eul_wid: duw-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Human Physis by Phrynichus the Comic Poet of Athens

The Fragments on Human Nature is a modern collection of 126 surviving passages from the lost comedies of Phrynichus, an Athenian poet of Old Comedy and a contemporary rival of Aristophanes in the late 5th century BCE. These excerpts, preserved through quotation by later grammarians and authors, are assembled thematically to illustrate the poet's satirical observations on Athenian life. The fragments offer a window into the competitive world of Old Comedy beyond the works of Aristophanes, showcasing a sharp critique of contemporary society. Principal targets include intellectual figures like the sophist Gorgias and the tragedian Euripides, alongside political personalities, social institutions, and cultural trends such as culinary excess and religious practices. The transmission of Phrynichus's work relies entirely on these citations, found most prominently in Athenaeus's Deipnosophistae and in Byzantine lexica like the Suda, with the definitive modern edition appearing in Greek Comic Poets. Although the loss of his complete plays limits an assessment of his direct literary influence, these remnants confirm his celebrated status in antiquity and remain crucial for understanding the linguistic texture, social concerns, and artistic range of classical Athenian comedy.

ΕΦΙΑΛΤΗΣ
ὄνομα δέ τῳ τοῦτʼ ἦν ἔσωθεν γῆν τε μὴ
ἔστω φιάλτης ἀνδραγαθίας οὕνεκα,
ἔτι ἐπιαλὰς χρηστὰ λε ἀπωλόμην.
οὐ τουτονὶ μέντοι σὺ κιθαρίζειν ποτὲ
αὐλεῖν τʼ ἐδίδαξας;
ἔστιν δʼ αὐτούς γε φυλάττεσθαι τῶν νῦν χαλεπώτατον ἔργον.
ἔχουσι γάρ τι κέντρον ἐν τοῖς δακτύλοις,
μισάνθρωπον ἄνθος ἥβης·
εἶθʼ ἡδυλογοῦσιν ἅπασιν ἀεὶ κατὰ τὴν ἀγορὰν περιόντες.
ἐπὶ τοῖς βάθροις ὅταν ὦσιν, ἐκεῖ τούτοις οἷς ἡδυλογοῦσιν
μεγάλας ἀμυχὰς καταμύξαντες καὶ συγκύψαντες ἅπαντες
γελῶσιν.
ἀργυροκόπος
ΚΟΝΝΟΣ
τί δαί; τὸν ἐνεργμόν
δεῦρʼ ἀεί
ἀμάθητος
ΚΡΟΝΟΣ
ἁνὴρ χορεύει καὶ τὰ τοῦ θεοῦ καλά.
βούλει Διοπείθη μεταδράμω καὶ τύμπανα;
ἄγαμαι, Διονύσου στόματος, ὡς σεσέλλισαι.
ἀλεκτρυοπώλιον
ΚΩΜΑΣΤΑΙ
ἐγὼ δὲ νῷν δὴ τερετιῶ τι πτιστικόν.
εἶτα κεραμεύων ἂν οἴκοι σωφρόνως Χαιρέστρατος
ἑκατὸν ἂν τῆς ἡμέρας ἔκλαιεν οἴνου κανθάρους.
ΜΟΝΟΤΡΟΠΟΣ
ὄνομα δέ μοὔστι Μονότροπος ....
........ ζῶ δὲ Τίμωνος βίον,
ἄγαμον, ἄδουλον, ὀξύθυμον, ἀπρόσοδον,
ἀγέλαστον, ἀδιάλεκτον, ἰδιογνώμονα.
τηλικουτοσὶ γέρων
ἄπαις ἀγύναικος.
μεγάλους πιθήκους οἶδʼ ἑτέρους τινὰς λέγειν,
Λυκέαν, Τελέαν, Πείσανδρον, Ἐξηκεστίδην.
Β. ἀνωμάλους εἶπας πιθήκους ...
ὁ μέν γε δειλός, ὁ δὲ κόλαξ, ὁ δὲ νόθος ...
Α. τίς δʼ ἔστιν ὁ μετὰ ταῦτα φροντίζων; Β. Μέτων,
ὁ Λευκονοιεύς. Α. οἶδʼ, ὁ τὰς κρήνας ἄγων.
.. ἀλλʼ ὑπερβέβληκε πολὺ τὸν Νικίαν
στρατηγίας πλήθει τε κἀξευρήμασιν.
ὁ δʼ ὀλιγόσιτος Ἡρακλῆς ἐκεῖ τί δρᾷ;
ἔπειτʼ ἐπειδὰν τὸν λύχνον κατακοιμίσῃ—
κἀντραγεῖν σικύδιον
ἀρτοποπεῖν
γναθοῖ
θηλάζει
ΜΟΥΣΑΙ
μάκαρ Σοφοκλέης, ὃς πολὺν χρόνον βιοὺς
ἀπέθανεν, εὐδαίμων ἀνὴρ καὶ δεξιός,
πολλὰς ποιήσας καὶ καλὰς τραγῳδίας·
καλῶς δʼ ἐτελεύτησʼ οὐδὲν ὑπομείνας κακόν.
ἰδού, δέχου τὴν ψῆφον· ὁ καδίσκος δέ σοι
ὁ μὲν ἀπολύων οὗτος, ὁ δʼ ἀπολλὺς ὁδί.
ὦ κάπραινα καὶ περίπολις καὶ δρομάς
κἀν ὀξυβάφῳ χρῆσται τρεῖς χοίνικας ἢ δύʼ ἀλεύρων.
πηλαμύς
ΜΥΣΤΑΙ
μάστιγα δʼ ἐν χεροῖν ἔχων ἐτεύτασεν.
ἐβουλόμην ἂν ἧμιν ὥσπερ καὶ προτοῦ
ΠΟΑΣΤΡΙΑΙ
αὐτοπυρίταισί τʼ ἄρτοις καὶ λιπῶσι στεμφύλοις
ὥσπερ ἐμὸν αὐτῆς ἴδιον
κύλικʼ ἀρύστιχον
χοιροτροφεῖον
ΣΑΤΥΡΟΙ
Κορκυραῖαι δʼ οὐδὲν ...
ἐπιβάλλουσιν μάστιγες.
βοάσομαί τἄρα τὰν ὑπέρτονον
βοάν.
κεκτημένον
ΤΡΑΓΩΙΔΟΙ Η ΑΠΕΛΕΥΘΕΡΟΙ
ὦ χρυσοκέφαλοι βεμβράδες θαλάσσιαι
περιστέριον δʼ αὐτῷ τι λαβὲ τριωβόλου.
σὺ δὲ τιμιοπώλης ὡς Ἀχιλλεὺς οὐδὲ εἷς.
τὸν Κλεόμβροτόν τε τοῦ
Πέρδικος υἱόν
αἰτίαν ἔχει
πονηρὸς εἶναι τὴν τέχνην.
τῇ διαθέσει τῶν ἐπῶν
καὶ τέμαχος αὔξιδος
ἡδὺ δʼ ἀποτηγανίζειν ἄνευ συμβολῶν.
ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ
ὦ φίλταθʼ Ἑρμῆ, καὶ φυλάττου, μὴ πεσὼν
σαυτὸν παρακρούσῃ καὶ παράσχῃς διαβολὴν
ἑτέρῳ Διοκλείδᾳ βουλομένῳ κακόν τι δρᾶν.
Ἑρμῆς φυλάξομαι. Τεύκρῳ γὰρ οὐχὶ βούλομαι
μήνυτρα δοῦναι τῷ παλαμναίῳ ξένῳ.
ἦν γὰρ πολίτης ἀγαθός, ὡς εὖ οἶδʼ ἐγώ,
κοὐχ ὑποταγεὶς ἐβάδιζεν, ὥσπερ Νικίας.
ἀμυγδαλῆ τῆς βηχὸς ἀγαθὸν φάρμακον.
ἢ μαζίου τι μικρὸν ἢ κολοκυντίου
ἔμει καταμηλῶν· φλέγματος γὰρ εἶ πλέως.
τριώβολόν γʼ ὅσουπερ ἡλιάζομαι.
πολὺς δὲ συβαριασμὸς αὐλητῶν τότʼ ἦν.
οὐ γλύξις οὐδʼ ὑπόχυτος, ἀλλὰ Πράμνιος.
ἑπτάκλινος οἶκος ἦν καλός,
εἶτʼ ἐννεάκλινος ἕτερος οἶκος.
ἦσαν δὲ καὶ γυναῖκες ἀφήλικες.
τοὺς δὲ γομφίους
ἅπαντας ἐξέκοψεν, ὥστʼ
οὐκ ἂν δυναίμην Ναξίαν
ἀμυγδάλην κατᾶξαι.
καὶ νιγλάρους θρηνεῖν, ἐν οἷσι Λάμπρος ἐναπέθνησκεν,
ἄνθρωπος ὢν ὑδατοπότης, μινυρὸς ὑπερσοφιστής,
Μουσῶν σκελετός, ἀηδόνων ἠπίαλος, ὕμνος Ἅιδου.
ἃ δʼ ἀνάγκα ʼσθʼ ἱερεῦσιν καθαρεύειν φράσομεν.
ἐπήκοος γενοῦ
μισθώτριαι αἱ γυναῖκες
ἀπόβλεμμα
αὐχμᾷς
τὴν κοιλοφθαλμίαν
μελλονύμφιος
νωδός
ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ
ὦ φίλτατʼ ἀνδρῶν, μή μʼ ἀτιμάσας γένῃ.
ἐγὼ δέ, μισεῖ γάρ μʼ, ἄπειμʼ ἐξ ὀμμάτων.
ἀθύρωτον στόμα
ἀκίβδηλος ἀνήρ
ἄκομψον καὶ φαῦλον
ἀκρατὴς γάμων
ἀκροτελεύτιον ἔπος
ἀγῆλαι
ἀκροσφαλές
ἄνοις
ἴδριδες
σφηκῶσαι
τριάκοντα
φανόν
ψέλια
ψόθος