγραμμα· αἵδʼ ὑπὲρ Ἑλλήνων τε καὶ εὐθυμάχων πολιητᾶν ἔσταθεν εὔχεσθαι Κύπριδι δαιμονίᾳ· οὐ γὰρ τοξοφόροισιν ἐμήσατο δῖʼ Ἀφροδίτα Πέρσαις Ἑλλάνων ἀκρόπολιν προδόμεν. καὶ οἱ ἰδιῶται δὲ κατεύχονται τῇ θεῷ τελεσθέντων περὶ ὧν ἂν ποιῶνται τὴν δέησιν ἀπάξειν αὐτῇ καὶ τὰς ἑταίρας. ὑπάρχοντος οὖν τοῦ τοιούτου νομίμου περὶ τὴν θεὸν Ξενοφῶν ὁ Κορίνθιος ἐξιὼν εἰς Ὀλυμπίαν ἐπὶ τὸν ἀγῶνα καὶ αὐτὸς ἀπάξειν ἑταίρας εὔξατο τῇ θεῷ νικήσας. Πίνδαρός τε τὸ μὲν πρῶτον ἔγραψεν εἰς αὐτὸν ἐγκώμιον, οὗ ἡ ἀρχή· τρισολυμπιονίκαν ἐπαινέων οἶκον, ὕστερον δὲ καὶ σκόλιον τὸ παρὰ τὴν θυσίαν ᾀσθέν, ἐν ᾧ τὴν ἀρχὴν εὐθέως πεποίηται πρὸς τὰς ἑταίρας, αἳ παραγενομένου τοῦ Ξενοφῶντος καὶ θύοντος τῇ Ἀφροδίτῃ συνέθυσαν. διόπερ ἔφη· ὦ Κύπρου δέσποινα, τεὸν δεῦτʼ ἐς ἄλσος φορβάδων κορᾶν ἀγέλαν ἑκατόγγυι-ον Ξενοφῶν τελέαις ἐπάγαγʼ εὐχωλαῖς ἰανθείς. ἤρξατο δʼ οὕτως τοῦ μέλους· πολύξεναι νεάνιδες, ἀμφίπολοι Πειθοῦς ἐν ἀφνειῷ Κορίνθῳ, αἵ τε τᾶς χλωρᾶς λιβάνου ξανθὰ δάκρη θυμιᾶτε, πολλάκι ματέρʼ Ἐρώτων οὐρανίαν πτάμεναι νοήματι πρὸς Ἀφροδίταν, ὑμῖν ἄνευθʼ ἐπαγορίας ἔπορεν, ὦ παῖδες, ἐρατειναῖς ἐν εὐναῖς μαλθακᾶς ὥρας ἀπὸ καρπὸν δρέπεσθαι. σὺν δʼ ἀνάγκᾳ πᾶν καλόν. ἀρξάμενος δʼ οὕτως ἑξῆς φησιν· ἀλλὰ θαυμάζω, τί με λεξοῦντι Ἰσθμοῦ δεσπόται τοιάνδε μελίφρονος ἀρχὰν εὑρόμενον σκολίου ξυνάορον ξυναῖς γυναιξί. δῆλον γὰρ ὅτι πρὸς τὰς ἑταίρας διαλεγόμενος ἠγωνία ποῖόν τι φανήσεται τοῖς Κορινθίοις τὸ πρᾶγμα. πιστεύων δέ, ὡς ἔοικεν, αὐτὸς αὑτῷ πεποίηκεν εὐθέως· διδάξαμεν χρυσὸν καθαρᾷ βασάνῳ.

παῖς δὲ ὢν ὁ Πίνδαρος, ὡς Χαμαιλέων καὶ Ἴστρος φασί, περὶ τὸν Ἑλικῶνα θηρῶντα αὐτὸν ὑπὸ πολλοῦ καμάτου εἰς ὕπνον κατενεχθῆναι, κοιμωμένου δὲ αὐτοῦ μέλισσαν τῷ στόματι προσκαθίσασαν κηρία ποιῆσαι.

Εὐστάθιος ὁ Θεσσαλονίκης Χαμαιλέων δέ καὶ Ἴστρος ἱστοροῦσιν, ὡς περὶ Ἑλικῶνα θηρῶντος αὐτοῦ καὶ καμάτῳ κατενεχθέντος εἰς ὕπνον μέλισσα τῷ στόματι προσκαθίσασα κηρία ἐνέθετο.

Ἀθήναιος περὶ δὲ λάγων Χαμαιλέων φησὶν ἐν τῷ περὶ Σιμωνίδου ὡς δειπνῶν παρὰ τῷ Ἱέρωνι ὁ Σιμωνίδης, οὐ παρατεθέντος αὐτῷ ἐπὶ τὴν τράπεζαν καθάπερ καὶ τοῖς ἄλλοις λαγωοῦ ἀλλʼ ὕστερον μεταδιδόντος τοῦ Ἱέρωνος, ἀπεσχεδίασεν· οὐδὲ γὰρ οὐδʼ εὐρύς περ ἐὼν ἐξίκετο δεῦρο. ὄντως δʼ ἦν ὡς ἀληθῶς κίμβιξ ὁ Σιμωνίδης καὶ αἰσχροκερδής, ὡς Χαμαιλέων φησίν. ἐν Συρακούσαις γοῦν τοῦ Ἱέρωνος ἀποστέλλοντος αὐτῷ τὰ καθʼ ἡμέραν λαμπρῶς πωλῶν τὰ πλείω ὁ Σιμωνίδης τῶν παρʼ ἐκείνου πεμπομένων ἑαυτῷ μικρὸν μέρος ἀπετίθετο. ἐρομένου δέ τινος τὴν αἰτίαν· «ὅπως, εἶπεν, ἥ τε Ἱέρωνος μεγαλοπρέπεια καταφανὴς ᾖ καὶ ἡ ἐμὴ κοσμιότης».

Ἀθήναιος γριφώδη δʼ ἐστὶ καὶ Σιμωνίδῃ ταῦτα πεποιημένα, ὥς φησι Χαμαιλέων ὁ Ἡρακλεώτης ἐν τῷ περὶ Σιμωνίδου· μιξονόμου τε πατὴρ ἐρίφου καὶ σχέτλιος ἰχθύς πλησίον ἠρείσαντο καρήατα· παῖδα δὲ νυκτός δεξάμενοι βλεφάροισι Διωνύσοιο ἄνακτος βουφόνον οὐκ ἐθέλουσι τιθηνεῖσθαι θεράποντα. φασὶ δʼ οἱ μὲν ἐπί τινος τῶν ἀρχαίων ἀναθημάτων ἐν Χαλκίδι τοῦτʼ ἐπιγεγράφθαι, πεποιῆσθαι δʼ ἐν αὐτῷ τράγον καὶ δελφῖνα, περὶ ὧν εἶναι τὸν λόγον τοῦτον. οἱ δὲ εἰς ἐπιτόνιον ψαλτήριον δελφῖνα καὶ τράγον εἰργασμένον εἰρῆσθαι καὶ εἶναι τὸν βουφόνον καὶ τοῦ Διονύσου θεράποντα τὸν διθύραμβον. οἱ δέ φασιν ἐν Ἰουλίδι τὸν τῷ Διονύσῳ θυόμενον βοῦν ὑπό τινος τῶν νεανίσκων παίεσθαι πελέκει. πλησίον δὲ τῆς ἑορτῆς οὔσης εἰς χαλκεῖον δοθῆναι τὸν πέλεκυν· τὸν οὖν Σιμωνίδην ἔτι νέον ὄντα βαδίσαι πρὸς τὸν χαλκέα κομιούμενον αὐτόν. ἰδόντα δὲ καὶ τὸν τεχνίτην κοιμώμενον καὶ τὸν ἀσκὸν καὶ τὸν καρκίνον εἰκῇ κείμενον καὶ ἐπαλλήλως ἔχοντα τὰ ἔμπροσθεν, οὕτως ἐλθόντα εἰπεῖν πρὸς τοὺς συνήθεις τὸ προειρημένον πρόβλημα. τὸν μὲν γὰρ τοῦ ἐρίφου πατέρα τὸν ἀσκὸν εἶναι, σχέτλιον δὲ ἰχθὺν τὸν καρκίνον, νυκτὸς δὲ παῖδα τὸν ὕπνον, βουφόνον δὲ καὶ Διονύσου θεράποντα τὸν πέλεκυν.

πεποίηκε δὲ καὶ ἕτερον ἐπίγραμμα ὁ Σιμωνίδης, ὃ παρέχει τοῖς ἀπείροις τῆς ἱστορίας ἀπορίαν· φημὶ τὸν οὐκ ἐθέλοντα φέρειν τέττιγος ἄεθλον τῷ Πανοπηιάδῃ δώσειν μέγα δεῖπνον Ἐπειῷ. λέγεται δὲ ἐν τῇ Καρθαίᾳ διατρίβοντα αὐτὸν διδάσκειν τοὺς χορούς. εἶναι δὲ τὸ χορηγεῖον ἄνω πρὸς Ἀπόλλωνος ἱερῷ μακρὰν τῆς θαλάσσης. ὑδρεύεσθαι οὖν καὶ τοὺς ἄλλους καὶ τοὺς περὶ τὸν Σιμωνίδην κάτωθεν, ἔνθα ἦν ἡ κρήνη. ἀνακομίζοντος δʼ αὐτοῖς τὸ ὕδωρ ὄνου, ὃν ἐκάλουν Ἐπειὸν διὰ τὸ μυθολογεῖσθαι τοῦτο δρᾶν ἐκεῖνον καὶ ἀναγεγράφθαι ἐν τῷ τοῦ Ἀπόλλωνος ἱερῷ τὸν Τρωικὸν μῦθον, ἐν ᾧ ὁ Ἐπειὸς ὑδροφορεῖ τοῖς Ἀτρείδαις, ὡς καὶ Στησίχορός φησιν· ᾤκτιρε γὰρ αὐτὸν ὕδωρ αἰεὶ φορέοντα Διὸς κούρα βασιλεῦσιν. ὑπαρχόντων οὖν τούτων ταχθῆναί φασι τῷ μὴ παραγινομένῳ τῶν χορευτῶν εἰς τὴν ὡρισμένην ὥραν παρέχειν τῷ ὄνῳ χοίνικα κριθῶν. τοῦτʼ οὖν κάν τῷ ποιήματι λέγεσθαι, καὶ εἶναι τὸν μὲν οὐ φέροντα τὸ τοῦ τέττιγος ἄεθλον τὸν οὐκ ἐθέλοντα ᾄδειν, Πανοπηιάδην δὲ τὸν ὄνον, μέγα δὲ δεῖπνον τὴν χοίνικα τῶν κριθῶν.

Ἀθήναιος εἰκότως οὖν πολλαὶ τῶν πόλεων καὶ μάλιστα ἡ Λακεδαιμονίων, ὡς Χαμαιλέων φησὶν ἐν τῷ περὶ Σιμωνίδου, οὐ προσίενται οὔτε φιλοσοφίαν οὔτε ῥητορικὴν διὰ τὰς ἐν τοῖς λόγοις ὑμῶν φιλοτιμίας καὶ ἔριδας καὶ τοὺς ἀκαίρους ἐλέγχους.

Ἀθήναιος Χαμαιλέων δʼ ὁ Ποντικὸς ἐν τῷ περὶ Ἀνακρέοντος προθεὶς τὸ ξανθῇ δʼ Εὐρυπύλῃ μέλει ὁ περιφόρητος Ἀρτέμων, τὴν προσηγορίαν ταύτην λαβεῖν τὸν Ἀρτέμωνα διὰ τὸ τρυφερῶς βιοῦντα περιφέρεσθαι ἐπὶ κλίνης. καὶ γὰρ Ἀνακρέων αὐτὸν ἐκ πενίας εἰς τρυφὴν ὁρμῆσαί φησιν ἐν τούτοις· πρὶν μὲν ἔχων βερβέριον, καλύμματʼ ἐσφηκωμένα κτλ.

Μιχαὴλ Ἀποστόλιος ὁ Παροιμιογράφος ἀπώλεσας τὸν οἶνον ἐπιχέας ὕδωρ αὕτη γέγονεν ἐκ τοῦ Ἀριστίου Κύκλωπος, ὥς φησι Χαμαιλέων ἐν τῷ περὶ Σατύρων. καὶ Πολύφημος οὕτω φησὶ πρὸς Ὀδυσσέα ἐν Κύκλωπος δράματι λεγομένῳ. λέγεται ἐπὶ τῶν τοῖς καλοῖς τὰ χείρω ἐπιμιγνύντων.

Σοῦδα ἀπώλεσας τὸν οἶνον ἐπιχέας ὕδωρ ἐπὶ τῶν τὰ καλῶς πρότερον γενόμενα ὕστερον μικροῦ τινος ἕνεκεν κακοῦ ἀνατρεπόντων. ἢ ἐπὶ τῶν ἃ χαρίζονται δολούντων καὶ μὴ ἀκέραια παρεχομένων. αὕτη δὲ ἡ παροιμία γέγονεν ἐκ τοῦ Ἀριστίου Κύκλωπος, ὥς φησι Χαμαιλέων ἐν τῷ περὶ Σατύρων.

Σοῦδα Ἀρίστιος Κύκλωψ μέμνηται τούτου Χαμαιλέων ἐν τῷ περὶ Σατύρων.

Σοῦδα οὐδὲν πρὸς τὸν Διόνυσον Ἐπιγένους τοῦ Σικυωνίου τραγῳδίαν εἰς τὸν Διόνυσον ποιήσαντος ἐπεφώνησάν τινες τοῦτο· ὅθεν ἡ παροιμία. βέλτιον δὲ οὕτως. τὸ πρόσθεν εἰς τὸν Διόνυσον γράφοντες τούτοις ἠγωνίζοντο, ἅπερ καὶ Σατυρικὰ ἐλέγετο· ὕστερον δὲ μεταβάντες εἰς τὸ τραγῳδίας γράφειν κατὰ μικρὸν εἰς μύθους καὶ ἱστορίας ἐτράπησαν, μηκέτι τοῦ Διονύσου μνημονεύοντες· ὅθεν τοῦτο καὶ ἐπεφώνησαν. καὶ Χαμαιλέων ἐν τῷ περὶ Θέσπιδος τὰ παραπλήσια ἱστορεῖ.

Ἀθήναιος Αἰσχύλος δέ φησιν· ἐγὼ δὲ χοῖρον καὶ μάλʼ εὐθηλούμενον τόνδʼ ἐν νοτοῦντι κριβάνῳ θήσω. τί γάρ ὄψον γένοιτʼ ἂν ἀνδρὶ τοῦδε βέλτιον; καὶ πάλιν· λευκός· τί δʼ οὐχί; καὶ καλῶς ἠφευμένος· ὁ χοῖρος ἕψου μηδὲ λυπηθῇς πυρί. καὶ ἔτι· θύσας δὲ χοῖρον τόνδε τῆς αὐτῆς ὑός, ἣ πολλά μʼ ἐν δόμοισιν εἴργασται κακά, δονοῦσα καὶ τρέπουσα τύρβʼ ἄνω κάτω. ταῦτα δὲ παρέθετο Χαμαιλέων ἐν τῷ περὶ Αἰσχύλου.

Ἀθήναιος ἐπεὶ καὶ τὸν Αἰσχύλον ἐγὼ φαίην ἂν τοῦτό γε διαμαρτάνειν· πρῶτος γὰρ ἐκεῖνος καὶ οὐχ, ὡς ἔνιοί φασιν, Εὐριπίδης παρήγαγε τὴν τῶν μεθυόντων ὄψιν εἰς τραγῳδίαν. ἐν γὰρ τοῖς Καβείροις εἰσάγει τοὺς περὶ τὸν Ἰάσονα μεθύοντας. ἃ δʼ αὐτὸς ὁ τραγῳδοποιὸς ἐποίει, ταῦτα τοῖς ἥρωσι περιέθηκε· μεθύων γοῦν ἔγραφε τὰς τραγῳδίας. διὸ καὶ Σοφοκλῆς αὐτῷ μεμφόμενος ἔλεγεν ὅτι· «ὦ Αἰσχύλε, εἰ καὶ τὰ δέοντα ποιεῖς, ἀλλʼ οὖν οὐκ εἰδώς γε ποιεῖς», ὡς ἱστορεῖ Χαμαιλέων ἐν τῷ περὶ Αἰσχύλου.

Ἀθήναιος μεθύων δὲ ἐποίει τὰς τραγῳδίας Αἰσχύλος, ὥς φησι Χαμαιλέων· Σοφοκλῆς γοῦν ὠνείδιζεν αὐτῷ ὅτι εἰ καὶ τὰ δέοντα ποιεῖ, ἀλλʼ οὐκ εἰδώς γε.

Ἀθήναιος καὶ Αἰσχύλος δὲ οὐ μόνον ἐξεῦρε τὴν τῆς στολῆς εὐπρέπειαν καὶ σεμνότητα, ἣν ζηλώσαντες οἱ ἱεροφάνται καὶ δᾳδοῦχοι ἀμφιέννυνται, ἀλλὰ καὶ πολλὰ σχήματα ὀρχηστικὰ αὐτὸς ἐξευρίσκων ἀνεδίδου τοῖς χορευταῖς. Χαμαιλέων γοῦν πρῶτον αὐτόν φησι σχηματίσαι τοὺς χοροὺς ὀρχηστοδιδασκάλοις οὐ χρησάμενον, ἀλλὰ καὶ αὐτὸν τοῖς χοροῖς τὰ σχήματα ποιοῦντα τῶν ὀρχήσεων, καὶ ὅλως πᾶσαν τὴν τῆς τραγῳδίας οἰκονομίαν εἰς ἑαυτὸν περιιστᾶν. ὑπεκρίνετο γοῦν μετὰ τοῦ εἰκότος τὰ δράματα, Ἀριστοφάνης γοῦν—παρὰ δὲ τοῖς κωμικοῖς ἡ περὶ τῶν τραγικῶν ἀπόκειται πίστις—ποιεῖ αὐτὸν Αἰσχύλον λέγοντα· τοῖσι χοροῖς αὐτὸς τὰ σχήματʼ ἐποίουν καὶ πάλιν· τοὺς Φρύγας οἶδα θεωρῶν, ὅτε τῷ Πριάμῳ συλλυσόμενοι τὸν παῖδʼ ἦλθον τεθνεῶτα πολλὰ τοιαυτὶ καὶ τοιαυτὶ καὶ δεῦρο σχηματίσαντας.

Ἀθήναιος καὶ γὰρ ἐν ὀρχήσει καὶ πορείᾳ καλὸν μὲν εὐσχημοσύνη καὶ κόσμος, αἰσχρὸν δὲ ἀταξία καὶ τὸ φορτικόν. διὰ τοῦτο γὰρ καὶ ἐξ ἀρχῆς συνέταττον οἱ ποιηταὶ τοῖς ἐλευθέροις τὰς ὀρχήσεις καὶ ἐχρῶντο τοῖς σχήμασι σημείοις μόνον τῶν ᾀδομένων, τηροῦντες αἰεὶ τὸ εὐγενὲς καὶ ἀνδρῶδες ἐπʼ αὐτῶν, ὅθεν καὶ ὑπορχήματα τὰ τοιαῦτα προσηγόρευον. εἰ δέ τις ἀμέτρως διαθείη τὴν σχηματοποιίαν καὶ ταῖς ᾠδαῖς ἐπιτυγχάνων μηδὲν λέγοι κατὰ τὴν ὄρχησιν, οὗτος δʼ ἦν ἀδόκιμος. διὸ καὶ Ἀριστοφάνης ἢ Πλάτων ἐν ταῖς Σκευαῖς, ὡς Χαμαιλέων φησίν, εἴρηκεν οὕτως· ὥστʼ εἴ τις ὀρχοῖτʼ εὖ, θέαμʼ ἦν· νῦν δὲ δρῶσιν οὐδέν, ἀλλʼ ὥσπερ ἀπόπληκτοι στάδην ἑστῶτες ὠρύονται ἦν γὰρ τὸ τῆς ὀρχήσεως γένος τῆς ἐν τοῖς χοροῖς εὔσχημον τότε καὶ μεγαλοπρεπὲς καὶ ὡσανεὶ τὰς ἐν τοῖς ὅπλοις κινήσεις ἀπομιμούμενον.

Ἀθήναιος ἐπεὶ δὲ τοῦ κωμικοῦ τούτου ἐμνήσθην καὶ οἶδα τὸ δρᾶμα τὸν Τηρέα αὐτοῦ μὴ κεκριμένον ἐν τοῖς πρώτοις, ἐκθήσομαι ὑμῖν, ἄνδρες φίλοι, εἰς κρίσιν ἃ εἴρηκε περὶ αὐτοῦ Χαμαιλέων ὁ Ἡρακλεώτης ἐν ἕκτῳ περὶ κωμῳδίας γράφων ὧδε· «Ἀναξανδρίδης διδάσκων ποτὲ διθύραμβον Ἀθήνησιν εἰσῆλθεν ἐφʼ ἵππου καὶ ἀπήγγειλέν τι τῶν ἐκ τοῦ ἄσματος. ἦν δὲ τὴν ὄψιν καλὸς καὶ μέγας καὶ κόμην ἔτρεφε καὶ ἐφόρει ἁλουργίδα καὶ κράσπεδα χρυσᾶ. πικρὸς δʼ ὢν τὸ ἦθος ἐποίει τι τοιοῦτο περὶ τὰς κωμῳδίας· ὅτε γὰρ μὴ νικώῃ, λαμβάνων ἔδωκεν εἰς τὸν λιβανωτὸν κατατεμεῖν καὶ οὐ μετεσκεύαζεν ὥσπερ οἱ πολλοί. καὶ πολλὰ ἔχοντα κομψῶς τῶν δραμάτων ἠφάνιζε, δυσκολαίνων τοῖς θεαταῖς διὰ τὸ γῆρας».

Ἀθήναιος Χαμαιλέων ὁ Ποντικὸς ἐν ἕκτῳ περὶ τῆς ἀρχαίας κωμῳδίας·« Ἡγήμων, φησίν, ὁ Θάσιος τὰς παρῳδίας γράψας Φακῆ ἐπεκαλεῖτο καὶ ἐποίησεν ἔν τινι τῶν παρῳδιῶν· ταῦτά μοι ὁρμαίνοντι παρίστατο Παλλὰς Ἀθήνη, χρυσῆν ῥάβδον ἔχουσα, καὶ ἤλασεν εἶπέ τε μῦθον· δεινὰ παθοῦσα, Φακῆ βδελυρή, χώρει ʼς τὸν ἀγῶνα. καὶ τότʼ ἐγὼ θάρσησα. εἰσῆλθε δέ ποτε καὶ εἰς τὸ θέατρον διδάσκων κωμῳδίαν λίθων ἔχων πλῆρες τὸ ἱμάτιον, οὓς βάλλων εἰς τὴν ὀρχήστραν διαπορεῖν ἐποίησε τοὺς θεατάς. καὶ ὀλίγον διαλιπὼν εἶπε· λίθοι μὲν οἵδε· βαλλέτω δʼ εἴ τις θέλει· ἀγαθὸν δὲ κἀν χειμῶνι κἀν θέρει φακῆ. εὐδοκίμει δʼ ὁ ἀνὴρ μάλιστα ἐν ταῖς παρῳδίαις καὶ περιβόητος ἦν λέγων τὰ ἔπη πανούργως καὶ ὑποκριτικῶς καὶ διὰ ταῦτα σφόδρα παρὰ τοῖς Ἀθηναίοις εὐδοκίμει. ἐν δὲ τῇ Γιγαντομαχίᾳ οὕτω σφόδρα τοὺς Ἀθηναίους ἐκήλησεν, ὡς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ πλεῖστα αὐτοὺς γελάσαι, καίτοι ἀγγελθέντων αὐτοῖς ἐν τῷ θεάτρῳ τῶν γενομένων περὶ Σικελίαν ἀτυχημάτων. οὐδεὶς ἀπέστη καίτοι σχεδὸν πᾶσι τῶν οἰκείων ἀπολωλότων. ἔκλαιον οὖν ἐγκαλυψάμενοι, οὐκ ἀνέστησαν δʼ, ἵνα μὴ γένωνται διαφανεῖς τοῖς ἀπὸ τῶν ἄλλων πόλεων θεωροῦσιν ἀχθόμενοι τῇ συμφορᾷ· διέμειναν δʼ ἀκροώμενοι καίτοι καὶ αὐτοῦ τοῦ Ἡγήμονος, ὡς ἤκουσε, σιωπᾶν διεγνωκότος. καθʼ ὃν δὲ χρόνον θαλασσοκρατοῦντες Ἀθηναῖοι ἀνῆγον εἰς ἄστυ τὰς νησιωτικὰς δίκας γραψάμενός τις καὶ τὸν Ἡγήμονα δίκην ἤγαγεν εἰς τὰς Ἀθήνας. ὁ δὲ παραγενόμενος καὶ συναγαγὼν τοὺς περὶ τὸν Διόνυσον τεχνίτας προσῆλθε μετʼ αὐτῶν Ἀλκιβιάδῃ βοηθεῖν ἀξιῶν. ὁ δὲ θαρρεῖν παρακελευσάμενος εἰπών τε πᾶσιν ἕπεσθαι ἧκεν εἰς τὸ Μητρῷον, ὅπου τῶν δικῶν ἦσαν αἱ γραφαί, καὶ βρέξας τὸν δάκτυλον ἐκ τοῦ στόματος διήλειψε τὴν δίκην τοῦ Ἡγήμονος. ἀγανακτοῦντες δʼ ὅ τε γραμματεὺς καὶ ὁ ἄρχων ἡσυχίαν ἦγον διʼ Ἀλκιβιάδην, φυγόντος διʼ εὐλάβειαν καὶ τοῦ τὴν δίκην γραψαμένου».

Λαέρτιος Διογένης ἔνιοι δὲ καὶ Θεόφραστον ἀκοῦσαί φασιν αὐτοῦ καὶ Ὑπερίδην τὸν ῥήτορα Χαμαιλέων φησὶ καὶ Λυκοῦργον· ὁμοίως Πολέμων ἱστορεῖ.

Λαέρτιος Διογένης Χαμαιλέων τε τὰ παρʼ ἑαυτοῦ φησι κλέψαντα αὐτὸν τὰ περὶ Ἡσιόδου καὶ Ὁμήρου γράψαι.