ἐκ τῶν παλαιῶν σχολίων.
Μᾶτερ ἀελίου. τὴν θείαν μητέρα τοῦ ἡλίου φησί. καὶ ἡσίοδος δὲ οὕτω λέγει· θεία δʼ ἠέλιόν τε μέγαν. εἰ γὰρ μὴ ἐθεώμεθα τὸν ἥλιον, οὔτε αὐτὸν οὔτε τὸν χρυσὸν οὔτε τἄλλα ἐτεθήπειμεν. κἀνταῦθα δὲ τὸν χρυσὸν λέγει διὰ τὸ λαμβάνειν, οἶμαι, αὐτὸν μισθόν, τοὺς ὕμνους γράφοντα:
Ἐν ἁμίλλαισι. τὴν ἐν θαλάσσῃ πορείαν τῶν νεῶν ἁμίλλαν λέγει, ἐπεὶ τρόπον δή τινα ἁμιλλῶνται ταῖς κώπαις, τὸν πλοῦν ποιούμεναι:
Μὴ μάτευε ζεὺς γενέσθαι. ἀκαταλλήλως ἐπέζευξε τὸν λόγον· ἀπὸ τοῦ περί τινος γὰρ πρός τινα ποιεῖται τὸν λόγον: — λάμπων φυλακίδας πυθέας
Μὴ φθόνει κόμπον. καλῶς τὸ ἑξῆς ἐπήνεγκεν. εἰπὼν γὰρ κόμπον, ἐπήνεγκε τὸν ἐοικότα τῇ ἀοιδῇ. ὥσπερ γὰρ ἡ ᾠδὴ ἔπαρσίν τινα ποιεῖ, οὕτω καὶ ὁ ὕμνος ἐπαίρει τὸν ἐπαινούμενον:
Πολλὰ μὲν ἀρτιεπής. ἤγουν ἡ εὑρίσκουσα ἐν ἐκείνοις ἀρετὰς εἰς ὑποθέσεις ἐγκωμίων ἀρτίους καὶ ὁλοκλήρους, ἤγουν μεγάλας. τοξεύματα δὲ μεταφορικῶς τοὺς ἐγκωμιαστικοὺς λόγους λέγει, ὡς καὶ ἐν ἄλλοις· πολλά μοι ὑπʼ ἀγκῶνος ὠκέα βέλη:
Κατάβρεχε σιγᾷ. ἐπίσχες τὴν καύχησιν. σίγα διὰ τὸν ἔξωθεν φθόνον. κατάβρεχε δὲ εἶπεν, ὅτι τὸ καταβρεχόμενον παύεται καὶ ἀφανίζεται: —
Καὶ τοιαίδε τιμαί. αἱ τοῦ νικηφόρου τιμαί, φησί, τὴν ἐπινίκιον ᾠδὴν ἀγαπῶσι καὶ φιλοῦσιν ὡς μέλι: — κλεόνικος λάμπων φυλακίδας πυθέας
Ἔκνιζʼ ὄπιν. σημείωσαι, ὅτι τῷ δαπάναι πληθυντικῷ ἐπέζευξεν ἑνικὸν τὸ ἔκνιζεν:
Ἐν γυιοδάμαις. ἢ ταῖς δαμαζούσαις τὰ γυῖα τῶν ἐχθρῶν, ἢ ταῖς γυμναζούσαις τὰ γυῖα αὐτῶν τῶν ἀγωνιζομένων: Οὕτω δὲ λέγε· αἰνῶ καὶ τὸν πυθέαν ἐν τῷ εὐθυδρομῆσαι καὶ νικῆσαι κατὰ τὸν δρόμον ἐν ταῖς γυιοδάμαις τῶν πληγῶν τοῦ φυλακίδα. κοινωνεῖ γὰρ αὐτῷ τῆς νίκης, καλῶς αὐτὸν γυμνασάμενος. δέον δὲ εἰπεῖν ἐν τῷ εὐθυδρομῆσαι τὸν φυλακίδαν ταῖς πληγαῖς τοῦ πυθέα, ἀντιστρόφως εἶπεν. αἱ γὰρ πληγαὶ καὶ τοῦ διδόντος εἰσὶ καὶ τοῦ λαμβάνοντος. ὅμοιον δέ ἐστι τῷ παρʼ εὐριπίδῃ· κάδμου παλαιῶν ἄρεος ἐκ μηνιμάτων: τὰ γὰρ μηνίματα τοῦ ἄρεος, ἤγουν αἱ ὀργαί, καὶ τοῦ κάδμου ἦν, ὡς κατʼ ἐκείνου γινόμενα:
ἐκ τῶν παλαιῶν σχολίων.
Δεύτερον κρατῆρα. πρὸς τὸν πρῶτον ὕμνον, τὸν εἰς φυλακίδαν, φησὶ τοῦτον δεύτερον: Οὕτω δὲ λέγε· κίρναμεν δεύτερον κρατῆρα μοισέων μελέων ὑπὲρ τῆς εὐάθλου γενεᾶς τοῦ λάμπωνος, ὥσπερ ὅτε κιρνῶμεν ἐπὶ συμποσίου ἀνδρῶν θάλλοντος, δεύτερον κρατῆρα δηλονότι: —
Νηρεΐδεσσί τε. ἐν τῷ δεσπότῃ τῶν νηρηΐδων κατὰ ἀντίπτωσιν, ἢ ἀπολελυμένως τῷ δεσπότῃ τοῦ ἰσθμοῦ καὶ τῶν πεντήκοντα παίδων: — Ἐμοὶ δοκεῖ τὸ παίδων πρὸς τὸ ὁπλοτάτου συνάπτεσθαι, οὕτω· τοῦ ὁπλοτάτου καὶ ἰσχυροτάτου τῶν παίδων, ἤτοι τῶν νέων τοῦ φυλακίδα νικῶντος. εἰ δὲ ἐπὶ τοῦ πυθέα τοῦτο νοεῖς, κατὰ μετοχὴν ἐρεῖς. εἰς ἀμφοτέρους γὰρ ὁ ὕμνος πεποίηται τοὺς ἀδελφούς. διὸ καὶ ὑπὲρ τῆς εὐάθλου γενεᾶς τοῦ λάμπωνος εἴρηκεν:
Καὶ πέρα νείλοιο. τὰ ἑκατέρωθεν παρείληφε πέρατα. λέγει δὲ τὸ μὲν διὰ τὸν μέμνονα, ὃν ἐφόνευσεν ἀχιλλεύς, τὸ δὲ διὰ τὰς ἀμαζόνας, ὧν τὴν βασίλισσαν ὁ αὐτὸς ἀπέκτεινε πενθεσίλειαν:
Ὑπὲρ ἀμπλακίαν. ἁμαρτίαν, ἀποτυχίαν, ἣν ἀπέτυχε μὴ λαβὼν τὰς ὑπεσχημένας αὐτῷ ἀθανάτους ἵππους παρὰ τοῦ λαομέδοντος. ἐν ναυσὶ δὲ ἤγαγε, παρὰ τὸ ὁμηρικόν· ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν:
Κελήσατο. ἐνταῦθα παρέλειψεν ὁ ποιητὴς τὴν ἀρχήν, ἣν ἡ τελαμών φησι πρὸς ἡρακλέα ποιῆσαι. παρακατιὼν δέ φησιν ἐξ ἐριβοίας παῖδα θρασὺν μοιρίδιον τελέσαι τῷδε:
ἐκ τῶν παλαιῶν σχολίων. τὸ προοίμιον ἀπὸ τῆς πατρίδος τοῦ νικητοῦ:
Ὦ μάκαιρα θήβα. ὁ λόγος πευστικὸς πρὸς τὴν θήβαν, ἤγουν· ὦ θηβαῖοι, οἱ ἐν ταῖς θήβαις οἰκοῦντες, ἢ ὦ πόλις. τὸ δὲ τέον θυμὸν ηὔφρανας εὔψυχον τὸν λόγον ποιεῖ. τὸ ἦ ῥα δὲ ἢ ἀντὶ τοῦ ἄρα, ἢ ἀντὶ διαζευκτικοῦ κατὰ παλαιὰν συνήθειαν, οὑτωσίπως λαμβάνουσαν τοῦτο. πάρεδρον δὲ τῆς δήμητρος τὸν διόνυσον λέγει, ἢ ὅτι ἅμα τὰ μυστήρια τούτων ἐτέλουν, ἢ κατὰ ἀλληγορίαν· ἡ γὰρ ἄμπελος, ἥτις τὸν οἶνον στάζει, πάρεδρος καὶ σύνοικος τῇ γῇ:
Ἡρακλείοις γοναῖς. ἀντὶ τοῦ ἐπὶ ταῖς ἡρακλείαις γοναῖς μετῆλθεν ὁ ζεὺς τὴν ἀλκμήνην, ἤγουν συνεμίγη τῇ ἀλόχῳ χάριν τῆς ἡρακλέους σπερμογονίας:
Ὀρθῷ ἔστασας ἐπὶ σφυρῷ. ἀντὶ τοῦ· ἀσφαλῆ αὐτοῖς ἀπειργάσω τὴν βάσιν τῶν λακεδαιμονίων, καθελοῦσα τὸν πρὸς ἀμυκλαεῖς πόλεμον: —