ΑΓΑΘΟΙ.
Ἐγὼ κατεσθίω μόλις τῆς ἡμέρας
πένθʼ ἡμιμέδιμνʼ, ἐὰν βιάζωμαι. Β. μόλις
ὡς ὀλιγόσιτος ἦσθʼ ἄρʼ, ὃς κατεσθίεις
τῆς ἡμέρας μακρᾶς τριήρους σιτία.
Λουσάμενοι δὲ πρὸ λαμπρᾶς
ἡμέρας ἐν τοῖς στεφανώμασιν, οἱ δʼ ἐν τῷ μύρῳ
λαλεῖτε περὶ σισυμβρίων κοσμοσανδάλων τε.
ΑΓΡΙΟΙ.
Οὐ γὰρ ἦν τότʼ οὔτε Μάνης οὔτε σηκὶς οὐδενὶ
δοῦλος, ἀλλʼ αὐτὰς ἔδει μοχθεῖν ἅπαντʼ ἐν οἰκίᾳ·
εἶτα πρὸς τούτοισιν ἤλουν ὄρθριαι τὰ σιτία,
ὥστε τὴν κώμην ὑπηχεῖν θιγγανουσῶν τὰς μύλας.
Ἐνθρύσκοισι καὶ βρακάνοις
καὶ στραβήλοις ζῆν· ὁπόταν δʼ
ἤδη πεινῶσι σφόδρα,
ὡσπερεὶ τοὺς πουλύποδας
… νύκτωρ περιτρώ-
γειν αὑτῶν τοὺς δακτύλους.
Μὴ θαυμάσῃς·
τῶν γὰρ προτενθῶν ἐσμεν· ἀλλʼ οὐκ οἶσθα σύ.
Φέρʼ ἴδω, κιθαρῳδὸς τίς κάκιστος ἐγένετο;
Β. ὁ Πεισίου Μέλης. Α. μετὰ τὸν Μέλητα δʼ ἦν—
Α. ἔχʼ ἀτρέμʼ, ἐγᾦδα· Χαῖρις.
Οἶμαι δʼ αὐτὸν κινδυνεύειν εἰς τὴν Αἴγυπτον …
οἴκους λέξεις, ἵνα μὴ ξυνέχῃ τοῖσι Λυκούργου πατριώταις.
Ὁ δὲ δὴ δελφίς ἐστι μολιβδοῦς δελφινοφόρος τε κεροῦχος,
ὃς διακόψει τοὔδαφος αὐτῶν ἐμπίπτων καὶ καταδύων.
Πρὶν ἀνακυκῆσαι τὰς ἀπίους ἁρπάζετε.
Οὐδʼ ἀποπροσωπίζεσθε κυάμοις; Β. πώμαλα.
Ἦ μὴν σὺ σαυτὸν μακαριεῖς, ὦ τᾶν, ὅταν
οὗτοί σε κατορύττωσιν. Β. οὐ δῆτʼ· ἀλλʼ ἐγὼ
τούτους πρότερον· οὗτοι δὲ μακαριοῦσί με.
καίτοι πόθεν ληνοὺς τοσαύτας λήψομαι;
ΑΥΤΟΜΟΛΟΙ.
Ὅτε τοῖσι θεοῖς θύετε πρώτιστʼ ἀποκρίνετε …
τὸ νομιζόμενον … ὑμῶν, αἰσχύνη τὸ κατειπεῖν,
οὐ τὼ μηρὼ περιλάψαντες μέχρι βουβώνων …
καὶ τὴν ὀσφὺν κομιδῇ ψιλήν, λοιπὸν τὸν σφόνδυλον αὐτὸν
ὥσπερ ῥινήσαντες ἐνέμεθʼ ὥσπερ καὶ τοῖς κυσὶν ἡμῖν;
εἶτʼ ἀλλήλους αἰσχυνόμενοι θυλήμασι κρύπτετε πολλοῖς;
Νὴ τὴν Δήμητρʼ, ἀνιαρόν γʼ ἦν τὸ κακῶς ᾄδοντος ἀκούειν·
βουλοίμην γὰρ κἂν ἀκαλήφαις τὸν ἴσον χρόνον ἐστεφα- νῶσθαι.
Οὗτοι γὰρ ἡμῖν οἱ κακῶς ἀπολούμενοι
ἐπαμφοτερίζουσʼ ἐμποδὼν καθήμενοι.
Ἡ γυνὴ δʼ ἡμῶν ἑκάστῳ λέκιθον ἕψουσʼ ἢ φακῆν
ἀναμένει καὶ σμικρὸν ὀπτῶσʼ ὀρφανὸν ταρίχιον.
Τοὐψάριον τουτὶ παρέθηκέ τις ἡμῖν.
Οὐ γαλαθηνὸν ἄρʼ ὗν θύειν μέλλεις.
Ὥσπερ τῶν αἰγιδίων ὄζειν ἐκ τοῦ στόματος μελικήρας.
Ὁπόταν σχολάζῃς, νεῖψον, ἵνα τὰ λήϊα
συγκαρκινωθῇ.
Πίνειν ἀεὶ καὶ μεθύειν πρὶν ἀγορὰν πεπληθέναι.
Ἀτραπίζοντες τὰς ἁρμονίας διὰ πασῶν.
Ὑμεῖς γὰρ ἀεὶ στραγγαλίδας ἐσφίγγετε.
ΓΡΑΕΣ.
Σὺ δʼ οὐδὲ θᾶσσον, Σμικυθίων, ἐπισιτιεῖ.
Β. τίς δʼ οὗτος ὑμῖν ἔστι; Α. τοῦτον πανταχοῦ
ἄγω λαρυγγικόν τινʼ ἐπὶ μισθῷ ξένον.
Ἀπόπεμψον ἀγγέλλοντα τὸν περιστερόν.
Εὐθὺς γὰρ ὡς ἐβαδίζομεν ἐν Ἄγρας.
Ἀθηναίαις αὐταῖς τε καὶ ταῖς ξυμμάχοις.
Πάλιν αὖθις ἀναθύουσιν αἱ γεραίτεραι.
ΔΟΥΛΟΔΙΔΑΣΚΑΛΟΣ.
Ὡς παρασκευάζεται δεῖπνον πῶς ἂν εἴπαθʼ ἡμῖν.
Β. καὶ δῆθʼ ὑπάρχει τέμαχος ἐγ-
χέλειον ὑμῖν, τευθίς, ἄρ-
νειον κρέας, φύσκης τόμος,
ποὺς ἑφθός, ἧπαρ, πλευρὸν, ὀρ-
νίθεια πλήθει πολλά, τυ-
ρὸς ἐν μέλιτι, μερὶς κρεῶν.
Κίθαρος γεγενῆσθαι κἀγοράζειν κίθαρος ὤν.
Β. ἀγαθόν γʼ ὁ κίθαρος· καὶ πρὸς Ἀπόλλωνος πάνυ
ἐκεῖνο θράττει μʼ, ὅτι λέγουσιν, ὦ ʼγαθή,
ἔνεστιν ἐν κιθάρῳ τι κακόν.
Γαλαθήνʼ ἔκλεπτον οὐ τέλεα.
Νυνὶ δʼ ἀπονίζων τὴν κύλικα δὸς ἐμπιεῖν,
ἔγχει τʼ ἐπιθεὶς τὸν ἡθμόν.
Ἄνυσόν ποτʼ ἐξελθών, σκότος γὰρ γίγνεται,
καὶ τὸν λυχνοῦχον ἔκφερʼ ἐνθεὶς τὸν λύχνον
Κἀναψηφίσασθʼ ἀποδοῦναι πάλιν τὰ χρυσία.
Ταχὺ τῶν ἐρίων καὶ τῶν ἀνθῶν τῶν παντοδαπῶν κα- τάγωμεν.
Οὐκ ἀπολιβάζω καὶ τριγώνους καὶ λύρας.
Ἀντʼ ἀστραγάλων κονδύλοισι παίζετε.
ΕΠΙΛΗΣΜΩΝ Η ΘΑΛΑΤΤΑ.
Ὦλεν ὀβελίαν σποδεῖν, ἄρτου δὲ μὴ προτιμᾶν.
Τοῖς σοῖσι συνὼν κορακινιδίοις
καὶ μαινιδίοις.
Συσκευασάμενος δεῖπνον, ἓν τὸ σπυρίδιον,
ἐβάδιζεν ὡς πρὸς Ὠφέλην.
Κἂν μὲν σιωπῶ, φέρεται, πνίγεται,
καί φησι, τί σιωπᾶς; ἐὰν δέ γʼ ἀποκριθῶ,
οἴμοι τάλας, φησίν, χαράδρα κατελήλυθεν.
Τὸν ἱδρῶτα καὶ τὴν ἄρδαν ἀπʼ ἐμοῦ σπόγγισον.
ΙΠΝΟΣ Η ΠΑΝΝΥΧΙΣ.
Κᾆτα μυροπωλεῖν τί μαθόντʼ ἄνδρʼ ἐχρῆν καθήμενον
ὑψηλῶς ὑπὸ σκιαδείῳ, κατεσκευασμένον
συνέδριον τοῖς μειρακίοις ἐλάλει διʼ ἡμέρας; …
Αὐτίκʼ οὐδεὶς οὐδὲ μαγείραιναν εἶδε πώποτε,
οὐ μὴν οὐδʼ ἰχθυοπώλαιναν.
Οὐχ ὁρᾷς τὴν οἰκίαν
τὴν Πουλυτίωνος κειμένην ὑπώβολον.
Ὑποζυγίοις ἀλοάσαντʼ εὐθὺς ἐκποιῆσαι.
Τί οὐκ ἐπανεχώρησα δεῦρο κἀπέδραν;
Ἀνέπλησα τὠφθαλμὼ πάλης φυσῶν τὸ πῦρ.
Ὅδʼ ἔστʼ ἐφʼ οὗ πότʼ ἦν ὁ πυρὸς ἄξιος.
Ἤδη μὲν ᾤαν λουμένῳ προζώννυται.
Σκηνὴ περίερκτος περιβόλοις κάνναισι.
ΚΟΡΙΑΝΝΩ.
Φέρε δὴ κατακλινῶ· σὺ δὲ τράπεζαν εἴσφερε,
καὶ κύλικα κἀντραγεῖν, ἵνʼ ἥδιον πίω.
Β. ἰδοὺ κύλιξ σοι καὶ τράπεζα καὶ φακοί.
Α. μή μοι φακούς, μὰ τὸν Δίʼ, οὐ γὰρ ἥδομαι.
ἢν γὰρ τράγῃ τις, τοῦ στόματος ὄζει κακόν.
Ἀλλʼ ἰσχάδας μοι πρόελε τῶν πεφωγμένων. …
Οὐκ ἰσχάδας οἴσεις τῶν μελαινῶν; μανθάνεις;
ἐν τοῖς Μαριανδυνοῖς ἐκείνοις βαρβάροις
χύτρας καλοῦσι τὰς μελαίνας ἰσχάδας.
Ἐκ τοῦ βαλανείου γὰρ δίεφθος ἔρχομαι,
ξηρὰν ἔχουσα τὴν φάρυγα. Β. δώσω πιεῖν.
Α. γλίσχρον τε μοὐστὶ τὸ σίαλον νὴ τὼ θεώ.
Β. εἰ λάβω κυρίσοι τὴν κοτυλίσκην; Α. μηδαμῶς
μικράν γε. κινεῖται γὰρ εὐθύς μοι χολή,
ἐξ οὗπερ ἔπιον ἐκ τοιαύτης φάρμακον.
εἰς τὴν ἐμὴν νῦν ἔγχεον τὴν μείζονα.
Ἄποτʼ ἔστʼ, ὦ Γλύκη,
Β. ὑδαρῆ ʼνέχεέν σοι; Α. παντάπασι μὲν οὖν ὕδωρ.
Β. τί εἰργάσω; πῶς ὦ κατάρατε δʼ ἐνέχεας;
Γ. δύʼ ὕδατος, ὦ μάμμη. Β. τί δʼ οἴνου; Γ. τέτταρας.
Β. ἔρρʼ ἐς κόρακας. βατράχοισιν οἰνοχοεῖν σε δεῖ.
Ἄνδρες πρόσσχετε τὸν νοῦν
ἐξευρήματι καινῷ,
συμπτύκτοις ἀναπαίστοις.
Ἀπαρτὶ μὲν οὖν ἐμοὶ μὲν εἰκός ἐστʼ ἐρᾶν,
σοὶ δʼ οὐκέθʼ ὥρα.
Ὑοσκυαμᾷς ἀνὴρ γέρων ὤν.
Ὦ Ζεῦ πολυτίμητʼ, ἆρʼ ἀκούεις ἅ με λέγει
ὁ πανοῦργος υἱός;
Ἀδράφαξυν ἕψουσʼ, εἶτʼ ὀκλὰξ καθημένη.
Κατάχεον αὐτῆς κἀνύδρευσαι τὸν κάδον.
Πᾶς δʼ ἀνὴρ ἔσαττε τεῦχος ἢ κόϊκʼ ἢ κωρύκους.
Πάντως γάρ εἰσι τῶν φίλων ἑνός γέ του.
ΚΡΑΠΑΤΑΛΟΙ.
Ὦ δαιμόνιε, πύρεττε μηδὲν φροντίσας,
καὶ τῶν φιβάλεων τρῶγε σύκων τοῦ θέρους,
κἀμπιπλάμενος κάθευδε τὰς μεσημβρίας,
κἆτα σφακέλιζε καὶ πέπρησο καὶ βόα.
Τακεροὺς ποιῆσαι τοὺς ἐρεβίνθους αὐτόθι.
Ταῦτʼ ἔχων ἐν ταῖς ὁδοῖς ἁρπαζέτω τὰς ἐγκρίδας.
Λήψει δʼ ἐν Ἅιδου κραπάταλον τριωβόλου
καὶ ψωθία.
Τίς τῶν λυχνείων ἡ ʼργασία; Β. Τυρρηνική.
Οὐδεὶς γὰρ ἐδέχετʼ οὐδʼ ἀνεῴγει μοι θύραν.
Τὶ δαί; τί σαυτὸν ἀποτίνειν τῷδʼ ἀξιοῖς; φράσον μοι.
Β. ἀπαρτὶ δή που προσλαβεῖν παρὰ τοῦδʼ ἔγωγε μᾶλλον.
Ὅστις γʼ αὐτοῖς παρέδωκα τέχνην μεγάλην ἐξοικοδομήσας
Ὁ χορὸς δʼ αὐτοῖς εἶχεν δάπιδας ῥυπαρὰς καὶ στρωμα- τόδεσμα.
Ὦ δέσποτʼ Ἀγυιεῦ ταῦτα σὺ μέμνησό μοι.
Πρὸς τῇ κεφαλῇ μου λάσανα καταθεὶς πέρδεται.
Μάχαιραν ἆρʼ ἐνέθηκας; Β. οὔ. Α. τί μʼ εἴργασαι;
ἀμάχαιρος ἐπὶ βόεια νοστήσω κρέα,
ἀνὴρ γέρων, ἀνόδοντος;
Καὶ νωτοπλῆγα μὴ ταχέως διακονεῖν.
Τοῖς δὲ κριταῖς
τοῖς νυνὶ κρίνουσι λέγω,
μὴ ʼπιορκεῖν μηδʼ ἀδίκως
κρίνειν, ἢ νὴ τὸν φίλιον
μῦθον εἰς ὑμᾶς ἕτερον
Φερεκράτης λέξει πολὺ τού-
του κακηγορίστερον.
Τῶν θεατῶν δʼ οἷστισι δίψʼ
ᾖ, λεπαστὴν λαψαμένοις
μεστὴν ἐκχαρυβδίσαι.
Ζητῶ περιέρρων αὐτὸν ἐξ ἑωθινοῦ.
Ὡς ἄτοπόν ἐστι μητέρʼ εἶναι καὶ γυνήν.
ΛΗΡΟΙ.
Μίτραν ἁλουργῆ, στρόφιον, ὄχθοιβον, κτένα.
Εἶθʼ ἕτερα τούτων ποιοῦντα πολλὰ κυντερώτερα.
Ὡς οὐχὶ τουτὶ ῥύγχος ἀτεχνῶς ἔσθʼ ὑός.
Ἀπὸ τηγάνου τʼ ἔφασκεν ἀφύας φαγεῖν.
Λαβοῦσα μὲν τῆς χοίνικος τὸν πύνδακʼ εἰσέκρουσεν.
Τὸ δʼ ὄνομά μοι κάτειπε τί σε χρῆσθαι καλεῖν.
ΜΕΤΑΛΛΗΣ.
Πλούτῳ δʼ ἐκεῖνʼ ἦν πάντα συμπεφυρμένα,
ἐν πᾶσιν ἀγαθοῖς πάντα τρόπον εἰργασμένα·
ποταμοὶ μὲν ἀθάρης καὶ μέλανος ζωμοῦ πλέῳ
διὰ τῶν στενωπῶν τονθολυγοῦντες ἔρρεον
αὐταῖσι μυστίλαισι, καὶ ναστῶν τρύφη,
ὥστʼ εὐμαρῆ γε καὐτομάτην τὴν ἔνθεσιν
χωρεῖν λιπαρὰν κατὰ τοῦ λάρυγγος τοῖς νεκροῖς.
φύσκαι δὲ καὶ ζέοντες ἀλλάντων τόμοι
παρὰ τοῖς ποταμοῖς σίζοντʼ ἐκέχυντʼ ἀντʼ ὀστράκων.
καὶ μὴν παρῆν τεμάχη μὲν ἐξωπτημένα
καταχυσματίοισι παντοδαποῖσιν εὐπρεπῆ,
τεύτλοισί τʼ ἐγχέλεια συγκεκαλυμμένα.
σχελίδες δʼ ὁλόκνημοι πλησίον τακερώταται
ἐπὶ πινακίσκοις, καὶ δίεφθʼ ἀκροκώλια
ἥδιστον ἀτμίζοντα, καὶ χόλικες βοός,
καὶ πλευρὰ δελφάκειʼ ἐπεξανθισμένα
χναυρότατα παρέκειτʼ ἐπʼ ἀμύλοις καθήμενα.
παρῆν δὲ χόνδρος γάλατι κατανενιμμένος
ἐν καταχύτλοις λεκάναισι καὶ πύου τόμοι.
Β. Οἴμʼ ὡς ἀπολεῖς μʼ ἐνταῦθα διατρίβουσʼ ἔτι,
παρὸν κολυμβᾶν ὡς ἔχετʼ εἰς τὸν Τάρταρον.
Α. Τί δῆτα λέξεις τἀπίλοιπʼ ἤνπερ πύθῃ;
ὀπταὶ κίχλαι δʼ ἐπὶ τοῖσδʼ ἀνάβραστʼ ἠρτυμέναι
περὶ τὸ στόμʼ ἐπέτοντʼ ἀντιβολοῦσαι καταπιεῖν,
ὑπὸ μυρρίναισι κἀνεμώναις κεχυμέναι.
τὰ δὲ μῆλʼ ἐκρέματο τὰ καλὰ τῶν καλῶν ἰδεῖν
ὑπὲρ κεφαλῆς, ἐξ οὐδενὸς πεφυκότα.
κόραι δʼ ἐν ἀμπεχόναις τριχάπτοις ἀρτίως
ἡβυλλιῶσαι καὶ τὰ ῥόδα κεκαρμέναι
πλήρεις κύλικας οἴνου μέλανος ἀνθοσμίου
ἤντλουν διὰ χώνης τοῖσι βουλομένοις πιεῖν.
καὶ τῶνδʼ ἕκαστος εἰ φάγοι τις ἢ πίοι,
διπλάσιʼ ἐγίγνετʼ εὐθὺς ἐξ ἀρχῆς πάλιν.
Ὑπʼ ἀναδενδράδων ἁπαλὰς ἀσπαλάθους πατοῦντες
ἐν λειμῶνι λωτοφόρῳ, κύπειρόν τε δροσώδη,
κἀνθρύσκου μαλακῶν τʼ ἴων λείμακα καὶ τριφύλλου.
ΜΕΤΟΙΚΟΙ.
ΜΥΡΜΗΚΑΝΘΡΩΠΟΙ.
Μηδέποτʼ ἰχθύν, ὦ Δευκαλίων, μηδʼ ἢν αἰτῶ παραθῇς μοι.
Α. Τί ληρεῖς; ἀλλὰ φωνὴν οὐκ ἔχειν
ἰχθύν γέ φασι τὸ παράπαν. Β. νὴ τὼ θεώ,
κοὐκ ἔστιν ἰχθὺς ἄλλος οὐδεὶς ἢ βόαξ.
Ἀλλʼ ὡς τάχιστα τὸν γέρονθʼ ἱστὸν ποίει,
ἀφʼ οὗ τὸ λίνον ἦν.
Γελῶντα καὶ χαίροντα καὶ τεθολωμένον.
Ὑπὸ τῆς ἀνίας ἀνεθολοῦθʼ ἡ καρδία.
Οἴμοι κακοδαίμων, αἰγὶς αἰγὶς ἔρχεται.
Ὕστερον ἀρᾶται κἀπιθεάζει τῷ πατρί.
Ξένη γυνὴ γραῦς ἀρτίως ἀφιγμένη.
ΠΕΡΣΑΙ.
Τίς δʼ ἔσθʼ ἡμῖν τῶν σῶν ἀροτῶν ἢ ζυγοποιῶν ἔτι χρεία,
ἢ δρεπανουργῶν ἢ χαλκοτύπων ἢ σπέρματος ἢ χαρα- κισμοῦ;
αὐτόματοι γὰρ διὰ τῶν τριόδων ποταμοὶ λιπαροῖς ἐπι- πάστοις
ζωμοῦ μέλανος καὶ Ἀχιλλείοις μάζαις κοχυδοῦντες ἐπι- βλύξ
ἀπὸ τῶν πηγῶν τῶν τοῦ Πλούτου ῥεύσονται, σφῶν ἀρύτεσθαι.
ὁ Ζεὺς δʼ ὕων οἴνῳ καπνίᾳ κατὰ τοῦ κεράμου βαλα- νεύσει,
ἀπὸ τῶν δὲ τεγῶν ὀχετοὶ βοτρύων μετὰ ναστίσκων πο- λυτύρων
ὀχετεύσονται θερμῷ σὺν ἔτνει καὶ λειριοπολφανεμώναις.
τὰ δὲ δὴ δένδρη τἀν τοῖς ὄρεσιν χορδαῖς ὀπταῖς ἐρι- φείοις
φυλλοροήσει, καὶ τευθιδίοις ἁπαλοῖς κίχλαις τʼ ἀνα- βράστοις.
Ὦ μαλάχας μὲν ἐξερῶν ἀναπνέων δʼ ὑάκινθον,
καὶ μελιλώτινον λαλῶν καὶ ῥόδα προσσεσηρώς·
ὦ φιλῶν μὲν ἀμάρακον, προσκινῶν δὲ σέλινα,
γελῶν δʼ ἱπποσέλινα καὶ κοσμοσάνδαλα βαίνων,
ἔγχει κἀπιβόα τρίτον παιῶνʼ, ὡς νόμος ἐστίν.
Ἢν δʼ ἡμῶν σῦκόν τις ἴδῃ διὰ χρόνου νέον ποτέ,
τὠφθαλμὼ τούτῳ περιμάττομεν τὼ τῶν παιδίων.
Ἐπὶ τηγάνοις καθίσανθʼ ὑφάπτειν τοῦ φλέω.
Στεφάνους τε πᾶσι κὠμφαλωτὰς χρυσίδας.
Οὗτος σύ, ποῖ τὴν ἀργυρίδα τηνδὶ φέρεις;
Τὸ παιδίον,
τὸ πολλαγόρασον κἀπὸ πολλῶν τηλιῶν.
ΠΕΤΑΛΗ.
Οὗτος πόθεν ἦλθες; Β. εἰς Κολωνὸν ἱέμην,
οὐ τὸν ἀγοραῖον, ἀλλὰ τὸν τῶν ἱππέων.
Ἀλλʼ ὦ περιστέριον ὅμοιον Κλεισθένει,
πέτου, κόμισον δέ μʼ εἰς Κύθηρα καὶ Κύπρον.
Κἀκ πιθῶνος ἤρυσαν
ἄκρατον.
Παίειν με τύπτειν λακπατεῖν ὠθεῖν δάκνειν.
Πρόσαιρε τὸ κανοῦν, εἰ δὲ βούλει, πρόσφερε.
ΤΥΡΑΝΝΙΣ.
Εἶτʼ ἐκεραμεύσαντο τοῖς μὲν ἀνδράσιν ποτήρια
πλατέα, τοίχους οὐκ ἔχοντʼ, ἀλλʼ αὐτὸ τοὔδαφος μόνον,
κοὐχὶ χωροῦντʼ οὐδὲ κόγχην, ἐμφερῆ γευστηρίοις·
σφίσι δέ γʼ αὐταῖσιν βαθείας κύλικας ὥσπερ ὁλκάδας
οἰναγωγούς, περιφερεῖς, λεπτάς, μέσας γαστροιίδας,
οὐκ ἀβούλως, ἀλλὰ πόρρωθεν κατεσκευασμέναι
αὔθʼ, ὅπως ἀνεκλογίστως πλεῖστος οἶνος ἐκποθῇ.
εἶθʼ ὅταν τὸν οἶνον αὐτὰς αἰτιώμεθʼ ἐκπιεῖν,
λοιδοροῦνται, κὠμνύουσι μὴ ʼκπιεῖν ἀλλʼ ἢ μίαν.
ἡ δὲ κρείττων ἡ μίʼ ἐστὶ χιλίων ποτηρίων.
Κἄπειθʼ ἵνα μὴ πρὸς τοῖσι βωμοῖς πανταχοῦ
ἀεὶ λοχῶντες βωμολόχοι καλώμεθα,
ἐποίησεν ὁ Ζεὺς καπνοδόκην μεγάλην πάνυ.
Ἆρʼ ἀράχνιʼ ὥσπερ ταῖς σιπύαισι ταῖς κεναῖς.
ΧΕΙΡΩΝ.
Λέξω μὲν οὐκ ἄκουσα, σοί τε γὰρ κλύειν
ἐμοί τε λέξαι θυμὸς ἡδονὴν ἔχει.
ἐμοὶ γὰρ ἦρξε τῶν κακῶν Μελανιππίδης
ἐν τοῖσι πρώτοις, ὃς λαβὼν ἀνῆκέ με,
χαλαρωτέραν τʼ ἐποίησε χορδαῖς δώδεκα.
ἀλλʼ οὖν ὅμως οὗτος μὲν ἦν ἀποχρῶν ἀνὴρ
ἔμοιγε πρὸς τὰ νῦν κακά.
Κινησίας δὲ ὁ κατάρατος Ἀττικός,
ἐξαρμονίους καμπὰς ποιῶν ἐν ταῖς στροφαῖς,
ἀπολώλεκέ μʼ οὕτως, ὥστε τῆς ποιήσεως
τῶν διθυράμβων, καθάπερ ἐν ταῖς ἀσπίσιν,
ἀριστέρʼ αὐτοῦ φαίνεται τὰ δεξιά.
ἀλλʼ οὐκ ἂν εἴποις οὕτως ἦν ὅμως ὅμως.
Φρύνης δʼ ἴδιον στρόβιλον ἐμβαλὼν τινά,
κάμπτων με καὶ στρέφων ὅλην διέφθορεν,
ἐν πέντε χορδαῖς δώδεχʼ ἁρμονίας ἔχων.
ἀλλʼ οὖν ἔμοι γε χοὗτος ἦν ἀποχρῶν ἀνήρ,
εἰ γάρ τι κἀξήμαρτεν αὖθις ἀνέλαβεν.
ὁ δὲ Τιμόθεός μʼ, ὦ φιλτάτη, κατορώρυχεν,
καὶ διακέκναικʼ αἴσχιστα. Δ. Ποῖος οὑτοσὶ
Τιμόθεος; Μ. Μιλήσιός τις Πυρρίας
κακά μοι παρέσχεν· οὗτος ἅπαντας οὓς λέγω
παρελήλυθʼ ἄγων ἐκτραπέλους μυρμηκίας.
κἂν ἐντύχῃ πού μοι βαδιζούσῃ μόνῃ,
ἀπέλυσε κἀνέλυσε χορδαῖς δώδεκα.
Μηδὲ σύγʼ ἄνδρα φίλον καλέσας ἐπὶ δαῖτα θάλειαν
ἄχθου ὁρῶν παρεόντα· κακὸς γὰρ ἀνὴρ τόδε ῥέζει·
ἀλλὰ μάλʼ εὔκηλος τέρπου φρένα τέρπε τʼ ἐκεῖνον.
Ἡμῶν δʼ ἤν τινά τις καλέσῃ θύων ἐπὶ δεῖπνον,
ἀχθόμεθʼ ἢν ἔλθῃ καὶ ὑποβλέπομεν παρεόντα,
χὤττι τάχιστα θύρας ἐξελθεῖν βουλόμεθʼ αὐτόν.
εἶτα γνούς πως τοῦθʼ ὑποδεῖται, κἆτά τις εἶπεν
τῶν ξυμπινόντων, Ἤδη σύ; τί οὐχ ὑποπίνεις;
οὐχ ὑπολύσεις σαυτόν; ὁ δʼ ἄχθεται αὐτὸς ὁ θύων
τῷ κατακωλύοντι καὶ εὐθὺς ἔλεξʼ ἐλεγεῖα
«Μηδένα μήτʼ ἀέκοντα μένειν κατέρυκε παρʼ ἡμῖν
μήθʼ εὕδοντʼ ἐπέγειρε, Σιμωνίδη». οὐ γὰρ ἐπʼ οἴνοις
τοιαυτὶ λέγομεν δειπνίζοντες φίλον ἄνδρα;
Νὴ τὸν Δίʼ, ὥσπερ αἱ παροψίδες
τὴν αἰτίαν ἔχουσʼ ἀπὸ τῶν ἡδυσμάτων,
οὓς ὁ Καλέτας ἀξιοῖ τοῦ μηδενός.
Ἔξεισιν ἄκων δεῦρο πέρδικος τρόπον.
Ἀμυγδάλας καὶ μῆλα καὶ μιμαίκυλα,
καὶ μύρτα καὶ σέλινα κἀξ οἴνου βότρυς,
καὶ μυελόν.
Εἰκῆ μʼ ἐπῆρας ὄντα τηλικουτονί
πολλοῖς ἐμαυτὸν ἐγκυλῖσαι πράγμασιν.
ἐγὼ γὰρ ὦνδρες ἡνίκʼ ἦ νεώτερος,
ἐδόκουν μὲν ἐφρόνουν δʼ οὐδέν, ἀλλὰ πάντα μοι
κατὰ χειρὸς ἦν τὰ πράγματʼ ἐνθυμουμένῳ·
νῦν δʼ ἄρτι μοι τὸ γῆρας ἐντίθησι νοῦν,
καὶ κατὰ μίτον τὰ πράγματʼ ἐκλογίζομαι.
Δώσει δέ σοι γυναῖκας ἑπτὰ Λεσβίδας.
Β. καλόν γε δῶρον ἕπτʼ ἔχειν λαικαστρίας.
ΨΕΥΔΗΡΑΚΛΗΣ.
Εἴποι τις ἂν τῶν πάνυ δοκησιδεξίων·
ἐγὼ δʼ ἂν ἀντείποιμι, μὴ πολυπραγμόνει,
ἀλλʼ εἰ δοκεῖ σοι πρόσεχε τὸν νοῦν κἀκροῶ.
Τρώγων ἐρεβίνθους ἀπεπνίγη πεφρυγμένους.
Ῥαφανίς τʼ ἄπλυτος ὑπάρχει,
καὶ θερμὰ λουτρὰ καὶ ταρίχη πνικτὰ καὶ καρύκη.
Ἀνεμολύνθη τὴν ὑπήνην τῷ γάρῳ.
Οὐκ ὢν ἀνὴρ γὰρ Ἀλκιβιάδης, ὡς δοκεῖ,
ἀνὴρ ἀπασῶν τῶν γυναικῶν ἐστι νῦν.
Ὑπὸ τῆς ἀπληστίας
διακόνιον ἔπησθεν ἀμφιφῶντʼ ἔχων.
Ἤνπερ φρονῇς εὖ φεῦγε τὴν Βοιωτίαν.
Ὁ λαγώς με βασκαίνει τεθνηκώς.
Τὴν γαστέρʼ ᾔων κἀχύρων σεσαγμένος.
Ἡγούμεθα τῆς πόλεως εἶναι ταύτας σωτῆρας.
Νῦν δʼ ἐπιχεῖσθαι τὰς κριθὰς δεῖ, πτίσσειν, φρύγειν, ἀναβράττειν,
αἵνειν, ἀλέσαι, μᾶξαι, πέψαι, τὸ τελευταῖον παραθεῖναι.
Τί δʼ ἔπαθες;
Β. ἄγρυκτα κἄλεκτʼ, ἀλλὰ βούλομαι μόνῃ
αὐτῇ φράσαι σοι.
Ὕβριστον ἔργον καὶ κόβαλον εἰργάσω.
Καὶ τὰς βαλάνους καὶ τὰς ἀκύλους καὶ τὰς ἀχράδας πε- ριόντας.
Ἀτόπως καθίζων κοὐδὲ γιγνώσκειν δοκῶν.
Ἵνʼ ἀφυπνισθῆτʼ οὖν ἀκροᾶσθʼ, ἤδη γὰρ καὶ λέξομεν.
Ἢ τῆς ἀχέρδου τῆς ἀκραχολωτάτης.
Ποῖ κῆχος; Β. ἐγγύς, ἡμερῶν γε τεττάρων.
Βριθομένης ἀγαθῶν ἐπίμεστα τραπέζης.
Ἀεί ποθʼ ἡμῖν ἐγκιλικίζουσʼ οἱ θεοί.
Ληκούμεσθʼ ὅλην
τὴν νύκτα.
Ἀρκεῖ μία σκόνυζα καὶ θύμω δύο.
Ὁ δὲ παῖδα καλεῖ καὶ τευτάζει τούτῳ δεῖπνον παραθεῖναι.
Ὦ ξανθοτάτοις βοτρύχοισι κομῶν.
Μηδὲν κοτυλίζειν, ἀλλὰ καταπάττειν χύδην.
Τουτὶ τί ἐστιν; ὡς ἀνεκὰς τὸ κρίβανον.
Ἀδώνιʼ ἄγομεν καὶ τὸν Ἄδωνιν κλᾴομεν.
Ὑπέλυσε δήμαρχός τις ἐλθὼν εἰς χορόν.
Ὦ γῆρας, ὡς ἐπαχθὲς ἀνθρώποισιν εἶ
καὶ πανταχῆ λυπηρόν, οὐ καθʼ ἓν μόνον.
ἐν ᾧ γὰρ οὐδὲν δυνάμεθʼ οὐδʼ ἰσχύομεν,
σὺ τηνικαῦθʼ ἡμᾶς προδιδάσκεις εὖ φρονεῖν.
Ἀβυρτάκην τρίψαντα καὶ Λυδίαν καρύκην.
Σκέψαι δέ μου
τὸ μέτωπον εἰ θέρμην ἔχουσα τυγχάνω.
Δεῖπνον παρασκεύαζε, σὺ δὲ καθίζανε.
Πότε σὺ ἤκουσας αὐτοῦ; Β. πρωπέρυσιν ἔτος τρίτον.